📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 雜記(八卷)

雜記(八卷) 第 1 章 第 21/42 段

希臘文原文.193 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:3856–1:4048(全章共 7922 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:3856
τίς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν πανάρετον καὶ βεβαίαν πίστιν ὑμῶν οὐκ ἐδοκίμασεν; τήν τε σώφρονα καὶ ἐπιεικῆ ἐν Χριστῷ εὐσέβειαν οὐκ ἐθαύμασεν; καὶ τὸ μεγαλοπρεπὲς τῆς φιλοξενίας ὑμῶν ἦθος οὐκ ἐκήρυξεν; καὶ τὴν τελείαν καὶ ἀσφαλῆ γνῶσιν οὐκ ἐμακάρισεν; ἀπροσωπολήπτως γὰρ πάντα ἐποιεῖτε, καὶ ἐν τοῖς νομίμοις ... τοῦ θεοῦ ἐπορεύεσθε καὶ τὰ ἑξῆς
因為凡在你們中間作客旅的,有誰不曾試驗過你們那全備美德、堅定不移的信心呢?有誰不曾驚歎你們在基督裡那節制、溫和的敬虔呢?有誰不曾傳揚你們那宏大高尚的好客風範呢?有誰不曾稱許你們那完全、穩妥的知識為有福呢?因為你們行事毫不偏待人,並照著神的律例而行……以下從略。
For who that sojourned among you did not test your all-virtuous and steadfast faith? Who did not marvel at your sober and gentle piety in Christ? Who did not proclaim the magnificent character of your hospitality? Who did not call blessed your perfect and sure knowledge? For you did all things without partiality, and walked in the ordinances of God—and so forth.
1:3857
ἀτενίσωμεν οὖν εἰς τοὺς τελείως λειτουργήσαντας αὐτοῦ τῇ μεγαλοπρεπεῖ δόξῃ
因此,讓我們定睛注視那些完全地服事祂那宏偉榮耀的人。
Let us then fix our gaze upon those who perfectly ministered to his magnificent glory.
1:3858
λάβωμεν Ἐνώχ, ὃς ἐν ὑπακοῇ δίκαιος εὑρεθεὶς μετετέθη, καὶ Νῶε, ὃς πιστεύσας διεσώθη, καὶ Ἀβραάμ, ὃς διὰ πίστιν καὶ φιλοξενίαν ... φίλος θεοῦ, πατὴρ δὲ τοῦ Ἰσαὰκ προσηγορεύθη
讓我們以以諾為例,他因順服被見為義,就被接去;又以挪亞為例,他因信得以保全;又以亞伯拉罕為例,他因信與好客……被稱為神的朋友,也被稱為以撒之父。
Let us take Enoch, who, being found righteous in obedience, was translated; and Noah, who through faith was saved; and Abraham, who because of faith and hospitality... was called the friend of God, and was named the father of Isaac.
1:3859
διὰ φιλοξενίαν καὶ εὐσέβειαν Λὼτ ἐσώθη ἐκ Σοδόμων·
羅得因著好客與敬虔,得以從所多瑪獲救。
On account of hospitality and piety, Lot was saved out of Sodom.
1:3860
διὰ πίστιν καὶ φιλοξενίαν ἐσώθη Ῥαὰβ ἡ πόρνη·
妓女喇合因著信與好客,得以獲救。
On account of faith and hospitality, Rahab the harlot was saved.
1:3861
δι' ὑπομονὴν καὶ πίστιν ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς καὶ τριχῶν καμηλείων πλέγμασιν περιεπάτησαν κηρύσσοντες τὴν βασιλείαν τοῦ Χριστοῦ, λέγομεν δὲ Ἠλίαν καὶ Ἐλισσαῖον, ... Ἰεζεκιήλ τε καὶ Ἰωάννην, τοὺς προφήτας
他們因著忍耐與信心,身披山羊皮、綿羊皮,以及駱駝毛編織的衣服四處遊行,宣講基督的國──我們指的是以利亞、以利沙……以西結和約翰,這些先知。
Through endurance and faith they went about in goatskins and sheepskins and garments woven of camel's hair, proclaiming the kingdom of Christ—we mean Elijah and Elisha... and Ezekiel and John, the prophets.
1:3862
ὁ γάρ τοι φίλος θεοῦ διὰ πίστιν ἐλευθέραν κληθεὶς Ἀβραὰμ οὐκ ἐπήρθη τῇ δόξῃ, μετριο ... παθῶν δὲ ἔλεγεν·
因為神的朋友亞伯拉罕,因其自由的信而蒙召,並不因己身的榮耀而自高,反倒存謙卑之心說:
For indeed the friend of God, Abraham, called by reason of his free faith, was not lifted up by his glory, but, being of humble mind, said:
1:3863
ἐγὼ δέ εἰμι γῆ καὶ σποδός
我不過是塵土和爐灰。
But I am earth and ashes.
1:3864
Ἰὼβ δὲ ἦν δίκαιος καὶ ἄμεμπτος, ἀληθινὸς καὶ ... θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ. οὗτος ὁ νικήσας δι' ὑπομονῆς τὸν πειράσαντα καὶ μαρτυρήσας ἅμα καὶ μαρτυρηθεὶς ὑπὸ τοῦ θεοῦ ὃς ταπεινοφροσύνης ἀντέχεται καὶ λέγει·
約伯為人公義完全,誠實而敬畏神,遠避一切惡事。這人藉著忍耐勝過那試探他的,他既作見證,也蒙神為他作見證——他持守謙卑之心,說:
And Job was righteous and blameless, true and God-fearing, abstaining from all evil. This is he who, through endurance, conquered the one who tried him, and both bore witness and was borne witness to by God—who holds fast to lowliness of mind and says:
1:3865
οὐδεὶς καθαρὸς ἀπὸ ... ῥύπου, οὐδ' εἰ μιᾶς ἡμέρας ἡ ζωὴ αὐτοῦ
沒有人是潔淨無污穢的,即使他的生命只有一天也是如此。
No one is pure from defilement, not even if his life be but a single day.
1:3866
Μωυσῆς, ὁ πιστὸς θεράπων ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, πρὸς τὸν χρηματίζοντα ἐκ τῆς βάτου εἶπεν·
摩西是那在神全家盡忠的僕人,他對那從荊棘中發言的主說:
Moses, the faithful servant in all his house, said to him who spoke through the bush:
1:3867
τίς εἰμι ἐγώ, ὅτι με πέμπεις; ἐγὼ δέ εἰμι ἰσχνόφωνος καὶ βραδύγλωσσος φωνὴν κυρίου διὰ γλώσσης ἀνθρωπίνης διακονῆσαι
我是誰,竟蒙差遣呢?我本是拙口笨舌的,怎能用人的舌頭傳達主的話呢?
Who am I, that you send me? I am feeble of voice and slow of tongue to minister the voice of the Lord through a human tongue.
1:3868
ἐγὼ δέ εἰμι ἀτμὶς ἀπὸ χύτρας
但我不過是鍋中冒出的一縷煙氣。
But I am but vapor from a pot.
1:3869
θεὸς γὰρ ὑπερηφάνοις ... ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν
因為神抵擋驕傲的人,賜恩給謙卑的人。
For God resists the proud, but gives grace to the humble.
1:3870
ναὶ μὴν καὶ Δαβίδ, ἐφ' οὗ μαρτυρῶν ὁ κύριος λέγει·
還有大衛,主為他作見證說:
Yes, and David too, of whom the Lord, bearing witness, says:
1:3871
εὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου, ... Δαβὶδ τὸν τοῦ Ἰεσσαί·
我尋得一個合我心意的人,就是耶西的兒子大衛;
I have found a man after my own heart, David the son of Jesse;
1:3872
ἐν ἐλαίῳ ἁγίῳ ἔχρισα αὐτόν· ἀλλὰ καὶ αὐτὸς λέγει πρὸς τὸν θέον·
我用聖膏膏了他。而大衛自己也對神說:
with holy oil I anointed him. But he himself also says to God:
1:3873
ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
神啊,求祢按祢的大慈悲憐恤我,按祢豐盛的憐憫塗抹我的過犯。
Have mercy on me, O God, according to your great mercy, and according to the multitude of your compassions, blot out my transgression.
1:3874
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με·
求祢將我的罪孽洗除淨盡,潔除我的罪。
Wash me yet more from my iniquity, and cleanse me from my sin.
1:3875
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία ... μου ἐνώπιόν μού ἐστι διὰ παντός. ἔπειτα τὴν οὐχ ὑποπίπτουσαν νόμῳ αἰνιττόμενος ἁμαρτίαν γνωστικῶς μετριοπαθῶν ἐπιφέρει·
因為我知道我的過犯,我的罪常在我面前。接著,他暗指那不落在律法之下的罪,以靈智的節制之心補充說:
For I know my iniquity, and my sin is ever before me. Then, hinting at the sin that does not fall under the law, he adds, moderating his feeling with gnostic insight:
1:3876
σοὶ ... μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. λέγει γάρ που ἡ γραφή·
我惟獨得罪了祢,在祢眼前行了這惡。因為經上有一處說:
Against you only have I sinned, and done evil before you. For scripture says somewhere:
1:3877
πνεῦμα κυρίου λύχνος ἐρευνῶν τὰ ταμεῖα τῆς γαστρός. ... καὶ ὅσῳ τις δικαιοπραγῶν γνωστικώτερος γίνεται, προσεχέστερον ... τούτῳ τὸ πνεῦμα τὸ φωτεινόν
主的靈是燈,鑒察人腹中的隱密之處……一個人行義而愈發具有靈智,那光明的靈就愈發貼近眷顧他。
The spirit of the Lord is a lamp searching the inward chambers of the belly... and the more one, by acting righteously, becomes more possessed of gnostic insight, the more closely that luminous spirit attends to him.
1:3878
οὕτως ἐγγίζει τοῖς δικαίοις ὁ κύριος καὶ οὐδὲν λέληθεν αὐτὸν τῶν ἐννοιῶν καὶ τῶν διαλογισμῶν ὧν ... ποιούμεθα·
主如此親近義人,我們所存的一切意念與思慮,沒有一樣能瞞過祂。
Thus the Lord draws near to the righteous, and none of the thoughts and reasonings that we form escapes his notice.
1:3879
τὸν κύριον Ἰησοῦν λέγω, τὸν τῷ παντοκρατορικῷ θελήματι ἐπίσκοπον τῆς καρδίας ἡμῶν·
我說的是主耶穌,祂憑著全能者的旨意作我們心靈的監督;
I mean the Lord Jesus, who by the almighty will is the overseer of our hearts;
1:3880
οὗ τὸ αἷμα ὑπὲρ ἡμῶν ... ἡγιάσθη
祂的血,為我們的緣故……被分別為聖。
whose blood, given for us... was hallowed.
1:3881
ἐντραπῶμεν οὖν τοὺς προηγουμένους ἡμῶν καὶ αἰδεσθῶμεν, τοὺς πρεσβυτέρους τιμήσωμεν, τοὺς νέους παιδεύσωμεν τὴν παι... δείαν τοῦ θεοῦ
因此,讓我們敬重並尊崇那些帶領我們的人,尊敬長老,用神的教訓教導年輕人。
Let us therefore reverence and respect those who lead us; let us honor the elders; let us train the young in the instruction of God.
1:3882
μακάριος γὰρ ὃς ἂν διδάσκῃ καὶ ποιῇ τὰ τοῦ κυρίου κατ' ἀξίαν·
因為凡教導並照著配得上主之事而行的人,便是有福的;
For blessed is he who both teaches and does the things of the Lord worthily;
1:3883
μεγαλόφρονος δὲ ἐννοίας ἐστὶν καὶ θεωρητικῆς τῆς ἀλη... θείας
這乃屬於一種高尚的心思,也屬於那默觀真理之人。
for this belongs to a magnanimous understanding and to one contemplative of the truth.
1:3884
τὰς γυναῖκας ἡμῶν ἐπὶ τὸ ἀγαθὸν διορθωσώμεθα, τὸ ἀξιαγάπητον ἦθος τῆς ἁγνείας, φησίν, ἐνδειξάσθωσαν·
讓我們引導我們的婦女歸向良善;願她們──他這樣說──顯出貞潔那可愛的品格;
Let us correct our women toward that which is good; let them display, he says, the lovable character of purity;
1:3885
τὸ ἀκέραιον τῆς πραΰτητος αὐτῶν βούλημα ἀποδειξάτωσαν·
願她們顯明她們溫柔之心的純全意向;
let them show forth the sincere purpose of their gentleness;
1:3886
τὸ ἐπιεικὲς τῆς γλώσσης αὐτῶν διὰ τῆς σιγῆς φανερὸν ποιησάτωσαν, τὴν ἀγάπην αὐτῶν μὴ κατὰ προσκλίσεις, ἀλλὰ πᾶσι τοῖς φοβουμένοις τὸν θεὸν ... ὁσίως ἴσην παρεχέτωσαν
願她們藉沉默,彰顯她們言語的公平溫和;願她們的愛不偏待人,反倒虔誠地平等施予一切敬畏神的人。
let them make manifest through their silence the equity of their tongue; let them offer their love not according to partiality, but in holiness bestow it equally on all who fear God.
1:3887
τὰ τέκνα ἡμῶν τῆς ἐν Χριστῷ παιδείας μεταλαβέτωσαν·
願我們的兒女領受那在基督裡的教訓;
let our children share in the instruction that is in Christ;
1:3888
μαθέτωσαν τί ταπεινοφροσύνη παρὰ θεῷ ἰσχύει, τί ἀγάπη ἁγνὴ παρὰ θεῷ δύναται, πῶς ὁ φόβος τοῦ κυρίου καλὸς καὶ μέγας, σῴζων πάντας τοὺς ἐν αὐτῷ ὁσίως ἀναστρεφομένους ἐν κα... θαρᾷ καρδίᾳ
願他們學習謙卑在神面前有何等功效,純潔的愛在神面前有何等能力,主的敬畏是何等美善、何等偉大,能拯救一切以清潔之心虔誠行在其中的人。
let them learn how much humility avails with God, how much pure love is able to accomplish with God, how good and great is the fear of the Lord, saving all who conduct themselves devoutly in it with a pure heart.
1:3889
ἐρευνητὴς γὰρ ἐννοιῶν καὶ ἐνθυμημάτων·
因為祂是意念與心思的鑒察者;
for he is a searcher of thoughts and desires;
1:3890
οὗ ἡ πνοὴ ... αὐτοῦ ἐν ἡμῖν ἐστι, καὶ ὅταν θέλῃ, ἀνελεῖ αὐτήν
祂的氣息在我們裡面,祂若願意,隨時可以將其收回。
whose breath is in us, and when he wills, he shall take it away.
1:3891
ταῦτα δὲ πάντα βεβαιοῖ ἡ ἐν Χριστῷ πίστις·
而這一切,都是因信基督才得以確立的;
And all these things faith in Christ confirms;
1:3892
δεῦτε, τέκνα, ὁ κύριος λέγει·
主說:孩子們,你們來;
Come, children, the Lord says;
1:3893
ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς
聽我說,我要教導你們敬畏耶和華。
listen to me, I will teach you the fear of the Lord.
1:3894
τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ... ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; εἶτα ἑβδομάδος καὶ ὀγδοάδος μυστήριον γνωστικὸν ἐπιφέρει·
有何人喜好存活,愛慕長壽,得享美福呢?接著,他補充論到七日與第八日那屬靈智的奧祕:
Who is the man that desires life, loving to see good days? Then he adds the gnostic mystery of the week and the eighth day:
1:3895
παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον·
你要禁止舌頭不出惡言,嘴唇不說詭詐的話;
Keep your tongue from evil, and your lips from speaking guile;
1:3896
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ... ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. γνῶσιν γὰρ αἰνίττεται διὰ τούτων μετά τε ἀποχῆς κακῶν μετά τε ἐνεργείας ἀγαθῶν, ἔργῳ τε καὶ λόγῳ τελειοῦσθαι διδάσκων
你要離惡行善,尋求和睦,一心追趕。因為藉著這些話,他暗示了那屬靈的知識,教導人要在行為與言語上都得以完全,既要遠避諸惡,也要力行諸善。
Turn away from evil and do good; seek peace and pursue it. For by these words he hints at knowledge, teaching that it is perfected both in deed and in word, together with abstaining from evils and the practice of good things.
1:3897
ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν·
耶和華的眼目看顧義人,祂的耳朵側聽他們的祈求;
The eyes of the Lord are upon the righteous, and his ears are open to their supplication;
1:3898
πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας ... κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν
耶和華的臉卻向著作惡的人,要從地上除滅他們的名號。
but the face of the Lord is against those who do evil, to destroy their memory from the earth.
1:3899
ἐκέκραξεν δὲ <ὁ δίκαιος καὶ> ὁ κύριος εἰσήκουσε καὶ ἐκ πασῶν τῶν θλίψεων ἐρρύσατο αὐτόν. πολλαὶ μὲν γὰρ μάστιγες τῶν ἁμαρτωλῶν, τοὺς δὲ ἐλπίζοντας ἐπὶ κύριον ἔλεος κυκλώσει. <ὑπὸ> πλήθους ἐλέου πε... ριέχεσθαι τὸν ἐλπίζοντα γνησίως λέγει·
義人呼求,耶和華就垂聽,並救他脫離一切患難。惡人必多受鞭傷,惟獨倚靠耶和華的必有慈愛四面環繞他。他在此是說,那真誠仰望的人乃是被豐盛的憐憫所環繞。
The righteous cried out, and the Lord heard him, and delivered him out of all his afflictions. Many are the scourges of sinners, but mercy shall surround those who hope in the Lord. He says that the one who genuinely hopes is encompassed by a multitude of mercy.
1:3900
ὅτι ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ γέγραπται·
因為在《致哥林多人書》中寫道:
For in the Epistle to the Corinthians it is written:
1:3901
διὰ Ἰησοῦ Χριστοῦ ἡ ἀσύνετος καὶ ἐσκοτισμένη διάνοια ἡμῶν ἀναθάλλει εἰς τὸ φῶς
藉著耶穌基督,我們那愚昧、昏暗的心思重新發芽,煥發於光明之中。
Through Jesus Christ our foolish and darkened understanding buds forth again into the light.
1:3902
ῥητότερον καὶ τὸ τῆς γνώσεως ἰδίωμα ἐμφαίνων ἐπήγαγεν·
他更明確地指出了「知識」的獨特性質,接著補充說:
And more explicitly, indicating the distinctive property of knowledge, he adds:
1:3903
προδήλων οὖν ὄντων ἡμῖν τούτων, καὶ ἐγκεκυφότες εἰς τὰ βάθη τῆς θείας γνώσεως, πάντα τάξει ποιεῖν ὀφείλομεν, ὅσα ὁ δεσπότης ἐπιτελεῖν ἐκέλευσεν, κατὰ ... καιροὺς τεταγμένους
既然這些事對我們已然顯明,而我們也已深入洞察神聖知識的深處,就理當按次序,在所定的時候,遵行主人所吩咐我們當行的一切事。
Since, then, these things are manifest beforehand to us, and we have looked deeply into the depths of divine knowledge, we ought to do in order all things that the Master commanded us to perform, at their appointed times.
1:3904
ὁ σοφὸς τοίνυν ἐνδεικνύσθω τὴν σοφίαν αὐτοῦ μὴ λόγοις μόνον, ἀλλ' ἐν ἔργοις ἀγαθοῖς·
因此,智慧人當在善行中顯出他的智慧,而不僅止於言語;
Let the wise man, then, display his wisdom not in words only, but in good works;
1:3905
ὁ ταπεινόφρων μαρτυρείτω μὴ ἑαυτῷ, ἀλλ' ἐάτω ὑφ' ἑτέρου αὑτὸν μαρτυρεῖσθαι ὁ ἁγνὸς τῇ σαρκὶ μὴ ἀλαζονευέσθω, γινώσκων ὅτι ἕτερός ἐστιν ὁ ... ἐπιχορηγῶν αὐτῷ τὴν ἐγκράτειαν
存謙卑心的人,不要自己為自己作見證,倒要讓別人為他作見證;肉身清潔的人不要自誇,因他知道是另有一位供給他節制的能力。
let the humble-minded not bear witness to himself, but let him allow another to bear witness to him; let the one who is pure in the flesh not boast, knowing that it is another who supplies him with self-control.
1:3906
ὁρᾶτε, ἀδελφοί, ὅσῳ πλείονος κατηξιώθημεν γνώσεως, τοσούτῳ ὑποκείμεθα μᾶλλον κινδύνῳ
弟兄們,你們看,我們蒙賜更多的知識,就更要面臨更大的危險。
You see, brothers, that the more knowledge we have been deemed worthy of, the more we are exposed to danger.
1:3907
Ἡ σεμνὴ οὖν τῆς φιλανθρωπίας ἡμῶν καὶ ἁγνὴ ἀγωγὴ κατὰ τὸν Κλήμεντα τὸ κοινωφελὲς ζητεῖ, ἐάν τε μαρτυρῇ ἐάν τε καὶ παιδεύῃ ἔργῳ τε καὶ λόγῳ, διττῷ δὲ τούτῳ, ἀγράφῳ τε καὶ ἐγγράφῳ
因此,按照克萊門所言,我們那莊重而純潔的博愛之道,是尋求公眾的益處,無論是藉見證抑或藉教導,無論在行為或言語上──而這又有雙重方式,一為不成文的,一為成文的。
Our dignified and pure conduct of love for humanity, then, according to Clement, seeks the common good, whether it bears witness or instructs, both in deed and in word—and this in a twofold way, both unwritten and written.
1:3908
αὕτη ἐστὶν ἡ ἀγάπη, τὸ ἀγαπᾶν τὸν θεὸν καὶ τὸν πλησίον, αὕτη ... εἰς τὸ ἀνεκδιήγητον ὕψος ἀνάγει·
這就是愛,即愛神並愛鄰舍;這愛……能引人升至那不可言喻的高處。
This is love, to love God and one's neighbor; this... leads up to the height that cannot be described.
1:3909
ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν, ἀγάπη πάντα ἀνέχεται, πάντα μακροθυμεῖ, ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ, πάντα ποιεῖ ἐν ὁμονοίᾳ·
愛能遮掩許多的罪;愛能凡事包容,凡事忍耐;愛使我們與神緊密相連;愛使凡事都在和諧中成就;
Love covers a multitude of sins; love bears all things, is longsuffering in all things; love binds us fast to God; love does all things in harmony;
1:3910
ἐν τῇ ἀγάπῃ ἐτελειώθησαν πάντες ... οἱ ἐκλεκτοὶ τοῦ θεοῦ·
神所有的選民,都是在愛中得以完全的;
In love were all the elect of God made perfect;
1:3911
δίχα ἀγάπης οὐδὲν εὐάρεστον τῷ θεῷ
若沒有愛,無一事能討神喜悅。
Without love, nothing is pleasing to God.
1:3912
τῆς τελειότητος αὐτῆς οὐκ ἔστιν ἐξήγησις, φησί
論到愛的完全,他說,是無法盡述的。
Of its perfection, he says, there is no describing.
1:3913
τίς ἱκανὸς ἐν αὐτῇ ... εὑρεθῆναι, εἰ μὴ οὓς ἂν αὐτὸς καταξιώσῃ ὁ θεός; αὐτίκα ὁ ἀπόστολος Παῦλος ἐὰν τὸ σῶμά μου ἐπιδῶ φησίν, ἀγάπην δὲ μὴ ἔχω, χαλκός εἰμι ἠχῶν καὶ κύμβαλον ἀλαλάζον·
除了神自己所認可的人以外,誰能配得存在其中呢?例如使徒保羅說:即便我捨了身體,若沒有愛,我就成了鳴的鑼、響的鈸。
Who is sufficient to be found in it, except those whom God himself shall deem worthy? For example, the apostle Paul says: 'If I give up my body,' but have not love, 'I am sounding brass and a clanging cymbal.'
1:3914
ἢν μὴ ἐκ διαθέσεως ... ἐκλεκτῆς, δι' ἀγάπης γνωστικῆς μαρτυρήσω, λέγει, φόβῳ δέ
他說:『若我作見證,不是出於蒙揀選之心志、藉著屬靈知識之愛,反倒是出於懼怕……』
'Unless,' he says, 'I testify out of a chosen disposition, through gnostic love—but rather out of fear...'
1:3915
εἴπερ οὖν καὶ μισθῷ προσδοκωμένῳ ἐπικροτῶν τὰ χείλη εἰς μαρτυρίαν κυρίου ὁμολογήσω κύριον, κοινός εἰμι ἄνθρωπος, ἠχῶν τὸν κύριον, οὐ γινώσκων
『那麼,若我只是為了盼望所望的賞賜而拍掌讚許、口唇稱頌,為向主作見證而承認主,我不過是個平凡人,徒然發出主的聲響,卻不真知道祂。』
'If, then, applauding with my lips in expectation of a reward, I confess the Lord for the testimony of the Lord, I am but a common man, sounding forth the Lord's name, not knowing him.'
1:3916
ἔστι γὰρ καὶ ὁ λαὸς ὁ τοῖς χείλεσιν ἀγαπῶν, ἔστι καὶ ... ἄλλος < ὁ> παραδιδοὺς τὸ σῶμα, ἵνα καυθήσεται
因為也有那種只用嘴唇說愛的百姓,也有另一種人捨身體,叫身體被焚燒。
For there is also the people who love with their lips, and there is also another who hands over his body, that it may be burned.
1:3917
κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, φησίν, οὐ κατὰ τὸν τῆς κοινωνίας τῆς ἀγαπητικῆς λόγον, ἀλλὰ κατὰ τὸν τῆς ἀνταποδόσεως ἢ παρὰ τοῦ εὐεργε... τουμένου ἀνθρώπου ἢ παρὰ τοῦ ἐπηγγελμένου κυρίου·
他說:『即便我把我一切所有的都分給人吃,若不是本於愛的團契之理,而是本於圖報之理──無論是盼望從受惠之人得報,或是從應許者主那裡得報──』
'And even if I dole out all my possessions in food,' he says, 'not according to the principle of loving fellowship, but according to that of recompense—whether from the man who is benefited, or from the Lord who has made the promise...'
1:3918
κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι καὶ τὰ ἐπισκοτοῦντα ἀποβαλεῖν πάθη, μὴ δι' ἀγάπην δὲ πιστωθῶ τῷ κυρίῳ, οὐθέν εἰμι, ὡς πρὸς σύγκρισιν τοῦ γνωστικῶς μαρτυροῦντος, εἰς πλῆθος καὶ τὸ ... μηδὲν διαφέρον λογιζόμενος
『即便我有全備的信,能移山,又能棄絕那使人昏昧的情慾,若不是藉著愛而向主盡忠,我就算不得甚麼』──與那憑靈智作見證之人相比,自認不過歸入眾人之列,毫無分別可言。
'and even if I have all faith so as to remove mountains, and cast off the passions that darken the mind, but am not made faithful to the Lord through love, I am nothing'—reckoning himself, in comparison to the one who bears witness with gnostic knowledge, as counted among the multitude and making no difference at all.
1:3919
αἱ γενεαὶ δὲ πᾶσαι ἀπὸ Ἀδὰμ ἕως τῆσδε τῆς ἡμέρας παρῆλθον·
從亞當直到今日,所有的世代都已過去了;
And all the generations from Adam to this day have passed away;
1:3920
ἀλλ' οἱ ἐν ἀγάπῃ τελειωθέντες κατὰ τὴν τοῦ θεοῦ χάριν ἔχουσι χώραν εὐσεβῶν·
但那些藉著神的恩典在愛中得以完全的人,已得享敬虔者之所。
but those who were made perfect in love, according to the grace of God, possess a place among the pious.
1:3921
οἳ φανερωθήσονται ἐν ... τῇ ἐπισκοπῇ τῆς βασιλείας τοῦ Χριστοῦ
他們必要在……基督國度眷臨之時顯明出來。
who will be made manifest in ... the visitation of the kingdom of Christ.
1:3922
ἡ ἀγάπη ἁμαρτάνειν οὐκ ἐᾷ·
愛不容人犯罪;
Love does not allow one to sin;
1:3923
ἢν δὲ καὶ περιπέσῃ ἄκων τοιαύτῃ τινὶ περιστάσει διὰ τὰς παρ... εμπτώσεις τοῦ ἀντικειμένου, μιμησάμενος τὸν Δαβὶδ ψαλεῖ·
但若他因那敵對者的侵襲,非出於己願而陷入某種這樣的境況,他就必效法大衛而歌唱:
But if, against his will, he should fall into some such circumstance through the assaults of the adversary, imitating David he will sing:
1:3924
ἐξομολογήσομαι τῷ κυρίῳ, καὶ ἀρέσει αὐτῷ ὑπὲρ μόσχον νέον, φέροντα ... κέρατα καὶ ὁπλάς
我要稱謝主,這在祂看來,比獻上長角有蹄的少壯牛犢更為喜悅。
I will give thanks to the Lord, and it will please him more than a young calf that puts forth horns and hoofs.
1:3925
ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν. λέγει γάρ·
願貧窮的人看見就喜樂。因為經上說:
Let the poor see and be glad. For he says:
1:3926
θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ κυρίῳ τὰς εὐχάς σου·
你當向神獻上稱謝的祭,又當向主還你的願;
Offer to God a sacrifice of praise, and pay your vows to the Lord;
1:3927
καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ ... δοξάσεις με· θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον. ἀγάπη τοίνυν καὶ ὁ θεὸς εἴρηται, ἀγαθὸς ὤν
在你遭難的日子求告我,我必搭救你,你也要榮耀我;因為神所要的祭,就是憂傷的靈。故此,愛也被稱為神,因祂是良善的。
and call upon me in the day of your affliction, and I will deliver you, and you shall glorify me; for a sacrifice to God is a broken spirit. Love, then, is also called God, since he is good.
1:3928
οὗ ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται, μήτε ἀδικοῦσα μήτε ἀνταδικοῦσά ποτε, ἀγαθο... ποιοῦσα δὲ πρὸς πάντας ἁπαξαπλῶς κατ' εἰκόνα θεοῦ
這愛不對鄰人作惡,既不行不義,也絕不以不義回報不義,卻按著神的形像,向眾人一概行善。
whose love works no evil to one's neighbor, neither doing wrong nor ever returning wrong for wrong, but doing good to absolutely all, in accordance with the image of God.
1:3929
πλήρωμα οὖν νόμου ἡ ἀγάπη, καθάπερ ὁ Χριστός, τουτέστιν ἡ παρουσία τοῦ ἀγαπῶντος ἡμᾶς κυρίου, καὶ ἡ κατὰ Χριστὸν ἀγαπητικὴ ἡμῶν διδα... σκαλία τε καὶ πολιτεία
所以,愛就是律法的成全,正如基督是律法的成全一樣——也就是說,是那愛我們之主的臨在;而按著基督而有的、充滿愛的教導與生活方式,也是如此。
Love, then, is the fulfilment of the law, even as Christ is—that is, the presence of the Lord who loves us—and our teaching and manner of life, patterned on Christ, are likewise a work of love.
1:3930
ἀγάπῃ γοῦν τὸ μὴ μοιχεῦσαι καὶ τὸ μὴ ἐπιθυμῆσαι τῆς τοῦ πλησίον τελειοῦται, φόβῳ πρότερον κεκωλυμένον
所以,「不可姦淫」與「不可貪戀鄰人之物」這些誡命,藉著愛才得以成全;先前它們不過是靠著懼怕才被禁止而已。
By love, then, 'you shall not commit adultery' and 'you shall not covet' your neighbor's goods are brought to perfection—commandments which were formerly held in check merely by fear.
1:3931
τὸ αὐτὸ γοῦν ἔργον διαφορὰν ἴσχει ἢ διὰ φόβον γενόμενον ἢ δι' ἀγάπην τελεσθὲν καὶ ἤτοι διὰ πίστεως ἢ καὶ γνωστικῶς ἐνερ... γούμενον
所以,同一件行為,若是出於懼怕而作,或是因愛而完成,若僅是憑信而行,或是本乎知識而行,其價值便有所不同。
The same act, then, differs in worth according as it is done out of fear or accomplished through love, and according as it is performed merely by faith or performed with true knowledge.
1:3932
εἰκότως γοῦν καὶ τὰ τούτων <ἆθλα> διάφορα·
因此,理所當然地,它們所得的獎賞也各不相同:
Fittingly, then, their rewards also differ:
1:3933
τῷ μὲν γνωστικῷ ἡτοίμασται ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, τῷ δὲ ἁπλῶς πεπιστευκότι μαρτυρεῖ ἑκατονταπλασίονα ὧν ἀπολέλοιπεν, ἣν ἐπαγγελίαν εἰς σύνεσιν ἀνθρώπων πίπτειν συμβέβηκεν
為那靈智者所豫備的,是「眼睛未曾看見,耳朵未曾聽見,人心也未曾想到」的事;而對單純憑信的人,經上則見證他將得著所撇下之物的百倍——這應許恰好落在人所能理解的範圍之內。
For the gnostic, there is prepared what eye has not seen, nor ear heard, nor has arisen in the heart of man; while to him who has simply believed, Scripture testifies a hundredfold of what he has left behind—a promise that falls, as it happens, within the comprehension of men.
1:3934
ἐξηγούμενος γὰρ τὸ ἐγὼ δὲ λέγω, ὁ < ἐμ>βλέψας τῇ γυναικὶ πρὸς ἐπιθυμίαν ἤδη μεμοίχευκεν οὐ ψιλὴν τὴν ἐπιθυμίαν ἠξίου κρίνεσθαι, ἀλλὰ ἐὰν τῇ ἐπιθυμίᾳ τὸ κατ' αὐτὴν ἔργον περαιτέρω τῆς ἐπιθυμίας χωροῦν ἐν αὐτῇ ἐκτελῆται·
因為在解釋「只是我告訴你們,凡看見婦女就動淫念的,這人心裡已經與她犯姦淫了」這句話時,他並不認為單純的慾念本身就該被論斷,而是指當與那慾念相應、且超出慾念本身的行為,實際在其中被完成之時,才該被論斷。
For in expounding the saying, 'But I say unto you, Whosoever looks upon a woman to lust after her has already committed adultery with her,' he did not deem that bare desire alone should be judged, but rather that the deed corresponding to the desire, going beyond mere desire, should be accomplished together with it.
1:3935
εἰ γὰρ ὄναρ τῇ φαντασίᾳ, ... συγκαταχρῆται ἤδη καὶ τῷ σώματι
因為若這事發生在夢中,僅憑幻想,那麼身體其實也已一同被利用其中了。
For if it occurs in a dream, through mere fantasy, then already the body too is being made use of along with it.
1:3936
λέγουσιν οὖν οἱ τὰς ἱστορίας συνταξάμενοι Βοκχόριδος τοῦ δικαίου κρίσιν τοιάνδε
編纂史書的人便如此記載那公義的博科里斯所作的一項判決:
Those who have compiled histories relate the following judgment of Bocchoris the just:
1:3937
ἐρῶν ἑταίρας νεανίας πείθει μισθῷ τινι ὡρισμένῳ τὴν παῖδα ἀφικέσθαι τῇ ὑστε... ραίᾳ πρὸς αὐτόν
有一青年愛上一名妓女,便以某筆議定的酬金說服那女子,答應於次日到他那裡去。
A young man in love with a courtesan persuades the girl, for a certain fixed fee, to come to him on the following day.
1:3938
προλαβούσης ὄναρ τῆς ἐπιθυμίας τὴν παῖδα παρ' ἐλπίδα κορεσθεὶς ἥκουσαν τὴν ἐρωμένην κατὰ τὸ τεταγμένον εἴργει τῆς εἰσόδου, ἣ δὲ ἐκμαθοῦσα τὸ γεγονὸς ἀπῄτει τὸν μισθόν, καὶ τῇδέ πως αὐτὴ τὴν ἐπιθυμίαν τῷ ἐραστῇ πεπληρωκέναι λέγουσα
不料他的慾望竟在夢中已預先得著那女子,出乎意料地得到滿足;於是當他所愛的人依約前來時,他卻將她拒之門外,不許她進入。那女子得知事情原委後,便索取酬金,聲稱自己已用這種方式滿足了那愛慕者的慾望。
But his desire, forestalling the girl in a dream, was satisfied beyond his expectation; so when his beloved arrived at the appointed time, he shut her out and refused her entry. She, upon learning what had happened, demanded her fee, saying that she had thus fulfilled her lover's desire.
1:3939
ἧκον ... οὖν ἐπὶ τὸν κριτήν
於是他們便來到審判官面前。
So they came before the judge.
1:3940
τὸ βαλλάντιον οὗτος τοῦ μισθώματος τὸν νεανίσκον προτείνειν κελεύσας, ἐν ἡλίῳ δέ, τὴν ἑταίραν λαβέσθαι προσέταξεν τῆς σκιᾶς, χαριέντως εἴδωλον μισθώματος ἀποδιδόναι κελεύσας εἰδώλου συμπλοκῆς
這位審判官便命那青年在陽光下伸出裝著酬金的錢袋,卻吩咐那妓女只能取其影子——機巧地判定:既是幻影般的交合,就當以幻影般的酬金償還。
He ordered the young man to hold out the purse containing the fee in the sunlight, and commanded the courtesan to lay hold of its shadow—wittily bidding a phantom fee be paid for a phantom union.
1:3941
Ὀνειρώττει μὲν οὖν τις συγκαταθεμένης τῇ φαντασίᾳ τῆς ψυχῆς, ὕπαρ δὲ ὀνειρώττει ὁ πρὸς ἐπιθυμίαν βλέπων, οὐ μόνον ὡς ἐκεῖνος ἔλεγεν ὁ δῆθεν γνωστικός, ἐὰν ἅμα τῇ ὄψει τῆς γυναικὸς συλλάβῃ κατ' ἔννοιαν τὴν ὁμιλίαν (τοῦτο γὰρ ἤδη ἔργον ἐστὶν ἐπιθυμίας ὡς ἐπιθυμίας), ἀλλ' ἐὰν εἰς κάλλος σώματος βλέψῃ τις, ὁ λόγος φησί, καὶ αὐτῷ ἡ σὰρξ εἶναι κατ' ἐπιθυμίαν δόξῃ καλή, σαρκικῶς ἰδὼν καὶ ... ἁμαρτητικῶς δι' οὗ τεθαύμακεν κρίνεται·
所以,當靈魂對幻想表示認同時,人便是在作夢;但那懷著慾念而看的人,卻是在清醒之時作夢——不僅是那自稱「靈智者」所言的情形,即一看見那婦人便在意念中構思與她交合(因為這已然是慾念本身的行為),而且照道理所說,若有人看見肉體之美,肉體在他看來因慾念而顯得美麗,他便因所讚賞的那對象,被判定為以肉慾且犯罪的方式觀看。
One dreams, then, when the soul gives its consent to the mere fantasy; but the man who looks with desire dreams while wide awake—not only, as that self-styled 'gnostic' used to claim, if at the very sight of the woman he conceives the union in thought (for this is already an act of desire, precisely as desire), but also, as reason declares, if a man looks upon bodily beauty and the flesh appears to him beautiful according to desire, he is judged to have seen carnally and sinfully by that very thing which he admired.
1:3942
ἔμπαλιν γὰρ ὁ δι' ἀγάπην τὴν ἁγνὴν προσβλέπων τὸ κάλλος οὐ τὴν σάρκα ἡγεῖται, ἀλλὰ τὴν ψυχὴν καλήν, τὸ σῶμα, οἶμαι, ὡς ἀνδριάντα θαυμάσας, δι' οὗ κάλλους ἐπὶ τὸν τεχνίτην καὶ τὸ ὄντως καλὸν αὐτὸς αὑτὸν παραπέμπει, σύμβολον ἅγιον τὸν χαρακτῆρα τῆς δικαιοσύνης τὸν φωτεινὸν ἐπιδεικνύμενος τοῖς ἐφεστῶσι τῇ ἀνόδῳ ἀγγέλοις, τὸ χρῖσμα τῆς εὐαρεστήσεως λέγω, τὴν ποιότητα τῆς διαθέσεως τὴν ἐπικειμένην τῇ ψυχῇ ... κατ' ἐπιχώρησιν τοῦ ἁγίου πνεύματος γεγανωμένῃ
反之,那憑純潔的愛而觀看美的人,並不以肉體為美,而是以靈魂為美;他讚賞那身體,我想,正如讚賞一尊雕像,藉著這美,他將自己引向那創作者,引向那真正的美者,向站立在升天之路上的眾天使,展示那聖潔的記號——即公義那光輝的印記,也就是蒙悅納的膏抹,那安置在靈魂之上、因聖靈的臨在而煥發光彩的性情特質。
On the contrary, he who looks upon beauty through pure love does not regard the flesh, but rather the soul, as beautiful, having admired the body, I think, as one admires a statue—through whose beauty he sends himself onward to the Artificer and to that which is truly beautiful, displaying to the angels stationed at the ascent the holy symbol, the shining character of righteousness—I mean the anointing of acceptance, the quality of disposition resting upon the soul, made radiant through the indwelling of the Holy Spirit.
1:3943
ταύτην τὴν δόξαν τὴν ἐκλάμψασαν ἐπὶ τοῦ προσώπου Μωυσέως ὁ λαὸς οὐχ οἷός τε ἦν προσβλέπειν, διὸ καὶ κάλυμμα ἐλάμβανε τῆς δόξης πρὸς τοὺς ... σαρκικῶς θεωμένους
摩西臉上所發出的這榮光,百姓無法定睛觀看,所以他便以帕子遮蓋那榮光,是為了那些以肉眼觀看的人。
This glory that shone forth upon the face of Moses the people were not able to gaze upon; wherefore he took a veil over the glory, for the sake of those who looked upon it in a carnal manner.
1:3944
τοὺς μὲν γὰρ ἐπαγομένους τινὰ τῶν κοσμικῶν ... κατέχουσιν οἱ τὸ τέλος ἀπαιτοῦντες τοῖς σφετέροις βαρουμένους πάθεσι, τὸν δὲ γυμνὸν μὲν τῶν ὑποπιπτόντων τῷ τέλει, πλήρη δὲ γνώσεως καὶ τῆς ἐξ ἔργων δικαιοσύνης συνευχόμενοι παραπέμπουσι, ... τὸν ἄνδρα σὺν καὶ τῷ ἔργῳ μακαρίσαντες·
因為那些隨身帶著某些屬世之物的人,會被那些索取通行稅的權勢扣留,被自己的情慾所拖累;至於那卸下一切應繳通行稅之物、卻滿有知識與由行為而來之義的人,他們便同聲祝禱,將他送上前去,並將這人連同他的作為一併稱為有福。
For those who bring with them anything worldly are detained by the powers that exact the toll, weighed down by their own passions; but the one who is stripped of whatever is liable to that toll, and full instead of knowledge and of the righteousness that comes from works, they send onward with joined prayers, having pronounced the man blessed together with his work.
1:3945
καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται, τοῦ ζωτικοῦ ξύλου, τοῦ κατὰ τὰς διεξόδους ... τῶν ὑδάτων τεθραμμένου·
「他的葉子也不枯乾」——這是那生命之樹的葉子,是藉著水流的渠道而得滋養的。
'And his leaf shall not wither'—the leaf of the tree of life, nourished by the channels of the waters.
1:3946
καρποφόροις δὲ ὁ δίκαιος ἀπεικάζεται δένδροις, οὐ μόνον τοῖς κατὰ τὴν τῶν μεταρσίων θυσίαν·
義人被比作結果子的樹木,而不僅僅是那些與那被高舉獻上之祭相關聯的樹木。
The righteous man is likened to fruit-bearing trees, and not merely to those associated with the sacrifice of things offered up on high.
1:3947
ἦσαν δὲ κἀν ταῖς τῶν θυσιῶν προσαγωγαῖς παρὰ τῷ νόμῳ οἱ τῶν ἱερείων ... μωμοσκόποι
按著律法,在獻祭的儀式中,也設有察驗祭牲有無瑕疵的檢查者。
And there were also, in the presentation of sacrifices according to the Law, those who inspected the victims for blemish.
1:3948
ὄρεξιν οὖν ἐπιθυμίας διακρίνουσιν οἱ περὶ ταῦτα δεινοί, καὶ τὴν μὲν ἐπὶ ἡδοναῖς καὶ ἀκολασίᾳ τάττουσιν ἄλογον οὖσαν, τὴν δὲ ὄρεξιν ἐπὶ τῶν κατὰ φύσιν ἀναγκαίων λογικὴν ὑπάρχουσαν κίνησιν
精於這類事務的人,便將貪慾與需求加以區分:凡趨向逸樂與放縱的,他們歸類為非理性的;而凡針對本性所必需之事物的需求,則被視為一種合乎理性的活動。
Those skilled in these matters, then, distinguish appetite from desire, classifying the one that is directed toward pleasures and licentiousness as irrational, while the appetite directed toward what is necessary according to nature they hold to be a rational movement.
1:3949
Ταύτης τοι τῆς τελειότητος ἔξεστιν ἐπ' ἴσης μὲν ἀνδρί, ... ἐπ' ἴσης δὲ καὶ γυναικὶ μεταλαβεῖν
因此,這種成全,男子固然能夠同等地分享,女子同樣也能同等地分享。
Of this perfection, then, it is possible for a man equally, and equally also for a woman, to partake.
1:3950
αὐτίκα οὐχ ὁ Μωυσῆς μόνος, ἀκούσας παρὰ τοῦ θεοῦ·
例如,不只是摩西一人,在聽見神說:
For instance, not Moses alone, having heard from God:
1:3951
λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων·
我已對你說過一次、兩次,說:
I have spoken to you once and twice, saying:
1:3952
ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδού ἐστι σκληροτράχηλος·
我看這百姓,看哪,這是硬著頸項的百姓;
I have seen this people, and behold, it is stiff-necked;
1:3953
ἔασόν με ἐξολοθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ θαυμαστὸν καὶ πολὺ ... μᾶλλον ἢ τοῦτο ἀποκρίνεται δεόμενος μὴ τὸ ἑαυτοῦ σκοπῶν, ἀλλὰ τὴν κοινὴν σωτηρίαν·
「容我除滅他們,我要從天下塗抹他們的名,卻要使你成為比這更大、更奇妙、更多的國。」——摩西所回應的祈求,並非顧念自己的利益,而是為了眾人共同的救恩:
'Let me destroy them, and I will blot out their name from under heaven, and I will make you into a nation great and marvelous, far greater than this one'—to which Moses replies with a plea, looking not to his own advantage but to the common salvation:
1:3954
μηδαμῶς, κύριε, ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ, ἢ κἀμὲ ἐξάλειψον ἐκ βίβλου ζώντων
主啊,斷乎不可;求你赦免這百姓的罪,不然,願你也將我從生命冊上塗抹。
By no means, Lord; forgive this people their sin, or else blot me also out of the book of the living.
1:3955
ὅση τελειότης τοῦ ... συναποθανεῖν ἐθελήσαντος τῷ λαῷ ἢ σῴζεσθαι μόνος
這是何等的成全——他寧願與百姓一同死去,也不願獨自得救!
How great is the perfection of him who was willing to die together with the people rather than be saved alone!
1:3956
ἀλλὰ καὶ Ἰουδὶθ ἡ ἐν γυναιξὶ τελειωθεῖσα ἐν συγκλεισμῷ τῆς πόλεως γενομένης δεηθεῖσα τῶν πρεσβυτέρων εἰς μὲν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἐξέρχεται, τοῦ παντὸς καταφρονήσασα κινδύνου, ὑπὲρ τῆς πατρίδος ἑαυτὴν ἐπιδοῦσα τοῖς πολεμίοις ἐν πίστει θεοῦ·
還有猶滴,她在婦女中被稱為成全者:當城被圍困時,她懇求長老們的許可,便出到外邦人的營中,藐視一切危險,憑著對神的信心,為了祖國而將自己交付在敵人手中。
But there is also Judith, who was made perfect among women. When the city was under siege, she entreated the elders, and went out to the camp of the foreigners, scorning every danger, delivering herself up to the enemy on behalf of her homeland, in faith toward God.
1:3957
μίου τῆς πίστεως, κυρία τῆς Ὁλοφέρνου γενομένη κεφαλῆς
……因著信,竟成了何樂弗尼頭顱的主人。
...of faith, having become mistress of the head of Holofernes.
1:3958
πάλιν τε αὖ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ ῥυομένη τὸν Ἰσραὴλ τυραννικῆς ἐξουσίας καὶ τῆς τοῦ σατράπου ὠμότητος, μόνη γυνὴ νηστείαις τεθλιμμένη πρὸς μυρίας ὡπλισμένας ἀντετάξατο δεξιάς, τυραννικὸν ... διὰ πίστεως ἀναλύουσα δόγμα·
還有以斯帖,她在信心上是成全的,她救以色列脫離那暴虐的權勢,以及那總督的殘酷;她只是一個女子,因禁食而身體衰弱,卻獨自對抗無數持械的敵手,憑著信心廢除了那暴君的諭令。
Again, Esther, perfect in faith, delivered Israel from tyrannical power and the cruelty of the satrap; a solitary woman, worn down by fasting, she set herself against countless armed hands, dissolving a tyrant's decree through faith.
1:3959
καὶ δὴ τὸν μὲν ἐτιθάσευσεν, ἀνέστειλεν δὲ τὸν Ἀμὰν καὶ τὸν Ἰσραὴλ τῇ τελείᾳ πρὸς τὸν θεὸν δεήσει ... ἀπαθῆ διεφύλαξεν
她確實馴服了王,制止了哈曼,並藉著向神所獻上那成全的祈求,保守以色列人免受傷害。
And indeed she tamed the king, and checked Haman, and by her perfect supplication to God preserved Israel unharmed.
1:3960
σιωπῶ γὰρ Σουσάνναν καὶ τὴν Μωυσέως ἀδελ φήν, ὡς ἣ μὲν συνεστρατήγησεν τῷ προφήτῃ πασῶν ἐξάρχουσα τῶν κατὰ σοφίαν παρ' Ἑβραίοις εὐδοκίμων γυναικῶν, ἣ δὲ σεμνότητος ὑπερβολῇ καὶ μέχρι θανάτου χωροῦσα πρὸς τῶν ἀκολάστων ἐραστῶν κατακρινομένη μάρτυς ἁγνείας ἔμεινεν ἀρρεπής
我姑且不提蘇撒拿與摩西的姊姊——後者曾與那先知並肩統軍,在希伯來人中,於一切以智慧著稱的婦女中居於首位;前者則因極度端莊,甚至甘冒死亡之險,在那些放蕩的長老定她罪之時,仍堅定不移地作了貞潔的見證人。
I pass over in silence Susanna and the sister of Moses—how the latter campaigned as fellow-general with the prophet, taking the lead among all the women among the Hebrews renowned for wisdom; and how the former, through an excess of modesty, going even as far as death when condemned by her licentious accusers, remained an unswerving witness to purity.
1:3961
Ναὶ μὴν Δίων ὁ φιλόσοφος Λυσιδίκην τινὰ γυναῖκα ἱστορεῖ δι' ὑπερβολὴν αἰδοῦς αὐτῷ χιτῶνι λούεσθαι, Φιλωτέραν δέ, ὁπότε μέλλοι εἰσιέναι τὴν πύελον, ἡσυχῇ ἐπαναστέλλεσθαι τὸν χιτῶνα καθ' ὅσον τὰ γυμνὰ τὸ ὕδωρ ἔσκεπεν, εἶτα κατ' ὀλίγον αὖθις ἀνιοῦ... σαν ἐπενδύσασθαι
哲學家狄翁確實記載,有一名叫呂西狄凱的婦人,因極度的羞恥心,總是穿著內衣沐浴;而斐洛特拉每當要步入浴池時,便靜靜地將內衣只掀高到水能遮蓋裸體的程度,然後隨著身體漸漸起身,又漸漸將衣服重新覆蓋下來。
Indeed, Dio the philosopher records that a certain woman, Lysidice, out of excessive modesty, used to bathe in her own tunic; and that Philotera, whenever she was about to step into the tub, would quietly gather up her tunic only so far as the water covered her nakedness, and then, as she rose up again little by little, would let it back down over her.
1:3962
ἦ γὰρ οὐχὶ καὶ βασάνους ἤνεγκεν ἀνδρείως Λέαινα ἡ Ἀττική; συνειδυῖα αὕτη τοῖς ἀμφὶ τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα τὴν κατὰ Ἱππάρχου ἐπιβουλὴν οὐδ' ὁπωστιοῦν ἐξεῖπεν εὖ μάλα ... στρεβλουμένη
阿提卡的萊安娜不也曾勇敢忍受酷刑嗎?她知悉哈莫狄奧斯與阿里斯托吉頓一夥人謀害希帕庫斯的密謀,即便受盡極度的拷打,卻絲毫不曾洩露。
Did not Leaena the Athenian likewise bear tortures with courage? Privy as she was to the plot of Harmodius and Aristogeiton against Hipparchus, she did not in the least betray it, though racked most severely.
1:3963
φασὶ δὲ καὶ τὰς Ἀργολικὰς ἡγουμένης αὐτῶν Τελεσίλλης τῆς ποιητρίας Σπαρτιάτας τοὺς ἀλκίμους τὰ πολέμια φανείσας μόνον τρέψασθαι καὶ ἐκείναις τὸ ἀδεὲς τοῦ θανάτου περιποιή... σασθαι
據說阿爾戈斯的婦女,在女詩人特勒西拉的率領下,僅僅是全副武裝地出現,便擊退了驍勇的斯巴達人,並因此為自己贏得了無懼死亡的名聲。
They also say that the women of Argos, led by Telesilla the poetess, merely by appearing arrayed for battle, routed the valiant Spartans, and thereby won for themselves a fearlessness of death.
1:3964
τὰ ὅμοια λέγει καὶ ὁ τὴν Δαναΐδα πεποιηκὼς ἐπὶ τῶν Δαναοῦ θυγατέρων ὧδε·
那寫作《達那伊斯》的作者,論及達那奧斯的女兒們時,也如此說道:
The author of the Danaid says similar things concerning the daughters of Danaus, as follows:
1:3965
καὶ τότ' ἄρ' ὡπλίζοντο θοῶς Δαναοῖο θύγατρες πρόσθεν ἐυρρεῖος ποταμοῦ Νείλοιο ἄνακτος, ... καὶ τὰ ἑξῆς
「那時,達那奧斯的女兒們,便在那流水潺潺、堂堂如君王的尼羅河前,迅速地武裝了起來……」等等。
'And then the daughters of Danaus swiftly armed themselves, before the fair-flowing river, the lord Nile...' and so on.
1:3966
ᾄδουσι δὲ οἱ λοιποὶ τῶν ποιητῶν τὴν Ἀταλάντης ἐν θήρᾳ ὠκύτητα καὶ τὴν Ἀντικλείας φιλοστοργίαν καὶ τὴν Ἀλκήστιδος ... φιλανδρίαν καὶ τὴν Μακαρίας καὶ τῶν Ὑακινθίδων εὐψυχίαν
其餘的詩人則歌頌阿塔蘭忒狩獵時的迅捷、安提克蕾亞的慈愛、阿爾刻斯提斯對丈夫的忠貞,以及瑪卡里亞與海雅辛提得斯姊妹的英勇氣概。
The rest of the poets sing of Atalanta's swiftness in the hunt, of Anticlea's motherly affection, of Alcestis's devotion to her husband, and of the courage of Macaria and the Hyacinthides.
1:3967
τί δέ; οὐχὶ Θεανὼ μὲν ἡ Πυθαγορικὴ εἰς τοσοῦτον ἧκεν φιλοσοφίας ὡς πρὸς τὸν περιέργως ἀπιδόντα καὶ εἰπόντα καλὸς ὁ πῆχυς ἀλλ' οὐ ... δημόσιος ἀποκρίνασθαι
還有呢?畢達哥拉斯派的德阿諾豈不是在哲學上達到如此高的境界,以致當一個人好奇地盯著她看,說「好美的手臂」時,她回答道:「是的,但它並非公共財物」嗎?
What then? Did not Theano the Pythagorean attain such a height of philosophy that, when a man stared at her curiously and remarked, 'What a beautiful arm,' she replied, 'Yes, but it is not public property'?
1:3968
τῆς αὐτῆς φέρεται σεμνότητος κἀκεῖνο τὸ ἀπόφθεγμα·
同樣出於這種端莊風範,還流傳著這樣一句名言:
Of the same dignity is reported also that saying:
1:3969
ἐρωτηθεῖσα γάρ, ποσταία γυνὴ ἀπὸ ἀνδρὸς εἰς τὸ θεσμοφόριον κάτεισιν, ἀπὸ μὲν ἰδίου καὶ παραχρῆμα ἔφη, ἀπὸ δὲ τοῦ ... ἀλλοτρίου οὐδεπώποτε
因為當有人問她:女子與男子同房後,須隔多少日才可到地母節聖所去,她答道:「若是與自己的丈夫,隨即便可;若是與別人的丈夫,則永遠不可。」
For when asked how many days after being with a man a woman might go down to the Thesmophorion, she said: 'From her own husband, at once; but from another man's, never at all.'
1:3970
ναὶ μὴν καὶ Θεμιστὼ ἡ Ζωΐλου ἡ Λαμψακηνὴ ἡ Λεοντέως γυνὴ τοῦ Λαμψακηνοῦ τὰ Ἐπικούρεια ἐφιλοσόφει καθάπερ Μυῖα ἡ Θεανοῦς θυγάτηρ τὰ Πυθαγόρεια καὶ Ἀριγνώτη ἡ ... τὰ περὶ Διονύσου γραψαμένη·
還有,宗佐伊洛斯之女、拉普薩庫斯人萊翁鐵烏斯之妻忒彌斯托,研習伊比鳩魯派哲學;正如德阿諾之女彌雅研習畢達哥拉斯派哲學一般;還有阿里格諾特,她撰寫了關於狄奧尼索斯的著作。
Indeed, Themisto, daughter of Zoilus, of Lampsacus, wife of Leonteus of Lampsacus, practiced Epicurean philosophy, just as Myia, daughter of Theano, practiced Pythagorean philosophy, and Arignote, who wrote works about Dionysus.
1:3971
αἱ γὰρ Διοδώρου τοῦ Κρόνου ἐπικληθέντος θυγατέρες πᾶσαι διαλεκτικαὶ γεγόνασιν, ὥς φησι Φίλων ὁ διαλεκτικὸς ἐν τῷ Μενεξένῳ, ὧν τὰ ὀνόματα παρατίθεται τάδε·
因為那綽號「克羅諾斯」的狄奧多羅斯的所有女兒,皆成了辯證家,正如辯證家斐洛在其《墨涅克塞努斯》一書中所言;他並列出她們的名字如下:
For all the daughters of Diodorus, surnamed Cronus, became dialecticians, as Philo the dialectician says in his Menexenus, where he sets down their names as follows:
1:3972
Μενεξένη, Ἀργεία, Θεογνίς, Ἀρτεμισία, Παντάκλεια
墨涅克塞涅、阿爾格亞、忒俄格妮絲、阿爾特米西亞、潘塔克蕾亞。
Menexene, Argeia, Theognis, Artemisia, Pantacleia.
1:3973
μέμνημαι καὶ Κυνικῆς τινος, Ἱππαρχία δὲ ἐκαλεῖτο, ἡ Μαρωνῖτις, ἡ Κράτητος γυνή, ... ἐφ' ᾗ καὶ τὰ κυνογάμια ἐν τῇ Ποικίλῃ ἐτέλεσεν
我還記得一位犬儒派的婦人,名叫希帕琪雅,來自馬羅內亞,是克拉忒斯之妻;他甚至為了她,在畫廊舉行了那所謂的「犬儒婚禮」。
I recall also a certain Cynic woman, called Hipparchia, of Maroneia, wife of Crates, for whose sake he even performed the 'dog-marriage' in the Painted Porch.
1:3974
Ἀρήτη δὲ ἡ Ἀριστίππου <ἡ> Κυρηναϊκὴ τὸν Μητροδίδακτον ἐπικληθέντα ἐπαίδευσεν ... Ἀρίστιππον
而昔蘭尼派的阿瑞忒,亞里斯提普斯之女,親自教育了她的兒子亞里斯提普斯,這兒子因此被稱為「母教者」。
And Arete, the Cyrenaic, daughter of Aristippus, educated her own son Aristippus, who was surnamed 'Mother-taught.'
1:3975
παρὰ Πλάτωνί τε ἐφιλοσόφουν Λασθένεια ἡ Ἀρκαδία ... καὶ Ἀξιοθέα ἡ Φλιασία·
在柏拉圖門下,阿爾卡狄亞人拉斯忒尼亞與弗利烏斯人阿克西奧忒亞也修習哲學。
Under Plato, too, Lasthenia the Arcadian and Axiothea of Phlius studied philosophy.
1:3976
Ἀσπασίας γὰρ τῆς Μιλησίας, περὶ ἧς καὶ οἱ κωμικοὶ πολλὰ δὴ καταγράφουσιν, Σωκράτης μὲν ἀπέλαυσεν εἰς φιλο... σοφίαν, Περικλῆς δὲ εἰς ῥητορικήν
至於米利都人阿斯帕西亞,喜劇詩人們曾對她大加著墨,蘇格拉底從她身上獲益於哲學,伯里克利則從她身上獲益於修辭學。
For from Aspasia of Miletus, about whom the comic poets indeed wrote a great deal, Socrates derived benefit for philosophy, and Pericles for rhetoric.
1:3977
παραπέμπομαι τοίνυν τὰς ἄλλας διὰ τὸ μῆκος τοῦ λόγου, μήτε τὰς ποιητρίας καταλέγων, Κόρινναν καὶ Τελέσιλλαν Μυῖάν τε καὶ Σαπφώ, ἢ τὰς ζωγράφους, καθάπερ Εἰρήνην τὴν Κρατίνου θυγατέρα καὶ Ἀναξάνδραν τὴν Νεάλκους, ἅς ... φησι Δίδυμος ἐν Συμποσιακοῖς
因此,為了避免言辭過長,我在此略過其餘諸位,既不一一列舉女詩人——科琳娜、特勒西拉、彌雅與莎孚——也不列舉女畫家,如克拉提努斯之女伊蕾涅、涅阿爾克斯之女阿納克桑德拉,這些人狄迪摩斯在其《會飲論集》中皆曾提及。
I pass over the rest, then, for the sake of brevity, without listing the poetesses—Corinna, Telesilla, Myia, and Sappho—or the women painters, such as Irene, daughter of Cratinus, and Anaxandra, daughter of Nealces, whom Didymus mentions in his Symposiaca.
1:3978
ἡ δὲ Κλεοβούλου θυγάτηρ τοῦ σοφοῦ καὶ Λινδίων μοναρχοῦντος τῶν ξένων τῶν πατρῴων οὐκ ᾐδεῖτο ἀπονίπτειν τοὺς πόδας·
克萊俄布洛斯——那位智者、也是林多斯的君主——他的女兒,並不以替父親的賓客洗腳為恥。
And the daughter of Cleobulus—the sage who ruled as monarch over the Lindians—was not ashamed to wash the feet of her father's guests.
1:3979
ἐπεὶ καὶ ἡ τοῦ Ἀβραὰμ γυνὴ Σάρρα ἡ μακαρία αὐτὴ τοὺς ἐγκρυφίας παρεσκεύασε τοῖς ἀγγέλοις, καὶ βασιλικαὶ κόραι παρὰ τοῖς Ἑβραίοις τὰ πρόβατα ἔνεμον, ὅθεν καὶ ἡ παρ' Ὁμήρῳ Ναυσικάα ἐπὶ τοὺς πλυνοὺς ᾔει
因為亞伯拉罕那有福的妻子撒拉,親自為天使們預備了灰燼中烤的餅;而在希伯來人中,王家的女兒也曾牧羊,這也正是荷馬筆下的瑙西卡亞前往洗衣處的緣由。
For indeed Sarah, Abraham's blessed wife, herself prepared the hearth-cakes for the angels; and royal maidens among the Hebrews tended sheep, whence also Homer's Nausicaa went out to the washing-troughs.
1:3980
ἐκείνου πρᾶξαί ποτε πλὴν ὅσα εἰς ἀρετήν τε καὶ ... σωτηρίαν διαφέρειν νομίζεται·
……那人不應行任何事,除了那些被視為有助於德行與救恩的事。
...for that one ever to do anything, save only what is deemed to conduce to virtue and salvation.
1:3981
ἀλλὰ καί, εἰ καί τις εἴργοι τῆς τοιαύτης διαθέσεως ἀνυποκρίτως ὁρμῶσαν ἤτοι γυναῖκα ἢ καὶ θεράπαιναν, οὐκ ἄλλο τι φαίνεται τὸ τηνικάδε δρῶν ὁ τοιοῦτος ἢ δικαιοσύνης μὲν καὶ σωφροσύνης ἀπάγειν προῃρημένος, ἄδικον δὲ ἅμα καὶ ἀκό... λαστον παρασκευάζειν βεβουλημένος τὸν οἶκον τὸν ἑαυτοῦ
再者,若有人阻攔一位妻子、甚或一位女僕,使她不能真誠地朝這樣的德行邁進,那麼此人所做的事,無非就是刻意使她遠離公義與節制,同時也存心使自己的家庭變得不義且放縱。
But further, if anyone should restrain a wife, or even a maidservant, who is moved without hypocrisy toward such a disposition, such a man appears to be doing nothing else than choosing to draw her away from righteousness and self-control, while at the same time wishing to render his own household unjust and unrestrained.
1:3982
οὐχ οἷόν τε οὖν ἐστιν ἄνδρα ἢ γυναῖκα ἐν ὁτῳοῦν ἐλλόγιμον γενέσθαι μὴ μαθήσει μηδὲ μελέτῃ τε καὶ ἀσκήσει προσχρησαμένους, τὴν δὲ ἀρετὴν ... οὐκ ἐπ' ἄλλοις τισὶν εἶναί φαμεν ἢ πάντων μάλιστα ἐφ' ἡμῖν
因此,無論男女,若不藉助學習、操練與鍛鍊,就不可能在任何事上出類拔萃;而我們認為,德行最終所倚靠的,莫過於我們自己。
It is not possible, then, for either a man or a woman to become distinguished in anything without recourse to learning, and to practice and exercise; and virtue, we affirm, depends on nothing else so much as on ourselves.
1:3983
τὰ μὲν οὖν ἄλλα εἴργειν δύναταί τις προσπολεμῶν, τὸ δ' ἐφ' ἡμῖν οὐδαμῶς, οὐδ' ἂν μάλιστα ἐνίσταιτο·
其他的事物,若有人與之對抗,或許能加以阻擋;但那在乎我們自己的事,卻無論如何都無法被阻擋,即便對方竭力反抗也是枉然。
Other things, indeed, someone waging war against them may be able to hinder; but that which lies within our own power he can in no way hinder, however strenuously he might oppose it.
1:3984
θεόσδοτον γὰρ τὸ δῶρον καὶ ... οὐχ ὑποπῖπτον ἄλλῳ τινί
因為這是神所賜的恩賜,不受任何他物所轄制。
for it is a God-given gift, and does not fall under the power of anything else.
1:3985
ὅθεν ἀκολασία μὲν οὐκ ἄλλου τινὸς ἂν δοξάζοιτο εἶναι κακὸν ἢ τοῦ ἀκολασταίνοντος, σωφροσύνη δὲ ἀγαθὸν αὖ τοῦ τὸ σωφρονεῖν δυναμένου
由此,放縱只能算是那放縱者自己的惡;而節制,也只能算是那有能力自持節制者自己的善。
Hence licentiousness would be reckoned an evil belonging to none other than the one who is licentious, while self-control, in turn, is a good belonging to the one who has the power to be self-controlled.
1:3986
Φίλανδρον μετὰ σεμνότητος ὑπογράφει γυναῖκα Εὐριπίδης παραινῶν·
歐里庇得斯在勸勉之詞中,描繪了一位既愛丈夫、又端莊自持的婦人:
Euripides, in giving advice, describes a wife who loves her husband, together with dignity:
1:3987
εὖ λέγειν δ' ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἃν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ λέγειν
「無論他說什麼,她都當認為是說得好,即便他其實說得並不好;她也當在自己要說的話上費心思量,為要討那與她同住之人的喜悅。」
'Whatever he says, she must deem it well said, even when he does not speak well; and she must take pains as to what she is about to say, for the pleasure of the one who dwells with her.'
1:3988
καὶ αὖθίς που τούτοις τὰ ὅμοια·
在別處,他又說了類似的話:
And again, somewhere, similar things to these:
1:3989
ἡδὺ δέ, ἢν κακὸν πράξῃ τι, συσκυθρωπάζειν πόσει ἄλοχον ἐν κοινῷ τε λύπης ἡδονῆς τ' ἔχειν μέρος
「若丈夫遭遇不幸,妻子與他一同愁苦,並在憂愁與喜樂上都與他同分,這是何等甘美的事。」
'It is sweet, if he suffers some misfortune, that his wife should join him in sorrow, and share together with him a part both of grief and of joy.'
1:3990
τό τε πρᾶον καὶ φιλόστοργον ὧδέ πως ὑποδεικνύων κἀν ταῖς συμφοραῖς ἐπιφέρει·
他如此顯明溫柔與親愛之情,甚至在患難之中,又補充說道:
And demonstrating gentleness and affection in this sort of way, he adds, even amid misfortunes:
1:3991
σοὶ δ' ἔγωγε καὶ νοσοῦντι συννοσοῦσ' ἀνέξομαι καὶ κακῶν τῶν σῶν συνοίσω, καὶ οὐδέν ἐστί μοι πικρόν·
至於我,縱使你患病,我也要與你同病相憐、忍受下去;你的禍患我要與你共同承擔,於我毫無苦澀可言。
But I, for my part, will bear illness together with you even when you are ill, and will share the burden of your troubles; and nothing is bitter to me.
1:3992
μετὰ γὰρ τῶν φίλων εὐτυχεῖν <δυστυχεῖν> τε χρή·
因為與朋友同甘共苦本是應當的:既要共享順境,也要共擔逆境。
For with friends one must share both good fortune and misfortune.
1:3993
τί γὰρ δὴ τὸ φίλον ἄλλο πλὴν τόδε; ... ἁγιάζεται γοῦν καὶ γάμος κατὰ λόγον τελειούμενος, ἐὰν ἡ συζυγία ὑποπίπτῃ τῷ θεῷ καὶ διοικῆται μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἡγνισμένων τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουμένων τὸ σῶμα ὕδατι καθαρῷ καὶ ἐχόντων τὴν ὁμολογίαν ... τῆς ἐλπίδος·
那麼,友誼除此之外還能是什麼呢?……因此,婚姻若依理性而得成全,使夫妻的結合順服於神,並以真誠的心、憑著信心十足的把握來治理,心靈既從邪惡的良心中得潔淨,身體也用清水洗淨,又持守……盼望的宣認,這樣的婚姻便得以成聖。
For what else, indeed, is friendship but this? ... Marriage too, then, is sanctified when it is brought to perfection according to right reason, if the union submits itself to God and is governed with a true heart in the full assurance of faith, the hearts having been purified from an evil conscience and the body washed with pure water, and holding fast the confession ... of hope.
1:3994
πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος
因為那應許的是信實的。
For he who promised is faithful.
1:3995
χρὴ δὲ τὸν εὐδαίμονα γάμον οὔτε πλούτῳ ποτὲ οὔτε κάλλει κρίνεσθαι, ἀλλ' ἀρετῇ
幸福的婚姻絕不應以財富或美貌來評斷,而應以德行來評斷。
A happy marriage ought never to be judged by wealth or by beauty, but by virtue.
1:3996
οὐδεμίαν, φησὶν ἡ τραγῳδία, ὤνησε κάλλος εἰς πόσιν ξυνάορον, ἁρετὴ δὲ ὤνησε πολλάς·
悲劇詩人說:「美貌從未使任何女子在配偶之事上得益,德行卻使許多女子因此得益。」
'Beauty,' says the tragedy, 'has profited no woman as regards a wedded husband, but virtue has profited many.'
1:3997
πᾶσα γὰρ ἀγαθὴ γυνή, ἥτις ἀνδρὶ συντέτηκε, σωφρονεῖν ἐπίσταται
因為每一個與丈夫結合的賢淑婦人,都懂得謹守節制。
For every good woman who is joined to a husband knows how to be temperate.
1:3998
εἶτα οἷον παραινέσεις διδοῦσά φησι·
接著,她彷彿在提出勸誡般地說道:
Then, as though offering counsels, she says:
1:3999
πρῶτα μέν γε τοῦθ' ὑπάρχει, κἂν ἄμορφος ᾖ πόσις, χρὴ δοκεῖν εὔμορφον εἶναι τῇ γε νοῦν κεκτημένῃ
「首先便是這一點:即使丈夫其貌不揚,凡有見識的婦人也當視他為俊美。」
'First of all this holds true: even if the husband is ill-favored, a woman possessed of understanding must consider him to be handsome.'
1:4000
οὐ γὰρ ὀφθαλμὸς τὸ κρῖνόν ἐστιν, ἀλλὰ νοῦς <ὁρᾷ>, ... καὶ τὰ ἐπὶ τούτοις
因為作判斷的不是眼睛,而是心智〈在觀看〉……以及隨後的那些話。
For it is not the eye that judges, but the mind that sees ... and what follows upon this.
1:4001
πάνυ γὰρ κυρίως ἡ γραφὴ βοηθὸν εἶπεν τὴν ... γυναῖκα δεδόσθαι τἀνδρὶ παρὰ τοῦ θεοῦ
因為經上極其恰當地說,女人乃是神所賜給男人、作他的幫助者。
For Scripture, quite properly, has said that the woman was given to the man by God as a helper.
1:4002
δῆλον οὖν οἶμαι ὡς ἕκαστον τῶν προσπιπτόντων λυπηρῶν πρὸς τἀνδρὸς κατὰ τὴν οἰκου... ρίαν λόγῳ θεραπεύειν μετὰ πειθοῦς προαιρήσεται·
由此可見,我認為:對於因治家之事而從丈夫方面臨到的每一種令人苦惱的事,她都會選擇以合乎理性、帶著說服的方式加以緩解。
It is clear, then, I think, that with regard to each of the vexations that befall her from her husband in the management of the household, she will choose to remedy them by reason, together with persuasion.
1:4003
εἰ δὲ μὴ ὑπακούοι, τότε ἤδη πειράσεται καθ' ὅσον οἷόν τέ ἐστιν ἀνθρωπίνῃ φύσει ἀναμάρτητον διεξάγειν βίον, ἐάν τε ἀποθνῄσκειν δέῃ μετὰ τοῦ λόγου ἐάν τε ζῆν, συλλήπτορα καὶ κοινωνὸν τῆς τοιαύτης πράξεως τὸν θεὸν εἶναι νομίζουσα, τὸν τῷ ὄντι παραστάτην καὶ σωτῆρα εἴς τε τὸ παρὸν εἴς τε τὸ μέλλον, στρατηγόν τε καὶ ἡγεμόνα πάσης πράξεως ἐκεῖνον πεποιημένη, σωφροσύνην μὲν καὶ δικαιοσύνην ἔργον ἡγουμένη, ... τὸ θεοφιλὲς δὲ ποιουμένη τέλος
但若他不肯聽從,那時她便會盡人性所能地竭力度過無罪的生活;無論是必須依循理性而死,或是依循理性而活,她都認定神是這種行為的協助者與同工——那位在今生與來世都真正做她扶助者與救主的神——並立祂為一切行為的統帥與領袖,以節制與公義為己任……而以蒙神喜悅為最終目標。
But if he will not listen, then she will already endeavor, so far as is possible for human nature, to lead a life without sin, whether it be necessary to die together with reason or to live, accounting God to be her helper and partner in such a course of action — him who is in truth her protector and savior both for the present and for the future — having made him the commander and leader of every action, holding temperance and righteousness to be her task ... and making the thing pleasing to God her end.
1:4004
χαριέντως γοῦν ἐν τῇ πρὸς Τίτον ἐπιστολῇ ὁ ἀπόστολος δεῖν εἶναί φησι τὰς πρεσβύτιδας ἐν καταστήματι ἱεροπρεπεῖ, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ ... λόγος τοῦ θεοῦ βλασφημῆται
使徒在〈提多書〉中優美地說:年長的婦女在舉止上當合乎聖潔,不說讒言,不被酒所奴役,好指教少年婦女愛丈夫、愛兒女、節制、貞潔、料理家務、善良、順服自己的丈夫,免得神的道被人褻瀆。
Gracefully, then, in the Epistle to Titus, the apostle says that older women ought to be in demeanor as becomes holiness, not slanderers, not enslaved to much wine, that they may train the young women to love their husbands, to love their children, to be temperate, chaste, keepers at home, good, submitting themselves to their own husbands, that the word of God be not blasphemed.
1:4005
μᾶλλον δέ, φησίν, εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, ἐπισκοποῦντες μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια, καὶ μή τις ῥίζα πικρίας ἄνω φύουσα ... ἐνοχλῇ καὶ δι' αὐτῆς μιανθῶσιν οἱ πολλοί
「更確切地說,」他說,「你們要與眾人竭力追求和平,並要追求聖潔;非聖潔沒有人能見主。要謹慎,免得有淫亂的,或不敬虔如以掃的,他因一餐飯把自己長子的名分賣了;又要謹防有毒根生出來……擾亂你們,因此叫許多人沾染污穢。」
'Rather,' he says, 'pursue peace with all men, and holiness, without which no one shall see the Lord, watching carefully lest any fornicator or profane person, like Esau, who for a single meal sold his birthright, and lest any root of bitterness springing up ... trouble you, and thereby many be defiled.'
1:4006
εἶθ' οἷον κολοφῶνα ἐπιθεὶς τῷ περὶ γάμου ζητήματι ἐπιφέρει·
接著,他彷彿為關於婚姻的討論加上一個總結般,補充說道:
Then, as though setting a capstone upon the discussion of marriage, he adds:
1:4007
τίμιος ὁ γάμος ἐν πᾶσι ... καὶ ἡ κοίτη ἀμίαντος·
「婚姻在眾人中當受尊重……床也不可污穢;
'Marriage is honorable among all ... and the bed undefiled;'
1:4008
πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός
淫亂的人和姦淫的人,神必要審判。」
'but fornicators and adulterers God will judge.'
1:4009
ὀλίγον ἄρτι εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον τῆς πίστεως ὑμῶν πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου καὶ διὰ πυρὸς δεδοκιμασμένον εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ·
「現今,若是必須暫時在百般試煉中憂愁,是要叫你們的信心經過試驗,比那被火試驗仍然能壞的金子更顯寶貴,可以在耶穌基督顯現的時候得著稱讚、榮耀;
'Though now, for a little while, if it must be, you have been grieved by various trials, that the proof of your faith, being much more precious than gold that perishes though it is tested by fire, may be found unto praise and glory at the revelation of Jesus Christ;'
1:4010
ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος ... τῆς πίστεως σωτηρίαν ψυχῶν
你們雖然沒有見過他,卻是愛他;如今雖不得看見,卻因信他就有說不出來、滿有榮光的喜樂,得著你們信心的果效,就是靈魂的救恩。」
'whom, though you have not seen, you love; in whom, though now you do not see him, yet believing you rejoice with joy unspeakable and full of glory, receiving the end ... of your faith, the salvation of your souls.'
1:4011
διὸ καὶ Παῦλος καυχᾶται διὰ Χριστὸν γεγονέναι ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις
因此保羅也誇口說,他為基督的緣故,勞碌格外的多,受鞭傷過重,也多次面臨死地。
Wherefore Paul also boasts that for Christ's sake he has been in labors more abundantly, in stripes beyond measure, in deaths often.
1:4012
Ἐνταῦθα τὸ τέλειον εὑρίσκω πολλαχῶς ἐκλαμβανόμενον κατὰ τὸν ἐν ἑκάστῃ κατορθοῦντα ἀρετῇ
在此我發現「成全」一詞有多種理解方式,是依照一個人在各項德行上分別有成而言的。
At this point I find that 'the perfect' is taken in many ways, according to the one who attains excellence in each particular virtue.
1:4013
τελειοῦται γοῦν τις καὶ ὡς εὐλαβὴς καὶ ὡς ὑπομονητικὸς καὶ ὡς ἐγκρατὴς καὶ ὡς ἐργάτης ... καὶ ὡς μάρτυς καὶ ὡς γνωστικός·
因為一個人可以在敬虔上成全,也可以在忍耐上成全,也可以在節制上成全,也可以在勞作上……成全,也可以在殉道上、在屬靈知識上成全;
For one is made perfect both as devout, and as steadfast in endurance, and as self-controlled, and as a laborer ... and as a martyr, and as a gnostic;
1:4014
πάντα δὲ ὁμοῦ τέλειος οὐκ οἶδ' εἴ τις ἀνθρώπων, ἔτι ἄνθρωπος ὤν, πλὴν μόνον ὁ δι' ἡμᾶς ἄνθρωπον ἐνδυσάμενος
但是否有任何人,在仍為人之時,能在這一切事上同時成全,我卻不敢斷言——唯獨那位為我們的緣故穿上人性的那一位除外。
but whether any man, while still a man, is perfect in all these together, I do not know — except only him who, for our sake, put on man.
1:4015
καίτοι < καὶ> κατὰ νόμον ψιλόν τις ἂν εἴη τέλειος, ὃς ἀποχὴν κακῶν ἐπαγγέλλεται·
然而,僅就律法本身而言,一個人若宣稱自己戒絕諸惡,便可算是成全的了;
And yet, according to the bare law alone, one might be perfect who professes abstinence from evils;
1:4016
ὁδὸς δέ ἐστιν αὕτη ἐπί τε τὸ εὐαγγέλιον ... ἐπί τε τὴν εὐποιίαν
而這正是通往福音……以及通往行善的道路。
and this is the road both to the gospel ... and to well-doing.
1:4017
ἀλλὰ νομικοῦ μὲν τελείωσις γνωστικὴ εὐαγγελίου πρόσληψις, ἵνα γένηται ὁ κατὰ νόμον τέλειος·
然而,守律法之人的成全,乃在於憑屬靈知識領受福音,好叫那依律法而成全的人得以〔真正成全〕;
But the perfecting of the man under the law is the gnostic reception of the gospel, so that he who is perfect according to the law may become [truly perfect];
1:4018
οὕτω γὰρ προεθέσπισεν ὁ κατὰ νόμον Μωυσῆς ἀκοῦσαι δεῖν, ἵνα ἐκδεξώμεθα ... κατὰ τὸν ἀπόστολον πλήρωμα νόμου τὸν Χριστόν
因為摩西——那依律法而立的——早已預言我們必須聽從〔那位先知〕,好叫我們照使徒所言,等候基督作為律法的成全。
for thus Moses, who belongs to the law, foretold that we must listen [to him], that we might await, according to the apostle, Christ as the fulfillment of the law.
1:4019
ἐν εὐαγγελίῳ δὲ ἤδη προκόπτει ὁ γνωστικός, οὐ βαθμῷ χρησάμενος τῷ νόμῳ μόνον, συνιεὶς δὲ αὐτὸν καὶ νοήσας ὡς παρέδωκε τοῖς ἀποστόλοις ὁ τὰς ... διαθήκας δεδωκὼς κύριος
而在福音中,屬靈知識者便已更進一步:他不只是把律法當作台階來使用,更是理解律法,並且領悟到那位頒賜諸約的主,是如何把律法傳授給使徒的。
But in the gospel the gnostic already makes progress, not employing the law merely as a step, but understanding it and perceiving how the Lord who gave the covenants delivered it to the apostles.
1:4020
εἰ δὲ καὶ πολιτεύσαιτο ὀρθῶς ( ὥσπερ οὖν ἀδύνατον δυσεργείᾳ γνῶσιν ἐπακολουθεῖν) μάρτυς τε ἐπὶ τοῖσδε ὀρθότατα ὁμολογήσας δι' ἀγάπην γένοιτο, πλείονα τὴν ἀξίαν ὡς ἐν ἀνθρώποις λαμβάνων
若他行事又端正合宜(因為知識實在不可能伴隨惡行而生),並且因愛的緣故,在這些事上作出最正確的宣認而成為殉道者,那麼,就人間的衡量而言,他便獲得了更高的價值。
And if he should also conduct himself rightly (since indeed it is impossible for knowledge to follow upon ill conduct), and should become a martyr, having made the most correct confession in these matters out of love, he receives, as reckoned among men, a greater worth.
1:4021
οὐδ' οὕτως φθάσει τέλειος ἐν σαρκὶ κληθείς, ἐπεὶ τὴν προσηγορίαν ταύτην προείληφεν ἡ συμπεραίωσις τοῦ βίου, φθάσαντος ἤδη τοῦ γνωστικοῦ μάρτυρος τὸ τέλειον ἔργον ἐνδείξασθαι καὶ παραστῆσαι κυρίως δι' ἀγάπης γνωστικῆς εὐχαριστηθέντος ... αἵματος παραπεμπομένου τὸ πνεῦμα
即使如此,他仍不能在肉身之中就被稱為成全,因為這個稱號唯有生命的終結才配得上;那屬靈知識的殉道者已經藉著屬靈知識之愛,展現並如實呈現出成全的工作,滿懷感恩……當他的血流盡之時,他的靈便被送上前去。
Yet not even so will he attain to being called perfect while still in the flesh, since this title has already been claimed by the completion of life, the gnostic martyr having already attained to displaying and properly presenting the perfect work through gnostic love, having given thanks ... as his blood is poured out and his spirit is sent forth.
1:4022
μακάριος δ' ἔνθεν ἂν εἴη τέλειός τε ἐν δίκῃ κηρυχθείη, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ὥς φησιν ὁ ἀπόστολος·
因此,從此以後他便是有福的,也理當被宣稱為成全,好叫那超越尋常的能力是出於神,而不是出於我們自己,正如使徒所說:
Blessed, then, would he be from this point on, and rightly proclaimed perfect, so that the surpassing greatness of the power might be of God and not of us, as the apostle says:
1:4023
μόνον τὸ προαιρετικὸν καὶ τὴν ἀγάπην σῴζωμεν, ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι, ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι, διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι
「只要我們持守自由的抉擇與愛就好:我們四面受敵,卻不被困住;心裡作難,卻不至失望;遭逼迫,卻不被丟棄;被打倒了,卻不至死亡。」
'only let us keep our resolve and our love, being troubled on every side, yet not distressed; perplexed, but not in despair; persecuted, but not forsaken; struck down, but not destroyed.'
1:4024
χρὴ γὰρ τοὺς σπεύδοντας εἰς συντελείωσιν κατὰ τὸν αὐτὸν ἀπόστολον μηδεμίαν ἐν μηδενὶ διδόναι προσκοπήν, ἀλλ' ἐν παντὶ συνι... στάναι ἑαυτοὺς οὐκ ἀνθρώποις, ἀλλὰ τῷ θεῷ
因為照同一位使徒所言,那些急切邁向全然成全的人,必須凡事都不叫人跌倒,反倒凡事都要在神面前,而不是在人面前,證明自己;
For those who hasten toward complete perfection must, according to the same apostle, give no occasion of stumbling in anything, but in everything commend themselves not to men but to God;
1:4025
ἔστω δὲ κατ' ἐπακολούθημα πείθεσθαι καὶ τοῖς ἀνθρώποις·
但也讓這件事隨之而生:也要設法使人信服;
but let it also follow, as a secondary matter, that they win over men as well;
1:4026
καὶ γὰρ τούτοις εὔλο... γον διὰ τὰς ἐπηρεαζούσας βλασφημίας
因為就這些人而言,這也是合理的,因為有種種加害的譭謗,
for indeed this too is reasonable, on account of the slanders that assail them,
1:4027
ἡ δὲ διασύστασις ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ, ἵνα ὦμεν ναοὶ θεοῦ καθαρισθέντες ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς ... καὶ πνεύματος·
而這種見證,是在極大的忍耐中、在患難中、在窮乏中、在困苦中、在鞭打中、在監禁中、在擾亂中、在勞碌中、在警醒中、在禁食中、在清潔中、在知識中、在恆忍中、在恩慈中、在聖靈裡、在無偽的愛心裡、在真理的道裡、在神的大能裡表現出來,好叫我們成為神的殿,潔淨自己,除去肉體……和心靈一切的污穢。
and this commendation [consists] in much endurance, in afflictions, in necessities, in distresses, in stripes, in imprisonments, in tumults, in labors, in watchings, in fastings, in purity, in knowledge, in longsuffering, in kindness, in the Holy Spirit, in love unfeigned, in the word of truth, in the power of God, that we may be temples of God, cleansed from every defilement of flesh ... and spirit.
1:4028
κἀγώ, φησίν, εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος ... παντοκράτωρ
他說:「我要接納你們,我要作你們的父,你們要作我的兒女,這是全能的主說的。」
'And I,' he says, 'will receive you, and will be to you a Father, and you shall be to me sons and daughters, says the Lord Almighty.'
1:4029
ἐπιτελῶμεν οὖν, φησίν, ἁγιωσύνην ἐν φόβῳ θεοῦ
他說:「那麼,我們就當在敬畏神之中成全聖潔。」
'Let us, then,' he says, 'perfect holiness in the fear of God.'
1:4030
εἰ γὰρ καὶ λύπην ὁ φόβος γεννᾷ, χαίρω λέγει, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν·
因為即使懼怕生出憂愁,他卻說:「我如今歡喜,不是因你們憂愁,而是因你們的憂愁導致悔改;
For even if fear produces grief, 'I rejoice,' he says, 'not that you were grieved, but that you were grieved unto repentance;'
1:4031
ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν
因為你們是依神的旨意憂愁,好叫你們凡事都不因我們受虧損。」
'for you were grieved according to God, that you might suffer loss in nothing through us.'
1:4032
ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται·
因為依神旨意而生的憂愁,能生出不至後悔的悔改,以致得救;
For godly grief works repentance unto salvation not to be regretted,
1:4033
ἡ δὲ τοῦ κόσμου ... λύπη θάνατον κατεργάζεται
而世俗的憂愁……卻使人死亡。
but the grief of the world ... works death.
1:4034
ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν
你看,你們依神的旨意而憂愁,這件事在你們裡面產生了何等的殷勤、申訴、憤慨、懼怕、渴慕、熱心、責罰!
For behold this very thing, that you were grieved according to God, what earnestness it produced in you — yes, what defense, what indignation, what fear, what longing, what zeal, what avenging!
1:4035
ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι
你們在這件事上凡事都證明了自己是清潔的。
In everything you have proved yourselves to be pure in this matter.
1:4036
Ταῦτα γνωστικῆς ἀσκήσεως προγυμνάσματα
以上這些,都是屬靈知識操練的初步訓練。
These are the preliminary exercises of gnostic discipline.
1:4037
δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, σπευστέον ἀπανδροῦσθαι γνωστικῶς καὶ τελειοῦσθαι ὡς ὅτι μάλιστα ἔτι ἐν σαρκὶ καταμένοντας, ἐκ τῆς τελείας ἐνθένδε ὁμοφροσύνης μελετήσαντας συνδραμεῖν τῷ θελήματι τοῦ θεοῦ εἰς τὴν ἀποκατάστασιν τῆς τῷ ὄντι τελείας εὐγενείας τε καὶ συγγενείας εἰς τὸ πλήρωμα ... τοῦ Χριστοῦ τὸ ἐκ καταρτισμοῦ τελείως ἀπηρτισμένον
「……又設立牧者與教師,為要成全聖徒,各盡其職,建立基督的身體,直等到我們眾人在信仰上同歸於一,並認識神的兒子,得以長大成人,滿有基督長成的身量」——我們必須竭力在屬靈知識上長成完全的人,並且在仍留於肉身之時,儘可能地達到成全;從今生便操練出那全然一致的心志,好與神的旨意同奔,以致恢復那真正成全的高貴與親屬關係,直到基督那……藉著整合而完全構成、全然成就的豐滿。
'...and pastors and teachers, for the equipping of the saints unto the work of ministry, unto the building up of the body of Christ, until we all attain to the unity of the faith and of the full knowledge of the Son of God, unto a perfect man, unto the measure of the stature of the fullness of Christ' — we must hasten to grow up into full manhood in a gnostic way and to be made as perfect as possible while still remaining in the flesh, having practiced, out of a perfect like-mindedness begun even here, to run together with the will of God unto the restoration of that truly perfect nobility and kinship, unto the fullness ... of Christ, which is completely fitted together and perfected out of that process of fitting together.
1:4038
ἤδη συνορῶμεν ὅπῃ καὶ ὅπως καὶ ὁπότε ὁ θεῖος ἀπόστολος τὸν τέλειον ... λέγει καὶ ὡς τελείων ἐμφαίνει διαφοράς
我們現在便一同看出,這位神聖的使徒在何處、如何、以及何時談論「成全者」……以及他如何顯明成全者之間的差異。
We now see together in what respect, and how, and when the divine apostle speaks of 'the perfect' ... and how he brings out the differences among those who are perfect.
1:4039
πάλιν τε αὖ ἑκάστῳ δί... δοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον
再者,聖靈的顯現賜給各人,是為了叫人得益處:
And again, to each is given the manifestation of the Spirit for that which is profitable:
1:4040
ᾧ μὲν γὰρ δίδοται διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διάκρισις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·
這人蒙聖靈賜他智慧的言語,那人也照著同一位聖靈蒙賜知識的言語;又有人在同一位聖靈裡蒙賜信心;又有人在同一位聖靈裡蒙賜醫病的恩賜;又有人蒙賜行異能;又有人蒙賜作先知講道;又有人蒙賜辨別諸靈;又有人蒙賜說方言;又有人蒙賜翻方言;
for to one is given through the Spirit the word of wisdom, to another the word of knowledge according to the same Spirit, to another faith by the same Spirit, to another gifts of healing by the same Spirit, to another workings of miracles, to another prophecy, to another discerning of spirits, to another kinds of tongues, to another the interpretation of tongues;
1:4041
πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ... ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται
這一切都是同一位聖靈所運行、隨己意分給各人的。
but all these things the one and the same Spirit works, dividing to each individually as he wills.
1:4042
ὧν οὕτως ἐχόντων οἱ μὲν προφῆται ἐν προφητείᾳ τέλειοι, οἱ δίκαιοι δὲ ἐν δικαιοσύνῃ καὶ οἱ μάρτυρες ἐν ὁμολογίᾳ, ἄλλοι δὲ ἐν κηρύγματι, οὐκ ἀμέτοχοι μὲν τῶν κοινῶν ἀρετῶν, κατορθοῦντες δὲ ἐν οἷς ἐτάχθησαν·
既然如此,先知便在先知講道上成全,義人在公義上成全,殉道者在宣認上成全,另有些人則在傳道上成全;他們並非與眾人共有的德行毫無關係,只是各自在被指派的那一項上有超卓的表現;
These things being so, the prophets are perfect in prophecy, and the righteous are perfect in righteousness, and the martyrs in confession, and others in preaching — not without a share in the virtues held in common, but excelling in that in which they have been appointed;
1:4043
ἐπεὶ τίς ἂν εὖ φρονῶν εἴποι τὸν προφήτην οὐ δίκαιον; τί γάρ; οὐχὶ καὶ οἱ δίκαιοι ὥσπερ Ἀβραὰμ προεφήτευσαν; ... ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήια ἔργα, ἄλλῳ δ' ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν, ... Ὅμηρος λέγει
因為誰若明智,怎會說先知不是義人呢?怎麼會呢?義人如亞伯拉罕,豈不也曾說過預言嗎?……「神賜這人以戰事之能,賜那人以舞蹈之才,又賜另一人以豎琴與歌唱……」荷馬如是說。
since who in his right mind would say that the prophet is not righteous? For what? Did not the righteous, like Abraham, also prophesy? ... 'For to one God gave deeds of war, to another the dance, to another the lyre and song ...' says Homer.
1:4044
ἀλλ' ἕκαστος ἴδιον ἔχει χάρισμα ἀπὸ θεοῦ, ὃ μὲν ... οὕτως, ὃ δὲ οὕτως, οἱ ἀπόστολοι δὲ ἐν πᾶσι πεπληρωμένοι
但各人都從神領受自己的恩賜,一個是這樣,一個是那樣;至於眾使徒,則在萬事上都完備充滿。
But each has his own gift from God, one after this manner, another after that; but the apostles were complete/filled in all things.
1:4045
εὑρήσεις γοῦν, ἢν θελήσῃς, ἐκ τῶν πράξεων καὶ τῶν συγγραμμάτων αὐτῶν τὴν γνῶσιν, τὸν βίον, τὸ κήρυγμα, τὴν δικαιοσύνην, τὴν ... ἁγνείαν, τὴν προφητείαν
你若願意,便可從他們的行為與著作中,找到他們的知識、生活、宣道、公義、貞潔,以及先知的恩賜。
You will find, then, if you wish, from their deeds and their writings, their knowledge, their manner of life, their preaching, their righteousness, their purity, their [gift of] prophecy.
1:4046
ἰστέον μέντοι ὅτι, εἰ καὶ ὁ Παῦλος τοῖς χρόνοις νεάζει, εὐθέως μετὰ τὴν τοῦ κυρίου ἀνάληψιν ἀκμάσας, ἀλλ' οὖν ἡ γραφὴ αὐτῷ ἐκ τῆς παλαιᾶς ἤρτηται διαθήκης, ἐκεῖθεν ἀνα... πνέουσα καὶ λαλοῦσα·
然而必須知道:保羅雖然在時間上較晚出現——他是在主升天之後不久便嶄露頭角的——但他的經文卻是依附於舊約,由此而發出氣息、由此而發言;
One must know, however, that although Paul is young in point of time, having come to his prime immediately after the Lord's ascension, yet his Scripture is dependent on the old covenant, breathing forth from there and speaking;
1:4047
ἡ γὰρ εἰς Χριστὸν πίστις καὶ ἡ τοῦ εὐαγγελίου ... γνῶσις ἐξήγησίς ἐστι καὶ τοῦ νόμου πλήρωσις
因為對基督的信,以及對福音的……知識,正是律法的解明,也是律法的成全。
for faith in Christ and the knowledge of the gospel are the exposition and the fulfillment of the law.
1:4048
καὶ διὰ τοῦτο εἴρηται τοῖς Ἑβραίοις·
正因如此,經上對希伯來人說:
And for this reason it has been said to the Hebrews:
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。