| 3:1 | Ὡς δὲ ἐγένετο ἡ ὥρα τῆς νυκτός, καθὼς εἶπεν ὁ κύριος τῷ Ἰερεμίᾳ, ἦλθεν ὁμοῦ ἐπὶ τὰ τείχη τῆς πόλεως Ἰερεμίας καὶ Βαρούχ. | ወሶበ፡ ኮነ፡ ስድስቱ፡ ሰዐት፡ ዘሌሊት፡ ዘይቤሎ፡ እግዚእ፡ ለኤርምያስ፡ ከመ፡ ይፃእ፡ ምስለ፡ ባሮክ፡ ወበጽሑ፡ ውስተ፡ ቅጽረ፡ ሀገር፡ ወነበሩ፡ እንዘ፡ ይጸንሑ። | Ὡς δὲ ἐγένετο ἡ ὥρα τῆς νυκτός, καθὼς εἶπεν ὁ κύριος τῷ Ἰερεμίᾳ, ἦλθεν ὁμοῦ ἐπὶ τὰ τείχη τῆς πόλεως Ἰερεμίας καὶ Βαρούχ. |
|---|
| 3:2 | καὶ ἰδοὺ ἐγένετο φωνὴ σαλπίγγων, καὶ ἐξῆλθον ἄγγελοι ἐκ τοῦ οὐρανοῦ, κατέχοντες λαμπάδας ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἔστησαν ἐπὶ τὰ τείχη τῆς πόλεως. | ወሶበ፡ ኮነ፡ ስድስቱ፡ ሰዐት፡ ዘሌሊት፡ ዘይቤሎ፡ እግዚእ፡ ለኤርምያስ፡ ከመ፡ ይፃእ፡ ምስለ፡ ባሮክ፡ ወበጽሑ፡ ውስተ፡ ቅጽረ፡ ሀገር፡ ወነበሩ፡ እንዘ፡ ይጸንሑ። | καὶ ἰδοὺ ἐγένετο φωνὴ σαλπίγγων, καὶ ἐξῆλθον ἄγγελοι ἐκ τοῦ οὐρανοῦ, κατέχοντες λαμπάδας ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἔστησαν ἐπὶ τὰ τείχη τῆς πόλεως. |
|---|
| 3:3 | ἰδόντες δὲ αὐτοὺς Ἰερεμίας καὶ Βαρούχ, ἔκλαυσαν, λέγοντες· Νῦν ἐγνώκαμεν ὅτι ἀληθές ἐστι τὸ ῥῆμα. | ወኮነ፡ ቃለ፡ ቀርን፡ ወወፅኡ፡ መላእክት፡ እምሰማይ፡ ወበእደዊሆሙ፡ ይጸውሩ፡ ብርሃናተ፡ እሰት፡ ወቆሙ፡ ውስተ፡ ቅጽረ፡ ሀገር። | ἰδόντες δὲ αὐτοὺς Ἰερεμίας καὶ Βαρούχ, ἔκλαυσαν, λέγοντες· Νῦν ἐγνώκαμεν ὅτι ἀληθές ἐστι τὸ ῥῆμα. |
|---|
| 3:4 | παρακάλεσε δὲ Ἰερεμίας τοὺς ἀγγέλους, λέγων· Παρακαλῶ ὑμᾶς μὴ ἀπολέσθαι τὴν πόλιν ἄρτι, ἕως ἂν λαλήσω πρὸς κύριον ῥῆμα. | ወሶቤሃ፡ ኤርምያስ፡ ወባሮክ፡ በከዩ፡ እንዘ፡ ይብሉ፡ እስመ፡ ይእዜ፡ አእመርነ፡ ከመ፡ አማን፡ ነገር። | παρακάλεσε δὲ Ἰερεμίας τοὺς ἀγγέλους, λέγων· Παρακαλῶ ὑμᾶς μὴ ἀπολέσθαι τὴν πόλιν ἄρτι, ἕως ἂν λαλήσω πρὸς κύριον ῥῆμα. |
|---|
| 3:5 | ἐλάλησεν δὲ κύριος τοῖς ἀγγέλοις, λέγων· Μὴ ἀπολέσητε τὴν πόλιν ἕως ἂν λαλήσω πρὸς τὸν ἐκλεκτόν μου Ἰερεμίαν. | ወአስተብቍዖሙ፡ ኤርምያስ፡ ለመላእክት፡ እንዘ፡ ይብል፡ ኣስተበቍዐክሙ፡ ኵሎ፡ ኢታህጕሉ፡ ሀገረ፡ እስከ፡ እስእሎ፡ ለእግዚአብሔር፡ አሐተ፡ ነገረ፤ ወነበቦሙ፡ እግዚእ፡ ለመላእክት፡ እንዘ፡ ይብል፡ ኢታህጕሉ፡ ሀገረ፡ እስከ፡ እትናገር፡ ምስለ፡ ኤርምያስ፡ ኅሩይየ። | ἐλάλησεν δὲ κύριος τοῖς ἀγγέλοις, λέγων· Μὴ ἀπολέσητε τὴν πόλιν ἕως ἂν λαλήσω πρὸς τὸν ἐκλεκτόν μου Ἰερεμίαν. |
|---|
| 3:6 | τότε Ἰερεμίας ἐλάλησεν, λέγων· Δέομαι, κύριε, κέλευσόν με λαλῆσαι ἐνώπιόν σου. | ወሶቤሃ፡ ተናገረ፡ ኤርምያስ፡ እንዘ፡ ይብል፡ ኣስተበቍዐከ፡ እግዚእየ፡ አዝዝ፡ ሊተ፡ ከመ፡ አትናገር፡ ምስሌከ፤ ወይቤሎ፡ ንብብ፡ ኅሩይየ፡ ኤርምያስ፡ ዘትፈቅድ። | τότε Ἰερεμίας ἐλάλησεν, λέγων· Δέομαι, κύριε, κέλευσόν με λαλῆσαι ἐνώπιόν σου. |
|---|
| 3:7 | καὶ εἶπε κύριος· Λάλει, ὁ ἐκλεκτός μου Ἰερεμίας. | ወይቤሎ፡ ኤርምያስ፡ ናሁ፡ ይእዜ፡ አእመርነ። | καὶ εἶπε κύριος· Λάλει, ὁ ἐκλεκτός μου Ἰερεμίας. |
|---|
| 3:8 | καὶ εἶπεν Ἰερεμίας· Ἰδοὺ νῦν, κύριε, ἐγνώκαμεν ὅτι παραδίδως τὴν πόλιν εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῆς, καὶ ἀπαροῦσι τὸν λαὸν εἰς Βαβυλῶνα. | እግዚእየ፡ ከመ፡ ትሜጥዋ፡ ለሀገር፡ ውስተ፡ እደ፡ ጸላእታ፡ ወይነሥኣ፡ ሕዝብ፡ ዘእምባቢሎን፤ ወምንተ፡ ትፈቅድ፡ ከመ፡ እግበር፡ ቅድስተ፡ ቅኔነ፡ በኅቡእ፡ ዘንትቀነይ፡ ወምንተ፡ ትፈቅድ፡ እግበር፡ ዲቤሆሙ። | καὶ εἶπεν Ἰερεμίας· Ἰδοὺ νῦν, κύριε, ἐγνώκαμεν ὅτι παραδίδως τὴν πόλιν εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῆς, καὶ ἀπαροῦσι τὸν λαὸν εἰς Βαβυλῶνα. |
|---|
| 3:9 | Τί θέλεις ποιήσω τὰ ἅγια σκεύη τῆς λειτουργίας. | እግዚእየ፡ ከመ፡ ትሜጥዋ፡ ለሀገር፡ ውስተ፡ እደ፡ ጸላእታ፡ ወይነሥኣ፡ ሕዝብ፡ ዘእምባቢሎን፤ ወምንተ፡ ትፈቅድ፡ ከመ፡ እግበር፡ ቅድስተ፡ ቅኔነ፡ በኅቡእ፡ ዘንትቀነይ፡ ወምንተ፡ ትፈቅድ፡ እግበር፡ ዲቤሆሙ። | Τί θέλεις ποιήσω τὰ ἅγια σκεύη τῆς λειτουργίας. |
|---|
| 3:10 | καὶ εἶπεν αὐτῷ ὁ κύριος· Ἆρον αὐτά, καὶ παράδος αὐτὰ τῇ γῇ λέγων· Ἄκουε, γῆ, τῆς φωνῆς τοῦ κτίσαντός σε, ὁ πλάσας σε ἐν τῇ περιουσίᾳ τῶν ὑδάτων, ὁ σφραγίσας σε ἐν ἑπτὰ σφραγῖσιν ἐν ἑπτὰ καιροῖς, καὶ μετὰ ταῦτα λήψῃ τὴν ὡραιότητά σου· | ወይቤሎ፡ እግዚእ፡ ንሥኦሙ፡ ውመጥዋ፡ ለምድር፡ ወለቤተ፡ መቅደስ፡ እንዘ፡ ትብል፡ ወአንቲኒ፡ ምድር፡ ስምዒ፡ ቃለ፡ ፈጣሪኪ፡ ዘፈጠረኪ፡ በኀይለ፡ ማያት፡ ዘኀተመኪ፡ በ፡ ፯፡ ማኅተምት፡ ተመጠዊ፡ ሥነኪ፡ ውዕቀቢ፡ ንዋየ፡ ቅኔኪ፡ እስከ፡ ምጽአቱ፡ ለፍቁር። | καὶ εἶπεν αὐτῷ ὁ κύριος· Ἆρον αὐτά, καὶ παράδος αὐτὰ τῇ γῇ λέγων· Ἄκουε, γῆ, τῆς φωνῆς τοῦ κτίσαντός σε, ὁ πλάσας σε ἐν τῇ περιουσίᾳ τῶν ὑδάτων, ὁ σφραγίσας σε ἐν ἑπτὰ σφραγῖσιν ἐν ἑπτὰ καιροῖς, καὶ μετὰ ταῦτα λήψῃ τὴν ὡραιότητά σου· |
|---|
| 3:11 | φύλαξον τὰ σκεύη τῆς λειτουργίας ἕως τῆς συνελεύσεως τοῦ ἡγαπημένου. | ወነበበ፡ ኤርምያስ፡ ወይቤ፡ ኣስተበቅውዐከ፡ እግዚእየ፡ አርእየኒ፡ ዘእገብር፡ ለአቤሜሌክ፡ ኢትዮጵያዊ፡ ዘውእቱ፡ ብዙኀ፡ ዐቀቦሙ፡ ለሕዝብ፡ ወለገብርከኒ፡ ኤርምያስ፡ ፈድፋደ፡ እምኵሉ፡ ሰብአ፡ ሀገር፡ ወውእቱ፡ አውፅአኒ፡ እምውስተ፡ ዐዘቅተ፡ ዐምዐም፡ ወኢይፈቅድ፡ ሎቱ፡ ይርአይ፡ ሙስናሃ፡ ወሀጕላ፡ ለሀገር፡ ከመ፡ ኢይሕዘን። | φύλαξον τὰ σκεύη τῆς λειτουργίας ἕως τῆς συνελεύσεως τοῦ ἡγαπημένου. |
|---|
| 3:12 | ἐλάλησεν δὲ Ἰερεμίας λέγων· Παρακαλῶ σε, κύριε, δεῖξόν μοι τὶ ποιήσω Ἀβιμέλεχ τῷ Αἰθίοπι, ὅτι πολλὰς εὐεργεσίας ἐποίησε τῷ δούλῳ σου Ἰερεμίᾳ. | ወይቤሎ፡ እግዚእ፡ ለኤርምያስ፡ ፈንዎ፡ ውስተ፡ ዐጸደ፡ ወይን፡ ዘሀግሪጳስ፡ በፍኖት፡ ዘደብር፡ ወአነ፡ እከድኖ፡ እስከ፡ ኣገብኦሙ፡ ለሕዝብ፡ ውስተ፡ ሀገር፤ ወአንተ፡ ኤርምያስ፡ ሖር፡ ምስለ፡ ሕዝብ፡ እስከ፡ ትበጽሑ፡ ምድረ፡ ባቢሎን፡ ወንበር፡ ትትኔበይ፡ ሎሙ፡ እስከ፡ ኣገብኦሙ፡ ውስተ፡ ሀገሮሙ፤ ወለባሮክሂ፡ ኅድጎ፡ ህየ፡ ውስተ፡ ኢየሩሳሌም። | ἐλάλησεν δὲ Ἰερεμίας λέγων· Παρακαλῶ σε, κύριε, δεῖξόν μοι τὶ ποιήσω Ἀβιμέλεχ τῷ Αἰθίοπι, ὅτι πολλὰς εὐεργεσίας ἐποίησε τῷ δούλῳ σου Ἰερεμίᾳ. |
|---|
| 3:13 | Ὅτι αὐτὸς ἀνέσπασέ με ἐκ τοῦ λάκκου τοῦ βορβόρου· καὶ οὐ θέλω αὐτὸν ἵνα ἴδῃ τὸν ἀφανισμὸν τῆς πόλεως ταύτης καὶ τὴν ἐρήμωσιν, ἀλλ᾽ ἵνα ἐλεήσῃς αὐτὸν καὶ μὴ λυπηθῇ. | ወነገሮ፡ እግዚእ፡ ዘንተ፡ ኵሎ፡ ለኤርምያስ፡ ወኀለፈ፡ እምኀበ፡ ኤርምያስ፡ ውስተ፡ ሰማይ። | Ὅτι αὐτὸς ἀνέσπασέ με ἐκ τοῦ λάκκου τοῦ βορβόρου· καὶ οὐ θέλω αὐτὸν ἵνα ἴδῃ τὸν ἀφανισμὸν τῆς πόλεως ταύτης καὶ τὴν ἐρήμωσιν, ἀλλ᾽ ἵνα ἐλεήσῃς αὐτὸν καὶ μὴ λυπηθῇ. |
|---|
| 3:14 | Καὶ εἶπε κύριος τῷ Ἰερεμίᾳ· Ἀπόστειλον αὐτὸν εἰς τὸν ἀμπελῶνα τοῦ Ἀγρίππα, καὶ ἐν τῇ σκιᾷ τοῦ ὄρους ἐγὼ σκεπάσω αὐτόν, ἕως οὗ ἐπιστρέψω τὸν λαὸν εἰς τὴν πόλιν. | ወኤርምያስ፡ ወባሮክ፡ ቦኡ፡ ውስተ፡ ቤተ፡ መቅደስ፡ ወኵሎ፡ ንዋየ፡ ዘቅኔሆሙ፡ መጠውዋ፡ ለምድር፡ በከመ፡ አዘዞሙ፡ እግዚእ፡ ወሶቤሃ፡ ሠረበቶ፡ ምድር፡ ወነበሩ፡ ክልኤሆሙ፡ ወበከዩ። | Καὶ εἶπε κύριος τῷ Ἰερεμίᾳ· Ἀπόστειλον αὐτὸν εἰς τὸν ἀμπελῶνα τοῦ Ἀγρίππα, καὶ ἐν τῇ σκιᾷ τοῦ ὄρους ἐγὼ σκεπάσω αὐτόν, ἕως οὗ ἐπιστρέψω τὸν λαὸν εἰς τὴν πόλιν. |
|---|
| 3:15 | σὺ δὲ Ἰερεμίας, ἀπολῦε μετὰ τοῦ λαοῦ σου εἰς Βαβυλῶνα, καὶ μεῖνον μετ᾽ αὐτῶν εὐαγγελιζόμενος αὐτοῖς ἕως οὗ ἐπιστρέψω αὐτοῖς εἰς τὴν πόλιν. | ወበሳኒታ፡ ጸቢሖ፡ ፈነዎ፡ ኤርምያስ፡ ለአቤሜሌክ፡ እንዘ፡ ይብል፡ ንሣእ፡ ከረቦ፡ ወሖር፡ እንተ፡ ፍኖተ፡ ደብር፡ ውስተ፡ ዐጸደ፡ ወይን፡ ዘሀግሪጳስ፡ ወአምጽእ፡ ንስቲተ፡ በለሰ፡ ለድውያን፡ ሕዝብ፡ እስመ፡ ትፍሥሕተ፡ እግዚእ፡ ሀሎ፡ ውስተ፡ ርእስከ፡ ወስብሐቱ፤ ወሖረ፡ ውእቱኒ፡ በከመ፡ አዘዞ። | σὺ δὲ Ἰερεμίας, ἀπολῦε μετὰ τοῦ λαοῦ σου εἰς Βαβυλῶνα, καὶ μεῖνον μετ᾽ αὐτῶν εὐαγγελιζόμενος αὐτοῖς ἕως οὗ ἐπιστρέψω αὐτοῖς εἰς τὴν πόλιν. |
|---|
| 3:16 | κατάλειψον δὲ τὸν Βαροὺχ ὧδε, ἕως οὗ λαλήσω αὐτῷ. | ወበሳኒታ፡ ጸቢሖ፡ ፈነዎ፡ ኤርምያስ፡ ለአቤሜሌክ፡ እንዘ፡ ይብል፡ ንሣእ፡ ከረቦ፡ ወሖር፡ እንተ፡ ፍኖተ፡ ደብር፡ ውስተ፡ ዐጸደ፡ ወይን፡ ዘሀግሪጳስ፡ ወአምጽእ፡ ንስቲተ፡ በለሰ፡ ለድውያን፡ ሕዝብ፡ እስመ፡ ትፍሥሕተ፡ እግዚእ፡ ሀሎ፡ ውስተ፡ ርእስከ፡ ወስብሐቱ፤ ወሖረ፡ ውእቱኒ፡ በከመ፡ አዘዞ። | κατάλειψον δὲ τὸν Βαροὺχ ὧδε, ἕως οὗ λαλήσω αὐτῷ. |
|---|
| 3:17 | ταῦτα εἰπὼν ὁ κύριος ἀνέβη ἀπὸ Ἰερεμίου εἰς τὸν οὐρανόν. | ውበሳኒታ፡ ጸቢሖ፡ ኀይለ፡ ከላዴዎን፡ ዖድዋ፡ ለሀገር፡ ወነፍኀ፡ በቀርን፡ ዐቢይ፡ መልአክ፡ ወይቤ፡ ውእቱ፡ ባኡ፡ ኀይለ፡ ከላዴዎን፡ ናሁ፡ ይትረኀው፡ ለክሙ፡ አናቅጽ። | ταῦτα εἰπὼν ὁ κύριος ἀνέβη ἀπὸ Ἰερεμίου εἰς τὸν οὐρανόν. |
|---|
| 3:18 | Ἰερεμίας δὲ καὶ Βαροὺχ εἰσῆλθον εἰς τὸ ἀγιαστήριον, καὶ ἐπάραντες τὰ σκεύη τῆς λειτουργίας παρέδωκαν αὐτὰ τῇ γῇ, καθὼς ἐλάλησεν αὐτοῖς ὁ κύριος. | ወሶቤሃ፡ ቦአ፡ ንጉሥ፡ ምስለ፡ ሰራዊቱ፡ ወፄወዉ፡ ኵሎ፡ ሕዝበ። | Ἰερεμίας δὲ καὶ Βαροὺχ εἰσῆλθον εἰς τὸ ἀγιαστήριον, καὶ ἐπάραντες τὰ σκεύη τῆς λειτουργίας παρέδωκαν αὐτὰ τῇ γῇ, καθὼς ἐλάλησεν αὐτοῖς ὁ κύριος. |
|---|
| 3:19 | καὶ εὐθέως κατέπιεν αὐτὰ ἡ γῆ. | ወሶቤሃ፡ ኤርምያስ፡ ነሥአ፡ መራኁተ፡ ዘቤተ፡ መቅደስ፡ ወወፅአ፡ አፍኣ፡ እምሀገር፡ ወወገሮ፡ ለዝንቱ፡ መራኁት፡ ቅድመ፡ ፀሓይ፡ እንዘ፡ ይብል፡ ለከ፡ እብለከ፡ ፀሓይ፡ ንሣእ፡ መራኁተ፡ ዘቤተ፡ አምላክ፡ ወዕቀቦሙ፡ እስከ፡ መዋዕል፡ ዘይሴአለከ፡ እግዚአብሔር፡ በእንቲአሁ፤ እስመ፡ ለነ፡ ኢኮነ፡ ድልወተ፡ ልደትነ፡ ለዐቂቦቱ፡ እስመ፡ ተረከብነ፡ ንሕነሰ፡ እንዘ፡ ነሐፅና፡ ለኀጢአትነ። | καὶ εὐθέως κατέπιεν αὐτὰ ἡ γῆ. |
|---|
| 3:20 | ἐκάθισαν δὲ οἱ δύο, καὶ ἔκλαυσαν. | ወእንዘ፡ ይበኪ፡ ኤርምያስ፡ ለሕዝብ፡ አውፅእዎ፡ እንዘ፡ ያቴክልዎ፡ ወነድእዎ፡ ምስለ፡ ሕዝብ፡ እስከ፡ ባቢሎን። | ἐκάθισαν δὲ οἱ δύο, καὶ ἔκλαυσαν. |
|---|
| 3:21 | πρωΐας δὲ γενομένης, ἀπέστειλεν Ἰερεμίας τὸν Ἀβιμέλεχ, λέγων· Ἆρον τὸν κόφινον, καὶ ἄπελθε εἰς τὸ χωρίον τοῦ Ἀγρίππα διὰ τῆς ὁδοῦ τοῦ ὄρους, καὶ ἐνεγκὼν ὀλίγα σῦκα, δίδου τοῖς νοσοῦσι τοῦ λαοῦ· ὅτι ἐπὶ σὲ ἡ εὐφρασία τοῦ κυρίου, καὶ ἐπὶ τὴν κεφαλήν σου ἡ δόξα. | ወባሮክሰ፡ ነሥአ፡ ሐመደ፡ ወወደየ፡ ውስተ፡ ርእሱ፡ ወነበረ፡ ወአስቆቀወ፡ ዘንተ፡ ሰቆታወ፡ ወይቤ፡ በእንተ፡ ምንት፡ ማሰነት፡ ኢየሩሳሌም፡ አላ፡ በእንተ፡ ኀጢአቱ፡ ለፍቁር፡ ሕዝብ፡ ወተውህበት፡ በእደ፡ ጸላኢሃ፡ በእንተ፡ ኀጢአትነ፡ ወዘሕዝብ፤ አላ፡ ከመ፡ ኢይዘኀሩ፡ ኃጥኣን፡ ወኢይበሉ፡ ክህልነ፡ ነሣኦታ፡ ለሀገረ፡ አምላክ፡ በኀይልነ፡ ኢኮነ፡ በጽንዕክሙ፡ ዘክህልክምዋ፡ አላ፡ በኀጥአትነ፡ ተውሀበት፡ ለክሙ፤ ወአምላክነ፡ ይምሕረነ፡ ወያገብአነ፡ ውስተ፡ ሀገርነ፡ ወለክሙሰ፡ ሕይወት፡ አልቦ፤ ብፁዓን፡ እሙንቱ፡ አበዊነ፡ አብርሃም፡ ወይስሐቅ፡ ወያዕቆብ፡ እስመ፡ ወፅኡ፡ እምዝ፡ ዓለም፡ ወኢርእዩ፡ ሙስናሃ፡ ለዛቲ፡ ሀገር። | πρωΐας δὲ γενομένης, ἀπέστειλεν Ἰερεμίας τὸν Ἀβιμέλεχ, λέγων· Ἆρον τὸν κόφινον, καὶ ἄπελθε εἰς τὸ χωρίον τοῦ Ἀγρίππα διὰ τῆς ὁδοῦ τοῦ ὄρους, καὶ ἐνεγκὼν ὀλίγα σῦκα, δίδου τοῖς νοσοῦσι τοῦ λαοῦ· ὅτι ἐπὶ σὲ ἡ εὐφρασία τοῦ κυρίου, καὶ ἐπὶ τὴν κεφαλήν σου ἡ δόξα. |
|---|
| 3:22 | καὶ ταῦτα εἰπὼν Ἰερεμίας ἀπέλυσεν αὐτόν· Ἀβιμέλεχ δὲ ἐπορεύθη καθὰ εἶπεν αὐτῷ. | ውእምድኅረ፡ ዘንተ፡ ተናገረ፡ ወፅአ፡ እንዘ፡ ይበኪ፡ ውይቤ፡ አሐዝን፡ በእንቲአኪ፡ ኢየሩሳሌም፡ ወወፅአ፡ እምሀገር፡ ወኀደረ፡ ውስተ፡ መቃብር፡ ወይመጽኡ፡ መላእክት፡ ወይዜንውዎ፡ በእንተ፡ ኵሉ። | καὶ ταῦτα εἰπὼν Ἰερεμίας ἀπέλυσεν αὐτόν· Ἀβιμέλεχ δὲ ἐπορεύθη καθὰ εἶπεν αὐτῷ. |
|---|