EnglishVerbum › 原文閱讀 › 厄斯德拉一書 · 🔍 搜尋
厄斯德拉一書 第 8 章
希臘文原文.92 節.此語言尚無詞彙資料
📖 這一章另有 2 種原文 ——
並排對照(七十士譯本、武加大譯本)
8:1
καὶ μεταγενέστερος τούτων βασιλεύοντος Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως προσέβη Εσδρας Σαραιου τοῦ Εζεριου τοῦ Χελκιου τοῦ Σαλημου
這些事之後,到波斯王亞達薛西在位的時候,有以斯拉上來。他是西萊雅的兒子,西萊雅是亞撒利雅的兒子,亞撒利雅是希勒家的兒子,希勒家是沙龍的兒子,
And after these things, when Artaxerxes the king of the Persians reigned, came Ezdras the son of Azaraias, the son of Zechrias, the son of Helkias, the son of Salem,
8:2
τοῦ Σαδδουκου τοῦ Αχιτωβ τοῦ Αμαριου τοῦ Οζιου τοῦ Βοκκα τοῦ Αβισουε τοῦ Φινεες τοῦ Ελεαζαρ τοῦ Ααρων τοῦ πρώτου ἱερέως
沙龍是撒督的兒子,撒督是亞希突的兒子,亞希突是亞瑪利雅的兒子,亞瑪利雅是烏西雅的兒子,烏西雅是布基的兒子,布基是亞比書的兒子,亞比書是非尼哈的兒子,非尼哈是以利亞撒的兒子,以利亞撒是首任大祭司亞倫的兒子。
the son of Sadduk, the son of Ahitob, the son of Amarias, the son of Ozias, the son of Memeroth, the son of Zaraias, the son of Savias, the son of Boccas, the son of Abisne, the son of Phinees, the son of Eleazar, the son of Aaron, the chief priest.
8:3
οὗτος Εσδρας ἀνέβη ἐκ Βαβυλῶνος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τῷ Μωυσέως νόμῳ τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ θεοῦ τοῦ Ισραηλ
這以斯拉從巴比倫上來,他是個敏捷的文士,精通以色列的神所頒的摩西律法。
This Esdras went up from Babylon, as being a ready scribe in the law of Moses, that was given by the God of Israel.
8:4
καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν εὑρόντος χάριν ἐναντίον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ
王因他在自己面前蒙恩,便在一切尊榮上厚待他。
And the king did him honor: for he found grace in hid sight in all his requests.
8:5
καὶ συνανέβησαν ἐκ τῶν υἱῶν Ισραηλ καὶ τῶν ἱερέων καὶ Λευιτῶν καὶ ἱεροψαλτῶν καὶ θυρωρῶν καὶ ἱεροδούλων εἰς Ιεροσόλυμα ἔτους ἑβδόμου βασιλεύοντος Ἀρταξέρξου ἐν τῷ πέμπτῳ μηνί οὗτος ἐνιαυτὸς ἕβδομος τῷ βασιλεῖ
在亞達薛西在位第七年五月,有以色列子孫、祭司、利未人、歌唱者、守門的和殿役一同上耶路撒冷去;這是王在位的第七年。
There went up with him also certain of the children of Israel, and of the priests, and Levites, and holy singers, and gatekeepers, and temple servants, to Jerusalem,
8:6
ἐξελθόντες γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς ἐν τῇ νουμηνίᾳ τοῦ πέμπτου μηνὸς παρεγένοντο εἰς Ιεροσόλυμα κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ κυρίου ἐπ’ αὐτῷ
他們在正月月朔從巴比倫出發,到五月月朔便抵達耶路撒冷,這是照主所賜給他的順利平安的旅程。
in the seventh year of the reign of Artaxerxes, in the fifth month, this was the king’s seventh year; for they went from Babylon on the new moon of the first month, and came to Jerusalem, according to the prosperous journey which the Lord gave them for his sake.
8:7
ὁ γὰρ Εσδρας πολλὴν ἐπιστήμην περιεῖχεν εἰς τὸ μηδὲν παραλιπεῖν τῶν ἐκ τοῦ νόμου κυρίου καὶ ἐκ τῶν ἐντολῶν διδάξαι τὸν πάντα Ισραηλ πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα
原來以斯拉滿有學問,毫不忽略主律法和誡命中的事,又把一切典章律例教導全以色列。
For Esdras had very great skill, so that he omitted nothing of the law and commandments of the Lord, but taught all Israel the ordinances and judgments.
8:8
προσπεσόντος δὲ τοῦ γραφέντος προστάγματος παρὰ Ἀρταξέρξου τοῦ βασιλέως πρὸς Εσδραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου κυρίου οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον
亞達薛西王頒給祭司、誦讀主律法者以斯拉的詔書傳到,抄本如下:
Now the commission, which was written from Artaxerxes the king, came to Esdras the priest and reader of the law of the Lord, whereof this that follows is a copy;
8:9
βασιλεὺς Ἀρταξέρξης Εσδρα τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου κυρίου χαίρειν
「亞達薛西王向祭司、誦讀主律法者以斯拉問安。
King Artaxerxes to Esdras the priest and reader of the law of the Lord, greeting:
8:10
καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν Ιουδαίων αἱρετίζοντας καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν δὲ ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ συμπορεύεσθαί σοι εἰς Ιερουσαλημ
我本著仁慈之心已下令:凡我國中屬猶大民族的人,並祭司、利未人,凡有意願的,都可與你一同上耶路撒冷去。
Having determined to deal graciously, I have given order, that such of the nation of the Jews, and of the priests and Levites, and of those within our realm, as are willing and desirous, should go with you to Jerusalem.
8:11
ὅσοι οὖν ἐνθυμοῦνται συνεξορμάτωσαν καθάπερ δέδοκται ἐμοί τε καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς
所以凡有此心願的人,都可一同起程,這是我和我七位謀士所決定的,
As many therefore as have a mind thereto, let them depart with you, as it has seemed good both to me and my seven friends the counselors;
8:12
ὅπως ἐπισκέψωνται τὰ κατὰ τὴν Ιουδαίαν καὶ Ιερουσαλημ ἀκολούθως ᾧ ἔχει ἐν τῷ νόμῳ τοῦ κυρίου
好叫他們照主律法所載的,去查察猶大和耶路撒冷的情況,
that they may look to the affairs of Judea and Jerusalem, agreeably to that which is in the law of the Lord,
8:13
καὶ ἀπενεγκεῖν δῶρα τῷ κυρίῳ τοῦ Ισραηλ ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι εἰς Ιερουσαλημ καὶ πᾶν χρυσίον καὶ ἀργύριον ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας τῷ κυρίῳ εἰς Ιερουσαλημ σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ κυρίου αὐτῶν τὸ ἐν Ιερουσαλημ
並把我和眾友人所許願獻給以色列之主的禮物帶到耶路撒冷,又把巴比倫地所得的一切金銀帶往耶路撒冷獻給主,連同那民族所奉獻給耶路撒冷他們主聖殿的禮物,
and carry the gifts to the Lord of Israel to Jerusalem, which I and my friends have vowed; and that all the gold and silver that can be found in the country of Babylonia for the Lord in Jerusalem,
8:14
συναχθῆναι τό τε χρυσίον καὶ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ τὰ τούτοις ἀκόλουθα
用這金銀購買公牛、公綿羊、羊羔,並隨同這些的祭物,
with that also which is given of the people for the temple of the Lord their God that is at Jerusalem, be collected: even the gold and silver for bullocks, rams, and lambs, and things thereto appertaining;
8:15
ὥστε προσενεγκεῖν θυσίας ἐπὶ τὸ θυσιαστήριον τοῦ κυρίου αὐτῶν τὸ ἐν Ιερουσαλημ
好獻祭在耶路撒冷他們主的祭壇上。
to the end that they may offer sacrifices to the Lord upon the altar of the Lord their God, which is in Jerusalem.
8:16
καὶ πάντα ὅσα ἂν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ θεοῦ σου
凡你和你弟兄願意用金銀辦理的事,都可照你神的旨意去行。
And whatever you and your kindred are minded to do with gold and silver, that perform, according to the will of your God.
8:17
καὶ τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου τοῦ ἐν Ιερουσαλημ
主的聖器是賜給你的,供你神在耶路撒冷聖殿之用。
And the holy vessels of the Lord, which are given you for the use of the temple of your God, which is in Jerusalem:
8:18
καὶ τὰ λοιπά ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου
此外凡你神聖殿所需用的,你都可從王的庫房中支取。
and whatever thing else you shall remember for the use of the temple of your God, you shall give it out of the king’s treasury.
8:19
κἀγὼ δὲ Ἀρταξέρξης ὁ βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης ἵνα ὅσα ἂν ἀποστείλῃ Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ θεοῦ τοῦ ὑψίστου ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατόν
我亞達薛西王又下令給敘利亞和腓尼基的庫官:凡祭司、誦讀至高神律法者以斯拉所要的,都要謹慎供給他,直到銀子一百他連得,
And I king Artaxerxes have also commanded the keepers of the treasures in Syria and Phoenicia, that whatever Esdras the priest and reader of the law of the Most High God shall send for, they should give it him with all diligence,
8:20
ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ οἴνου μετρητῶν ἑκατὸν καὶ ἅλα ἐκ πλήθους
照樣供給麥子一百歌珥、酒一百罷特、鹽不計其數。
to the sum of a hundred talents of silver, likewise also of wheat even to a hundred measures, and a hundred firkins of wine, and salt in abundance.
8:21
πάντα τὰ κατὰ τὸν τοῦ θεοῦ νόμον ἐπιτελεσθήτω ἐπιμελῶς τῷ θεῷ τῷ ὑψίστῳ ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν
凡照神律法所定的,都要謹慎地為至高的神成就,免得有忿怒臨到王和王子們的國。
Let all things be performed after the law of God diligently to the most high God, that wrath come not upon the kingdom of the king and his sons.
8:22
καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου μηδεμία φορολογία μηδὲ ἄλλη ἐπιβολὴ γίγνηται καὶ ἐξουσίαν μηδένα ἔχειν ἐπιβαλεῖν τι τούτοις
我又曉諭你們:對一切祭司、利未人、歌唱者、守門的、殿役,以及這聖殿的辦事人員,不可徵收貢稅或其他賦稅,無人有權向他們強加任何負擔。
I command you also, that no tax, nor any other imposition, be laid upon any of the priests, or Levites, or holy singers, or gatekeepers, or temple servants, or any that have employment in this temple, and that no man have authority to impose anything upon them.
8:23
καὶ σύ Εσδρα κατὰ τὴν σοφίαν τοῦ θεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς ὅπως δικάζωσιν ἐν ὅλῃ Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ θεοῦ σου καὶ τοὺς μὴ ἐπισταμένους δὲ διδάξεις
以斯拉啊,你要照你神所賜的智慧,設立審判官和司法官,使他們在全敘利亞和腓尼基審理一切認識你神律法的人;那不認識的,你也要教導他們。
And you, Esdras, according to the wisdom of God ordain judges and justices, that they may judge in all Syria and Phoenicia all those that know the law of your God; and those that know it not you shall teach.
8:24
καὶ πάντες ὅσοι ἐὰν παραβαίνωσι τὸν νόμον τοῦ θεοῦ σου καὶ τὸν βασιλικόν ἐπιμελῶς κολασθήσονται ἐάν τε καὶ θανάτῳ ἐάν τε καὶ τιμωρίᾳ ἢ ἀργυρικῇ ζημίᾳ ἢ ἀπαγωγῇ
凡違揹你神律法和王命的,都要謹慎地受懲治,或處死,或刑罰,或罰銀,或拘禁。」
And whoever shall transgress the law of your God, and of the king, shall be punished diligently, whether it be by death, or other punishment, by penalty of money, or by imprisonment.
8:25
εὐλογητὸς μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν τοῦ βασιλέως δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ιερουσαλημ
惟獨那把這意念放在王心裡、要榮耀祂在耶路撒冷之殿的主,是當受稱頌的!
Then said Esdras the scribe, Blessed be the only Lord, the God of my fathers, who has put these things into the heart of the king, to glorify his house that is in Jerusalem:
8:26
καὶ ἐμὲ ἐτίμησεν ἔναντι τοῦ βασιλέως καὶ τῶν συμβουλευόντων καὶ πάντων τῶν φίλων καὶ μεγιστάνων αὐτοῦ
祂又使我在王和謀士,以及王一切朋友貴胄面前得著尊榮。
and has honored me in the sight of the king, and his counselors, and all his friends and nobles.
8:27
καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλημψιν κυρίου τοῦ θεοῦ μου καὶ συνήγαγον ἐκ τοῦ Ισραηλ ἄνδρας ὥστε συναναβῆναί μοι
我便因主我神的扶助而壯了膽,從以色列中招聚了一些人與我一同上去。
Therefore was I encouraged by the help of the Lord my God, and gathered together out of Israel men to go up with me.
8:28
καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας οἱ ἀναβάντες μετ’ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως
以下就是在亞達薛西王在位之時,按宗族班次與我一同從巴比倫上來的首領:
And these are the chief according to their families and the several divisions thereof, that went up with me from Babylon in the reign of king Artaxerxes:
8:29
ἐκ τῶν υἱῶν Φινεες Γαρσομος ἐκ τῶν υἱῶν Ιεταμαρου Γαμηλος ἐκ τῶν υἱῶν Δαυιδ Αττους ὁ Σεχενιου
非尼哈的子孫中有迦珊;以他瑪的子孫中有迦篾;大衛的子孫中有示迦尼之子哈突;
of the sons of Phinees, Gerson: of the sons of Ithamar, Gamael: of the sons of David, Attus the son of Sechenias:
8:30
ἐκ τῶν υἱῶν Φορος Ζαχαριας καὶ μετ’ αὐτοῦ ἀπὸ γραφῆς ἄνδρες ἑκατὸν πεντήκοντα
巴錄的子孫中有撒迦利亞,同他按家譜登記的男丁共一百五十名;
of the sons of Phoros, Zacharais; and with him were counted a hundred and fifty men:
8:31
ἐκ τῶν υἱῶν Φααθμωαβ Ελιαωνιας Ζαραιου καὶ μετ’ αὐτοῦ ἄνδρες διακόσιοι
巴哈摩押的子孫中有撒拉雅之子以利約乃,同他的男丁共二百名;
of the sons of Phaath Moab, Eliaonias the son of Zaraias, and with him two hundred men:
8:32
ἐκ τῶν υἱῶν Ζαθοης Σεχενιας Ιεζηλου καὶ μετ’ αὐτοῦ ἄνδρες τριακόσιοι ἐκ τῶν υἱῶν Αδινου Βην‐Ιωναθου καὶ μετ’ αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα
薩土的子孫中有耶哈悉之子示迦尼,同他的男丁共三百名;亞丁的子孫中有約拿單之子便,同他的男丁共二百五十名;
of the sons of Zathoes, Sechenias the son of Jezelus, and with him three hundred men: of the sons ofAdin, Obeth the son of Jonathan, and with him two hundred and fifty men:
8:33
ἐκ τῶν υἱῶν Ηλαμ Ιεσιας Γοθολιου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑβδομήκοντα
以攔的子孫中有歌他利雅之子耶西雅,同他的男丁共七十名;
of the sons of Elam, Jesias son of Athaliah. Gotholias, and with him seventy men:
8:34
ἐκ τῶν υἱῶν Σαφατιου Ζαραιας Μιχαηλου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑβδομήκοντα
示法提雅的子孫中有米迦勒之子撒拉雅,同他的男丁共七十名;
of the sons of Saphatias, Zebadiah. Zaraias son of Michael, and with him threescore and ten men:
8:35
ἐκ τῶν υἱῶν Ιωαβ Αβαδιας Ιεζηλου καὶ μετ’ αὐτοῦ ἄνδρες διακόσιοι δέκα δύο
約押的子孫中有耶哈悉之子俄巴底亞,同他的男丁共二百一十二名;
of the sons of Joab, Obadiah. Abadias son of Jehiel. Jezelus, and with him two hundred and twelve men:
8:36
ἐκ τῶν υἱῶν Βανι Ασσαλιμωθ Ιωσαφιου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑκατὸν ἑξήκοντα
巴尼的子孫中有約薩斐之子亞薩利末,同他的男丁共一百六十名;
of the sons of Banias, Salimoth son of Josaphias, and with him a hundred and threescore men:
8:37
ἐκ τῶν υἱῶν Βαβι Ζαχαριας Βηβαι καὶ μετ’ αὐτοῦ ἄνδρες εἴκοσι ὀκτώ
巴拜的子孫中有比拜之子撒迦利亞,同他的男丁共二十八名;
of the sons of Babi, Zacharias son of Bebai, and with him twenty and eight men:
8:38
ἐκ τῶν υἱῶν Ασγαθ Ιωανης Ακαταν καὶ μετ’ αὐτοῦ ἄνδρες ἑκατὸν δέκα
亞斯甲的子孫中有哈加坦之子約哈難,同他的男丁共一百一十名;
of the sons of Azgad. Astath, Joannes son of Hakkatan Akatan, and with him a hundred and ten men:
8:39
ἐκ τῶν υἱῶν Αδωνικαμ οἱ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν Ελιφαλατος Ιεουηλ καὶ Σαμαιας καὶ μετ’ αὐτῶν ἄνδρες ἑβδομήκοντα
亞多尼乾的子孫中是末後的,他們的名字是以利法列、耶烏利、示瑪雅,同他們的男丁共七十名;
of the sons of Adonikam, the last, and these are the names of them, Eliphalat, Jeuel, and Shemaiah. Samaias, and with them seventy men:
8:40
ἐκ τῶν υἱῶν Βαγο Ουθι ὁ τοῦ Ισταλκουρου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑβδομήκοντα
比革瓦伊的子孫中有伊斯他古魯之子烏太,同他的男丁共七十名。
of the sons of Bigvai. Bago, Uthi the son of Istalcurus, and with him seventy men.
8:41
καὶ συνήγαγον αὐτοὺς ἐπὶ τὸν λεγόμενον Θεραν ποταμόν καὶ παρενεβάλομεν αὐτόθι ἡμέρας τρεῖς καὶ κατέμαθον αὐτούς
我把他們招聚到那名叫亞哈瓦的河邊,在那裡安營三天,察看了他們。
And I gathered them together to the river called Theras; and there we pitched our tents three days, and I surveyed them.
8:42
καὶ ἐκ τῶν υἱῶν τῶν ἱερέων καὶ ἐκ τῶν Λευιτῶν οὐχ εὑρὼν ἐκεῖ
我在他們中間查不出祭司和利未人的子孫,
But when I had found there none of the priests and Levites,
8:43
ἀπέστειλα πρὸς Ελεαζαρον καὶ Ιδουηλον καὶ Μαασμαν καὶ Ελναταν καὶ Σαμαιαν καὶ Ιωριβον Ναθαν Ενναταν Ζαχαριαν καὶ Μεσολαμον τοὺς ἡγουμένους καὶ ἐπιστήμονας
便差派那些首領和有見識的人,就是以利亞撒、易底業、瑪斯曼、伊勒拿單、示瑪雅、約立、拿單、以拿單、撒迦利亞和米書蘭,
then sent I to Eleazar, and Ariel Iduel, and Maasmas,
8:44
καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Αδδαιον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ τοῦ γαζοφυλακίου
吩咐他們去見那管理庫房之地的首領易多,
and Elnathan, and Samaias, and Jarib Joribus, Nathan, Ennatan, Zacharias, and Mosollamus, principal men and men of understanding.
8:45
ἐντειλάμενος αὐτοῖς διαλεγῆναι Αδδαιω καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσοντας ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν
囑咐他們與易多和他的弟兄,以及那地的庫官商議,給我們差派人來,好在我們主的殿裡供祭司的職分。
And I bade those who they should go to Iddo Loddeus the captain, who was in the place of Casiphia, the treasury:
8:46
καὶ ἤγαγον ἡμῖν κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν ἄνδρας ἐπιστήμονας τῶν υἱῶν Μοολι τοῦ Λευι τοῦ Ισραηλ Ασεβηβιαν καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελφούς δέκα ὀκτώ
他們照著我們主大能的手幫助我們,把有見識的人帶來,就是以色列利未支派抹利的子孫示利比,連同他的兒子和弟兄共十八名,
and commanded them that they should speak to Loddeus, and to his kindred, and to the treasurers in that place, to send us such men as might execute the priests’ office in the house of our Lord.
8:47
καὶ Ασεβιαν καὶ Αννουνον καὶ Ωσαιαν ἀδελφὸν ἐκ τῶν υἱῶν Χανουναιου καὶ οἱ υἱοὶ αὐτῶν ἄνδρες εἴκοσι
又有哈沙比雅、亞努農,和哈拿尼的子孫中作他弟兄的何賽亞,連同他們的兒子共二十名;
And by the mighty hand of our Lord they brought to us men of understanding of the sons of Mooli the son of Levi, the son of Israel, Asebebias, and his sons, and his kindred, who were eighteen,
8:48
καὶ ἐκ τῶν ἱεροδούλων ὧν ἔδωκεν Δαυιδ καὶ οἱ ἡγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευιτῶν ἱερόδουλοι διακόσιοι εἴκοσι πάντων ἐσημάνθη ἡ ὀνοματογραφία
還有大衛和眾首領所派服事利未人的殿役中,共二百二十名殿役,他們的名字都登記了。
and Asebias, and Annuus, and Osaias his brother, of the sons of Chanuneus, and their sons were twenty men;
8:49
καὶ εὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι τοῦ κυρίου ἡμῶν
我在那裡為這些少年人在我們主面前宣告禁食,
and of the temple-servants whom David and the principal men had appointed for the servants of the Levites, two hundred and twenty temple-servants, the catalogue of all their names was showed.
8:50
ζητῆσαι παρ’ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς συνοῦσιν ἡμῖν τέκνοις ἡμῶν καὶ κτήνεσιν
求祂賜我們和我們同行的兒女牲畜一路平安。
And there I vowed a fast for the young men before our Lord, to desire of him a prosperous journey both for us and for our children and cattle that were with us:
8:51
ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα πεζούς τε καὶ ἱππεῖς καὶ προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιουμένους ἡμῖν
原來我羞於向王求步兵、騎兵和護衛,來防備路上敵對我們的人,
for I was ashamed to ask of the king footmen, and horsemen, and conduct for safeguard against our adversaries.
8:52
εἴπαμεν γὰρ τῷ βασιλεῖ ὅτι ἰσχὺς τοῦ κυρίου ἡμῶν ἔσται μετὰ τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν
因我們曾對王說:我們主的能力必與一切尋求祂的人同在,使凡事得以改善。
For we had said to the king, that the power of our Lord would be with those who seek him, to support them in all ways.
8:53
καὶ πάλιν ἐδεήθημεν τοῦ κυρίου ἡμῶν κατὰ ταῦτα καὶ εὐιλάτου ἐτύχομεν
我們便照這事再次祈求我們的主,蒙了垂聽。
And again we implored our lord as touching these things, and found him favourable to us.
8:54
καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δέκα δύο καὶ Σερεβιαν καὶ Ασαβιαν καὶ μετ’ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δέκα
我從祭司的首領中分派了十二人,就是示利比、哈沙比雅,並同他們的弟兄十人,
Then I separated twelve men of the chiefs of the priests, Eserebias, and Assamias, and ten men of their kindred with them:
8:55
καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ κυρίου ἡμῶν ἃ αὐτὸς ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ μεγιστᾶνες καὶ πᾶς Ισραηλ
把王和他的謀士、貴胄以及全以色列所奉獻、給我們主殿的金銀和聖器,都過了秤交給他們。
and I weighed them the silver, and the gold, and the holy vessels of the house of our Lord, which the king, and his counselors, and the nobles, and all Israel, had given.
8:56
καὶ στήσας παρέδωκα αὐτοῖς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατὸν καὶ χρυσίου τάλαντα ἑκατὸν καὶ χρυσώματα εἴκοσι καὶ σκεύη χαλκᾶ ἀπὸ χρηστοῦ χαλκοῦ στίλβοντα χρυσοειδῆ σκεύη δώδεκα
我過了秤,交給他們銀子六百五十他連得、銀器一百他連得、金子一百他連得、金器二十件、上等發亮如金的精銅器皿十二件。
And when I had weighed it, I delivered to them six hundred and fifty talents of silver, and silver vessels of a hundred talents, and a hundred talents of gold,
8:57
καὶ εἶπα αὐτοῖς καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ κυρίῳ καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον εὐχὴ τῷ κυρίῳ κυρίῳ τῶν πατέρων ἡμῶν
我對他們說:「你們歸主為聖,這些器皿也是聖的,這金銀是給主、給我們列祖之主的還願祭物。
and twenty golden vessels, and twelve vessels of brass, even of fine brass, glittering like gold.
8:58
ἀγρυπνεῖτε καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι αὐτὰ ὑμᾶς τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ Ισραηλ ἐν Ιερουσαλημ ἐν τοῖς παστοφορίοις τοῦ οἴκου τοῦ κυρίου ἡμῶν
你們要儆醒看守,直到你們把這些交給祭司和利未人的首領,並以色列宗族的首領,在耶路撒冷我們主殿的庫房裡。」
And I said to them, Both you⌃ are holy to the Lord, and the vessels are holy, and the gold and the silver are a vow to the Lord, the Lord of our fathers.
8:59
καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν Ιερουσαλημ εἰσήνεγκαν εἰς τὸ ἱερὸν τοῦ κυρίου
祭司和利未人接過了那金銀和器皿,便帶進耶路撒冷主的聖殿。
Watch you⌃, and keep them till you⌃ deliver them to the chiefs of the priests and Levites, and to the principal men of the families of Israel, in Jerusalem, in the chambers of the house of our Lord.
8:60
καὶ ἀναζεύξαντες ἀπὸ τοῦ ποταμοῦ Θερα τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς εἰσήλθομεν εἰς Ιερουσαλημ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν τὴν ἐφ’ ἡμῖν καὶ ἐρρύσατο ἡμᾶς ἐπὶ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ καὶ ἤλθομεν εἰς Ιερουσαλημ
我們在正月十二日從亞哈瓦河拔營啟程,照著我們主那加在我們身上的大能之手進入耶路撒冷;祂在路上拯救我們脫離一切仇敵,我們便到了耶路撒冷。
So the priests and the Levites, who received the silver and the gold and the vessels which were in Jerusalem, brought them into the temple of the Lord.
8:61
καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν Μαρμωθι Ουρια ἱερεῖ
到了第三天,那金銀便過了秤,在我們主的殿裡交給祭司烏利亞之子瑪摩提,
And from the river Theras we departed the twelfth day of the first month, until we came to Jerusalem, by the mighty hand of our Lord which was upon us: and the Lord delivered us from assault by the way, from every enemy, and so we came to Jerusalem.
8:62
καὶ μετ’ αὐτοῦ Ελεαζαρ ὁ τοῦ Φινεες καὶ ἦσαν μετ’ αὐτῶν Ιωσαβδος Ἰησοῦ καὶ Μωεθ Σαβαννου οἱ Λευῖται πρὸς ἀριθμὸν καὶ ὁλκὴν ἅπαντα καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῶν αὐτῇ τῇ ὥρᾳ
與他同辦的有非尼哈之子以利亞撒;同他們在一起的有利未人耶書亞之子約撒拔,和賓努之子摩益;一切都按數目和重量交付,當時把全部重量都記錄下來。
And when we had been there three days, the silver and gold was weighed and delivered in the house of our Lord on the fourth day to Marmoth the priest the son of Urias.
8:63
οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ θεῷ τοῦ Ισραηλ κυρίῳ ταύρους δώδεκα ὑπὲρ παντὸς Ισραηλ κριοὺς ἐνενήκοντα ἕξ ἄρνας ἑβδομήκοντα δύο τράγους ὑπὲρ σωτηρίου δέκα δύο ἅπαντα θυσίαν τῷ κυρίῳ
那些從被擄之地回來的人,向以色列的主神獻祭:為全以色列獻公牛十二隻、公綿羊九十六隻、羊羔七十二隻,又獻公山羊十二隻為平安祭,這一切都是獻給主的祭。
And with him was Eleazar the son of Phinees, and with them were Josabdus the son of Jesus and Moeth the son of Sabannus, the Levites: all was delivered them by number and weight.
8:64
καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις Κοίλης Συρίας καὶ Φοινίκης καὶ ἐδόξασαν τὸ ἔθνος καὶ τὸ ἱερὸν τοῦ κυρίου
他們把王的命令交給王的庫官和敘利亞、腓尼基的省長,眾人便尊崇這民族和主的聖殿。
And all the weight of them was written up the same hour.
8:65
καὶ τούτων τελεσθέντων προσήλθοσάν μοι οἱ ἡγούμενοι λέγοντες
這些事辦完之後,眾首領來見我,說:
Moreover those who were come out of the captivity offered sacrifices to the Lord, the God of Israel, even twelve bullocks for all Israel, fourscore and sixteen rams,
8:66
οὐκ ἐχώρισαν τὸ ἔθνος τοῦ Ισραηλ καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ τὰς ἀκαθαρσίας αὐτῶν Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων καὶ Μωαβιτῶν καὶ Αἰγυπτίων καὶ Ιδουμαίων
「以色列民族,連同官長、祭司、利未人,並沒有把那地的異族——迦南人、赫人、比利洗人、耶布斯人、摩押人、埃及人和以東人——以及他們的污穢分別出來,
threescore and twelve lambs, goats for a peace offering, twelve; all of them a sacrifice to the Lord.
8:67
συνῴκησαν γὰρ μετὰ τῶν θυγατέρων αὐτῶν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος
因為他們自己和他們的兒子都娶了那些人的女兒,以致聖潔的後裔混雜在那地的異族中;而那些首領和貴胄從一開始就參與了這罪行。」
And they delivered the king’s commandments to the king’s stewards, and to the governors of Coelesyria and Phoenicia; and they honored the people and the temple of the Lord.
8:68
καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα διέρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα καὶ κατέτιλα τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος καὶ ἐκάθισα σύννους καὶ περίλυπος
我一聽見這事,便撕裂衣服和祭司的禮服,拔下頭髮和鬍鬚,憂悶悲痛地坐下。
Now when these things were done, the principal men came to me, and said,
8:69
καὶ ἐπισυνήχθησαν πρός με ὅσοι ποτὲ ἐπεκινοῦντο τῷ ῥήματι κυρίου τοῦ Ισραηλ ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας
凡因以色列之主的話而震驚的人,都聚集到我這裡;我為這罪行哀慟,悲痛地坐著,直到獻晚祭的時候。
The nation of Israel, and the princes, and the priests and the Levites, have not put away from them the strange people of the land, nor the uncleannesses of the Gentiles, to wit, of the Canaanites, Hittites, Pherezites, Jebusites, and the Moabites, Egyptians, and Edomites.
8:70
καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας διερρηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα κάμψας τὰ γόνατα καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν κύριον ἔλεγον
獻晚祭時我從禁食中起來,仍穿著撕裂的衣服和祭司的禮服,雙膝跪下,向主伸開雙手說:
For both they and their sons have married with their daughters, and the holy seed is mixed with the strange people of the land; and from the beginning of this matter the rulers and the nobles have been partakers of this iniquity.
8:71
κύριε ᾔσχυμμαι ἐντέτραμμαι κατὰ πρόσωπόν σου
「主啊,我蒙羞抱愧,在你面前無地自容,
And as soon as I had heard these things, I tore my clothes, and my holy garment, and plucked the hair from off my head and beard, and sat me down sad and full of heaviness.
8:72
αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπὲρ τὰς κεφαλὰς ἡμῶν αἱ δὲ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ
因為我們的罪孽增多,高過我們的頭,我們的愆尤滔天,直達於天。
So all those who were moved at the word of the Lord, the God of Israel, assembled to me, while I mourned for the iniquity: but I sat still full of heaviness until the evening sacrifice.
8:73
ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν καί ἐσμεν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης
從我們列祖的時候直到今日,我們都陷在大罪之中。
Then rising up from the fast with my clothes and my holy garment tore, and bowing my knees, and stretching forth my hands to the Lord,
8:74
καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν καὶ σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν τοῖς βασιλεῦσιν τῆς γῆς εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας
我們和我們的弟兄、君王、祭司,因我們和列祖的罪,被交在地上列王手中,遭刀劍、擄掠、搶奪和羞辱,直到今日。
I said, O Lord, I am ashamed and confounded before your face;
8:75
καὶ νῦν κατὰ πόσον τι ἐγενήθη ἡμῖν ἔλεος παρὰ σοῦ κύριε καταλειφθῆναι ἡμῖν ῥίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ τοῦ ἁγιάσματός σου
如今主啊,你向我們略施憐憫,給我們在你聖所之地留下根基和名號,
for our sins are multiplied above our heads, and our errors have reached up to heaven,
8:76
καὶ τοῦ ἀνακαλύψαι φωστῆρα ἡμῶν ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν δοῦναι ἡμῖν τροφὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν
又在我們主的殿中為我們點亮明燈,在我們作奴僕之時賜我們糧食。
ever since the time of our fathers; and we are in great sin, even to this day.
8:77
καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐγκατελείφθημεν ὑπὸ τοῦ κυρίου ἡμῶν ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν
我們作奴僕的時候,並沒有被我們的主撇棄,倒使我們在波斯列王面前蒙恩,
And for our sins and our fathers’ we with our kindred and our kings and our priests were given up to the kings of the earth, to the sword, and to captivity, and for a prey with shame, to this day.
8:78
δοῦναι ἡμῖν τροφὴν καὶ δοξάσαι τὸ ἱερὸν τοῦ κυρίου ἡμῶν καὶ ἐγεῖραι τὴν ἔρημον Σιων δοῦναι ἡμῖν στερέωμα ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ
賜給我們糧食,使我們主的聖殿得榮耀,使荒涼的錫安得重建,賜我們在猶大和耶路撒冷有立足之地。
And now in some measure has mercy been showed to us from you, O Lord, that there should be left us a root and a name in the place of your sanctuary;
8:79
καὶ νῦν τί ἐροῦμεν κύριε ἔχοντες ταῦτα παρέβημεν γὰρ τὰ προστάγματά σου ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων ὅτι
如今主啊,事既如此,我們還有甚麼可說的呢?我們竟違背了你藉你僕人眾先知所頒的命令,你曾說:
and to discover to us a light in the house of the Lord our God, and to give us food in the time of our servitude.
8:80
ἡ γῆ εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι ἔστιν γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν τῆς γῆς καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν
『你們所要進去承受為業的地,是被那地異族的污穢所玷污的,他們以自己的污穢充滿了那地。
Yes, when we were in bondage, we were not forsaken of our Lord; but he made us gracious before the kings of Persia, so that they gave us food,
8:81
καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικίσητε τοῖς υἱοῖς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν
如今你們不可把女兒嫁給他們的兒子,也不可娶他們的女兒給你們的兒子,
and glorified the temple of our Lord, and raised up the desolate Sion, to give us a sure dwelling in Jewry and Jerusalem.
8:82
καὶ οὐ ζητήσετε εἰρηνεῦσαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος
並且永不可尋求與他們和好,好叫你們強盛,得享那地的美物,並把它傳給你們的子孫為業,直到永遠。』
And now, O Lord, what shall we say, having these things? For we have transgressed your commandments, which you gave by the hand of your servants the prophets, saying,
8:83
καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίγνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ καὶ τὰς μεγάλας ἁμαρτίας ἡμῶν
凡臨到我們的這一切,都是因我們的惡行和我們的大罪。
That the land, which you⌃ enter into to possess as a heritage, is a land polluted with the pollutions of the strangers of the land, and they have filled it with their uncleanness.
8:84
σὺ γάρ κύριε ἐκούφισας τὰς ἁμαρτίας ἡμῶν καὶ ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς
主啊,你曾減輕我們的罪,又賜我們這樣的根基,我們卻再次轉去違揹你的律法,與那地列國的污穢混雜。
Therefore now shall you⌃ not join your daughters to their sons, neither shall you⌃ take their daughters to your sons.
8:85
οὐχὶ ὠργίσθης ἡμῖν ἀπολέσαι ἡμᾶς ἕως τοῦ μὴ καταλιπεῖν ῥίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν
難道你不會向我們發怒,毀滅我們,以致不給我們留下根基、後裔和名號麼?
Neither shall you⌃ seek to have peace with them forever, that you⌃ may be strong, and eat the good things of the land, and that you⌃ may leave it for an inheritance to your children for evermore.
8:86
κύριε τοῦ Ισραηλ ἀληθινὸς εἶ κατελείφθημεν γὰρ ῥίζα ἐν τῇ σήμερον
以色列的主啊,你是真實的,因為直到今日我們仍蒙存留作根基。
And all that is befallen is done to us for our wicked works and great sins: for you, O Lord, did make our sins light,
8:87
ἰδοὺ νῦν ἐσμεν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν οὐ γὰρ ἔστιν στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις
看哪,如今我們在你面前帶著我們的罪孽,再也不能因這些事在你面前站立得住了。」
and did give to us such a root: but we have turned back again to transgress your law, in mingling ourselves with the uncleanness of the heathen of the land.
8:88
καὶ ὅτε προσευχόμενος Εσδρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ιερουσαλημ ὄχλος πολὺς σφόδρα ἄνδρες καὶ γυναῖκες καὶ νεανίαι κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει
以斯拉禱告認罪、哭泣俯伏在聖殿前的時候,有極多的羣眾——男人、婦女和少年人——從耶路撒冷聚集到他這裡,因眾人都放聲大哭。
You was not angry with us to destroy us, till you had left us neither root, seed, nor name.
8:89
καὶ φωνήσας Ιεχονιας Ιεηλου τῶν υἱῶν Ισραηλ εἶπεν Εσδρα ἡμεῖς ἡμάρτομεν εἰς τὸν κύριον καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς καὶ νῦν ἐστιν ἐλπὶς τῷ Ισραηλ
以色列人中耶歇之子耶哥尼雅向以斯拉高聲說:「我們得罪了主,娶了那地列國的異族女子;如今以色列還有指望。
O Lord of Israel, you are true: for we are left a root this day.
8:90
ἐν τούτῳ γενέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν κύριον ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν ὡς ἐκρίθη σοι καὶ ὅσοι πειθαρχοῦσιν τῷ νόμῳ τοῦ κυρίου
就讓我們在這事上向主起誓,照你和那些遵行主律法之人所斷定的,把我們一切異族的妻子連同她們的兒女都休去。
Behold, now are we before you in our iniquities, for we can’t stand any longer before you by reason of these things.
8:91
ἀναστὰς ἐπιτέλει πρὸς σὲ γὰρ τὸ πρᾶγμα καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν
你起來辦理這事罷,因這是你的職責,我們必與你同心協力。」
And as Esdras in his prayer made his confession, weeping, and lying flat upon the ground before the temple, there gathered to him from Jerusalem a very great throng of men and women and children: for there was great weeping among the multitude.
8:92
καὶ ἀναστὰς Εσδρας ὥρκισεν τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν παντὸς τοῦ Ισραηλ ποιῆσαι κατὰ ταῦτα καὶ ὤμοσαν
以斯拉便起來,使祭司和利未人的首領,並全以色列起誓要照這話去行,他們就起了誓。
Then Jechonias the son of Jeelus, one of the sons of Israel, called out, and said, O Esdras, we have sinned against the Lord God, we have married strange women of the heathen of the land, and now is all Israel aloft.