📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

便西拉智訓

便西拉智訓 第 44 章|4 種原文並排

各譯本的分節不完全一致。這裡以節號對齊,某一欄沒有該節就留空,不做順序上的湊對。點任一字可查義。

希臘文
七十士譯本
拉丁文
武加大譯本
吉茲文
吉茲文聖經
希臘文
次經
44:1
αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει
Laudemus viros gloriosos, et parentes nostros in generatione sua.
ነወድሶሙለዕደውክቡራንለአበዊነበመዋዕሌሆሙ
αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει
44:2
πολλὴν δόξαν ἔκτισεν κύριος τὴν μεγαλωσύνην αὐτοῦ ἀπ’ αἰῶνος
Multam gloriam fecit Dominus : magnificentia sua a sæculo.
እስመብዙኀክብረወሀቦሙእግዚአብሔርወዕበዩኒእምፍጥረተዓለም
πολλὴν δόξαν ἔκτισεν κύριος τὴν μεγαλωσύνην αὐτοῦ ἀπ’ αἰῶνος
44:3
κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει βουλεύοντες ἐν συνέσει αὐτῶν ἀπηγγελκότες ἐν προφητείαις
Dominantes in potestatibus suis, homines magni virtute et prudentia sua præditi, nuntiantes in prophetis dignitatem prophetarum :
ወኰነኖሙበመንግሥቶሙዕደውእለአስመዩበኀይሎሙወመካርያንበጥበቢሆሙወይነግሩበትንቢቶሙ
κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει βουλεύοντες ἐν συνέσει αὐτῶν ἀπηγγελκότες ἐν προφητείαις
44:4
ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαοῦ σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν
et imperantes in præsenti populo, et virtute prudentiæ populis sanctissima verba :
ነገሥተአሕዛብኒበአጽባኢሆሙወጸሐፍቶሙኒለሕዝብበጥበቦሙበጥበበቃሎሙዘውስተልቦሙ
ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαοῦ σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν
44:5
ἐκζητοῦντες μέλη μουσικῶν καὶ διηγούμενοι ἔπη ἐν γραφῇ
in peritia sua requirentes modos musicos, et narrantes carmina Scripturarum :
ወእለሰየኀሥሡሐውዘመሰንቆወማሕሌትወየሐልዩከመዘበመጽሐፍ
ἐκζητοῦντες μέλη μουσικῶν καὶ διηγούμενοι ἔπη ἐν γραφῇ
44:6
ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι εἰρηνεύοντες ἐν κατοικίαις αὐτῶν
homines divites in virtute, pulchritudinis studium habentes, pacificantes in domibus suis.
ወዕደውኒብዑላንእለየአክሎሙኀይሎሙእለዳኅነይነብሩውስተአብያቲሆሙ
ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι εἰρηνεύοντες ἐν κατοικίαις αὐτῶν
44:7
πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα
Omnes isti in generationibus gentis suæ gloriam adepti sunt, et in diebus suis habentur in laudibus.
ወእሉኵሎሙእለከብሩበመዋዕሊሆሙወተደለዉበሕይወቶሙ
πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα
44:8
εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους
Qui de illis nati sunt reliquerunt nomen narrandi laudes eorum.
ወቦእምውስቴቶሙእለኀደጉስመክብረዘይትናገሩቦቱ
εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους
44:9
καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ’ αὐτούς
Et sunt quorum non est memoria : perierunt quasi qui non fuerint : et nati sunt quasi non nati, et filii ipsorum cum ipsis.
ወቦእለአልቦዘይዜከሮሙወእለኒጠፍኡወኮኑከመዘኢተፈጥሩወገብኡከመዘኢተወልዱወውሉዶሙሂከማሁምስሌሆሙ
καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ’ αὐτούς
44:10
ἀλλ’ οὗτοι ἄνδρες ἐλέους ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν
Sed illi viri misericordiæ sunt, quorum pietates non defuerunt.
ወእሉሰዕደውሥሁላንእለኢተረስዐትሎሙጽድቆሙ
ἀλλ’ οὗτοι ἄνδρες ἐλέους ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν
44:11
μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν
Cum semine eorum permanent bona :
ወትቀውምምስለውሉዶሙለዝሉፉሠናይርስቶሙበላዕለውሉዶሙ
μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν
44:12
ἐν ταῖς διαθήκαις ἔστη τὸ σπέρμα αὐτῶν καὶ τὰ τέκνα αὐτῶν δῑ αὐτούς
hæreditas sancta nepotes eorum, et in testamentis stetit semen eorum :
ወበሥርዐቶሙይነብሩውሉዶሙ፤….።
ἐν ταῖς διαθήκαις ἔστη τὸ σπέρμα αὐτῶν καὶ τὰ τέκνα αὐτῶν δῑ αὐτούς
44:13
ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν καὶ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται
et filii eorum propter illos usque in æternum manent : semen eorum et gloria eorum non derelinquetur.
ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν καὶ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται
44:14
τὰ σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς
Corpora ipsorum in pace sepulta sunt, et nomen eorum vivit in generationem et generationem.
ወተቀብረበሰላምሥጋሆሙወለዓለምትቀውምስሞሙ
τὰ σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς
44:15
σοφίαν αὐτῶν διηγήσονται λαοί καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία
Sapientiam ipsorum narrent populi, et laudem eorum nuntiet ecclesia.
ወይትናገሩአሕዛብበጥበቢሆሙወበማኅበረአሕዛብይዌድስዎሙ
σοφίαν αὐτῶν διηγήσονται λαοί καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία
44:16
Ενωχ εὐηρέστησεν κυρίῳ καὶ μετετέθη ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς
Enoch placuit Deo, et translatus est in paradisum, ut det gentibus pœnitentiam.
ወሄኖክሰአሥመሮለእግዚአብሔርወኀብኦወኮነአርአያለዓለምከመይነስሑ
Ενωχ εὐηρέστησεν κυρίῳ καὶ μετετέθη ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς
44:17
Νωε εὑρέθη τέλειος δίκαιος ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα διὰ τοῦτον ἐγενήθη κατάλειμμα τῇ γῇ ὅτε ἐγένετο κατακλυσμός
Noë inventus est perfectus, justus, et in tempore iracundiæ factus est reconciliatio.
ወኖኅኒተረክበፍጹመጻድቅወአመመዋዕለመንሱትኮነውእቱሣህለለዓለምወውእቱተረፈለብሔርአመኮነማየአይኅ
Νωε εὑρέθη τέλειος δίκαιος ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα διὰ τοῦτον ἐγενήθη κατάλειμμα τῇ γῇ ὅτε ἐγένετο κατακλυσμός
44:18
διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ
Ideo dimissum est reliquum terræ, cum factum est diluvium.
ተካየደምስሌሁለዓለምከመኢይጥፍ[]፡ ማየአይኅለኵሉ፡ []ነፍስ
διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ
44:19
Αβρααμ μέγας πατὴρ πλήθους ἐθνῶν καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ δόξῃ
Testamenta sæculi posita sunt apud illum, ne deleri possit diluvio omnis caro.
አብርሃምዐቢይውእቱአቡሆሙለአሕዛብኵሎሙወኢተረክበከማሁክቡር
Αβρααμ μέγας πατὴρ πλήθους ἐθνῶν καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ δόξῃ
44:20
ὃς συνετήρησεν νόμον ὑψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ’ αὐτοῦ ἐν σαρκὶ αὐτοῦ ἔστησεν διαθήκην καὶ ἐν πειρασμῷ εὑρέθη πιστός
Abraham magnus pater multitudinis gentium, et non est inventus similis illi in gloria : qui conservavit legem Excelsi, et fuit in testamento cum illo.
ዘዐቀበሕጎለልዑልወተካየደምስሌሁ፡(በሥጋሁ፡)ግብረሕጉወአመኒአመከሮተረክበምእመነ
ὃς συνετήρησεν νόμον ὑψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ’ αὐτοῦ ἐν σαρκὶ αὐτοῦ ἔστησεν διαθήκην καὶ ἐν πειρασμῷ εὑρέθη πιστός
44:21
διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογηθῆναι ἔθνη ἐν σπέρματι αὐτοῦ πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου τῆς γῆς
In carne ejus stare fecit testamentum, et in tentatione inventus est fidelis.
ወእንበይነዝንቱበመሐላአቀመሎቱኪዳነከመይትባረኩአሕዛብበዘርኡወከመያበዝኆከመኆጻምድርወከመኮከብይትባዝኁዘርኡከመያውርሶሙእምባሕርእስከባሕርወእምነአፍላግእስከአጽናፈምድር
διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογηθῆναι ἔθνη ἐν σπέρματι αὐτοῦ πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου τῆς γῆς
44:22
καὶ ἐν τῷ Ισαακ ἔστησεν οὕτως δῑ Αβρααμ τὸν πατέρα αὐτοῦ
Ideo jurejurando dedit illi gloriam in gente sua, crescere illum quasi terræ cumulum,
ወለይስሐቅኒከማሁአቀመሎቱእንበይነአብርሃምአቡሁበረከተኒለኵሉእጓለእመሕያውወሥርዐተ
καὶ ἐν τῷ Ισαακ ἔστησεν οὕτως δῑ Αβρααμ τὸν πατέρα αὐτοῦ
44:23
εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην κατέπαυσεν ἐπὶ κεφαλὴν Ιακωβ ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ καὶ διέστειλεν μερίδας αὐτοῦ ἐν φυλαῖς ἐμέρισεν δέκα δύο
et ut stellas exaltare semen ejus, et hæreditare illos a mari usque ad mare, et a flumine usque ad terminos terræ.
ወአዕረፈትላዕለያዕቆብዲበርእሱወአስተርአየትሎቱበበረከቱወወሀቦሙርስቶኪያሃወፈለጠሎሙርስቶሙዘዘዚአሆሙወከፈሎሙለዐሠርቱወክልኤቱአሕዛብ
εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην κατέπαυσεν ἐπὶ κεφαλὴν Ιακωβ ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ καὶ διέστειλεν μερίδας αὐτοῦ ἐν φυλαῖς ἐμέρισεν δέκα δύο
希臘文單獨閱讀拉丁文單獨閱讀吉茲文單獨閱讀希臘文單獨閱讀