| 15:1 | σὺ δέ ὁ θεὸς ἡμῶν χρηστὸς καὶ ἀληθής μακρόθυμος καὶ ἐλέει διοικῶν τὰ πάντα | Tu autem, Deus noster, suavis et verus es, patiens, et in misericordia disponens omnia. | ወአንተሰ፡ አምላክነ፡ ኄር፡ ወየዋህ፡ ወፅጉሥ። | σὺ δέ ὁ θεὸς ἡμῶν χρηστὸς καὶ ἀληθής μακρόθυμος καὶ ἐλέει διοικῶν τὰ πάντα |
|---|
| 15:2 | καὶ γὰρ ἐὰν ἁμάρτωμεν σοί ἐσμεν εἰδότες σου τὸ κράτος οὐχ ἁμαρτησόμεθα δέ εἰδότες ὅτι σοὶ λελογίσμεθα | Etenim si peccaverimus, tui sumus, scientes magnitudinem tuam ; et si non peccaverimus, scimus quoniam apud te sumus computati. | ወበምሕረትከ፡ ትሠርዕ፡ ኵሎ፡ እስመ፡ እመ፡ አበስነ፡ ዚአከ፡ ንሕነ፡ እንዘ፡ ነአምር፡ ጽንዓከ፡ ወለእመ፡ ኢንኤብስ፡ ባሕቱ፡ እስመ፡ ነአምር፡ ኵሎ፡ ከመ፡ እሊአከ፡ ንሕነ። | καὶ γὰρ ἐὰν ἁμάρτωμεν σοί ἐσμεν εἰδότες σου τὸ κράτος οὐχ ἁμαρτησόμεθα δέ εἰδότες ὅτι σοὶ λελογίσμεθα |
|---|
| 15:3 | τὸ γὰρ ἐπίστασθαί σε ὁλόκληρος δικαιοσύνη καὶ εἰδέναι σου τὸ κράτος ῥίζα ἀθανασίας | Nosse enim te, consummata justitia est ; et scire justitiam et virtutem tuam, radix est immortalitatis. | እስመ፡ አእምሮትከ፡ ፍጽምት፡ ጽድቅ፡ ይእቲ፡ ወአእምሮተ፡ ጽንዕከ፡ ሥርወ፡ ኢ፡ መዊት። | τὸ γὰρ ἐπίστασθαί σε ὁλόκληρος δικαιοσύνη καὶ εἰδέναι σου τὸ κράτος ῥίζα ἀθανασίας |
|---|
| 15:4 | οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνθρώπων κακότεχνος ἐπίνοια οὐδὲ σκιαγράφων πόνος ἄκαρπος εἶδος σπιλωθὲν χρώμασιν διηλλαγμένοις | Non enim in errorem induxit nos hominum malæ artis excogitatio, nec umbra picturæ labor sine fructu, effigies sculpta per varios colores : | እስመ፡ ኢያስሕተነ፡ ሕሊና፡ አኩይ፡ ከነ፡ ሰብእ፡ ወኢፃማ፡ ሠርጒ፡ ዘኢይፈሪ፡ በቊዔተ፡ አው፡ ግብረ፡ እድ፡ ዘበተሤርዮ፡ ይትዌለጥ፡ ኅብሮሙ፡ ዘራእዮሙ፡ ይስሕቦ፡ ለዓብድ፡ ውስተ፡ ፍትወቶሙ፡ ይምጻእ፡ ያፍቅር፡ ባሕቱ፡ አምሳለ፡ ምውት፡ ዘእንበለ፡ ነፍስ፡ ወኢነሶሳው። | οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνθρώπων κακότεχνος ἐπίνοια οὐδὲ σκιαγράφων πόνος ἄκαρπος εἶδος σπιλωθὲν χρώμασιν διηλλαγμένοις |
|---|
| 15:5 | ὧν ὄψις ἄφροσιν εἰς ὄρεξιν ἔρχεται ποθεῖ τε νεκρᾶς εἰκόνος εἶδος ἄπνουν | cujus aspectus insensato dat concupiscentiam, et diligit mortuæ imaginis effigiem sine anima. | ፈታውያነ፡ እከይ፡ እሙንቱ፡ ይደልዎሙ፡ ዘከመዝ፡ ተስፋ፡ ለእለ፡ ይገብርዎሙኒ፡ ወለእለ፡ ያፈቅርዎሙኒ፡ ወለእለ፡ ያመልክዎሙኒ። | ὧν ὄψις ἄφροσιν εἰς ὄρεξιν ἔρχεται ποθεῖ τε νεκρᾶς εἰκόνος εἶδος ἄπνουν |
|---|
| 15:6 | κακῶν ἐρασταὶ ἄξιοί τε τοιούτων ἐλπίδων καὶ οἱ δρῶντες καὶ οἱ ποθοῦντες καὶ οἱ σεβόμενοι | Malorum amatores digni sunt qui spem habeant in talibus, et qui faciunt illos, et qui diligunt, et qui colunt. | እስመ፡ ለባሐዊኒ፡ አመ፡ ሎሰ፡ ዕቡረ፡ ልምሉመ፡ ይገብር፡ ዘዘዚአሁ፡ ዘይደሉ፡ ለመልእክተ፡ ኵሉ፡ ለለ፡ አሐዱ፡ አሐዱ፡ እምኔነ። | κακῶν ἐρασταὶ ἄξιοί τε τοιούτων ἐλπίδων καὶ οἱ δρῶντες καὶ οἱ ποθοῦντες καὶ οἱ σεβόμενοι |
|---|
| 15:7 | καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν θλίβων ἐπίμοχθον πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἓν ἕκαστον ἀλλ’ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο τά τε τῶν καθαρῶν ἔργων δοῦλα σκεύη τά τε ἐναντία πάντα ὁμοίως τούτων δὲ ἑτέρου τίς ἑκάστου ἐστὶν ἡ χρῆσις κριτὴς ὁ πηλουργός | Sed et figulus mollem terram premens, laboriose fingit ad usus nostros unumquodque vas ; et de eodem luto fingit quæ munda sunt in usum vasa, et similiter quæ his sunt contraria : horum autem vasorum quis sit usus, judex est figulus. | ወባሕቱ፡ እምውእቱ፡ ዕቡር፡ ንዋያተ፡ ይገብር፡ ለመልእክተ፡ ምግባራት፡ ንጹሐት፡ ወለካልአትሂ፡ ምግባራት፡ ከማሆሙ፡ አምሳለ፡ እልክቱ፡ ይገብር። | καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν θλίβων ἐπίμοχθον πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἓν ἕκαστον ἀλλ’ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο τά τε τῶν καθαρῶν ἔργων δοῦλα σκεύη τά τε ἐναντία πάντα ὁμοίως τούτων δὲ ἑτέρου τίς ἑκάστου ἐστὶν ἡ χρῆσις κριτὴς ὁ πηλουργός |
|---|
| 15:8 | καὶ κακόμοχθος θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ ὃς πρὸ μικροῦ ἐκ γῆς γενηθεὶς μετ’ ὀλίγον πορεύεται ἐξ ἧς ἐλήμφθη τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς χρέος | Et cum labore vano deum fingit de eodem luto ille qui paulo ante de terra factus fuerat, et post pusillum reducit se unde acceptus est, repetitus animæ debitum quam habebat. | ወተግባሮሙሰ፡ ለእሉ፡ ኵሎሙ፡ ለዘዘዚአሁ፡ መፍቅድ፡ ወፈታሒ፡ መኰንን፡ ገባሬ፡ ዕቡር፡ ውእቱ። | καὶ κακόμοχθος θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ ὃς πρὸ μικροῦ ἐκ γῆς γενηθεὶς μετ’ ὀλίγον πορεύεται ἐξ ἧς ἐλήμφθη τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς χρέος |
|---|
| 15:9 | ἀλλ’ ἔστιν αὐτῷ φροντὶς οὐχ ὅτι μέλλει κάμνειν οὐδ’ ὅτι βραχυτελῆ βίον ἔχει ἀλλ’ ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις χαλκοπλάστας τε μιμεῖται καὶ δόξαν ἡγεῖται ὅτι κίβδηλα πλάσσει | Sed cura est illi non quia laboraturus est, nec quoniam brevis illi vita est : sed concertatur aurificibus et argentariis ; sed et ærarios imitatur, et gloriam præfert, quoniam res supervacuas fingit. | ወዘይፃሙሂ፡ ለእከይ፡ ይልሕኵ፡ እምውስተ፡ ውእቱ፡ ዕቡር፡ ከንቶ፡ አምላከ። | ἀλλ’ ἔστιν αὐτῷ φροντὶς οὐχ ὅτι μέλλει κάμνειν οὐδ’ ὅτι βραχυτελῆ βίον ἔχει ἀλλ’ ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις χαλκοπλάστας τε μιμεῖται καὶ δόξαν ἡγεῖται ὅτι κίβδηλα πλάσσει |
|---|
| 15:10 | σποδὸς ἡ καρδία αὐτοῦ καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ πηλοῦ τε ἀτιμότερος ὁ βίος αὐτοῦ | Cinis est enim cor ejus, et terra supervacua spes illius, et luto vilior vita ejus : | ወዝንቱ፡ እምቅድመ፡ ንስቲት፡ መዋዕል፡ ተገብረ፡ እምድር፡ ወእምድኅረ፡ ንስቲት፡ መዋዕል፡ ሀለዎ፡ ይግባእ፡ ውስተ፡ እንተ፡ ወፅአ፡ እምኔሃ። | σποδὸς ἡ καρδία αὐτοῦ καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ πηλοῦ τε ἀτιμότερος ὁ βίος αὐτοῦ |
|---|
| 15:11 | ὅτι ἠγνόησεν τὸν πλάσαντα αὐτὸν καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν καὶ ἐμφυσήσαντα πνεῦμα ζωτικόν | quoniam ignoravit qui se finxit, et qui inspiravit illi animam quæ operatur, et qui insufflavit ei spiritum vitalem. | ወይትኃሠሥዎ፡ በእንተ፡ ኵነኔ፡ ነፍሱ፡ ወባሕቱ፡ ፃሕቅሰ፡ ዘኀቤሁ፡ አኮ፡ ኢያእሚሮ፡ እስመ፡ ሀለዎ፡ ይፃሙ፡ ወይድክም። | ὅτι ἠγνόησεν τὸν πλάσαντα αὐτὸν καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν καὶ ἐμφυσήσαντα πνεῦμα ζωτικόν |
|---|
| 15:12 | ἀλλ’ ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν καὶ τὸν βίον πανηγυρισμὸν ἐπικερδῆ δεῖν γάρ φησιν ὅθεν δή κἂν ἐκ κακοῦ πορίζειν | Sed et æstimaverunt ludum esse vitam nostram, et conversationem vitæ compositam ad lucrum, et oportere undecumque etiam ex malo acquirere. | ወኢሀልዎተ፡ ንብረቱ፡ ንስቲት፡ አላ፡ ከመ፡ ይትቃሐዎሙ፡ ለነሀብተ፡ ብሩር፡ ወወርቅ፡ ወይትማሰሎሙ፡ ለገባርያነ፡ ብርት፡ ወገቢሮ፡ ኅሡረ፡ ይጼግዎ፡ ክብረ። | ἀλλ’ ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν καὶ τὸν βίον πανηγυρισμὸν ἐπικερδῆ δεῖν γάρ φησιν ὅθεν δή κἂν ἐκ κακοῦ πορίζειν |
|---|
| 15:13 | οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει ὕλης γεώδους εὔθραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν | Hic enim scit se super omnes delinquere, qui ex terræ materia fragilia vasa et sculptilia fingit. | ሐመድ፡ ልቡ፡ ወእመሬት፡ የኀሥር፡ ተስፋሁ፡ ወእምዕቡር፡ ይትሜነን፡ ፈድፋደ፡ ንብረቱ። | οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει ὕλης γεώδους εὔθραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν |
|---|
| 15:14 | πάντες δὲ ἀφρονέστατοι καὶ τάλανες ὑπὲρ ψυχὴν νηπίου οἱ ἐχθροὶ τοῦ λαοῦ σου καταδυναστεύσαντες αὐτόν | Omnes enim insipientes, et infelices supra modum animæ superbi, sunt inimici populi tui, et imperantes illi : | እስመ፡ ኢየአምር፡ ለዘገብሮ፡ ወአስተንፈሰ፡ ቦቱ፡ ነፍሰ፡ እንተ፡ ታሠልጥ፡ ወነፍሐ፡ ውስቴቱ፡ መንፈሰ፡ ሕይወት፡ ሠናይተ። | πάντες δὲ ἀφρονέστατοι καὶ τάλανες ὑπὲρ ψυχὴν νηπίου οἱ ἐχθροὶ τοῦ λαοῦ σου καταδυναστεύσαντες αὐτόν |
|---|
| 15:15 | ὅτι καὶ πάντα τὰ εἴδωλα τῶν ἐθνῶν ἐλογίσαντο θεούς οἷς οὔτε ὀμμάτων χρῆσις εἰς ὅρασιν οὔτε ῥῖνες εἰς συνολκὴν ἀέρος οὔτε ὦτα ἀκούειν οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάφησιν καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν | quoniam omnia idola nationum deos æstimaverunt, quibus neque oculorum usus est ad videndum, neque nares ad percipiendum spiritum, neque aures ad audiendum, neque digiti manuum ad tractandum, sed et pedes eorum pigri ad ambulandum. | ወባሕቱ፡ እስመ፡ እሙንቱሂ፡ ሐለዩ፡ ሕይወተነ፡ ተውኔተ፡ ወሥላቀ፡ ወንብረተነ፡ ትምምርተ፡ ለረባኅ፡ እስመ፡ ውእቱ፡ ይቤ፡ የዓፅበኒ፡ እስመ፡ ኃጣእኩ፡ ወእምዝ፡ ይረብኅ፡ ወያጠሪ፡ እከየ። | ὅτι καὶ πάντα τὰ εἴδωλα τῶν ἐθνῶν ἐλογίσαντο θεούς οἷς οὔτε ὀμμάτων χρῆσις εἰς ὅρασιν οὔτε ῥῖνες εἰς συνολκὴν ἀέρος οὔτε ὦτα ἀκούειν οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάφησιν καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν |
|---|
| 15:16 | ἄνθρωπος γὰρ ἐποίησεν αὐτούς καὶ τὸ πνεῦμα δεδανεισμένος ἔπλασεν αὐτούς οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνθρωπος ἰσχύει πλάσαι θεόν | Homo enim fecit illos ; et qui spiritum mutuatus est, is finxit illos. Nemo enim sibi similem homo poterit deum fingere. | ወናሁ፡ ተዓውቀ፡ ከመ፡ ዝንቱ፡ ይኤብስ፡ ፈድፋደ፡ እምኵሉ፡ እስመ፡ ገብረ፡ ጣዖተ፡ ዘግልፎ፡ እምዘ፡ ያስተርኢ፡ ውስተ፡ ምድር፡ ዘይማስን፡ ወይጠፍእ፡ ፍጡነ። | ἄνθρωπος γὰρ ἐποίησεν αὐτούς καὶ τὸ πνεῦμα δεδανεισμένος ἔπλασεν αὐτούς οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνθρωπος ἰσχύει πλάσαι θεόν |
|---|
| 15:17 | θνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις κρείττων γάρ ἐστιν τῶν σεβασμάτων αὐτοῦ ὧν αὐτὸς μὲν ἔζησεν ἐκεῖνα δὲ οὐδέποτε | Cum enim sit mortalis, mortuum fingit manibus iniquis. Melior enim est ipse his quos colit, quia ipse quidem vixit, cum esset mortalis, illi autem numquam. | ወኵሎሙ፡ ዐብዳን፡ ወኅርቱማን፡ አሙንቱ፡ ወኵሎሙ፡ ሙታን፡ እምሕዝብ፡ ፂዉዋን፡ ወእሱራን፡ ቦቱ፡ ያፈደፍዱ፡ ዕበደ፡ አምነፍሰ፡ ሕፃናት። | θνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις κρείττων γάρ ἐστιν τῶν σεβασμάτων αὐτοῦ ὧν αὐτὸς μὲν ἔζησεν ἐκεῖνα δὲ οὐδέποτε |
|---|
| 15:18 | καὶ τὰ ζῷα δὲ τὰ ἔχθιστα σέβονται ἀνοίᾳ γὰρ συγκρινόμενα τῶν ἄλλων ἐστὶ χείρονα | Sed et animalia miserrima colunt ; insensata enim comparata his, illis sunt deteriora. | እስመ፡ እሙንቱ፡ ሐለዩ፡ ወረሰዩ፡ ጣዖተ፡ አሕዛብ፡ አማልክተ፡ እለ፡ ኢይትከሀሎሙ፡ ተገብሮ፡ በኣዕይንቲሆሙ፡ ውስተ፡ ርእይ፡ ወኢአንፎሙ፡ ለአፄንዎ፡ ነፋስ፡ ወኢዕዝኖሙ፡ ለሰሚዕ፡ ወኢ፡ አፃብዐ፡ እደዊሆሙ፡ ለገሢሥ፡ ወኢ፡ አእጋሪሆሙ፡ ጽሩዓት፡ እምነሶሳው። | καὶ τὰ ζῷα δὲ τὰ ἔχθιστα σέβονται ἀνοίᾳ γὰρ συγκρινόμενα τῶν ἄλλων ἐστὶ χείρονα |
|---|
| 15:19 | οὐδ’ ὅσον ἐπιποθῆσαι ὡς ἐν ζῴων ὄψει καλὰ τυγχάνει ἐκπέφευγεν δὲ καὶ τὸν τοῦ θεοῦ ἔπαινον καὶ τὴν εὐλογίαν αὐτοῦ | Sed nec aspectu aliquis ex his animalibus bona potest conspicere : effugerunt autem Dei laudem et benedictionem ejus. | እስመ፡ ብእሲ፡ ገብሮሙ፡ ወመንፈስ፡ ዘተከፍለ፡ ለሐኮሙ፡ እስመ፡ ኢይትከሀሎ፡ ለሰብእ፡ ይግበር፡ አምላከ፡ አምሳሊሁ። | οὐδ’ ὅσον ἐπιποθῆσαι ὡς ἐν ζῴων ὄψει καλὰ τυγχάνει ἐκπέφευγεν δὲ καὶ τὸν τοῦ θεοῦ ἔπαινον καὶ τὴν εὐλογίαν αὐτοῦ |
|---|