📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 雜記(八卷)

雜記(八卷) 第 1 章 第 25/42 段

希臘文原文.198 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:4667–1:4864(全章共 7922 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:4667
τροφῆς ὁ βοῦς, ἀνδρείας τε καὶ παρρησίας ὁ ἵππος, ἀλκῆς τε αὖ μετὰ συνέσεως ἡ σφίγξ, τὸ ... μὲν σῶμα πᾶν λέοντος, τὸ πρόσωπον δὲ ἀνθρώπου ἔχουσα
牛象徵滋養供給,馬象徵勇敢與坦然直言,而獅身人面像則象徵力量與智慧兼具——牠全身如獅,面容卻如人。
the ox of nourishment, the horse of courage and boldness of speech, and the sphinx, in turn, of strength together with intelligence, having a body wholly of a lion, but the face of a man.
1:4668
ὁμοίως τε τούτοις σύνεσιν καὶ μνήμην καὶ κράτος καὶ τέχνην ὁ ἄνθρωπος ... αἰνισσόμενος τοῖς ἱεροῖς πρὸς αὐτῶν ἐγγλύφεται
與此相仿,人像也被他們雕刻於聖物之上,用以暗示悟性、記憶、能力與技藝。
And likewise, along with these, man himself is engraved by them upon their sacred monuments, signifying understanding, memory, might, and skill.
1:4669
ἤδη δὲ κἀν ταῖς καλουμέναις παρ' αὐτοῖς κωμασίαις τῶν θεῶν χρυσᾶ ἀγάλματα, δύο μὲν κύνας, ἕνα δὲ ἱέρακα καὶ ἶβιν μίαν περιφέρουσι καὶ καλοῦσι τὰ ... τέσσαρα τῶν ἀγαλμάτων εἴδωλα τέσσαρα γράμματα
再者,在他們所謂諸神的遊行慶典中,人們抬著金製的像——兩隻狗、一隻鷹、一隻朱鷺——並稱這四尊偶像為「四個字母」。
Moreover, in what they call the processions of the gods, they carry about golden images — two dogs, one hawk, and one ibis — and they call these four idol-images 'four letters.'
1:4670
εἰσὶ γοῦν οἱ μὲν κύνες σύμβολα τῶν δυεῖν ἡμισφαιρίων, οἷον περιπολούντων καὶ φυλασσόντων·
那兩隻狗乃是兩半球的象徵,彷彿巡行守望一般;
The dogs, then, are symbols of the two hemispheres, as it were going about and keeping watch;
1:4671
πυρώδης γὰρ καὶ ἀναιρετικός·
因為牠是熾熱且具毀滅性的;
for it is fiery and destructive;
1:4672
αὐτίκα τὰς λοιμικὰς νόσους ἡλίῳ ἀνατιθέασιν·
因此,他們將瘟疫疾病歸因於太陽;
accordingly, they attribute pestilential diseases to the sun;
1:4673
ἡ δὲ ἶβις σελήνης, τὰ μὲν σκιερὰ τῷ μέλανι, τὰ δὲ φωτεινὰ τῷ λευκῷ τῶν πτίλων εἰκα... ζόντων
而朱鷺則象徵月亮,其黑色羽毛比擬陰暗的部分,白色羽毛則比擬光明的部分。
and the ibis is a symbol of the moon, its dark feathers likening the shadowy phases, and its white feathers the luminous ones.
1:4674
εἰσὶν δ' οἳ τοὺς μὲν τροπικοὺς πρὸς τῶν κυνῶν μηνύεσθαι βούλονται, οἳ δὴ διαφυλάσσουσι καὶ πυλωροῦσι τὴν ἐπὶ νότον καὶ ἄρκτον πάροδον τοῦ ἡλίου·
也有人主張,那兩隻狗所指的是南北回歸線,牠們正是看守並把守太陽往南、往北運行之通道者;
There are those who hold that the tropics are signified by the dogs, which indeed keep guard over and act as gatekeepers of the sun's passage toward the south and toward the north;
1:4675
τὸν δ' ἰσημερινόν, ὑψηλὸν ὄντα καὶ διακεκαυμένον, ὁ ἱέραξ δηλοῖ, καθάπερ ἡ ἶβις τὸν λοξόν·
至於赤道,因其位置高聳而炎熱,故由鷹來表示,正如朱鷺表示那斜行的黃道圈;
and the equator, being lofty and scorched, is signified by the hawk, just as the ibis signifies the oblique circle;
1:4676
ἀριθμοῦ γὰρ ἐπινοίας καὶ μέτρου μάλιστα τῶν ζῴων ἡ ἶβις ἀρχὴν παρεσχῆσθαι τοῖς Αἰγυπτίοις δοκεῖ, ὡς τῶν κύκλων ὁ λοξός
因為在眾生物中,埃及人認為朱鷺尤其是他們構思數與度量觀念的起源,正如那斜行圈之於諸天圈一般。
for the ibis, above all animals, is thought by the Egyptians to have furnished the origin of the concept of number and measure, just as the oblique circle did among the heavenly circles.
1:4677
Ἀλλὰ γὰρ οὐ μόνον Αἰγυπτίων οἱ λογιώτατοι, πρὸς δὲ καὶ τῶν ἄλλων βαρβάρων ὅσοι φιλοσοφίας ὠρέχθησαν, τὸ συμβολικὸν εἶδος ἐζήλωσαν
然而,不僅埃及人中最有學問者,就連其他蠻族中凡渴慕哲學者,也都仿效這種象徵性的表達方式。
But indeed, not only the most learned of the Egyptians, but also, among the other barbarians, as many as reached out after philosophy, emulated this symbolic form of expression.
1:4678
Φασὶ γοῦν καὶ Ἰδανθούραν τὸν Σκυθῶν βασιλέα, ὡς ἱστορεῖ Φερεκύδης ὁ Σύριος, Δαρείῳ διαβάντι τὸν Ἴστρον πόλεμον ἀπειλοῦντα πέμψαι σύμβολον ἀντὶ τῶν γραμμάτων μῦν, βάτραχον ... ὄρνιθα, ὀιστόν, ἄροτρον
據說,如敘利亞人斐勒庫德斯所記載,斯基泰王伊丹圖拉斯,在大流士渡過伊斯特河(多瑙河)並揚言開戰之際,未曾寫信,反而送去象徵物:一隻老鼠、一隻青蛙、一隻鳥、一支箭,以及一具犁。
They say, for instance, that Idanthyrsus, king of the Scythians, as Pherecydes the Syrian relates, when Darius had crossed the Ister and was threatening war, sent, instead of a letter, a symbol: a mouse, a frog, a bird, an arrow, and a plough.
1:4679
ἀπορίας δὲ οὔσης, οἷα εἰκός, ἐπὶ τούτοις Ὀροντοπάτας μὲν ὁ χιλίαρχος ἔλεγεν παραδώσειν αὐτοὺς τὴν ἀρχήν, τεκμαιρόμενος ἀπὸ μὲν τοῦ μυὸς τὰς οἰκήσεις, ἀπὸ δὲ τοῦ βατράχου τὰ ὕδατα τὸν ἀέρα τε ἀπὸ τῆς ὄρνιθος καὶ ἀπὸ τοῦ ὀιστοῦ τὰ ... ὅπλα, ἀπὸ δὲ τοῦ ἀρότρου τὴν χώραν
眾人對此困惑不解,這也是理所當然的;千夫長歐隆托帕塔斯便說,這些人是要向他們交出治權:他從老鼠推斷是指他們的居所,從青蛙推斷是指他們的水域,從鳥推斷是指空氣,從箭推斷是指他們的武器,從犁推斷是指他們的土地。
And when perplexity arose over these things, as was natural, Orontopatas the commander said that they were surrendering their dominion to them, inferring from the mouse their dwellings, from the frog the waters, the air from the bird, from the arrow their weapons, and from the plough their land.
1:4680
Ξιφόδρης δὲ ἔμπαλιν ἡρμήνευσεν·
但克西佛德列斯卻作了相反的解釋:
But Xiphodres interpreted it in the opposite way:
1:4681
ἐὰν μὴ ὡς ὄρνιθες ἀναπτῶμεν ἢ ὡς μύες κατὰ τῆς γῆς ἢ ὡς οἱ βάτραχοι καθ' ὕδατος δύωμεν, οὐκ ἂν φύγοιμεν τὰ ἐκείνων βέλη, τῆς γὰρ χώρας οὔκ ἐσμεν κύριοι
「除非我們如飛鳥般騰空而起,或如老鼠般鑽入地下,或如青蛙般潛入水中,否則我們無法逃脫他們的箭矢,因為我們並非這片土地的主人。」
'Unless we fly up like birds, or go like mice beneath the earth, or dive like frogs beneath the water, we shall not escape their arrows, for we are not masters of the land.'
1:4682
Ἀνάχαρσίν τε τὸν Σκύθην φασὶ καὶ αὐτὸν κοιμώμενον κατέχειν τῇ μὲν λαιᾷ τὰ αἰδοῖα, τῇ δεξιᾷ δὲ τὸ στόμα, αἰνιττόμενον δεῖν μὲν ἀμφοῖν, μεῖζον δὲ εἶναι γλώττης κρατεῖν ἢ ἡδονῆς
據說斯基泰人安納卡爾西斯睡覺時,左手按住私處,右手按住嘴,藉此暗示:這兩者都須加以節制,然而克制口舌比克制情慾更為重要。
They also say that Anacharsis the Scythian, when he himself slept, held his private parts with his left hand and his mouth with his right hand, hinting that both must be mastered, but that it is a greater thing to control the tongue than pleasure.
1:4683
Καὶ τί μοι περὶ τοὺς βαρβάρους ἐνδιατρίβειν, ἐξὸν αὐτοὺς τοὺς Ἕλληνας σφόδρα τῇ ἐπικρύψει κεχρημένους παραστῆσαι; ... Ἀνδροκύδης γοῦν ὁ Πυθαγορικὸς τὰ Ἐφέσια καλούμενα γράμματα ἐν πολλοῖς δὴ πολυθρύλητα ὄντα συμβόλων ἔχειν φησὶ τάξιν, σημαίνειν δὲ Ἄσκιον μὲν τὸ σκότος, μὴ γὰρ ἔχειν τοῦτο σκιάν·
但我又何必在蠻族身上多加停留,既然我大可舉出希臘人自己,他們也極力運用隱晦之法?畢達哥拉斯派的安德羅庫德斯便說,那所謂「以弗所文字」——在許多人口中盛傳者——具有象徵的性質;其中「阿斯基昂」意指黑暗,因為黑暗本無影子;
But why should I linger over the barbarians, when I can present the Greeks themselves, who made ample use of concealment? Androcydes the Pythagorean, at any rate, says that the so-called 'Ephesian letters,' much talked of among many, have the character of symbols, and that 'Askion' signifies darkness, for this has no shadow;
1:4684
φῶς δὲ Κατάσκιον, ἐπεὶ καταυγάζει τὴν σκιάν·
而「卡塔斯基昂」則意指光,因為光照亮陰影;
and 'Kataskion' signifies light, since it illumines the shadow;
1:4685
Λίξ τέ ἐστιν ἡ γῆ κατὰ ἀρχαίαν ἐπωνυμίαν καὶ Τετρὰξ ὁ ἐνιαυτὸς διὰ τὰς ὥρας, Δαμνα... μενεὺς δὲ ὁ ἥλιος ὁ δαμάζων, τὰ Αἴσιά τε ἡ ἀληθὴς φωνή
「力克斯」按古稱意指大地,「特特拉克斯」因四季之故意指一年,「達姆納梅紐斯」意指那降服萬物的太陽,而「艾西亞」則意指真實的話語。
'Lix' is the earth, according to an ancient appellation, and 'Tetrax' is the year, on account of the seasons, and 'Damnameneus' is the sun that subdues, and 'Aisia' is the true utterance.
1:4686
σημαίνει δ' ἄρα τὸ σύμβολον ὡς κεκόσμηται τὰ θεῖα, οἷον σκότος πρὸς φῶς καὶ ἥλιος πρὸς ἐνιαυτὸν καὶ γῆ πρὸς παντοίαν φύσεως γένεσιν
由此,此象徵乃在表明神聖之事如何被安排有序:譬如黑暗之於光明、太陽之於一年、大地之於自然萬般化生。
The symbol, then, signifies how divine things have been ordered — as darkness in relation to light, and the sun in relation to the year, and the earth in relation to every kind of generation of nature.
1:4687
Ἀλλὰ καὶ Διονύσιος ὁ Θρᾷξ ὁ γραμματικὸς ἐν τῷ Περὶ τῆς ἐμφάσεως περὶ τοῦ τῶν τροχίσκων συμβόλου φησὶ κατὰ λέξιν·
此外,色雷斯的文法家戴奧尼修斯,在其《論寓意》一書中論及「小輪」之象徵時,逐字如此說道:
But also Dionysius the Thracian, the grammarian, in his work On Emphasis, speaks word for word concerning the symbol of the little wheels:
1:4688
ἐσήμαινον γοῦν οὐ διὰ λέξεως μόνον, ἀλλὰ καὶ διὰ συμβόλων ἔνιοι τὰς πράξεις, διὰ λέξεως μὲν ὡς ἔχει τὰ λεγόμενα Δελφικὰ παραγγέλματα, τὸ μηδὲν ἄγαν καὶ τὸ γνῶθι σαυτὸν καὶ τὰ τούτοις ὅμοια, διὰ δὲ συμβόλων ὡς ὅ τε τροχὸς ὁ στρεφόμενος ἐν τοῖς τῶν θεῶν τεμένεσιν εἱλκυσμένος παρὰ Αἰγυπτίων καὶ τὸ τῶν θαλλῶν τῶν ... διδομένων τοῖς προσκυνοῦσι
「有人不僅藉言辭,也藉象徵來表達行動:藉言辭,如所謂的德爾斐箴言——『凡事勿過度』、『認識你自己』,以及與此相類者;藉象徵,則如那在諸神聖域中轉動的輪子——此乃仿效埃及人而來——以及贈與敬拜者的樹枝。」
'Some, then, signified actions not only through words but also through symbols: through words, as in the so-called Delphic precepts, Nothing in excess and Know thyself, and things similar to these; through symbols, as the wheel that is turned in the sacred precincts of the gods, borrowed from the Egyptians, and the giving of the branches that are given to worshippers.'
1:4689
φησὶ γὰρ Ὀρφεὺς ὁ Θρᾴκιος·
因為色雷斯的俄耳甫斯如此說:
For Orpheus the Thracian says:
1:4690
θαλλῶν δ' ὅσσα βροτοῖσιν ἐπὶ χθονὸς ἔργα μέμηλεν, οὐδὲν ἔχει μίαν αἶσαν ἐπὶ φρεσίν, ἀλλὰ κυκλεῖται πάντα πέριξ, στῆναι δὲ καθ' ἓν μέρος οὐ θέμις ἐστίν, ἀλλ' ἔχει, ὡς ἤρξαντο, δρόμου μέρος ἶσον ἕκαστος
「論及那些樹枝——凡屬人間在地上所關切的種種事務——沒有一件在心中持守單一固定的命分,反倒萬事皆循環往復;停留於一處是不合宜的,惟各按其始,各得均等的一份路程。」
'Of the branches — as many works as are of concern to mortals upon the earth — none holds a single fixed lot in mind, but all things revolve round about; and it is not lawful to stand still in one part, but each thing, just as it began, holds an equal portion of the course.'
1:4691
καίονται, οὕτως καὶ <αὐ>τοὺς δεῖ τοῦτον τὸν βίον ταχέως ἐκλιπεῖν καὶ πυρὸς ἔργον γενέσθαι
……被燒盡;照樣,他們也必須迅速離開今生,成為烈火吞噬之物。
...are burned up, so must they too quickly depart this life and become the prey of fire.
1:4692
Χρησιμώτατον ἄρα τὸ τῆς συμβολικῆς ἑρμηνείας εἶδος εἰς πολλά, καὶ πρὸς τὴν ὀρθὴν θεολογίαν συνεργοῦν καὶ πρὸς εὐσέβειαν καὶ πρὸς ἐπίδειξιν συνέσεως καὶ πρὸς βραχυλογίας ἄσκησιν καὶ σοφίας ... ἔνδειξιν·
由此可見,象徵性解經的方式在許多方面都極為有用:它有助於正確的神學、有助於敬虔、有助於顯明悟性、有助於操練簡潔,也有助於彰顯智慧。
The form of symbolic interpretation is therefore most useful for many purposes: it contributes to correct theology, to piety, to the display of understanding, to the exercise of brevity, and to the demonstration of wisdom.
1:4693
σοφοῦ γὰρ τὸ χρῆσθαι τῇ συμβολικῇ φράσει δεξιῶς, φησὶν ὁ γραμματικὸς Δίδυμος, καὶ τὸ γνωρίσαι τὸ διὰ ταύτης δηλούμενον
文法家迪迪莫斯(Didymus)說:「善於運用象徵性言辭,並認出其中所指示的意義,正是智者的本色。」
For it belongs to a wise man, says Didymus the grammarian, to use symbolic language skillfully, and to recognize what is signified by it.
1:4694
Ναὶ μὴν ἡ στοιχειωτικὴ τῶν παίδων διδασκαλία τὴν τῶν τετ... τάρων στοιχείων περιείληφεν ἑρμηνείαν
誠然,兒童所受的識字啟蒙教育,其中也包含著對四元素的一種詮釋。
Indeed, even the elementary instruction given to children comprises an interpretation of the four elements.
1:4695
βέδυ μὲν γὰρ τοὺς Φρύγας τὸ ὕδωρ φησὶ καλεῖν, καθὰ καὶ Ὀρφεύς·
因為他說,弗呂家人稱水為「貝杜」(bedy),正如奧菲斯(Orpheus)所寫:
For he says that the Phrygians call water 'bedy', just as Orpheus also writes:
1:4696
καὶ βέδυ νυμφάων καταλείβεται ἀγλαὸν ὕδωρ
「而貝杜,寧芙的晶瑩之水,涓涓流下。」
'and down flows bedy, the bright water of the nymphs.'
1:4697
ἀλλὰ καὶ ὁ θύτης Δίων ὁμοίως φαίνεται γράφων·
但獻祭者迪翁(Dion)似乎也有同樣的寫法:
But Dion the sacrificer, too, appears to write likewise:
1:4698
καὶ βέδυ λαβὼν ... κατὰ χειρῶν καταχέου καὶ ἐπὶ τὴν ἱεροσκοπίην τρέπου
「取來貝杜,澆洗你的雙手,然後轉向察看祭牲的內臟。」
'and taking bedy, pour it over your hands, and turn to the inspection of the sacrificial victims.'
1:4699
ἔμπαλιν δὲ ὁ κωμικὸς Φιλύλλιος βέδυ τὸν ἀέρα βιόδωρον ὄντα διὰ τούτων γινώσκει·
反之,喜劇詩人腓律流士(Philyllius)則從以下詩句中,將「貝杜」理解為賦予生命的空氣:
Conversely, Philyllius the comic poet knows 'bedy' as the air, being life-giving, through these lines:
1:4700
ἕλκειν τὸ βέδυ σωτήριον προσεύχομαι, ὅπερ μέγιστόν ἐστιν ὑγιείας μέρος, τὸ τὸν ἀέρα ἕλκειν καθαρόν, οὐ τεθολωμένον
「我祈求吸入那救人的貝杜,這乃是健康最要緊的部分──吸入純淨、未受污濁的空氣。」
'I pray to draw in saving bedy, which is the greatest part of health — to draw in the air pure and undefiled.'
1:4701
συνομόλογος τῆς τοιᾶσδε δόξης καὶ ὁ Κυζικηνὸς Νεάνθης γράφων τοὺς Μακεδόνων ἱερεῖς ἐν ταῖς κατευχαῖς βέδυ κατακαλεῖν ἵλεω αὐτοῖς
與此見解相合的,還有基齊庫斯的尼安泰斯(Neanthes),他記載馬其頓人的祭司在禱告中呼求「貝杜」施恩於他們
In agreement with this same view is also Neanthes of Cyzicus, who writes that the priests of the Macedonians, in their prayers, invoke 'bedy' to be gracious to them
1:4702
τε καὶ τοῖς τέκνοις, ὅπερ ἑρμηνεύουσιν ἀέρα
並施恩於他們的兒女──他們將這詞解作「空氣」。
and to their children — which they interpret as 'air'.
1:4703
ζὰψ δὲ τὸ πῦρ οἳ μὲν παρὰ τὴν ζέσιν ἀμαθῶς ἐδέξαντο·
至於「扎普斯」(zaps)一詞指「火」,有人不明就裡地以為它源自「沸騰」(zesis);
As for 'zaps' meaning fire, some have ignorantly derived it from 'boiling' (zesis);
1:4704
καλεῖται δ' οὕτως ἡ θάλασσα, ὡς Εὐφορίων ἐν ταῖς πρὸς Θεοδωρίδαν ἀντιγραφαῖς·
但其實此名是用來稱呼「海」的,正如歐福里翁(Euphorion)在其《答提奧多里達》一書中所言:
but the sea is called by this name, as Euphorion says in his Replies to Theodoridas:
1:4705
ζὰψ δὲ ποτὶ σπιλάδεσσι νεῶν ὀλέτειρα κακύνει
「那毀滅船隻者──扎普斯,向著暗礁猛烈肆虐。」
'and zaps, the destroyer of ships, rages fiercely against the reefs.'
1:4706
Διονύσιός τε ὁ Ἴαμβος ὁμοίως·
抑揚格詩人狄奧尼修斯(Dionysius)也同樣寫道:
And Dionysius the Iambographer likewise writes:
1:4707
πόντου μαινομένοιο περιστείνει ἁλυκὴ ζάψ
「那鹹澀的扎普斯,圍繞著狂怒的大海怒吼。」
'the salt zaps roars round about the raging deep.'
1:4708
ὁμοίως δὲ Κρατῖνος ὁ νεώτερος κωμικός·
同樣,小克拉提努斯(Cratinus)這位喜劇詩人也說:
Similarly also Cratinus the younger, the comic poet:
1:4709
καρῖδας ἡ ζὰψ ἐκφέρει κἰχθύδια
「扎普斯孕育出蝦子與小魚。」
'the zaps brings forth shrimp and small fish.'
1:4710
ἀμμὰς Ἰγνήτων καὶ Τελχίνων ἔφυ ἡ ἁλυκὴ ζάψ
「那鹹澀的扎普斯,成了伊格涅特族與泰爾基涅斯族的乳母。」
'the salt zaps became the nurse of the Ignetes and the Telchines.'
1:4711
χθὼν δὲ ἡ γῆ εἰς μέγεθος κεχυμένη
而「赫同」(chthon)則是指鋪展至浩大幅員的大地。
And 'chthon' is the earth, spread out to its vast extent.
1:4712
καὶ πλῆκτρον οἳ μὲν τὸν πόλον, οἳ δὲ τὸν ἀέρα τὸν πάντα πλήσσοντα καὶ κινοῦντα εἰς φύσιν ... τε καὶ αὔξησιν ἢ τὸν πάντων πληρωτικόν
至於「普勒克特隆」(plectron,即撥子),有人認為指天球之軸,有人則認為指擊動萬物、催其生成增長的空氣,或指充滿萬有者。
As for 'plectron' — some understand it as the celestial pole, others as the air, which strikes and moves all things toward generation and growth, or as that which fills all things.
1:4713
οὐκ ἀνέγνωσαν δ' οὗτοι Κλεάνθην τὸν φιλόσοφον, ὃς ἄντικρυς πλῆκτρον τὸν ἥλιον καλεῖ·
然而這些人並未讀過哲學家克里安提斯(Cleanthes)的著作,他明確地把太陽稱為「普勒克特隆」:
But these have not read Cleanthes the philosopher, who plainly calls the sun 'plectron':
1:4714
ἐν γὰρ ταῖς ἀνατολαῖς ἐρείδων τὰς αὐγάς, οἷον πλήσσων τὸν κόσμον, εἰς τὴν ἐναρμόνιον πορείαν τὸ φῶς ἄγει·
因為太陽在升起之際,將其光芒穩穩固定──彷彿撥子撥動琴弦一般擊動世界──於是引領光明進入和諧的運行軌道;
for at its risings, as it fixes its rays firmly — as though striking the world like a plectrum on strings — it leads the light forth into its harmonious course;
1:4715
ἐκ δὲ τοῦ ἡλίου σημαίνει ... καὶ τὰ λοιπὰ ἄστρα
而由太陽也顯出徵兆……以及其餘的眾星辰亦然。
and from the sun it derives its signal ... and the rest of the stars as well.
1:4716
σφὶγξ δὲ οὐχ ἡ τῶν ὅλων σύνδεσις καὶ ἡ τοῦ κόσμου κατὰ τὸν ποιητὴν Ἄρατον περιφορά, ἀλλὰ τάχα μὲν ὁ διή... κων πνευματικὸς τόνος καὶ συνέχων τὸν κόσμον εἴη ἄν·
「斯芬克斯」(sphinx)並非如詩人阿拉圖斯(Aratus)所言,是指宇宙萬有的聯結與天體的運轉;毋寧說,它或許是指那貫穿並維繫世界的靈性張力;
'Sphinx' is not, as the poet Aratus understood it, the binding-together of the universe and the revolution of the cosmos; rather, it would perhaps be the pervasive spiritual tension that holds the world together;
1:4717
ἄμεινον δὲ ἐκδέχεσθαι τὸν αἰθέρα πάντα συνέχοντα καὶ σφίγγοντα, καθὰ καὶ ὁ Ἐμπεδοκλῆς φησιν·
但更好的理解,是將其視為以太(aether),它維繫並緊束萬物,正如恩培多克勒(Empedocles)所言:
but it is better to understand it as the aether, which holds together and binds tight all things, just as Empedocles too says:
1:4718
εἰ δ' ἄγε τοι λέξω < κείνων> πρῶθ' ἥλιον ἀρχήν, ἐξ ὧν δὴ ἐγένοντο τὰ νῦν ἐσορώμενα πάντα, γαῖά τε καὶ πόντος πολυκύμων ἠδ' ὑγρὸς ἀὴρ Τιτὰν ἠδ' αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα
「來吧,我要先告訴你太陽的起源──萬物,即如今所見的一切,皆由此而生:大地、洶湧的海洋、濕潤的空氣、提坦(即太陽),以及環繞四周、將萬物緊束成一圈的以太。」
'Come, I will tell you first of the sun's origin, from which all the things now beheld came to be — earth, and the many-waved sea, and the moist air, the Titan, and the aether binding all things fast in a circle round about.'
1:4719
Ἀπολλόδωρος δ' ὁ Κερκυραῖος τοὺς στίχους τούσδε ὑπὸ Βράγχου ἀναφωνηθῆναι τοῦ μάντεως λέγει Μιλησίους καθαίροντος ἀπὸ λοιμοῦ
科西拉的阿波羅多洛斯(Apollodorus)說,這些詩句乃是先知布朗庫斯(Branchus)在為米利都人潔淨瘟疫時所誦出的。
Apollodorus of Corcyra says that these verses were uttered by Branchus the seer while purifying the Milesians of a plague.
1:4720
ὃ μὲν γὰρ ἐπιρραίνων τὸ πλῆθος δάφνης κλάδοις προκατήρχετο τοῦ ὕμνου ὧδέ πως·
因為他手持月桂枝條灑向群眾,開口領唱這首聖詩,大略如下:
For he, sprinkling the multitude with branches of laurel, led off the hymn somewhat as follows:
1:4721
μέλπετε, ὦ παῖδες, ἑκάεργον καὶ ἑκαέργαν·
「孩子們哪,歌頌那遠射之神與遠射之女神!」
'Sing, O children, of the Far-shooter and the Far-shooting Maiden!'
1:4722
ἐπέψαλλεν δὲ ὡς εἰπεῖν ὁ λαός·
而百姓則彷彿應和著吟唱:
And the people, so to speak, chanted in response:
1:4723
βέδυ, ζάψ, χθώμ, πλῆκτρον, σφίγξ·
「貝杜、扎普斯、赫同、普勒克特隆、斯芬克斯;」
'bedy, zaps, chthom, plectron, sphinx;'
1:4724
κναξζβίχ, θύπτης, φλεγμό, δρώψ
「克納克斯茲比赫、蘇普特斯、弗雷格摩、卓普斯。」
'knaxzbich, thyptes, phlegmo, drops.'
1:4725
μέμνηται τῆς ἱστορίας καὶ Καλλί... μαχος ἐν ἰάμβοις
卡利馬科斯(Callimachus)在他的《抑揚格詩》中也記載了這段軼事。
Callimachus, too, in his Iambics, records this story.
1:4726
κναξζβὶχ δὲ κατὰ παραγωγὴν ἡ νόσος παρὰ τὸ ... κναίειν καὶ διαφθείρειν, θῦψαί τε τὸ κεραυνῷ φλέξαι
「克納克斯茲比赫」一詞是由「侵蝕」(knaiein)與「毀壞」(diaphtheirein)衍生而來,意指疾病;而「蘇普賽」則指以雷電轟擊。
'Knaxzbich', by derivation, means disease, from 'knaiein' (to gnaw away) and 'diaphtheirein' (to destroy); and 'thypsai' means to blast with a thunderbolt.
1:4727
Θέσπις μέντοι ὁ τραγικὸς διὰ τούτων ἄλλο τι σημαίνεσθαί φησιν ὧδέ πως γράφων·
然而悲劇詩人特斯庇斯(Thespis)卻說,這些詞語所指的乃是另一回事,他大略這樣寫道:
Thespis the tragedian, however, says that something else is signified by these words, writing somewhat as follows:
1:4728
ἴδε σοι σπένδω κναξζβὶχ τὸ λευκὸν ἀπὸ θηλαμόνων θλίψας κνακῶν·
「看哪,我向你澆奠克納克斯茲比赫──那從赤褐色母羊乳房擠出的白色乳汁;」
'Behold, I pour out to you a libation of knaxzbich, the white milk pressed from the udders of tawny ewes;'
1:4729
ἴδε σοι θύπτην τυρὸν μίξας ἐρυθρῷ μελιτῷ, κατὰ τῶν σῶν, Πὰν δίκερως, τίθεμαι βωμῶν ἁγίων
「看哪,雙角之潘(Pan)啊,我在你聖潔的祭壇上,獻上摻了紅蜜的蘇普特斯乾酪;」
'behold, I set upon your holy altars, O two-horned Pan, thyptes cheese mixed with red honey;'
1:4730
ἴδε σοι Βρομίου αἴθοπα φλεγμὸν λείβω
「看哪,我向你澆奠布洛彌俄斯(Bromius,即戴奧尼索斯)那火紅的弗雷格摩。」
'behold, I pour out to you the fiery phlegmon of Bromius.'
1:4731
αἰνίσσεται, οἶμαι, τὴν ἐκ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων ψυχῆς γαλακτώδη πρώτην τροφήν, μεθ' ἣν ἤδη πεπηγὸς γάλα τὸ βρῶμα, τελευταῖον δὲ αἷμα ἀμπέλου τοῦ λόγου τὸν αἴθοπα οἶνον, τὴν ... τελειοῦσαν τῆς ἀγωγῆς εὐφροσύνην, διδάσκει
我以為,他所暗指的,是靈魂最初從二十四個字母(元素)而來的乳汁般的糧食;其後便是已經凝結成塊的乳汁般的食物;最後則是那火紅的酒──道之葡萄樹的血──藉此教導那使教化得以完全的喜樂。
He is hinting, I think, at the first, milk-like nourishment of the soul that comes from the twenty-four elements (letters), after which comes food that is milk already curdled, and last, the fiery wine — the blood of the Word's vine — teaching the gladness that brings the soul's training to completion.
1:4732
δρὼψ δὲ ὁ λόγος ὁ δραστήριος, ὁ ἐκ κατηχήσεως τῆς πρώτης εἰς αὔξησιν ἀνδρός, εἰς μέτρον ἡλικίας, ἐκφλέγων καὶ ἐκφωτίζων τὸν ἄνθρωπον
「卓普斯」是指那有效能、發揮作用的道,它使人從最初的教理啟蒙開始成長,直到達到成年的尺度,將人點燃、照亮。
'Drops' is the effective, active word, which from the first catechesis leads a man toward growth, to the full measure of stature, kindling and enlightening the man.
1:4733
Ἀλλὰ καὶ τρίτος ὑπογραμμὸς φέρεται παιδικός·
此外,還流傳下第三則兒童習作:
But a third children's exercise, too, has come down to us:
1:4734
μάρπτε, σφίγξ, κλώψ, ζβυχθηδόν·
「抓住,斯芬克斯,賊,用力抓!」
'Seize, sphinx, thief, by force!'
1:4735
γίνεσθαι γνῶσιν, βίᾳ καὶ πόνῳ περιγινομένης τῆς αἰωνίου σωτηρίας·
……由此而生出知識,因為永恆的救恩乃是藉著奮力與勞苦所贏得的;
this becomes knowledge, eternal salvation being won by force and by toil;
1:4736
μάρψαι μὲν γὰρ τὸ καταλαβεῖν, τὴν δὲ τοῦ κόσμου ἁρμονίαν ἡ σφίγξ, ζβυχθηδὸν δὲ τὴν χαλεπότητα μηνύει, καὶ κλὼψ τὴν λανθάνουσαν κυρίου γνῶσιν ἅμα καὶ ἡμέραν δηλοῖ
因為「瑪普賽」意指「掌握、領悟」;「斯芬克斯」表明世界的和諧;「茲比克塞東」表明艱難;而「賊」一詞則同時指向主那隱藏的知識,以及「白晝」。
for 'marpsai' means 'to apprehend'; 'sphinx' signifies the harmony of the world; 'zbychthedon' signifies difficulty; and 'thief' points at once to the hidden knowledge of the Lord and to 'day'.
1:4737
Τί δ'; οὐχὶ καὶ Ἐπιγένης ἐν τῷ περὶ τῆς Ὀρφέως ποιήσεως τὰ ἰδιάζοντα παρ' Ὀρφεῖ ἐκτιθέμενός φησι κερκίσι καμπυλόχρωσι τοῖς ἀρότροις μηνύεσθαι, στήμοσι δὲ τοῖς αὔλαξι·
又何妨呢?埃庇根尼斯(Epigenes)在其《論奧菲斯的詩作》一書中,闡述奧菲斯詩中的特殊用語時,豈不也說:「色彩彎曲的織梭」喻指犁具,「經線」喻指犁溝;
What then? Does not Epigenes also, in his work On the Poetry of Orpheus, in setting out the peculiar expressions found in Orpheus, say that by 'shuttles of curving hue' plows are signified, and by 'warp-threads' furrows;
1:4738
μίτον δὲ τὸ σπέρμα ἀλληγορεῖσθαι, καὶ δάκρυα Διὸς τὸν ὄμβρον δηλοῦν, Μοίρας τε αὖ τὰ μέρη τῆς σελήνης, τριακάδα καὶ πεντεκαιδεκάτην καὶ νουμηνίαν·
而「緯線」則寓意種子,「宙斯的眼淚」表明雨水,眾命運女神(Moirai)則喻指月亮的各個時相──即三十日、十五日與朔日;
and that by 'thread' the seed is allegorized, and 'the tears of Zeus' signify the rain, and the Fates in turn signify the phases of the moon — the thirtieth day, the fifteenth, and the new moon;
1:4739
διὸ καὶ λευκοστόλους αὐτὰς καλεῖν τὸν Ὀρφέα φωτὸς
因此奧菲斯也稱她們為「身披光之白袍者」。
wherefore Orpheus also calls them 'clad in white robes of light'.
1:4740
πάλιν ἄνθιον μὲν τὸ ἔαρ διὰ τὴν φύσιν, ἀργίδα δὲ τὴν νύκτα διὰ τὴν ἀνάπαυσιν, καὶ Γοργόνιον τὴν σελήνην διὰ τὸ ἐν αὐτῇ πρόσωπον, Ἀφροδίτην τε τὸν καιρὸν καθ' ὃν δεῖ σπείρειν, λέγεσθαι παρὰ τῷ θεολόγῳ
同樣地,在這位神學詩人(指奧菲斯)筆下,春天因其本性被稱作「安提翁」(花之季);夜晚因其安歇被稱作「阿爾吉斯」;月亮因其中所見之面容而被稱作「戈爾工尼翁」;而阿芙蘿黛蒂則表明當播種的季節。
Again, with the theologian Orpheus, spring is called 'anthion' (flowery) on account of its nature, night is called 'argis' on account of its rest, the moon is called 'Gorgonion' on account of the face within it, and Aphrodite signifies the season in which one must sow.
1:4741
Τοιαῦτα καὶ οἱ Πυθαγόρειοι ᾐνίσσοντο, Φερσεφόνης μὲν κύνας τοὺς πλανήτας, Κρόνου δὲ δάκρυον τὴν θάλασσαν ἀλληγοροῦντες
畢達哥拉斯學派的人也曾以謎語暗示類似的事,將行星寓意為「波瑟芬妮的獵犬」,將大海寓意為「克羅諾斯的眼淚」。
Such things the Pythagoreans, too, hinted at in riddles, allegorizing the planets as 'the hounds of Persephone' and the sea as 'the tear of Cronus'.
1:4742
καὶ μυρία ἐπὶ μυρίοις εὕροιμεν ἂν ὑπό τε φιλοσόφων ὑπό τε ποιητῶν αἰνιγματωδῶς εἰρημένα, ὅπου γε καὶ ὅλα βιβλία ἐπικεκρυμμένην τὴν τοῦ συγγραφέως βούλησιν ἐπιδείκνυται, ὡς καὶ τὸ Ἡρακλείτου ... περὶ φύσεως, ὃς καὶ δι' αὐτὸ τοῦτο Σκοτεινὸς προσηγόρευται
我們大可從眾多哲學家與詩人那裡,找到不勝枚舉的謎語式言論;甚至有整卷書都刻意將作者的用意隱藏起來,例如赫拉克利特(Heraclitus)的《論自然》一書,他也正因此被人稱為「晦澀者」。
And we might find countless things upon countless things spoken enigmatically by both philosophers and poets, seeing that even whole books display the author's intention as something concealed, as does the work of Heraclitus On Nature, who for this very reason was called 'the Obscure'.
1:4743
ὁμοία τούτῳ τῷ βιβλίῳ καὶ ἡ Φερεκύδους θεολογία τοῦ Συρίου
與此書相似的,還有敘利亞人斐瑞居德斯(Pherecydes)的《神學》一書。
Similar to this book is also the Theology of Pherecydes the Syrian.
1:4744
Εὐφορίων γὰρ ὁ ποιητὴς καὶ τὰ Καλλιμάχου Αἴτια καὶ ἡ Λυκόφρονος Ἀλεξάν δρα καὶ τὰ τούτοις παραπλήσια γυμνάσιον εἰς ἐξήγησιν γραμματικῶν ἔκκειται παισίν
詩人歐福里翁的作品、卡利馬科斯的《起源記》、萊科弗龍的《亞歷山德拉》,以及與此類似的作品,都被用作文法學徒的解經訓練教材。
For Euphorion the poet, and Callimachus's Aetia, and Lycophron's Alexandra, and other things similar to these, are laid out as an exercise in interpretation for grammarians' pupils.
1:4745
Οὔκουν ἀπεικὸς καὶ τὴν βάρβαρον φιλοσοφίαν, περὶ ἧς ἡμῖν πρόκειται λέγειν, ἐπικεκρυμμένως καὶ διὰ συμβόλων προφητεύειν ἔν ... τισιν, ὡς ἀποδέδεικται
由此看來,那我們現今所要論述的「蠻族哲學」(即希伯來哲學),在某些地方也以隱晦的方式、透過象徵來作預言,這也就不足為奇了,正如前文所已證明的。
It is not, then, unlikely that the barbarian philosophy also — concerning which it is our present purpose to speak — prophesies in a hidden manner and through symbols in certain passages, as has been demonstrated.
1:4746
τοιαῦτα γοῦν καὶ ὁ Μωυσῆς παραινεῖ, τὰ κοινὰ δὴ ταῦτα·
至少,摩西也吩咐過類似的事,即這些眾所熟知的規條:
Such things, at any rate, Moses too enjoins — these familiar precepts, namely:
1:4747
οὐ φάγεσθε χοῖρον οὔτε ἀετὸν οὔτε ὀξύπτερον ... οὔτε κόρακα
「你們不可吃豬肉,也不可吃鷹、鵰隼,或烏鴉。」
'You shall not eat swine, nor eagle, nor hawk, nor raven.'
1:4748
ὁ μὲν γὰρ χοῖρος φιλήδονον καὶ ἀκάθαρτον ἐπιθυμίαν τροφῶν καὶ ἀφροδισίων λίχνον καὶ μεμολυσμένην ἀκολασίαν μηνύει
因為豬乃表明貪愛享樂、不潔淨的食慾,以及對淫慾貪婪的渴求,並且污穢的放縱──
For the swine signifies a pleasure-loving and unclean craving for food, a gluttonous appetite for sexual pleasures, and a defiled licentiousness —
1:4749
ἀεὶ κνηστιῶσαν ὑλικήν τε καὶ ἐν βορβόρῳ κειμένην, εἰς σφα... γὴν καὶ ἀπώλειαν πιαινομένην
牠終日發癢作騷、沉溺於物慾,躺臥在污泥之中,被養肥以待宰殺與滅亡。
ever itching, material, wallowing in mire, and being fattened for slaughter and destruction.
1:4750
ἔμπαλιν δὲ ἐπιτρέπει διχηλοῦν καὶ μαρυκώμενον ἐσθίειν, μηνύων, φησὶν ὁ Βαρνάβας, κολλᾶσθαι δεῖν μετὰ τῶν φοβουμένων τὸν κύριον καὶ μετὰ τῶν μελετώντων ὃ ἔλαβον διάσταλμα ῥήματος ἐν τῇ καρδίᾳ, μετὰ τῶν λαλούντων δικαιώματα κυρίου καὶ τηρούντων, μετὰ τῶν εἰδότων ὅτι ἡ μελέτη ... ἐστὶν ἔργον εὐφροσύνης καὶ ἀναμαρυκωμένων τὸν λόγον κυρίου
反之,他卻准許人吃那分蹄且反芻的動物;巴拿巴說,這乃表明人應當與敬畏主的人結交,與那些將所領受之話語的分辨牢記於心、時常思想的人結交,與那些述說並遵守主之律例的人結交,與那些知道默想乃是喜樂之工、並反覆咀嚼主的道如同反芻一般的人結交。
But conversely, he permits the eating of that which parts the hoof and chews the cud, signifying — says Barnabas — that one must cleave to those who fear the Lord, and to those who ponder in their heart the distinction of the word they have received, with those who speak and keep the ordinances of the Lord, with those who know that meditation is a work of gladness, and who chew the cud, as it were, upon the word of the Lord.
1:4751
τί δὲ τὸ διχηλοῦν; ὅτι ὁ δίκαιος καὶ ἐν τούτῳ τῷ κόσμῳ περιπατεῖ ... καὶ τὸν ἅγιον αἰῶνα ἐκδέχεται
那麼分蹄又是什麼意思呢?意即義人一方面行走於這個世界之中,同時卻仰望那將來的聖潔永世。
But what is the parted hoof? It signifies that the righteous man both walks in this present world and at the same time awaits the holy age to come.
1:4752
βλέπετε πῶς ἐνομοθέτησεν ὁ Μωυσῆς καλῶς
看哪,摩西的立法是何等美好!
See how excellently Moses legislated!
1:4753
ἀλλὰ πόθεν ἐκείνοις ταῦτα νοῆσαι ἢ συνιέναι; ἡμεῖς δικαίως νοήσαντες τὰς ἐντολάς, λαλοῦμεν ὡς ἠθέλησεν κύριος
然而那些古時的人,如何能領悟或明白這些事呢?惟有我們,既正確地明白了誡命,才照著主的心意述說。
But how could those ancient Israelites have understood or comprehended these things? We, having rightly understood the commandments, speak as the Lord willed.
1:4754
διὰ τοῦτο περιέτεμε τὰς ἀκοὰς ἡμῶν καὶ τὰς καρδίας, ... ἵνα συνιῶμεν ταῦτα
正因如此,他割除了我們耳朵與心中的包皮,使我們得以明白這一切。
For this reason he circumcised our ears and our hearts, that we might understand these things.
1:4755
ναὶ μὴν ὅταν λέγῃ οὐ φάγῃ τὸν ἀετόν, τὸν ὀξύπτερον καὶ τὸν ἰκτῖνον καὶ τὸν κόρακα, οὐ κολληθήσῃ, φησίν, οὐδὲ ὁμοιωθήσῃ τοῖς ἀνθρώποις τούτοις, οἳ οὐκ ἴσασι διὰ πόνου καὶ ἱδρῶτος πορίζειν ἑαυτοῖς τὴν τροφήν, ἀλλ' ἐν ἁρπαγῇ καὶ ἀνομίᾳ ... βιοῦσιν·
誠然,當經上說「你不可吃鷹、鵰隼、鳶與烏鴉」時,巴拿巴說,意思乃是:「你不可與這些人結交,也不可效法他們──他們不知道憑勞苦與汗水謀取自己的食物,反倒憑掠奪與不法而活」;
Indeed, when it says, 'You shall not eat the eagle, the hawk, the kite, and the raven', it means, Barnabas says, 'You shall not cleave to, nor be made like, these men, who know not how to procure their food by toil and sweat, but live by rapine and lawlessness';
1:4756
ἀετὸς μὲν γὰρ ἁρπαγήν, ὀξύπτερος δὲ ἀδικίαν καὶ πλεονε... ξίαν ὁ κόραξ μηνύει
因為鷹表明掠奪,鵰隼表明不義,而烏鴉則表明貪婪。
for the eagle signifies rapine, the hawk injustice, and the raven signifies greed.
1:4757
μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις
「你與純全的人交往,就顯為純全;與蒙揀選的人交往,就顯為蒙揀選;與乖僻的人交往,就以乖僻待他。」
'With the innocent man you shall be innocent, and with the elect you shall be elect, and with the crooked you shall deal crookedly.'
1:4758
κολλᾶσθαι οὖν τοῖς ἁγίοις προσήκει, ὅτι οἱ κολλώμενοι αὐτοῖς ... ἁγιασθήσονται
因此,理當與聖徒結交,因為與他們結交的人,必要被成聖。
It is fitting, then, to cleave to the saints, because those who cleave to them shall be sanctified.
1:4759
ἐντεῦθεν ὁ Θέογνις γράφει·
因此,特奧格尼斯(Theognis)寫道:
Hence Theognis writes:
1:4760
ἐσθλῶν μὲν γὰρ ἄπ' ἐσθλὰ μαθήσεαι·
「因為從高尚之人,你將學得高尚之事;」
'for from the noble you will learn noble things;'
1:4761
ἢν δὲ κακοῖσι συμμί<σ>γῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον
「若你與惡人交往,就連你原有的悟性也要喪失。」
But if you mingle with the wicked, you will destroy even the understanding you possess.
1:4762
ὅταν τε αὖ ἐν τῇ ᾠδῇ λέγῃ ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν, τὸ πολυσκελὲς καὶ κτηνῶδες καὶ ὁρμητικὸν πάθος, τὴν ἐπιθυμίαν, σὺν καὶ τῷ ἐπιβεβηκότι ἡνιόχῳ τὰς ἡνίας ταῖς ἡδοναῖς ἐπιδεδωκότι ἔρριψεν εἰς θάλασσαν, εἰς τὰς ... κοσμικὰς ἀταξίας ἀποβαλών
當經上又在頌歌中說:「因為他已得著榮耀的榮耀;馬和騎馬的都被他投在海中」時,意謂他把那多足、如獸、衝動的情慾——即慾望——連同那騎在其上、已將韁繩交付於逸樂的馭者,一同拋入海中,也就是拋入世間的紊亂之中。
And again, when in the ode it says, 'For he has been gloriously glorified; horse and rider he has thrown into the sea,' it means that he has thrown into the sea — that is, cast away into the disorders of the world — the many-legged, beast-like, and impulsive passion, namely desire, together with the charioteer mounted upon it who has surrendered the reins to pleasures.
1:4763
οὕτως καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς τόν τε ἡνίοχον καὶ τὸν ἀποστατήσαντα ἵππον (τὸ ἄλογον μέρος, ὃ δὴ δίχα τέμνεται, εἰς θυμὸν καὶ ἐπιθυμίαν,) καταπίπτειν φησίν
柏拉圖在《論靈魂》中也照樣說,馭者與那匹叛逆的馬——即那分為血氣與慾望兩部分的非理性部分——一同墜落。
Thus also Plato, in his treatise On the Soul, says that the charioteer and the horse that has rebelled — the irrational part, which is indeed divided in two, into spirit and desire — fall down.
1:4764
πώλων ἐκπεσεῖν ὁ μῦθος αἰνίττεται
這神話隱約暗示著從幼馬上跌落之事。
The myth darkly hints at a falling from the young horses.
1:4765
Ναὶ μὴν καὶ ἐπὶ τοῦ Ἰωσήφ·
是的,約瑟的事也是如此:
Yes, and indeed also in the case of Joseph:
1:4766
νέον τοῦτον ζηλώσαντες οἱ ἀδελφοὶ πλεῖόν τι προορώμενον κατὰ τὴν γνῶσιν ἐξέδυσαν τὸν χιτῶνα τὸν ποικίλον καὶ λαβόντες ἔρριψαν εἰς λάκκον, ὁ δὲ λάκκος κενὸς ὕδωρ οὐκ εἶχε·
他的兄弟們嫉妒這位少年,因他在知識上能預見更深的事,就剝去他那彩衣,拿住他丟進坑裡;那坑是空的,裡面沒有水。
His brothers, envying this young man for foreseeing something further with regard to knowledge, stripped off his coat of many colors and, taking him, cast him into a pit; and the pit was empty, having no water.
1:4767
τὴν ἐκ φιλομαθίας τοῦ σπουδαίου ποικίλην γνῶσιν ... ἀποσκορακίσαντες ἢ ψιλῇ τῇ κατὰ νόμον πίστει κεχρημένοι ἔρριψαν εἰς λάκκον τὸν ὕδατος κενόν, εἰς Αἴγυπτον ἀπεμπολήσοντες τὴν τοῦ θείου λόγου ἔρημον
他們鄙棄那出於好學者勤學而來的多樣知識,或只滿足於律法上赤裸的信心,就把他丟進那沒有水的坑裡,要把他賣到埃及——那缺乏神聖聖言之地。
Having spurned the manifold knowledge born of the studious man's love of learning, or content with the bare faith according to the Law alone, they cast him into the pit devoid of water, intending to sell him away into Egypt — a land destitute of the divine word.
1:4768
κενὸς δὲ ἐπιστήμης ὁ λάκκος, ἐν ᾧ ῥιφεὶς καὶ τὴν γνῶσιν ἀποδυσάμενος ὅμοιος τοῖς ἀδελφοῖς ἐδόκει γυμνὸς γνώ... σεως ὁ διαλεληθὼς σοφός
那坑是缺乏學識的,那隱藏自己的智者被丟入其中,脫去了知識,便顯得如同他的兄弟們一樣,赤露無知。
The pit is empty of understanding, into which, having been cast and having stripped off his knowledge, the wise man who had concealed himself appeared, like his brothers, naked of knowledge.
1:4769
κατ' ἄλλο σημαινόμενον εἴη δ' ἂν ἐπι... θυμία < τὸ> ποικίλον ἔνδυμα, εἰς ἀχανὲς ἀπάγουσα βάραθρον
依另一層意義,那彩衣可解作慾望,它引人墮入無底深淵。
According to another signification, the many-colored garment would be desire, leading away into a yawning abyss.
1:4770
ἐὰν δέ τις ἀνοίξῃ λάκκον ἢ λατομήσῃ, φησί, καὶ μὴ καλύψῃ αὐτόν, ἐμπέσῃ δ' ἐκεῖ μόσχος ἢ ὄνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει ἀργύ... ριον καὶ δώσει τῷ πλησίον, τὸ δὲ τεθνηκὸς αὐτῷ ἔσται
經上說:「若有人挖了坑,或掘了坑,卻不遮蓋,有牛或驢掉進去,坑的主人要賠銀子給鄰舍,死牲畜要歸自己。」
'And if anyone opens a pit, or digs one out,' it says, 'and does not cover it, and a calf or a donkey falls into it, the owner of the pit shall pay silver and give it to his neighbor, and the dead animal shall be his.'
1:4771
ἐνταῦθά μοι τὴν προφητείαν ἐκείνην ἔπαγε·
在此,且讓我引出那句預言:
Here let me bring in that prophecy:
1:4772
ἔγνω βοῦς τὸν κτησάμενον καὶ ... ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐ συνῆκεν
「牛認識主人,驢認識主人的槽,以色列卻不認識我。」
'The ox knows its owner, and the donkey its master's manger; but Israel has not known me.'
1:4773
ἵνα οὖν μή τις τούτων, ἐμπεσὼν εἰς τὴν ὑπὸ σοῦ διδασκομένην γνῶσιν, ἀκρατὴς γενόμενος τῆς ἀληθείας, παρακούσῃ τε καὶ παραπέσῃ, ἀσφαλής, φησί, περὶ τὴν χρῆσιν τοῦ λόγου γίνου, καὶ πρὸς μὲν τοὺς ἀλόγως προσιόντας ἀπόκλειε τὴν ζῶσαν ἐν βάθει πηγήν, ποτὸν δὲ ... ὄρεγε τοῖς τῆς ἀληθείας δεδιψηκόσιν
因此,為了不讓這些人陷入你所教導的知識時,因無法自持真理而悖逆背離,經上說:「你在運用真道上務要謹慎」;對那些不憑理性前來的人,要封閉那深處活水的泉源,卻要把飲水遞給那些渴慕真理的人。
In order, then, that none of these, falling into the knowledge taught by you, should become unable to master the truth, and so disobey and fall away, 'be cautious,' it says, 'in the use of the word'; and to those who approach without reason close off the living spring in the depths, but offer drink to those who thirst for the truth.
1:4774
ἐπικρυπτόμενος δ' οὖν πρὸς τοὺς οὐχ οἵους τε ὄντας παραδέξασθαι τὸ βάθος τῆς γνώσεως ... κατακάλυπτε τὸν λάκκον
因此,要向那些不能領受知識深奧之事的人隱藏起來——「把坑遮蓋起來」。
Concealing it, then, from those who are not able to receive the depth of knowledge — 'cover over the pit.'
1:4775
ὁ κύριος οὖν τοῦ λάκκου, ὁ γνωστικὸς αὐτός, ζημιωθήσεται, φησί, τὴν αἰτίαν ὑπέχων τοῦ σκανδαλισθέντος ἤτοι καταποθέντος τῷ μεγέθει τοῦ λόγου, μικρολόγου ἔτι ὄντος, ἢ μετακινήσας τὸν ἐργάτην ἐπὶ τὴν θεωρίαν καὶ ἀποστήσας διὰ προφάσεως τῆς αὐτοσχεδίου πίστεως
所以坑的主人——即那位屬靈知識者本身——將要受罰,經上說,因為他要為那因道之偉大而被絆倒、甚或被吞沒的人負責(那人心思仍屬淺薄),或因他藉某種藉口,把那工人從他本分的勞作轉移到玄想上,使其脫離了原本自然而有的信仰。
The owner of the pit, therefore — the Gnostic himself — will be penalized, it says, bearing the responsibility for him who has been scandalized, or even swallowed up by the greatness of the word while still of small understanding; or for him whom he has moved from his proper labor to contemplation and drawn away, under some pretext, from the simple faith spontaneously acquired.
1:4776
ἀργύριον δὲ δώσει, τῷ παντοκρατορικῷ βουλήματι ὑπέχων λόγον καὶ εὐθύνας
他要賠出銀子,向那全能者的旨意交帳並負起責任。
And he shall give silver, rendering account and being held responsible to the almighty will.
1:4777
Οὗτος μὲν οὖν ὁ τύπος νόμου καὶ προφητῶν ὁ μέχρις Ἰωάννου·
這便是律法與先知的預表,直延續到約翰為止。
This, then, is the type of the Law and the Prophets that extends up to John.
1:4778
ὃ δέ, καίτοι φανερώτερον λαλήσας ὡς ἂν μηκέτι προφητεύων, ἀλλὰ δεικνύων ἤδη παρόντα τὸν ἐξ ἀρχῆς καταγγελλόμενον συμβολικῶς, ὅμως οὔκ εἰμι φησὶν ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι ... κυρίου·
至於他(約翰),雖然說話更為明白——因他已不再是預言,而是指明那從起初便以象徵方式宣告之人如今已然臨在——他仍然說:「我就是給主解鞋帶也不配。」
But he, though speaking more plainly, as one no longer prophesying but already pointing out as present him who from the beginning had been proclaimed symbolically, nevertheless says, 'I am not worthy to loose the strap of the Lord's sandal.'
1:4779
μὴ γὰρ ἄξιος εἶναι ὁμολογεῖ τὴν τοσαύτην βαπτίσαι δύναμιν, χρῆναι γὰρ τοὺς καθαροποιοῦντας ἀπολύειν τοῦ σώματος καὶ τῶν τούτου ἁμαρτημάτων τὴν ψυχὴν ὥσπερ τοῦ δεσμοῦ τὸν πόδα
因為他承認自己不配為如此偉大的能力施洗,因那使人潔淨的,必須使靈魂脫離肉身及其罪惡,正如解開繫在腳上的帶子一般。
For he confesses that he is not worthy to baptize so great a power, since it is necessary that those who purify should release the soul from the body and its sins, just as one releases the foot from its bond.
1:4780
τάχα δὲ καὶ τὴν τελευταίαν τοῦ σωτῆρος εἰς ἡμᾶς ἐνέργειαν, τὴν προσεχῆ, λέγει, τὴν διὰ τῆς παρουσίας, ἐπικρυπτομένην τῷ τῆς προφητείας αἰνίγματι·
或許他所指的,正是救主向我們所施行的那最後、最切近的作為,即藉著祂的臨在而來的作為,這作為被隱藏在預言的隱謎之中。
Perhaps he is also speaking of the Savior's final and immediate working toward us, that which comes through his presence, concealed under the riddle of prophecy.
1:4781
ὁ <γὰρ> διὰ τῆς αὐτοψίας τὸν θεσπιζόμενον δείξας, τὴν εἰς φανερὸν πόρρωθεν ὁδεύουσαν μηνύσας ἥκουσαν παρουσίαν, ὄντως ἔλυσεν τὸ πέρας τῶν λογίων τῆς οἰκονομίας, ἐκκαλύψας τὴν ἔννοιαν τῶν συμβόλων
因為那憑親眼所見指出被預言者之人,宣告了那從遠方朝向顯現而行進、如今已然來到的臨在,實在解開了那經世安排諸言之終極,揭露了眾象徵的含義。
For he who, by his own eyewitness, pointed out the one who had been prophesied, and announced the coming presence that had been journeying from afar toward manifestation, truly loosed the final limit of the oracles of the divine economy, having unveiled the meaning of the symbols.
1:4782
Καὶ τὰ παρὰ Ῥωμαίοις ἐπὶ τῶν διαθηκῶν γινόμενα τάξιν εἴληχε, τὰ διὰ δικαιοσύνην ἐκεῖνα ζυγὰ καὶ ἀσσάρια καρπισμοί τε καὶ αἱ τῶν ὤτων ἐπιψαύσεις, τὰ μὲν γὰρ ἵνα δικαίως γίνηται, τὰ δὲ εἰς τὸν τῆς τιμῆς μερισμόν, τὸ δ' ὅπως ὁ παρατυχών, ὡς βάρους τινὸς αὐτῷ ἐπιτιθεμένου, ἑστὼς ἀκούσῃ καὶ τάξιν μεσίτου λάβῃ
羅馬人在立遺囑時所行的種種儀式,同樣具有一種次序:那些為求公正而用的天平與小錢,摘取果實,以及觸碰耳朵——其中一項是為了使此事得以公正進行,另一項是為了劃分價值份額,還有一項則是使在場者彷彿被賦予某種責任,站立聆聽,擔任見證中介之職。
And the practices customary among the Romans in the making of wills have likewise received their order: those scales and small coins used for the sake of justice, and the plucking of fruit, and the touching of the ears — the one so that it might be done justly, another for the apportioning of value, and the other so that the bystander, as if some weight were being laid upon him, might stand and listen and take the role of a mediating witness.
1:4783
Ἀλλ', ὡς ἔοικεν, ἔλαθον ὑπὸ φιλοτιμίας ἀποδεικτικῆς περαιτέρω τοῦ δέοντος παρεκβάς
但看來,我因求證明之熱心,不知不覺岔題過遠,超乎所需了。
But, it seems, I have unwittingly, through a zeal for demonstration, digressed further than was necessary.
1:4784
ἐπιλείψει γάρ με ὁ βίος τὸ πλῆθος ... τῶν συμβολικῶς φιλοσοφούντων παρατιθέμενον
因為若要一一列舉那眾多以象徵方式從事哲學思考者,我這一生也不夠用。
For my life would fail me were I to cite the multitude of those who philosophize symbolically.
1:4785
μνήμης τε οὖν ἕνεκεν καὶ συντομίας καὶ τοῦ πρὸς τὴν ἀλήθειαν ἀνατετάσθαι τοι... αῦταί τινες αἱ τῆς βαρβάρου φιλοσοφίας γραφαί
為求記憶與簡明,並為使人向真理伸展,蠻族哲學的著述便是如此這般。
For the sake, then, of memory and brevity, and of being stretched forth toward the truth, such, then, are certain writings of the barbarian philosophy.
1:4786
τῶν γὰρ πολλάκις αὐταῖς πλησιαζόντων καὶ δοκιμασίαν δεδωκότων κατά τε τὴν πίστιν κατά τε τὸν βίον
因為對那些屢次親近這些著述、並在信仰與生活上都經過考驗的人而言,
For to those who have often drawn near to them and have given proof, both according to faith and according to life,
1:4787
ἅπαντα μόνων ἐθέλουσιν ὑπάρχειν τὴν ὄντως ... οὖσαν φιλοσοφίαν καὶ τὴν ἀληθῆ θεολογίαν
他們願一切都惟獨屬於他們——那真正存在的哲學,以及真實的神學。
they wish all things to belong to them alone — the philosophy that truly is, and the true theology.
1:4788
ναὶ μὴν ἐξηγητοῦ τινος καὶ καθηγητοῦ χρείαν ἔχειν ἡμᾶς βούλονται·
是的,他們認為我們需要某位解經者與導師。
Yes indeed, they hold that we have need of some interpreter and guide.
1:4789
οὕτως γὰρ καὶ σπουδασθήσεσθαι μᾶλλον καὶ ὠφελήσειν τοὺς ἀξίους αὐτῶν διελάμβανον καὶ ἀνεξαπατήτους <τούτους> ἔσεσθαι, παρὰ τῶν εὖ εἰδότων παρα... λαμβάνοντας
因為他們認為,如此一來,這些道理便更會被人殷勤追求,並使配得的人得益,且使他們不致受騙,因為是從那些真正明白的人領受而來。
For thus, they supposed, these things would be pursued with more earnestness and would benefit those worthy of them, and these would remain undeceived, receiving them from those who know well.
1:4790
ἄλλως τε καὶ πάνθ', ὅσα διά τινος παρακαλύμματος ὑποφαίνεται, μείζονά τε καὶ σεμνοτέραν δείκνυσι τὴν ἀλήθειαν
此外,凡是透過某種帷幕微微顯露出來的事物,都使真理顯得更為宏大、更為莊嚴。
Besides, all things that are shown forth through some veil display the truth as greater and more august.
1:4791
διὰ τῶν παρακαλυμμάτων συνεμφάσεις τινὰς αὐταῖς προσχαριζομένων
正如那些帷幕為它們增添了某些言外的意蘊,
As the veils graciously lend them certain added significances,
1:4792
ἐλεγκτικαὶ γὰρ αἱ περιαύγειαι πρὸς τῷ καὶ τὰ φανερὰ μονοτρόπως ... κατανοεῖσθαι
因為過度的光照容易招致駁斥,何況即使是顯明陳述之事,也只能被理解為單一的意義。
For direct exposure to light is apt to invite refutation, in addition to the fact that even what is plainly stated comes to be understood in only a single way.
1:4793
συνεκδοχὰς τοίνυν πλείονας ἐξὸν εἶναι λαμβάνειν
因此,一句話可容納多重的引申含義。
It is possible, then, to take several implied meanings.
1:4794
ὥσπερ οὖν λαμβάνομεν, ἐκ τῶν μετ' ἐπικρύψεως εἰρημένων
正如我們從那些以隱晦方式所說的話語中領受意義一般。
Just as, then, we derive meanings from things spoken with concealment.
1:4795
ὧν οὕτως ἐχόντων σφάλλεται μὲν ὁ ἄπειρος καὶ ἀμαθής, καταλαμβάνει ... δὲ ὁ γνωστικός
既然情形如此,無經驗且未受教者便會失足,惟有屬靈知識者能夠領悟。
Since these things are so, the inexperienced and untaught man goes astray, but the Gnostic apprehends the truth.
1:4796
ἤδη γοῦν οὐδὲ τοῖς τυχοῦσιν ἤθελον ἀνέδην ἐκκεῖσθαι πάντα, οὐδὲ κοινοποιεῖσθαι τὰ σοφίας ἀγαθὰ τοῖς μηδ' ὄναρ τὴν ψυχὴν κεκαθαρμένοις·
事實上,他們並不願一切事物毫無揀擇地向偶遇之人公開,也不願把智慧的美善公諸於眾,賜給那些連在夢中也未曾潔淨自己靈魂的人。
Indeed, they were unwilling that all things should lie open indiscriminately even to chance persons, nor that the good things of wisdom should be made common to those who have not even in a dream had their souls purified.
1:4797
οὐ γὰρ θέμις ὀρέγειν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων πορισθέντα οὐδὲ μὴν βεβήλοις τὰ τοῦ λόγου ... μυστήρια διηγεῖσθαι
因為把經過如此艱辛才獲得的東西,隨意賜給每個偶遇之人,這是不合宜的;同樣,把道的奧祕講述給俗世未潔之人聽,也是不合宜的。
For it is not lawful to offer to whoever happens along the things procured with such great labors, nor indeed to recount the mysteries of the Word to the profane.
1:4798
φασὶ γοῦν Ἵππαρχον τὸν Πυθαγόρειον, αἰτίαν ἔχοντα γράψασθαι τὰ τοῦ Πυθαγόρου σαφῶς, ἐξελαθῆναι τῆς δια... τριβῆς καὶ στήλην ἐπ' αὐτῷ γενέσθαι οἷα νεκρῷ
據說畢達哥拉斯學派的希帕庫斯,因被控明白寫出畢達哥拉斯的教義,而被逐出學派,並且為他豎立墓碑,如同他已死去一般。
They say, at any rate, that Hipparchus the Pythagorean, being accused of having written down the doctrines of Pythagoras plainly, was expelled from the school, and that a gravestone was erected for him as though he were dead.
1:4799
διὸ καὶ ἐν τῇ βαρβάρῳ φιλοσοφίᾳ νεκροὺς καλοῦσι τοὺς ἐκπεσόντας τῶν δογμάτων ... καὶ καθυποτάξαντας τὸν νοῦν τοῖς πάθεσι τοῖς ψυχικοῖς
因此,在蠻族哲學中,他們也稱那些背離教義、使心思屈服於靈魂諸情慾的人為「死人」。
Wherefore also, in the barbarian philosophy, they call 'dead' those who have fallen away from the doctrines and have subjected their mind to the passions of the soul.
1:4800
τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, κατὰ τὸν θεῖον ἀπόστολον, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; δίχα γὰρ Ὀλυμπίων καὶ φθιμένων ... τιμαί
照那位神聖使徒所言:「義和不義有甚麼相交呢?光明和黑暗有甚麼相通呢?基督和彼列有甚麼相和呢?信主的和不信主的有甚麼相干呢?」因為屬奧林匹亞諸神的尊榮,與屬亡者的尊榮,本是各別不同的。
'For what fellowship has righteousness with lawlessness,' according to the divine apostle, 'or what communion has light with darkness? And what agreement has Christ with Belial? Or what portion has a believer with an unbeliever?' For the honors of the Olympian gods and of the dead are distinct.
1:4801
διὸ καὶ ἐξέρχεσθε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει ... κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε·
「所以你們要從他們中間出來,與他們分別,不要沾不潔淨的物」,主如此說;
'Wherefore come out from among them, and be separated,' says the Lord, 'and touch nothing unclean.'
1:4802
κἀγὼ εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας
「我就收納你們,我要作你們的父,你們要作我的兒女。」
'And I will receive you, and I will be a father to you, and you shall be sons and daughters to me.'
1:4803
Οὐ μόνοι ἄρα οἱ Πυθαγόρειοι καὶ Πλάτων τὰ πολλὰ ἐπεκρύπτοντο, ἀλλὰ καὶ οἱ Ἐπικούρειοί φασί τινα καὶ παρ' αὐτοῦ ἀπόρρητα εἶναι καὶ μὴ πᾶσιν ἐπιτρέπειν ἐντυγχάνειν τούτοις τοῖς γράμμασιν
由此可見,並非只有畢達哥拉斯學派和柏拉圖隱藏了許多事,就連伊比鳩魯學派也說,就連伊比鳩魯本人也有一些祕而不宣之事,且不許人人皆可閱讀這些著作。
Not only, then, did the Pythagoreans and Plato conceal many things, but the Epicureans too say that there were certain secret matters even from him, and that they do not permit everyone access to these writings.
1:4804
ἀλλὰ καὶ οἱ Στωϊκοὶ λέγουσι Ζήνωνι τῷ πρώτῳ γεγράφθαι τινά, ἃ μὴ ῥᾳδίως ἐπιτρέπουσι τοῖς μαθηταῖς ἀναγινώσκειν, μὴ οὐχὶ πεῖραν ... δεδωκόσι πρότερον, εἰ γνησίως φιλοσοφοῖεν
還有斯多噶學派也說,他們的創始人芝諾寫了某些著作,除非門徒先前已證明自己是真誠地從事哲學,否則他們不會輕易允許門徒閱讀。
But the Stoics also say that certain things were written by Zeno, their founder, which they do not readily permit their disciples to read, unless these have first given proof of whether they philosophize genuinely.
1:4805
λέγουσι δὲ καὶ οἱ Ἀριστοτέλους τὰ μὲν ἐσωτερικὰ εἶναι τῶν συγγραμμάτων αὐτοῦ, τὰ δὲ ... κοινά τε καὶ ἐξωτερικά
亞里斯多德的門人也說,他的著作有一部分是祕傳的,另一部分則是通俗而外傳的。
And the followers of Aristotle likewise say that some of his writings are esoteric, and others common and exoteric.
1:4806
ἀλλὰ καὶ οἱ τὰ μυστήρια θέμενοι, φιλόσοφοι ὄντες, τὰ αὑτῶν δόγματα τοῖς μύθοις κατέχωσαν, ὥστε μὴ ... εἶναι ἅπασι δῆλα·
再者,那些設立祕儀的人,本是哲學家,他們把自己的教義埋藏在神話之中,使其不致人人皆明白。
Moreover, those who established the mysteries, being philosophers, buried their own doctrines in myths, so that they would not be plain to all.
1:4807
εἶθ' οἳ μέν, ἀνθρωπίνας κατακρύψαντες δόξας, τοὺς ἀμαθεῖς ἐκώλυσαν ἐντυγχάνειν, τὴν δὲ τῶν ὄντων ὄντως ἁγίαν καὶ μακαρίαν θεωρίαν οὐ παντὸς μᾶλλον ἐπικεκρύφθαι συνέφερεν; ... πλὴν οὔτε τὰ τῆς βαρβάρου φιλοσοφίας οὔθ' οἱ μῦθοι οἱ Πυθαγόρειοι, ἀλλ' οὐδ' οἱ παρὰ Πλάτωνι ἐν Πολιτείᾳ Ἠρὸς τοῦ Ἀρμενίου καὶ ἐν Γοργίᾳ Αἰακοῦ καὶ Ῥαδαμάνθυος καὶ ἐν Φαίδωνι ὁ τοῦ Ταρτάρου καὶ ἐν Πρωταγόρᾳ ὁ Προμηθέως καὶ Ἐπιμηθέως πρός τε τούτοις ὁ τοῦ πολέμου τῶν Ἀτλαντικῶν καὶ τῶν Ἀθηναίων ἐν τῷ Ἀτλαντικῷ, οὐχ ἁπλῶς κατὰ πάντα τὰ ὀνόματα ἀλληγορητέοι, ἀλλ' ὅσα τῆς διανοίας τῆς καθόλου σημαντικά, καὶ δὴ ταῦτα ἐξεύροιμεν ἂν διὰ συμβόλων ὑπὸ παρακαλύμματι τῇ ἀλληγορίᾳ μηνυόμενα
既然如此,有些人隱藏的不過是人為的見解,尚且禁止未受教者接觸;那麼,那真正聖潔且蒙福的、對實存事物的默觀,豈不更應當被隱藏起來嗎?然而,無論是蠻族哲學的著述,還是畢達哥拉斯的神話,甚至柏拉圖著作中的——如《理想國》中亞美尼亞人厄爾的神話、《高爾吉亞篇》中埃阿科斯與拉達曼堤斯的神話、《斐多篇》中塔爾塔羅斯的神話、《普羅塔哥拉篇》中普羅米修斯與厄庇米修斯的神話,以及《阿特蘭提斯篇》中亞特蘭提斯人與雅典人之戰的神話——這些都不應該按其中每一個名字逐一寓意解讀,而只應就其中含有普遍意涵的部分來解讀;而這些,我們正可透過象徵、在寓意的帷幕之下發現其所指示的意義。
If, then, some men, having concealed merely human opinions, prevented the unlearned from having access to them, was it not far more fitting that the truly holy and blessed contemplation of the things that really are should be concealed above all else? Yet neither the writings of the barbarian philosophy, nor the Pythagorean myths, nor even those in Plato — the myth of Er the Armenian in the Republic, and that of Aeacus and Rhadamanthus in the Gorgias, and that of Tartarus in the Phaedo, and that of Prometheus and Epimetheus in the Protagoras, and besides these, that of the war between the Atlantics and the Athenians in the Atlanticus — are to be allegorized simply in every single name, but only so far as they signify something of the general sense; and indeed these things we shall discover to be indicated through symbols, under the veil of allegory.
1:4808
Ναὶ μὴν καὶ ἡ Πυθαγόρου συνουσία καὶ ἡ πρὸς τοὺς ὁμιλητὰς διττὴ κοινωνία, ἀκουσματικοὺς τοὺς πολλοὺς καί τινας μαθηματικοὺς ἑτέρους καλοῦσα, τοὺς γνησίως ἀνθαπτομένους τῆς φιλοσοφίας, ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ < καὶ> κεκρυμμένον εἶναι ... πρὸς τοὺς πολλοὺς ᾐνίσσετο
是的,畢達哥拉斯與其門人的交往,以及他與聽講者之間的雙重團契——他稱多數人為「聽者」(akousmatikoi),稱另一部分真正致力於哲學的人為「數理者」(mathematikoi)——其中一種教導公開講明,另一種則保持隱藏,如此對眾人隱約暗示著。
Yes, indeed, and also the fellowship of Pythagoras and his twofold communion with his associates — calling the many 'akousmatikoi' (hearers) and certain others 'mathematikoi' (learners), those who genuinely laid hold of philosophy — the one teaching was spoken openly, while the other remained hidden, thus hinting darkly to the many.
1:4809
ἴσως δὲ καὶ τὸ διττὸν ἐκεῖνο εἶδος τῶν ἐκ τοῦ Περιπάτου, τὸ ἐν τοῖς λόγοις ἔνδοξόν τε καὶ ἐπιστημονικὸν καλούμενον, οὐκ ἀπήλλακται < τοῦ> διαιρεῖν δόξαν ἀπό τε εὐκλείας καὶ ἀληθείας
或許逍遙學派那雙重的教學方式——在其論述中被稱為「通俗的」與「學術的」——也同樣未能免於把意見與名譽及真理區分開來。
And perhaps too that twofold kind belonging to those of the Peripatetic school — called in their discourses 'exoteric' and 'scientific' — is likewise not free from distinguishing opinion from both renown and truth.
1:4810
μηδέ σέ γ' εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς πρὸς θνητῶν ἀνελέσθαι, ἐφ' ᾧ θ' ὁσίης πλέον εἰπεῖν
也不要讓那受世人稱譽的尊榮之花誘使你去摘取,以致說出超過聖潔尺度的話。
Nor let the flowers of honor esteemed by mortals compel you to gather them, at the cost of speaking more than is right.
1:4811
αἱ γοῦν Ἰάδες μοῦσαι διαρρήδην λέγουσι τοὺς μὲν πολλοὺς καὶ δοκησισόφους δήμων ἀοιδοῖσιν ἕπεσθαι καὶ νόμοισι χρέεσθαι, εἰδότας ὅτι πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοί·
愛奧尼亞的繆思確實明言,多數自以為聰明的人,跟隨眾人的歌者、依循世俗的規矩,儘管他們明知惡人眾多,善人寥寥。
The Ionic Muses, at any rate, say explicitly that the many, who merely seem wise, follow the singers of the peoples and make use of common customs, knowing that the many are bad, and the good are few.
1:4812
τοὺς ἀρίστους δὲ τὸ κλέος μετα... διώκειν
但最優秀的人所追求的,乃是榮譽。
But the best pursue glory instead.
1:4813
αἱρεῦνται γάρ, φησίν, ἓν ἀντὶ πάντων οἱ ἄριστοι κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅπως κτήνεα, γαστρὶ καὶ αἰδοίοις καὶ τοῖς αἰσχίστοις τῶν ἐν ἡμῖν μετρήσαντες τὴν εὐδαι... μονίαν·
他說:「因為最優秀的人在萬事之中,惟獨揀選一件事——就是在必朽者中永存的榮譽;而多數人卻像牲畜一樣飽足」,他們是以肚腹、私處,以及我們裡面最卑賤的東西,來衡量幸福。
'For the best,' he says, 'choose one thing above all: everlasting glory among mortals; but the many are glutted like cattle,' having measured happiness by the belly and the private parts and the basest things within us.
1:4814
ὅ τ' Ἐλεάτης Παρμενίδης ὁ μέγας διττῶν εἰσηγεῖται διδασκαλίαν ὁδῶν ὧδέ πως γράφων·
還有那位偉大的埃利亞人巴門尼德,也教導雙重道路的學說,他大致這樣寫道:
And Parmenides the great, of Elea, teaches a twofold path, writing something like this:
1:4815
ἠμὲν Ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ, ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής
「既有那善於說服的真理之不動搖的核心,也有必朽者的種種意見,其中並無真實可信之處。」
'Both the unshaken heart of well-persuasive Truth, and the opinions of mortals, in which there is no true trust.'
1:4816
φησὶν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυ στηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ ... καὶ προφήταις
他說:「這奧祕曾啟示於我,正如我先前簡略所寫的,你們讀了就能明白我在基督奧祕上所有的悟性;這奧祕在以往的世代並未讓世人得知,如今卻已啟示給他的聖使徒和先知了。」
He says, 'the mystery was made known to me, as I wrote before briefly, by which, when you read, you are able to perceive my understanding in the mystery of Christ, which in other generations was not made known to the sons of men, as it has now been revealed to his holy apostles and prophets.'
1:4817
ἔστιν γάρ τις καὶ τελείων μάθησις, περὶ ἧς πρὸς τοὺς Κολοσσαεῖς γράφων φησίν·
因為也有一種給那完全人的教導,論到這教導,他寫信給歌羅西人時說道:
For there is also a certain teaching for the perfect, concerning which, writing to the Colossians, he says:
1:4818
οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι, ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρέσκειαν, παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ θεοῦ, ἐν πάσῃ δυνάμει ἐνδυνα... μούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ
「我們為你們不住地禱告祈求,願你們在一切屬靈的智慧悟性上,滿心明白神的旨意;行事為人對得起主,凡事蒙他喜悅,在一切善事上結果子,漸漸多知道神;照他榮耀的權能,得以在各樣的力量上加力。」
'We do not cease praying and asking on your behalf, that you may be filled with the knowledge of his will in all wisdom and spiritual understanding, so as to walk worthily of the Lord unto all pleasing, bearing fruit in every good work and increasing in the knowledge of God, being strengthened with all power according to the might of his glory.'
1:4819
καὶ πάλιν κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι φησὶν εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ὃ νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι, τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστη... ρίου τούτου ἐν τοῖς ἔθνεσιν
他又說:「照神為你們所賜給我的職分,要把神的道理傳得全備,這道理就是歷世歷代所隱藏的奧祕,但如今向他的聖徒顯明了;神願意叫他們知道,這奧祕在外邦人中有何等豐盛的榮耀。」
And again he says, 'according to the stewardship of God given to me for you, to fulfill the word of God — the mystery hidden from the ages and from the generations, but now manifested to his saints, to whom God willed to make known what is the riches of the glory of this mystery among the Gentiles.'
1:4820
ὥστε ἄλλα μὲν τὰ μυστήρια τὰ ἀποκεκρυμμένα ἄχρι τῶν ἀποστόλων καὶ ὑπ' αὐτῶν παραδοθέντα ὡς ἀπὸ τοῦ κυρίου παρειλήφασιν (ἀποκεκρυμμένα δὲ ἐν τῇ παλαιᾷ διαθήκῃ), ἃ νῦν ἐφανερώθη τοῖς ἁγίοις, ἄλλο δὲ τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τοῦ ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν ἡ πίστις καὶ ἡ ... ἐλπὶς ἡ εἰς Χριστόν, ὃν ἀλλαχῇ θεμέλιον εἴρηκεν
由此可見,一種是直到使徒才顯明、並由使徒承自主而傳下來的奧祕(這奧祕在舊約中原是隱藏的),如今已向聖徒顯明;另一種則是那在外邦人中的奧祕之榮耀的豐盛,即那朝向基督的信與望——他在別處稱基督為根基。
So that the mysteries hidden until the apostles, and handed down by them as they had received them from the Lord (mysteries hidden in the Old Testament), which have now been made manifest to the saints, are one thing; and the riches of the glory of the mystery among the Gentiles — which is the faith and hope directed toward Christ, whom elsewhere he has called the foundation — is another thing.
1:4821
καὶ πάλιν οἷον φιλοτιμούμενος ἐμφῆναι τὴν γνῶσιν ὧδέ πως γράφει·
他又彷彿極力想要顯明那真知識一般,大致這樣寫道:
And again, as though striving earnestly to display the knowledge, he writes something like this:
1:4822
νουθετοῦντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρω... πον τέλειον ἐν Χριστῷ·
「用諸般的智慧勸戒各人,教導各人,要把各人在基督裡完完全全地引到神面前。」
'Admonishing every man in all wisdom, that we may present every man perfect in Christ.'
1:4823
οὐ πάντα ἁπλῶς ἄνθρωπον, ἐπεὶ οὐδεὶς ἂν ἦν ἄπιστος, οὐδὲ μὴν πάντα τὸν πιστεύοντα τέλειον ἐν Χριστῷ, ἀλλὰ πάντα ἄνθρωπον λέγει, ὡς εἰπεῖν ὅλον τὸν ἄνθρωπον, οἷον σώματι καὶ ψυχῇ ἡγνισμένον, ἐπεί, ὅτι οὐ πάντων ἡ γνῶσις, ... διαρρήδην ἐπιφέρει·
這裡並非泛指每一個人——否則就不會有人是不信的了——也不是指每個信徒都在基督裡完全,而是指「每一個人」意謂整全的人,亦即身體與靈魂都已被潔淨的人;而至於知識並非人人皆有,他隨即明白地補充說:
Not simply every man — for then no one would be an unbeliever — nor indeed every believer as perfect in Christ, but he means 'every man' in the sense of the whole man, that is, one purified in both body and soul; and that knowledge does not belong to all, he adds explicitly:
1:4824
συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ ἐν Χριστῷ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι
「因愛心互相聯絡,以致有豐盛的確信悟性,得以認識神的奧祕,就是基督,所積蓄的一切智慧知識,都在他裡面隱藏著。」
'Being knit together in love and unto all the riches of the full assurance of understanding, unto the full knowledge of the mystery of God in Christ, in whom are hidden all the treasures of wisdom and knowledge.'
1:4825
τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ... ἐν αὐτῇ ἐν εὐχαριστίᾳ·
「你們要恆切禱告,在此警醒感恩。」
'Continue steadfastly in prayer, being watchful in it with thanksgiving.'
1:4826
ἡ εὐχαριστία δὲ οὐκ ἐπὶ ψυχῆς μόνον καὶ τῶν πνευματικῶν ἀγαθῶν, ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος γίνεται καὶ ... τῶν τοῦ σώματος ἀγαθῶν
感恩並非僅僅為了靈魂及屬靈的美善,也是為了身體以及身體的美善。
And thanksgiving occurs not only for the soul and its spiritual goods, but also for the body and the goods of the body.
1:4827
καὶ ἔτι σαφέστερον ἐκκαλύπτει τὸ μὴ πάντων εἶναι τὴν γνῶσιν, ἐπιλέγων·
他更清楚地揭示,知識並非人人皆有,並補充說:
And still more clearly he reveals that knowledge does not belong to all, adding:
1:4828
προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι' ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι
「也要為我們禱告,求神給我們開傳道的門,能以講基督的奧祕(我也為此被捆鎖),叫我按著所該說的話將這奧祕發明出來。」
'Praying at the same time also for us, that God may open to us a door to speak the mystery of Christ, for which I am also bound, that I may reveal it as I ought to speak.'
1:4829
ἦν γάρ τινα ἀγράφως παραδιδόμενα
因為確實有一些事情是不藉文字、而口傳承接下來的。
For there were certain things handed down without being written.
1:4830
αὐτίκα τοῖς Ἑβραίοις καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον φησίν, ὡς ἂν ἐγγηράσαντες τῇ διαθήκῃ τῇ παλαιᾷ, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγό... νατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς·
例如對希伯來人,他說:因你們原是本該作師傅的,卻已在舊約中年久漸老,如今「你們竟又需要有人將神聖言小學的開端另教導你們,成了那必須吃奶、不能吃乾糧的人。」
For example, to the Hebrews — for, he says, though by reason of the time you ought to be teachers, since you have grown old in the Old Testament — 'you have need again for someone to teach you what are the elementary principles of the beginning of the oracles of God, and you have come to have need of milk, and not of solid food.'
1:4831
πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστι, τὰ ... πρῶτα μαθήματα πεπιστευμένος·
凡吃奶的,都不熟練仁義的道理,因為他是嬰孩,只受託付了最初的教訓;
For everyone who partakes of milk is unskilled in the word of righteousness, for he is a babe, entrusted only with the first lessons.
1:4832
τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ
但長成人才用得着乾糧,他們的官能因習練而得以純熟,能分辨好歹。
But solid food belongs to the perfect, to those who through practice have their senses trained for the discernment of good and evil.
1:4833
διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα
所以,我們應當離開基督道理的開端,竭力進到完全的地步;
Therefore, leaving behind the word of the beginning of Christ, let us be carried on to perfection.
1:4834
Ἀλλὰ καὶ Βαρνάβας ὁ καὶ αὐτὸς συγκηρύξας τῷ ἀποστόλῳ κατὰ τὴν διακονίαν τῶν ἐθνῶν τὸν λόγον ἁπλούστερον φησὶν ὑμῖν ... γράφω, ἵνα συνιῆτε
還有巴拿巴,他也曾與使徒一同在向外邦人的服事上宣講道理,他說:『我寫給你們較為淺白,好叫你們明白。』
But Barnabas too, who himself proclaimed the word together with the Apostle in the ministry to the Gentiles, says, 'I write to you more simply, that you may understand.'
1:4835
εἶθ' ὑποβὰς ἤδη σαφέστερον γνωστικῆς παραδόσεως ἴχνος παρατιθέμενος λέγει·
接着他往下說,更清楚地陳明了一點靈知傳統的痕跡,說:
Then, proceeding further, and now setting forth more clearly a trace of the gnostic tradition, he says:
1:4836
τί λέγει ὁ ἄλλος προφήτης ... Μωυσῆς αὐτοῖς; ἰδοὺ τάδε λέγει κύριος ὁ θεός·
另一位先知摩西對他們說甚麼呢?「看哪,主 神如此說:」
What does the other prophet, Moses, say to them? 'Behold, thus says the Lord God:'
1:4837
εἰσέλθετε εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος ὁ θεός, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ κατακληρονομήσατε αὐτήν, γῆν ῥέουσαν γάλα καὶ ... μέλι. τί λέγει ἡ γνῶσις; μάθετε
「你們要進入那美地,就是主 神向亞伯拉罕、以撒、雅各的神所起誓的,並要承受為業,那流奶與蜜之地。」知識怎麼說呢?你們當學習。
'Enter into the good land which the Lord God swore, the God of Abraham and Isaac and Jacob, and inherit it, a land flowing with milk and honey.' What does knowledge say? Learn.
1:4838
ἐλπίσατε, φησίν, ἐπὶ τὸν ἐν σαρκὶ μέλλοντα φανεροῦσθαι ὑμῖν Ἰησοῦν·
經上說:「你們要仰望那將要在肉身中向你們顯現的耶穌;」
'Hope,' it says, 'in him who is about to be manifested to you in the flesh, Jesus.'
1:4839
ἄνθρωπος γὰρ γῆ ἐστι πά... σχουσα·
因為人是受苦的塵土;
For man is earth that suffers.
1:4840
ἀπὸ προσώπου γὰρ γῆς ἡ πλάσις τοῦ Ἀδὰμ ἐγένετο·
因為亞當的受造,是出於地面;
For from the face of the earth came the forming of Adam.
1:4841
εἰς τὴν γῆν τὴν ἀγαθήν, γῆν ῥέουσαν γάλα καὶ μέλι; εὐλογητὸς < ὁ> κύριος ἡμῶν, ἀδελφοί, ὁ σοφίαν καὶ νοῦν θέμενος ἐν ἡμῖν ... τῶν κρυφίων αὐτοῦ
進入那美地,那流奶與蜜之地嗎?弟兄們,我們的主是當受稱頌的,他將智慧和悟性安置在我們裏面,使我們明白他隱祕的事。
into the good land, a land flowing with milk and honey? Blessed be our Lord, brethren, who has placed in us wisdom and understanding of his hidden things.
1:4842
παραβολὴν κυρίου τίς νοήσει, εἰ μὴ σοφὸς καὶ ἐπιστήμων καὶ ἀγαπῶν τὸν κύριον αὐτοῦ; ... ἐπεὶ ὀλίγων ἐστὶ ταῦτα χωρῆσαι
誰能領悟主的比喻呢?除非是有智慧、有知識、又愛主的人;因為這些事只有少數人能領受。
Who will understand a parable of the Lord, except one who is wise and knowledgeable and loves his Lord? Since these things are for few to grasp.
1:4843
οὐ γὰρ φθονῶν, φησί, παρήγγειλεν ὁ κύριος ἔν τινι εὐαγγελίῳ·
經上說,主並非出於嫉妒,而是在某福音書中吩咐說:
For not out of envy, it says, did the Lord command in a certain gospel:
1:4844
μυστήριον ἐμὸν ἐμοὶ καὶ τοῖς υἱοῖς τοῦ οἴκου μου, ἐν τῷ ἀσφαλεῖ καὶ ἀμερίμνῳ τὴν ἐκλογὴν ποιούμενος, ἵνα τὰ οἰκεῖα ὧν εἵλετο λαβοῦσα ἀνωτέρα ζήλου γένηται·
「我的奧祕是為我和我家中的兒女而有」,在穩妥無慮之中作出揀選,使那領受了他所揀選之本份的靈魂,得以超乎嫉妒之上;
'My mystery is for me and for the sons of my house,' making the choice in security and freedom from care, that the soul, having received what is proper to it and which he chose, might rise above envy.
1:4845
ὁ μὲν γὰρ μὴ ἔχων γνῶσιν ἀγαθοῦ πονηρός ἐστιν, ὅτι εἷς ἀγαθός, ὁ πατήρ·
因為那不具備良善之知識的人是邪惡的,因為獨一為善者,乃是父;
For he who does not have knowledge of the good is wicked, because One alone is good, the Father.
1:4846
τὸ δὲ ἀγνοεῖν τὸν πατέρα θάνατός ἐστιν, ὡς τὸ γνῶναι ζωὴ αἰώνιος κατὰ μετουσίαν τῆς τοῦ ἀφθάρτου δυνάμεως
不認識父就是死,正如認識他就是永生,是藉着分享那不朽者之能力而有的。
But to be ignorant of the Father is death, just as to know him is eternal life, through participation in the power of the incorruptible One.
1:4847
καὶ τὸ μὲν μὴ φθείρεσθαι θειότητος μετέχειν ἐστί, φθορὰν δὲ ἡ ἀπὸ τῆς ... τοῦ θεοῦ γνώσεως ἀπόστασις παρέχει
不朽壞就是分享神性,而背離對神的認識則帶來朽壞。
And not to be corrupted is to share in divinity, whereas corruption is brought about by apostasy from the knowledge of God.
1:4848
καὶ δώσω σοι θησαυροὺς ἀποκρύφους, σκοτεινούς, ἀοράτους, ἵνα γνῶσιν ... ὅτι ἐγὼ κύριος ὁ θεός
「我必將暗中的、隱密的、看不見的寶藏賜給你,使他們知道我是主 神。」
'And I will give you hidden treasures, dark and unseen, that they may know that I am the Lord God.'
1:4849
τὰ εἰκότα τούτοις καὶ ὁ Δαβὶδ ψάλλει·
與此相應的話,大衛也曾歌唱說:
Things fitting to these David also sings:
1:4850
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας ... σου ἐδήλωσάς μοι
「你看哪,你喜愛真理,你已將你智慧中隱密不可知的事指示我了;」
'For behold, you have loved truth; you have made known to me the hidden and secret things of your wisdom.'
1:4851
ἡμέρα γὰρ τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, τὸ γεγραμμένον ἄντικρυς, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, τὴν ἐπικεκρυμμένην μυστικῶς, καὶ οὔκ εἰσι λόγοι οὐδὲ λαλιαί, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν τῷ θεῷ τῷ φήσαντι·
「這日到那日發出言語」——這是明白寫出的一句話——「這夜到那夜傳出知識」——這是奧祕地隱藏的知識——「無言無語,也無聲音可聽」,是對那位曾這樣說過的神而言:
'For day unto day utters speech' — the very thing plainly written — 'and night unto night declares knowledge' — the knowledge mystically hidden — 'and there are no words nor speeches whose voices are not heard,' addressed to the God who said:
1:4852
ποιήσει τις κρύφα, ... καὶ οὐχὶ ἐπόψομαι αὐτόν; διὰ τοῦτο φωτισμὸς ἡ μαθητεία κέκληται ἡ τὰ κεκρυμμένα φανερώσασα, ἀποκαλύψαντος μόνου τοῦ διδασκάλου τὸ πῶμα τῆς κιβωτοῦ, ἔμπαλιν ἢ οἱ ποιηταὶ τὸν Δία φασὶ τὸν μὲν τῶν ἀγαθῶν πίθον ἐπιλαβεῖν, ἀνοῖξαι δὲ τὸν τῶν φαύλων
「人豈能行事隱祕,使我看不見他呢?」因此,門徒之道被稱為光照,因它使隱藏的事顯明出來,唯獨那位教師揭開了約櫃的蓋子——這恰與詩人論宙斯所說的相反,據說他拿住了裝好東西的罈子,卻打開了裝壞東西的那個。
'Shall a man do something in secret, and shall I not see him?' For this reason discipleship has been called illumination, since it makes manifest the things that are hidden, the Teacher alone having uncovered the lid of the ark — the reverse of what the poets say of Zeus, that he took hold of the jar of good things but opened the one of evil things.
1:4853
οἶδα ὅτι ἐρχόμενος φησὶ πρὸς ὑμᾶς ὁ ἀπόστολος ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι, τὸ πνευματικὸν χάρισμα καὶ τὴν γνωστικὴν παράδοσιν, ἣν μεταδοῦναι αὐτοῖς παρὼν παροῦσι ποθεῖ ( οὐ γὰρ δι' ἐπιστολῆς οἷά τε ἦν ταῦτα μηνύεσθαι), πλήρωμα Χριστοῦ καλέσας, ... κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, τουτέστι τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ὅτι ἐστίν·
我知道,使徒說到他來到你們那裏時,「必要帶着基督豐盛的祝福而來」——這是指屬靈的恩賜和靈知的傳統,他切望親自臨到在場之人時將這傳給他們(因為這些事不能藉着書信曉諭),他稱之為「基督的豐盛」——這是照着那奧祕的啟示,這奧祕歷世歷代隱藏緘默,如今卻藉着眾先知的經書,按永生神的命令彰顯出來,為要使信仰的順從,向萬國——就是那些從外邦人中相信的人——顯明,叫他們知道確有此事。
I know that, in coming to you, says the Apostle, 'I shall come in the fullness of the blessing of Christ' — meaning the spiritual gift and the gnostic tradition, which, present with those present, he longs to impart to them (for these things could not be conveyed by letter), calling it 'the fullness of Christ' — according to the revelation of a mystery kept silent through ages eternal, but now made manifest through the prophetic scriptures, according to the command of the eternal God, made known unto the obedience of faith to all the nations, that is, to those believing from among the Gentiles, that it exists.
1:4854
ὀλίγοις δὲ ἐκ τούτων καὶ τό, τίνα ταῦτά ἐστι τὰ ἐν μυστηρίῳ, δείκνυται
但在這些人中間,也只有少數人得以進一步明白,這奧祕裏所指的究竟是甚麼。
But to only a few of these is it further shown what these things are that lie within the mystery.
1:4855
Εἰκότως τοίνυν καὶ Πλάτων ἐν ταῖς Ἐπιστολαῖς περὶ θεοῦ διαλαμβάνων φραστέον δή σοι φησὶ δι' αἰνιγμάτων, ἵν' ἤν τι < ἡ> δέλτος ... ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ
因此,柏拉圖在其《書信集》中論及神時,恰如其分地說:「我必須用謎語向你陳明,好叫這寫版若在海上或陸地的摺疊中遭遇不測,讀到它的人也無法明白。」
Fittingly, then, Plato too, in the Epistles, discoursing concerning God, says, 'I must express it to you in riddles, so that, should the tablet suffer some mishap in the folds of sea or land, whoever reads it may not understand.'
1:4856
ὁ γὰρ τῶν ὅλων θεὸς ὁ ὑπὲρ πᾶσαν φωνὴν καὶ πᾶν νόημα καὶ πᾶσαν ἔννοιαν οὐκ ἄν ποτε γραφῇ παραδοθείη, ἄρρητος ὢν δυνάμει τῇ αὑτοῦ
因為萬有之神,超乎一切言語、一切思想、一切概念之上,是絕不可能被文字所承載的,因祂本身的能力乃是不可言喻的。
For the God of the universe, who is above every voice and every thought and every conception, could never be committed to writing, being by his own power ineffable.
1:4857
ὅπερ καὶ αὐτὸ δεδήλωκεν Πλάτων λέγων·
這一點,柏拉圖自己也曾說明過,他說:
This very thing Plato himself also made clear, saying:
1:4858
πρὸς ταῦτ' οὖν σκοπῶν εὐλαβοῦ, μή ποτέ σοι μεταμελήσῃ τῶν νῦν ἀναξίως ἐκπεσόντων·
「因此,你當顧念這些事而謹慎,免得日後為着如今這不配地流傳出去的事而懊悔;」
'Looking, then, to these things, be on your guard, lest you should ever come to regret what has now unworthily fallen out.'
1:4859
μεγίστη δὲ φυλακὴ τὸ μὴ γράφειν, ἀλλ' ἐκμανθάνειν·
「最大的防範,乃是不要寫下來,而要熟記於心;」
'The greatest safeguard is not to write it down, but to learn it by heart.'
1:4860
οὐ γὰρ ἔστιν, ... οὐκ ἔστιν τὰ γραφέντα μὴ οὐκ ἐκπεσεῖν
「因為凡寫下來的事,是不可能不流失出去的。」
'For it is not possible — it is not possible — that what has been written should not get abroad.'
1:4861
ἀδελφὰ τούτοις ὁ ἅγιος ἀπόστολος Παῦλος λέγει, τὴν προφητικὴν καὶ τῷ ὄντι ἀρχαίαν σῴ... ζων ἐπίκρυψιν, ἀφ' ἧς τὰ καλὰ τοῖς Ἕλλησιν ἐρρύη δόγματα·
聖使徒保羅也曾說了與此相仿的話,他持守着那先知性的、真正古老的隱祕,正是從這隱祕,美善的教義流傳給了希臘人;
Things akin to these the holy apostle Paul also says, guarding the prophetic and truly ancient concealment, from which the good doctrines flowed to the Greeks.
1:4862
σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων·
「然而在成熟的人中間,我們是講智慧,但不是這世上的智慧,也不是這世上將要敗落之官長的智慧;」
'Yet we speak wisdom among the perfect, wisdom not of this age nor of the rulers of this age, who are coming to nothing.'
1:4863
ἀλλὰ ... λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην
「乃是講神奧祕的智慧,就是那隱藏的智慧;」
'But we speak the wisdom of God in a mystery, the wisdom that has been hidden.'
1:4864
ἔπειτα ὑποβὰς τὸ εὐλαβὲς τῆς εἰς τοὺς πολλοὺς τῶν λόγων ἐκφοιτήσεως ὧδέ πως διδάσκει·
然後,他更往下就這些話語不宜輕易流傳於眾人一事,如此教導說:
Then, further on, he teaches somewhat as follows concerning the caution needed against letting these words spread abroad to the many:
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。