📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Haggai

Haggai 1

Greek original · 15 verses · some words can be tapped for a gloss

ch. 2 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
1:1
ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κύριου ἐν χειρὶ Αγγαιου τοῦ προφήτου λέγων εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν λέγων
In the second year of Darius the king, in the sixth month, in the first day of the month, Yahweh’s word came by Haggai the prophet, to Zerubbabel the son of Shealtiel, governor of Judah, and to Joshua the son of Jehozadak, the high priest, saying,
大流士王第二年六月初一日,耶和華的話藉先知哈該向猶大省長撒拉鐵的兒子所羅巴伯和約撒答的兒子大祭司約書亞說:
1:2
τάδε λέγει κύριος παντοκράτωρ λέγων λαὸς οὗτος λέγουσιν οὐχ ἥκει καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου
“This is what Yahweh of Armies says: These people say, ‘The time hasn’t yet come, the time for Yahweh’s house to be built.’”
萬軍之耶和華如此說:「這百姓說,建造耶和華殿的時候尚未來到。」
1:3
καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Αγγαιου τοῦ προφήτου λέγων
Then Yahweh’s word came by Haggai the prophet, saying,
那時耶和華的話臨到先知哈該說:
1:4
εἰ καιρὸς ὑμῖν μέν ἐστιν τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις δὲ οἶκος οὗτος ἐξηρήμωται
“Is it a time for you yourselves to dwell in your paneled houses, while this house lies waste?
「這殿仍然荒涼,你們自己還住天花板的房屋嗎?
1:5
καὶ νῦν τάδε λέγει κύριος παντοκράτωρ τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν
Now therefore this is what Yahweh of Armies says: ‘Consider your ways.
現在萬軍之耶和華如此說:你們要省察自己的行為。
1:6
ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν ἐπίετε καὶ οὐκ εἰς μέθην περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς καὶ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον
You have sown much, and bring in little. You eat, but you don’t have enough. You drink, but you aren’t filled with drink. You clothe yourselves, but no one is warm; and he who earns wages earns wages to put them into a bag with holes in it.’
你們撒的種多,收的卻少;你們吃,卻不得飽;喝,卻不得足;穿衣服,卻不得暖;得工錢的,將工錢裝在破漏的囊中。」
1:7
τάδε λέγει κύριος παντοκράτωρ θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν
“This is what Yahweh of Armies says: ‘Consider your ways.
萬軍之耶和華如此說:「你們要省察自己的行為。
1:8
ἀνάβητε ἐπὶ τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι εἶπεν κύριος
Go up to the mountain, bring wood, and build the house. I will take pleasure in it, and I will be glorified,” says Yahweh.
你們要上山取木料,建造這殿,我就因此喜樂,且得榮耀。這是耶和華說的。
1:9
ἐπεβλέψατε εἰς πολλά καὶ ἐγένετο ὀλίγα καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά διὰ τοῦτο τάδε λέγει κύριος παντοκράτωρ ἀνθ’ ὧν οἶκός μού ἐστιν ἔρημος ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ
“You looked for much, and, behold, it came to little; and when you brought it home, I blew it away. Why?” says Yahweh of Armies, “Because of my house that lies waste, while each of you is busy with his own house.
你們盼望多得,所得的卻少;你們收到家中,我就吹去。這是為甚麼呢?因為我的殿荒涼,你們各人卻顧 自己的房屋。這是萬軍之耶和華說的。
1:10
διὰ τοῦτο ἀνέξει οὐρανὸς ἀπὸ δρόσου καὶ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς
Therefore for your sake the heavens withhold the dew, and the earth withholds its fruit.
所以為你們的緣故,天就不降甘露,地也不出土產。
1:11
καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ὅσα ἐκφέρει γῆ καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν
I called for a drought on the land, on the mountains, on the grain, on the new wine, on the oil, on that which the ground produces, on men, on livestock, and on all the labor of the hands.”
我命乾旱臨到地土、山岡、五穀、新酒,和油,並地上的出產、人民、牲畜,以及人手一切勞碌得來的。」
1:12
καὶ ἤκουσεν Ζοροβαβελ τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ Ἰησοῦς τοῦ Ιωσεδεκ ἱερεὺς μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς φωνῆς κυρίου τοῦ θεοῦ αὐτῶν καὶ τῶν λόγων Αγγαιου τοῦ προφήτου καθότι ἐξαπέστειλεν αὐτὸν κύριος θεὸς αὐτῶν πρὸς αὐτούς καὶ ἐφοβήθη λαὸς ἀπὸ προσώπου κυρίου
Then Zerubbabel the son of Shealtiel and Joshua the son of Jehozadak, the high priest, with all the remnant of the people, obeyed Yahweh their God’s voice, and the words of Haggai the prophet, as Yahweh their God had sent him; and the people feared Yahweh.
那時,撒拉鐵的兒子所羅巴伯和約撒答的兒子大祭司約書亞,並剩下的百姓,都聽從耶和華-他們上帝的話和先知哈該奉耶和華-他們上帝差來所說的話;百姓也在耶和華面前存敬畏的心。
1:13
καὶ εἶπεν Αγγαιος ἄγγελος κυρίου τῷ λαῷ ἐγώ εἰμι μεθ’ ὑμῶν λέγει κύριος
Then Haggai, Yahweh’s messenger, spoke Yahweh’s message to the people, saying, “I am with you,” says Yahweh.
耶和華的使者哈該奉耶和華差遣對百姓說:「耶和華說:我與你們同在。」
1:14
καὶ ἐξήγειρεν κύριος τὸ πνεῦμα Ζοροβαβελ τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ καὶ εἰσῆλθον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος θεοῦ αὐτῶν
Yahweh stirred up the spirit of Zerubbabel the son of Shealtiel, governor of Judah, and the spirit of Joshua the son of Jehozadak, the high priest, and the spirit of all the remnant of the people; and they came and worked on the house of Yahweh of Armies, their God,
耶和華激動猶大省長撒拉鐵的兒子所羅巴伯和約撒答的兒子大祭司約書亞,並剩下之百姓的心,他們就來為萬軍之耶和華-他們上帝的殿做工。
1:15
τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως
in the twenty-fourth day of the month, in the sixth month, in the second year of Darius the king.
這是在大流士王第二年六月二十四日。
ch. 2 →
12