📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘文新約 › 馬可福音

馬可福音 第 15 章

希臘文原文.46 節.點任一字可看原形、詞法與釋義

← 第 14 章第 16 章 →
📖 這一章另有 2 種原文 —— 並排對照(武加大譯本、吉茲文聖經)
15:1
Καὶ εὐθὺς πρωῒ συμβούλιον ἑτοιμάσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ τῶν γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πειλάτῳ.
一到早晨,祭司長和長老、文士、全公會的人大家商議,就把耶穌捆綁,解去交給彼拉多。
Immediately in the morning the chief priests, with the elders, scribes, and the whole council, held a consultation, bound Jesus, carried him away, and delivered him up to Pilate.
15:2
καὶ ἐπηρώτησεν αὐτὸν Πειλᾶτος· σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων; δὲ ἀποκριθεὶς αὐτῷ λέγει· σὺ λέγεις.
彼拉多問他說:「你是猶太人的王嗎?」耶穌回答說:「你說的是。」
Pilate asked him, “Are you the King of the Jews?” He answered, “So you say.”
15:3
καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.
祭司長告他許多的事。
The chief priests accused him of many things.
15:4
δὲ Πειλᾶτος πάλιν ἐπηρώτα αὐτὸν· οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν.
彼拉多又問他說:「你看,他們告你這麼多的事,你甚麼都不回答嗎?」
Pilate again asked him, “Have you no answer? See how many things they testify against you!”
15:5
δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πειλᾶτον.
耶穌仍不回答,以致彼拉多覺得希奇。
But Jesus made no further answer, so that Pilate marveled.
15:6
Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο.
每逢這節期,巡撫照眾人所求的,釋放一個囚犯給他們。
Now at the feast he used to release to them one prisoner, whomever they asked of him.
15:7
ἦν δὲ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
有一個人名叫巴拉巴,和作亂的人一同捆綁。他們作亂的時候,曾殺過人。
There was one called Barabbas, bound with his fellow insurgents, men who in the insurrection had committed murder.
15:8
καὶ ἀναβὰς ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς.
眾人上去求巡撫,照常例給他們辦。
The multitude, crying aloud, began to ask him to do as he always did for them.
15:9
δὲ Πειλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
彼拉多說:「你們要我釋放猶太人的王給你們嗎?」
Pilate answered them, saying, “Do you want me to release to you the King of the Jews?”
15:10
ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
他原曉得,祭司長是因為嫉妒才把耶穌解了來。
For he perceived that for envy the chief priests had delivered him up.
15:11
οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
只是祭司長挑唆眾人,寧可釋放巴拉巴給他們。
But the chief priests stirred up the multitude, that he should release Barabbas to them instead.
15:12
δὲ Πειλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς· τί οὖν θέλετε ποιήσω ὃν λέγετε τὸν βασιλέα τῶν Ἰουδαίων;
彼拉多又說:「那麼樣,你們所稱為猶太人的王,我怎麼辦他呢?」
Pilate again asked them, “What then should I do to him whom you call the King of the Jews?”
15:13
οἱ δὲ πάλιν ἔκραξαν· σταύρωσον αὐτόν.
他們又喊着說:「把他釘十字架!」
They cried out again, “Crucify him!”
15:14
δὲ Πειλᾶτος ἔλεγεν αὐτοῖς· τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν· σταύρωσον αὐτόν.
彼拉多說:「為甚麼呢?他做了甚麼惡事呢?」他們便極力地喊着說:「把他釘十字架!」
Pilate said to them, “Why, what evil has he done?” But they cried out exceedingly, “Crucify him!”
15:15
δὲ Πειλᾶτος βουλόμενος ποιῆσαι τὸ ἱκανὸν τῷ ὄχλῳ ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
彼拉多要叫眾人喜悅,就釋放巴拉巴給他們,將耶穌鞭打了,交給人釘十字架。
Pilate, wishing to please the multitude, released Barabbas to them, and handed over Jesus, when he had flogged him, to be crucified.
15:16
Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ἐστιν πραιτώριον, καὶ συνκαλοῦσιν ὅλην τὴν σπεῖραν·
兵丁把耶穌帶進衙門院裏,叫齊了全營的兵。
The soldiers led him away within the court, which is the Praetorium; and they called together the whole cohort.
15:17
καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον·
他們給他穿上紫袍,又用荊棘編做冠冕給他戴上,
They clothed him with purple; and weaving a crown of thorns, they put it on him.
15:18
καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων·
就慶賀他說:「恭喜,猶太人的王啊!」
They began to salute him, “Hail, King of the Jews!”
15:19
καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.
又拿一根葦子打他的頭,吐唾沫在他臉上,屈膝拜他。
They struck his head with a reed and spat on him, and bowing their knees, did homage to him.
15:20
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ. Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσουσιν.
戲弄完了,就給他脫了紫袍,仍穿上他自己的衣服,帶他出去,要釘十字架。
When they had mocked him, they took the purple cloak off him, and put his own garments on him. They led him out to crucify him.
15:21
καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
有一個古利奈人西門,就是亞歷山大和魯孚的父親,從鄉下來,經過那地方,他們就勉強他同去,好背着耶穌的十字架。
They compelled one passing by, coming from the country, Simon of Cyrene, the father of Alexander and Rufus, to go with them that he might bear his cross.
15:22
καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθᾶν τόπον, ἐστιν μεθερμηνευόμενον κρανίου τόπος.
他們帶耶穌到了各各他地方(各各他翻出來就是髑髏地),
They brought him to the place called Golgotha, which is, being interpreted, “The place of a skull.”
15:23
καὶ ἐδίδουν αὐτῷ ἐσμυρνισμένον οἶνον· ὃς δὲ οὐκ ἔλαβεν.
拿沒藥調和的酒給耶穌,他卻不受。
They offered him wine mixed with myrrh to drink, but he didn’t take it.
15:24
καὶ σταυροῦσιν αὐτὸν, καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ.
於是將他釘在十字架上,拈鬮分他的衣服,看是誰得甚麼。
Crucifying him, they parted his garments among them, casting lots on them, what each should take.
15:25
ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν.
釘他在十字架上是巳初的時候。
It was the third hour when they crucified him.
15:26
καὶ ἦν ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· βασιλεὺς τῶν Ἰουδαίων.
在上面有他的罪狀,寫的是:「猶太人的王。」
The superscription of his accusation was written over him: “THE KING OF THE JEWS.”
15:27
Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
他們又把兩個強盜和他同釘十字架,一個在右邊,一個在左邊。
With him they crucified two robbers, one on his right hand, and one on his left.
15:29
καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· οὐὰ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν τρισὶν ἡμέραις,
從那裏經過的人辱罵他,搖着頭說:「咳!你這拆毀聖殿、三日又建造起來的,
Those who passed by blasphemed him, wagging their heads and saying, “Ha! You who destroy the temple and build it in three days,
15:30
σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ.
可以救自己,從十字架上下來吧!」
save yourself, and come down from the cross!”
15:31
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι·
祭司長和文士也是這樣戲弄他,彼此說:「他救了別人,不能救自己。
Likewise, also the chief priests mocking among themselves with the scribes said, “He saved others. He can’t save himself.
15:32
Χριστὸς βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν.
以色列的王基督,現在可以從十字架上下來,叫我們看見,就信了。」那和他同釘的人也是譏誚他。
Let the Christ, the King of Israel, now come down from the cross, that we may see and believe him.” Those who were crucified with him also insulted him.
15:33
Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.
從午正到申初,遍地都黑暗了。
When the sixth hour had come, there was darkness over the whole land until the ninth hour.
15:34
καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ· ἑλωῒ ἑλωῒ λεμὰ σαβαχθανεί; ἐστιν μεθερμηνευόμενον· θεός μου θεός μου, εἰς τί ἐγκατέλιπές με;
申初的時候,耶穌大聲喊着說:「以羅伊!以羅伊!拉馬撒巴各大尼?」(翻出來就是:我的上帝!我的上帝!為甚麼離棄我?)
At the ninth hour Jesus cried with a loud voice, saying, “Eloi, Eloi, lama sabachthani?” which is, being interpreted, “My God, my God, why have you forsaken me?”
15:35
καί τινες τῶν παρεστώτων ἀκούσαντες ἔλεγον· ἴδε Ἡλείαν φωνεῖ.
旁邊站着的人,有的聽見就說:「看哪,他叫以利亞呢!」
Some of those who stood by, when they heard it, said, “Behold, he is calling Elijah.”
15:36
δραμὼν δέ τις καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἡλείας καθελεῖν αὐτόν.
有一個人跑去,把海絨蘸滿了醋,綁在葦子上,送給他喝,說:「且等着,看以利亞來不來把他取下。」
One ran, and filling a sponge full of vinegar, put it on a reed and gave it to him to drink, saying, “Let him be. Let’s see whether Elijah comes to take him down.”
15:37
δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν.
耶穌大聲喊叫,氣就斷了。
Jesus cried out with a loud voice, and gave up the spirit.
15:38
καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω.
殿裏的幔子從上到下裂為兩半。
The veil of the temple was torn in two from the top to the bottom.
15:39
ἰδὼν δὲ κεντυρίων παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν· ἀληθῶς οὗτος ἄνθρωπος υἱὸς ἦν θεοῦ.
對面站着的百夫長看見耶穌這樣喊叫 斷氣,就說:「這人真是上帝的兒子!」
When the centurion, who stood by opposite him, saw that he cried out like this and breathed his last, he said, “Truly this man was the Son of God!”
15:40
Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ Μαρία Μαγδαληνὴ καὶ Μαρία Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆτος μήτηρ καὶ Σαλώμη,
還有些婦女遠遠地觀看;內中有抹大拉的馬利亞,又有小雅各和約西的母親馬利亞,並有撒羅米,
There were also women watching from afar, among whom were both Mary Magdalene and Mary the mother of James the less and of Joses, and Salome;
15:41
αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
就是耶穌在加利利的時候,跟隨他、服事他的那些人,還有同耶穌上耶路撒冷的好些婦女在那裏觀看。
who, when he was in Galilee, followed him and served him; and many other women who came up with him to Jerusalem.
15:42
Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ἐστιν προσάββατον,
到了晚上,因為這是預備日,就是安息日的前一日,
When evening had now come, because it was the Preparation Day, that is, the day before the Sabbath,
15:43
ἐλθὼν Ἰωσὴφ ἀπὸ Ἀριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς τὸν Πειλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
有亞利馬太的約瑟前來,他是尊貴的議士,也是等候上帝國的。他放膽進去見彼拉多,求耶穌的身體;
Joseph of Arimathaea, a prominent council member who also himself was looking for God’s Kingdom, came. He boldly went in to Pilate, and asked for Jesus’ body.
15:44
δὲ Πειλᾶτος ἐθαύμαζεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν·
彼拉多詫異耶穌已經死了,便叫百夫長來,問他耶穌死了久不久。
Pilate was surprised to hear that he was already dead; and summoning the centurion, he asked him whether he had been dead long.
15:45
καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ.
既從百夫長得知實情,就把耶穌的屍首賜給約瑟。
When he found out from the centurion, he granted the body to Joseph.
15:46
καὶ ἀγοράσας σινδόνα, καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνήματι ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
約瑟買了細麻布,把耶穌取下來,用細麻布裹好,安放在磐石中鑿出來的墳墓裏,又滾過一塊石頭來擋住墓門。
He bought a linen cloth, and taking him down, wound him in the linen cloth and laid him in a tomb which had been cut out of a rock. He rolled a stone against the door of the tomb.
15:47
δὲ Μαρία Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται.
抹大拉的馬利亞和約西的母親馬利亞都看見安放他的地方。
Mary Magdalene and Mary the mother of Joses, saw where he was laid.
← 第 14 章第 16 章 →
12345678910111213141516