| 10:1 | καὶ τούτου τὸν ἀοίδιμον θάνατον καρτερήσαντος ὁ τρίτος ἤγετο παρακαλούμενος πολλὰ ὑπὸ πολλῶν ὅπως ἀπογευσάμενος σῴζοιτο | καὶ τούτου τὸν ἀοίδιμον θάνατον καρτερήσαντος ὁ τρίτος ἤγετο παρακαλούμενος πολλὰ ὑπὸ πολλῶν ὅπως ἀπογευσάμενος σῴζοιτο |
|---|
| 10:2 | ὁ δὲ ἀναβοήσας ἔφη ἀγνοεῖτε ὅτι αὑτός με τοῖς ἀποθανοῦσιν ἔσπειρεν πατήρ καὶ ἡ αὐτὴ μήτηρ ἐγέννησεν καὶ ἐπὶ τοῖς αὐτοῖς ἀνετράφην δόγμασιν | ὁ δὲ ἀναβοήσας ἔφη ἀγνοεῖτε ὅτι αὑτός με τοῖς ἀποθανοῦσιν ἔσπειρεν πατήρ καὶ ἡ αὐτὴ μήτηρ ἐγέννησεν καὶ ἐπὶ τοῖς αὐτοῖς ἀνετράφην δόγμασιν |
|---|
| 10:3 | οὐκ ἐξόμνυμαι τὴν εὐγενῆ τῆς ἀδελφότητος συγγένειαν | οὐκ ἐξόμνυμαι τὴν εὐγενῆ τῆς ἀδελφότητος συγγένειαν |
|---|
| 10:4 | πρὸς ταῦτα εἴ τι ἔχετε κολαστήριον προσαγάγετε τῷ σώματί μου· τῆς γὰρ ψυχῆς μου, οὐδ’ ἂν θέλητε ἅψασθαι, δύνασθε. | πρὸς ταῦτα εἴ τι ἔχετε κολαστήριον προσαγάγετε τῷ σώματί μου· τῆς γὰρ ψυχῆς μου, οὐδ’ ἂν θέλητε ἅψασθαι, δύνασθε. |
|---|
| 10:5 | οἱ δὲ πικρῶς ἐνέγκαντες τὴν παρρησίαν τοῦ ἀνδρὸς ἀρθρεμβόλοις ὀργάνοις τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ἐξήρθρουν καὶ ἐξ ἁρμῶν ἀναμοχλεύοντες ἐξεμέλιζον | οἱ δὲ πικρῶς ἐνέγκαντες τὴν παρρησίαν τοῦ ἀνδρὸς ἀρθρεμβόλοις ὀργάνοις τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ἐξήρθρουν καὶ ἐξ ἁρμῶν ἀναμοχλεύοντες ἐξεμέλιζον |
|---|
| 10:6 | τοὺς δακτύλους καὶ τοὺς βραχίονας καὶ τὰ σκέλη καὶ τοὺς ἀγκῶνας περιέκλων | τοὺς δακτύλους καὶ τοὺς βραχίονας καὶ τὰ σκέλη καὶ τοὺς ἀγκῶνας περιέκλων |
|---|
| 10:7 | καὶ κατὰ μηδένα τρόπον ἰσχύοντες αὐτὸν ἄγξαι περιλύσαντες τὰ ὄργανα σὺν ἄκραις ταῖς τῶν δακτύλων κορυφαῖς ἀπεσκύθιζον | καὶ κατὰ μηδένα τρόπον ἰσχύοντες αὐτὸν ἄγξαι περιλύσαντες τὰ ὄργανα σὺν ἄκραις ταῖς τῶν δακτύλων κορυφαῖς ἀπεσκύθιζον |
|---|
| 10:8 | καὶ εὐθέως ἦγον ἐπὶ τὸν τροχόν περὶ ὃν ἐκ σπονδύλων ἐκμελιζόμενος ἑώρα τὰς ἑαυτοῦ σάρκας περιλακιζομένας καὶ κατὰ σπλάγχνων σταγόνας αἵματος ἀπορρεούσας | καὶ εὐθέως ἦγον ἐπὶ τὸν τροχόν περὶ ὃν ἐκ σπονδύλων ἐκμελιζόμενος ἑώρα τὰς ἑαυτοῦ σάρκας περιλακιζομένας καὶ κατὰ σπλάγχνων σταγόνας αἵματος ἀπορρεούσας |
|---|
| 10:9 | μέλλων δὲ ἀποθνῄσκειν ἔφη | μέλλων δὲ ἀποθνῄσκειν ἔφη |
|---|
| 10:10 | ἡμεῖς μέν ὦ μιαρώτατε τύραννε διὰ παιδείαν καὶ ἀρετὴν θεοῦ ταῦτα πάσχομεν | ἡμεῖς μέν ὦ μιαρώτατε τύραννε διὰ παιδείαν καὶ ἀρετὴν θεοῦ ταῦτα πάσχομεν |
|---|
| 10:11 | σὺ δὲ διὰ τὴν ἀσέβειαν καὶ μιαιφονίαν ἀκαταλύτους καρτερήσεις βασάνους | σὺ δὲ διὰ τὴν ἀσέβειαν καὶ μιαιφονίαν ἀκαταλύτους καρτερήσεις βασάνους |
|---|
| 10:12 | καὶ τούτου θανόντος ἀδελφοπρεπῶς τὸν τέταρτον ἐπεσπῶντο λέγοντες | καὶ τούτου θανόντος ἀδελφοπρεπῶς τὸν τέταρτον ἐπεσπῶντο λέγοντες |
|---|
| 10:13 | μὴ μανῇς καὶ σὺ τοῖς ἀδελφοῖς σου τὴν αὐτὴν μανίαν ἀλλὰ πεισθεὶς τῷ βασιλεῖ σῷζε σεαυτόν | μὴ μανῇς καὶ σὺ τοῖς ἀδελφοῖς σου τὴν αὐτὴν μανίαν ἀλλὰ πεισθεὶς τῷ βασιλεῖ σῷζε σεαυτόν |
|---|
| 10:14 | ὁ δὲ αὐτοῖς ἔφη οὐχ οὕτως καυστικώτερον ἔχετε κατ’ ἐμοῦ τὸ πῦρ ὥστε με δειλανδρῆσαι | ὁ δὲ αὐτοῖς ἔφη οὐχ οὕτως καυστικώτερον ἔχετε κατ’ ἐμοῦ τὸ πῦρ ὥστε με δειλανδρῆσαι |
|---|
| 10:15 | μὰ τὸν μακάριον τῶν ἀδελφῶν μου θάνατον καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεθρον καὶ τὸν ἀΐδιον τῶν εὐσεβῶν βίον οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελφότητα | μὰ τὸν μακάριον τῶν ἀδελφῶν μου θάνατον καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεθρον καὶ τὸν ἀΐδιον τῶν εὐσεβῶν βίον οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελφότητα |
|---|
| 10:16 | ἐπινόει τύραννε βασάνους ἵνα καὶ δῑ αὐτῶν μάθῃς ὅτι ἀδελφός εἰμι τῶν προβασανισθέντων | ἐπινόει τύραννε βασάνους ἵνα καὶ δῑ αὐτῶν μάθῃς ὅτι ἀδελφός εἰμι τῶν προβασανισθέντων |
|---|
| 10:17 | ταῦτα ἀκούσας ὁ αἱμοβόρος καὶ φονώδης καὶ παμμιαρώτατος Ἀντίοχος ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν | ταῦτα ἀκούσας ὁ αἱμοβόρος καὶ φονώδης καὶ παμμιαρώτατος Ἀντίοχος ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν |
|---|
| 10:18 | ὁ δὲ ἔφη κἂν ἀφέλῃς τὸ τῆς φωνῆς ὄργανον καὶ σιωπώντων ἀκούει ὁ θεός | ὁ δὲ ἔφη κἂν ἀφέλῃς τὸ τῆς φωνῆς ὄργανον καὶ σιωπώντων ἀκούει ὁ θεός |
|---|
| 10:19 | ἰδοὺ προκεχάλασται ἡ γλῶσσα τέμνε οὐ γὰρ παρὰ τοῦτο τὸν λογισμὸν ἡμῶν γλωττοτομήσεις | ἰδοὺ προκεχάλασται ἡ γλῶσσα τέμνε οὐ γὰρ παρὰ τοῦτο τὸν λογισμὸν ἡμῶν γλωττοτομήσεις |
|---|
| 10:20 | ἡδέως ὑπὲρ τοῦ θεοῦ τὰ τοῦ σώματος μέλη ἀκρωτηριαζόμεθα | ἡδέως ὑπὲρ τοῦ θεοῦ τὰ τοῦ σώματος μέλη ἀκρωτηριαζόμεθα |
|---|
| 10:21 | σὲ δὲ ταχέως μετελεύσεται ὁ θεός τὴν γὰρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις | σὲ δὲ ταχέως μετελεύσεται ὁ θεός τὴν γὰρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις |
|---|