📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘文新約 › 提多書

提多書 第 3 章

希臘文原文.15 節.點任一字可看原形、詞法與釋義

← 第 2 章
📖 這一章另有 2 種原文 —— 並排對照(武加大譯本、吉茲文聖經)
3:1
Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι,
你要提醒眾人,叫他們順服作官的、掌權的,遵他的命,預備行各樣的善事。
Remind them to be in subjection to rulers and to authorities, to be obedient, to be ready for every good work,
3:2
μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους.
不要毀謗,不要爭競,總要和平,向眾人大顯溫柔。
to speak evil of no one, not to be contentious, to be gentle, showing all humility toward all men.
3:3
ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους.
我們從前也是無知、悖逆、受迷惑、服事各樣私慾,和宴樂,常存惡毒 嫉妒的心,是可恨的,又是彼此相恨。
For we were also once foolish, disobedient, deceived, serving various lusts and pleasures, living in malice and envy, hateful, and hating one another.
3:4
ὅτε δὲ χρηστότης καὶ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ,
但到了上帝-我們救主的恩慈和他向人所施的慈愛顯明的時候,
But when the kindness of God our Savior and his love toward mankind appeared,
3:5
οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλινγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
他便救了我們;並不是因我們自己所行的義,乃是照他的憐憫,藉着重生的洗和聖靈的更新。
not by works of righteousness which we did ourselves, but according to his mercy, he saved us through the washing of regeneration and renewing by the Holy Spirit,
3:6
οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,
聖靈就是上帝藉着耶穌基督-我們救主厚厚澆灌在我們身上的,
whom he poured out on us richly through Jesus Christ our Savior;
3:7
ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενηθῶμεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου.
好叫我們因他的恩得稱為義,可以憑着永生的盼望成為後嗣 。
that being justified by his grace, we might be made heirs according to the hope of eternal life.
3:8
πιστὸς λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις·
這話是可信的。 我也願你把這些事切切實實地講明,使那些已信上帝的人留心做正經事業 。這都是美事,並且與人有益。
This saying is faithful, and concerning these things I desire that you insist confidently, so that those who have believed God may be careful to maintain good works. These things are good and profitable to men;
3:9
μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔριν καὶ μάχας νομικὰς περιΐστασο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
要遠避無知的辯論和家譜的空談,以及紛爭,並因律法而起的爭競,因為這都是虛妄無益的。
but shun foolish questionings, genealogies, strife, and disputes about the law; for they are unprofitable and vain.
3:10
αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,
分門結黨的人,警戒過一兩次,就要棄絕他。
Avoid a factious man after a first and second warning,
3:11
εἰδὼς ὅτι ἐξέστραπται τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.
因為知道這等人已經背道,犯了罪,自己明知不是,還是去做。
knowing that such a one is perverted and sinful, being self-condemned.
3:12
Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.
我打發亞提馬或是推基古到你那裏去的時候,你要趕緊往尼哥坡里去見我,因為我已經定意在那裏過冬。
When I send Artemas to you, or Tychicus, be diligent to come to me to Nicopolis, for I have determined to winter there.
3:13
Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
你要趕緊給律師西納和亞波羅送行,叫他們沒有缺乏。
Send Zenas the lawyer and Apollos on their journey speedily, that nothing may be lacking for them.
3:14
μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
並且我們的人要學習正經事業 ,預備所需用的,免得不結果子。
Let our people also learn to maintain good works to meet necessary needs, that they may not be unfruitful.
3:15
Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. χάρις μετὰ πάντων ὑμῶν.
同我在一處的人都問你安。請代問那些因有信心愛我們的人安。願恩惠常與你們眾人同在!
All who are with me greet you. Greet those who love us in faith. Grace be with you all. Amen.
← 第 2 章
123