← 回書卷目次 · 希臘教父 › 創世記講道集
金口若望
創世記講道集 第 2 章
希臘文原文.84 節.部分字詞可點開查義
2:1
Τί δήποτε ἐπὶ μὲν ἡλίου καὶ σελήνης καὶ οὐρανοῦ καὶ τῶν ἄλλων εἶπε, Γενηθήτω·
為甚麼論到日、月、天,以及其餘的萬物,祂說:「要有」;
Why ever, concerning the sun and the moon and the heaven and the rest, did He say, 'Let it come to be';
2:2
ἐπὶ δὲ τοῦ ἀνθρώπου, Ποιήσωμεν; καὶ τί ποτέ ἐστι τὸ, Κατ' εἰκόνα
但論到人,卻說:「我們要造」呢?又「照著形像」究竟是甚麼意思呢?
but concerning man, 'Let Us make'? And what ever is the meaning of 'According to the image'?
2:3
Ἆρα μέμνησθε τῶν ζητημάτων τῶν πρώην προτεθέντων ὑμῖν; Εἰς τοσοῦτον γὰρ ἡμᾶς ἀπονοίας καὶ τόλμης ἐπήρατε, ὡς καὶ ζητημάτων ἤδη κατατολμᾷν·
你們還記得前些時候擺在你們面前的那些問題嗎?因為你們已把我們激勵到如此膽壯與勇敢的地步,以致我們如今竟敢探究這些問題;
Do you then remember the questions lately set before you? For you have raised us to such boldness and daring that we now venture even upon questions;
2:4
μᾶλλον δὲ οὐκ ἂν εἴη τόλμης, οὐδὲ ἀπονοίας τοῦτο
或者說,這其實既非魯莽,也非狂妄。
or rather, this would be neither daring nor presumption.
2:5
Οὐ γὰρ οἰκείᾳ δυνάμει θαῤῥήσαντες, ἀλλὰ ταῖς εὐχαῖς. τῶν προέδρων καὶ ταῖς ὑμετέραις τὸ πᾶν ἐπιῤῥίψαντες ἀπεδυσάμεθα πρὸς τὸ στάδιον
因為我們並非倚仗自己的能力,乃是把一切都交託於眾位主席長者的禱告和你們的禱告之上,如此便脫衣下到競技場了。
For it was not by trusting in our own power, but by casting the whole upon the prayers of our presiding fathers and upon yours, that we stripped for the arena.
2:6
Εὐχὴ δὲ Ἐκκλησίας τοσοῦτον δύναται, ὡς εἰ καὶ λίθων ἦμεν ἀφωνότεροι, πτεροῦ παντὸς κουφοτέραν ἡμῖν τὴν γλῶτταν ἐργάσασθαι
教會的禱告有這樣大的能力,以致我們縱使比石頭更加無聲,它也能使我們的舌頭比任何羽毛更為輕快。
And the prayer of the Church is so powerful that, even were we more voiceless than stones, it can make our tongue lighter than any feather.
2:7
τῆς νηὸς ἐμπεσὼν τὰ ἱστία, βέλους ὀξύτερον παραπέμπει τὸ σκάφος·
當風吹進船的帆時,便把船隻送得比箭更快;
when the wind falls upon the sails of the ship, it sends the vessel forth swifter than an arrow;
2:8
οὕτω καὶ Ἐκκλησίας εὐχὴ εἰς τὴν τοῦ λέγοντος ἐμπεσοῦσα γλῶτταν, ζεφύρου σφοδρότερον παραπέμπει τὸν λόγον
照樣,教會的禱告落在講道者的舌頭上,也把話語送出,比西風更為猛烈。
so also the prayer of the Church, falling upon the tongue of the speaker, sends forth the word more vehemently than the west wind.
2:9
Διὸ καὶ ἡμεῖς καθ' ἑκάστην ἡμέραν θαῤῥοῦντες ἀποδυόμεθα
因此我們也天天壯著膽,脫衣下場。
Therefore we too, taking courage each day, strip for the contest.
2:10
Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων δέκα τις μόνον, ἢ εἴκοσι ἔχων ἐραστὰς ἐν δήμῳ τοσούτῳ, μετὰ προθυμίας εἰς τὸν ἀγῶνα κάτεισι·
因為在世上的競賽中,若有人在如此眾多的群眾裡,只有十個或二十個仰慕者,尚且滿懷熱心下場競賽;
For if, in the contests of the world, one who has only ten or twenty admirers in so great a crowd goes down into the contest with eagerness;
2:11
πολλῷ μᾶλλον ἡμεῖς, ὅπου οὐ δέκα, οὐδὲ εἴκοσι μόνον, ἀλλ' ἅπαν ἡμῖν τὸ θέατρον ἐξ ἀδελφῶν καὶ πατέρων σύγκειται, θαῤῥοῦντες τοῦτο ποιήσομεν
何況我們,在這裡不是十個,也不只是二十個,乃是我們全場的觀眾都由弟兄和父老所組成,我們豈不更當放膽如此行嗎?
how much more shall we, where not ten, nor twenty only, but our whole theater is composed of brethren and fathers, do this with confidence.
2:12
Καίτοι γε ἐπὶ τῶν ἔξωθεν ἀγώνων οὐδὲν ἂν μέγα καρπώσαιτο ὁ ἀγωνιστὴς παρὰ τοῦ θεατοῦ, ἀλλ' ἢ ὅσον βοῆσαι ἐκεῖνον, καὶ θαυμάσαι τὰ γεγενημένα, καὶ φιλονεικῆσαι τοῖς ἀντιλέγουσιν ἄνω καθήμενον·
然而在外面的競賽中,競賽者從觀眾那裡得不著甚麼大益處,至多不過是那觀眾在上面座位上呼喊、驚嘆所發生的事,並與那些反對的人爭辯罷了;
And yet, in the outward contests, the combatant would reap nothing great from the spectator, save only that the latter should shout and marvel at what is done, and contend from his seat above with those who gainsay;
2:13
καταβῆναι δὲ εἰς τὸ στάδιον, καὶ χεῖρα ὀρέξαι, καὶ ἑλκύσαι πόδα τοῦ ἀνταγωνιζομένου, ἢ ἄλλο τι τοιοῦτον ἐπιδείξασθαι, τούτοις οὐ θέμις
但下到競技場,伸出手來,拉扯對手的腳,或作出任何別的這類舉動,這些對他們都是不合規矩的。
but to come down into the arena, and stretch forth a hand, and pull the foot of the adversary, or display any other such thing—these are not lawful for them.
2:14
Οἱ γὰρ τοὺς ἀγῶνας ἐκείνους ἐξ ἀρχῆς διαταξάμενοι, σκόλοπας πήξαντες ὀξεῖς, καὶ σχοινία κύκλῳ περιβαλόντες, οὕτω τῶν θεατῶν τὴν μανίαν εἴργουσι
因為那從起初就設立這些競賽的人,藉著釘上尖銳的木樁,並在四圍圈上繩索,如此攔阻觀眾的狂熱。
For those who from the beginning arranged those contests, by fixing sharp stakes and casting ropes round in a circle, thus restrain the frenzy of the spectators.
2:15
Καὶ τί θαυμαστὸν, εἰ θεατῇ καταβῆναι οὐ θέμις, ὅπουγε καὶ τὸν παιδοτρίβην ἔξω παρὰ τὴν κόνιν καθίσαντες, πόῤῥωθεν τὴν ἀπὸ τῆς διδασκαλίας συμμαχίαν εἰσάγειν τοῖς ἀγωνιζομένοις κελεύουσι, πλησίον δὲ οὐκ ἐῶσιν ἐλθεῖν; Ἀλλ' οὐκ ἐνταῦθα οὕτως·
既然連教練都被安置在場外、塵土之外,只吩咐他從遠處把教導的助力帶給競賽者,卻不容他走近,那麼觀眾不得下場,又有甚麼可希奇的呢?但在這裡卻不是這樣;
And what wonder if it be not lawful for a spectator to come down, seeing that they even seat the trainer outside, beyond the dust, and bid him bring in from afar the aid of his teaching to the contestants, but do not permit him to draw near? But it is not so here;
2:16
ἀλλὰ καὶ διδασκάλῳ καὶ θεατῇ καταβῆναι πρὸς ἡμᾶς ἔνι, καὶ ἐγγὺς στῆναι τῇ διαθέσει, καὶ διὰ τῶν εὐχῶν ἡμῖν συγκροτῆσαι τὴν δύναμιν
反倒是教師和觀眾都能下到我們這裡來,在心志上與我們相近,並藉著禱告一同增強我們的力量。
rather, both teacher and spectator may come down to us, and stand near in disposition, and through their prayers rally our strength together.
2:17
Δεῦρο γοῦν κατ' αὐτοὺς ἐκείνους τοὺς ἀθλητὰς τῶν παλαισμάτων ἁψώμεθα
那麼,來吧,讓我們抓住那些摔角手所用的那些擒拿之法。
Come then, let us lay hold of the very grips of those wrestlers.
2:18
Καὶ γὰρ ἐπειδὰν ἐκεῖνοι μέσους ἑαυτοὺς κατασχόντες, ὑπὸ τῆς βίας τῶν ἁμμάτων πρὸς τὸν ἔξωθεν αὐτοὺς περιεστῶτα ἐξακοντισθῶσιν ὄχλον διὰ τὴν τοῦ τόπου στενοχωρίαν, λύσαντες τὰ ἅμματα, πρὸς τὸν τῆς ἀγωνίας πάλιν ἐπανέρχονται τόπον·
因為當那些人彼此攔腰抱住,卻因場地狹窄,被擒拿的力道拋向外面圍站的群眾時,他們便鬆開所抱之處,重新回到競賽的地方;
For when those men, having caught each other about the middle, are by the force of their holds hurled toward the crowd standing round outside, on account of the narrowness of the place, they loose their grips and return again to the place of contest;
2:19
εἶτα ἐπανελθόντες οὐκ ὀρθοὶ συμπλέκονται πάλιν, ἀλλ' ἐν ἐκείνῳ τῷ τρόπῳ τῶν δεσμῶν ἑαυτοὺς καταστήσαντες, ἐν ᾧ καὶ ὄντες διελύθησαν
隨後回來時,他們並不重新站著扭抱,乃是把自己安置回原先那被分開時所處的擒拿姿勢中。
then, having returned, they do not grapple upright again, but placing themselves in that same manner of holds in which, being so, they had been separated.
2:20
Ἐπεὶ οὖν καὶ ἡμᾶς ἡ τόπου στενοχωρία καταλῦσαι τὸν λόγον ἠνάγκασε, φέρε πρὸς τὸν τόπον τῆς ἀγωνίας ἐπανελθόντες, τὰ ἅμματα λύσωμεν ἀπὸ τῶν τήμερον ἀναγνωσθέντων ἡμῖν
既然場地的狹窄也迫使我們中斷了講論,那麼,來吧,讓我們回到競賽之地,從今日向我們所讀的經文中,把那擒拿之結解開。
Since, then, the narrowness of the place has compelled us also to break off our discourse, come, let us return to the place of contest and loose the grips from the words read to us today.
2:21
Καὶ εἶπεν ὁ Θεὸς, φησὶ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν
經上說:「神說,我們要照著我們的形像,按著我們的樣式造人。」
'And God said,' it says, 'Let Us make man according to Our image and likeness.'
2:22
Ἓν πρῶτον τοῦτο ἄξιον ζητῆσαι, τί δήποτε, ὅτε μὲν ὁ οὐρανὸς ἐγίνετο, οὐδαμοῦ τὸ, Ποιήσωμεν, εἴρηται, ἀλλὰ, Γενηθήτω οὐρανὸς, Γενηθήτω φῶς, καὶ καθ' ἕκαστον τῆς κτίσεως μέρος οὕτως·
頭一件值得探究的事就是:為甚麼當造天的時候,並無一處說「我們要造」,乃是說「要有天」、「要有光」,並且造物各部分都是如此;
One first thing is worthy of inquiry: why ever, when the heaven was being made, is 'Let Us make' nowhere said, but rather 'Let there be a heaven,' 'Let there be light,' and so with each part of the creation;
2:23
ἐνταῦθα δὲ τὸ, Ποιήσωμεν, πρόσκειται μόνον, βουλὴ καὶ σκέψις καὶ πρὸς ἕτερόν τινα ὁμότιμον ἀνακοίνωσις; Τίς ποτε ἄρα ἐστὶν ὁ δημιουργεῖσθαι μέλλων, ὅτι τοσαύτης ἀπολαύει τιμῆς; Ἄνθρωπός ἐστι, τὸ μέγα ζῶον καὶ θαυμαστὸν, καὶ τῆς κτίσεως ἁπάσης τῷ Θεῷ τιμιώτερον, δι' ὃν οὐρανὸς καὶ γῆ καὶ θάλαττα καὶ τὸ λοιπὸν ἅπαν τῆς κτίσεως σῶμα·
但在這裡卻獨獨加上「我們要造」——這乃是商議、審度,並與另一位同等尊貴者的相通?那將要被造的究竟是誰,竟享如此大的尊榮?乃是人,這偉大而奇妙的生靈,在神眼中比一切受造之物更為寶貴,天、地、海,以及受造之物其餘的一切軀體,都是為他而造的;
but here 'Let Us make' alone is added—counsel and deliberation and communication with some other of equal honor? Who then ever is the one about to be fashioned, that he enjoys so great an honor? It is man, the great and wondrous living being, and more precious to God than all creation, for whose sake are heaven and earth and sea and the whole remaining body of creation;
2:24
ἄνθρωπος, οὗ τῆς σωτηρίας οὕτως ὁ Θεὸς ἠράσθη, ὡς μηδὲ τοῦ Μονογενοῦς φείσασθαι δι' αὐτόν·
這人,神竟這樣渴慕他的救恩,以致為他的緣故連自己的獨生子也不顧惜;
man, for whose salvation God so yearned, as not even to spare His Only-Begotten for his sake;
2:25
οὐ γὰρ ἀπέστη πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως αὐτὸν ἀναγαγὼν ἐκάθ. ισεν ἐν δεξιᾷ ἑαυτοῦ
因為祂不住地行作萬事、籌謀一切,直到把他領上去,使他坐在自己的右邊。
for He did not cease doing all things and taking every measure, until having led him up He seated him at His own right hand.
2:26
Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ ἑαυτοῦ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ
「祂使我們一同復活,一同坐在諸天界裡,在基督耶穌裡,坐在祂的右邊。」
'He raised us up together and seated us together at His right hand in the heavenly places in Christ Jesus.'
2:27
Διὰ τοῦτο βουλὴ καὶ σκέψις καὶ ἀνακοίνωσις, οὐκ ἐπειδὴ ὁ Θεὸς βουλῆς δεῖται·
因這緣故才有商議、審度並相通——並非因為神需要商議;
For this reason there is counsel and deliberation and communication—not because God has need of counsel;
2:28
ἀλλὰ τῷ σχήματι τῶν ῥημάτων τὴν εἰς τὸν γενόμενον ἡμῖν ἐνδείκνυται τιμήν
乃是藉著這些話語的形式,彰顯祂對那將為我們而受造之人的尊重。
but by the form of the words He shows forth the honor toward the one who was to come into being for us.
2:29
Καὶ πῶς, φησὶν, εἰ τοῦ κόσμου τιμιώτερός ἐστι παντὸς, ὕστερον τοῦ κόσμου παράγεται; Δι' αὐτὸ τοῦτο, ἐπειδὴ τοῦ κόσμου τιμιώτερός ἐστιν
有人說:「他若比全世界更寶貴,怎麼反倒比世界更晚被造出來呢?」正是為這緣故,因為他比世界更寶貴。
'And how,' one says, 'if he is more precious than the whole world, is he brought forth later than the world?' For this very reason, because he is more precious than the world.
2:30
Ὥσπερ γὰρ βασιλέως εἰς τινα πόλιν ἐλαύνειν μέλλοντος, στρατηγοὶ καὶ ὕπαρχοι καὶ δορυφόροι καὶ πάντες οἱ δοῦλοι προφθάνουσιν, ἵνα τὰ βασίλεια παρασκευάσαντες, καὶ πᾶσαν τὴν ἄλλην εὐτρεπίσαντες θεραπείαν, μετὰ πολλῆς τῆς τιμῆς ὑποδέξωνται τὸν βασιλέα·
因為正如當一位君王將要進入某城時,將軍、總督、護衛,以及一切僕役都先行前往,好把王宮預備妥當,並將其餘一切侍奉安排齊整,以極大的尊榮迎接君王;
For just as, when a king is about to ride into some city, generals and prefects and bodyguards and all the servants go on ahead, that having prepared the palace and set in order all the rest of the attendance, they may receive the king with much honor;
2:31
οὕτω δὴ καὶ ἐνταῦθα, καθάπερ βασιλέως εἰσάγεσθαι μέλλοντος, προέφθασεν ὁ ἥλιος, προέδραμεν ὁ οὐρανὸς, προεισῆλθε τὸ φῶς, ἅπαντα γέγονε καὶ εὐτρεπίσθη, καὶ τότε ὁ ἄνθρωπος μετὰ πολλῆς ὕστερον εἰσάγεται τῆς τιμῆς
照樣,在這裡也是如此,好像一位君王將要被迎入,日先行,天先跑,光先進來,萬物都已造成、都已安排妥當,然後人才在最後,以極大的尊榮被迎進來。
even so also here, as when a king is about to be brought in, the sun went before, the heaven ran before, the light entered first, all things came to be and were set in order, and then man is at last brought in with much honor.
2:32
Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα
「我們要照著形像造人。」
'Let Us make man according to the image.'
2:33
Πρὸς τίνα φησὶν ὁ Θεὸς, Ποιήσωμεν; Μωϋσέως ἐστὶ τὰ γράμματα, Μωϋσέως, ᾧ πιστεύειν ψευδόμενοί φασι
神向誰說「我們要造」呢?這是摩西的著作——是摩西的,他們卻假意宣稱信他。
To whom does God say, 'Let Us make'? These are the writings of Moses—of Moses, in whom they falsely claim to believe.
2:34
Καὶ ὅτι ψεύδονται καὶ οὐ πιστεύουσιν, ἄκουε τοῦ Χριστοῦ διελέγχοντος αὐτοὺς καὶ λέγοντος·
至於他們說謊、並不相信,你且聽基督如何駁斥他們,說:
And that they lie and do not believe, hear Christ convicting them and saying:
2:35
Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί
「你們若信摩西,也必信我。」
'If you believed Moses, you would believe Me.'
2:36
Νῦν δὲ παρ' ἐκείνοις μὲν τὰ βιβλία, παρ' ἡμῖν δὲ τῶν βιβλίων ὁ θησαυρός·
但如今,書卷在他們那裡,而書卷的寶藏卻在我們這裡;
But now, with them are the books, while with us is the treasure of the books;
2:37
παρ' ἐκείνοις τὰ γράμματα, παρ' ἡμῖν καὶ τὰ γράμματα καὶ τὰ νοήματα
字句在他們那裡,而字句和其中的意義都在我們這裡。
with them the letters, but with us both the letters and the meanings.
2:38
Πρὸς τίνα οὖν, εἰπὲ, λέγει, Ποιήσωμεν ἄνθρωπον; Πρὸς ἄγγελον, φησὶν, ἢ πρὸς ἀρχάγγελον ἁπλῶς φθέγγεται
那麼,請告訴我,祂是向誰說「我們要造人」呢?有人說:「祂不過是向天使,或向天使長說話罷了。」
To whom, then, tell me, does He say, 'Let Us make man'? 'To an angel,' one says, 'or to an archangel He simply speaks.'
2:39
Καθάπερ γὰρ οἱ μαστιγίαι τῶν οἰκετῶν παρὰ τῶν δεσποτῶν ἐγκαλούμενοι, καὶ ἐξ εὐθείας οὐκ ἔχοντες ἀποκρίνασθαι, τὸ ἐπελθὸν ἅπαν προσφέρουσιν·
因為正如那些該受鞭打的家奴,被主人指責時,既無法直截了當地回答,就把一切臨時想到的都搬出來;
For just as household slaves who are worthy of scourging, when accused by their masters and having no straightforward answer to give, put forward whatever comes to mind;
2:40
οὕτω δὴ καὶ ὑμεῖς, Πρὸς ἄγγελον, φατὲ, καὶ ἀρχάγγελον εἶπε
你們也照樣說:「祂是向天使和天使長說的。」
even so you too say, 'To an angel and an archangel He spoke.'
2:41
Ποῖον ἄγγελον; ποῖον ἀρχάγγελον; Οὐ γὰρ ἀγγέλων ἐστὶ τὸ δημιουργεῖν, οὐδὲ ἀρχαγγέλων τὸ ἐργάζεσθαι ταῦτα
甚麼樣的天使?甚麼樣的天使長?因為創造並不是天使的事,造作這些也不是天使長的事。
What sort of angel? What sort of archangel? For it does not belong to angels to create, nor to archangels to fashion these things.
2:42
Τίνος δὲ ἕνεκεν, ὅτε μὲν τὸν οὐρανὸν ἐποίησεν, οὐκ εἶπεν ἀγγέλῳ καὶ ἀρχαγγέλῳ, ἀλλὰ δι' ἑαυτοῦ παρήγαγεν; ὅτε δὲ τὸ τιμιώτερον οὐρανοῦ καὶ παντὸς κόσμου παρήγαγε ζῶον, τὸν ἄνθρωπον, τότε τοὺς δούλους κοινωνοὺς λαμβάνει τῆς δημιουργίας; βʹ
為甚麼當祂造天的時候,並不向天使和天使長說話,乃是親自造出來;及至祂造出那比天、比全世界更寶貴的生靈,就是人的時候,反倒取用僕役作創造的同伴呢?(二)
And for what reason, when He made the heaven, did He not say to an angel and an archangel, but brought it forth by Himself; yet when He brought forth the living being more precious than heaven and than the whole world, namely man, then does He take the servants as partners in the creation? (2)
2:43
Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι·
這些事斷乎不是這樣,斷乎不是這樣;
These things are not so; they are not so;
2:44
ἀγγέλων γὰρ τὸ παρεστάναι, οὐ τὸ δημιουργεῖν·
因為侍立在旁是天使的事,創造卻不是;
for it belongs to angels to stand by, not to create;
2:45
ἀρχαγγέλων τὸ λειτουργεῖν, οὐχὶ τὸ γνώμης κοινωνεῖν καὶ βουλῆς
服事乃是天使長的事,至於在意念和商議上有分,卻不是他們的事。
to archangels it belongs to minister, not to share in counsel and deliberation.
2:46
Ἄκουσον τί φησιν Ἡσαΐας περὶ τῶν Σεραφὶμ δυνάμεων, τῶν ἀνωτέρω τῶν ἀρχαγγέλων·
你且聽以賽亞論到那超乎天使長之上的撒拉弗的能力,怎麼說:
Hear what Isaiah says concerning the powers of the Seraphim, which are above the archangels:
2:47
Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ παρειστήκεισαν κύκλῳ αὐτοῦ·
「我看見主坐在高高的寶座上,撒拉弗侍立在祂的四圍;
'I saw the Lord sitting upon a throne high and lifted up, and the Seraphim stood round about Him;
2:48
ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί·
每一位有六個翅膀,每一位有六個翅膀;
six wings to the one, and six wings to the one;
2:49
καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὰ πρόσωπα ἑαυτῶν, ἀποτειχίζουσαι δηλονότι τὰς ὄψεις, διὰ τὸ μὴ δύνασθαι τὴν ἐκ τοῦ θρόνου φερομένην ἀστραπὴν ὑποδέξασθαι
「他們用兩個翅膀遮臉」,顯然是遮蔽自己的目光,因為他們不能承受那從寶座發出的閃電。
and with two wings they covered their faces,' evidently walling off their sight, because they were not able to endure the lightning borne from the throne.
2:50
Τί λέγεις; Τὰ μὲν Σεραφὶμ παρεστήκασι, καὶ ἐν θαύματι τοσούτῳ εἰσὶ καὶ ἐκπλήξει, καὶ ταῦτα συγκατάβασιν Θεοῦ βλέποντα·
你怎麼說呢?撒拉弗尚且侍立在旁,並且處在這樣大的驚奇與駭異之中,何況他們所看見的還是神的俯就;
What do you say? The Seraphim stand by, and are in such wonder and amazement—and that while beholding the condescension of God;
2:51
ἄγγελοι δὲ καὶ γνώμης κοινωνοῦσιν αὐτῷ, καὶ σκέψεως μετέχουσιν; Ἀλλ' οὐκ ἂν ἔχοι λόγον
難道天使反倒與祂同商計謀,並有分於祂的審度嗎?這斷然說不通。
yet do angels share counsel with Him, and partake of His deliberation? But this could have no reason.
2:52
Ἀλλὰ τίς ἐστι πρὸς ὅν φησι, Ποιήσω. μεν ἄνθρωπον; Ὁ θαυμαστὸς σύμβουλος, ὁ ἐξουσιαστὴς, ὁ Θεὸς ὁ ἰσχυρὸς, ὁ ἄρχων τῆς εἰρήνης, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός
那麼,祂向誰說「我們要造人」呢?就是那奇妙的策士、有權能者、大能的神、和平之君、來世之父——祂自己,就是神的獨生子。
But who is He to whom He says, 'Let Us make man'? The Wonderful Counselor, the Mighty One, the Strong God, the Ruler of peace, the Father of the age to come—He Himself, the Only-Begotten Son of God.
2:53
Πρὸς ἐκεῖνον τοίνυν λέγει, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν
所以,祂是向那一位說:「我們要照著我們的形像,按著我們的樣式造人。」
To Him, therefore, He says, 'Let Us make man according to Our image and according to Our likeness.'
2:54
Οὐδὲ γὰρ εἶπε τὴν ἐμὴν καὶ τὴν σὴν, ἢ τὴν ἐμὴν καὶ τὴν ὑμῶν, ἀλλὰ, Κατ' εἰκόνα ἡμετέραν, μίαν δηλῶν τὴν εἰκόνα καὶ μίαν τὴν ὁμοίωσιν·
因為祂既沒有說「我的和你的」,也沒有說「我的和你們的」,乃是說「照著我們的形像」,指明只有一個形像、一個樣式;
For neither did He say 'Mine and Yours,' nor 'Mine and yours' (plural), but 'According to Our image,' showing one image and one likeness;
2:55
Θεοῦ δὲ καὶ ἀγγέλων οὐκ ἔστιν εἰκὼν μία, οὐδὲ ὁμοίωσις μία
然而神與天使並沒有一個共同的形像,也沒有一個共同的樣式。
but of God and of angels there is not one image, nor one likeness.
2:56
Πῶς γὰρ ἂν εἴη τοῦ Δεσπότου καὶ τῶν λειτουργῶν εἰκὼν μία καὶ ὁμοίωσις; Ὥστε πάντοθεν ὑμῖν ὁ λόγος ἐλήλεγκται·
因為主與服事者怎能有一個共同的形像和樣式呢?如此,你們的論點便從各方面都被駁倒了;
For how could there be one image and likeness of the Master and of the ministers? So that from every side your argument is refuted;
2:57
καὶ γὰρ ἀρχῆς εἰκόνα ἐδήλωσεν ἐνταῦθα, καθὼς καὶ τὸ ἑξῆς δηλοῖ
因為祂在這裡所彰顯的,實在是掌權的形像,正如接下來的話所指明的。
for indeed He showed forth here an image of dominion, as what follows also makes clear.
2:58
Εἰπὼν γὰρ Κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν, ἐπήγαγε, Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης·
因為祂說了「照著形像,按著樣式」之後,便接著說:「叫他們管理海裡的魚」;
For having said 'According to the image and according to the likeness,' He added, 'And let them have dominion over the fish of the sea';
2:59
ἀρχὴ δὲ Θεοῦ καὶ ἀγγέλων οὐκ ἂν εἴη μία
然而神與天使的權柄不可能是同一個。
but the dominion of God and of angels could not be one.
2:60
Πῶς γὰρ, τῶν δούλων καὶ τοῦ Δεσπότου, τῶν λειτουργῶν καὶ τοῦ κελεύοντος; Ἀλλὰ καὶ ἕτεροι πάλιν ἡμῖν ἐπιφύονταί τινες λέγοντες, ὅτι εἰκόνα ὁ Θεὸς ἔχει τοιαύτην, οἵαν καὶ ἡμεῖς, κακῶς νοοῦντες τὸ εἰρημένον
僕役與主人、服事者與發令者的權柄,怎能是同一個呢?但另有一些人又來糾纏我們,說神有像我們所有的那樣一種形像,這是把所說的話理解錯了。
For how could it be, that of the servants and of the Master, of the ministers and of Him who commands? But yet again certain others fasten upon us, saying that God has such an image as we also have, wrongly understanding what has been said.
2:61
Οὐ γὰρ οὐσίας εἶπεν εἰκόνα, ἀλλὰ ἀρχῆς εἰκόνα, καθὼς δηλώσομεν ἐκ τῶν ἑξῆς ἐπαγομένων
因為祂所說的並不是本質的形像,乃是掌權的形像,正如我們要從隨後所引的話中所要指明的。
For He did not speak of an image of essence, but an image of dominion, as we shall show from what is subsequently brought forward.
2:62
Ὅτι γὰρ οὐκ ἔστι τὸ Θεῖον ἀνθρωπόμορφον, ἄκουσον τοῦ Παύλου λέγοντος·
至於神並非具有人的形像,且聽保羅所說的話:
For that the Divine is not of human form, hear Paul when he says:
2:63
Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων·
男人本不該蒙著頭,因為他是神的形像和榮耀;
A man indeed ought not to cover his head, since he is the image and glory of God;
2:64
γυνὴ δὲ δόξα ἀνδρός ἐστι·
但女人乃是男人的榮耀。
but the woman is the glory of the man.
2:65
διὸ ὀφείλει, φησὶ, κάλυμμα ἔχειν ἐπὶ τῆς κεφαλῆς
所以他說,女人應當在頭上蒙著帕子。
Therefore, he says, she ought to have a covering upon her head.
2:66
Καὶ μὴν εἰ εἰκόνα ἐνταῦθα τοῦτο εἶπε, τὸ ἀπαράλλακτον τῆς μορφῆς τῆς πρὸς τὸν Θεὸν δηλῶν, καὶ διὰ τοῦτο εἰκὼν ἄνθρωπος Θεοῦ καλεῖται, ὅτι ὁ Θεὸς οὕτω διατετύπωται·
誠然,倘若他在此所說的形像,是指形體與神完全一模一樣,並且人之所以被稱為神的形像,是因為神也是如此被塑造的——
And indeed, if he here spoke of an image in the sense of an exact likeness of form to God, and if for this reason man is called the image of God—because God has been so shaped—
2:67
οὐκοῦν κατ' ἐκείνους οὐκ ἐχρῆν μόνον τὸν ἄνδρα εἰκόνα λέγεσθαι, ἀλλὰ καὶ τὴν γυναῖκα
那麼,照他們的看法,不僅男人,就連女人也該被稱為形像才是。
then, according to their view, not only the man but the woman also ought to have been called an image.
2:68
Γυναικὸς γὰρ καὶ ἀνδρὸς εἷς ὁ τύπος καὶ ὁ χαρακτὴρ, καὶ ἡ ὁμοίωσις μία
因為女人與男人有著同一的模型、同一的樣式,其相似也是同一的。
For of woman and of man there is one type and one character, and the likeness is one.
2:69
Τίνος οὖν ἕνεκεν ὁ ἀνὴρ εἰκὼν τοῦ Θεοῦ λέγεται, ἡ γυνὴ δὲ οὐκέτι; Ὅτι οὐ τὴν εἰκόνα τὴν ἐν τῇ μορφῇ λέγει, ἀλλὰ τὴν εἰκόνα τὴν κατὰ τὴν ἀρχὴν, ἣν ὁ ἀνὴρ ἔχει μόνος, οὐκέτι δὲ καὶ ἡ γυνή
那麼,為甚麼男人被稱為神的形像,女人卻不然呢?因為他所說的不是那在於形體的形像,而是那在於治理權柄上的形像,這乃是男人獨自擁有的,女人卻不然。
For what reason, then, is the man said to be the image of God, but the woman no longer so? Because he does not speak of the image which lies in form, but of the image which is according to rule, which the man alone possesses, and no longer the woman as well.
2:70
Οὗτος μὲν γὰρ οὐδενὶ ὑποτέτακται·
因為男人不受任何人管轄;
For he is subjected to no one;
2:71
ἐκείνη δὲ ὑπὸ τοῦτον γέγονε, καθὼς ὁ Θεός φησι·
但女人卻是在男人之下受造的,正如神所說:
but she came to be under him, even as God says:
2:72
ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει
你必戀慕你的丈夫,他必管轄你。
Your turning shall be to your husband, and he shall rule over you.
2:73
Διὰ τοῦτο ὁ μὲν ἀνὴρ εἰκὼν τοῦ Θεοῦ, ἐπειδὴ οὐδένα ἔχει ἀνώτερον, καθάπερ οὐδὲ τοῦ Θεοῦ ἀνώτερός τίς ἐστιν, ἀλλὰ πάντων ἄρχει·
為此,男人是神的形像,因為他之上再無別人,正如神之上再無別人,乃是治理萬有;
For this reason the man is the image of God, since he has no one above him, just as no one is above God, but he rules over all;
2:74
ἡ γυνὴ δὲ δόξα τοῦ ἀνδρὸς, ἐπειδὴ τῷ ἀνδρὶ ὑποτέτακται
而女人是男人的榮耀,因為她順服於男人。
but the woman is the glory of the man, since she is subjected to the man.
2:75
Οὐκ ὀφείλομεν χρυσῷ, ἢ ἀργύρῳ, ἢ λίθῳ, ἢ χαράγματι τέχνης, ἢ ἐνθυμήσεως ἀνθρώπου νομίζειν τὸ Θεῖον εἶναι ὅμοιον
我們不該以為神與金、銀、石頭,或人手藝雕刻之物、或人心思所構想之物相似。
We ought not to think the Divine to be like gold, or silver, or stone, or the engraving of art or of man's imagining.
2:76
Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν·
他所說的意思乃是這樣:
And what he says is of this sort:
2:77
Οὐ μόνον τοὺς ὁρωμένους τύπους ἐκβέβηκε, φησὶ, τὸ Θεῖον, ἀλλ' οὐδὲ διάνοια διατυπῶσαι τὸ τοιοῦτον δύναιτ' ἂν, ὁποῖός ἐστιν ὁ Θεός
他說,神不僅超越了一切可見的形像,就連人的心思也無法為自己構想出神究竟是怎樣的。
Not only has the Divine transcended the visible forms, he says, but neither could the mind fashion for itself such a thing as what God is.
2:78
Πῶς οὖν ἀνθρώπου Θεὸς μορφὴν ἔχειν δύναιτ' ἂν, ὁπότε ὁ Παῦλος μηδὲ διάνοιαν εἶναι μηδεμίαν τὴν δυναμένην τυπῶσαι παρ' ἑαυτῇ λέγει τοῦ Θεοῦ τὴν οὐσίαν; Τὴν γὰρ ἡμετέραν μορφὴν καὶ τὸν τύπον ἅπαντες ῥᾳδίως παρ' ἑαυτοῖς ἀνατυπώσαιμεν ἂν κατὰ τοὺς λογισμούς
那麼,神怎能有人的形體呢?既然保羅說,沒有任何心思能在其自身裡構想出神的本質。因為我們自己的形體與樣式,人人都能輕易照著自己的思想在心中描繪出來。
How then could God have the form of a man, when Paul says that there is no mind at all able to fashion within itself the essence of God? For our own form and type we could all readily fashion within ourselves according to our thoughts.
2:79
Πάλιν τοὺς περὶ ἐλεημοσύνης ἐπαγαγεῖν λόγους καὶ νῦν ἐβουλόμην, ἀλλ' ὁ καιρὸς ἡμᾶς οὐκ ἀφίησι·
我原想此刻再把關於施捨的話題提出來,但時間不容我們如此行;
Again I wished even now to bring forward the discourse concerning almsgiving, but the time does not permit us;
2:80
διὸ πρὸς σιγὴν τρέψωμεν λοιπὸν ἑαυτοὺς, ἐκεῖνο παρεγγυήσαντες ὑμῖν, μετὰ ἀκριβείας ἅπαντα κατέχειν τὰ εἰρημένα, καὶ πολλὴν τῆς ὀρθῆς πολιτείας ποιεῖσθαι τὴν πρόνοιαν, ἵνα μὴ. μάτην καὶ εἰκῆ ἐνταῦθα συλλεγώμεθα
因此,讓我們如今轉向靜默,只囑咐你們這一件事:要極其準確地持守一切所說的話,並要為正直的品行多加籌謀,免得我們枉然、徒然地聚集在此。
wherefore let us now turn ourselves to silence, having charged you with this: to hold fast with all exactness everything that has been said, and to make much provision for right conduct, lest we gather here in vain and to no purpose.
2:81
Κἂν γὰρ δογμάτων ὀρθότητα διατηρῶμεν, τῆς τῶν ἔργων ἀρετῆς μὴ προσούσης, πάντως ἐκπεσούμεθα τῆς αἰωνίου ζωῆς
因為縱使我們持守了純正的教義,若沒有善行的美德相伴,我們終必從永生中墜落。
For even if we maintain the correctness of our doctrines, yet if the virtue of works is not present, we shall certainly fall away from eternal life.
2:82
Οὐ πᾶς γὰρ, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς
因為他說,不是每個稱呼我『主啊,主啊』的人,都能進天國,惟獨遵行我天父旨意的人才能進去。
For not everyone, he says, who says to me, Lord, Lord, shall enter into the kingdom of heaven, but he who does the will of my Father who is in heaven.
2:83
Ποιῶμεν οὖν τὸ θέλημα τοῦ Θεοῦ μετὰ σπουδῆς ἁπάσης καὶ προθυμίας, ἵνα δυνηθῶμεν εἰς τοὺς οὐρανοὺς εἰσελθεῖν, καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσι τὸν Θεὸν ἐπιτυχεῖν·
所以讓我們以一切殷勤與熱切遵行神的旨意,好叫我們能進入諸天,並能得著那為愛神之人所存留的美善之物;
Let us then do the will of God with all diligence and eagerness, that we may be able to enter into the heavens and to attain the good things laid up for those who love God;
2:84
ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願我們眾人都得以藉著我們主耶穌基督的恩典與慈愛得著這些;願榮耀、權能、尊貴歸與祂並父,同著聖靈,從今直到永遠,世世無窮。阿們。
which may it be granted us all to attain, by the grace and lovingkindness of our Lord Jesus Christ, with whom to the Father, together with the Holy Spirit, be glory, might, and honor, now and ever, and unto the ages of ages. Amen.