| 7:1 | Καὶ ἀνέστη Βαρούχ, καὶ ἐξῆλθεν ἐκ τοῦ μνημείου καὶ εὗρεν τὸν ἀετὸν καθεζόμενον ἐκτὸς τοῦ μνημείου. | ወተንሥአ፡ ባሮክ፡ ወወፅአ፡ ጽሒፎ፡ ከመዝ፡ እመቃብር። | Καὶ ἀνέστη Βαρούχ, καὶ ἐξῆλθεν ἐκ τοῦ μνημείου καὶ εὗρεν τὸν ἀετὸν καθεζόμενον ἐκτὸς τοῦ μνημείου. |
|---|
| 7:2 | καὶ ἀποκριθεὶς ἀνθρωπίνῃ φωνῇ εἶπεν αὐτῷ ὁ ἀετός· Χαῖρε, Βαρούχ, ὁ οἰκονόμος τῆς πίστεως. | ወተንሥአ፡ ባሮክ፡ ወወፅአ፡ ጽሒፎ፡ ከመዝ፡ እመቃብር። | καὶ ἀποκριθεὶς ἀνθρωπίνῃ φωνῇ εἶπεν αὐτῷ ὁ ἀετός· Χαῖρε, Βαρούχ, ὁ οἰκονόμος τῆς πίστεως. |
|---|
| 7:3 | καὶ εἶπεν αὐτῷ Βαροὺχ ὅτι, Ἐκλεκτὸς εἶ σὺ ὁ λαλῶν ἐκ πάντων τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἐκ τῆς γὰρ αὐγῆς τῶν ὀφθαλμῶν σου δῆλόν ἐστι· δεῖξόν μοι οὖν, τί ποιεῖς ἐνταῦθα; | ወይቤሎ፡ ንስር፡ ባሐከ፡ ባሮክ፡ መጋቤ፡ ሃይማኖት፡ ወይቤሎ፡ ባሮክ፡ እስመ፡ ኅሩይ፡ አንተ፡ እምኵሉ፡ አዕዋፈ፡ ሰማይ፡ ትትናገር፤ እምብርሃነ፡ አዕይንቲከ፡ እሙር፡ አንተ፤ ወይእዜኒ፡ አርእየኒ፡ ምንተ፡ ትነብር፡ በዝየ። | καὶ εἶπεν αὐτῷ Βαροὺχ ὅτι, Ἐκλεκτὸς εἶ σὺ ὁ λαλῶν ἐκ πάντων τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἐκ τῆς γὰρ αὐγῆς τῶν ὀφθαλμῶν σου δῆλόν ἐστι· δεῖξόν μοι οὖν, τί ποιεῖς ἐνταῦθα; |
|---|
| 7:4 | καὶ εἶπεν αὐτῷ ὁ ἀετός· Ἀπεστάλην ὧδε, ὅπως πᾶσαν φάσιν ἣν θέλεις, ἀποστείλῃς δι᾽ ἐμοῦ. | ወይቤሎ፡ ንስር፡ ተፈኖኩ፡ ዝየ፡ ከመ፡ ኵሎ፡ ቃለ፡ ዘትፈቅድ፡ ትልአከኒ፡ ኪያየ። | καὶ εἶπεν αὐτῷ ὁ ἀετός· Ἀπεστάλην ὧδε, ὅπως πᾶσαν φάσιν ἣν θέλεις, ἀποστείλῃς δι᾽ ἐμοῦ. |
|---|
| 7:5 | καὶ εἶπεν αὐτῷ Βαρούχ· Εἰ δύνασαι συ ἐπᾶραι τὴν φάσιν ταύτην τῷ Ἰερεμίᾳ εἰς Βαβυλῶνα; | ወይቤሎ፡ ንስር፡ ተፈኖኩ፡ ዝየ፡ ከመ፡ ኵሎ፡ ቃለ፡ ዘትፈቅድ፡ ትልአከኒ፡ ኪያየ። | καὶ εἶπεν αὐτῷ Βαρούχ· Εἰ δύνασαι συ ἐπᾶραι τὴν φάσιν ταύτην τῷ Ἰερεμίᾳ εἰς Βαβυλῶνα; |
|---|
| 7:6 | καὶ εἶπεν αὐτῷ ὁ ἀετός· Εἰς τοῦτο γὰρ καὶ ἀπεστάλην. | ወይቤሎ፡ ባሮክ፡ ትክልኑ፡ እላንተ፡ ነገረ፡ አብጽሖ፡ ኀበ፡ ኤርምያስ፡ ውስተ፡ ባቢሎን፤ ወይቤሎ፡ ንስር፡ በእንተዝ፡ ተፈነውኩ። | καὶ εἶπεν αὐτῷ ὁ ἀετός· Εἰς τοῦτο γὰρ καὶ ἀπεστάλην. |
|---|
| 7:7 | καὶ ἄρας Βαροὺχ τὴν ἐπιστολήν, καὶ δεκαπέντε σῦκα ἐκ τοῦ κοφίνου τοῦ Ἀβιμέλεχ, ἔδησεν αὐτὰ εἰς τὸν τράχηλον τοῦ ἀετοῦ, καὶ εἶπεν αὐτῷ· Σοὶ λέγω, βασιλεῦ τῶν πετεινῶν, ἄπελθε ἐν εἰρήνῃ μεθ᾽ ὑγείας, καὶ τὴν φάσιν ἔνεγκόν μοι. | ወነሥአ፡ ባሮክ፡ መጽሐፈ፡ ወ፡ ፲፡ ወ፡ ፭፡ በለሰ፡ እምዝኩ፡ ሙዳየ፡ በለስ፡ ዘአምጽአ፡ አቤሜሌክ፡ ወአሰረ፡ ውስተ፡ ክሳዱ፡ ለንስር። | καὶ ἄρας Βαροὺχ τὴν ἐπιστολήν, καὶ δεκαπέντε σῦκα ἐκ τοῦ κοφίνου τοῦ Ἀβιμέλεχ, ἔδησεν αὐτὰ εἰς τὸν τράχηλον τοῦ ἀετοῦ, καὶ εἶπεν αὐτῷ· Σοὶ λέγω, βασιλεῦ τῶν πετεινῶν, ἄπελθε ἐν εἰρήνῃ μεθ᾽ ὑγείας, καὶ τὴν φάσιν ἔνεγκόν μοι. |
|---|
| 7:8 | μὴ ὁμοιωθῇς τῷ κόρακι, ὃν ἐξαπέστειλε Νῶε καὶ οὐκ ἀπεστράφη ἔτι πρὸς αὐτὸν εἰς τὴν κιβωτόν· ἀλλὰ ὁμοιώθητι τῇ περιστερᾷ, ἥτις ἐκ τρίτου φάσιν ἤνεγκε τῷ δικαίῳ. | ወነሥአ፡ ባሮክ፡ መጽሐፈ፡ ወ፡ ፲፡ ወ፡ ፭፡ በለሰ፡ እምዝኩ፡ ሙዳየ፡ በለስ፡ ዘአምጽአ፡ አቤሜሌክ፡ ወአሰረ፡ ውስተ፡ ክሳዱ፡ ለንስር። | μὴ ὁμοιωθῇς τῷ κόρακι, ὃν ἐξαπέστειλε Νῶε καὶ οὐκ ἀπεστράφη ἔτι πρὸς αὐτὸν εἰς τὴν κιβωτόν· ἀλλὰ ὁμοιώθητι τῇ περιστερᾷ, ἥτις ἐκ τρίτου φάσιν ἤνεγκε τῷ δικαίῳ. |
|---|
| 7:9 | οὕτως καὶ σύ, ἆρον τὴν καλὴν φάσιν ταύτην τῷ Ἰερεμίᾳ καὶ τοῖς σὺν αὐτῷ δεσμίοις ἵνα εὖ σοι γένηται, ἆρον τὸν χάρτην τοῦτον τῷ λαῷ καὶ τῷ ἐκλεκτῷ τοῦ θεοῦ. | ወይቤሎ፡ ለከ፡ እብል፡ ንስር፡ ንጉሦሙ፡ ለኵሎሙ፡ አዕዋፍ፡ ሖር፡ በሰላም፡ ውበሕይወት፤ ዜና፡ አምጽእ፡ ለነ፤ ወኢትትመሰሎ፡ ለቋዕ፡ ዘፈነዎ፡ ኖኅ፡ ወአበየ፡ ገቢአ፡ ዳግመ፡ ኀቤሁ፡ አላ፡ ተመሰላ፡ ለርግብ፡ ዘሥልሰ፡ አግብአት፡ ቃለ፡ ለኖኅ፤ ከማሁ፡ አንተኒ፡ ንሣእ፡ ዘንተ፡ ቃላተ፡ ሠናየ፡ ለኤርምያስ፡ ውውለእለ፡ ሀለዉ፡ ምስሌሁ፡ እስራኤል፡ ከመ፡ ሠናየ፡ ይኩንከ፡ ወንሣእ፡ ዘንተ፡ ትፍሥሕተ፡ ለሕዝብ፡ ኅሩያነ፡ አምላክ። | οὕτως καὶ σύ, ἆρον τὴν καλὴν φάσιν ταύτην τῷ Ἰερεμίᾳ καὶ τοῖς σὺν αὐτῷ δεσμίοις ἵνα εὖ σοι γένηται, ἆρον τὸν χάρτην τοῦτον τῷ λαῷ καὶ τῷ ἐκλεκτῷ τοῦ θεοῦ. |
|---|
| 7:10 | ἐὰν κυκλώσωσί σε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ βούλωνται πολεμῆσαι μετὰ σοῦ, ἀγώνισαι· ὁ κύριος δώῃ σοι δύναμιν. | ወእመኒ፡ ዖዱከ፡ አዕዋፍ፡ ኵሉ፡ ወኵሎሙ፡ ጸላእያኒሃ፡ ለጽድቅ፡ እንዘ፡ ይፈቅዱ፡ ይቅትሉከ፡ ተባደር፡ ወእግዚእ፡ የሀብከ፡ ኀይለ፡ ወኢትትመየጥ፡ ኢለየማን፡ ወኢለፀጋም፡ አላ፡ ከመ፡ ሐጽ፡ ዘየሐውር፡ ርቱዐ፡ ሖር፡ በኀይለ፡ አምላክ። | ἐὰν κυκλώσωσί σε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ βούλωνται πολεμῆσαι μετὰ σοῦ, ἀγώνισαι· ὁ κύριος δώῃ σοι δύναμιν. |
|---|
| 7:11 | καὶ μὴ ἐκκλίνῃς εἰς τὰ δεξιά, μήτε εἰς τὰ ἀριστερά, ἀλλ᾽ ὡς βέλος ὕπαγον ὀρθῶς, ἀπέλθε ἐν τῇ δυνάμει τοῦ θεοῦ, καὶ ἔσται ἡ δόξα κυρίου μετὰ σοῦ ἐν πάσῃ τῇ ὁδῷ ᾗ πορεύσῃ. | ወዘንተ፡ ብሂሎ፡ ባሮክ፡ ሰረረ፡ ንስር፡ ምስለ፡ መጽሐፍ፡ ወሖረ፡ ውስተ፡ ባቢሎን፡ ወአዕረፈ፡ ዲበ፡ ዐምድ፡ ዘአፍኣ፡ እምሀገር፡ በመካን፡ ዘገዳም፡ ወጸንሐ፡ ህየ፡ እስከ፡ የኀልፍ፡ ኤርምያስ፡ ወባዕዳን፡ ሕዝብ። | καὶ μὴ ἐκκλίνῃς εἰς τὰ δεξιά, μήτε εἰς τὰ ἀριστερά, ἀλλ᾽ ὡς βέλος ὕπαγον ὀρθῶς, ἀπέλθε ἐν τῇ δυνάμει τοῦ θεοῦ, καὶ ἔσται ἡ δόξα κυρίου μετὰ σοῦ ἐν πάσῃ τῇ ὁδῷ ᾗ πορεύσῃ. |
|---|
| 7:12 | τότε ὁ ἀετὸς ἐπετάσθη, ἔχων τὴν ἐπιστολὴν ἐν τῷ τραχήλῳ αὐτοῦ, καὶ ἀπῆλθεν εἰς Βαβυλῶνα καὶ ἐλθὼν ἀνεπαύσατο ἐπί τι ξύλον ἔξω τῆς πόλεως εἰς τόπον ἔρημον. | ወዘንተ፡ ብሂሎ፡ ባሮክ፡ ሰረረ፡ ንስር፡ ምስለ፡ መጽሐፍ፡ ወሖረ፡ ውስተ፡ ባቢሎን፡ ወአዕረፈ፡ ዲበ፡ ዐምድ፡ ዘአፍኣ፡ እምሀገር፡ በመካን፡ ዘገዳም፡ ወጸንሐ፡ ህየ፡ እስከ፡ የኀልፍ፡ ኤርምያስ፡ ወባዕዳን፡ ሕዝብ። | τότε ὁ ἀετὸς ἐπετάσθη, ἔχων τὴν ἐπιστολὴν ἐν τῷ τραχήλῳ αὐτοῦ, καὶ ἀπῆλθεν εἰς Βαβυλῶνα καὶ ἐλθὼν ἀνεπαύσατο ἐπί τι ξύλον ἔξω τῆς πόλεως εἰς τόπον ἔρημον. |
|---|
| 7:13 | ἐσιώπησε δὲ ἕως οὗ διῆλθεν Ἰερεμίας, αὐτὸς γὰρ καὶ ἄλλοι τινὲς τοῦ λαοῦ ἐξήρχοντο θάψαι νεκρὸν ἔξω τῆς πόλεως. | ወኀለፉ፡ እንተ፡ ህየ፡ ከመ፡ ይቅብሩ፡ ብእሴ፡ ዘሞተ፡ እስመ፡ ሰአሎ፡ ኤርምያስ፡ ለናቡከደነጾር፡ እንዘ፡ ይብል፡ ሀበኒ፡ ምድረ፡ ኀበ። | ἐσιώπησε δὲ ἕως οὗ διῆλθεν Ἰερεμίας, αὐτὸς γὰρ καὶ ἄλλοι τινὲς τοῦ λαοῦ ἐξήρχοντο θάψαι νεκρὸν ἔξω τῆς πόλεως. |
|---|
| 7:14 | ᾐτήσατο γὰρ Ἰερεμίας παρὰ τοῦ βασιλέως Ναβουχοδονόσορ, λέγων· Δός μοι τόπον ποῦ θάψω τοὺς νεκροὺς τοῦ λαοῦ μου· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς. | እቀብር፡ እምሕዝብየ፡ ወወሀቦ። | ᾐτήσατο γὰρ Ἰερεμίας παρὰ τοῦ βασιλέως Ναβουχοδονόσορ, λέγων· Δός μοι τόπον ποῦ θάψω τοὺς νεκροὺς τοῦ λαοῦ μου· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς. |
|---|
| 7:15 | ἀπερχομένων δὲ αὐτῶν καὶ κλαιόντων μετὰ τοῦ νεκροῦ, ἦλθον κατέναντι τοῦ ἀετοῦ. | እቀብር፡ እምሕዝብየ፡ ወወሀቦ። | ἀπερχομένων δὲ αὐτῶν καὶ κλαιόντων μετὰ τοῦ νεκροῦ, ἦλθον κατέναντι τοῦ ἀετοῦ. |
|---|
| 7:16 | καὶ ἔκραξεν ὁ ἀετὸς μεγάλῃ φωνῇ, λέγων· Σοὶ λέγω, Ἰερεμία ὁ ἐκλεκτὸς τοῦ θεοῦ, ἀπέλθε, σύναξον τὸν λαὸν καὶ ἔλθε ἐνταῦθα ἵνα ἀκούσωσι ἐπιστολῆς ἣς ἤνεγκά σοι ἀπὸ τοῦ Βαροὺχ καὶ τοῦ Ἀβιμέλεχ. | ውእንዘ፡ የሐውሩ፡ ወይበክዩ፡ ላዕለ፡ ዘሞተ፡ በጽሑ፡ ቅድመ፡ ዝኩ፡ ንስር፡ ወጸርኀ፡ ንስር፡ በዐቢይ፡ ቃል፡ ወይቤ፡ ለከ፡ እብለከ፡ ኤርምያስ፡ ኅሩየ፡ አምላክ፡ ሑር፡ ወአስተጋብኦሙ፡ ለኵሎሙ፡ ሕዝብ፡ ወይምጽኡ፡ ዝየ፡ ከመ፡ ይስምዑ፡ ሠናየ፡ ዜና፡ ዘአምጻእኩ። | καὶ ἔκραξεν ὁ ἀετὸς μεγάλῃ φωνῇ, λέγων· Σοὶ λέγω, Ἰερεμία ὁ ἐκλεκτὸς τοῦ θεοῦ, ἀπέλθε, σύναξον τὸν λαὸν καὶ ἔλθε ἐνταῦθα ἵνα ἀκούσωσι ἐπιστολῆς ἣς ἤνεγκά σοι ἀπὸ τοῦ Βαροὺχ καὶ τοῦ Ἀβιμέλεχ. |
|---|
| 7:17 | ἀκούσας δὲ ὁ Ἰερεμίας, ἐδόξασε τὸν θεόν· καὶ ἀπελθὼν συνῆξε τὸν λαὸν σὺν γυναιξὶ καὶ τέκνοις, καὶ ἦλθεν ὅπου ἦν ὁ ἀετός. | ወሰሚዖ፡ ዘንተ፡ ሰብሖ፡ ለእግዚአብሔር፡ ወሶቤሃ፡ አስተጋብአ፡ ኵሎ፡ ሕዝበ፡ ወአንስቲያሆሙ፡ ወደቂቆሙ፡ ወበጽሑ፡ ኀበ፡ ሀሎ፡ ንስር። | ἀκούσας δὲ ὁ Ἰερεμίας, ἐδόξασε τὸν θεόν· καὶ ἀπελθὼν συνῆξε τὸν λαὸν σὺν γυναιξὶ καὶ τέκνοις, καὶ ἦλθεν ὅπου ἦν ὁ ἀετός. |
|---|
| 7:18 | καὶ κατῆλθεν ὁ ἀετὸς ἐπὶ τὸν τεθνηκότα, καὶ ἀνέζησε. | ወሰሚዖ፡ ዘንተ፡ ሰብሖ፡ ለእግዚአብሔር፡ ወሶቤሃ፡ አስተጋብአ፡ ኵሎ፡ ሕዝበ፡ ወአንስቲያሆሙ፡ ወደቂቆሙ፡ ወበጽሑ፡ ኀበ፡ ሀሎ፡ ንስር። | καὶ κατῆλθεν ὁ ἀετὸς ἐπὶ τὸν τεθνηκότα, καὶ ἀνέζησε. |
|---|
| 7:19 | γέγονε δὲ τοῦτο, ἵνα πιστεύσωσιν. | ወወረደ፡ ዝኩ፡ ንስር፡ ኀበ፡ በድን፡ ወኬዶ፡ ወሐይወ፡ ወዘንተ፡ ገብረ፡ ከመ፡ ይእመኑ፡ ወአንክሩ፡ ኵሉ፡ ሕዝብ፡ በእንተ፡ ዘኮነ። | γέγονε δὲ τοῦτο, ἵνα πιστεύσωσιν. |
|---|
| 7:20 | ἐθαύμασε δὲ πᾶς ὁ λαὸς ἐπὶ τῷ γεγονότι, λέγοντες ὅτι, Μὴ οὗτος ὁ θεὸς ὁ ὀφθεὶς τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως, καὶ νῦν ἐφάνη ἡμῖν διὰ τοῦ ἀετοῦ τοῦτου; | ወይቤሉ፡ ዮጊ፡ ዝንቱ፡ ውእቱ፡ አምላክ፡ ዘአስተርአዮሙ፡ ለአበዊነ፡ በገዳም፡ ምስለ፡ ሙሴ፡ ወተመስለ፡ በአምሳለ፡ ንስር፡ ወአስተርአየ፡ ለነ፡ ከመ፡ እንተ፡ ንስር፡ ዐቢይ። | ἐθαύμασε δὲ πᾶς ὁ λαὸς ἐπὶ τῷ γεγονότι, λέγοντες ὅτι, Μὴ οὗτος ὁ θεὸς ὁ ὀφθεὶς τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως, καὶ νῦν ἐφάνη ἡμῖν διὰ τοῦ ἀετοῦ τοῦτου; |
|---|
| 7:21 | καὶ εἶπεν ὁ ἀετός· Σοι λέγω Ἰερεμία, δεῦρο λῦσον τὴν ἐπιστολὴν ταῦτην, καὶ ἀνάγνωθι αὐτὴν τῷ λαῷ· λύσας οὖν τὴν ἐπιστολήν, ἀνέγνω αὐτὴν τῷ λαῷ. | ወይቤሎ፡ ንስር፡ ለኤርምያስ፡ እንዘ፡ ይብል፡ ነዓ፡ ወስማዕ፡ ዘንተ፡ መጽሐፈ፡ ወአንብብ፡ ለሕዝብ፡ ወአንበበ፡ ሎሙ። | καὶ εἶπεν ὁ ἀετός· Σοι λέγω Ἰερεμία, δεῦρο λῦσον τὴν ἐπιστολὴν ταῦτην, καὶ ἀνάγνωθι αὐτὴν τῷ λαῷ· λύσας οὖν τὴν ἐπιστολήν, ἀνέγνω αὐτὴν τῷ λαῷ. |
|---|
| 7:22 | καὶ ἀκούσας ὁ λαὸς ἔκλαυσαν καὶ ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔλεγον τῷ Ἰερεμίᾳ· Σῶσον ἡμᾶς καὶ ἀπάγγειλον ἡμῖν τί ποιήσωμεν ἵνα εἰσέλθωμεν πάλιν εἰς τὴν πόλιν ἡμῶν. | ወይቤሎ፡ ንስር፡ ለኤርምያስ፡ እንዘ፡ ይብል፡ ነዓ፡ ወስማዕ፡ ዘንተ፡ መጽሐፈ፡ ወአንብብ፡ ለሕዝብ፡ ወአንበበ፡ ሎሙ። | καὶ ἀκούσας ὁ λαὸς ἔκλαυσαν καὶ ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔλεγον τῷ Ἰερεμίᾳ· Σῶσον ἡμᾶς καὶ ἀπάγγειλον ἡμῖν τί ποιήσωμεν ἵνα εἰσέλθωμεν πάλιν εἰς τὴν πόλιν ἡμῶν. |
|---|
| 7:23 | ἀποκριθεὶς δὲ Ἰερεμίας εἶπεν αὐτοῖς· Πάντα ὅσα ἐκ τῆς ἐπιστολῆς ἠκούσατε, φυλάξατε καὶ εἰσάξει ἡμᾶς κύριος εἰς τὴν πόλιν ἡμῶν. | ወሶበ፡ ሰምዑ፡ ሕዝብ፡ በከዩ፡ ኵሎሙ፡ ኅቡረ፡ ወወደዩ፡ ሐመደ፡ ውስተ፡ ርእሶሙ፡ ወይቤልዎ፡ ለኤርምያስ፡ አድኅነነ፤ ምንተ፡ ንግበር፡ ከመ፡ ንግባእ፡ ውስተ፡ ሀገርነ። | ἀποκριθεὶς δὲ Ἰερεμίας εἶπεν αὐτοῖς· Πάντα ὅσα ἐκ τῆς ἐπιστολῆς ἠκούσατε, φυλάξατε καὶ εἰσάξει ἡμᾶς κύριος εἰς τὴν πόλιν ἡμῶν. |
|---|
| 7:24 | ἔγραψε δὲ καὶ ἐπιστολὴν ὁ Ἰερεμίας τῷ Βαοὺχ λέγων οὕτως· Υἱέ μου ἀγαπητέ, μὴ ἀμελήσῃς ἐν ταῖς προσευχαῖς σου δεόμενος τοῦ θεοῦ ὑπὲρ ἡμῶν ὅπως κατευοδόσῃ τὴν ὁδὸν ἡμῶν ἄχρις ἂν ἐξέλθωμεν ἐκ τῶν προσταγμάτων τοῦ ἀνόμου βασιλέως τούτου. | ወተንሥአ፡ ኤርምያስ፡ ወይቤሎሙ፡ ኵሎ፡ ዘሰማዕክሙ፡ ውስተ፡ መጽሐፍ፡ ከማሁ፡ ግበሩ፡ ወያገብአክሙ፡ ውስተ፡ ሀገርክሙ። | ἔγραψε δὲ καὶ ἐπιστολὴν ὁ Ἰερεμίας τῷ Βαοὺχ λέγων οὕτως· Υἱέ μου ἀγαπητέ, μὴ ἀμελήσῃς ἐν ταῖς προσευχαῖς σου δεόμενος τοῦ θεοῦ ὑπὲρ ἡμῶν ὅπως κατευοδόσῃ τὴν ὁδὸν ἡμῶν ἄχρις ἂν ἐξέλθωμεν ἐκ τῶν προσταγμάτων τοῦ ἀνόμου βασιλέως τούτου. |
|---|
| 7:25 | δίκαιος γὰρ εὑρέθης ἐναντίον τοῦ θεοῦ, καὶ οὐκ ἔασέν σε εἰσελθεῖν ἐνταῦθα ὅπως μὴ ἴδῃς τὴν κάκωσιν τὴν γενομένην τῷ λαῷ ὑπὸ τῶν Βαβυλωνίων. | ወተንሥአ፡ ኤርምያስ፡ ወይቤሎሙ፡ ኵሎ፡ ዘሰማዕክሙ፡ ውስተ፡ መጽሐፍ፡ ከማሁ፡ ግበሩ፡ ወያገብአክሙ፡ ውስተ፡ ሀገርክሙ። | δίκαιος γὰρ εὑρέθης ἐναντίον τοῦ θεοῦ, καὶ οὐκ ἔασέν σε εἰσελθεῖν ἐνταῦθα ὅπως μὴ ἴδῃς τὴν κάκωσιν τὴν γενομένην τῷ λαῷ ὑπὸ τῶν Βαβυλωνίων. |
|---|
| 7:26 | ὥσπερ γὰρ πατήρ, υἱὸν μονογενῆ ἔχων, τούτου δὲ παραδοθέντος εἰς τιμωρίαν· οἱ ἰδόντες τὸν πατέρα αὐτοῦ καὶ παραμυθούμενοι αὐτόν, σκέπουσιν τὸ πρόσωπον αὐτοῦ, ἵνα μὴ ἴδῃ πῶς τιμωρεῖται αὐτὸς ὁ υἱὸς καὶ πλείονα φθαρῇ ἀπὸ τῆς λύπης. | ወጸሐፈ፡ ኤርምያስ፡ መጽሐፈ፡ ለባሮክ፡ ከመዝ፡ እንዘ፡ ይብል፡ ወልድየ፡ ፍቁር፡ ኢትትሀከይ፡ ጸሎተ፡ እንዘ፡ ትገኒ፡ ለአምላክ፡ በእንቲአነ፡ ከመ፡ ይምርሐነ፡ ውስተ፡ ፍኖትነ፡ እስከ፡ ንወፅእ፡ በትእዛዘ፡ ዝንቱ፡ ንጉሥ፡ ኃጥእ። | ὥσπερ γὰρ πατήρ, υἱὸν μονογενῆ ἔχων, τούτου δὲ παραδοθέντος εἰς τιμωρίαν· οἱ ἰδόντες τὸν πατέρα αὐτοῦ καὶ παραμυθούμενοι αὐτόν, σκέπουσιν τὸ πρόσωπον αὐτοῦ, ἵνα μὴ ἴδῃ πῶς τιμωρεῖται αὐτὸς ὁ υἱὸς καὶ πλείονα φθαρῇ ἀπὸ τῆς λύπης. |
|---|
| 7:27 | οὕτως γάρ σε ἐλέησεν ὁ θεὸς καὶ οὐκ ἔασέν σε ἐλθεῖν εἰς Βαβυλῶνα ἵνα μὴ ἴδῃς τὴν κάκωσιν τοῦ λαοῦ. | ወአንተሰ፡ ጽድቀ፡ ረከብከ፡ በቅድመ፡ አምላክ፡ ዘኢኀደገከ፡ ትምጻእ፡ ምስሌነ፡ ከመ፡ ኢትርአይ፡ እኩየ፡ ዘይትገበር፡ ዲቤሆሙ፡ ለሕዝብ፡ በባቢሎን። | οὕτως γάρ σε ἐλέησεν ὁ θεὸς καὶ οὐκ ἔασέν σε ἐλθεῖν εἰς Βαβυλῶνα ἵνα μὴ ἴδῃς τὴν κάκωσιν τοῦ λαοῦ. |
|---|
| 7:28 | ἀφ᾽ ἧς γὰρ εἰσήλθομεν ἐνταῦθα οὐκ ἐπαύσατο ἡ λύπη ἀφ᾽ ἡμῶν, ἐξήκοντα καὶ ἓξ ἔτη σήμερον. | ወአንተሰ፡ ጽድቀ፡ ረከብከ፡ በቅድመ፡ አምላክ፡ ዘኢኀደገከ፡ ትምጻእ፡ ምስሌነ፡ ከመ፡ ኢትርአይ፡ እኩየ፡ ዘይትገበር፡ ዲቤሆሙ፡ ለሕዝብ፡ በባቢሎን። | ἀφ᾽ ἧς γὰρ εἰσήλθομεν ἐνταῦθα οὐκ ἐπαύσατο ἡ λύπη ἀφ᾽ ἡμῶν, ἐξήκοντα καὶ ἓξ ἔτη σήμερον. |
|---|
| 7:29 | πολλάκις γὰρ ἐξερχόμενος ηὕρισκον ἐκ τοῦ λαοῦ κρεμαμένους ὑπὸ Ναβουχοδονόσορ βασιλέως, κλαίοντας καὶ λέγοντας· Ἐλέησον ἡμᾶς, ὁ θεὸς Ζάρ. | በከመ፡ ኦብ፡ ዘቦ፡ ውሉደ፡ አሐደ፡ ወውእቱ፡ ተውህበ፡ ከመ፡ ይትክወነን፡ ወእለ፡ ሀለዉ፡ ኀበ፡ አቡሁ፡ እለ፡ ይናዝዝዎ፡ ይከድኑ፡ ገጾሙ፡ ከመ፡ ኢይርአይዎ፡ ለአቡሁ፡ የኀስር፡ በሐዘን፤ ከመዝ፡ ኪያከ፡ ተሣሀለከ፡ አምላክ፡ ወኢኀደገከ፡ ትምጻእ፡ ባቢሎን፡ ከመ፡ ኢትርአይ፡ ምንዳቤ፡ ሕዝብ። | πολλάκις γὰρ ἐξερχόμενος ηὕρισκον ἐκ τοῦ λαοῦ κρεμαμένους ὑπὸ Ναβουχοδονόσορ βασιλέως, κλαίοντας καὶ λέγοντας· Ἐλέησον ἡμᾶς, ὁ θεὸς Ζάρ. |
|---|
| 7:30 | ἀκούων ταῦτα, ἐλυπούμην καὶ ἔκλαιον δισσὸν κλαυθμόν, οὐ μόνον ὅτι ἐκρέμαντο, ἀλλ᾽ ὅτι ἐπεκαλοῦντο θεὸν ἀλλότριον λέγοντες· Ἐλέησον ἡμᾶς. | እስመ፡ እምአመ፡ በጻሕነ፡ ውስተ፡ ዝንቱ፡ ሀገር፡ ኢያዕረፍነ፡ እስከ፡ ዮም፡ እምሐዘን፡ ስሳ፡ ውስድስቱ፡ ዓመት፡ ዮም፡ እንዘ፡ ነኀሥሥ፡ ንርከብ፡ እምሕዝብ፡ ስቁላን፡ እምኀበ፡ ናቡከደነጾር፡ ንጉሥ፡ እንዘ፡ ይበክዩ፡ ወይብሉ፡ ተሣሀለነ፡ አምላክ፡ ሶር፤ ወሶበ፡ ሰማዕኩ፡ ዘንተ፡ ነገረ፡ ሐዘንኩ፡ ወበክይኩ፡ ሶበ፡ ይጼውዑ፡ ካልአ፡ አምላከ፡ ስቁላን፡ ወይብሉ፡ ተሣሀለነ፤ ወካዕበ፡ እዜከር፡ አነ፡ በዓለ፡ ዘገበርነ፡ በኢየሩሳሌም፡ ዘእንበለ፡ ነፄወዉ፡ ወተዘኪርየ፡ እገብእ፡ ውስተ፡ ቤትየ፡ እንዘ፡ እጼዐር፡ ወእበኪ። | ἀκούων ταῦτα, ἐλυπούμην καὶ ἔκλαιον δισσὸν κλαυθμόν, οὐ μόνον ὅτι ἐκρέμαντο, ἀλλ᾽ ὅτι ἐπεκαλοῦντο θεὸν ἀλλότριον λέγοντες· Ἐλέησον ἡμᾶς. |
|---|
| 7:31 | ἐμνημόνευον δὲ ἡμέρας ἑορτῆς ἃς ἐποιοῦμεν ἐν Ἰερουσαλὴμ πρὸ τοῦ ἡμᾶς αἰχμαλωτευθῆναι· καὶ μνησκόμενος ἐστέναζον, καὶ ἐπέστρεφον εἰς τὸν οἶκόν μου ὀδυνώμενος καὶ κλαίων. | ወይእዜኒ፡ አስተብቍዑ፡ ለአምላክነ፡ በኀበ፡ ሀለውክሙ፡ አንተ፡ ወአቤሜሌክ፡ በእንተ፡ ሕዝብ፡ ከመ፡ ይስምዑ፡ ቃልየ፡ ወንገረ፡ አፉየ፡ ከመ፡ ይፃኡ፡ እምነ፡ ፋርስ። | ἐμνημόνευον δὲ ἡμέρας ἑορτῆς ἃς ἐποιοῦμεν ἐν Ἰερουσαλὴμ πρὸ τοῦ ἡμᾶς αἰχμαλωτευθῆναι· καὶ μνησκόμενος ἐστέναζον, καὶ ἐπέστρεφον εἰς τὸν οἶκόν μου ὀδυνώμενος καὶ κλαίων. |
|---|
| 7:32 | νῦν οὖν δεήθητι εἰς τὸν τόπον ὅπου εἶ, σὺ καὶ Ἀβιμέλεχ, ὑπὲρ τοῦ λαοῦ τούτου, ὅπως εἰσακούσωσιν τῆς φωνῆς μου καὶ τῶν κριμάτων τοῦ στόματός μου καὶ ἐξέλθωμεν ἐντεῦθεν. | ወይእዜኒ፡ አስተብቍዑ፡ ለአምላክነ፡ በኀበ፡ ሀለውክሙ፡ አንተ፡ ወአቤሜሌክ፡ በእንተ፡ ሕዝብ፡ ከመ፡ ይስምዑ፡ ቃልየ፡ ወንገረ፡ አፉየ፡ ከመ፡ ይፃኡ፡ እምነ፡ ፋርስ። | νῦν οὖν δεήθητι εἰς τὸν τόπον ὅπου εἶ, σὺ καὶ Ἀβιμέλεχ, ὑπὲρ τοῦ λαοῦ τούτου, ὅπως εἰσακούσωσιν τῆς φωνῆς μου καὶ τῶν κριμάτων τοῦ στόματός μου καὶ ἐξέλθωμεν ἐντεῦθεν. |
|---|
| 7:33 | λέγω γάρ σοι ὅτι ὅλον τὸν χρόνον ὃν ἐποιήσαμεν ἐνταῦθα, κατέχουσιν ἡμᾶς λέγοντες ὅτι· Εἴπατε ἡμῖν ᾠδὴν ἐκ τῶν ᾠδῶν Σιών, τὴν ᾠδὴν τοῦ θεοῦ ὑμῶν. | ወይእዜኒ፡ እብለከ፡ ኵሎ፡ መዋዕለ፡ ዘነበርነ፡ ዝየ፡ አኀዙነ፡ እንዘ፡ ይብሉ፡ ንግሩነ፡ ማሕሌተ፡ ሐዲሰ፡ እመሓልዪሃ፡ ለጽዮን፡ መሓልየ፡ ዘአምላክክሙ፡ ወንቤሎሙ፡ እፎ፡ ነሐሊ፡ ለክሙ፡ እንዘ፡ ሀሎነ፡ ውስተ፡ ምድረ፡ ነኪር። | λέγω γάρ σοι ὅτι ὅλον τὸν χρόνον ὃν ἐποιήσαμεν ἐνταῦθα, κατέχουσιν ἡμᾶς λέγοντες ὅτι· Εἴπατε ἡμῖν ᾠδὴν ἐκ τῶν ᾠδῶν Σιών, τὴν ᾠδὴν τοῦ θεοῦ ὑμῶν. |
|---|
| 7:34 | καὶ λέγομεν αὐτοῖς· Πῶς ᾄσωμεν ὑμῖν ἐπὶ γῆς ἀλλοτρίας ὄντες; | ከመዝ፡ ጽሒፎ፡ ኤርምያስ፡ አሰረ፡ መጽሐፎ፡ ውስተ፡ ክሳደ፡ ንስር፡ ወይቤሎ፡ ሑር፡ በሰላም፡ ወእግዚእ፡ የሐውጽ፡ ላዕሌከ። | καὶ λέγομεν αὐτοῖς· Πῶς ᾄσωμεν ὑμῖν ἐπὶ γῆς ἀλλοτρίας ὄντες; |
|---|
| 7:35 | καὶ μετὰ ταῦτα ἔδησε τὴν ἐπιστολὴν εἰς τὸν τράχηλον τοῦ ἀετοῦ Ἰερεμίας, λέγων· Ἀπέλθε ἐν εἰρήνῃ καὶ ἐπισκέψηται ἡμᾶς ἀμφοτέρους ὁ κύριος. | ከመዝ፡ ጽሒፎ፡ ኤርምያስ፡ አሰረ፡ መጽሐፎ፡ ውስተ፡ ክሳደ፡ ንስር፡ ወይቤሎ፡ ሑር፡ በሰላም፡ ወእግዚእ፡ የሐውጽ፡ ላዕሌከ። | καὶ μετὰ ταῦτα ἔδησε τὴν ἐπιστολὴν εἰς τὸν τράχηλον τοῦ ἀετοῦ Ἰερεμίας, λέγων· Ἀπέλθε ἐν εἰρήνῃ καὶ ἐπισκέψηται ἡμᾶς ἀμφοτέρους ὁ κύριος. |
|---|
| 7:36 | καὶ ἐπετάσθη ὁ ἀετός, καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ καὶ ἔδωκε τὴν ἐπιστολὴν τῷ Βαρούχ, καὶ λύσας ἀνέγνω καὶ κατεφίλησεν αὐτὴν καὶ ἔκλαυσε ἀκούσας διὰ τὰς λύπας καὶ τὰς κακώσεις τοῦ λαοῦ. | ወሖረ፡ ንስር፡ ወሰረረ፡ ወአብጽሐ፡ መጽሐፈ፡ ኀበ፡ ባሮክ፡ ወነሢኦ፡ ባሮክ፡ አንበበ፡ መጽሐፈ፡ ወበከየ፡ ሶበ፡ ሰምዐ፡ ሕማሞሙ፡ ለሕዝብ፡ ወምንዳቤሆሙ። | καὶ ἐπετάσθη ὁ ἀετός, καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ καὶ ἔδωκε τὴν ἐπιστολὴν τῷ Βαρούχ, καὶ λύσας ἀνέγνω καὶ κατεφίλησεν αὐτὴν καὶ ἔκλαυσε ἀκούσας διὰ τὰς λύπας καὶ τὰς κακώσεις τοῦ λαοῦ. |
|---|
| 7:37 | Ἰερεμίας δὲ ἄρας τὰ σῦκα διέδωκε τοῖς νοσοῦσι τοῦ λαοῦ, καὶ ἔμεινε διδάσκων αὐτοὺς τοῦ ἀπέχεσθαι ἐκ τῶν ἀλισγημάτων τῶν ἐθνῶν τῆς Βαβυλῶνος. | ወኤርምያስሰ፡ ነሥአ፡ ውእተ፡ በለሰ፡ ወወሀቦሙ፡ ለድውያን፡ ለእለ፡ ውስተ፡ ሕዝብ፡ ወነበረ፡ እንዘ፡ ይሜህሮሙ፡ ከመ፡ እይግበሩ፡ ምግባሮሙ፡ ለሕዝበ፡ ባቢሎን። | Ἰερεμίας δὲ ἄρας τὰ σῦκα διέδωκε τοῖς νοσοῦσι τοῦ λαοῦ, καὶ ἔμεινε διδάσκων αὐτοὺς τοῦ ἀπέχεσθαι ἐκ τῶν ἀλισγημάτων τῶν ἐθνῶν τῆς Βαβυλῶνος. |
|---|