| 6:1 | Μετὰ ταῦτα ἐξῆλθεν Ἀβιμέλεχ ἔξω τῆς πόλεως, καὶ προσηύξατο πρὸς κύριον. | ወተንሥአ፡ አቤሜሌክ፡ ወወፅአ፡ አፍኣ፡ እምሀገር፡ ወጸለየ፡ ኀበ፡ እግዚአብሔር፡ ወናሁ፡ መጽአ፡ መልአክ፡ ወመርሖ፡ ኀበ፡ ባሮክ፡ ወረከቦ፡ ውስተ፡ መቃብር፡ እንዘ፡ ይነብር። | Μετὰ ταῦτα ἐξῆλθεν Ἀβιμέλεχ ἔξω τῆς πόλεως, καὶ προσηύξατο πρὸς κύριον. |
|---|
| 6:2 | καὶ ἰδοὺ ἄγγελος κυρίου ἦλθε, καὶ κράτησας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἀπεκατέστησεν αὐτὸν εἰς τὸν τόπον ὅπου ἦν Βαροὺχ καθεζόμενος· εὗρε δὲ αὐτὸν ἐν μνημείῳ. | ወተንሥአ፡ አቤሜሌክ፡ ወወፅአ፡ አፍኣ፡ እምሀገር፡ ወጸለየ፡ ኀበ፡ እግዚአብሔር፡ ወናሁ፡ መጽአ፡ መልአክ፡ ወመርሖ፡ ኀበ፡ ባሮክ፡ ወረከቦ፡ ውስተ፡ መቃብር፡ እንዘ፡ ይነብር። | καὶ ἰδοὺ ἄγγελος κυρίου ἦλθε, καὶ κράτησας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἀπεκατέστησεν αὐτὸν εἰς τὸν τόπον ὅπου ἦν Βαροὺχ καθεζόμενος· εὗρε δὲ αὐτὸν ἐν μνημείῳ. |
|---|
| 6:3 | καὶ ἐν τῷ θεωρῆσαι ἀλλήλους, ἔκλαυσαν ἀμφότεροι καὶ κατεφίλησαν ἀλλήλους. | ወተንሥአ፡ አቤሜሌክ፡ ወወፅአ፡ አፍኣ፡ እምሀገር፡ ወጸለየ፡ ኀበ፡ እግዚአብሔር፡ ወናሁ፡ መጽአ፡ መልአክ፡ ወመርሖ፡ ኀበ፡ ባሮክ፡ ወረከቦ፡ ውስተ፡ መቃብር፡ እንዘ፡ ይነብር። | καὶ ἐν τῷ θεωρῆσαι ἀλλήλους, ἔκλαυσαν ἀμφότεροι καὶ κατεφίλησαν ἀλλήλους. |
|---|
| 6:4 | ἀναβλέψας δὲ Βαροὺχ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε τὰ σῦκα ἐσκεπασμένα ἐν τῷ κοφίνῳ τοῦ Ἀβιμέλεχ. | ወሶበ፡ ተኣምኁ፡ ውተባከዩ፡ በበይናቲሆሙ፡ ወተሳዐሙ፡ ውርእየ፡ በለሰ፡ ውስተ፡ ሙዳዩ፡ ወአልዐለ፡ አዕይንቲሁ፡ ውስተ፡ ሰማይ፡ ወጸለየ፡ እንዘ፡ ይብል፡ ዐቢይ፡ ውእቱ፡ አምላክ፡ ዘይሁቦሙ፡ ዐስቦሙ፡ ለጻድቃኒሁ፤ ተደልቂ፡ ነፍስየ፡ ወተፈሥሒ፡ እንዘ፡ ትንግሪ፡ ልበድን፡ ዘሥጋ፡ ለቤት፡ ቅዱስ፡ ወላሕኪ፡ ይትመየጥ፡ ውስተ፡ ብርሃን፡ ወእምድኅረዝ፡ ይመጽእ፡ ምእመን፡ ወያገብአኪ፡ ውስተ፡ በድንኪ፤ ሐውጺ፡ ውስተ፡ ዘዚአኪ፡ ድንግልና፡ ሃይማኖት፡ ወእመኒ፡ ተሐይዊ፤ ሐውጺ፡ ውስተገዝ፡ በለስ፡ ነዋ፡ ስሳ፡ ወስድስቱ፡ ዓመት፡ እምአመ፡ ተቀሥሙ፡ ወኢማሰኑ፡ ወኢጼኡ፡ አላ፡ ሐሊቦሙ፡ ያንጸፈጽፉ፡ እስከ፡ ይእዜ፤ ከመዝ፡ ይትገበር፡ ዲቤኪ፡ ሥጋየ፡ እስመ፡ ዐቀብኪ፡ ትእዛዘኪ፡ እምኀበ፡ መልአክ፡ ጽድቅ፤ ዘዐቀበ፡ ሙዳየ፡ በለስ፡ ውእቱ፡ ካዕበ፡ የዐቅበኪ፡ በኀይለ፡ ዚአሁ። | ἀναβλέψας δὲ Βαροὺχ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε τὰ σῦκα ἐσκεπασμένα ἐν τῷ κοφίνῳ τοῦ Ἀβιμέλεχ. |
|---|
| 6:5 | καὶ ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, προσηύξατο, λέγων· | ወሶበ፡ ተኣምኁ፡ ውተባከዩ፡ በበይናቲሆሙ፡ ወተሳዐሙ፡ ውርእየ፡ በለሰ፡ ውስተ፡ ሙዳዩ፡ ወአልዐለ፡ አዕይንቲሁ፡ ውስተ፡ ሰማይ፡ ወጸለየ፡ እንዘ፡ ይብል፡ ዐቢይ፡ ውእቱ፡ አምላክ፡ ዘይሁቦሙ፡ ዐስቦሙ፡ ለጻድቃኒሁ፤ ተደልቂ፡ ነፍስየ፡ ወተፈሥሒ፡ እንዘ፡ ትንግሪ፡ ልበድን፡ ዘሥጋ፡ ለቤት፡ ቅዱስ፡ ወላሕኪ፡ ይትመየጥ፡ ውስተ፡ ብርሃን፡ ወእምድኅረዝ፡ ይመጽእ፡ ምእመን፡ ወያገብአኪ፡ ውስተ፡ በድንኪ፤ ሐውጺ፡ ውስተ፡ ዘዚአኪ፡ ድንግልና፡ ሃይማኖት፡ ወእመኒ፡ ተሐይዊ፤ ሐውጺ፡ ውስተገዝ፡ በለስ፡ ነዋ፡ ስሳ፡ ወስድስቱ፡ ዓመት፡ እምአመ፡ ተቀሥሙ፡ ወኢማሰኑ፡ ወኢጼኡ፡ አላ፡ ሐሊቦሙ፡ ያንጸፈጽፉ፡ እስከ፡ ይእዜ፤ ከመዝ፡ ይትገበር፡ ዲቤኪ፡ ሥጋየ፡ እስመ፡ ዐቀብኪ፡ ትእዛዘኪ፡ እምኀበ፡ መልአክ፡ ጽድቅ፤ ዘዐቀበ፡ ሙዳየ፡ በለስ፡ ውእቱ፡ ካዕበ፡ የዐቅበኪ፡ በኀይለ፡ ዚአሁ። | καὶ ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, προσηύξατο, λέγων· |
|---|
| 6:6 | Σὺ ὁ θεὸς ὁ παρέχων μισθαποδοσίαν τοῖς ἀγαπῶσί σε. ἑτοίμασον σεαυτήν, ἡ καρδία μου, καὶ εὐφραίνου, καὶ ἀγάλλου ἐν τῷ σκηνώματί σου λέγων τῷ σαρκικῷ οἴκῳ σου τὸ πένθος σου μετεστράφη εἰς χαράν· ἔρχεται γὰρ ὁ ἱκανός, καὶ ἀρεῖ σε ἐν τῷ σκηνώματι σου, οὐ γὰρ γέγονέ σοι ἁμαρτία. | ወሶበ፡ ተኣምኁ፡ ውተባከዩ፡ በበይናቲሆሙ፡ ወተሳዐሙ፡ ውርእየ፡ በለሰ፡ ውስተ፡ ሙዳዩ፡ ወአልዐለ፡ አዕይንቲሁ፡ ውስተ፡ ሰማይ፡ ወጸለየ፡ እንዘ፡ ይብል፡ ዐቢይ፡ ውእቱ፡ አምላክ፡ ዘይሁቦሙ፡ ዐስቦሙ፡ ለጻድቃኒሁ፤ ተደልቂ፡ ነፍስየ፡ ወተፈሥሒ፡ እንዘ፡ ትንግሪ፡ ልበድን፡ ዘሥጋ፡ ለቤት፡ ቅዱስ፡ ወላሕኪ፡ ይትመየጥ፡ ውስተ፡ ብርሃን፡ ወእምድኅረዝ፡ ይመጽእ፡ ምእመን፡ ወያገብአኪ፡ ውስተ፡ በድንኪ፤ ሐውጺ፡ ውስተ፡ ዘዚአኪ፡ ድንግልና፡ ሃይማኖት፡ ወእመኒ፡ ተሐይዊ፤ ሐውጺ፡ ውስተገዝ፡ በለስ፡ ነዋ፡ ስሳ፡ ወስድስቱ፡ ዓመት፡ እምአመ፡ ተቀሥሙ፡ ወኢማሰኑ፡ ወኢጼኡ፡ አላ፡ ሐሊቦሙ፡ ያንጸፈጽፉ፡ እስከ፡ ይእዜ፤ ከመዝ፡ ይትገበር፡ ዲቤኪ፡ ሥጋየ፡ እስመ፡ ዐቀብኪ፡ ትእዛዘኪ፡ እምኀበ፡ መልአክ፡ ጽድቅ፤ ዘዐቀበ፡ ሙዳየ፡ በለስ፡ ውእቱ፡ ካዕበ፡ የዐቅበኪ፡ በኀይለ፡ ዚአሁ። | Σὺ ὁ θεὸς ὁ παρέχων μισθαποδοσίαν τοῖς ἀγαπῶσί σε. ἑτοίμασον σεαυτήν, ἡ καρδία μου, καὶ εὐφραίνου, καὶ ἀγάλλου ἐν τῷ σκηνώματί σου λέγων τῷ σαρκικῷ οἴκῳ σου τὸ πένθος σου μετεστράφη εἰς χαράν· ἔρχεται γὰρ ὁ ἱκανός, καὶ ἀρεῖ σε ἐν τῷ σκηνώματι σου, οὐ γὰρ γέγονέ σοι ἁμαρτία. |
|---|
| 6:7 | ἀνάψυξον ἐν τῷ σκηνώματί σου ἐν τῇ παρθενικῇ σου πίστει καὶ πίστευσον ὅτι ζήσεις. | ወከመዝ፡ ብሂሎ፡ ባሮክ፡ አውሥአ፡ አቤሜሌክ፡ ወይቤሎ፡ ተንሥእ፡ ካዕበ፡ ንጸሊ፡ ከመ፡ ያርእየነ፡ እግዚእ፡ ቃላተ፡ ዘንጽሕፍ፡ ለኤርምያስ፡ ውስተ፡ ባቢሎን፡ ክድነተ፡ ዘከደነኒ፡ ዲቤየ። | ἀνάψυξον ἐν τῷ σκηνώματί σου ἐν τῇ παρθενικῇ σου πίστει καὶ πίστευσον ὅτι ζήσεις. |
|---|
| 6:8 | ἐπίβλεψον ἐπὶ τὸν κόφινον τοῦτον τῶν σύκων· ἰδοὺ γὰρ ἐξηκονταὲξ ἔτη ἐποίησαν, καὶ οὐκ ἐμαράνθησαν, οὐδὲ ὤζεσαν, ἀλλὰ στάζουσι τοῦ γάλακτος. | ወከመዝ፡ ብሂሎ፡ ባሮክ፡ አውሥአ፡ አቤሜሌክ፡ ወይቤሎ፡ ተንሥእ፡ ካዕበ፡ ንጸሊ፡ ከመ፡ ያርእየነ፡ እግዚእ፡ ቃላተ፡ ዘንጽሕፍ፡ ለኤርምያስ፡ ውስተ፡ ባቢሎን፡ ክድነተ፡ ዘከደነኒ፡ ዲቤየ። | ἐπίβλεψον ἐπὶ τὸν κόφινον τοῦτον τῶν σύκων· ἰδοὺ γὰρ ἐξηκονταὲξ ἔτη ἐποίησαν, καὶ οὐκ ἐμαράνθησαν, οὐδὲ ὤζεσαν, ἀλλὰ στάζουσι τοῦ γάλακτος. |
|---|
| 6:9 | οὕτως γίνεταί σοι ἡ σάρξ μου, ἐὰν ποιήσῃς τὰ προσταχθέντα σου ὑπὸ τοῦ ἀγγέλου τῆς δικαιοσύνης. | ወከመዝ፡ ብሂሎ፡ ባሮክ፡ አውሥአ፡ አቤሜሌክ፡ ወይቤሎ፡ ተንሥእ፡ ካዕበ፡ ንጸሊ፡ ከመ፡ ያርእየነ፡ እግዚእ፡ ቃላተ፡ ዘንጽሕፍ፡ ለኤርምያስ፡ ውስተ፡ ባቢሎን፡ ክድነተ፡ ዘከደነኒ፡ ዲቤየ። | οὕτως γίνεταί σοι ἡ σάρξ μου, ἐὰν ποιήσῃς τὰ προσταχθέντα σου ὑπὸ τοῦ ἀγγέλου τῆς δικαιοσύνης. |
|---|
| 6:10 | ὁ φυλάξας τὸν κόφινον τῶν σύκων, αὐτὸς πάλιν φυλάξει σε ἐν τῇ δυνάμει αὐτοῦ. | ወጸለየ፡ ባሮክ፡ ወይቤ፡ ኀይልየ፡ አምላክ፡ እግዚእ፡ ውእቱ፡ ወብርሃን፡ ዘይወፅእ፡ እምአፉሁ፡ ኣበድር፡ ኣስተበቍዐከ፡ ውእገኒ፡ ለኂሩትከ፤ ዐቢይ፡ ስምከ፡ ወአልቦ፡ ዘይክል፡ አእምሮቶ፤ አፅምእ፡ ጸሎተ፡ ገብርከ፡ ከመ፡ እሙረ፡ ይኩን፡ በልብየ፡ ፈቃደከ፡ ለገቢር፡ ወእፈኑ፡ ለካህነ፡ ዚአከ፡ ኤርምያስ፡ ውስተ፡ ባቢሎን። | ὁ φυλάξας τὸν κόφινον τῶν σύκων, αὐτὸς πάλιν φυλάξει σε ἐν τῇ δυνάμει αὐτοῦ. |
|---|
| 6:11 | ταῦτα εἰπὼν ὁ Βαρούχ, λέγει τῷ Ἀβιμέλεχ· Ἀνάστηθι, καὶ εὐξώμεθα, ἵνα γνωρίσῃ ἡμῖν ὁ κύριος πῶς δυνησώμεθα ἀποστεῖλαι τὴν φάσιν τῷ Ἰερεμίᾳ εἰς Βαβυλῶνα διὰ τὴν σκέπην τὴν γενομένην σοι ἐν τῇ ὁδῷ. | ወጸለየ፡ ባሮክ፡ ወይቤ፡ ኀይልየ፡ አምላክ፡ እግዚእ፡ ውእቱ፡ ወብርሃን፡ ዘይወፅእ፡ እምአፉሁ፡ ኣበድር፡ ኣስተበቍዐከ፡ ውእገኒ፡ ለኂሩትከ፤ ዐቢይ፡ ስምከ፡ ወአልቦ፡ ዘይክል፡ አእምሮቶ፤ አፅምእ፡ ጸሎተ፡ ገብርከ፡ ከመ፡ እሙረ፡ ይኩን፡ በልብየ፡ ፈቃደከ፡ ለገቢር፡ ወእፈኑ፡ ለካህነ፡ ዚአከ፡ ኤርምያስ፡ ውስተ፡ ባቢሎን። | ταῦτα εἰπὼν ὁ Βαρούχ, λέγει τῷ Ἀβιμέλεχ· Ἀνάστηθι, καὶ εὐξώμεθα, ἵνα γνωρίσῃ ἡμῖν ὁ κύριος πῶς δυνησώμεθα ἀποστεῖλαι τὴν φάσιν τῷ Ἰερεμίᾳ εἰς Βαβυλῶνα διὰ τὴν σκέπην τὴν γενομένην σοι ἐν τῇ ὁδῷ. |
|---|
| 6:12 | καὶ εὔξατο Βαρούχ, λέγων· Ἡ δύναμις ἡμῶν, ὁ θεὸς κύριε, τὸ ἐκλεκτὸν φῶς, τὸ ἐξελθὸν ἐκ στόματός σου. | ወጸለየ፡ ባሮክ፡ ወይቤ፡ ኀይልየ፡ አምላክ፡ እግዚእ፡ ውእቱ፡ ወብርሃን፡ ዘይወፅእ፡ እምአፉሁ፡ ኣበድር፡ ኣስተበቍዐከ፡ ውእገኒ፡ ለኂሩትከ፤ ዐቢይ፡ ስምከ፡ ወአልቦ፡ ዘይክል፡ አእምሮቶ፤ አፅምእ፡ ጸሎተ፡ ገብርከ፡ ከመ፡ እሙረ፡ ይኩን፡ በልብየ፡ ፈቃደከ፡ ለገቢር፡ ወእፈኑ፡ ለካህነ፡ ዚአከ፡ ኤርምያስ፡ ውስተ፡ ባቢሎን። | καὶ εὔξατο Βαρούχ, λέγων· Ἡ δύναμις ἡμῶν, ὁ θεὸς κύριε, τὸ ἐκλεκτὸν φῶς, τὸ ἐξελθὸν ἐκ στόματός σου. |
|---|
| 6:13 | παρακαλοῦμεν καὶ δεόμεθά σου τῆς ἀγαθότητος, τὸ μέγα ὄνομα, ὃ οὐδεὶς δύναται γνῶναι, ἄκουσον τῆς φωνῆς τῶν δούλων σου, καὶ γενοῦ γνῶσις ἐν τῇ καρδίᾳ ἡμῶν. | ወእንዘ፡ ዘንተ፡ ይጼሊ፡ መጽአ፡ መልአክ፡ ወይቤሎ፡ ባሮክ፡ መካሬ፡ ብርሃን፡ ኢተኀሊ፡ ከመ፡ ትፈኑ፡ አንተ፡ ኀበ፡ ኤርምያስ፤ ኔሰመ፡ በሰዐተ፡ ብርሃን፡ ይመጽእ፡ ኀቤከ፡ ንስር፡ ወአንተ፡ ለሊከ፡ ሐውጽ፡ በእንተ፡ ኤርምያስ፡ ወጸሐፍ፡ ውስተ፡ መጽሐፍ፡ ወበሎሙ፡ ከመዘ፡ ለውሉደ፡ እስራኤል፡ ዘይከውን፡ እንግዳ፡ በውስቴትክሙ፡ ይትፈለጥ፡ እንተ፡ ባሕቲቱ፡ እስከ፡ ዐሡር፡ ወሐሙስ፡ ዕለት፡ ውእምድኅረዝ፡ ኣበውአክሙ፡ ውስተ፡ ሀገር፡ ይቤ፡ እግዚእ፤ ዘኢተፈልጠ፡ በዐሡር፡ ወሐሙስ፡ እምባቢሎን፡ ይባእ፡ ኤርምያስ፡ ውስተ፡ ሀገር፡ ወይዝልፎሙ፡ ለሰብአ፡ ባቢሎን፡ ይቤ፡ እግዚእ። | παρακαλοῦμεν καὶ δεόμεθά σου τῆς ἀγαθότητος, τὸ μέγα ὄνομα, ὃ οὐδεὶς δύναται γνῶναι, ἄκουσον τῆς φωνῆς τῶν δούλων σου, καὶ γενοῦ γνῶσις ἐν τῇ καρδίᾳ ἡμῶν. |
|---|
| 6:14 | τί ποιήσωμεν, καὶ πῶς ἀποστείλωμεν πρὸς Ἰερεμίαν εἰς Βαβυλῶνα τὴν φάσιν ταύτην; | ወእንዘ፡ ዘንተ፡ ይጼሊ፡ መጽአ፡ መልአክ፡ ወይቤሎ፡ ባሮክ፡ መካሬ፡ ብርሃን፡ ኢተኀሊ፡ ከመ፡ ትፈኑ፡ አንተ፡ ኀበ፡ ኤርምያስ፤ ኔሰመ፡ በሰዐተ፡ ብርሃን፡ ይመጽእ፡ ኀቤከ፡ ንስር፡ ወአንተ፡ ለሊከ፡ ሐውጽ፡ በእንተ፡ ኤርምያስ፡ ወጸሐፍ፡ ውስተ፡ መጽሐፍ፡ ወበሎሙ፡ ከመዘ፡ ለውሉደ፡ እስራኤል፡ ዘይከውን፡ እንግዳ፡ በውስቴትክሙ፡ ይትፈለጥ፡ እንተ፡ ባሕቲቱ፡ እስከ፡ ዐሡር፡ ወሐሙስ፡ ዕለት፡ ውእምድኅረዝ፡ ኣበውአክሙ፡ ውስተ፡ ሀገር፡ ይቤ፡ እግዚእ፤ ዘኢተፈልጠ፡ በዐሡር፡ ወሐሙስ፡ እምባቢሎን፡ ይባእ፡ ኤርምያስ፡ ውስተ፡ ሀገር፡ ወይዝልፎሙ፡ ለሰብአ፡ ባቢሎን፡ ይቤ፡ እግዚእ። | τί ποιήσωμεν, καὶ πῶς ἀποστείλωμεν πρὸς Ἰερεμίαν εἰς Βαβυλῶνα τὴν φάσιν ταύτην; |
|---|
| 6:15 | ἔτι δὲ προσευχομένου τοῦ Βαρούχ, ἰδοὺ ἄγγελος κυρίου ἤλθε, καὶ λέγει τῷ Βαρούχ ἁπάντας τοὺς λόγους τούτους· Ὁ σύμβουλος τοῦ φωτός, μὴ μεριμνήσῃς τὸ πῶς ἀποστείλῃς πρὸς Ἰερεμίαν· ἔρχεται γὰρ πρός σε ὥρᾳ τοῦ φωτὸς αὔριον ἀετός, καὶ σὺ ἐπισκέψῃ πρὸς Ἰερεμίαν. | ወዘንተ፡ ብሂሎ፡ መልአክ፡ ኀለፈ፡ እምኀበ፡ ባሮክ፡ ወባሮክ፡ ፈነዎ፡ እስከ፡ መርሕብ፡ ውአምጽአ፡ ክርታሰ፡ ወማየ፡ ሕመት፡ ወጸሐፈ፡ እንዘ፡ ይብል፡ በእንተ፡ ባሮክ፡ ገብረ፡ አምላክ፡ ይጽሕፍ፡ መስሐፈ፡ ለኤርምያስ፡ ውስተ፡ ፀዋ፡ ባቢሎን፡ ፍሥሓ፡ ወሐሤት፡ እስመ፡ ዓምላክ፡ ኢየኀድገነ፡ ንፃእ፡ ሕዙናኒነ፡ በእንገ፡ ጽዕለት፡ ወሙስና፤ በእንተዝ፡ አስተምሐረ፡ እግዚእ፡ ዲበ፡ አንብዕነ፡ ወተዘከረ፡ ሥርዐተ፡ ዘአቅደመ፡ ምስለ፡ አበዊነ፡ አብርሃም፡ ይስሐቅ፡ ወ፡ ያᎆብ። | ἔτι δὲ προσευχομένου τοῦ Βαρούχ, ἰδοὺ ἄγγελος κυρίου ἤλθε, καὶ λέγει τῷ Βαρούχ ἁπάντας τοὺς λόγους τούτους· Ὁ σύμβουλος τοῦ φωτός, μὴ μεριμνήσῃς τὸ πῶς ἀποστείλῃς πρὸς Ἰερεμίαν· ἔρχεται γὰρ πρός σε ὥρᾳ τοῦ φωτὸς αὔριον ἀετός, καὶ σὺ ἐπισκέψῃ πρὸς Ἰερεμίαν. |
|---|
| 6:16 | γράψον οὖν ἐν τῇ ἐπιστολῇ ὅτι· Λάλησον τοῖς υἱοῖς Ἰσραήλ· Ὁ γενόμενος ἐν ὑμῖν ξένος, ἀφορισθήτω, καὶ ποιήσωσι ιέ ἡμέρας· καὶ μετὰ ταῦτα εἰσάξω ὑμᾶς εἰς τὴν πόλιν ὑμῶν, λέγει κύριος. | ወዘንተ፡ ብሂሎ፡ መልአክ፡ ኀለፈ፡ እምኀበ፡ ባሮክ፡ ወባሮክ፡ ፈነዎ፡ እስከ፡ መርሕብ፡ ውአምጽአ፡ ክርታሰ፡ ወማየ፡ ሕመት፡ ወጸሐፈ፡ እንዘ፡ ይብል፡ በእንተ፡ ባሮክ፡ ገብረ፡ አምላክ፡ ይጽሕፍ፡ መስሐፈ፡ ለኤርምያስ፡ ውስተ፡ ፀዋ፡ ባቢሎን፡ ፍሥሓ፡ ወሐሤት፡ እስመ፡ ዓምላክ፡ ኢየኀድገነ፡ ንፃእ፡ ሕዙናኒነ፡ በእንገ፡ ጽዕለት፡ ወሙስና፤ በእንተዝ፡ አስተምሐረ፡ እግዚእ፡ ዲበ፡ አንብዕነ፡ ወተዘከረ፡ ሥርዐተ፡ ዘአቅደመ፡ ምስለ፡ አበዊነ፡ አብርሃም፡ ይስሐቅ፡ ወ፡ ያᎆብ። | γράψον οὖν ἐν τῇ ἐπιστολῇ ὅτι· Λάλησον τοῖς υἱοῖς Ἰσραήλ· Ὁ γενόμενος ἐν ὑμῖν ξένος, ἀφορισθήτω, καὶ ποιήσωσι ιέ ἡμέρας· καὶ μετὰ ταῦτα εἰσάξω ὑμᾶς εἰς τὴν πόλιν ὑμῶν, λέγει κύριος. |
|---|
| 6:17 | ὁ μὴ ἀφοριζόμενος ἐκ τῆς Βαβυλῶνος. οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν· καὶ ἐπιτιμῶ αὐτοῖς, τοῦ μὴ ἀποδεχθῆναι αὐτοὺς αὖθις ὑπὸ τῶν Βαβυλωνιτῶν, λέγει κύριος. | ወዘንተ፡ ብሂሎ፡ መልአክ፡ ኀለፈ፡ እምኀበ፡ ባሮክ፡ ወባሮክ፡ ፈነዎ፡ እስከ፡ መርሕብ፡ ውአምጽአ፡ ክርታሰ፡ ወማየ፡ ሕመት፡ ወጸሐፈ፡ እንዘ፡ ይብል፡ በእንተ፡ ባሮክ፡ ገብረ፡ አምላክ፡ ይጽሕፍ፡ መስሐፈ፡ ለኤርምያስ፡ ውስተ፡ ፀዋ፡ ባቢሎን፡ ፍሥሓ፡ ወሐሤት፡ እስመ፡ ዓምላክ፡ ኢየኀድገነ፡ ንፃእ፡ ሕዙናኒነ፡ በእንገ፡ ጽዕለት፡ ወሙስና፤ በእንተዝ፡ አስተምሐረ፡ እግዚእ፡ ዲበ፡ አንብዕነ፡ ወተዘከረ፡ ሥርዐተ፡ ዘአቅደመ፡ ምስለ፡ አበዊነ፡ አብርሃም፡ ይስሐቅ፡ ወ፡ ያᎆብ። | ὁ μὴ ἀφοριζόμενος ἐκ τῆς Βαβυλῶνος. οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν· καὶ ἐπιτιμῶ αὐτοῖς, τοῦ μὴ ἀποδεχθῆναι αὐτοὺς αὖθις ὑπὸ τῶν Βαβυλωνιτῶν, λέγει κύριος. |
|---|
| 6:18 | καὶ ταῦτα εἰπὼν ὁ ἄγγελος, ἀπῆλθεν ἀπὸ τοῦ Βαρούχ. | ወፈነወ፡ መላአኮ፡ ኀቤየ፡ ወነገረኒ፡ እላንተ፡ ነገረ፡ ዘላአኩ፡ ኀቤከ፡ እላ፡ እማንቱ፡ ነገር፡ ዘገብረ፡ እግዚእ፡ አምላከ፡ እስራኤል፡ ዘአውፅአነ፡ እምድረ፡ ግብጽ፡ ዘእሳት፡ እስመ፡ ኢዐቀብክሙ፡ ኵሎ፡ ጽድቃቲሁ፡ አላ፡ አልዐልክሙ፡ ክበከሙ፡ ወአግዘፍክሙ፡ ክሳደክሙ፡ ቅድሜሁ፡ ወመጠወክሙ፡ ውስተ፡ እቶነ፡ ባቢሎን፡ እስመ፡ ኢሰማዕክሙ፡ ቃልየ፡ ይቤ፡ እግዚአብሔር፡ እምአፈ፡ ኤርምያስ፡ ቍልዔሁ። | καὶ ταῦτα εἰπὼν ὁ ἄγγελος, ἀπῆλθεν ἀπὸ τοῦ Βαρούχ. |
|---|
| 6:19 | ὁ δὲ Βαροὺχ ἀπέστειλεν εἰς τὴν ἀγορὰν τῶν ἐθνῶν καὶ ἤνεγκε χάρτην καὶ μέλανα, καὶ ἔγραψεν ἐπιστολὴν περιέχουσαν οὕτως· Βαροὺχ ὁ δοῦλος τοῦ θεοῦ γράφει τῷ Ἰερεμίᾳ ἐν τῇ αἰχμαλωσίᾳ τῆς Βαβυλῶνος· | ወፈነወ፡ መላአኮ፡ ኀቤየ፡ ወነገረኒ፡ እላንተ፡ ነገረ፡ ዘላአኩ፡ ኀቤከ፡ እላ፡ እማንቱ፡ ነገር፡ ዘገብረ፡ እግዚእ፡ አምላከ፡ እስራኤል፡ ዘአውፅአነ፡ እምድረ፡ ግብጽ፡ ዘእሳት፡ እስመ፡ ኢዐቀብክሙ፡ ኵሎ፡ ጽድቃቲሁ፡ አላ፡ አልዐልክሙ፡ ክበከሙ፡ ወአግዘፍክሙ፡ ክሳደክሙ፡ ቅድሜሁ፡ ወመጠወክሙ፡ ውስተ፡ እቶነ፡ ባቢሎን፡ እስመ፡ ኢሰማዕክሙ፡ ቃልየ፡ ይቤ፡ እግዚአብሔር፡ እምአፈ፡ ኤርምያስ፡ ቍልዔሁ። | ὁ δὲ Βαροὺχ ἀπέστειλεν εἰς τὴν ἀγορὰν τῶν ἐθνῶν καὶ ἤνεγκε χάρτην καὶ μέλανα, καὶ ἔγραψεν ἐπιστολὴν περιέχουσαν οὕτως· Βαροὺχ ὁ δοῦλος τοῦ θεοῦ γράφει τῷ Ἰερεμίᾳ ἐν τῇ αἰχμαλωσίᾳ τῆς Βαβυλῶνος· |
|---|
| 6:20 | Χαῖρε καὶ ἀγαλλιῶ, ὅτι ὁ θεὸς οὐκ ἀφῆκεν ἡμᾶς ἐξελθεῖν ἐκ τοῦ σώματος τούτου λυπουμένους διὰ τὴν πόλιν τὴν ἐρημωθεῖσαν καὶ ὑβρισθεῖσαν. | ወፈነወ፡ መላአኮ፡ ኀቤየ፡ ወነገረኒ፡ እላንተ፡ ነገረ፡ ዘላአኩ፡ ኀቤከ፡ እላ፡ እማንቱ፡ ነገር፡ ዘገብረ፡ እግዚእ፡ አምላከ፡ እስራኤል፡ ዘአውፅአነ፡ እምድረ፡ ግብጽ፡ ዘእሳት፡ እስመ፡ ኢዐቀብክሙ፡ ኵሎ፡ ጽድቃቲሁ፡ አላ፡ አልዐልክሙ፡ ክበከሙ፡ ወአግዘፍክሙ፡ ክሳደክሙ፡ ቅድሜሁ፡ ወመጠወክሙ፡ ውስተ፡ እቶነ፡ ባቢሎን፡ እስመ፡ ኢሰማዕክሙ፡ ቃልየ፡ ይቤ፡ እግዚአብሔር፡ እምአፈ፡ ኤርምያስ፡ ቍልዔሁ። | Χαῖρε καὶ ἀγαλλιῶ, ὅτι ὁ θεὸς οὐκ ἀφῆκεν ἡμᾶς ἐξελθεῖν ἐκ τοῦ σώματος τούτου λυπουμένους διὰ τὴν πόλιν τὴν ἐρημωθεῖσαν καὶ ὑβρισθεῖσαν. |
|---|
| 6:21 | διὰ τοῦτο ἐσπλαγχνίσθη ὁ κύριος ἐπὶ τῶν δακρύων ἡμῶν, καὶ ἐμνήσθη τῆς διαθήκης, ἧς ἔστησε μετὰ πατέρων ἡμῶν Ἀβραάμ, Ἰσαάκ, καὶ Ἰακώβ. | ለእለ፡ ሰምዑ፡ ኣወፅኦሙ፡ እምባቢሎን፡ ወኢይከውኑ፡ ነግደ፡ እምኢየሩሳሌም፡ በባቢሎን። | διὰ τοῦτο ἐσπλαγχνίσθη ὁ κύριος ἐπὶ τῶν δακρύων ἡμῶν, καὶ ἐμνήσθη τῆς διαθήκης, ἧς ἔστησε μετὰ πατέρων ἡμῶν Ἀβραάμ, Ἰσαάκ, καὶ Ἰακώβ. |
|---|
| 6:22 | καὶ ἀπέστειλε πρός με τὸν ἄγγελον αὐτοῦ, καὶ εἶπέ μοι τοὺς λόγους τούτους, οὓς ἀπέστειλα πρός σε. | ለእለ፡ ሰምዑ፡ ኣወፅኦሙ፡ እምባቢሎን፡ ወኢይከውኑ፡ ነግደ፡ እምኢየሩሳሌም፡ በባቢሎን። | καὶ ἀπέστειλε πρός με τὸν ἄγγελον αὐτοῦ, καὶ εἶπέ μοι τοὺς λόγους τούτους, οὓς ἀπέστειλα πρός σε. |
|---|
| 6:23 | οὗτοι οὖν εἰσὶν οἱ λόγοι, οὓς εἶπε κύριος ὁ θεὸς Ἰσραήλ, ὁ ἐξαγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς μεγάλης καμίνου· Ὅτι οὐκ ἐφυλάξατε τὰ δικαιώματά μου, ἀλλὰ ὑψώθη ἡ καρδία ὑμῶν, καὶ ἐτραχηλιάσατε ἐνώπιόν μου, ἐν ὀργῇ καὶ θυμῷ παρέδωκα ὑμᾶς τῇ καμίνῳ εἰς Βαβυλῶνα. | ለእለ፡ ሰምዑ፡ ኣወፅኦሙ፡ እምባቢሎን፡ ወኢይከውኑ፡ ነግደ፡ እምኢየሩሳሌም፡ በባቢሎን። | οὗτοι οὖν εἰσὶν οἱ λόγοι, οὓς εἶπε κύριος ὁ θεὸς Ἰσραήλ, ὁ ἐξαγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς μεγάλης καμίνου· Ὅτι οὐκ ἐφυλάξατε τὰ δικαιώματά μου, ἀλλὰ ὑψώθη ἡ καρδία ὑμῶν, καὶ ἐτραχηλιάσατε ἐνώπιόν μου, ἐν ὀργῇ καὶ θυμῷ παρέδωκα ὑμᾶς τῇ καμίνῳ εἰς Βαβυλῶνα. |
|---|
| 6:24 | ἐὰν οὖν ἀκούσητε τῆς φωνῆς μου, λέγει κύριος, ἐκ στόματος Ἰερεμίου τοῦ παιδός μου, ὁ ἀκούων, ἀναφέρω αὐτὸν ἐκ τῆς Βαβυλῶνος· ὁ δὲ μὴ ἀκούων, ξένος γενήσεται τῆς Ἰερουσαλὴμ καὶ τῆς Βαβυλῶνος. | ወእመሰ፡ ትፈቱ፡ ታእምሮሙ፡ ወታምክሮሙ፡ ፍትኖሙ፡ በማየ፡ ዮርዳኖስ፡ ወዘኢይሰምዕ፡ ይትዓመር፡ በተኣምረ፡ ዝንቱ፡ ትእምርት፡ ዘየዐቢ፡ ማኅተም። | ἐὰν οὖν ἀκούσητε τῆς φωνῆς μου, λέγει κύριος, ἐκ στόματος Ἰερεμίου τοῦ παιδός μου, ὁ ἀκούων, ἀναφέρω αὐτὸν ἐκ τῆς Βαβυλῶνος· ὁ δὲ μὴ ἀκούων, ξένος γενήσεται τῆς Ἰερουσαλὴμ καὶ τῆς Βαβυλῶνος. |
|---|
| 6:25 | δοκιμάσεις δὲ αὐτοὺς ἐκ τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ μὴ ἀκούων φανερὸς γενήσεται· τοῦτο τὸ σημεῖόν ἐστι τῆς μεγάλης σφραγῖδος. | ወእመሰ፡ ትፈቱ፡ ታእምሮሙ፡ ወታምክሮሙ፡ ፍትኖሙ፡ በማየ፡ ዮርዳኖስ፡ ወዘኢይሰምዕ፡ ይትዓመር፡ በተኣምረ፡ ዝንቱ፡ ትእምርት፡ ዘየዐቢ፡ ማኅተም። | δοκιμάσεις δὲ αὐτοὺς ἐκ τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ μὴ ἀκούων φανερὸς γενήσεται· τοῦτο τὸ σημεῖόν ἐστι τῆς μεγάλης σφραγῖδος. |
|---|