| 14:1 | καὶ ἐπαύσατο ἐξομολογούμενος Τωβιτ καὶ συνετελέσθησαν οἱ λόγοι τῆς ἐξομολογήσεως Τωβιθ | Et consummati sunt sermones Tobiæ. Et postquam illuminatus est Tobias, vixit annis quadraginta duobus, et vidit filios nepotum suorum. | ወእምዝ፡ አርመመ፡ ጦቢት፡ እምኀበ፡ ይጼሊ። | 託彼特稱謝的話便這樣完結了。 |
|---|
| 14:2 | καὶ ἦν ἐτῶν πεντήκοντα ὀκτώ ὅτε ἀπώλεσεν τὰς ὄψεις καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψεν καὶ ἐποίει ἐλεημοσύνας καὶ προσέθετο φοβεῖσθαι κύριον τὸν θεὸν καὶ ἐξομολογεῖσθαι αὐτῷ καὶ ἀπέθανεν ἐν εἰρήνῃ ἐτῶν ἑκατὸν δώδεκα καὶ ἐτάφη ἐνδόξως ἐν Νινευη καὶ ἑξήκοντα δύο ἐτῶν ἦν ὅτε ἐγένετο ἀνάπειρος τοῖς ὀφθαλμοῖς καὶ μετὰ τὸ ἀναβλέψαι αὐτὸν ἔζησεν ἐν ἀγαθοῖς καὶ ἐλεημοσύνας ἐποίησεν καὶ ἔτι προσέθετο εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι τὴν μεγαλωσύνην τοῦ θεοῦ | Completis itaque annis centum duobus, sepultus est honorifice in Ninive. | ኃምሳ፡ ወሰመንቱ፡ ዓመት፡ ሎቱ፡ አመ፡ የኃጕል፡ አዕይንቲሁ፡ ወእምድኅረ፡ ኃምሳ፡ ወሰመንቱ፡ ዓመት፡ ርእየ፡ ወገብረ፡ ምጽዋተ፡ ወወሰከ፡ ዓዲ፡ ፈሪሆቶ፡ ለእግዚአብሔር። | 他在尼尼微以一百一十二歲平安去世,得以隆重安葬。他六十二歲時雙目失明,重見光明以後,又度著美好的生活,廣行施捨,並且時常讚美天主,稱謝天主的偉大。 |
|---|
| 14:3 | μεγάλως δὲ ἐγήρασεν καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτῷ τέκνον λαβὲ τοὺς υἱούς σου ἰδοὺ γεγήρακα καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῆν εἰμι καὶ ὅτε ἀπέθνῃσκεν ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ λέγων παιδίον ἀπάγαγε τὰ παιδία σου | Quinquaginta namque et sex annorum lumen oculorum amisit, sexagenarius vero recepit. | ወፈድፋደ፡ ረስዓ፡ ወጸውዖሙ፡ ለወልዱ፡ ወለደቂቀ፡ ወልዱ፡ ወይቤሎ፡ ወልድየ፡ ንሣእ፡ ደቂቀከ፡ እስመ፡ ረሣዕኩ፡ ወበጻሕኩ፡ እስከ፡ ለሞት። | 他臨終時,叫了他的兒子多俾亞來,囑咐他說:「孩子,帶領你的兒女吧。 |
|---|
| 14:4 | ἄπελθε εἰς τὴν Μηδίαν τέκνον ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ιωνας ὁ προφήτης περὶ Νινευη ὅτι καταστραφήσεται ἐν δὲ τῇ Μηδίᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ καὶ ὅτι οἱ ἀδελφοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισθήσονται ἀπὸ τῆς ἀγαθῆς γῆς καὶ Ιεροσόλυμα ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ κατακαήσεται καὶ ἔρημος ἔσται μέχρι χρόνου καὶ ἀπότρεχε εἰς Μηδίαν ὅτι πιστεύω ἐγὼ τῷ ῥήματι τοῦ θεοῦ ἐπὶ Νινευη ἃ ἐλάλησεν Ναουμ ὅτι πάντα ἔσται καὶ ἀπαντήσει ἐπὶ Αθουρ καὶ Νινευη καὶ ὅσα ἐλάλησαν οἱ προφῆται τοῦ Ισραηλ οὓς ἀπέστειλεν ὁ θεός πάντα ἀπαντήσει καὶ οὐ μηθὲν ἐλαττονωθῇ ἐκ πάντων τῶν ῥημάτων καὶ πάντα συμβήσεται τοῖς καιροῖς αὐτῶν καὶ ἐν τῇ Μηδίᾳ ἔσται σωτηρία μᾶλλον ἤπερ ἐν Ἀσσυρίοις καὶ ἐν Βαβυλῶνι διὸ γινώσκω ἐγὼ καὶ πιστεύω ὅτι πάντα ἃ εἶπεν ὁ θεός συντελεσθήσεται καὶ ἔσται καὶ οὐ μὴ διαπέσῃ ῥῆμα ἐκ τῶν λόγων καὶ οἱ ἀδελφοὶ ἡμῶν οἱ κατοικοῦντες ἐν τῇ γῇ Ισραηλ πάντες διασκορπισθήσονται καὶ αἰχμαλωτισθήσονται ἐκ τῆς γῆς τῆς ἀγαθῆς καὶ ἔσται πᾶσα ἡ γῆ τοῦ Ισραηλ ἔρημος καὶ Σαμάρεια καὶ Ιερουσαλημ ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν λύπῃ καὶ καυθήσεται μέχρι χρόνου | Reliquum vero vitæ suæ in gaudio fuit, et cum bono profectu timoris Dei perrexit in pace. | ወሑር፡ እስከ፡ ሜዶን፡ እስመ፡ አአምር፡ ኵሎ፡ ዘነበበ፡ ዮናስ፡ ነቢይ፡ ላዕለ፡ ነነዌ፡ ከመ፡ ሀለዋ፡ ትትነሠት፡ ውስተ፡ ሜዶንሰ፡ ሰላም፡ ይከውን፡ እስከ፡ ዘመኑ፡ ወአኃዊነ፡ ሀለዎሙ፡ ይዘረዉ፡ ውስተ፡ በሐውርት፡ እምነ፡ ኵሉ፡ ምድር፡ ቡርክት፡ ወኢየሩሳሌምኒ፡ ትከውን፡ በድወ፡ ወቤተ፡ እግዚአብሔር፡ ዘውስቴታ፡ ይውዒ፡ በእሳት፡ ወይከውን፡ በድወ። | 你要往瑪待去,因為我信天主論尼尼微所說的話。納鴻論尼尼微所說的一切都必應驗,必要臨到阿述爾和尼尼微;凡天主所差遣的以色列眾先知所說的話,都必應驗,所有的話沒有一句落空,到時都必成就。瑪待要比亞述和巴比倫更為平安。所以我知道,並且深信天主所說的一切都必成就應驗,祂話中一句也不落空。我們住在以色列地的弟兄都要被驅散,從那美好的土地上被擄去;以色列全地都要荒涼,撒瑪黎雅和耶路撒冷也要荒涼,天主的殿宇要陷於哀傷,被火焚燒,荒涼一段時期。 |
|---|
| 14:5 | καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν καὶ οἰκοδομήσουσιν τὸν οἶκον οὐχ οἷος ὁ πρότερος ἕως πληρωθῶσιν καιροὶ τοῦ αἰῶνος καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος οἰκοδομῇ ἐνδόξῳ καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεός καὶ ἐπιστρέψει αὐτοὺς ὁ θεὸς εἰς τὴν γῆν τοῦ Ισραηλ καὶ πάλιν οἰκοδομήσουσιν τὸν οἶκον καὶ οὐχ ὡς τὸν πρῶτον ἕως τοῦ χρόνου οὗ ἂν πληρωθῇ ὁ χρόνος τῶν καιρῶν καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῆς αἰχμαλωσίας αὐτῶν πάντες καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται τοῦ Ισραηλ | In hora autem mortis suæ vocavit ad se Tobiam filium suum, et septem juvenes filios ejus nepotes suos, dixitque eis : | ወካዕበ፡ ይሣሃሎሙ፡ እግዚአብሔር፡ ወያገብኦሙ፡ ውስተ፡ ምድሮሙ፡ ወየሐንፁ፡ ቤቶ፡ ወአኮ፡ ከመ፡ ቀዲሙ፡ አላ፡ እስከ፡ ይትፌጸም፡ መዋዕለ፡ ዓለም፡ ወእምድኅረ፡ ዝንቱ፡ ይገብኡ፡ እምኀበ፡ ይፄወዉ፡ ወይትሐነፅ፡ ኢየሩሳሌም፡ በክብር፡ ወይትሐነፅ፡ በውስቴታ፡ ቤተ፡ እግዚአብሔር፡ በኵሉ፡ ትውልድ፡ ዘለዓለም፡ በንድቅ፡ ክቡር። | 但天主必再憐憫他們,領他們回到以色列地。他們要重建殿宇,雖然不如先前的那座,直到萬世的時期滿了。此後,他們都要從被擄之地歸回,隆重地重建耶路撒冷,天主的殿宇也要在其中重建,正如以色列的先知論她所說的。 |
|---|
| 14:6 | καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι κύριον τὸν θεὸν καὶ κατορύξουσιν τὰ εἴδωλα αὐτῶν καὶ εὐλογήσουσιν πάντα τὰ ἔθνη τὸν κύριον καὶ πάντα τὰ ἔθνη τὰ ἐν ὅλῃ τῇ γῇ πάντες ἐπιστρέψουσιν καὶ φοβηθήσονται τὸν θεὸν ἀληθινῶς καὶ ἀφήσουσιν πάντες τὰ εἴδωλα αὐτῶν τοὺς πλανῶντας ψευδῆ τὴν πλάνησιν αὐτῶν καὶ εὐλογήσουσιν τὸν θεὸν τοῦ αἰῶνος ἐν δικαιοσύνῃ | Prope erit interitus Ninive : non enim excidit verbum Domini : et fratres nostri, qui dispersi sunt a terra Israël, revertentur ad eam. | ወኵሉ፡ አሕዛብ፡ ይገድፉ፡ አማልክቲሆሙ፡ ወይትመየጡ፡ በጽድቅ። | 普世萬民都要回頭,真誠地敬畏天主,眾人都要丟棄那些以虛謊迷惑他們的偶像,以正義讚美永世的天主。 |
|---|
| 14:7 | καὶ ὁ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ θεῷ καὶ ὑψώσει κύριος τὸν λαὸν αὐτοῦ καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες κύριον τὸν θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν πάντες οἱ υἱοὶ τοῦ Ισραηλ οἱ σῳζόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις μνημονεύοντες τοῦ θεοῦ ἐν ἀληθείᾳ ἐπισυναχθήσονται καὶ ἥξουσιν εἰς Ιερουσαλημ καὶ οἰκήσουσιν τὸν αἰῶνα ἐν τῇ γῇ Αβρααμ μετὰ ἀσφαλείας καὶ παραδοθήσεται αὐτοῖς καὶ χαρήσονται οἱ ἀγαπῶντες τὸν θεὸν ἐπ’ ἀληθείας καὶ οἱ ποιοῦντες τὴν ἁμαρτίαν καὶ τὴν ἀδικίαν ἐκλείψουσιν ἀπὸ πάσης τῆς γῆς | Omnis autem deserta terra ejus replebitur, et domus Dei, quæ in ea incensa est, iterum reædificabitur : ibique revertentur omnes timentes Deum, | ወይፈርህዎ፡ ለእግዚአብሔር፡ ወይባርክዎ፡ ወሕዝብኒ፡ የአምኑ፡ ቦቱ፡ ወይሣሃሎሙ፡ እግዚአብሔር፡ ለሕዝቡ፡ ወይትፌሥሑ፡ ኵሎሙ፡ እለ፡ ይፈርህዎ፡ ለእግዚአብሔር፡ በጽድቅ፡ ወበርትዕ፡ ወይገብሩ፡ ምሕረተ፡ ላዕለ፡ አኃዊሆሙ። | 在那些日子裏,凡得救的以色列子民,誠心記念天主的,都要被聚集起來,回到耶路撒冷,永遠安然居住在亞巴郎的地上;那地必交給他們。凡誠心愛天主的人都要歡喜,凡犯罪行惡的人卻要從全地上消滅淨盡。 |
|---|
| 14:8 | καὶ νῦν τέκνον ἄπελθε ἀπὸ Νινευη ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης Ιωνας καὶ νῦν παιδία ἐγὼ ὑμῖν ἐντέλλομαι δουλεύσατε τῷ θεῷ ἐν ἀληθείᾳ καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ τοῖς παιδίοις ὑμῶν ἐνυποταγήσεται ποιεῖν δικαιοσύνην καὶ ἐλεημοσύνην καὶ ἵνα ὦσιν μεμνημένοι τοῦ θεοῦ καὶ εὐλογῶσιν τὸ ὄνομα αὐτοῦ ἐν παντὶ καιρῷ ἐν ἀληθείᾳ καὶ ὅλῃ τῇ ἰσχύι αὐτῶν καὶ νῦν σύ παιδίον ἔξελθε ἐκ Νινευη καὶ μὴ μείνῃς ὧδε ἐν ᾗ ἂν ἡμέρᾳ θάψῃς τὴν μητέρα σου μετ’ ἐμοῦ αὐτῇ τῇ ἡμέρᾳ μὴ αὐλισθῇς ἐν τοῖς ὁρίοις αὐτῆς ὁρῶ γὰρ ὅτι πολλὴ ἀδικία ἐν αὐτῇ καὶ δόλος πολὺς συντελεῖται ἐν αὐτῇ καὶ οὐκ αἰσχύνονται | et relinquent gentes idola sua, et venient in Jerusalem, et inhabitabunt in ea : | ወይእዜኒ፡ ወልድየ፡ ፃዕ፡ እነ፡ ነነዌ፡ እስመ፡ በግብር፡ ይከውን፡ ዘነበበ፡ ዮናስ፡ ነቢይ። | 如今孩子們,我吩咐你們:你們要誠心事奉天主,做祂所喜悅的事,也要教導你們的兒女行正義與仁慈,叫他們記念天主,時時誠心竭力讚美祂的名。如今,孩子,你要離開尼尼微,不可留在這裏。你埋葬了你母親、與我同葬以後,當天不可在這城境內過夜;因為我看見這城裏滿了不義,行了許多詭詐,人卻不知羞恥。 |
|---|
| 14:9 | σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα καὶ γίνου φιλελεήμων καὶ δίκαιος ἵνα σοι καλῶς ᾖ καὶ θάψον με καλῶς καὶ τὴν μητέρα σου μετ’ ἐμοῦ καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευη | et gaudebunt in ea omnes reges terræ, adorantes regem Israël. | ወአንተሰ፡ ዕቀብ፡ ሕገ፡ ወትእዛዘ፡ ወኩን፡ መሐሬ፡ ወአፍቅር፡ ጽድቀ፡ ከመ፡ ይኩን፡ ሠናየ፡ ላዕሌከ። | 你卻要遵守法律和誡命,要好施仁慈、為人正直,使你萬事順遂。你要好好埋葬我,把你母親與我同葬,此後不要再住在尼尼微。 |
|---|
| 14:10 | τέκνον ἰδὲ τί ἐποίησεν Αμαν Αχιαχάρῳ τῷ θρέψαντι αὐτόν ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ καὶ Αχιαχαρος μὲν ἐσώθη ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος Μανασσης ἐποίησεν ἐλεημοσύνην καὶ ἐσώθη ἐκ παγίδος θανάτου ἧς ἔπηξεν αὐτῷ Αμαν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο ἰδέ παιδίον ὅσα Ναδαβ ἐποίησεν Αχικάρῳ τῷ ἐκθρέψαντι αὐτόν οὐχὶ ζῶν κατηνέχθη εἰς τὴν γῆν καὶ ἀπέδωκεν ὁ θεὸς τὴν ἀτιμίαν κατὰ πρόσωπον αὐτοῦ καὶ ἐξῆλθεν εἰς τὸ φῶς Αχικαρος καὶ Ναδαβ εἰσῆλθεν εἰς τὸ σκότος τοῦ αἰῶνος ὅτι ἐζήτησεν ἀποκτεῖναι Αχικαρον ἐν τῷ ποιῆσαι ἐλεημοσύνην ἐξῆλθεν ἐκ τῆς παγίδος τοῦ θανάτου ἣν ἔπηξεν αὐτῷ Ναδαβ καὶ Ναδαβ ἔπεσεν εἰς τὴν παγίδα τοῦ θανάτου καὶ ἀπώλεσεν αὐτόν | Audite ergo, filii mei, patrem vestrum : servite Domino in veritate, et inquirite ut faciatis quæ placita sunt illi : | ወቅብረኒ፡ በሠናይ፡ ወለእምከኒ፡ ምስሌየ፡ ወኢትንበር፡ ውስተ፡ ነነዌ፡ ወልድየ፡ ወርኢ፡ ዘከመ፡ ገብረ፡ ሐማ፡ ላዕለ፡ አካኪሮስ፡ ወከመ፡ አብኦ፡ እምብርሃን፡ ውስተ፡ ጽልመት፡ ወእመ፡ ተፈድየ፡ በከመ፡ እከዩ፡ ወአካኪሮንሰ፡ ሕያው፡ ውእቱ፡ ወውእቱሰ፡ ተፈድየ፡ ፍዳሁ፡ ወለሊሁ፡ ወረደ፡ ውስተ፡ ጽልመት፡ ወምናሴ፡ ገብረ፡ ምጽዋተ፡ ወገብረ፡ ጽድቀ፡ ወድኅነ፡ እምነ፡ መቅሠፍተ፡ ሞት፡ እንተ፡ ሠርዑ፡ ላዕሌሁ፡ ወሐማሰ፡ ወድቀ፡ ውስተ፡ ይእቲ፡ መሥገርት፡ ወሞተ፡ ሞተ። | 孩子,你看納達布怎樣對待那撫養他的阿希加爾。他豈不是被活活打入地下嗎?天主使這恥辱當面臨到他身上。阿希加爾出來重見光明,納達布卻進入永遠的黑暗,因為他想殺害阿希加爾。阿希加爾因行了仁慈,便逃出納達布為他所設的死亡羅網;納達布反倒落在死亡的羅網裏,把自己毀滅了。 |
|---|
| 14:11 | καὶ νῦν παιδία ἴδετε τί ἐλεημοσύνη ποιεῖ καὶ τί δικαιοσύνη ῥύεται καὶ ταῦτα αὐτοῦ λέγοντος ἐξέλιπεν αὐτοῦ ἡ ψυχὴ ἐπὶ τῆς κλίνης ἦν δὲ ἐτῶν ἑκατὸν πεντήκοντα ὀκτώ καὶ ἔθαψεν αὐτὸν ἐνδόξως καὶ νῦν παιδία ἴδετε τί ποιεῖ ἐλεημοσύνη καὶ τί ποιεῖ ἀδικία ὅτι ἀποκτέννει καὶ ἰδοὺ ἡ ψυχή μου ἐκλείπει καὶ ἔθηκαν αὐτὸν ἐπὶ τὴν κλίνην καὶ ἀπέθανεν καὶ ἐτάφη ἐνδόξως | et filiis vestris mandate ut faciant justitias et eleemosynas, ut sint memores Dei, et benedicant eum in omni tempore in veritate, et in tota virtute sua. | ወይእዜኒ፡ ርኢ፡ ወልድየ፡ ከመ፡ ታድኅን፡ ምጽዋተ፡ ለእለ፡ ይገብርዋ፡ ወትፈሪ፡ ጽድቀ፡ ወከመዝ፡ ብሂሎ፡ ሞተ፡ ጦቢት፡ ወወጽአት፡ መንፈሱ፡ በዲበ፡ ዓራቱ፡ ምዕት፡ ወኃምሣ፡ ወሰመንቱ፡ ዓመት፡ ሎቱ፡ ወቀበርዎ፡ በክብር። | 如今孩子們,你們看施捨能成就甚麼,不義又怎樣使人喪亡。看,我的靈魂就要離去了。」於是他們把他放在牀上,他便去世了,並得以隆重安葬。 |
|---|
| 14:12 | καὶ ὅτε ἀπέθανεν Αννα ἔθαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ ἀπῆλθεν δὲ Τωβιας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ραγουηλ τὸν πενθερὸν αὐτοῦ καὶ ὅτε ἀπέθανεν ἡ μήτηρ αὐτοῦ ἔθαψεν αὐτὴν Τωβιας μετὰ τοῦ πατρὸς αὐτοῦ καὶ ἀπῆλθεν αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ εἰς Μηδίαν καὶ ᾤκησεν ἐν Ἐκβατάνοις μετὰ Ραγουήλου τοῦ πενθεροῦ αὐτοῦ | Nunc ergo filii, audite me, et nolite manere hic : sed quacumque die sepelieritis matrem vestram circa me in uno sepulchro, ex eo dirigite gressus vestros ut exeatis hinc : | ወአመ፡ ሞተት፡ ሐና፡ እሙ፡ ቀበራ፡ ጦብያ፡ ወልዱ፡ ምስለ፡ አቡሁ፡ ወሖረ፡ ጦብያ፡ ምስለ፡ ብእሲቱ፡ ወደቂቁ፡ ውስተ፡ ባጥና፡ ኀበ፡ ራጉኤል። | 他的母親死後,多俾亞把她與他父親同葬,然後他和妻子便往瑪待去,住在厄克巴塔納,與他岳父辣古耳同住。 |
|---|
| 14:13 | καὶ ἐγήρασεν ἐντίμως καὶ ἔθαψεν τοὺς πενθεροὺς αὐτοῦ ἐνδόξως καὶ ἐκληρονόμησεν τὴν οὐσίαν αὐτῶν καὶ Τωβιτ τοῦ πατρὸς αὐτοῦ καὶ ἐγηροβόσκησεν αὐτοὺς ἐντίμως καὶ ἔθαψεν αὐτοὺς ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ἐκληρονόμησεν τὴν οἰκίαν Ραγουήλου καὶ Τωβιθ τοῦ πατρὸς αὐτοῦ | video enim quia iniquitas ejus finem dabit ei. | ወረስዐ፡ ራጉኤል፡ ወእድና፡ ብእሲቱ፡ ወሞቱ፡ ወቀበሮሙ፡ ጦብያ፡ በክብር፡ ለሐማትሁ፡ ወተዋረሶሙ፡ ኵሎ፡ ንዋዮሙ፡ ወለጦቢትኒ፡ አቡሁ። | 他孝敬奉養他們,使他們安享尊榮的晚年,又把他們隆重地葬在瑪待的厄克巴塔納,並承受了辣古耳和他父親託彼特的家業。 |
|---|
| 14:14 | καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν εἴκοσι ἑπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν δέκα ἑπτὰ ἐνδόξως | Factum est autem post obitum matris suæ, Tobias abscessit ex Ninive cum uxore sua, et filiis, et filiorum filiis, et reversus est ad soceros suos : | ወሰምዐ፡ ጦብያ፡ ሙስናሃ፡ ለነነዌ፡ ዘእንበለ፡ ይሙት፡ በከመ፡ ነገሮ፡ አቡሁ፡ ወሰምዑ፡ ናቡከደነፆር፡ ወአስዊሮስ፡ ሙስናሃ፡ ለነነዌ፡ ወተፈሥሑ። | 他在一百一十七歲時光榮去世。 |
|---|
| 14:15 | καὶ ἤκουσεν πρὶν ἢ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευη ἣν ᾐχμαλώτισεν Ναβουχοδονοσορ καὶ Ασυηρος ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ Νινευη καὶ εἶδεν καὶ ἤκουσεν πρὸ τοῦ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευη καὶ εἶδεν τὴν αἰχμαλωσίαν αὐτῆς ἀγομένην εἰς Μηδίαν ἣν ᾐχμαλώτισεν Αχιαχαρος ὁ βασιλεὺς τῆς Μηδίας καὶ εὐλόγησεν τὸν θεὸν ἐν πᾶσιν οἷς ἐποίησεν ἐπὶ τοὺς υἱοὺς Νινευη καὶ Αθουριας ἐχάρη πρὶν τοῦ ἀποθανεῖν ἐπὶ Νινευη καὶ εὐλόγησεν κύριον τὸν θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων | invenitque eos incolumes in senectute bona : et curam eorum gessit, et ipse clausit oculos eorum : et omnem hæreditatem domus Raguelis ipse percepit : viditque quintam generationem, filios filiorum suorum. | ወሞተ፡ ጦብያ፡ በ፻ወ፳ወ | 他臨終前,看見並聽見了尼尼微的滅亡,又看見她的居民被擄往瑪待,就是瑪待王阿希加爾所擄去的。他便讚美天主,因祂向尼尼微子民所行的一切。他在死前因尼尼微的事而歡喜,並永永遠遠讚美主天主。 |
|---|