📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

馬加比四書

馬加比四書 第 10 章|2 種原文並排

各譯本的分節不完全一致。這裡以節號對齊,某一欄沒有該節就留空,不做順序上的湊對。點任一字可查義。

希臘文
七十士譯本
希臘文
次經
10:1
καὶ τούτου τὸν ἀοίδιμον θάνατον καρτερήσαντος τρίτος ἤγετο παρακαλούμενος πολλὰ ὑπὸ πολλῶν ὅπως ἀπογευσάμενος σῴζοιτο

10:2
δὲ ἀναβοήσας ἔφη ἀγνοεῖτε ὅτι αὑτός με τοῖς ἀποθανοῦσιν ἔσπειρεν πατήρ καὶ αὐτὴ μήτηρ ἐγέννησεν καὶ ἐπὶ τοῖς αὐτοῖς ἀνετράφην δόγμασιν

10:3
οὐκ ἐξόμνυμαι τὴν εὐγενῆ τῆς ἀδελφότητος συγγένειαν

10:4
πρὸς ταῦτα εἴ τι ἔχετε κολαστήριον προσαγάγετε τῷ σώματί μου· τῆς γὰρ ψυχῆς μου, οὐδ’ ἂν θέλητε ἅψασθαι, δύνασθε.

10:5
οἱ δὲ πικρῶς ἐνέγκαντες τὴν παρρησίαν τοῦ ἀνδρὸς ἀρθρεμβόλοις ὀργάνοις τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ἐξήρθρουν καὶ ἐξ ἁρμῶν ἀναμοχλεύοντες ἐξεμέλιζον

10:6
τοὺς δακτύλους καὶ τοὺς βραχίονας καὶ τὰ σκέλη καὶ τοὺς ἀγκῶνας περιέκλων

10:7
καὶ κατὰ μηδένα τρόπον ἰσχύοντες αὐτὸν ἄγξαι περιλύσαντες τὰ ὄργανα σὺν ἄκραις ταῖς τῶν δακτύλων κορυφαῖς ἀπεσκύθιζον

10:8
καὶ εὐθέως ἦγον ἐπὶ τὸν τροχόν περὶ ὃν ἐκ σπονδύλων ἐκμελιζόμενος ἑώρα τὰς ἑαυτοῦ σάρκας περιλακιζομένας καὶ κατὰ σπλάγχνων σταγόνας αἵματος ἀπορρεούσας

10:9
μέλλων δὲ ἀποθνῄσκειν ἔφη
μέλλων δὲ ἀποθνῄσκειν ἔφη
10:10
ἡμεῖς μέν μιαρώτατε τύραννε διὰ παιδείαν καὶ ἀρετὴν θεοῦ ταῦτα πάσχομεν

10:11
σὺ δὲ διὰ τὴν ἀσέβειαν καὶ μιαιφονίαν ἀκαταλύτους καρτερήσεις βασάνους

10:12
καὶ τούτου θανόντος ἀδελφοπρεπῶς τὸν τέταρτον ἐπεσπῶντο λέγοντες

10:13
μὴ μανῇς καὶ σὺ τοῖς ἀδελφοῖς σου τὴν αὐτὴν μανίαν ἀλλὰ πεισθεὶς τῷ βασιλεῖ σῷζε σεαυτόν

10:14
δὲ αὐτοῖς ἔφη οὐχ οὕτως καυστικώτερον ἔχετε κατ’ ἐμοῦ τὸ πῦρ ὥστε με δειλανδρῆσαι

10:15
μὰ τὸν μακάριον τῶν ἀδελφῶν μου θάνατον καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεθρον καὶ τὸν ἀΐδιον τῶν εὐσεβῶν βίον οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελφότητα

10:16
ἐπινόει τύραννε βασάνους ἵνα καὶ δῑ αὐτῶν μάθῃς ὅτι ἀδελφός εἰμι τῶν προβασανισθέντων

10:17
ταῦτα ἀκούσας αἱμοβόρος καὶ φονώδης καὶ παμμιαρώτατος Ἀντίοχος ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν

10:18
δὲ ἔφη κἂν ἀφέλῃς τὸ τῆς φωνῆς ὄργανον καὶ σιωπώντων ἀκούει θεός

10:19
ἰδοὺ προκεχάλασται γλῶσσα τέμνε οὐ γὰρ παρὰ τοῦτο τὸν λογισμὸν ἡμῶν γλωττοτομήσεις

10:20
ἡδέως ὑπὲρ τοῦ θεοῦ τὰ τοῦ σώματος μέλη ἀκρωτηριαζόμεθα

10:21
σὲ δὲ ταχέως μετελεύσεται θεός τὴν γὰρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις

希臘文單獨閱讀希臘文單獨閱讀