📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 致馬克利努論詩篇

亞他那修

致馬克利努論詩篇 第 1 章

希臘文原文.425 節.部分字詞可點開查義

1:1
Ἄγαμαί σε τῆς ἐν Χριστῷ προαιρέσεως, φίλε Μαρκελλῖνε
親愛的馬克利努,我欽佩你在基督裡的志向。
I admire you, dear Marcellinus, for your resolve in Christ.
1:2
Καὶ γὰρ καὶ τὸν παρόντα πειρασμὸν, καίτοι πολλὰ παθὼν ἐν αὐτῷ, καλῶς φέρεις, καὶ τῆς ἀσκήσεως οὐκ ἀμελεῖς
因為你雖在這場試煉中受了許多苦,卻仍美好地承受著,並且不疏忽屬靈的操練。
For you bear the present trial nobly, even though you have suffered much in it, and you do not neglect your spiritual discipline.
1:3
Πυνθανόμενος γὰρ τοῦ κομί σαντος τὴν ἐπιστολὴν, πῶς ἄρα καὶ μετὰ τὴν νόσον διάγεις·
當我向那送信來的人探問你病後的近況時,
For when I inquired of the man who carried your letter how you were faring even after your illness,
1:4
ἔμαθον πρὸς μὲν πᾶσαν τὴν θείαν Γραφὴν ἔχειν σε τὴν σχολὴν, πυκνότερον δὲ μάλιστα τῇ βίβλῳ τῶν Ψαλμῶν ἐντυγχάνειν, καὶ φιλονεικεῖν τὸν ἐν ἑκάστῳ ψαλμῷ νοῦν ἐγκείμενον καταλαμβάνειν
我得知你把閒暇都用在整本聖經上,尤其更勤於研讀《詩篇》,並竭力要領會每篇詩中所含的意義。
I learned that you devote your leisure to the whole of divine Scripture, but that you apply yourself most frequently to the book of the Psalms, striving to grasp the meaning contained in each psalm.
1:5
Καὶ διὰ τοῦτο τοίνυν ἀποδέχομαί σε, πολὺν ἔχων εἰς αὐτὴν τὴν βίβλον κἀγὼ πόθον, ὥσπερ καὶ εἰς πᾶσαν τὴν Γραφήν
因此我嘉許你,因為我自己對這卷書,正如對全本聖經一樣,也懷有極深的渴慕。
And for this reason, then, I commend you, for I too have a great longing for this very book, as indeed for all of Scripture.
1:6
Καὶ γὰρ οὕτως ἔχων, συνέτυχόν τινι φιλο πόνῳ γέροντι, καὶ βούλομαι καί σοι, ἅπερ ἐκεῖνος κατέχων τὸ Ψαλτήριον περὶ αὐτοῦ μοι διηγήσατο, γράψαι·
我既有這樣的心志,曾遇見一位勤勉的老者;他精通《詩篇》,把其中的奧義講給我聽,我也願將這些寫給你,
For being so disposed, I once fell in with a certain industrious old man, and I wish to write to you also what he, who had mastered the Psalter, recounted to me concerning it;
1:7
ἔχει γάρ τινα χάριν καὶ πιθανότητα μετ' εὐλόγου τοῦ διηγήματος
因為他的講解既有道理,又帶著某種優美而令人信服的力量。
for his account has a certain charm and persuasiveness, together with sound reasoning.
1:8
Πᾶσα μὲν, τέκνον, καθ' ἡμᾶς Γραφὴ, πα λαιά τε καὶ καινὴ, θεόπνευστός ἐστι καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, ὡς γέγραπται·
我的孩子,我們的全本聖經,無論新舊,都是神所默示的,於教導有益,正如經上所記;
All our Scripture, my child, both old and new, is God-inspired and profitable for instruction, as it is written;
1:9
ἔχει δέ τινα πιθα νὴν παρατήρησιν τοῖς προσέχουσιν τῶν Ψαλμῶν βίβλος
但《詩篇》這卷書,對於留心的人,有它獨特而令人信服的一面。
yet the book of the Psalms holds, for those who give heed, a certain persuasive feature of its own.
1:10
Ἑκάστη μὲν γὰρ βίβλος τὸ ἴδιον ἐπάγγελμα διακονεῖ καὶ ἀπαγγέλλει·
因為每一卷書都各自承擔並宣告它特有的信息;
For each book serves and proclaims its own particular message;
1:11
οἷον Πεντάτευχος γένεσιν κόσμου καὶ τῶν πατριαρχῶν τὰς πράξεις; τήν τε ἀπ' Αἰγύπτου τοῦ Ἰσραὴλ ἔξοδον, καὶ τὴν τῆς νομοθεσίας διάταξιν·
如《摩西五經》述說世界的起源、列祖的事蹟、以色列出埃及,以及律法的頒佈;
thus the Pentateuch tells of the origin of the world and the deeds of the patriarchs, of Israel's exodus from Egypt, and of the ordering of the Law;
1:12
αἱ Βα σιλεῖαι καὶ Παραλειπόμεναι βασιλέων πράξεις·
《列王紀》與《歷代志》記載諸王的作為;
the books of Kingdoms and Chronicles tell the deeds of the kings;
1:13
καὶ μὲν Ἔσδρας ἀπόλυσιν τῆς αἰχμαλωσίας καὶ ἐπάνοδον τοῦ λαοῦ, καὶ οἰκοδομὴν τοῦ ναοῦ καὶ τῆς πόλεως·
《以斯拉記》述說被擄歸回、百姓的返回,以及聖殿與城邑的重建;
and Ezra tells of the release from captivity, the return of the people, and the rebuilding of the temple and the city;
1:14
οἱ δὲ Προφῆται προφητείας περὶ τῆς ἐπιδημίας τοῦ Σω τῆρος, ὑπομνήσεις τε περὶ τῶν ἐντολῶν, καὶ μέμψεις κατὰ τῶν παραβαινόντων, καὶ προφητείας τοῖς ἔθνε σιν
眾先知則發出關於救主降臨的預言、關於誡命的提醒、對犯罪者的責備,以及對列國的預言。
the Prophets give prophecies concerning the coming of the Saviour, reminders concerning the commandments, rebukes against transgressors, and prophecies for the nations.
1:15
δέ γε βίβλος τῶν Ψαλμῶν, ὡς παράδεισος τὰ ἐν αὑτῇ φέρουσα μελῳδεῖ, καὶ τὰ ἴδια δὲ πάλιν μετ' αὐτῶν ψάλλουσα δείκνυσι
而《詩篇》這卷書,宛如一座樂園,將別卷書所含的一切都以歌唱出來,並且在歌唱這些的同時,也彰顯它自己特有的內容。
But the book of the Psalms, like a paradise, sings of all that the others contain within them, and again, singing along with these, it also displays its own.
1:16
Τὰ μὲν γὰρ τῆς Γενέσεως ψάλλει ἐν τῷ ὀκτω καιδεκάτῳ·
它在第十八篇中歌唱《創世記》的事:
For it sings the matters of Genesis in the eighteenth psalm:
1:17
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·
「諸天述說神的榮耀,穹蒼傳揚他手的作為」;
"The heavens declare the glory of God, and the firmament proclaims the work of his hands";
1:18
Τοῦ Κυρίου γῆ καὶ τὸ πλήρωμα αὐτῆς, οἰκουμένη καὶ πάντες οἱ κατοικοῦν τες ἐν αὐτῇ·
「地和其中所充滿的、世界和住在其間的,都屬耶和華;
"The earth is the Lord's and the fulness thereof, the world and all who dwell therein;
1:19
αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν
因他把地建立在海上。」
for he has founded it upon the seas."
1:20
Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου. Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ εἰς ἐξουσίαν αὐτοῦ
「以色列出埃及、雅各家離開言語不通之民的時候,猶大成了神的聖所,以色列成了他所治理的國。」
"When Israel went out of Egypt, the house of Jacob from a barbarous people, Judah became his sanctuary, Israel his dominion."
1:21
Ψάλλει δὲ καὶ ταῦτα ἐν τῷ ἑκατοστῷ τετάρτῳ·
它在第一百零四篇中也歌唱這些事:
And it sings these things also in the hundred and fourth psalm:
1:22
Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν, ὃν ἐξελέξατο αὐτόν·
「他差遣他的僕人摩西,和他所揀選的亞倫;
"He sent Moses his servant, and Aaron whom he had chosen;
1:23
ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων αὑτοῦ ἐν γῇ Χάμ
在他們中間施行他神蹟的話、他奇事的記號,在含地行了奇事。
he set among them the words of his signs, and his wonders in the land of Ham.
1:24
Ἐξαπ έστειλε σκότος, καὶ ἐσκότασε, καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ
他命黑暗就有黑暗,他們卻違背他的話。
He sent darkness, and it grew dark; and they rebelled against his words.
1:25
Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν
他叫他們的水變為血,使他們的魚死了。
He turned their waters into blood, and slew their fish.
1:26
Ἐξῆρ ψεν γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμείοις τῶν βασιλέων αὐτῶν
在他們的地上、甚至王的內室,都滿了青蛙。
Their land brought forth frogs, even in the chambers of their kings.
1:27
Εἶπε, καὶ ἦλθε κυνόμυια καὶ σκνῖφες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν
他一說話,蒼蠅與虱子就來,遍滿他們四境。」
He spoke, and there came the dog-fly and gnats throughout all their borders."
1:28
Καὶ ὅλως ὅλον τε τὸν ψαλμὸν τοῦτόν τε καὶ ἑκατὸν πέμπτον περὶ τῶν αὐτῶν ἔστιν εὑρεῖν γεγραμμένον
總之,這整篇詩以及第一百零五篇,都可看見是記載這同樣的事。
And altogether one may find this whole psalm, and the hundred and fifth, written concerning these same things.
1:29
Καὶ τὰ μὲν ἱερατείας καὶ τῆς σκηνῆς ἀναφωνεῖ ἐν ἐξοδίῳ σκηνῆς ἐν τῷ κηʹ ψαλμῷ·
關於祭司職分與會幕的事,它在標題「會幕落成」的第二十八篇中宣揚出來:
And matters of the priesthood and the tabernacle it sounds forth in the psalm "On the going out of the tabernacle," the twenty-eighth psalm:
1:30
Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν
「神的眾子啊,要將榮耀能力歸給耶和華,要將公羊羔的祭歸給耶和華,要將耶和華的名所當得的榮耀歸給他。」
"Ascribe to the Lord, O sons of God, ascribe to the Lord young rams, ascribe to the Lord glory and honour."
1:31
Τὰ δὲ τοῦ Ναυῆ καὶ τῶν Κριτῶν ἐμφαίνει πως ἐν τῷ ἑκατοστῷ ἕκτῳ, λέγων·
《約書亞記》與《士師記》的事,它在第一百零六篇中也約略顯明,說:
And the matters of Joshua and of the Judges it somehow shows in the hundred and sixth, saying:
1:32
Καὶ συνεστήσαντο πόλεις κατοικεσίας, καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας
「他們在那裡建造可住的城邑、耕種田地、栽種葡萄園」;
"And they established cities for habitation, and sowed fields, and planted vineyards";
1:33
αὐτοῖς γῆ τῆς ἐπαγγελίας
那應許之地歸給了他們。
theirs was the land of promise.
1:34
Λέγων δὲ ἐν τῷ αὐ τῷ ψαλμῷ συνεχῶς·
它在同一篇詩中又接連說:
And speaking continually in the same psalm:
1:35
Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐ τῶν ἔσωσεν αὐτούς·
「他們在急難中哀求耶和華,他從他們的禍患中拯救他們」;
"And they cried to the Lord in their affliction, and he saved them out of their distresses";
1:36
σημαίνει τῶν Κριτῶν τὴν βί βλον·
這是指《士師記》而言;
this signifies the book of Judges;
1:37
τότε γὰρ κραζόντων αὐτῶν ἤγειρε κατὰ τὸν καιρὸν κριτὰς, καὶ ἔσωζε τὸν λαὸν ἀπὸ τῶν θλιβόντων αὐτούς
因為那時他們呼求,神就按時興起士師,從欺壓他們的人手中拯救百姓。
for then, when they cried out, he raised up judges in due season, and saved the people from those who oppressed them.
1:38
Καὶ τὰ τῶν Βασιλειῶν ψάλλει πως ἐν τῷ ἐν νεακαιδεκάτῳ, λέγων·
《列王紀》的事,它在第十九篇中也約略歌唱,說:
And the matters of the Kingdoms it somehow sings in the nineteenth psalm, saying:
1:39
Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα
「有人靠車,有人靠馬,但我們要因耶和華我們神的名而被高舉。
"These trust in chariots and these in horses, but we will be magnified in the name of the Lord our God.
1:40
Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν
他們都屈身仆倒,我們卻起來,挺身而立。
They are brought down and fallen, but we are risen and stand upright.
1:41
Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν ἐνᾖ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε
耶和華啊,求你拯救君王;我們呼求的日子,求你應允我們。」
O Lord, save the king, and hear us in the day when we call upon you."
1:42
Τὰ δὲ τοῦ Ἔσδρα ἐν τῷ ἑκατονεικοστῷ πέμπτῳ τῶν ἀναβαθμῶν ᾄδει·
《以斯拉記》的事,它在上行之詩的第一百二十五篇中歌唱:
And the matters of Ezra it sings in the hundred and twenty-fifth of the Songs of Ascents:
1:43
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι·
「耶和華叫錫安被擄的人歸回的時候,我們好像得了安慰」;
"When the Lord turned again the captivity of Zion, we were like those who are comforted";
1:44
καὶ πάλιν ἐν τῷ ἑκατονεικοστῷ πρώτῳ·
又在第一百二十一篇中:
and again in the hundred and twenty-first:
1:45
Εὐφράνθην ἐπὶ τοῖς εἰρη κόσι μοι·
「人對我說:我們往耶和華的殿去,
"I was glad at those who said to me:
1:46
Εἰς οἶκον Κυρίου πορευσώμεθα
我就歡喜。
Let us go into the house of the Lord.
1:47
Ἑστῶ τες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱε ρουσαλήμ
耶路撒冷啊,我們的腳曾站在你的門內。
Our feet were standing in your courts, O Jerusalem.
1:48
Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό·
耶路撒冷被建造,如同連絡整齊的一座城;
Jerusalem is built as a city whose fellowship is complete in itself;
1:49
ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, αἱ φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ
眾支派,就是耶和華的支派,都上那裡去,作以色列的證據。」
for there the tribes went up, the tribes of the Lord, a testimony for Israel."
1:50
Τά τε τῶν Προφητῶν σχεδὸν ἐν ἑκάστῳ σημαίνει
眾先知的事,它幾乎在每一篇詩中都有所指明。
And the matters of the Prophets it signifies in nearly every psalm.
1:51
Περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, καὶ ὅτι μὲν Θεὸς ὢν ἐπιδημήσει, οὕτως φησὶν ἐν μὲν τῷ τεσσαρακοστῷ ἐννάτῳ ψαλμῷ·
關於救主的降臨,並他雖是神卻要降臨,它在第四十九篇中這樣說:
Concerning the coming of the Saviour, and that, being God, he would come, it speaks thus in the forty-ninth psalm:
1:52
Κύριος ἐμφανῶς ἥξει, Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται·
「我們的神耶和華要顯然來臨,必不閉口」;
"The Lord will come manifestly, our God, and will not keep silence";
1:53
ἐν δὲ τῷ ἑκατοστῷ ἑπτακαιδεκάτῳ·
又在第一百一十七篇中:
and in the hundred and seventeenth:
1:54
Εὐλογημένος ἐρχόμε νος ἐν ὀνόματι Κυρίου
「奉耶和華名來的是應當稱頌的。
"Blessed is he who comes in the name of the Lord.
1:55
Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴ κου Κυρίου·
我們從耶和華的殿中為你們祝福。
We have blessed you out of the house of the Lord.
1:56
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν
耶和華是神;他光照了我們。」
God is the Lord, and he has appeared to us."
1:57
Ὅτι δὲ οὗτός ἐστιν τοῦ Πατρὸς Λόγος, οὕτως ἐν τῷ ἑκατοστῷ ἕκτῳ ψάλλει·
又這一位就是父的道,它在第一百零六篇中這樣歌唱:
And that this one is the Word of the Father, it thus sings in the hundred and sixth psalm:
1:58
Ἀπέστειλε τὸν Λόγον αὐ τοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν
「他發命醫治他們,救他們脫離死亡。」
"He sent his Word and healed them, and delivered them from their corruptions."
1:59
γὰρ ἐρχόμενος Θεὸς αὐτός ἐστι καὶ Λόγος ἀποστελλόμενος
因為那來臨的神,自己也就是那被差遣的道。
For the God who comes is himself also the Word who is sent.
1:60
Τοῦτον δὲ τὸν Λόγον εἰδὼς ὄντα τὸν Υἱὸν τοῦ Θεοῦ, ᾄδει φωνὴν τοῦ Πατρὸς ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ·
它既知道這道就是神的兒子,便在第四十四篇中歌唱父的聲音:
And knowing this Word to be the Son of God, it sings the voice of the Father in the forty-fourth psalm:
1:61
Ἐξηρεύξατο καρδία μου Λόγον ἀγαθόν·
「我心裡湧出美辭(道)」;
"My heart has uttered a good Word";
1:62
καὶ πάλιν ἐν τῷ ἑκα. τοστῷ ἐννάτῳ·
又在第一百零九篇中:
and again in the hundred and ninth:
1:63
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐξεγέννησά σε
「在晨星出現之先,我從腹中生了你。」
"From the womb before the morning star I have begotten you."
1:64
Τί γὰρ ἂν ἄλλο τις εἴποι γέννημα τοῦ Πάτρος τὸν Λόγον καὶ τὴν Σοφίαν αὐτοῦ; Τοῦτον εἰδυῖα ὄντα, εἶπεν Πατήρ·
除了父的道與智慧之外,人還能稱什麼為父所生的呢?它既知道這一位就是父對之說話的那一位:
For what else could one call the offspring of the Father but his Word and his Wisdom? Knowing this one to be he to whom the Father said:
1:65
Γενηθήτω φῶς, καὶ στερέωμα, καὶ τὰ πάντα, καὶ αὕτη βίβλος περιέχει λέγουσα·
「要有光、要有穹蒼、要有萬物」,這卷書也含著這事,說:
"Let there be light, and a firmament, and all things," this book too contains it, saying:
1:66
Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα δύναμις αὐτῶν
「諸天藉耶和華的話而堅立,萬象藉他口中的氣而成。」
"By the Word of the Lord the heavens were established, and by the breath of his mouth all their power."
1:67
Καὶ Χριστὸν δὲ αὐτὸν ἐρχόμενον οὐκ ἠγνόησεν·
它也並非不認識那要來的他,就是基督;
Nor was it ignorant of him as the Christ who comes;
1:68
ἀλλὰ καὶ μάλιστα περὶ τούτου λέγει ἐν τῷ τεσσαρα κοστῷ τετάρτῳ ψαλμῷ·
它更尤其在第四十四篇中論到這事:
but it speaks most especially concerning this in the forty-fourth psalm:
1:69
θρόνος σου, Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
「神啊,你的寶座是永永遠遠的;
"Your throne, O God, is for ever and ever;
1:70
ῥάβδος εὐθύτητος ῥά βδος τῆς βασιλείας σου
你國的權杖是正直的權杖。
a sceptre of uprightness is the sceptre of your kingdom.
1:71
Ἠγάπησας δικαιοσύ νην, καὶ ἐμίσησας ἀδικίαν·
你喜愛公義,恨惡罪惡;
You have loved righteousness and hated iniquity;
1:72
διὰ τοῦτο ἔχρισέ σε Θεὸς Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
所以神,就是你的神,用喜樂油膏你,勝過膏你的同伴。」
therefore God, your God, has anointed you with the oil of gladness above your fellows."
1:73
Καὶ ἵνα μὴ κατὰ φαντασίαν τις ἔρ χεσθαι αὐτὸν (εἶναι) νομίσῃ, σημαίνει αὐτὸν ἄνθρω πον γενησόμενον, καὶ τοῦτον εἶναι δι' οὗ τὰ πάντα γέγονε, λέγων ἐν τῷ ὀγδοηκοστῷ ἕκτῳ·
為免有人以為他的降臨只是幻象,它指明他要成為人,並且這位正是萬物藉以造成的那一位,它在第八十六篇中說:
And lest anyone suppose that he came merely in appearance, it indicates that he was to become man, and that this very one is he through whom all things came to be, saying in the eighty-sixth:
1:74
Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐ τῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν Ὕψιστος
「論到錫安,必說:這一個那一個都生在其中,至高者親自堅立這城。」
"A man, even a man, was born in her, and the Most High himself has founded her."
1:75
Τοῦτο γὰρ ἴσον ἐστὶ τῷ εἰπεῖν·
因為這話正等於說:
For this is equivalent to saying:
1:76
πάντα δι' αὐτοῦ ἐγένετο, καὶ Λόγος σὰρξ ἐγένετο
「萬物是藉著他造的」,並且「道成了肉身」。
"all things came to be through him," and "the Word became flesh."
1:77
Ἄκου σον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, ὅτι ἐπεθύμησεν βασιλεὺς τοῦ κάλλους σου
「女子啊,你要聽,要看,要側耳而聽;要忘記你的本族和你父家;王就羨慕你的美貌。」
"Hear, O daughter, and see, and incline your ear, and forget your people and your father's house, for the king has desired your beauty."
1:78
Τοῦτο γὰρ πάλιν ὅμοιόν ἐστι τοῦ λεγομένου παρὰ τοῦ Γαβριήλ·
因為這話又如同加百列所說的:
For this again is like the words spoken by Gabriel:
1:79
Χαῖρε, κεχαριτωμένη, Κύριος μετὰ σοῦ
「蒙大恩的女子,願你喜樂,主與你同在。」
"Hail, O favoured one, the Lord is with you."
1:80
Καὶ γὰρ εἰρηκὼς αὐτὸν Χριστὸν, εὐθὺς καὶ τὴν ἀν θρωπίνην γένεσιν ἐκ τῆς Παρθένου ἐδήλωσε, λέγων·
它既稱他為基督,便立刻也表明他從童女而生的人性出生,說:
For having called him Christ, it immediately also made clear his human birth from the Virgin, saying:
1:81
Ἰδὲ μὲν Γαβριὴλ ἐξ ὀνόματος καλεῖ Μαρίαν, ξένος ὢν αὐτῆς κατὰ τὴν γένεσιν·
看哪,加百列按名稱呼馬利亞,雖然就出生而言他與她素不相識;
Behold, Gabriel calls Mary by name, though he was a stranger to her by birth;
1:82
Ἄνθρωπον δὲ αὐτὸν εἰρηκυῖα γενησόμενον, ἀκο λούθως καὶ παθητὸν αὐτὸν σαρκὶ σημαίνει
它既說他要成為人,便也隨即指明他在肉身上是能受苦的。
and having said that he was to become man, it consequently also signifies that he was passible in the flesh.
1:83
Τήν τε ἐπι βουλὴν παρὰ τῶν Ἰουδαίων ὁρῶσα γινομένην, ψάλλει ἐν μὲν τῷ δευτέρῳ ψαλμῷ·
它又看見出於猶太人的陰謀,便在第二篇中歌唱:
And seeing the plot that came from the Jews, it sings in the second psalm:
1:84
Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·
「外邦為甚麼爭鬧?萬民為甚麼謀算虛妄的事?世上的君王一齊起來,臣宰一同商議,要敵擋耶和華並他的受膏者」;
"Why did the nations rage, and the peoples imagine vain things? The kings of the earth stood up, and the rulers gathered together against the Lord and against his Christ";
1:85
ἐν δὲ τῷ εἰκοστῷ καὶ πρώτῳ τὴν ποιότητα τοῦ θανάτου ἐκ προσώπου τοῦ Σωτῆρός φησιν·
它又在第二十一篇中,藉救主的口述說他受死的情形:
and in the twenty-first it tells of the manner of his death from the person of the Saviour:
1:86
Εἰς χοῦν θανάτου κατήγαγές με·
「你把我安置在死地的塵土中;
"You have brought me down to the dust of death;
1:87
ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με
犬類圍著我,惡黨環繞我。
for many dogs encompassed me, the assembly of evildoers surrounded me.
1:88
Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου
他們扎了我的手、我的腳,我的骨頭都可以數過。
They pierced my hands and my feet, they numbered all my bones.
1:89
Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με·
他們瞪著眼看我。
They themselves looked and gazed upon me;
1:90
διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον
他們分了我的外衣,為我的裡衣拈鬮。」
they divided my garments among themselves, and for my clothing they cast lots."
1:91
Τὸ δὲ τὰς χεῖρας καὶ τοὺς πόδας ὀρύττεσθαι, τί ἕτερον σταυρὸν λέγων σημαίνει; Πάντα ταῦτα διδάσκουσα προστίθησιν, ὅτι μὴ δι' ἑαυτὸν, δι' ἡμᾶς δὲ ταῦτα πάσχει Κύριος
那扎手扎腳,除了指他所說的十字架,還能指甚麼呢?它教導這一切時又補充說,主受這些苦並非為他自己,乃是為我們。
And what else does the piercing of the hands and feet signify but the cross, of which it speaks? Teaching all these things, it adds that the Lord suffers these things not for his own sake, but for ours.
1:92
Καί φησιν ἐκ προσώπου πάλιν αὐτοῦ ἐν μὲν τῷ πζʹ·
它又在第八十七篇中藉他的口說:
And again it speaks from his person in the eighty-seventh:
1:93
Ἐπ' ἐμὲ ἐπεστηρίχθη θυμός σου·
「你的忿怒重壓在我身上」;
"Your wrath has lain hard upon me";
1:94
οὐχ ἥρπασα, τότε ἀπετίννυον
「我沒有搶奪的,要我償還。」
"What I did not seize, I then repaid."
1:95
Οὐ γὰρ. ὑπεύθυνος ὢν ἀπέθνησκεν, ἀλλ' ὑπὲρ ἡμῶν ἔπασχε, καὶ τὸν καθ' ἡμῶν θυμὸν διὰ τὴν παράβασιν ἐφ' ἑαυ τὸν ἐβάσταζε, λέγοντα διὰ τοῦ Ἡσαΐου·
因為他並非作為理當受死的人而死,乃是為我們受苦,並因我們的過犯,把那本該臨到我們的忿怒擔在自己身上,正如它藉以賽亞所說的:
For not as one liable to it did he die, but he suffered for us, and bore upon himself the wrath against us on account of our transgression, as it speaks through Isaiah:
1:96
Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε·
「他親自擔當了我們的軟弱」;
"He himself took our infirmities";
1:97
καὶ λεγόντων μὲν ἡμῶν ἐν τῷ ἑκατοστῷ τριακοστῷ ἑβδόμῳ ψαλμῷ·
在我們這一面,當我們在第一百三十七篇中說:
and on our part, when we say in the hundred and thirty-seventh psalm:
1:98
Κύριος ἀντ αποδώσει ὑπὲρ ἐμοῦ·
「耶和華必為我成全」;
"The Lord will repay on my behalf";
1:99
λέγοντος δὲ καὶ τοῦ Πνεύματος ἐν ἑβδομηκοστῷ πρώτῳ·
聖靈也在第七十一篇中說:
and the Spirit also saying in the seventy-first:
1:100
Καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην, ὅτι ἐῤῥύσατο, πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ πένητα, οὐχ ὑπῆρχε βοηθός
「他要拯救窮乏人的兒女,使欺壓人的降卑;因為他要搭救那無人幫助、被強暴者欺壓的窮苦人。」
"And he will save the children of the poor, and humble the slanderer, for he delivered the needy from the hand of the mighty, and the poor who had no helper."
1:101
Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται βα σιλεὺς τῆς δόξης·
「眾首領啊,你們要抬起頭來;永久的門戶啊,你們要被舉起,那榮耀的王將要進來」;
"Lift up your gates, O rulers, and be lifted up, you everlasting doors, and the King of glory shall enter";
1:102
Ἀνέβη Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγ γος
「神在歡呼聲中上升,耶和華在角聲中上升。」
"God has gone up with a shout, the Lord with the sound of a trumpet."
1:103
Τὴν μὲν κάθισιν ἀναγγέλλει, καί φησιν ἐν μὲν τῷ ἑκατοστῷ ἐννάτῳ·
它又宣告他的坐席,在第一百零九篇中說:
And it proclaims his sitting, and says in the hundred and ninth:
1:104
Εἶπεν Κύριος τῷ Κυρίῳ μου·
「耶和華對我主說:
"The Lord said to my Lord:
1:105
Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·
你坐在我的右邊,等我使你仇敵作你的腳凳」;
Sit at my right hand, until I make your enemies the footstool of your feet";
1:106
ἐν δὲ τῷ ἐννάτῳ καὶ τὴν γενομένην ἀπώλειαν τοῦ διαβόλου βοᾷ·
它又在第九篇中宣揚那臨到魔鬼的毀滅:
and in the ninth it cries out the destruction that came upon the devil:
1:107
Ἐκάθισας ἐπὶ θρόνου, κρίνων δικαιοσύνην·
「你坐在寶座上,按公義審判;
"You have sat upon a throne, you who judge righteousness;
1:108
ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ἀσεβής
你斥責了列國,惡人就滅亡了。」
you have rebuked the nations, and the ungodly has perished."
1:109
Καὶ γὰρ ὅτι τὴν κρίσιν πᾶσαν ἔλαβε παρὰ τοῦ Πατρὸς, οὐκ ἔκρυψεν, ἀλλὰ καὶ κριτὴν πάντων αὐτὸν ἐρχό μενον προμηνύει ἐν μὲν οαʹ·
它也不隱瞞他從父領受了全部的審判,反而在第七十一篇中預告他要來作萬人的審判者:
And that he received all judgement from the Father, it did not hide, but foretells him also as coming to be the judge of all, in the seventy-first:
1:110
Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου ἐν δικαιο σύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει·
「神啊,求你將你的判斷賜給王,將你的公義賜給王的兒子,使他按公義審判你的民,按公平審判你的困苦人」;
"O God, give your judgement to the king, and your righteousness to the king's son, to judge your people in righteousness and your poor in justice";
1:111
Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὑτοῦ
「他要召上天下地,為要審判他的民。
"He will summon the heaven above and the earth, to judge his people.
1:112
Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐ τοῦ·
諸天必表明他的公義」;
And the heavens shall declare his righteousness";
1:113
Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν·
「神站在神(眾掌權者)的會中;
"God stood in the congregation of gods;
1:114
ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ
在諸神中行審判。」
in the midst he will judge the gods."
1:115
Καὶ μὴν καὶ τὴν κλῆσιν τῶν ἐθνῶν ἔστιν ἀπ' αὐτῆς μαθεῖν ἐπὶ πολλῶν μὲν, μάλιστα δὲ ἀπὸ τοῦ μςʹ·
再者,列國蒙召之事,可從其中許多處學得,尤其是從第四十六篇:
Moreover, the calling of the nations can be learned from it in many places, but most of all from the forty-sixth:
1:116
Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως·
「萬民哪,你們都要拍掌,要用誇勝的聲音向神呼喊」;
"All you nations, clap your hands, shout to God with a voice of rejoicing";
1:117
Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι·
「住在曠野的(古實人)必在他面前下拜,他的仇敵必舔土;
"Before him the Ethiopians shall fall down, and his enemies shall lick the dust;
1:118
βασιλεῖς Θαρσεῖς καὶ αἱ νῆσοι δῶρα προσοίσουσι·
他施和海島的王要進貢;
the kings of Tarshish and the islands shall offer gifts;
1:119
βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι·
亞拉伯和示巴的王要獻禮物;
the kings of the Arabs and of Sheba shall bring gifts;
1:120
καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ
地上一切的王都要向他下拜,萬國都要事奉他。」
and all the kings of the earth shall worship him, all nations shall serve him."
1:121
Ταῦτα μὲν ἐν τοῖς Ψαλμοῖς ᾄδεται, ἐν δὲ ἑκάστῃ τῶν ἄλλων βίβλων προαπαγγέλλεται
這些事既在《詩篇》中被歌唱,也在其餘各卷書中預先宣告了。
These things, then, are sung in the Psalms, while in each of the other books they are proclaimed beforehand.
1:122
Οὐκ ἀγνοῶν δὲ πάλιν ἔλεγεν, ὅτι καὶ ἐν ἑκάστῃ βίβλῳ τῆς Γραφῆς τὰ αὐτὰ περὶ τοῦ Σωτῆρος ἐξαι ρέτως σημαίνεται·
他又說(並非無知地說),在聖經的每一卷書中,論到救主的同樣事情都以特別的方式被指明;
And he said again, not in ignorance, that in each book of Scripture the same things concerning the Saviour are signified in a special way;
1:123
καὶ ἔστι τοῦτο πάσαις αὐταῖς ἀπάγγελμα, καὶ συμφωνία αὐτὴ τοῦ Πνεύματος
這是這一切書共有的信息,是同一聖靈那同一的和諧。
and this is the message common to them all, and the one and the same harmony of the Spirit.
1:124
Καὶ γὰρ ὥσπερ τὰ τῶν ἄλλων ἐν ταύτῃ δυνατὸν εὑ ρεῖν·
因為正如別卷書的內容可在這卷中找到,
For just as the matters of the other books can be found in this one,
1:125
οὕτως καὶ τὰ ταύτης ἐν ταῖς ἑτέραις πολλάκις εὑρίσκεται
這卷書的內容也常在別卷書中找到。
so too the matters of this book are often found in the others.
1:126
Καὶ γὰρ Μωϋσῆς ᾠδὴν γράφει, καὶἩ σαΐας ᾄδει, καὶ Ἀμβακοὺμ προσεύχεται μετ' ᾠδῆς
因為摩西也寫了一首歌,以賽亞也歌唱,哈巴谷也帶著歌禱告。
For Moses too writes a song, and Isaiah sings, and Habakkuk prays with a song.
1:127
Πάλιν τε ἐν ἑκάστῃ βίβλῳ ἔστιν ἰδεῖν καὶ προφητείας καὶ νομοθεσίας καὶ ἱστορίας
再者,在每一卷書中都可以看見預言、律法和歷史。
And again, in each book one can see both prophecies and laws and histories.
1:128
Τὸ γὰρ αὐτὸ Πνεῦμα ἐπὶ πάντας ἐστί·
因為同一位聖靈臨到這一切之上;
For the same Spirit is over them all;
1:129
καὶ κατὰ μὲν τὴν εἰς ἕκαστον γε νομένην αὐτοῦ διαίρεσιν ἕκαστος τὴν δοθεῖσαν αὐτῷ. χάριν διακονεῖ καὶ πληροῖ, εἴτε προφητεία ἐστὶν, εἴτε νομοθεσία, εἴτε τῆς ἱστορίας μνήμη, εἴτε τῶν ψαλ μῶν χάρις·
按照他分賜給各人的恩賜,各人就執行並成全所賜給他的恩,無論是預言、是律法、是歷史的記述、還是詩篇的恩典;
and according to the distribution of his gift to each one, each one serves and fulfils the grace given to him, whether it be prophecy, or lawgiving, or the recording of history, or the grace of the psalms;
1:130
ἐπειδὴ δὲ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμά ἐστιν, οὗπερ καὶ πᾶσαι διαιρέσεις εἰσὶν, αὐτὸ δὲ ἀδι αίρετόν ἐστι κατὰ φύσιν·
既然這聖靈是獨一無二的,一切分賜都出於他,而他按本性卻是不可分的,
and since the Spirit is one and the same, of whom also are all the distributions, while it is itself undivided by nature,
1:131
τοῦτο τὸ ὅλον μέν ἐστιν ἑκάστῳ, κατὰ δὲ τὴν διακονίαν αἱ φανερώ σεις καὶ αἱ διαιρέσεις τοῦ Πνεύματος ἑκάστοις γίνον ται·
這聖靈便完全臨在於各人身上,惟按各人的職事,聖靈的彰顯與分賜才臨到各人;
this Spirit is wholly present to each, but according to the ministry the manifestations and distributions of the Spirit come to each;
1:132
καὶ λοιπὸν κατὰ τὴν ἀποκειμένην χρείαν πολλά κις ἕκαστος, ὑποσχοῦντος τοῦ Πνεύματος, διακονεῖ τὸν λόγον·
並且,按照當前的需要,各人就常常照聖靈所供應的來服事這道;
and furthermore, according to the need at hand, each one often ministers the word, as the Spirit supplies;
1:133
ὥστε, καθὰ προεῖπον, νομοθετοῦντα Μωϋσῆν προφητεύειν ποτὲ καὶ ᾄδειν, καὶ προφητεύοντας τοὺς προφήτας ἐντέλλεσθαί ποτε·
所以,正如我先前所說,摩西在頒佈律法時,有時也說預言、也歌唱;眾先知在說預言時,有時也發出誡命:
so that, as I said before, Moses, while giving the law, sometimes also prophesies and sings, and the prophets, while prophesying, sometimes also give commandments:
1:134
Λούσασθε, καθαροὶ γίνεσθε
「你們要洗濯、自潔」;
"Wash yourselves, make yourselves clean";
1:135
Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ·
「耶路撒冷啊,你當洗去心中的惡。」
"Cleanse your heart from wickedness, O Jerusalem."
1:136
Οὕτως γὰρ καὶ τῶν Ψαλμῶν βίβλος, ἔχουσα τὸ ἴδιον τῶν ᾠδῶν, ὅπερ ἐν ταῖς ἄλλαις βίβλοις διεξοδικῶς εἴρηται, ταῦτα αὐτὴ τῇ κατὰ πλάτος φωνῇ μετὰ μέλους ψάλλει, καθὼς προείρηται
因此《詩篇》這卷書也是如此:它既有歌唱所特有的,便將別卷書詳盡述說的那些事,照前面所說的,用它寬廣的話語伴著旋律歌唱出來。
For thus the book of the Psalms too, having what is proper to songs, that which in the other books has been set forth at length, these same things it sings in its own broad utterance with melody, as has been said before.
1:137
Νομοθετεῖ γοῦν ποτε καὶ αὐτή·
它有時甚至也頒佈律法:
It even gives law at times:
1:138
Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν·
「當止住怒氣,離棄忿怒」;
"Cease from anger, and forsake wrath";
1:139
καὶ, Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν·
又說:「要離惡行善;
and, "Turn from evil and do good;
1:140
ζήτησον εἰρή νην, καὶ δίωξον αὐτήν
尋求和睦,一心追趕。」
seek peace and pursue it."
1:141
Καὶ ἱστορεῖ δέ ποτε κατὰ τὴν ὁδὸν τοῦ Ἰσραὴλ, καὶ προφητεύει περὶ τοῦ Σω τῆρος, ὥσπερ εἴρηται πρότερον
它有時也記述以色列道路的歷史,並如前面所說,論到救主說預言。
And it sometimes records history concerning the way of Israel, and prophesies concerning the Saviour, as was said before.
1:142
Κοινὴ μὲν οὖν τοιαύτη τοῦ Πνεύματος χάρις ἔστω παρὰ πᾶσι, καὶ ἐν ἑκάστῳ γινομένη εὑρισκέσθω, καὶ παρὰ πᾶσιν αὐτὴ, ὡς ἐὰν χρεία ἀπαιτῇ, καὶ τὸ Πνεῦμα βούληται
願聖靈這樣共有的恩典臨在於眾人之中,在各人身上運行,在眾人裡是一樣的,照需要所求、照聖靈所願。
Let such, then, be the common grace of the Spirit present among all, and let it be found at work in each, and the same among all, as the need may require and the Spirit may will.
1:143
Οὐ διαφέρει γὰρ τὸ πλέον καὶ ἔλαττον ἐν ταύτῃ τῇ χρείᾳ, ὡς ἕκαστος ἀνενδότως τὴν ἰδίαν ἀποπληροῖ καὶ τελειοῖ διακονίαν
因為在這事上多與少並無分別,只要各人都毫不懈怠地成全並完成自己的職事。
For more or less makes no difference in this matter, provided each unfailingly fulfils and perfects his own ministry.
1:144
δέ γε βίβλος τῶν Ψαλμῶν καὶ οὕτως ἔχει τινὰ πάλιν χάριν ἰδίαν καὶ παρατήρησιν ἐξαίρετον·
然而《詩篇》這卷書,縱然如此,仍另有它獨特的恩典與卓異的特色;
But the book of the Psalms, even so, has again a certain grace of its own and a special distinguishing feature;
1:145
πρὸς γὰρ τοῖς ἄλλοις, ἐν οἷς πρὸς τὰς ἄλλας βίβλους ἔχει τὴν σχέσιν καὶ κοινωνίαν, λοιπὸν καὶ ἴδιον ἔχει τοῦτο θαῦμα, ὅτι καὶ τὰ ἑκάστης ψυχῆς κινήματα, τάς τε τούτων μεταβολὰς καὶ διορθώσεις ἔχει διαγεγραμμένας καὶ διατετυπωμένας ἐν ἑαυτῇ·
因為除了它在其中與別卷書有關聯與相通的那些事之外,它還有這獨特的奇妙,就是它也把各個靈魂的種種活動、連同它們的變化與修正,都描繪、塑造在自身之內;
for in addition to the other things in which it has relation and fellowship with the other books, it has besides this its own marvel, that it also contains, depicted and shaped within itself, the movements of each soul, together with their changes and corrections;
1:146
ὥστε τινὰ τὸν βουλόμενον ὡς ἄπειρον ἐξ αὐτῆς λαμβάνειν καὶ κατανοεῖν, οὕτω τὸ τυποῦν ἑαυτὸν, ἐκεῖ γέγραπται
以致凡願意的人都可從中支取、省察自己,連那塑造自己的方法也都記在那裡。
so that whoever wishes may take from it and consider himself as in a boundless mirror, and there is written the very way of fashioning oneself.
1:147
Ἐν μὲν γὰρ ταῖς ἄλλαις βίβλοις μόνον τις ἀκούει τὸν νό μον προστάττοντα, (μὴ) δεῖ ποιεῖν καὶ μὴ δεῖ πράτ τειν·
因為在別卷書中,人只聽見律法吩咐當行與不當行的事;
For in the other books one only hears the law commanding what one must and must not do;
1:148
προφητείας τε κατακούει, ὥστε μόνον εἰδέναι τὸν ἐρχόμενον Σωτῆρα·
也聽見預言,只為要知道那要來的救主;
and one listens to prophecies, so as merely to know the coming Saviour;
1:149
καὶ ἱστορίαις δὲ προσέχει, ἐξ ὧν γινώσκειν δύναται τὰς τῶν βασιλέων καὶ τὰς τῶν ἁγίων πράξεις
也留意歷史,從中得以認識諸王與眾聖徒的作為。
and one attends to histories, from which one can come to know the deeds of the kings and of the saints.
1:150
Ἐν δὲ τῇ βίβλῳ τῶν Ψαλμῶν, πρὸς τῷ ταῦτα μανθάνειν τὸν ἀκούοντα, ἔτι καὶ τὰ κινήματα τῆς ἑαυτοῦ ψυχῆς ἐν αὐτῇ κατανοεῖ καὶ διδάσκεται·
但在《詩篇》這卷書中,聽者除了學得這些事之外,還在其中察覺並被教導自己靈魂的種種活動;
But in the book of the Psalms, besides learning these things, the hearer also perceives and is taught in it the movements of his own soul;
1:151
καὶ λοιπὸν πρὸς πάσχει καὶ ἐν συν έχεται, δύναται πάλιν ἐκ ταύτης ἔχεσθαι τὴν εἰκόνα τῶν λόγων·
並且,對於他所經歷、所困於其中的一切,他都能再從中取得言語的範式;
and furthermore, with respect to whatever he suffers and is held fast in, he can again take from it the image of the words;
1:152
ὥστε μὴ μόνον ἀκούσαντα παρέρχεσθαι, ἀλλὰ καὶ πῶς δεῖ λέγοντα καὶ ποιοῦντα θεραπεύειν τὸ πάθος, διδάσκει, Εἰσὶ μὲν γὰρ καὶ ἐν ταῖς ἄλ λαις βίβλοις κωλυτικοὶ λόγοι ἀπαγορεύοντες τὰ φαῦλα·
以致他不僅是聽過就罷了,這卷書還教導他當如何藉言語與行動去醫治自己的情慾。因為別卷書中也有禁戒的話,攔阻卑劣的事;
so that he does not merely hear and pass on, but it teaches him how he ought, by speaking and acting, to heal his passion. For in the other books also there are restraining words forbidding base things;
1:153
ἐν ταύτῃ δὲ καὶ πῶς ἀπέχεσθαι δεῖ τετύπωται·
但在這卷書中,還塑造出人當如何戒絕;
but in this book it is also shaped out how one must abstain;
1:154
οἷον. παράγγελμά ἐστι τὸ μετανοεῖν·
例如,悔改本是一條命令;
for example, it is a precept to repent;
1:155
τὸ δὲ μετανοεῖν παύεσθαι τῆς ἁμαρτίας ἐστίν·
而悔改就是止住罪;
and to repent is to cease from sin;
1:156
ἐνταῦθα δὲ καὶ πῶς μετανοεῖν, καὶ τί δεῖ λέγειν ἐπὶ τῇ μετανοίᾳ, τετύ πωτος
但在這裡還塑造出當如何悔改,以及悔改時當說甚麼。
but here it is also shaped out how to repent, and what one must say in repenting.
1:157
Καὶ πάλιν εἴρηκεν Παῦλος·
保羅又說:
And again Paul has said:
1:158
θλίψις τῇ ψυχῇ ὑπομονὴν κατεργάζεται, δὲ ὑπομονὴ δο κιμὴν, δὲ δοκιμὴ ἐλπίδα, δὲ ἐλπὶς οὐ κατ αισχύνει
「患難生忍耐,忍耐生老練,老練生盼望,盼望不至於羞恥。」
"Affliction works patience in the soul, and patience proof, and proof hope, and hope does not put to shame."
1:159
Ἐν δὲ τοῖς Ψαλμοῖς καὶ πῶς δεῖ φέρειν τὰς θλίψεις, καὶ τί θλιβόμενον δεῖ λέγειν, καὶ τί μετὰ τὰς θλίψεις, καὶ πῶς ἕκαστος δοκιμάζεται, καὶ τί νες οἱ λόγοι τῶν ἐλπιζόντων ἐπὶ Κύριον, γέγραπται καὶ κεχάρακται
但在《詩篇》中卻記載並刻明:人當如何承受患難、受患難的人當說甚麼、患難之後當說甚麼、各人如何被試驗,以及那些仰望耶和華之人的話是怎樣的。
But in the Psalms it is written and engraved how one must bear afflictions, and what one in affliction must say, and what after the afflictions, and how each is proved, and what are the words of those who hope in the Lord.
1:160
Πάλιν τε ἐντολή ἐστιν ἐν παντὶ εὐχαριστεῖν·
再者,凡事謝恩本是一條誡命;
Again, it is a commandment to give thanks in everything;
1:161
ἀλλὰ καὶ τί δεῖ λέγειν εὐχαριστοῦντας διδάσκουσιν οἱ Ψαλμοί
但《詩篇》也教導感恩時當說甚麼。
but the Psalms teach also what one must say in giving thanks.
1:162
Εἶτα παρ' ἑτέρων ἀκούοντες·
再者,我們從別處聽見:
Then, hearing from others:
1:163
Ὅσοι θέλουσιν εὐσεβῶς ζῇν διωχθήσονται, παρὰ τούτων διδασκόμεθα, καὶ πῶς δεῖ φεύγοντας φωνεῖν, καὶ τίνας διωκομένους καὶ μετὰ τὸν διωγμὸν ῥυσθέν τας δεῖ λόγους ἀναφέρειν τῷ Θεῷ
「凡立志在基督裡敬虔度日的,都要受逼迫」,從這卷書我們又學得:逃避的人當如何呼求,受逼迫並在逼迫之後得拯救的人,當向神獻上怎樣的話。
"All who wish to live godly will be persecuted," from these we are taught also how those who flee must call out, and what words those who are persecuted, and who after the persecution are delivered, must offer up to God.
1:164
Εὐλογεῖν παραγ γελλόμεθα τὸν Κύριον, καὶ ἐξομολογεῖσθαι αὐτῷ·
我們被吩咐要稱頌耶和華、向他稱謝;
We are commanded to bless the Lord and to give thanks to him;
1:165
ἀλλ' ἐν τοῖς Ψαλμοῖς τυπούμεθα πῶς τε αἰνεῖν δεῖ τὸν Κύριον, καὶ τίνα ῥήματα λέγοντες ἐξομολογού μεθα πρεπόντως
但在《詩篇》中我們被塑造,知道當如何讚美耶和華,並當用怎樣的言詞才能合宜地稱謝。
but in the Psalms we are shaped in how we must praise the Lord, and with what words, in speaking them, we may fittingly give thanks.
1:166
Καὶ ἐφ' ἑκάστου δέ τις οὕτως ἂν εὕροι τὰς θείας ᾠδὰς, πρὸς ἡμᾶς καὶ ἡμῶν κινήσεις καὶ καταστάσεις κειμένας
在每一件事上,人都會這樣發覺,這些神聖的詩歌都是針對我們、我們的活動與境況而設的。
And in every case one would thus find the divine songs laid out with reference to us and to our movements and conditions.
1:167
οἵ τε ἀκούοντες ἄλλους ἑαυτοὺς ἐκείνων ἡγοῦνται, περὶ ὧν λόγος φησὶ, καὶ τὰς ἐπαγγελλομένας δὲ πράξεις, ἄχρι τοῦ θαυμάζειν καὶ ζηλοῦν αὐτὰς, εἰς τὸ μιμεῖσθαι γίνονται
那些聽見的人便以為自己就是經文所論到的那些人,甚至到了讚嘆並羨慕那些所陳明之行為的地步,以致去效法它們。
And those who hear consider themselves to be those very ones of whom the word speaks, and they come, even to the point of admiring and emulating the deeds set forth, to imitate them.
1:168
Ταύτην δὲ βίβλον λαμβάνων τὰς μὲν περὶ τοῦ Σωτῆρος προ φητείας συνήθως ἐν ταῖς ἄλλαις Γραφαῖς θαυμάζων καὶ προσκυνῶν διεξέρχεται, τοὺς δὲ ἑτέρους ψαλμοὺς ὡς ἰδίους ὄντας λόγους ἀναγινώσκει·
凡拿起這卷書的人,就如他在別卷聖經中所慣有的那樣,帶著驚奇與敬拜讀過那些論到救主的預言,卻把其餘的詩讀作他自己的話;
Whoever takes up this book goes through the prophecies concerning the Saviour, as he is accustomed in the other Scriptures, with wonder and worship, but he reads the other psalms as being his own words;
1:169
καὶ ἀκούων δὲ ὡς αὐτὸς λέγων κατανύσσεται, καὶ συνδιατίθεται τοῖς τῶν ᾠδῶν ῥήμασιν, ὡς ἰδίαν ὄντων αὐτοῦ
聽見這些話的人也被刺透,彷彿是他自己在說,並把這些詩歌的話當作自己的而與之契合。
and the one who hears them is pierced, as though he himself were speaking, and he conforms himself to the words of the songs as being his own.
1:170
Σαφηνείας δὲ χάριν οὐκ ὀκνητέον, κατὰ τὸν μακάριον Ἀπόστολον, ἐπαναλαβόντα τὸ αὐτὸ λέγειν
為求明晰,效法那有福的使徒,人不必憚於重提同一要點,再說一遍。
And for the sake of clarity one must not hesitate, following the blessed Apostle, to take up the same point and say it again.
1:171
Πλεῖστοι λόγοι τῶν πατριαρχῶν εἰσι, καὶ ἴδιοι παρ' αὐτῶν εἰρημένοι·
列祖的話極多,都是他們自己的,是他們親口說的;
Very many are the words of the patriarchs, and they are their own, spoken by them;
1:172
καὶ Μωϋσῆς ἐλάλει, δὲ Θεὸς ἀπεκρίνατο·
摩西說話,神就回答;
and Moses spoke, while God answered;
1:173
Ἡλίας τε καὶ Ἑλισσαῖος ἐπὶ τὸ Καρμήλιον ὄρος καθήμενοι ἐπεκαλοῦντο τὸν Κύριον, καὶ ἀεὶ ἔλεγον·
以利亞和以利沙坐在迦密山上,呼求耶和華,常說:
and Elijah and Elisha, sitting upon Mount Carmel, called upon the Lord, and always said:
1:174
Ζῇ Κύριος, παρέστην ἐνώπιον αὐ τοῦ σήμερον
「我所事奉永生的耶和華,就是我今日侍立在他面前的那一位。」
"As the Lord lives, before whom I stood today."
1:175
Οἵ τε τῶν ἄλλων ἁγίων προφητῶν λόγοι προηγούμενοι μέν εἰσιν οἱ περὶ τοῦ Σωτῆρος·
其餘眾聖先知的話,居首位的乃是論到救主的話;
And the words of the other holy prophets are, foremost, those concerning the Saviour;
1:176
ἔπειτα δὲ καὶ πλεῖστοι γεγόνασι τοῖς τε ἔθνεσι καὶ τῷ Ἰσραήλ
其次也有極多是向列國和以色列說的。
and then there are very many addressed to the nations and to Israel.
1:177
Καὶ ὅμως οὐδεὶς οὔτε τῶν πατριαρχῶν λό γους ὡς ἰδίους ἄν ποτε εἴποι, οὔτε τολμήσοι τις μι μήσασθαι καὶ εἰπεῖν τὰ Μωϋσέως ἴδια ῥήματα, οὐδὲ τοῦ Ἀβραὰμ περὶ τοῦ οἰκογενοῦς καὶ τοῦ Ἰσμαὴλ καὶ τὰ περὶ τοῦ μεγάλου Ἰσαὰκ, κἂν αὐτὴ χρεία τινὰ καὶ ἀνάγκη καταλάβῃ, τολμήσας ἄν τις ὡς ἴδια εἴποι
然而,沒有人會把列祖的話當作自己的來說,也沒有人敢效法並說出摩西所特有的話,或亞伯拉罕關於他家生的僕人、關於以實瑪利的話,或關於那偉大的以撒的事;縱使有人遭遇同樣的需要與急難,也沒有人敢把這些當作自己的話來說。
And yet no one would ever speak the words of the patriarchs as his own, nor would anyone dare to imitate and speak the words proper to Moses, nor those of Abraham concerning his servant born in his house and concerning Ishmael, nor the matters concerning the great Isaac, even if the same need and necessity should overtake him, would anyone dare to speak them as his own.
1:178
Ἂν δὲ καὶ συμπάσχῃ τις τοῖς πάσχουσι, καὶ πόθον ποτὲ λάβῃ τοῦ κρείττονος, οὔποτ' ἂν εἴποι ὡς. Μωϋσῆς·
縱然有人與受苦者同受苦,有時也懷有對更高之事的渴慕,他卻絕不會像摩西那樣說:
And even if one should suffer along with those who suffer, and should at times take on a longing for what is higher, never would he say, as Moses did:
1:179
Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες·
「倘或你肯赦免他們的罪,便赦免吧;
"If you will forgive them their sin, forgive it;
1:180
εἰ δὲ μὴ ἀφῇς, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου, ἧς ἔγρα ψας
不然,求你從你所寫的冊上塗抹我的名。」
but if not, then blot me out of your book which you have written."
1:181
Ἀλλ' οὐδὲ, τὰς τῶν προφητῶν τις λαμβάνων ὡς ἴδια ῥήματα, μέμψαιτό τις ἐπαινέσειε τούτοις τὰ ὅμοια πράξαντας, οἷς ἐμέμψαντο καὶ ἐπῄνεσαν ἐκεῖ νοι·
也沒有人會把眾先知的話當作自己的,去責備或稱讚那些行了與當日所責備、所稱讚之事相同的人;
Nor again, taking the words of the prophets as his own, would anyone blame or praise, for doing the like, those whom they blamed and praised;
1:182
οὐδὲ τὸ, Ζῇ Κύριος, παρέστην ἐνώπιον αὐ τοῦ σήμερον, μιμήσηται ἄν τις εἰπεῖν ὡς ἴδιον λό γον
也沒有人會效法,把「我所事奉永生的耶和華,就是我今日侍立在他面前的那一位」當作自己的話來說。
nor would anyone imitate and say, as his own word: "As the Lord lives, before whom I stood today."
1:183
Καὶ γὰρ καὶ ἐντυγχάνων ταῖς βίβλοις φανερός ἐστι μὴ ὡς ἰδίους, ἀλλὰ τῶν ἁγίων καὶ τῶν δι' αὐ τῶν δηλουμένων λέγων τοὺς λόγους
因為讀這些書的人顯然是把這些話當作聖徒以及藉他們所表明之人的話來說,而不是當作自己的。
For indeed, the one who reads these books is manifestly speaking the words not as his own, but as those of the saints and of those signified through them.
1:184
Τοὺς δέ γε Ψαλ μοὺς, τὸ παράδοξον, μετὰ τὰς περὶ τοῦ Σωτῆρος καὶ τῶν ἐθνῶν προφητείας λέγων τὰ ἄλλα ὡς ἴδια ῥή ματα λαλῶν ἐστι, καὶ ὡς περὶ αὑτοῦ γραφέντας αὐτοὺς ἕκαστος ψάλλει, καὶ οὐχ ὡς ἑτέρου λέγοντος περὶ ἑτέρου σημαίνοντος δέχεται, καὶ διεξέρχεται·
惟獨《詩篇》——這正是奇妙之處——在那些論到救主與列國的預言之後,誦讀其餘各篇的人乃是把它們當作自己的話來說,各人都把它們當作是為他自己而寫的來歌唱,並非當作他人之言、或是論到他人的事來領受與誦讀;
But the Psalms—and this is the marvel—after the prophecies concerning the Saviour and the nations, the one who recites the rest is speaking them as his own words, and each one sings them as having been written about himself, and receives and goes through them not as the speech of another or as signifying about another;
1:185
ἀλλ' ὡς αὐτὸς περὶ αὐτοῦ λαλῶν διατίθεται·
反倒像是一個論到自己、為自己說話的人那樣領受;
but he is disposed as one speaking about himself concerning himself;
1:186
καὶ οἷά ἐστι τὰ λεγόμενα, ταῦτα ὡς αὐτὸς πράξας καὶ ἐξ ἑαυτοῦ λαλῶν ἀναφέρει τῷ Θεῷ
並且無論所說的是甚麼,他都把這些當作自己所行、出於自己所說的,獻上給神。
and whatever the things spoken are, these he offers up to God as one who himself did them and speaks out of himself.
1:187
Οὐ γὰρ ὡς τὰ τῶν πατριαρχῶν ῥήματα, καὶ Μωϋσέως, καὶ τῶν ἄλλων προφητῶν, εὐλαβηθήσεται καὶ ταῦτα·
因為他不會像對待列祖、摩西和其餘先知的話那樣,對這些話心存忌憚;
For he will not have reverence toward these as toward the words of the patriarchs and of Moses and of the other prophets;
1:188
ἀλλὰ καὶ μά λιστα ὡς ἴδια καὶ περὶ ἑαυτοῦ γραφέντα θαρσεῖ λέ γων ψάλλων ταῦτα
反倒,歌唱這些的人格外放膽地把它們當作自己的、當作是為他自己而寫的來說。
but rather, the one who sings these things takes courage to speak them most especially as his own and as written about himself.
1:189
Τὸν γὰρ φυλάξαντα τὴν ἐν τολὴν, καὶ παραβάντα ταύτην, τήν τε ἑκατέρου πρᾶξιν περιέχουσιν οἱ Ψαλμοί
因為《詩篇》兼含那守誡命的人與那犯誡命的人,以及他們各自的作為。
For the Psalms contain both the one who kept the commandment and the one who transgressed it, and the deed of each.
1:190
Ἀνάγκη δὲ πάντα ἄνθρωπον ἐν τούτοις συνέχεσθαι, καὶ ὡς φυλάξαντα τὴν ἐντολὴν, ὡς παραβάντα ταύτην, λέγειν τοὺς περὶ ἑκάστου γεγραμμένους λόγους
凡為人的,都必被包羅在這兩者之中,並且或作守誡命的、或作犯誡命的,去說那為各種人所寫的話。
And it is necessary that every man be held within these, and that he speak the words written concerning each, either as one who kept the commandment or as one who transgressed it.
1:191
Καί μοι δοκεῖ τῷ ψάλλοντι γίνεσθαι τούτους ὥσπερ εἴσοπτρον, εἰς τὸ κατανοεῖν καὶ αὐτὸν ἐν αὐ τοῖς καὶ τὰ τῆς ἑαυτοῦ ψυχῆς κινήματα, καὶ οὕτως αἰσθόμενον ἀπαγγέλλειν αὐτούς
在我看來,這些詩對於歌唱的人成了一面鏡子,使他可以在其中省察自己以及自己靈魂的種種活動,這樣覺察之後,便把它們發為言語。
And it seems to me that these become for the one who sings as a kind of mirror, so that he may perceive in them both himself and the movements of his own soul, and thus, having become aware, may utter them.
1:192
Καὶ γὰρ καὶ ἀκούων τοῦ ἀναγινώσκοντος ὡς περὶ αὐτοῦ λεγομέ νην τὴν ᾠδὴν καταδέχεται·
因為連那聽見誦讀者的人,也把這詩歌領受為是論到自己而說的;
For indeed, the one who hears the reader receives the song as though it were spoken concerning himself;
1:193
καὶ ἐλεγχόμενος ὑπὸ τοῦ συνειδότος κατανυγεὶς μετανοήσει, περὶ τῆς εἰς Θεὸν ἐλπίδος ἀκούων καὶ τῆς εἰς τοὺς πιστεύον τας γινομένης ἀντιλήψεως, ὡς εἰς αὐτὸν γενομένης τοιαύτης χάριτος ἀγαλλιᾶται, καὶ εὐχαριστεῖν ἄρ χεται τῷ Θεῷ
他或是被良心定罪、受了刺痛而悔改,或是聽見那在神裡的盼望、以及臨到信者的扶助,便歡喜雀躍,彷彿這樣的恩典臨到了他,遂開始向神感恩。
and either, being convicted by his conscience and pierced, he will repent, or, hearing of the hope in God and of the help that comes to those who believe, he rejoices as though such grace had come to him, and begins to give thanks to God.
1:194
Ὅτε γοῦν τὸν τρίτον ψάλλει τις εἰς τὰς ἰδίας θλίψεις συνορῶν, ὡς αὑτοῦ εἶναι νομίζει τὰ ἐν τῷ ψαλμῷ ῥήματα·
因此,當人按自己的患難歌唱第三篇時,他便以為篇中的話是自己的;
So then, when one sings the third psalm in regard to his own afflictions, he considers the words in the psalm to be his own;
1:195
καὶ τότε τὸν ιαʹ καὶ τὸν ιςʹ ὡς εἰς τὴν ἰδίαν πεποίθησιν καὶ προσευχήν ἐστιν ἀπαγγέλλων·
接著他誦讀第十一篇與第十六篇,作為表達自己的倚靠與禱告;
and then he recites the eleventh and the sixteenth as expressing his own trust and prayer;
1:196
καὶ τὸν μὲν νʹ ψαλμὸν ὡς αὐτός ἐστι τὰ ἴδια τῆς μετανοίας ἑαυτοῦ λέγων ῥήματα·
第五十篇,他則當作是自己在說自己悔改的話;
and the fiftieth psalm he speaks as being himself the one uttering his own words of repentance;
1:197
τὸν δὲ νγʹ, καὶ τὸν νεʹ, καὶ τὸν νςʹ, καὶ τὸν ρμαʹ, ὅτε ψάλλει τις, οὐχ ὡς ἄλλου διωκομένου, ἀλλ' ὡς ὢν πάσχων συνδιατίθεται, καὶ ᾄδει τῷ Κυρίῳ ὡς ἰδίους τοὺς λόγους τούτους
至於第五十三篇、第五十五篇、第五十六篇和第一百四十一篇——當人歌唱這些時,並非當作他人受逼迫,乃是當作自己就是受苦者而與之契合,並把這些話當作自己的歌唱給耶和華。
and the fifty-third, the fifty-fifth, the fifty-sixth, and the hundred and forty-first—when one sings these, it is not as one persecuted by another, but as being himself the sufferer that he conforms himself, and sings these words to the Lord as his own.
1:198
κινήματα τῆς ψυχῆς ἡμῶν κατανοεῖσθαι, καὶ πάν τας αὐτοὺς ὡς περὶ ἡμῶν εἰρῆσθαι, καὶ εἶναι ἡμῶν αὐτοὺς ὡς ἰδίους λόγους, εἰς ἀνάμνησιν τῶν ἐν ἡμῖν κινημάτων καὶ διόρθωσιν τῆς ἡμῶν πολιτείας
……就是要使我們靈魂的活動得以被察覺,並使這一切詩篇都被當作論到我們而說、是我們自己的話,為要提醒我們裡面的活動,並修正我們的生活。
...that the movements of our soul are to be perceived, and that all these psalms are spoken concerning us, and are our own as our own words, for the recollection of the movements within us and the correction of our manner of life.
1:199
γὰρ οἱ ψάλλοντες εἰρήκασι, ταῦτα καὶ ἡμῶν δύναν ται τύποι καὶ χαρακτῆρες εἶναι
因為那些歌唱之人所說的話,也能成為我們自己的範型與印記。
For the things which those who sing have spoken can also become types and characters of ourselves.
1:200
Αὕτη δὲ πάλιν τοῦ Σωτῆρός ἐστιν χάρις·
這又是救主的恩典;
And this again is the grace of the Saviour;
1:201
ἄνθρωπος γὰρ δι' ἡμᾶς γενόμενος, τὸ μὲν σῶμα τὸ ἴδιον ὑπὲρ ἡμῶν προσήνεγκεν εἰς θάνατον, ἵνα πάν τας ἀπαλλάξῃ τοῦ θανάτου·
因為他為我們的緣故成了人,把自己的身體為我們獻上,以至於死,為要使眾人脫離死亡;
for having become man for our sake, he offered up his own body for us unto death, that he might deliver all from death;
1:202
τὴν δὲ οὐράνιον καὶ. εὐάρεστον ἑαυτοῦ πολιτείαν δεῖξαι θέλων ἡμῖν, ἐν ἑαυτῷ ταύτην ἐτύπωσεν, ὑπὲρ τοῦ μηκέτι τινὰς εὐ χερῶς ἀπατᾶσθαι παρὰ τοῦ ἐχθροῦ, ἔχοντας ἐνέχυ ρον πρὸς ἀσφάλειαν, τὴν παρ' αὐτοῦ γενομένην ὑπὲρ ἡμῶν κατὰ τοῦ διαβόλου νίκην
他又願意把自己那屬天、蒙悅納的生活指示給我們,便在自己身上將它描繪出來,使人不再輕易被仇敵所欺,因他們已有一個保證得以穩妥,就是他為我們所成就、勝過魔鬼的得勝。
and wishing to show us his own heavenly and well-pleasing manner of life, he depicted it in himself, so that no longer might any be easily deceived by the enemy, having as a pledge for their security the victory over the devil which he won on our behalf.
1:203
Μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ
「你們當跟我學,因為我心裡柔和謙卑。」
"Learn from me, for I am meek and lowly in heart."
1:204
Τελειοτέραν δὲ καὶ εἰς ἀρετὴν διδασκαλίαν οὐκ ἄν τις εὕροι, ἧς Κύριος ἐτύπωσεν ἐν ἑαυτῷ
再沒有比主在自己身上所描繪的更完全的成德教訓了。
And one could not find a more perfect teaching unto virtue than that which the Lord depicted in himself.
1:205
Εἴτε γὰρ ἀνεξικακίαν, εἴτε φιλ ανθρωπίαν, εἴτε ἀγαθότητα, εἴτε ἀνδρίαν, εἴτε ἐλεημοσύνην, εἴτε δικαιοσύνην, πάντα ἐν αὐτῷ τις εὑρήσει γενόμενα, ὥστε μηδὲν εἰς ἀρετὴν λείπειν τῷ κατανοοῦντι τὸν ἀνθρώπινον βίον τοῦτον
因為無論是忍耐、博愛、良善、勇敢、憐憫、還是公義,人都會發現這一切都在他身上實現了,以致凡定睛思想他的人,於成德上一無所缺。
For whether it be forbearance, or love of mankind, or goodness, or courage, or mercy, or righteousness, one will find all these to have been realized in him, so that nothing is lacking unto virtue for the one who considers him.
1:206
Τοῦτο γὰρ Παῦλος εἰδὼς ἔλεγε·
保羅知道這事,便說:
For knowing this, Paul said:
1:207
Μιμηταί μου γίνεσθε, καθ ὼς κἀγὼ Χριστοῦ
「你們該效法我,像我效法基督一樣。」
"Be imitators of me, even as I also am of Christ."
1:208
Οἱ μὲν παρ' Ἕλλησι νομοθέται ἄχρι τοῦ λέγειν ἔχουσι τὴν χάριν·
希臘人中的立法者,其能耐不過止於言說;
The lawgivers among the Greeks have grace only as far as speaking;
1:209
δὲ Κύριος, ὡς ἀληθῶς Κύριος ὢν τοῦ παντὸς, καὶ κηδόμενος ὧν εἰργάσατο, οὐ μόνον νομοθετεῖ, ἀλλὰ καὶ τύπον ἑαυ τὸν δέδωκεν, εἰς τὸ εἰδέναι τοὺς βουλομένους τὴν τοῦ ποιεῖν δύναμιν
惟有主,因他真是萬有的主,又眷顧他所造的,便不僅頒佈律法,更把自己賜下作為榜樣,使凡願意的人都能知道行事的能力。
but the Lord, being truly Lord of all and caring for the works he had made, not only gives law, but has also given himself as a pattern, that those who will may know the power to do.
1:210
Εἰ γὰρ δεῖ καὶ πιθανώτερον εἰπεῖν, πᾶσα μὲν θεία Γραφὴ διδάσκαλός ἐστιν ἀρετῆς καὶ πίστεως ἀληθοῦς·
說得更貼切些:全本聖經都是美德與真信仰的教師;
For, to put it more persuasively: all divine Scripture is a teacher of virtue and of true faith;
1:211
δέ γε βίβλος τῶν Ψαλμῶν ἔχει καὶ τὴν εἰκόνα πως τῆς διαγωγῆς τῶν ψυχῶν
惟《詩篇》這卷書還另外彷彿含有靈魂行止的寫照。
but the book of the Psalms has besides, in a way, the image of the conduct of souls.
1:212
Ὡς γὰρ εἰσερχόμενος πρὸς βασιλέα τυποῦται καὶ τῷ σχή ματι καὶ τοῖς ῥήμασιν, ἵνα μὴ, παρὰ ταῦτα λέγων, ὡς ἀπαίδευτος ἐκβληθῇ·
因為正如進到君王面前的人,在儀態和言語上都要照規矩,免得他說了不合宜的話,就被當作沒有教養而被攆出去;
For just as one who enters into the presence of a king is shaped both in bearing and in words, lest, by speaking otherwise, he be cast out as untaught;
1:213
οὕτως θεία βίβλος τὸν ἐπ' ἀρετῇ τρέχοντα καὶ βουλόμενον κατανοῆσαι τὴν τοῦ Σωτῆρος ἐν σώματι πολιτείαν ὑπομιμνήσκει πρῶτον διὰ τῆς ἀναγνώσεως τὰ κινήματα τῆς ψυ χῆς, καὶ οὕτω λοιπὸν τυποῖ καὶ διδάσκει τοὺς ἐντυγ χάνοντας τοῖς τοιούτοις λόγοις
照樣,這神聖的書,藉著誦讀,先把靈魂的種種活動提醒那奔向美德、願意思想救主在身體裡之生活的人,然後再塑造並教導那些研讀這類話語的人。
so the divine book first reminds, through the reading, the one who runs toward virtue and wishes to consider the Saviour's manner of life in the body, of the movements of the soul, and so thereafter shapes and teaches those who engage with such words.
1:214
Εἰσὶ μὲν οὖν, ἵνα τοῦτο πρῶτόν τις τῆς βίβλου παρατηρήσηται, οἱ μὲν ἐν διηγήματι λεγόμενοι, οἱ δὲ ἐν παραινέσει, οἱ δὲ ἐν προφητείᾳ, οἱ δὲ ὡς ἐν εὐχῇ, οἱ δὲ ἐν ἐξ ομολογήσει
那麼——關於這卷書,人首先當留意這一點——有些詩篇是以敘述說的,有些是以勸勉,有些是以預言,有些是以禱告的形式,有些是以認罪。
There are then—that one may observe this first about the book—some psalms spoken in narrative, some in exhortation, some in prophecy, some as in prayer, some in confession.
1:215
Καὶ εἰσὶ μὲν οἱ ἐν διηγήματι ιηʹ, μγʹ, μηʹ, μθʹ, οβʹ, οςʹ, οζʹ, πηʹ, ρςʹ, ριγʹ, ρκςʹ, ρλςʹ
屬敘述的有:第十八、四十三、四十八、四十九、七十二、七十六、七十七、八十八、一百零六、一百一十三、一百二十六、一百三十六篇。
Those in narrative are: 18, 43, 48, 49, 72, 76, 77, 88, 106, 113, 126, 136.
1:216
Οἱ δὲ ὡς ἐν εὐχῇ, ιςʹ, ξζʹ, πθʹ, ραʹ ρλαʹ, ρμαʹ
以禱告形式的有:第十六、六十七、八十九、一百零一、一百三十一、一百四十一篇。
Those as in prayer: 16, 67, 89, 101, 131, 141.
1:217
Οἱ δὲ ὡς ἐν ἐντυχίᾳ καὶ εὐχῇ καὶ δεήσει εʹ, ςʹ, ζʹ, ιαʹ, ιβʹ, ιεʹ, κδʹ, κζʹ, λʹ, λδʹ, λζʹ, μβʹ, νγʹ, νδʹ, νεʹ, νςʹ, νηʹ, νθʹ, ξʹ, ξγʹ, πβʹ, πεʹ, πζʹ, ρλζʹ, ρλθʹ, ρμβʹ
以懇求、禱告和祈願形式的有:第五、六、七、十一、十二、十五、二十四、二十七、三十、三十四、三十七、四十二、五十三、五十四、五十五、五十六、五十八、五十九、六十、六十三、八十二、八十五、八十七、一百三十七、一百三十九、一百四十二篇。
Those as in entreaty and prayer and supplication: 5, 6, 7, 11, 12, 15, 24, 27, 30, 34, 37, 42, 53, 54, 55, 56, 58, 59, 60, 63, 82, 85, 87, 137, 139, 142.
1:218
Καὶ μὲν ὡς ἐν ἐντυχίᾳ καὶ εὐχαριστίᾳ ρληʹ
以懇求與感恩形式的有一篇:第一百三十八篇。
And the one as in entreaty and thanksgiving: 138.
1:219
Οἱ δὲ ὡς ἐν ἐντυχίᾳ μόνῃ γʹ, κεʹ, ξηʹ, ξθʹ, οʹ, ογʹ, οηʹ, οθʹ, ρηʹ, ρκβʹ, ρκθʹ, ρλʹ
單以懇求形式的有:第三、二十五、六十八、六十九、七十、七十三、七十八、七十九、一百零八、一百二十二、一百二十九、一百三十篇。
Those as in entreaty alone: 3, 25, 68, 69, 70, 73, 78, 79, 108, 122, 129, 130.
1:220
Καὶ οἱ μὲν ἐν ἐξομολογήσει θʹ, οδʹ, ςαʹ, ρδʹ, ρεʹ, ρςʹ, ρζʹ, ριʹ, ριζʹ, ρλεʹ, ρλζʹ
屬認罪的有:第九、七十四、九十一、一百零四、一百零五、一百零六、一百零七、一百一十、一百一十七、一百三十五、一百三十七篇。
And those in confession: 9, 74, 91, 104, 105, 106, 107, 110, 117, 135, 137.
1:221
Οἱ δὲ συμπεπλεγμένην ἔχοντες ἐξομολόγησιν καὶ διήγησιν θʹ, οδʹ, ρεʹ, ρςʹ, ριζʹ, ρλζʹ
認罪與敘述相結合的有:第九、七十四、一百零五、一百零六、一百一十七、一百三十七篇。
Those having confession combined with narrative: 9, 74, 105, 106, 117, 137.
1:222
δὲ συμπεπλεγμένην ἔχων ἐξομολόγησιν καὶ διήγησιν μετὰ αἰνέσεως ριʹ
認罪、敘述並讚美三者結合的有一篇:第一百一十篇。
The one having confession and narrative together with praise: 110.
1:223
Καὶ μὲν ἐν παραινέσει ἐστὶ λςʹ
屬勸勉的有一篇:第三十六篇。
And the one in exhortation is: 36.
1:224
Οἱ δὲ ἐν προφητείᾳ κʹ, καʹ, μδʹ, μςʹ, οεʹ
屬預言的有:第二十、二十一、四十四、四十六、七十五篇。
Those in prophecy: 20, 21, 44, 46, 75.
1:225
Καὶ ἀπαγγελτικὸς μὲν μετὰ προφητείας ρθʹ
帶預言的宣告詩有一篇:第一百零九篇。
And the declaratory one with prophecy: 109.
1:226
Προτρεπτικοὶ δὲ καὶ ὡς παρακελευόμενοί εἰσι κηʹ, λβʹ, πʹ, ςδʹ, ςεʹ, ςςʹ, ςζʹ, ρβʹ, ργʹ, ριγʹ·
屬激勵與催促性的有:第二十八、三十二、八十、九十四、九十五、九十六、九十七、一百零二、一百零三、一百一十三篇。
Those that are hortatory and as if urging on are: 28, 32, 80, 94, 95, 96, 97, 102, 103, 113.
1:227
Προτρεπτικὸς δὲ μετὰ ᾄσματος ἐλέχθη ρμθʹ
帶詩歌的激勵詩有一篇:第一百四十九篇。
And one that is hortatory with a song was uttered: 149.
1:228
Καὶ οἱ μὲν διαγράφοντες τὸν ἐνάρετον βίον εἰσὶ ρδʹ, ριαʹ, ριηʹ, ρκδʹ, ρλβʹ
描繪有德生活的有:第一百零四、一百一十一、一百一十八、一百二十四、一百三十二篇。
And those describing the virtuous life are: 104, 111, 118, 124, 132.
1:229
Οἱ δὲ αἶνον ἀπαγγέλλοντες οὗτοί εἰσιν ςʹ, ριβʹ, ριςʹ, ρλδʹ, ρμδʹ, ρμεʹ, ρμςʹ, ρμηʹ, ρνʹ Καὶ οἱ μὲν εὐχαριστικοί εἰσιν ηʹ, θʹ, ιζʹ, λγʹ, μεʹ, ξβʹ, οςʹ, πδʹ, ριδʹ, ριεʹ, ρκʹ, ρκαʹ, ρκγʹ, ρκεʹ, ρκηʹ, ρμγʹ
宣揚讚美的有這幾篇:第六、一百一十二、一百一十六、一百三十四、一百四十四、一百四十五、一百四十六、一百四十八、一百五十篇。感恩的有:第八、九、十七、三十三、四十五、六十二、七十六、八十四、一百一十四、一百一十五、一百二十、一百二十一、一百二十三、一百二十五、一百二十八、一百四十三篇。
And those proclaiming praise are these: 6, 112, 116, 134, 144, 145, 146, 148, 150. And the thanksgiving ones are: 8, 9, 17, 33, 45, 62, 76, 84, 114, 115, 120, 121, 123, 125, 128, 143.
1:230
Οἱ δὲ μακαρισμὸν ἀναφωνοῦντές εἰσιν αʹ, λαʹ, μʹ, ριηʹ, ρκζʹ
宣告有福之言(祝福)的有:第一、三十一、四十、一百一十八、一百二十七篇。
And those that cry out a beatitude are: 1, 31, 40, 118, 127.
1:231
Καὶ ἄλλος ἐπιδεικτικὸς προθυμίας μετ' ᾠδῆς ρζʹ
另有一篇帶詩歌、彰顯熱忱的:第一百零七篇。
And another, showing forth zeal with a song: 107.
1:232
προτρεπτικὸς εἰς ἀνδρίαν ἐστὶ πʹ
激勵人剛強的有一篇:第八十篇。
One that is hortatory unto courage is: 80.
1:233
Οἱ δὲ κατηγορικοὶ τῶν ἀσεβῶν καὶ παρανόμων εἰσὶ βʹ, ιγʹ, λεʹ, ναʹ, νβʹ
控訴不敬虔者與不法者的有:第二、十三、三十五、五十一、五十二篇。
And those accusatory of the ungodly and lawless are: 2, 13, 35, 51, 52.
1:234
Καὶ μὲν ἐπικλήσεώς ἐστι δʹ
屬呼求的有一篇:第四篇。
And one is of invocation: 4.
1:235
Οἱ δὲ ἐπευκτικὰ ἀπαγγέλλουσιν, ὡς ιθʹ καὶ ξγʹ Καὶ οἱ μὲν καυχήσεως τῆς ἐν Κυρίῳ ἀπαγγέλλον τες λόγους εἰσὶ κβʹ καὶ κςʹ, ληʹ, λθʹ, μαʹ, ξαʹ, οεʹ, πγʹ, ςςʹ, ςηʹ, ρναʹ
宣告禱告中所願之事的有:如第十九與六十三篇。宣告在主裡誇耀之言的有:第二十二與二十六、三十八、三十九、四十一、六十一、七十五、八十三、九十六、九十八、一百五十一篇。
And those that proclaim things desired in prayer, as 19 and 63. And those proclaiming words of boasting in the Lord are: 22 and 26, 38, 39, 41, 61, 75, 83, 96, 98, 151.
1:236
Οἱ δὲ ἐντρεπτικοί εἰσι νζʹ, παʹ
屬責備的有:第五十七、八十一篇。
And those that are reproving are: 57, 81.
1:237
Καὶ οἱ μὲν ὕμνου ῥήματα λέγουσι μζʹ, ξδʹ
說出讚美詩之言的有:第四十七、六十四篇。
And those that speak words of a hymn are: 47, 64.
1:238
δὲ ἀλαλαγμοῦ καὶ περὶ ἀναστάσεως ξεʹ
屬歡呼並論到復活的有一篇:第六十五篇。
And the one of jubilation and concerning the resurrection: 65.
1:239
Καὶ ἕτερος ἀλαλαγμοῦ μόνον ῥήματα λέγει ςθʹ
另有一篇單說歡呼之言的:第九十九篇。
And another speaks words of jubilation only: 99.
1:240
Τοιαύτης οὖν τῆς διατάξεως οὔσης τῶν Ψαλ μῶν, ἔστι λοιπὸν δυνατὸν τοὺς ἐντυγχάνοντας εὑρεῖν ἐν ἑκάστῳ, καθὰ προεῖπον, τὰ κινήματα καὶ τὴν κα τάστασιν τῆς ἰδίας ψυχῆς, οὕτως τε περὶ ἑκάστου τὸν τύπον καὶ τὴν διδασκαλίαν·
那麼,《詩篇》既有這樣的編排,研讀它們的人此後便能照我先前所說,在每一篇中找到自己靈魂的活動與境況,並由此就每件事找到範型與教導;
Such, then, being the arrangement of the Psalms, it is thereafter possible for those who engage with them to find in each, as I said before, the movements and the condition of their own soul, and thus, concerning each, the type and the teaching;
1:241
καὶ τίνα μὲν λέγων ἀρέσκειν δύναται τῷ Κυρίῳ, διὰ ποίων δὲ ῥημάτων ἑαυτὸν διορθοῦσθαι δύναται, καὶ εὐχαριστεῖν τῷ Κυρίῳ, ὑπὲρ τοῦ μὴ εἰς ἀσέβειαν ἐκπίπτειν τὸν παρὰ τοιαῦτα λέγοντα
並能知道當說甚麼才能討主喜悅,當用怎樣的言詞才能修正自己、向主感恩,免得因說了違背這些的話而陷入不敬虔。
and what one may say so as to please the Lord, and by what words one may correct oneself and give thanks to the Lord, so as not to fall into impiety by speaking against such things.
1:242
Οὐ γὰρ μόνον περὶ τῶν ἔργων, ἀλλὰ καὶ περὶ ἀργοῦ ῥήματος ἀποδοῦναι λόγον ἔχο μεν τῷ Κριτῇ
因為我們不僅要為自己的行為,連為一句閒話,也都要向審判者交賬。
For not only for our deeds, but even for an idle word, we must render an account to the Judge.
1:243
Ἄν τε τοίνυν μακαρίσαι τινὰ θελήσῃς, ἔχεις πῶς δεῖ, καὶ ἐπὶ τίνι, καὶ τίνα δεῖ λέγειν, τόν τε αʹ καὶ τὸν λαʹ, καὶ μʹ, καὶ ριαʹ, καὶ ριηʹ, καὶ ρκζʹ·
那麼,你若想稱某人為有福,你就有了該如何稱、根據甚麼、當說甚麼:第一篇、第三十一、第四十、第一百一十一、第一百一十八、第一百二十七篇;
If, then, you wish to pronounce someone blessed, you have how it must be done, and on what grounds, and what one must say: psalm 1, and 31, and 40, and 111, and 118, and 127;
1:244
ἄν τε μέμψασθαι τὴν Ἰουδαίων κατὰ τοῦ Σωτῆρος ἐπιβουλὴν, ἔχεις τὴν δευτέραν ᾠδήν
你若想譴責猶太人敵擋救主的陰謀,就有第二篇。
and if you wish to censure the Jews' plot against the Saviour, you have the second song.
1:245
Ἂν δὲ διώκῃ παρὰ τῶν ἰδίων, καὶ πολλοὺς ἔχῃς τοὺς ἐπαναστάντας κατὰ σοῦ, λέγε τὸν γʹ ψαλμόν
你若被自己人逼迫,又有許多人起來攻擊你,就誦第三篇。
And if you are persecuted by your own people, and have many who rise up against you, say the third psalm.
1:246
Εἰ δὲ οὕτως θλιβόμε νος ἐπεκαλέσω τὸν Κύριον, καὶ εἰσακουσθεὶς θέλεις εὐχαριστεῖν, ψάλλε τὸν τέταρτον, καὶ οδʹ, καὶ ριδʹ
你若這樣受患難時呼求了耶和華,蒙了垂聽而想感恩,就唱第四篇,和第七十四、第一百一十四篇。
And if, being thus afflicted, you called upon the Lord, and being heard you wish to give thanks, sing the fourth, and 74, and 114.
1:247
Καὶ ἐὰν, ἔτι τοὺς πονηρευομένους βλέπων ἐνεδρεύειν θέλοντας, ἐνωτίζεσθαί σου θέλῃς τὴν εὐχὴν, ὀρθρίζων. τὸ πρωῒ ψάλλε τὸν εʹ
你若仍看見作惡的人想要埋伏,又願你的禱告蒙垂聽,就在清晨早起唱第五篇。
And if, still seeing the evildoers wishing to lie in wait, you wish your prayer to be heard, rising early at dawn sing the fifth.
1:248
Αἰσθόμενος δὲ ἀπειλῆς τοῦ Κυ ρίου, ἐὰν διὰ τοῦτο ταραττόμενον σεαυτὸν βλέπῃς, δύνασαι λέγειν τὸν ςʹ καὶ τὸν λζʹ
你若覺察主的警告,並因此見自己心裡不安,就可說第六篇和第三十七篇。
And perceiving the threat of the Lord, if on account of this you see yourself troubled, you can say the sixth and the thirty-seventh.
1:249
Βλέπων δὲ τὴν πανταχοῦ χάριν τοῦ Σωτῆρος ἐκτεταμένην, καὶ σωθὲν τὸ γένος τῶν ἀνθρώπων, ἐὰν προσφωνεῖν θέλῃς τῷ Κυρίῳ, ψάλλε τὸν ηʹ
你若看見救主的恩典遍施各處、人類得了拯救,又想向主稱頌,就唱第八篇。
And seeing the grace of the Saviour extended everywhere, and the race of mankind saved, if you wish to address the Lord, sing the eighth.
1:250
Ἀλλὰ πάλιν ᾆσαι θέλεις ἐπιλήνιον, εὐχαριστῶν τῷ Κυρίῳ, ἔχεις αὐτὸν πάλιν τὸν ηʹ καὶ τὸν πγʹ
你若又想唱一首豐收(榨酒)之歌,向主感恩,就仍有那同一的第八篇,和第八十三篇。
But if again you wish to sing a vintage song, giving thanks to the Lord, you have again that same eighth, and the eighty-third.
1:251
Ἐπὶ δὲ τῷ κατ ηργῆσθαι τὸν ἐχθρὸν καὶ σεσῶσθαι τὴν κτίσιν, μὴ καυχώμενος ἐπὶ σαυτῷ, ἀλλὰ εἰδὼς τὸν Υἱὸν τοῦ Θεοῦ τοῦτο κατορθώσαντα, λέγε τὸν εἰς αὐτὸν εἰρη μένον θʹ ψαλμόν
當仇敵被毀、受造之物得救時,你不要因自己誇口,卻要知道是神的兒子成就了這事,就說那論到他的第九篇。
And upon the enemy's being brought to nought and the creation saved, not boasting in yourself, but knowing that the Son of God accomplished this, say the ninth psalm, which is spoken concerning him.
1:252
Καὶ ἐὰν λίαν σέ τις ταράσσειν ἐθέλῃ, ἔχε σὺ τὴν πεποίθησιν εἰς τὸν Κύριον, καὶ ψάλλε τὸν ιʹ
若有人想大大攪擾你,你就要持守對主的倚靠,唱第十篇。
And if someone wishes to trouble you greatly, do you hold your trust in the Lord, and sing the tenth.
1:253
Ὅταν δὲ τὴν τῶν πολλῶν ὑπερηφανίαν ἴδῃς καὶ πλεονάζουσαν τὴν κακίαν, ὥστε μηδὲν ὅσιον ἐπ' ἀνθρώποις γενέσθαι, κατάφυγε σὺ ἐπὶ τὸν Κύ ριον, καὶ λέγε τὸν ιαʹ
當你看見眾人的驕傲、惡事氾濫,以致人間不見一點聖潔時,你就要投靠耶和華,說第十一篇。
And when you see the pride of the many and wickedness abounding, so that nothing holy is found among men, do you flee for refuge to the Lord, and say the eleventh.
1:254
Ἐγχρονιζούσης δὲ τῆς παρὰ τῶν ἐχθρῶν ἐπιβουλῆς, μὴ ὀλιγώρει ὡς ἐπιλησθεὶς παρὰ τῷ Θεῷ, ἀλλὰ παρακάλει τὸν Κύριον ᾄδων τὸν ιβʹ
當仇敵的陰謀拖延不去時,不要灰心以為被神忘記,卻要呼求耶和華,唱第十二篇。
And when the enemies' plot drags on, do not lose heart as though forgotten by God, but call upon the Lord, singing the twelfth.
1:255
Ἐπειδὰν βλασφημούντων τινῶν κατὰ τῆς Προνοίας ἀκούσῃς, μὴ κοινώνει μὲν αὐτῶν τῇ ἀσεβείᾳ, ἐντυγχάνων δὲ τῷ Θεῷ, λέγε τὸν ιγʹ καὶ νβʹ
當你聽見有人褻瀆神的眷顧時,不要與他們同入不敬虔,卻要懇求神,說第十三篇和第五十二篇。
And when you hear certain people blaspheming against Providence, do not share in their impiety, but entreating God, say the thirteenth and the fifty-second.
1:256
Καὶ λοι πὸν ἐὰν θέλῃς μαθεῖν ὁποῖός ἐστι τῆς βασιλείας τῶν οὐρανῶν πολίτης, ψάλλε τὸν ιδʹ
再者,你若想知道天國的子民是怎樣的人,就唱第十四篇。
And further, if you wish to learn what kind of person is the citizen of the kingdom of heaven, sing the fourteenth.
1:257
Προσευχῆς σοι χρεία διὰ τοὺς ἀνθεστηκότας σοι καὶ περιέχοντάς σου τὴν ψυχὴν, ᾆδε τὸν ιςʹ, καὶ τὸν πεʹ, καὶ τὸν πςʹ, καὶ τὸν ρμʹ
你因那些抵擋你、圍困你心靈的人而需要禱告:就唱第十六篇、第八十五、第八十六、第一百四十篇。
You have need of prayer on account of those who set themselves against you and besiege your soul: sing the sixteenth, and the eighty-fifth, and the eighty-sixth, and the hundred and fortieth.
1:258
Ἀλλὰ θέλεις μα θεῖν, πῶς Μωϋσῆς προσηύξατο, ἔχεις τὸν πθʹ
你若想知道摩西是怎樣禱告的,就有第八十九篇。
But if you wish to learn how Moses prayed, you have the eighty-ninth.
1:259
Ἀλλ' ἐσώθης ἀπὸ τῶν ἐχθρῶν σου, καὶ ἐῤῥύσθης ἀπὸ τῶν διωκόντων σε, ᾆδε καὶ σὺ τὸν ιςʹ ψαλμόν
你若已從仇敵中得救、脫離了逼迫你的人,你也要唱第十六篇。
But you have been saved from your enemies and delivered from those who persecute you: do you too sing the sixteenth psalm.
1:260
Θαυμάζεις τὴν τῆς κτίσεως τάξιν, καὶ τὴν εἰς αὐτὴν τῆς Προ νοίας χάριν, τοῦ τε νόμου τὰ ἱερὰ προστάγματα, ψάλλε τὸν ιηʹ καὶ τὸν κγʹ
你若驚嘆受造界的秩序、神眷顧它的恩典,以及律法神聖的典章,就唱第十八篇和第二十三篇。
You marvel at the order of creation, and at the grace of Providence toward it, and at the sacred ordinances of the Law: sing the eighteenth and the twenty-third.
1:261
Θλιβομένους δὲ ὁρῶν, πα ρακάλει τούτους, ἐπευχόμενος καὶ λέγων αὐτοῖς τὰ ἐν τῷ ιθʹ ψαλμῷ ῥήματα
你看見人受患難時,就要安慰他們,為他們禱告,並向他們說第十九篇裡的話。
And seeing people afflicted, encourage them, praying for them and speaking to them the words in the nineteenth psalm.
1:262
Ὁρᾷς σεαυτὸν ποιμαινόμενον καὶ εὐοδούμενον παρὰ τοῦ Κυρίου, χαίρων ἐπὶ τούτῳ ψάλλε τὸν κβʹ
你看見自己被主牧養、凡事順利:就要為此歡喜,唱第二十二篇。
You see yourself shepherded and prospered by the Lord: rejoicing over this, sing the twenty-second.
1:263
Οἱ ἐχθροὶ περὶ σὲ, ἀλλὰ σὺ τὴν ψυχὴν ἐπαίρων πρὸς Θεὸν, λέγε τὸν κδʹ, καὶ ὄψει τούτους ἁμαρτάνοντας διακενῆς
仇敵環繞你,但你要向神舉起你的心,說第二十四篇,就必看見他們徒然犯罪。
The enemies are about you, but you, lifting up your soul to God, say the twenty-fourth, and you will see them sinning in vain.
1:264
Ἐπιμένουσιν οἱ ἐχθροὶ, οὐδὲν ἕτερον τὰς χεῖρας ἔχοντες αἱμάτων πλήρεις, καὶ ζητοῦντες ἑλκῦσαί σε καὶ ἀπολέσαι, μὴ δῷς ἀν θρώπῳ τὸ κρῖμα (ὕποπτα γὰρ πάντα τὰ ἀνθρώπινα
仇敵仍不罷休,手中無非滿了血腥,想要把你拉去、害你性命;你不要把判斷交給人(因為人的事都不可靠),
The enemies persist, having nothing else but their hands full of blood, seeking to drag you off and destroy you; do not give judgement to man (for all things human are suspect),
1:265
ἀλλὰ τὸν Θεὸν ἀξιῶν κριτὴν γενέσθαι ( μόνος γὰρ αὐτὸς δίκαιος), λέγε τὰ ἐν τῷ κεʹ, καὶ τὸν λδʹ, καὶ τὸν μβʹ
卻要求神作你的審判者(因為惟有他公義),就說第二十五篇、第三十四、第四十二篇裡的話。
but asking God to become your judge (for he alone is just), say the words in the twenty-fifth, and the thirty-fourth, and the forty-second.
1:266
θος ὡς παρεμβολαὶ γένωνται οἱ ἐχθροὶ, καταφρονοῦν τες ὡς μήπω σου χρισθέντος, καὶ διὰ τοῦτο πολε μεῖν ἐθέλοντες·
……以致仇敵安營圍攻,藐視你,彷彿你尚未受膏,並因此想要爭戰;
...so that the enemies become as encampments, despising you as though you were not yet anointed, and on this account wishing to make war;
1:267
μὴ πτήξῃς, ἀλλ' ᾆδε τὸν κςʹ ψαλμόν
你不要畏縮,卻要唱第二十六篇。
do not cower, but sing the twenty-sixth psalm.
1:268
Ἐπειδὴ δὲ ἀσθενής ἐστιν φύσις τῶν ἀνθρώπων, ἐὰν πάλιν ἀναισχυντῶσιν οἱ ἐπιβουλεύοντες, ἵνα μὴ πρὸς ἐκείνους ἔχῃς τὴν σχολὴν, κράζε πρὸς τὸν Θεὸν, λέγων τὰ ἐν τῷ κζʹ
既然人的本性軟弱,那些謀害你的人若又放肆無恥,你為免把心思放在他們身上,就要向神呼求,說第二十七篇裡的話。
And since the nature of men is weak, if again those who plot grow shameless, lest you give your attention to them, cry out to God, saying the words in the twenty-seventh.
1:269
Καὶ ἐὰν θέλῃς εὐχαριστῶν μα θεῖν πῶς δεῖ προσφέρειν τῷ Κυρίῳ, νοητῶς νοῶν ψάλλε τὸν κηʹ
你若想在感恩時學得當如何向主獻上,就要帶著屬靈的領會唱第二十八篇。
And if you wish, in giving thanks, to learn how one must make offering to the Lord, sing the twenty-eighth with spiritual understanding.
1:270
Καὶ λοιπὸν ἐγκαινίζων τὸν οἶκόν σου τήν τε ψυχὴν τὴν τὸν Κύριον ὑποδεχομένην, καὶ τὸν σωματικὸν οἶκον, ἐν σωματικῶς κατοικεῖς, εὐχα ρίστει, καὶ λέγε τόν τε κθʹ καὶ τὸν ἐν τοῖς ἀναβαθμοῖς ρκςʹ
再者,當你奉獻你的居所——既是那接待主的靈魂,也是你肉身所住的身體之居所——就要感恩,並說第二十九篇,以及上行之詩中的第一百二十六篇。
And furthermore, dedicating your house—both the soul which receives the Lord, and the bodily house in which you dwell bodily—give thanks, and say both the twenty-ninth and, among the Songs of Ascents, the hundred and twenty-sixth.
1:271
Ὅταν δὲ σαυτὸν διὰ τὴν ἀλήθειαν μισούμενον καὶ διωκόμενον παρὰ πάντων τῶν τε φίλων καὶ συγ γενῶν βλέπῃς, μὴ τούτοις μηδὲ σαυτῷ κατανοῶν ὀλι γωρήσῃς, μηδ', ἂν τοὺς γνωρίμους ἴδῃς ἀποστρεφο μένους σε, πτήξῃς, ἀλλ' ἐκστὰς ἀπὸ τούτων, καὶ σκο πῶν τὰ μέλλοντα, ψάλλε τὸν λʹ
當你看見自己為真理的緣故被眾人——連朋友和親屬——憎恨逼迫時,不要灰心,既不顧慮他們,也不顧慮自己,縱使看見熟人都轉臉不顧你,也不要畏縮;卻要從這些抽身而出,定睛於將來的事,唱第三十篇。
And when you see yourself hated and persecuted for the truth's sake by all, both friends and kinsfolk, do not be dejected, considering neither them nor yourself, nor, if you see your acquaintances turning away from you, cower; but stepping back from these and looking to the things to come, sing the thirtieth.
1:272
Τοὺς δὲ βαπτιζομέ νους καὶ λυτρουμένους ἀπὸ τῆς φθαρτῆς γενέσεως βλέπων, καὶ θαυμάζων τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ᾆδε εἰς ἐκείνους τὸν λαʹ
當你看見那些受洗、得贖脫離朽壞之出生的人,並驚嘆神對人的慈愛時,就為他們唱第三十一篇。
And seeing those who are baptized and redeemed from corruptible birth, and marvelling at God's love for mankind, sing over them the thirty-first.
1:273
Καὶ ὅταν μὲν ψάλλειν μετὰ πολλῶν ἐθέλῃς, τοὺς δικαίους ἄνδρας καὶ τοὺς ὀρθοὺς τῷ βίῳ συναγαγὼν, λέγε καὶ σὺ τὸν λβʹ
每逢你想與許多人一同歌唱時,就召聚義人和生活正直的人,你也要說第三十二篇。
And whenever you wish to sing in company with many, having gathered righteous men and those upright in life, do you too say the thirty-second.
1:274
Ἐμπεσὼν δὲ εἰς τοὺς ἐχθροὺς, καὶ σοφῶς αὐτοὺς διαφυγὼν, καὶ ἐκκλίνας ἀπὸ τῆς ἐπιβουλῆς αὐτῶν, εἰ θέλεις εὐ χαριστῆσαι, συγκαλέσας τοὺς πραεῖς ἄνδρας, ἐπ' αὐ τῶν ψάλλε τὸν λγʹ
當你落在仇敵中、卻機智地脫離他們、躲開他們的陰謀時,你若想感恩,就召聚謙和的人,向他們唱第三十三篇。
And having fallen among enemies, and wisely escaping them and turning aside from their plot, if you wish to give thanks, having called together the meek, sing over them the thirty-third.
1:275
Καὶ ἐὰν ἴδῃς τῶν παρανομούντων τὴν ἐπὶ τὸ κακὸν φιλονεικίαν, μὴ νόμιζε ἐν αὐτοῖς κατὰ φύσιν τὴν κακίαν εἶναι, οἷα λέγουσιν οἱ αἱρε τικοί·
你若看見不法之人一味爭著作惡,不要以為惡是按本性存在他們裡面,如異端者所說的;
And if you see the contentiousness of the lawless toward evil, do not suppose that wickedness is in them by nature, as the heretics say;
1:276
ἀλλὰ λέγε τὸν λεʹ, καὶ ὄψει, ὅτι αὐτοὶ τοῦ ἁμαρτάνειν εἰσὶν αἴτιοι
卻要說第三十五篇,就必看見他們自己才是犯罪的根由。
but say the thirty-fifth, and you will see that they themselves are the cause of their sinning.
1:277
Ἐὰν δὲ πολλὰ πράττοντας ἄνομα τοὺς πονηροὺς βλέπῃς, καὶ ἐπαιρομένους αὐ τοὺς κατὰ τῶν μικρῶν, καὶ θέλῃς παραινεῖν τισι μὴ προσέχειν τούτοις, μηδὲ παραζηλοῦν αὐτοὺς, διὰ τὸ ταχέως αὐτοὺς ἀποσβέννυσθαι, λέγε καὶ σαυτῷ καὶ τοῖς ἑτέροις τὸν λςʹ
你若看見惡人行許多不法的事,又自高欺壓卑微人,而你想勸戒一些人不要理會他們、不要羨慕他們,因為他們轉眼就要消滅,就要對自己也對別人說第三十六篇。
And if you see the wicked doing many lawless things, and exalting themselves against the lowly, and you wish to admonish some not to give heed to these, nor to envy them, because they are quickly extinguished, say both to yourself and to the others the thirty-sixth.
1:278
Ἀλλὰ δὴ καὶ σὺ, προθέμενος προσέχειν σαυτῷ, ἐὰν βλέπῃς ἐπιτιθέμενον τὸν ἐχθρὸν ( τότε γὰρ μᾶλ λον ἐπεγείρεται κατὰ τῶν τοιούτων), καὶ θέλῃς ἐπ αλείφειν σαυτὸν κατ' αὐτοῦ, ᾆδε τὸν ληʹ ψαλμόν
再者,你若已立志謹守自己,卻見仇敵向你進攻(因為他更愛攻擊這樣的人),又想振作起來抵擋他,就唱第三十八篇。
Moreover, you also, having resolved to attend to yourself, if you see the enemy setting upon you (for it is then that he the more rises up against such people), and you wish to gird yourself against him, sing the thirty-eighth psalm.
1:279
Καὶ ἐὰν, τῶν ἐχθρῶν ἐπιτιθεμένων, ὑπομένῃς τὰς θλίψεις, καὶ θέλῃς μαθεῖν τὴν ἐκ τῆς ὑπομονῆς ὠφέλειαν, ψάλλε τὸν λθʹ ψαλμόν
你若在仇敵進攻時忍受了患難,又想學得忍耐所帶來的益處,就唱第三十九篇。
And if, while the enemies set upon you, you endure the afflictions, and wish to learn the benefit that comes from endurance, sing the thirty-ninth psalm.
1:280
Βλέπων δὲ πολλοὺς πένητας καὶ πτωχοὺς, καὶ θέλεις ἐλεεῖσθαι αὐτοὺς, δύνασαι τοὺς μὲν ἤδη ἐλεήσαντας ἀποδέχεσθαι, τοὺς δὲ ἄλλους εἰς τὸ ποιεῖν προτρέπεσθαι, ἐν τῷ λέγειν τὸν μʹ
你若看見許多貧窮困苦的人,並願他們蒙憐憫,就可藉著說第四十篇,既嘉許那些已施憐憫的人,又催促別人也去施憐憫。
And seeing many poor and needy, and wishing them to be shown mercy, you can both welcome those who have already shown mercy and urge the others on to do so, by saying the fortieth.
1:281
Εἶτα ἐὰν, πάνυ τὸν πόθον ἔχων εἰς τὸν Θεὸν, ἀκούσῃς τῶν ἐχθρῶν ὀνειδιζόντων, μὴ ταράσσου·
再者,你若懷著對神極深的渴慕,卻聽見仇敵的辱罵,不要心煩;
Then if, having a great longing for God, you hear the enemies reproaching, do not be troubled;
1:282
ἀλλὰ συνιεὶς τὸν ἐκ τοῦ τοιούτου πόθου ἀθάνατον καρπὸν, παρακάλει σαυτοῦ τὴν ψυχὴν τῇ εἰς Θεὸν ἐλπίδι, καὶ ταύτῃ ἐπι κουφίζων καὶ καταπραΰνων τὰς ἐν τῷ βίῳ λύπας αὐτῆς, λέγε τὸν μαʹ ψαλμόν
卻要明白這渴慕所結不朽的果子,用對神的盼望安慰自己的心靈,並藉此減輕、撫平今生的憂愁,說第四十一篇。
but understanding the immortal fruit that comes from such longing, comfort your own soul with the hope in God, and by this lightening and soothing the griefs of your life, say the forty-first psalm.
1:283
Συνεχῶς δὲ ἀναμιμνή σκεσθαι θέλων τὰς εὐεργεσίας τοῦ Θεοῦ τὰς γενομέ νας εἰς τοὺς πατέρας, καὶ περὶ τῆς ἐξόδου τῆς Αἰγύ πτου καὶ τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς, πῶς τε μὲν Θεὸς ἀγαθὸς, οἱ δὲ ἄνθρωποι ἀχάριστοι, ἔχεις τὸν μγʹ, καὶ τὸν οζʹ, καὶ πηʹ, καὶ τὸν ρδʹ, καὶ τὸν ρεʹ, καὶ ρςʹ, καὶ ριγʹ
你若想常常記念神向列祖所施的恩惠,並出埃及與在曠野度日的事——就是神何等良善,人卻何等忘恩——你就有第四十三篇、第七十七、第八十八、第一百零四、第一百零五、第一百零六、第一百一十三篇。
And wishing to recall continually the benefits of God shown to the fathers, and concerning the exodus from Egypt and the sojourn in the wilderness—how God was good, but men ungrateful—you have the forty-third, and the seventy-seventh, and the eighty-eighth, and the hundred and fourth, and the hundred and fifth, and the hundred and sixth, and the hundred and thirteenth.
1:284
Καταφυγὼν δὲ πρὸς τὸν Θεὸν καὶ δια σωθεὶς ἀπὸ τῶν περὶ σὲ γενομένων θλίψεων, ἐὰν θέ λῃς εὐχαριστῆσαι τῷ Θεῷ, καὶ διηγήσασθαι τὴν εἰς σὲ γενομένην φιλανθρωπίαν, ἔχεις τὸν μεʹ
當你投靠了神、平安地度過了臨到你的患難之後,你若想向神感恩、述說他向你所施的慈愛,你就有第四十五篇。
And having fled for refuge to God and been brought safely through the afflictions that came upon you, if you wish to give thanks to God and to recount the love shown to you, you have the forty-fifth.
1:285
Ἀλλ' ἥμαρτες, καὶ ἐντραπεὶς μεταγινώσκεις καὶ ἐλεηθῆναι ἀξιοῖς, ἔχεις τοὺς τῆς ἐξομολογήσεως καὶ μετανοίας λόγους ἐν τῷ νʹ
你若犯了罪,因羞愧而悔改、求蒙憐憫,你就有第五十篇裡認罪與悔改的話。
But you have sinned, and being ashamed you repent and ask to be shown mercy: you have the words of confession and repentance in the fiftieth.
1:286
Εἰ δὲ καὶ διεβλήθης πονηρῷ βασιλεῖ, καὶ ὁρᾷς τὸν διάβολον κατακαυχώ μενον, ἀναχώρει, καὶ λέγε καὶ σὺ τὰ ἐν τῷ ναʹ
你若被人在惡王面前讒謗,又見魔鬼為此誇勝,就要退去,你也要說第五十一篇裡的話。
And if you have been slandered to a wicked king, and you see the devil boasting over it, withdraw, and do you too say the words in the fifty-first.
1:287
Ἐὰν δὲ καὶ συν. δράμῃ διώκων, καὶ μὴ γινώσκων εἰσέλθῃ εἰς τὸ σπή λαιον ἐν καὶ σὺ κρύπτῃ, μηδ' οὕτως πτήξῃς·
那逼迫你的人若竟追來,又不知情地進了你所藏身的那洞穴裡,你縱然如此也不要畏縮;
And if the persecutor should even come running and, not knowing it, enter into the very cave in which you too are hidden, even so do not cower;
1:288
ἔχεις γὰρ τοὺς ἐν τοιαύτῃ ἀνάγκῃ χρησμοὺς εἰς παράκλη σιν καὶ στηλογραφίας λόγους, τοὺς ἐν τῷ νςʹ καὶ τοὺς ἐν τῷ ρμαʹ
因為你有在這樣急難中為安慰所賜的神諭,以及刻在柱上(金詩)的話,就是第五十六篇與第一百四十一篇裡的話。
for you have the oracles given in such necessity for comfort, and the words of inscription on a pillar, those in the fifty-sixth and those in the hundred and forty-first.
1:289
τὴν χάριν, ὡς ἐν στήλαις γράφων αὐτὴν ἐν τῇ ψυχῇ, μνημόσυνον οὖσαν τοῦ μὴ διεφθάρθαι σε, καὶ λέγε τὰ ἐν τῷ νηʹ ψαλμῷ
……要把那恩典如同刻在柱上一般刻在靈魂裡,作為你未曾被毀滅的記念,並說第五十八篇裡的話。
...the grace, as one writing it upon pillars in the soul, it being a memorial that you were not destroyed, and say the words in the fifty-eighth psalm.
1:290
Ἐὰν δὲ καὶ ὀνειδίζωσι θλί βοντες οἱ ἐχθροὶ, καὶ φλυαροῦντες διαβάλλωσιν οἱ δοκοῦντες εἶναι φίλοι, καὶ λυπηθῇς ἐν τῇ ἀδολεσχίᾳ σου πρὸς ὀλίγον, ἀλλὰ δύνασαι παρακαλεῖσθαι ὑμνῶν καὶ σὺ τὸν Θεὸν, καὶ λέγων τὰ ἐν τῷ νδʹ ῥήματα
仇敵若在患難中辱罵你,那些貌似朋友的人又以閒言讒謗你,你在沉思中暫時憂愁,你卻仍能得安慰,自己也讚美神,說第五十四篇裡的話。
And if the enemies should also reproach you in afflicting you, and those who seem to be friends should slander you with idle talk, and you be grieved for a little in your musing, yet you can be comforted, hymning God yourself also, and saying the words in the fifty-fourth.
1:291
Καὶ πρὸς μὲν ὑποκρινομένους καὶ ἐν προσώπῳ καυ χωμένους λέγε πρὸς ἐντροπὴν ἐκείνων τὸν νζʹ ψαλ μόν·
對那些假冒為善、以外貌誇口的人,你要為使他們羞愧,說第五十七篇;
And to those who play the hypocrite and boast in outward appearance, say, to their shaming, the fifty-seventh psalm;
1:292
πρὸς δὲ τοὺς ὁρμῶντας ἀγρίως κατὰ σοῦ, καὶ θέλοντας λαβεῖν σου τὴν ψυχὴν, ἀντίθες σὺ τὴν πρὸς τὸν Θεόν σου ὑποταγὴν, καὶ θάῤῥει
對那些兇猛地撲向你、想要奪取你性命的人,你就以你對神的順服與之相抗,並要剛強壯膽。
and against those who rush savagely upon you and wish to take your soul, do you set in opposition your submission to your God, and take courage.
1:293
Ὅσῳ γὰρ ἐκεῖ νοι μαίνονται, τοσούτῳ μᾶλλον ὑποτάσσου σὺ τῷ Κυρίῳ, καὶ λέγε τὰ ἐν τῷ ξαʹ
他們越發狂怒,你就越發順服耶和華,說第六十一篇裡的話。
For the more those rage, the more do you submit yourself to the Lord, and say the words in the sixty-first.
1:294
Καὶ ἐὰν μὲν διωκό μενος εἰς ἐρημίαν ἀπέλθῃς, μὴ φοβηθῇς ὡς μόνος ὢν ἐκεῖ, ἔχων δὲ τὸν Θεὸν ἐκεῖ καὶ πρὸς αὐτὸν ὀρθρί ζων ψάλλε τὸν ξβʹ
你若被逼迫而逃到曠野去,不要因獨自在那裡而懼怕,卻要知道神在那裡,並要清晨早起向他歌唱,唱第六十二篇。
And if, being persecuted, you go away into the desert, do not be afraid as though you were alone there, but having God there, and rising early to him at dawn, sing the sixty-second.
1:295
Ἐκφοβούντων δὲ τῶν ἐχθρῶν καὶ μὴ παυομένων τοῦ ἐνεδρεύειν, ἀλλὰ καὶ ἐξερευνών των πᾶν κατὰ σοῦ, κἂν πλῆθος ὦσι, μὴ ὑπενδῷς·
當仇敵恐嚇你、埋伏不止,甚至搜尋一切來害你時,他們縱然成群,你也不要退讓;
And when the enemies terrify you and do not cease from lying in wait, but even search out everything against you, even if they be a multitude, do not give way;
1:296
βέλη γὰρ νηπίων ἔσονται τούτων αἱ πληγαὶ, ψάλλον τός σου τὸν ξγʹ, καὶ τὸν ξδʹ, καὶ ξθʹ, καὶ οʹ
因為當你唱第六十三、第六十四、第六十九、第七十篇時,他們的攻擊必如孩童的箭一般。
for their blows shall be as the arrows of children, when you sing the sixty-third, and the sixty-fourth, and the sixty-ninth, and the seventieth.
1:297
Καὶ ὅταν μὲν ὑμνῆσαι βούλῃ τὸν Κύριον, ᾆδε τὰ ἐν τῷ ξδʹ
每逢你想讚美耶和華時,就唱第六十四篇裡的話。
And whenever you wish to hymn the Lord, sing the words in the sixty-fourth.
1:298
Ἐὰν δὲ κατηχῆσαι θέλῃς τινὰς περὶ ἀναστάσεως, ᾆδε τὰ ἐν τῷ ξεʹ
你若想教導一些人關於復活的事,就唱第六十五篇裡的話。
And if you wish to instruct some concerning the resurrection, sing the words in the sixty-fifth.
1:299
Οἰκτιρμοὺς δὲ αἰτῶν παρὰ τοῦ Θεοῦ, ὕμνει αὐτὸν, ψάλλων τὸν ξςʹ
你若向神祈求憐憫,就要讚美他,唱第六十六篇。
And asking compassions from God, hymn him, singing the sixty-sixth.
1:300
Ὅτε δὲ βλέπεις τοὺς μὲν ἀσεβεῖς ἐν εἰρήνῃ εὐθηνουμένους καὶ καταθυμίως ζῶντας τοὺς δὲ δικαίους θλιβομέ νους, ἵνα μὴ σκανδαλισθῇς καὶ παρασαλευθῇς, λέγε καὶ σὺ τὰ ἐν τῷ οβʹ ψαλμῷ
當你看見不敬虔的人安享太平、隨心所欲地生活,義人卻受患難時,你為免絆跌動搖,就也要說第七十二篇裡的話。
And when you see the ungodly flourishing in peace and living according to their heart's desire, while the righteous are afflicted, lest you be made to stumble and be shaken, do you too say the words in the seventy-second psalm.
1:301
Καὶ ὅταν μὲν ὀργισθῇ Θεὸς ἐπὶ τὸν λαὸν, ἔχεις εἰς παράκλησιν περὶ τούτου λόγους συνετοὺς τοὺς ἐν τῷ ογʹ·
當神向百姓發怒時,你可以在詩篇第七十三篇中,找到有關此事的智慧之言以得安慰。
And when God is angry with the people, you have for consolation concerning this the wise words in Psalm 73.
1:302
ὅτε δὲ χρεία σοι ἐξομολογήσεώς ἐστι ψάλλε τὸν θʹ, οδʹ καὶ ςαʹ, καὶ ρδʹ, καὶ ρεʹ, καὶ ρςʹ, καὶ ρζʹ, καὶ ριʹ, καὶ ριζʹ, καὶ ρλεʹ, καὶ ρλζʹ
當你需要認罪時,就吟唱詩篇第九、七十四、九十一、一〇四、一〇五、一〇六、一〇七、一一〇、一一七、一三五與一三七篇。
But when you have need of confession, sing Psalms 9, 74, 91, 104, 105, 106, 107, 110, 117, 135, and 137.
1:303
Καὶ δυσωπῆσαι μὲν θέλων τὰ τῶν Ἑλ λήνων καὶ τὰ τῶν αἱρετικῶν, ὅτι μὴ παρ' αὐτοῖς ἔνι θεογνωσία, ἀλλ' ἐν μόνῃ τῇ καθολικῇ Ἐκκλησίᾳ, δύνασαι νοῶν ᾄδειν καὶ λέγειν τὰ ἐν τῷ οεʹ
當你想要駁倒希臘人與異端的教義——指出真認識神不在他們中間,唯獨在大公教會裡——你便可領會並吟唱、誦讀詩篇第七十五篇所載的話。
And when you wish to confound the doctrines of the Greeks and the heretics—that the knowledge of God is not found among them but only in the catholic Church—you can, understanding it, sing and recite what is in Psalm 75.
1:304
Τῶν δὲ ἐχθρῶν προκαταλαβόντων τὰς διεκφυγὰς, καὶ πάνυ θλιβόμενος, κἂν ταραχθῇς, μὴ ἀπελπίσῃς, ἀλλὰ εὔ χου·
當仇敵預先封鎖了一切逃路,你大受困苦時,縱然心中不安,也不要絕望,只要禱告;
But when the enemies have seized the ways of escape beforehand and you are greatly afflicted, even if you are troubled, do not despair, but pray;
1:305
καὶ ἐὰν κράζων εἰσακουσθῇς, εὐχαρίστει τῷ Θεῷ, λέγων τὰ ἐν τῷ οςʹ
你呼求蒙垂聽之後,就要向神感恩,誦讀詩篇第七十六篇所載的話。
and if, when you cry out, you are heard, give thanks to God, reciting what is in Psalm 76.
1:306
Ἐὰν δὲ ἐπιμένοντες οἱ ἐχθροὶ ἐπεισέλθωσι, καὶ μιάνωσι τὸν οἶκον τοῦ Θεοῦ, τούς τε ἁγίους ἀποκτείνωσι, καὶ τὰ σώματα αὐτῶν ῥίψωσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, ἵνα μὴ συνελκυ σθεὶς καταπτήξῃς αὐτῶν τὴν ὠμότητα, σύμπασχε μὲν τοῖς πάσχουσιν, ἐντύγχανε δὲ τῷ Θεῷ, λέγων τὸν οηʹ ψαλμόν
倘若仇敵頑強闖入,玷污神的殿,殺害眾聖徒,並將他們的屍首拋給空中的飛鳥,那麼,為使你不被牽連、不致畏縮於他們的殘暴,就當與受苦的人一同受苦,並懇求神,誦讀詩篇第七十八篇。
But if the enemies, persisting, break in and defile the house of God, slay the saints, and cast their bodies to the birds of heaven, then, lest you be dragged along and cower before their cruelty, suffer together with those who suffer, and entreat God, reciting Psalm 78.
1:307
Ἐν ἑορτῇ δὲ, θέλων ᾆσαι τῷ Κυρίῳ, συγκα λέσας τοὺς τοῦ Θεοῦ δούλους, ψάλλε τὰ ἐν τῷ πʹ καὶ ςδʹ
在節期中,當你想向主歌唱時,就召集神的眾僕人,吟唱詩篇第八十與六十四篇所載的話。
On a feast, when you wish to sing to the Lord, call together the servants of God and sing what is in Psalms 80 and 64.
1:308
Τῶν δὲ ἐχθρῶν πάλιν ἐπισυναχθέντων πάντων πανταχόθεν, καὶ ἀπειλούντων κατὰ τοῦ οἴκου τοῦ Θεοῦ, συνθήκας τε ποιούντων κατὰ τῆς εὐσεβείας,. ἵνα μὴ ἀθυμήσῃς διὰ τὸ πλῆθος καὶ τὴν δυναστείαν αὑτῶν, ἔχεις ὥσπερ ἄγκυραν ἐλπίδος τὰ ἐν τῷ πβʹ ῥήματα
當仇敵再次從四面八方聚集,威脅神的殿,並結盟敵對敬虔之道時,為使你不因他們人多勢眾而灰心,你便有如盼望之錨的詩篇第八十二篇之言。
But when the enemies are again gathered together from every side, and threaten against the house of God, and make covenants against godliness, then, lest you lose heart because of their multitude and power, you have, as an anchor of hope, the words in Psalm 82.
1:309
Καὶ ἐὰν, βλέπων τὸν οἶκον τοῦ Θεοῦ καὶ τὰ αἰώνια αὐτοῦ σκηνώματα, τὸν πόθον ἔχῃς εἰς αὐτὰ, ὡς εἶχεν Ἀπόστολος, λέγε καὶ σὺ τὸν πγʹ ψαλμόν
你若仰望神的殿和祂永恆的居所,心生切慕,如同使徒所懷的渴慕一般,你也當誦讀詩篇第八十三篇。
And if, beholding the house of God and his eternal dwellings, you have a longing for them, as the Apostle had, then you too recite Psalm 83.
1:310
Παυσαμένης δέ ποτε τῆς ὀργῆς, καὶ τῆς αἰχμαλωσίας λυθείσης, ἐὰν θέλῃς εὐχαριστῆσαι, ἔχεις εἰς τὸ λέγειν τὰ ἐν τῷ πδʹ καὶ ρκεʹ
當忿怒終於止息、被擄之苦得釋放時,你若想要感恩,便有詩篇第八十四與一二五篇所載的話可供誦讀。
But when at last the wrath has ceased and the captivity has been loosed, if you wish to give thanks, you have for recitation what is in Psalms 84 and 125.
1:311
Καὶ τὴν μὲν διαφορὰν τῆς καθολικῆς Ἐκκλησίας πρὸς τὰ σχίσματα ἐὰν θέλῃς γινώσκειν, καὶ ἐντρέπειν ἐκείνους, δύνασαι λέγειν τὰ ἐν τῷ πςʹ γεγραμμένα
你若想知道大公教會與分裂宗派之間的分別,並使那些分裂者羞愧,便可誦讀詩篇第八十六篇所記的話。
And if you wish to know the difference between the catholic Church and the schisms, and to put those schismatics to shame, you can recite what is written in Psalm 86.
1:312
Παραθαρσῦναι θέλων σεαυτὸν καὶ τοὺς ἑτέρους εἰς θεοσέβειαν, καὶ ὡς εἰς τὸν Θεὸν ἐλπὶς οὔτε καταισχύνει, ἀλλὰ καὶ ἄφοβον τὴν ψυχὴν κατασκευάζει, αἴνει τὸν Θεὸν, λέγων τὰ ἐν τῷ ςʹ
當你想要勉勵自己和別人歸向敬虔,並表明仰望神的盼望既不致蒙羞,反而使心靈無所畏懼時,就讚美神,誦讀詩篇第九十篇所載的話。
When you wish to encourage yourself and others to godliness, and to show that hope in God neither puts to shame but also makes the soul fearless, praise God, reciting what is in Psalm 90.
1:313
Ψάλαι θέλεις τῷ Σαββάτῳ; ἔχεις τὸν ςαʹ
你想在安息日吟唱嗎?你有詩篇第九十一篇。
Do you wish to sing on the Sabbath? You have Psalm 91.
1:314
Εὐχαριστῆσαι θέλεις τῇ Κυριακῇ; ἔχεις τὸν κγʹ
你想在主日感恩嗎?你有詩篇第二十三篇。
Do you wish to give thanks on the Lord's Day? You have Psalm 23.
1:315
Ἆσαι θέλεις δευτέρᾳ Σαββάτων; λέγε τὰ ἐν τῷ μζʹ
你想在七日的第二日吟唱嗎?就誦讀詩篇第四十七篇所載的話。
Do you wish to sing on the second day of the week? Recite what is in Psalm 47.
1:316
Αἰνέσαι βούλει τῇ Παρασκευῇ; ἔχεις τὸν αἶνον ἐν τῷ ςβʹ
你想在預備日(週五)讚美嗎?你有詩篇第九十二篇中的讚美。
Do you wish to praise on Friday? You have the praise in Psalm 92.
1:317
Τότε γὰρ, γενομένου τοῦ σταυροῦ, οἶκος τοῦ Θεοῦ ᾠκοδομήθη, καίτοι τῶν ἐχθρῶν ἐπιχειρη σάντων κωλῦσαι·
因為那時,十字架既已成就,神的殿便被建立起來,雖然仇敵曾試圖加以攔阻;
For then, when the cross had taken place, the house of God was built up, even though the enemies attempted to hinder it;
1:318
καὶ διὰ τοῦτο ἐπινίκιον ᾄδειν τῷ Θεῷ πρέπει τότε τὰ εἰρημένα ἐν τῷ ςβʹ
因此,那時就當向神唱凱旋之歌,即詩篇第九十二篇中所說的話。
and for this reason it is fitting then to sing to God the victory-song, the words spoken in Psalm 92.
1:319
Ἐὰν δὲ καὶ, αἰχμαλωσίας γενομένης, καθαιρεθῇ οἶκος, καὶ πάλιν οἰκοδομηθῇ, ᾆδε τὰ ἐν τῷ ςεʹ
倘若在被擄之後,神的殿被拆毀又再被重建,就吟唱詩篇第九十五篇所載的話。
But if also, when captivity has come, the house is pulled down and again rebuilt, sing what is in Psalm 95.
1:320
βασιλεύσαντος τοῦ Κυρίου, ἐὰν θέλῃς ᾆσαι περὶ τούτου, ἔχεις τὸν ςςʹ
當主作王時,你若想為此歌唱,你有詩篇第九十六篇。
When the Lord has become king, if you wish to sing about this, you have Psalm 96.
1:321
Θέλεις τῇ τετράδι τοῦ Σαββάτου ψάλλειν; ἔχεις τὸν ςγʹ·
你想在七日的第四日吟唱嗎?你有詩篇第九十三篇;
Do you wish to sing on the fourth day of the week? You have Psalm 93;
1:322
τότε γὰρ παραδοθεὶς Κύριος ἐκδικεῖν ἤρξατο τὴν κατὰ τοῦ θανάτου δίκην, καὶ θριαμβεύειν αὐτὸν παῤῥησίᾳ
因為那時主既被出賣,便開始施行那向死亡所定的審判,並公然誇勝。
for then the Lord, having been betrayed, began to exact the sentence against death, and to triumph openly.
1:323
Ὅτ' ἂν οὖν, ἀναγινώσκων τὸ Εὐαγγέλιον, ἴδῃς τῇ τετράδι τοῦ Σαββάτου συμβούλιον λαβόντας τοὺς Ἰουδαίους κατὰ τοῦ Κυρίου, ὁρῶν αὐτὸν τότε παῤ ῥησιαζόμενον ἐν τῇ κατὰ τοῦ διαβόλου ὑπὲρ ὑμῶν ἐκδικίᾳ, ψάλλε τὰ ἐν αὐτῷ τῷ ςγʹ
因此,當你讀福音書,看見在七日的第四日猶太人商議謀害主時,又見祂那時坦然無懼地為你們申冤、抵擋魔鬼,你便吟唱那同一篇詩篇第九十三篇所載的話。
So when, reading the Gospel, you see that on the fourth day of the week the Jews took counsel against the Lord, beholding him then speaking boldly in the vindication against the devil on your behalf, sing what is in that same Psalm 93.
1:324
Πάλιν βλέπων τὴν εἰς πάντα πρόνοιαν τοῦ Κυρίου καὶ τὴν κυριό τητα αὐτοῦ, καὶ θέλων κατηχῆσαί τινας εἰς τὴν αὐ τοῦ πίστιν καὶ ὑπακοὴν, πείθων αὐτοὺς πρῶτον ἐξ ομολογεῖσθαι, ψάλλε τὸν ςθʹ
你若再次仰望主對萬有的眷顧與祂的主權,並想教導某些人信靠順從祂,先勸他們認罪,就吟唱詩篇第九十九篇。
Again, beholding the providence of the Lord over all things and his lordship, and wishing to instruct certain ones in faith and obedience to him, first persuading them to make confession, sing Psalm 99.
1:325
Καὶ ἐὰν, μαθὼν αὐτοῦ τὴν κριτικὴν δύναμιν, καὶ ὅτι ἐλέῳ τὴν κρίσιν κερά σας κρίνει Κύριος, θελήσῃς αὐτῷ προσελθεῖν, ἔχεις εἰς τοῦτο λόγους τοὺς ἐν τῷ ρʹ
你若得知祂審判的能力,並曉得主以憐憫調和審判而施行審判,因而想要親近祂,便有詩篇第一〇〇篇之言可用。
And if, having learned his power as judge, and that the Lord judges by tempering judgment with mercy, you should wish to draw near to him, you have for this the words in Psalm 100.
1:326
Ἀσθενοῦς δὲ ἡμῶν τῆς φύσεως οὔσης, ἐὰν διὰ τὰς συνοχὰς τοῦ βίου ὡς πτωχὸς γενόμενος ἀκη διάσῃς ποτὲ, καὶ θέλῃς παρακληθῆναι, ἔχεις τὸν ραʹ ψαλμόν
但因我們的本性軟弱,你若因生活的逼迫,有時竟如貧窮人一般灰心喪志,想要得安慰,你便有詩篇第一〇一篇。
But since our nature is weak, if, because of the constraints of life, you should at some time become as a poor man and lose heart, and wish to be consoled, you have Psalm 101.
1:327
Καὶ ἐπειδὴ πρέπει διὰ πάντων καὶ ἐν πᾶσιν εὐχαριστεῖν ἡμᾶς τῷ Θεῷ, ὅτε θέλεις εὐλογεῖν αὐτὸν, ἔχεις εἰς τοῦτο προτρέπεσθαι σαυτοῦ τὴν ψυχὴν, καὶ λέγειν τὸν ρβʹ καὶ ργʹ
既然我們當凡事、又在萬事上向神感恩,那麼當你想頌讚祂時,便有此可激勵自己的心靈,誦讀詩篇第一〇二與一〇三篇。
And since it is fitting that we give thanks to God through all things and in all things, when you wish to bless him, you have for this to exhort your own soul, and to recite Psalms 102 and 103.
1:328
Αἰνεῖν θέλεις τὸν Θεὸν, καὶ εἰδέναι πῶς καὶ ἐπὶ τίνι δεῖ αἰνεῖν, καὶ τίνας πρέπει λέγειν τὸν αἶνον; ἔχεις τὸν ρδʹ, καὶ τὸν ρςʹ, καὶ ρλδʹ, καὶ ρμεʹ, καὶ τὸν ρμςʹ, καὶ τὸν ρμζʹ, καὶ τὸν ρμηʹ, καὶ τὸν ρνʹ
你想讚美神,並想知道當如何、為何而讚美,以及當誦讀哪些詩篇作為讚美嗎?你有詩篇第一〇四、一〇六、一三四、一四五、一四六、一四七、一四八與一五〇篇。
Do you wish to praise God, and to know how and for what one ought to praise, and which psalms it is fitting to recite as praise? You have Psalms 104, 106, 134, 145, 146, 147, 148, and 150.
1:329
Ἔχεις πίστιν, ὡς εἶπεν Κύριος, καὶ πιστεύεις οἷς εὐχόμενος λαλεῖς; λέγε τὸν ριεʹ
你有信心嗎,正如主所說的?你相信你禱告時所說的話嗎?就誦讀詩篇第一一五篇。
Have you faith, as the Lord said, and do you believe the things you utter in prayer? Recite Psalm 115.
1:330
Ἀλλὰ ἀναβαίνοντα σαυτὸν αἴσθῃ ταῖς πράξεσιν, ὥστε λέ γειν·
你若覺察自己在行為上正往上長進,以致能說:
But should you perceive yourself ascending in your deeds, so as to say:
1:331
Τὰ μὲν ὀπίσω ἐπιλανθάνομαι, τοῖς δὲ ἔμ προσθεν ἐπεκτείνομαι; ἔχεις καθ' ἑκάστην προκο πὴν εἰς τὸ λέγειν τὰς ιεʹ τῶν ἀναβαθμῶν ᾠδάς
「我忘記背後,努力面前的」——你便有那十五篇上行之詩,可在每一步長進中誦讀。
"The things behind I forget, but to the things ahead I reach forward"—you have, for each stage of progress, to recite the fifteen Songs of Ascents.
1:332
Ἠχμαλωτεύθης ὑπὸ ἀλλοτρίων λογισμῶν, καὶ ᾔσθου σεαυτὸν ἀπαγόμενον, καὶ μετέγνως, παῦσαι τοῦ λοιποῦ, καὶ μείνας ἐφ' οἷς ἁμαρτάνοντα σεαυτὸν κατ έλαβες, κάθου, καὶ κλαῦσον καὶ σὺ, ὡς πεποίηκεν τότε λαὸς, λέγων τὰ ἐν τῷ ρλςʹ
你曾被外來的念頭擄去,覺察自己被牽引離開,因而懊悔嗎?那麼從今以後就當止息,並留意你發覺自己犯罪之事,坐下哀哭,正如那時的百姓所行,誦讀詩篇第一三六篇所載的話。
Have you been taken captive by alien thoughts, and perceived yourself being led away, and repented? Then cease from henceforth, and remaining in the awareness of the things in which you found yourself sinning, sit down and weep, even as the people did at that time, reciting what is in Psalm 136.
1:333
Τοὺς δὲ πειρασμοὺς ἡγούμενος εἶναί σου δοκιμὴν, μετὰ τοὺς πειρασμοὺς ἐὰν εὐχαριστῆσαι θελήσῃς, ἔχεις τὸν ρληʹ ψαλμόν
你若視試煉為對你的考驗,並想在試煉之後感恩,你便有詩篇第一三八篇。
And reckoning your trials to be a testing of you, if you should wish to give thanks after the trials, you have Psalm 138.
1:334
Συνέχῃ πάλιν ἀπὸ ἐχθρῶν, καὶ ῥυσθῆναι θέλεις; λέγε τὰ ἐν τῷ ρλθʹ
你又被仇敵逼迫,想要得拯救嗎?就誦讀詩篇第一三九篇所載的話。
Are you again hard pressed by enemies, and do you wish to be delivered? Recite what is in Psalm 139.
1:335
Ἆσαι θέλεις τῷ Κυρίῳ; ἔχεις εἰς τὸ λέγειν τὸν ςβʹ καὶ ςζʹ
你想向主歌唱嗎?你有詩篇第九十二與九十七篇可供誦讀。
Do you wish to sing to the Lord? You have for recitation Psalms 92 and 97.
1:336
Ἐὰν μικρὸς ὢν προκριθῇς εἰς ἀρχήν τινα τῶν ἀδελφῶν σου, μὴ ἐπαίρου κατ' αὐτῶν·
你若雖然卑微,卻被選立在你弟兄中擔任某種職分,不要因此自高、轄制他們;
If, being small, you are preferred to some position of authority over your brethren, do not exalt yourself against them;
1:337
Ἀλλὰ θέλεις ψάλλειν ἐπακοὴν ἔχοντας τὸ Ἀλληλούϊα, ἔχεις τὸν ρδʹ, ρεʹ, ρςʹ, ριαʹ, ριβʹ, ριγʹ, ριδʹ, ριεʹ, ριςʹ, ριζʹ ριηʹ, ρλδʹ, ρλεʹ, ρμεʹ, ρμςʹ, ρμζʹ, ρμηʹ, ρμθʹ, ρνʹ
你若想對唱那些帶有「哈利路亞」的詩篇,你有詩篇第一〇四、一〇五、一〇六、一一一、一一二、一一三、一一四、一一五、一一六、一一七、一一八、一三四、一三五、一四五、一四六、一四七、一四八、一四九與一五〇篇。
but if you wish to sing antiphonally those psalms that have the "Hallelujah," you have Psalms 104, 105, 106, 111, 112, 113, 114, 115, 116, 117, 118, 134, 135, 145, 146, 147, 148, 149, and 150.
1:338
Ὅτε δὲ θέλῃς κατ' ἰδίαν τὰ περὶ τοῦ Σωτῆρος ψάλλειν, ἐν ἑκάστῳ μὲν σχεδὸν εὑρίσκεις ψαλμῷ τὰ τοιαῦτα·
當你想要私下吟唱有關救主的事時,你幾乎在每一篇詩篇中都能找到這類內容;
And when you wish privately to sing concerning the Savior, you find such things in almost every psalm;
1:339
ἔχεις δὲ μάλιστα τὸν μὲν μδʹ καὶ τὸν ρθʹ δη λοῦντας τὴν ἐκ τοῦ Πατρὸς αὐτοῦ γνησίαν γέννησιν καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν·
尤其有詩篇第四十五與一一〇篇,宣告祂從父真實的受生,以及祂道成肉身的降臨;
but you have especially Psalms 45 and 110, which declare his genuine begetting from the Father and his coming in the flesh;
1:340
τὸν δὲ καʹ καὶ ξηʹ προλέγοντας περὶ τοῦ θείου σταυροῦ, καὶ ὅσην δι' ἡμᾶς ἐπιβουλὴν ἀνεδέξατο, καὶ πόσα πέπονθε·
又有詩篇第二十二與六十九篇,預言那神聖的十字架,以及祂為我們所忍受何等大的詭計,並受了何等多的苦;
and Psalms 22 and 69, foretelling concerning the divine cross, and how great a plot he endured for our sake, and how many things he suffered;
1:341
καὶ τὸν μὲν βʹ καὶ ρηʹ σημαίνοντας τήν τε τῶν Ἰου δαίων ἐπιβουλὴν καὶ πονηρίαν, καὶ τὴν Ἰούδα τοῦ Ἰσκαριώτου προδοσίαν·
再有詩篇第二與一〇八篇,指明猶太人的陰謀與惡行,以及加略人猶大的出賣;
and Psalms 2 and 108, signifying both the plot and wickedness of the Jews, and the betrayal by Judas Iscariot;
1:342
τόν τε κʹ, καὶ μθʹ, καὶ οαʹ (καὶ) δηλοῦντας τήν τε βασιλείαν αὐτοῦ καὶ κριτι κὴν δύναμιν, καὶ τὴν εἰς ἡμᾶς αὐτοῦ πάλιν ἔνσαρκον παρουσίαν, καὶ τὴν κλῆσιν τῶν ἐθνῶν
還有詩篇第二十、四十九與七十一篇,宣明祂的國度與審判的能力,並祂道成肉身再臨到我們這裡,以及外邦人的蒙召。
and Psalms 20, 49, and 71, declaring both his kingdom and his power as judge, and again his coming to us in the flesh, and the calling of the nations.
1:343
Καὶ μὲν ιεʹ δείκνυσιν αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν·
詩篇第十五篇顯明祂從死裡復活;
And Psalm 15 shows his resurrection from the dead;
1:344
δὲ κγʹ καὶ μςʹ ἀπαγγέλλουσι τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ·
詩篇第二十三與四十六篇宣告祂升入諸天;
and Psalms 23 and 46 announce his ascent into the heavens;
1:345
τὸν δὲ ςβʹ, καὶ ςεʹ, καὶ ςζʹ, καὶ ςηʹ ἀναγινώσκων, θεωρῆσαι δυνήσῃ τὰς εἰς ἡμᾶς τοῦ Σωτῆρος διὰ τῶν παθημάτων αὐτοῦ γενομένας εὐεργεσίας
你誦讀詩篇第九十二、九十五、九十七與九十八篇,便能默想救主藉祂的受苦而賜給我們的種種恩澤。
and reading Psalms 92, 95, 97, and 98, you will be able to contemplate the benefits that have come to us from the Savior through his sufferings.
1:346
σώματι παρουσίας τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ πυκνοτέρας τὰς προφητείας, καθὰ προεῖπον
……關乎我們的主和救主耶穌基督在肉身中降臨的預言,便更為頻繁,正如我先前所說。
...the prophecies concerning the coming in the body of our Lord and Savior Jesus Christ become more frequent, as I said before.
1:347
Τινὲς μὲν γὰρ τῶν παρ' ἡμῖν ἀκεραίων, καί τοι πιστευόντων εἶναι θεόπνευστα τὰ ῥήματα, ὅμως νομίζουσι διὰ τὸ εὔφωνον καὶ τέρψεως ἕνεκεν τῆς ἀκοῆς μελῳδεῖσθαι τοὺς ψαλμούς
我們中間有些較為單純的人,雖然相信這些話是神所默示的,卻仍以為詩篇配上曲調,不過是為了悅耳動聽、使聽覺得享受罷了。
For some of the simpler ones among us, although they believe that the words are inspired by God, nevertheless suppose that the psalms are set to melody merely for the sake of euphony and for the delight of the ear.
1:348
οὐ γὰρ τὸ ἡδὺ καὶ πιθανὸν ἐζήτησεν Γραφή·
然而聖經並非尋求那甘美悅耳、能打動人的;
But Scripture did not seek what is sweet and persuasive;
1:349
ἀλλὰ καὶ τοῦτο ὠφελείας ἕνεκεν τῆς ψυχῆς τετύπωται διὰ πάντα μὲν, μάλιστα δὲ διὰ δύο ταῦτα·
其實這也是為了靈魂的益處而立定的,固然是為著一切緣故,但尤其是為著以下這兩件事:
rather this too was patterned for the benefit of the soul, on account of all things indeed, but most especially on account of these two:
1:350
πρῶτον μὲν, ὅτι ἔπρεπε τὴν θείαν Γραφὴν μὴ μόνον τῇ συνεχείᾳ, ἀλλὰ καὶ τῇ κατὰ πλάτος φωνῇ τὸν Θεὸν ὑμνεῖν
第一,神聖的經文當以神為頌讚的對象,不僅用連貫的言語,也用那拉長而舒展的歌聲;
first, that it was fitting for divine Scripture to praise God not only with continuous speech, but also with the voice extended in breadth;
1:351
κατὰ πλάτος δὲ λέγε ται, οἷά ἐστι τὰ τῶν ψαλμῶν καὶ ᾠδῶν καὶ ᾀσμάτων ῥήματα·
所謂「舒展」,乃是指詩篇、頌歌與詩歌這一類的話語;
and "in breadth" is said of such as are the words of the psalms and odes and songs;
1:352
καὶ οὕτως γὰρ σωθήσεται τὸ ἐξ ὅλης ἰσχύος καὶ δυνάμεως ἀγαπᾷν τὸν Θεὸν τοὺς ἀνθρώπους
因為這樣,「人當盡心、盡力、盡性愛神」的命令也就得以保全。
for thus also will be preserved that men should love God with their whole strength and power.
1:353
ὥστε λογίζεσθαι μὲν τὰ βέλτιστα, πράττειν δὲ τῷ θυμῷ τὰ φαῦλα, ὡς Πιλᾶτος λέγων μέν·
……以致雖能思想那最善之事,卻因情慾而行那卑劣之事,正如彼拉多,他口裡固然說:
...so as to reason out the best things, but to do the base by reason of passion, like Pilate, who said indeed:
1:354
Οὐδεμίαν αἰτίαν εὑρίσκω εἰς αὐτόν·
「我查不出他有什麼罪來」;
"I find no fault in him";
1:355
συντρέ χων δὲ τῇ γνώμῃ τῶν Ἰουδαίων·
他在判斷上卻隨從了猶太人的主張;
yet in his decision he ran along with the opinion of the Jews;
1:356
ἐπιθυμεῖν μὲν τὰ φαῦλα, μὴ δύνασθαι δὲ πράττειν, ὡς οἱ κατὰ Σουσάννης πρεσβύτεροι·
或是貪戀卑劣之事卻無力施行,正如那兩個謀害蘇撒拿的長老;
or to desire base things but be unable to do them, like the elders against Susanna;
1:357
πάλιν μὴ μοιχεύειν μὲν, κλέπτειν δέ·
又或是不犯姦淫,卻去偷竊;
or again, not to commit adultery, yet to steal;
1:358
μὴ κλέπτειν μὲν, φονεύειν δέ·
或是不偷竊,卻去殺人;
or not to steal, yet to murder;
1:359
μὴ φονεύειν μὲν, βλασφημεῖν δέ
或是不殺人,卻去褻瀆。
or not to murder, yet to blaspheme.
1:360
Ἵν' οὖν μὴ τοιαύτη τις ἐν ἡμῖν ταραχὴ γίνη ται, θέλει τὴν ψυχὴν λόγος ἔχουσαν Χριστοῦ νοῦν, ὡς εἶπεν Ἀπόστολος, τούτῳ καθηγεμόνι χρήσασθαι, καὶ ἐν τούτῳ τῶν μὲν ἐν αὐτῇ παθητικῶν κρατεῖν, τῶν δὲ τοῦ σώματος μελῶν ἄρχειν, εἰς τὸ ὑπακούειν τῷ λόγῳ·
因此,為使我們裡面不生出這類的擾亂,道願意人的靈魂存有基督的心思,正如使徒所說,以祂為引導者,藉著祂制伏靈裡那些受情慾牽動的部分,並管理身體的肢體,使它們順服這道;
Therefore, lest any such disturbance arise in us, the Word wills that the soul, having the mind of Christ, as the Apostle said, should use him as guide, and by him master the passible elements within it, and rule the members of the body, that they may obey the Word;
1:361
ἵνα, ὡς ἐν ἁρμονίᾳ τὸ πλῆκτρον, οὕτως αὐ τὸς ἄνθρωπος ψαλτήριον γενόμενος, καὶ τῷ πνεύ ματι προσέχων ὁλοκλήρως, καὶ πᾶσι τοῖς μέλεσι καὶ τοῖς κινήμασιν ὑπακούῃ, καὶ δουλεύῃ τῷ βουλή ματι τοῦ Θεοῦ
好叫人如同和諧樂器中的撥子一般,自己成為一具琴瑟,全然專注於聖靈,使他一切的肢體與動作都順服、事奉神的旨意。
so that, as the plectrum in a harmony, so the man himself, having become a psaltery and giving heed wholly to the Spirit, may with all his members and movements obey and serve the will of God.
1:362
Τῆς δὲ τοιαύτης τῶν λογισμῶν ἀτα ραξίας καὶ ἀκύμονος καταστάσεως εἰκὼν καὶ τύπος ἐστὶν τῶν Ψαλμῶν ἐμμελὴς ἀνάγνωσις
心思這般的平靜安寧、無波瀾的境地,正以詩篇悅耳的誦讀為其表記與模範。
And of such tranquility of thoughts and untroubled state, the melodious reading of the Psalms is an image and pattern.
1:363
Ὥσπερ γὰρ τὰ τῆς ψυχῆς νοήματα γνωρίζομεν καὶ σημαίνο μεν δι' ὧν προφέρομεν λόγων, οὕτως, τῆς πνευμα τικῆς ἐν ψυχῇ ἁρμονίας τὴν ἐκ τῶν λόγων μελῳδίαν σύμβολον εἶναι θέλων Κύριος, τετύπωκεν ἐμμελῶς τὰς ᾠδὰς ψάλλεσθαι, καὶ τοὺς ψαλμοὺς μετ' ᾠδῆς ἀναγινώσκεσθαι
正如我們藉所說的話,使靈魂的意念得以表明、傳達;照樣,主也願這話語的旋律成為靈裡屬靈和諧的表記,故此命定頌歌當合著曲調吟唱,詩篇當伴著歌聲誦讀。
For just as we make known and signify the thoughts of the soul through the words we utter, so likewise the Lord, willing the melody of the words to be a symbol of the spiritual harmony in the soul, ordained that the odes be sung melodiously, and that the psalms be read with song.
1:364
Καὶ τοῦτ' ἔστιν ἐπιθυμία τῆς ψυχῆς, τὸ καλῶς αὐτὴν διακεῖσθαι, ὡς γέγρα πται·
這正是靈魂的渴望——就是要心境美好——如經上所記:
And this is the desire of the soul—that it be well-disposed—as it is written:
1:365
Εὐθυμεῖ τις ἐν ὑμῖν; ψαλλέτω
「你們中間有喜樂的嗎?他就該歌頌。」
"Is any among you cheerful? Let him sing psalms."
1:366
Οὕτως τὸ μὲν ἐν αὐτῇ ταραχῶδες καὶ τραχὺ καὶ ἄτακτον ἐξ ομαλίζεται·
這樣,靈魂裡那些動盪、粗糙、紊亂的,便得以平順下來;
Thus what is turbulent and rough and disorderly in it is smoothed out;
1:367
τὸ δὲ λυποῦν θεραπεύεται, ψαλλόντων ἡμῶν·
其中憂傷的,也藉著我們的歌頌得醫治,唱說:
and what grieves it is healed, when we sing:
1:368
Ἵνα τί περίλυπος εἶ, ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Καὶ τὸ μὲν ἐσφαλμένον ἐπι γνώσεται λέγουσα·
「我的心哪,你為何憂悶?為何在我裡面煩躁不安?」如此,靈魂就要認出自己的差錯,說:
"Why are you cast down, O my soul, and why do you disquiet me?" And the soul will recognize what is amiss, saying:
1:369
Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύ θησαν οἱ πόδες·
「至於我,我的腳幾乎失閃」;
"But as for me, my feet were almost gone";
1:370
τὸ δὲ φοβηθὲν ἐπιῤῥώσει τῇ ἐλπίδι ἐν τῷ λέγειν·
其中懼怕的,也要藉盼望得堅固,說:
and what is afraid it will strengthen with hope, in saying:
1:371
Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθή σομαι τί ποιήσει μοι ἄνθρωπος
「主是幫助我的,我必不懼怕,人能把我怎麼樣呢?」
"The Lord is my helper, and I will not fear what man can do to me."
1:372
Οἱ μὲν οὖν μὴ τοῦτον τὸν τρόπον ἀναγινώ σκοντες τὰς θείας ᾠδὰς οὐ συνετῶς ψάλλουσιν, ἀλλ' ἑαυτοὺς μὲν τέρπουσιν, ἔχουσι δὲ μέμψιν, ὅτι Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ·
凡不照這樣的方式誦讀神聖頌歌的人,乃是不明所以地歌唱,只圖自己歡愉,反招責備,因為「讚美的話在罪人口中並不合宜」;
Now those who do not read the divine odes in this manner do not sing with understanding, but please only themselves, and they incur blame, for "Praise is not seemly in the mouth of a sinner";
1:373
οἱ δὲ κατὰ τὸν προειρημένον τρόπον ψάλλοντες, ὥστε τὴν μελῳ δίαν τῶν ῥημάτων ἐκ τοῦ ῥυθμοῦ τῆς ψυχῆς καὶ τῆς πρὸς τὸ πνεῦμα συμφωνίας προσφέρεσθαι, οἱ τοιοῦτοι. ψάλλουσι μὲν τῇ γλώσσῃ, ψάλλοντες δὲ καὶ τῷ νοῒ, οὐ μόνον ἑαυτοὺς, ἀλλὰ καὶ τοὺς θέλοντας ἀκούειν αὐτῶν μεγάλως ὠφελοῦσιν
至於那些照前述方式歌唱的人,使這話語的旋律出於靈魂的韻律,並出於靈魂與聖靈的和諧——這樣的人固然用舌頭歌唱,卻也用心思歌唱,不僅大大有益於自己,也有益於那些樂意聽他們的人。
but those who sing in the manner aforesaid, so that the melody of the words is offered from the rhythm of the soul and from its accord with the Spirit—such as these sing indeed with the tongue, but singing also with the mind, they greatly profit not only themselves but also those who are willing to hear them.
1:374
οὐρανοῖς χορευόντων προσεκαλοῦντο
……他們召請人加入那些在諸天中歡然起舞者的歌詠之列。
...they invited [men] to join the choir of those who dance in the heavens.
1:375
Τὸ ἄρα μετὰ μέλους λέγεσθαι τοὺς ψαλμοὺς οὐκ ἔστιν εὐ φωνίας σπουδὴ, ἀλλὰ τεκμήριον τῆς ἁρμονίας τῶν ἐν τῇ ψυχῇ λογισμῶν
所以,配著曲調誦唱詩篇,並不是對美聲的追求,而是靈魂裡思念和諧的憑據。
Therefore the saying of the psalms with melody is not a zeal for fine sound, but a token of the harmony of the thoughts within the soul.
1:376
Καὶ ἐμμελὴς δὲ ἀνάγνωσις σύμβολόν ἐστι τῆς εὐρύθμου καὶ ἀχειμάστου κατα στάσεως τῆς διανοίας
這悅耳的誦讀,乃是心智井然有序、不受風暴侵擾之境界的表記。
And the melodious reading is a symbol of the well-ordered and storm-free state of the understanding.
1:377
Καὶ γὰρ τὸ αἰνεῖν τὸν Θεὸν ἐν κυμβάλοις εὐήχοις καὶ κιθάρᾳ καὶ δεκαχόρδῳ ψαλ τηρίῳ, σύμβολον πάλιν ἦν καὶ σημαντικὸν τοῦ συγκεῖ σθαι μὲν νομίμως τὰ μέλη τοῦ σώματος ὡς χορδὰς, τοὺς δὲ λογισμοὺς τῆς ψυχῆς ὡς κύμβαλα γίνεσθαι, καὶ λοιπὸν τῇ ἠχῇ καὶ τῷ νεύματι τοῦ πνεύματος ταῦτα πάντα κινεῖσθαι καὶ ζῇν·
因為用聲音響亮的鈸、琴與十弦的瑟讚美神,這又是一個表記與標誌,指明身體的肢體當如琴弦般合宜地配搭,靈魂的思念當如鈸一般,此後這一切都當隨著聖靈的響聲與指引而活動、而存活;
For indeed the praising of God on well-sounding cymbals and harp and ten-stringed psaltery was again a symbol and a sign that the members of the body should be set together lawfully like strings, and that the thoughts of the soul should become like cymbals, and that thereafter all these should be moved and live by the sound and the impulse of the Spirit;
1:378
ὥστε, κατὰ τὸ γε γραμμένον, τῷ πνεύματι τὸν ἄνθρωπον ζῇν μὲν, καὶ τὰς πράξεις τοῦ σώματος θανατοῦν
好叫人照經上所記,靠著聖靈活著,並治死身體的行為。
so that, according to what is written, by the Spirit the man may live indeed, and put to death the deeds of the body.
1:379
Οὕτως γὰρ καὶ καλῶς ψάλλων ῥυθμίζει τὴν ψυχὴν αὐτοῦ, καὶ ὥσπερ ἐξ ἀνισότητος εἰς ἰσότητα ἄγει·
因為人這樣善於歌唱,便使自己的靈魂有了韻律,彷彿將它從不均衡引到均衡;
For in this way also he who sings well gives rhythm to his soul, and as it were leads it from inequality to equality;
1:380
ὥστε ἐν τῷ κατὰ φύσιν αὐτὴν ἑστηκυῖαν μὴ πτοεῖσθαι ὑπό τινος, ἀλλὰ καὶ μᾶλλον εὐφαντάσιον γίνεσθαι, καὶ πλέον αὐτὴν λαμβάνειν πόθον τῶν μελλόντων ἀγα θῶν
以致靈魂安立於合乎本性的境地,不被任何事物驚嚇,反而更多懷有美好的嚮往,並對那將來的福分懷著更大的切慕。
so that, standing in its natural state, it may not be terrified by anything, but rather become more full of good imaginings, and may take to itself a greater longing for the good things to come.
1:381
Τῇ γὰρ τῶν ῥημάτων μελῳδίᾳ συνδιατιθεμένη ἐπιλανθάνεται τῶν παθῶν, καὶ χαίρουσα βλέ πει πρὸς τὸν νοῦν τὸν ἐν Χριστῷ, λογιζομένη τὰ βέλτιστα
因為靈魂與這話語的旋律一同調和,便忘卻情慾,歡然仰望那在基督裡的心思,思想那最善之事。
For being attuned together to the melody of the words, it forgets the passions, and rejoicing it looks toward the mind that is in Christ, reasoning out the best things.
1:382
Ἡγοῦμαι γὰρ ἐν τούτοις τοῖς λόγοις τῆς βίβλου τὸν πάντα βίον τῶν ἀνθρώπων, τάς τε τῆς ψυχῆς δια θέσεις, καὶ τὰ τῶν λογισμῶν κινήματα μεμετρῆσθαι καὶ περιέχεσθαι·
因為我認為,在這書卷的話語中,人的整個生命、靈魂的種種傾向,以及思念的各樣活動,都被衡量並涵蓋無遺;
For I consider that in these words of the book the whole life of men, and the dispositions of the soul, and the movements of the thoughts, are measured out and comprehended;
1:383
καὶ μηδὲν πλέον τούτων ἐν ἀνθρώ ποις εὑρίσκεσθαι
在人裡面,再也找不出超乎這些的了。
and that nothing beyond these is to be found in men.
1:384
Εἴτε γὰρ μετανοίας ἐξομολογή σεως χρεία, θλίψις καὶ πειρασμὸς κατέλαβεν, ἐδιώχθη τις, καὶ ἐπιβουλευόμενος ἐῤῥύσθη, εἰ δὲ καὶ περίλυπός τις γέγονεν καὶ ταράττεται, καὶ πά σχει τι τοιοῦτον, οἷον ἐν τοῖς ἔμπροσθεν εἴρηται, καὶ συνορᾷ ἑαυτὸν μὲν προκόπτοντα, τὸν δὲ ἐχθρὸν καταργούμενον, καὶ αἰνέσαι καὶ εὐχαριστῆσαι, καὶ εὐλογῆσαι βούλεται τὸν Κύριον, ἔχει τὴν διδασκα λίαν τούτων ἐν τοῖς θείοις ψαλμοῖς
無論是需要悔改或認罪,或是患難試煉臨到,或是有人遭受逼迫、被人陷害卻得拯救;倘若有人深感憂愁、心中不安,又遭遇如上所述的某種苦楚;或是覺察自己正在長進,而仇敵卻歸於無有;或是想要讚美、感恩並頌讚主——他都能在神聖的詩篇中找到關乎這些事的教導。
For whether there be need of repentance or confession, or affliction and trial has overtaken one, or one has been persecuted and, being plotted against, was delivered; if one has become deeply grieved and is troubled, and suffers something such as has been described above; or perceives himself making progress while the enemy is being brought to nothing; or wishes to praise and give thanks and bless the Lord—he has the teaching about these things in the divine psalms.
1:385
Ἐκλεγέσθω γὰρ τὰ ἐν αὐτοῖς περὶ ἑκάστου τούτων εἰρημένα, καὶ οὕ τως ὡς περὶ ἑαυτοῦ γεγραμμένα λέγων, καὶ συνδια τιθέμενος τοῖς γεγραμμένοις, ἀναφέρει τῷ Κυρίῳ
他可從其中揀選關乎這各樣事所說的話,如此誦讀,彷彿是為他自己而寫的,並與所寫的話相契合,把這些獻給主。
For let him choose out the things said in them concerning each of these matters, and thus reciting them as though written about himself, and entering into accord with the things written, he offers them up to the Lord.
1:386
Μὴ περιβαλλέτω μέντοι τις αὐτὰ τοῖς ἔξωθεν πιθανοῖς ῥήμασι, μηδὲ πειραζέτω τὰς λέξεις μετα ποιεῖν ὅλως ἐναλλάσσειν·
但無論誰,都不可用那來自外面、貌似動聽的話語來粉飾這些詩篇,也不可試圖改動或全然更換其字句;
Let no one, however, dress them up with the plausible words from without, nor attempt to alter the wording or to change it altogether;
1:387
ἀλλ' οὕτως ἀτεχνῶς τὰ γεγραμμένα λεγέτω καὶ ψαλλέτω, ὥσπερ εἴρηται, ὑπὲρ τοῦ καὶ τοὺς διακονήσαντας ἀνθρώπους αὐτὰ. ἐπιγινώσκοντας τὸ ἑαυτῶν συνεύχεσθαι ἡμῖν·
倒要照所記的話素樸地、如其所述地誦讀並歌唱,好叫那些傳遞這些話語的聖人,認出這原是他們自己的話,便與我們同心禱告;
rather let him recite and sing the things written simply as they have been stated, in order that the holy men who ministered them, recognizing them as their own, may pray together with us;
1:388
μᾶλλον δὲ ἵνα καὶ τὸ Πνεῦμα τὸ λαλῆσαν ἐν τοῖς ἁγίοις, θεω ροῦν τοὺς παρ' αὐτοῦ λόγους ἐνηχηθέντας ἐκείνοις, συναντιλαμβάνηται ἡμῖν
更是要叫那曾在眾聖徒裡面說話的聖靈,看見自己默示在那些人身上的話語,便來一同幫助我們。
or rather, that the Spirit who spoke in the saints, seeing the words inspired by him in those men, may join in helping us.
1:389
Ὅσῳ γὰρ τῶν ἁγίων βίος βελτίων τῶν ἄλλων ἐστὶ, τοσούτῳ καὶ τὰ παρ' αὐτῶν ῥήματα τῶν παρ' ἡμῶν συντιθεμένων βελτίονα καὶ ἰσχυρότερα ἄν τις εἴποι δικαίως
因為眾聖徒的生命比別人的生命好得多,照樣,人也可以公正地說,出於他們的話語,比我們自己所編造的更為美好、更有能力。
For by as much as the life of the saints is better than that of others, by so much also one might justly say that the words from them are better and stronger than those composed by us.
1:390
Ἐν τούτοις γὰρ εὐηρέστησαν τῷ Θεῷ, καὶ ταῦτα λέγοντες, ὡς εἶπεν Ἀπόστολος·
因為他們在這些事上得了神的喜悅,並且如使徒所說,正是說著這些話:
For in these things they were well-pleasing to God, and saying these things, as the Apostle said:
1:391
Κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων, ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν
「他們因著信,制伏了敵國,行了公義,得了應許,堵了獅子的口,滅了烈火的猛勢,脫了刀劍的鋒刃,軟弱變為剛強,爭戰顯出勇敢,打退外邦的全軍;有婦人得自己的死人復活。」
"They subdued kingdoms, wrought righteousness, obtained promises, stopped the mouths of lions, quenched the power of fire, escaped the edge of the sword, out of weakness were made strong, became mighty in war, turned to flight the armies of the aliens; women received their dead by resurrection."
1:392
Οὐκοῦν καὶ νῦν ταῦτα λέγων ἕκαστος ἔστω θαῤῥῶν, ὅτι δι' αὐτῶν ταχέως Θεὸς ἐπακούσεται τοῖς δεομένοις·
所以如今凡說這些話的人,也當有膽量,深信神必藉著這些話,速速垂聽懇求祂的人;
Therefore now too let everyone who says these things be of good courage, that through them God will quickly hearken to those who beseech him;
1:393
εἴτε γὰρ θλίβεται λέγων ταῦτα, μεγάλην ὄψεται τὴν ἐν αὐτοῖς παράκλησιν·
因為人在患難中說這些話,必在其中看見極大的安慰;
for whether one is afflicted while saying these things, he will see in them great consolation;
1:394
εἴτε πειράζεται καὶ διώκεται ψάλλων οὕτως, δοκιμώτερος ἀναφανήσεται, καὶ σκεπασθήσεται παρὰ τοῦ Κυρίου, τοῦ καὶ τὸν εἰπόντα ταῦτα σκεπάσαντος·
人若在試煉與逼迫中這樣歌唱,必顯為更蒙稱許,並必蒙主庇護,正如主也庇護了那最初說這些話的人;
or whether one is tried and persecuted while singing thus, he will be shown more approved, and will be sheltered by the Lord, who sheltered also the one who spoke these things;
1:395
ἐν τούτοις τὸν μὲν διάβολον ἀνατρέψει, τοὺς δὲ δαίμονας αὐτοῦ σοβήσει
他必藉著這些話傾覆魔鬼,驅散牠的群鬼。
in these things he will overthrow the devil and put his demons to flight.
1:396
Ταῦτα λέγων εἰ μὲν ἥμαρτεν, ἑαυτὸν ἐντρέψει καὶ παύσεται·
人說這些話,若實在犯了罪,便要回轉並止息;
Saying these things, if indeed he has sinned, he will turn himself back and cease;
1:397
πλανᾷν ἐπιχειροῦντας ἐλέγξει·
他也要駁倒那些企圖引人入迷途的人;
and he will convict those who attempt to lead astray;
1:398
καὶ τούτου οὐκ ἄνθρωπος ἐγγυητὴς, ἀλλ' αὐτὴ θεία γίνεται Γραφή
這事的保證並非出於人,乃是神聖的經文本身作了保證。
and of this no man is the surety, but divine Scripture itself becomes such.
1:399
γὰρ Θεὸς ἐνετείλατο τῷ Μωϋσῇ γράψαι τὴν μεγάλην Ὠδὴν, καὶ διδάξαι τὸν λαόν·
因為神吩咐摩西寫下那篇偉大的詩歌,並教導百姓;
For God commanded Moses to write the great Song and to teach it to the people;
1:400
δὲ βασιλεὺς Ἰωσίας, εὑρεθέντος τοῦ βιβλίου, καὶ ἀναγνωσθέντος εἰς τὰς πάντων ἀκοὰς, οὐκέτι τοὺς ἐχθροὺς ἐφοβεῖτο
約西亞王在那律法書被尋見、且讀給眾人聽見之後,便不再懼怕仇敵了。
and King Josiah, when the book had been found and read in the hearing of all, no longer feared the enemies.
1:401
Καὶ εἴ ποτε δὲ πόλεμος ἦν τῷ λαῷ, κιβωτὸς ἔχουσα τὰ πυξία τοῦ νόμου προώδευε πάντων, καὶ ἠρκεῖτο τούτοις ἀντὶ πάσης παρατάξεως εἰς βοήθειαν, εἰ μή τις ἦν παρὰ τοῖς βαστάζουσι καὶ ἐν τοῖς λαοῖς προκρατήσασα ἁμαρτία καὶ ὑπόκρισις
每逢百姓有戰事,那盛著律法版的約櫃便走在眾人前頭,這些就足以代替一切的陣勢來幫助他們——除非在抬約櫃的人中,或在百姓中間,有某種罪惡與虛偽佔了上風。
And whenever there was war for the people, the ark, bearing the tablets of the law, went before them all, and these sufficed in place of any battle array for their aid—unless there was among those who bore it, or prevailing among the people, some sin and hypocrisy.
1:402
Πίστεως γὰρ καὶ γνησίας διαθέσεως χρεία, ἵνα νόμος εἰς τὰ κατ' εὐχὴν συνεργάζηται
因為必須有信心與真誠的心志,律法才能配合成就人所祈求的事。
For there is need of faith and a genuine disposition, in order that the law may work together for the things prayed for.
1:403
Ἐγὼ γοῦν, ἔλεγεν γέρων, ἤκουσα καὶ παρὰ φρονίμων ἀνδρῶν, ὡς ἄρα τὸ παλαιὸν ἐν τῷ. Ἰσραὴλ, μόνον ἀναγινώσκοντες τὰς Γραφὰς, ἐδίωκον δαίμονας, καὶ ἠλέξουν τὰς παρ' αὐτῶν τοῖς ἀνθρώποις γινομένας ἐπιβουλάς
那老人說:「至少我曾從謹慎的人口中聽說,古時在以色列,人單單藉著誦讀經文,就趕出了鬼魔,並揭發了牠們向人所設的詭計。」
"I, at any rate," said the old man, "have heard also from prudent men, that of old in Israel, merely by reading the Scriptures, they drove out demons, and exposed the plots that these laid against men."
1:404
Ὅθεν καὶ καταγνώσεως πάσης ἀξίους εἶναι ἔλεγε τοὺς ταῦτα μὲν ἀφιέντας, συντιθέντας δὲ ἑαυτοῖς ἔξωθεν πιθανὰ ῥήματα, καὶ ἐν τούτοις ἐξορκιστὰς ἑαυτοὺς ὀνομάζοντας
因此他說,那些撇棄這些經文、卻為自己編造外面貌似動聽的話語、並藉此自稱為驅魔者的人,是應受一切定罪的。
Wherefore he said that those were worthy of all condemnation who, abandoning these things, composed for themselves plausible words from without, and in these named themselves exorcists.
1:405
Μᾶλλον γὰρ παίζουσι, καὶ παρέχουσιν ἑαυτοὺς ἐκείνοις εἰς τὸ χλευάζεσθαι·
因為他們倒成了戲耍,反把自己交給那些鬼魔去嘲弄;
For rather do they make sport, and offer themselves to those [demons] to be mocked;
1:406
οἷα πεπόνθασιν Ἰουδαῖοι οἱ Σκευᾶ υἱοὶ, ἐπιχειρήσαντες καὶ αὐτοὶ τὸν τρόπον τοῦτον ἐξορκίζειν
正如那些猶太人、士基瓦的眾子所遭遇的,他們也曾試圖以這樣的方式驅鬼。
such as the Jews, the sons of Sceva, suffered, when they too attempted to exorcise in this manner.
1:407
Ταῦτα μὲν γὰρ ἀκούοντες παρὰ τῶν τοιούτων οἱ δαίμονες παίζουσι·
因為鬼魔從這樣的人聽見這些話,便加以戲耍;
For hearing these things from such men, the demons make sport;
1:408
τὰ δὲ τῶν ἁγίων ῥήματα φοβοῦνται, καὶ φέρειν αὐτὰ οὐ δύνανται
至於眾聖徒的話語,牠們卻懼怕,甚至連聽都不能忍受。
but the words of the saints they fear, or rather they cannot even endure them.
1:409
Ἔστι γὰρ ἐν τοῖς τῶν Γραφῶν ῥήμασιν Κύριος, ὃν μὴ δυνάμενοι φέρειν ἔκραζον·
因為主就在經文的話語之中,鬼魔不能忍受祂,便喊叫起來;
For in the words of the Scriptures is the Lord, whom, not being able to endure, they cried out;
1:410
ἐκαίοντο γὰρ καὶ μόνον βλέποντες παρόντα τὸν Κύριον
因為牠們單單看見主臨在,就被燒灼。
for they were burned merely by seeing the Lord present.
1:411
Οὕτως καὶ Παῦλος παρήγγειλε τοῖς ἀκαθάρτοις πνεύμασιν·
保羅也是這樣吩咐污穢的鬼;
Thus also Paul gave command to the unclean spirits;
1:412
οὕτως καὶ τοῖς μαθηταῖς ὑπετάσσετο τὰ δαιμόνια
鬼魔也照樣服從了門徒。
thus also to the disciples the demons were made subject.
1:413
Καὶ ἐπὶ Ἑλισσαίου δὲ τοῦ προφήτου ἐγένετο χεὶρ Κυρίου, καὶ προεφήτευσε περὶ τῶν ὑδάτων τοῖς τρισὶ βασιλεῦσιν, ὅτε ἔψαλλε κατ' ἐντολὴν αὐτοῦ ψάλλων
在先知以利沙的事上也是如此:當有彈琴的人照他的吩咐彈琴時,主的手便臨到他身上,他就向那三位王說了關乎水的預言。
And in the case of Elisha the prophet, the hand of the Lord came upon him, and he prophesied concerning the waters to the three kings, when, at his command, the one who played the harp was playing.
1:414
Οὕτως καὶ νῦν, εἴ τις κήδεται τῶν πασχόντων, ταῦτα λεγέτω, καὶ μᾶλλον τόν τε πάσχοντα ὠφελεῖ, καὶ ἑαυτοῦ τὴν πίστιν ἀληθῆ καὶ βεβαίαν ἐπιδείξεται·
如今也是如此:若有人顧念受苦的人,就當說這些話;他既更使受苦者得益,又顯明自己的信心真實而堅定;
So too now, if anyone cares for those who suffer, let him say these things; and he both profits the sufferer the more, and will show his own faith to be true and steadfast;
1:415
ὥστε, καὶ ταύτην ὁρῶντα τὸν Θεὸν, τελείαν τὴν θεραπείαν παρασχεῖν τοῖς δεομένοις
好叫神也看見這信心,便將完全的醫治賜給懇求祂的人。
so that God, seeing this faith too, may grant perfect healing to those who beseech him.
1:416
Τοῦτο γὰρ καὶ ἅγιος γινώσκων, ἔλεγεν ἐν τῷ ριηʹ ψαλμῷ·
這事那聖潔的人也知道,他在詩篇第一一八篇中說:
For this also the holy man knew, saying in Psalm 118:
1:417
Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου·
「我要默想你的律例,必不忘記你的話」;
"In your statutes I will meditate; I will not forget your words";
1:418
Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου
「在我寄居之地,你的律例成了我的詩歌。」
"Your statutes were songs to me in the place of my sojourning."
1:419
Ἐν τούτοις γὰρ καὶ σωτηρίαν ἐκέρδαινον, λέγοντες·
因為他們在這些事上甚至得了拯救,說:
For in these things they gained even salvation, saying:
1:420
Εἰ μὴ ὅτι νόμος σου μελέτη μου ἐστὶ, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου
「我若不是喜愛你的律法,早就在苦難中滅亡了。」
"Unless your law had been my meditation, then I should have perished in my affliction."
1:421
Ὅθεν καὶ Παῦλος ἐν τούτοις ἠσφαλίζετο τὸν ἑαυτοῦ μαθητὴν, λέγων·
因此保羅也用這些事使他自己的門徒得穩固,說:
Wherefore Paul also made his own disciple secure in these things, saying:
1:422
Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου προκοπὴ φανερὰ γένηται
「你要殷勤思想這些事,並要全心在這些事上,使眾人看出你的長進來。」
"Meditate on these things; be in these things, that your progress may be manifest."
1:423
Ταῦτα καὶ σὺ μελετῶν, καὶ συνετῶς ἐντυγχάνων·
你也當思想這些事,並以悟性誦讀;
You too, meditating on these things, and reading them with understanding;
1:424
οὕτως τοῖς ψαλμοῖς, τὸν μὲν ἐν ἑκάστῳ νοῦν ὁδηγούμενος ὑπὸ τοῦ Πνεύματος καταλαβεῖν δυνήσῃ
這樣,在詩篇中,你藉著聖靈的引導,便能領會每一篇的意義。
thus, in the psalms, being guided by the Spirit, you will be able to grasp the meaning in each one.
1:425
Τοιοῦτον δὲ καὶ σὺ ζηλώσεις βίον, οἷον ἔσχον οἱ ταῦτα θεοφορούμενοι λαλήσαντες ἄνδρες ἅγιοι
你也要切慕那樣的生命,正如那些被神感動而說出這些話的聖人所過的生命一般。
And you too will be zealous for such a life as those holy men had who, borne along by God, spoke these things.
1