📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 雜記(八卷)

雜記(八卷) 第 1 章 第 28/42 段

希臘文原文.244 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:5311–1:5554(全章共 7922 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:5311
δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι, μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν·
因為人理當本性上有益於人,不應玷污處女、行姦淫之事,也不應為錢財而偷竊、殺人;
'for a man ought by nature to be useful, not corrupting virgins nor committing adultery, not stealing nor murdering for the sake of money;'
1:5312
μηδὲ βελόνης ἔναμμα ἐπιθυμήσῃς, Πάμφίλε·
潘菲盧斯啊,就連一根針線,你也不該貪求;
'nor should you ever covet, Pamphilus, so much as the thread of a needle;'
1:5313
ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών
因為神就在你身旁,看著你呢。」
'for God sees you, being present close at hand.'
1:5314
θεὸς ἐγγίζων ἐγώ εἰμι καὶ οὐχὶ θεὸς πόρρωθεν·
「我是臨近的神,並不是遠離的神;
'I am a God who draws near, and not a God far off;'
1:5315
ἢ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις καὶ οὐχὶ ὄψομαι αὐτόν; διὰ Ἱερεμίου φησίν
人豈能在隱密處行事,而我卻看不見他呢?」祂藉耶利米如此說。
'shall a man do anything in secret, and shall I not see him?' he says through Jeremiah.
1:5316
Καὶ πάλιν ὁ Μένανδρος παραφράζων τὴν γραφὴν ἐκείνην θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον ὧδέ πως γράφει·
米南德又一次,將那句經文──「你們當獻上公義的祭,仰望耶和華」──加以改寫,大略如此寫道:
And again Menander, paraphrasing that scripture, 'Offer a sacrifice of righteousness, and hope in the Lord,' writes somewhat as follows:
1:5317
μηδὲ βελόνης, ὦ φίλτατε, ἐπιθυμήσῃς ποτὲ ἀλλοτρίας·
「至親愛的朋友啊,切莫貪求他人的一根針;
'nor, dearest friend, ever covet another's needle;'
1:5318
ὁ γὰρ θεὸς δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις, πονοῦντα δὲ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν
因為神喜悅公義的行為,不喜悅不義的行為,並容讓勞碌的人得以興旺自己的生計,日夜耕種土地。」
'for God delights in righteous deeds and not in unrighteous ones, and allows the one who labors to raise up his own livelihood, tilling the earth night and day.'
1:5319
θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν, μὴ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ
「你要向神獻祭,就當始終行義,不要只在衣袍上顯得華美,內心卻不然。」
'But sacrifice to God by being righteous through and through, not resplendent in your robes as you ought to be in your heart.'
1:5320
† βροντῆς ἐὰν † ἀκούσῃς, μὴ φύγῃς, μη<δὲν> συνειδὼς αὐτὸς αὑτῷ, δέσποτα·
「〔若你聽見雷聲〕,主人啊,不必逃跑,只要你自己心中沒有任何虧欠;」
'†If you hear thunder†, do not flee, being conscious of nothing amiss in yourself, O master;'
1:5321
ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών
因為神就在你身旁鑒察你。
For God sees you, being present nearby.
1:5322
ἔτι σοῦ λαλοῦντος, φησὶν ἡ γραφή, ἐρῶ·
經上說:「你還說話的時候,我必說:」
'While you are yet speaking,' says the Scripture, 'I will say:'
1:5323
Δίφιλος πάλιν ὁ κωμικὸς τοιαῦτά τινα περὶ τῆς κρίσεως διαλέγεται·
喜劇詩人狄斐羅(Diphilus)論到審判,又說了這樣的話:
Diphilus the comic poet, again, discourses somewhat as follows concerning judgment:
1:5324
οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ, πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάντα ὁρᾷ
尼西拉圖啊,你以為那些在世享盡一切奢華逸樂而死的人,就這樣悄悄逃過了神明的眼目嗎?公義自有一隻眼睛,看見萬事萬物。
Do you think, Niceratus, that the dead, having partaken of every luxury in life, have escaped the divine as though unnoticed? There is an eye of Justice, which sees all things.
1:5325
καὶ γὰρ καθ' Ἅιδην δύο τρίβους νομίζομεν·
因為我們相信,在冥府(哈得斯)之中也有兩條道路:
For in Hades, too, we believe there are two paths:
1:5326
μίαν δικαίων, ἑτέραν δὲ ἀσεβῶν εἶναι ὁδόν
一條是義人的路,另一條是不敬虔者的路。
one the way of the just, and the other the way of the impious.
1:5327
εἰ τοὺς δύω καλύψει ἡ γῆ ( φησί) τῷ παντὶ χρόνῳ, ἅρπαζε ἀπελθών, κλέπτε, ἀποστέρει, κύκα·
他說:「若大地終究要一樣地永遠掩埋這兩種人,那就儘管去搶奪、去偷竊、去欺詐、去攪亂一切吧——」
'If the earth,' he says, 'will cover the two alike for all time, then go and plunder, steal, defraud, throw everything into confusion —'
1:5328
ἔστι καὶ ἐν Ἅιδου κρίσις·
其實在冥府之中也有審判;
there is also judgment in Hades;
1:5329
ἥνπερ ποιήσει ὁ θεὸς ὁ πάντων δεσπότης, οὗ τὸ ὄνομα φοβερὸν ἐστιν οὐδ' ἂν ὀνομάσαιμι ἐγώ·
這審判是萬有的主宰──神──所要施行的;祂的名是可畏的,連我也不敢說出來;
which God, the master of all, will execute — he whose name is fearful, so that I would not even dare to pronounce it;
1:5330
ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον δίδωσιν
祂賜給犯罪的人長久的生命。
who gives length of life to sinners.
1:5331
Εἴ τις δὲ θνητῶν οἴεται τὸ ὑφ' ἡμέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη
若有凡人以為自己日日行惡,卻能瞞過眾神,他所存的就是邪惡之念;而正當他這樣想的時候,一旦公義有暇顧及,他便要被捉拿。
But if any mortal thinks that, in doing some evil day by day, he escapes the notice of the gods, he thinks a wicked thought, and in thinking it he is caught, whenever Justice happens to have leisure.
1:5332
Ὁρᾶτε ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν
你們這些以為沒有神的人,看哪——
Behold, all you who think there is no God—
1:5333
εἰ δέ τις πράττει καλῶς, κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω·
但若有人本性邪惡卻行事亨通,就讓他暫且賺得這段時光吧;
but if anyone, being evil by nature, fares well, let him make his profit of the time;
1:5334
χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην
因為到了時候,他終究要償還這代價。
for in time he will later pay the penalty.
1:5335
ἔσται γάρ, ἔσται κεῖνος αἰῶνος χρόνος, ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ χρυσωπὸς αἰθήρ, ἡ δὲ βοσκηθεῖσα φλὸξ ἅπαντα τἀπίγεια καὶ μετάρσια φλέξει μανεῖσα
因為必有那日子,必有那時代所定的時刻,那時金色的以太(天穹)將裂開盛滿烈火的寶庫,被餵養而狂燃的烈焰,將吞噬地上與天際的一切萬物。
For there will be, there will be, that age's appointed time, when the golden-faced ether shall burst open its treasury laden with fire, and the flame, once fed and raging, shall consume all things upon the earth and aloft.
1:5336
καὶ μετ' ὀλίγα αὖθις ἐπιφέρει·
過了不久,他又接著說:
And after a little he adds again:
1:5337
ἐπὰν δὲ ἐκλίπῃ τὸ πᾶν, φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός, γῆ δὲ ἑδράνων ἔρημος, οὐδ' ἀὴρ ἔτι πτερωτὰ φῦλα βαστάσει πυρουμένη, κἄπειτα σώσει πάντα ἃ πρόσθεν ἀπώλεσεν
當萬有終結之時,波濤的深淵將全然消逝,大地將失去其根基,空氣也因烈焰焚燒而不再能承載那有翼的族類;然而其後,它又要使先前所毀滅的一切萬物重得恢復。
And when the universe comes to its end, the whole depth of the waves will vanish, the earth will be bereft of its foundations, nor will the air, being on fire, any longer bear up the winged tribes; and thereafter it will restore all things which before it had destroyed.
1:5338
τὰ ὅμοια τούτοις κἀν τοῖς Ὀρφικοῖς εὑρήσομεν ὧδέ πως γεγραμμένα·
在奧斐斯(Orpheus)的著作中,我們也能找到與此相似的記載,其文大略如此:
We shall find things similar to these also written, in some such form, among the Orphic writings:
1:5339
πάντας γὰρ κρύψας καὶ αὖθις φάος ἐς πολυγηθὲς ἐξ ἱερῆς κραδίης ἀνενέγκατο, μέρμερα ῥέζων
因祂曾將萬物盡皆隱藏,其後又從祂神聖的心中,將萬物重新帶回滿有歡樂的光明之中,成就奇妙的作為。
For having hidden all things, he brought them up again into the much-rejoicing light out of his sacred heart, working wondrous deeds.
1:5340
ἢν δὲ ὁσίως καὶ δικαίως διαβιώσωμεν, μακάριοι μὲν ἐνταῦθα, μακαριώτεροι δὲ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, οὐ χρόνῳ τινὶ τὴν εὐδαιμονίαν ἔχοντες, ἀλλὰ ἐν αἰῶνι ἀναπαύεσθαι δυνάμενοι, ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, ἔν τε τραπέζαις ἐόντες ἀνδρείων ἀχέων ἀπόκληροι, ἀτειρεῖς, ... ἡ φιλόσοφος Ἐμπεδοκλέους λέγει ποιητική
「若我們虔敬而公義地度過此生,此世便蒙福,離世之後更蒙福,所享的福樂並非限於一時,乃能在永恆中安息,與其他不死者共爐同席,脫離人間的憂愁,永不倦怠……」——這便是恩培多克勒(Empedocles)富於哲理的詩篇所言。
'And if we live out our lives piously and righteously, we are blessed here, and more blessed after our departure hence, possessing happiness not for a limited time but able to rest in eternity, sharing one hearth with the other immortals, seated at their tables, free from the griefs of men, unwearied...' — thus speaks the philosophical poetry of Empedocles.
1:5341
οὐχ οὕτω τις μέγας ἔσται καὶ καθ' Ἕλληνας ὡς ὑπερέχειν τὴν δίκην, οὐδὲ σμικρὸς ὡς ... λαθεῖν
即使按希臘人自己的說法,也沒有人能大到凌駕於公義之上,也沒有人能小到能逃脫公義的鑒察。
No one, even by the Greeks' own reckoning, will be so great as to stand above justice, nor so small as to escape its notice.
1:5342
ὁ δὲ αὐτὸς Ὀρφεὺς καὶ ταῦτα λέγει·
這同一位奧斐斯,也說了以下的話:
The same Orpheus also says the following:
1:5343
εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος·
當專注仰望那神聖的道,堅心持守它,引導你心中那理智的器皿;
Looking to the divine word, cleave fast to it, directing the intellectual vessel of your heart;
1:5344
εὖ δ' ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο ἄνακτα ἀθάνατον
當穩步走在正道之上,唯獨仰望那不死的宇宙之主。
and tread well upon the path, and look only upon the immortal Ruler of the universe.
1:5345
αὖθίς τε περὶ τοῦ θεοῦ, ἀόρατον αὐτὸν λέγων, μόνῳ γνωσθῆναι ἑνί τινί φησι τὸ γένος Χαλδαίῳ, εἴτε τὸν Ἀβραὰμ λέγων τοῦτον εἴτε καὶ τὸν υἱὸν τὸν αὐτοῦ, διὰ τούτων·
他又論到神,稱祂為不可見者,並說神只被一位迦勒底族裔之人所認識──無論他所指的是亞伯拉罕,或是亞伯拉罕之子──他這樣說道:
And again concerning God, calling him invisible, he says that he is known to but one man of Chaldean race — whether by this he means Abraham, or rather his son — through these words:
1:5346
εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν Χαλδαίων·
除了那位獨生的(獨一無二的)後裔,古時出自迦勒底的族系;
except one only-begotten offshoot, sprung of old from the race of the Chaldeans;
1:5347
ἴδρις γὰρ ἔην ἄστροιο πορείης, καὶ σφαίρης κίνημ' ἀμφὶ χθόνα θ' ὡς περιτέλλει κυκλοτερὲς ἐν ἴσῳ τε κατὰ σφέτερον κνώδακα, πνεύματα δ' ἡνιοχεῖ περί τ' ἠέρα καὶ περὶ χεῦμα
因為他精通星辰的運行,也深知天球如何繞著大地,均勻地循著自己的軸心作圓周運轉,並且他還駕馭著環繞大氣與水流的諸風。
for he was skilled in the course of the stars, and how the sphere revolves round the earth in a circular motion, evenly upon its own axis, and he guides the winds about both the air and the flowing waters.
1:5348
εἶτα οἷον < παραφράζων> τὸ ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου ἐπιφέρει·
接著,他彷彿在意譯「天是我的座位,地是我腳的凳」這句話,又繼續說道:
Then, as though paraphrasing the words 'Heaven is my throne, and earth is the footstool of my feet,' he adds:
1:5349
αὐτὸς δ' αὖ μέγαν αὖτις ἐπ' οὐρανὸν ἐστήρικται χρυσέῳ εἰνὶ θρόνῳ, γαίη δ' ὑπὸ ποσσὶ βέβηκεν
祂自己再次穩坐於浩瀚的高天之上,端坐金色的寶座,大地則伏在祂的腳下。
He himself is firmly established again upon the great heaven, upon a golden throne, and the earth lies beneath his feet.
1:5350
χεῖρα <δὲ> δεξιτερὴν περὶ τέρμασιν ὠκεανοῖο ἐκτέτακεν, ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ οὐδὲ φέρειν δύναται κρατερὸν μένος
祂伸出右手直達海洋的邊界,群山的根基在其內心中戰慄,無法承受祂那強大的威能。
He has stretched forth his right hand unto the bounds of Ocean, and the foundation of the mountains trembles within its heart, nor can it bear his mighty strength.
1:5351
ἔστι δὲ πάντῃ αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν
祂自己無所不在地居於諸天之上,而地上萬事萬物皆終結於祂;祂自己執掌著起初、中間與終末。
He himself is everywhere heavenly, and on earth all things come to their end, he himself holding the beginning and the middle and the end.
1:5352
ἄλλως οὐ θεμιτόν σε λέγειν·
你不可用別的方式言說,這是不合法度的:
It is not lawful for you to say otherwise:
1:5353
ἐξ ὑπάτου κραίνει, ... καὶ τὰ ἐπὶ τούτοις
祂從至高之處施行統治……以及其後所接續的話。
He rules from on high... and what follows thereafter.
1:5354
διὰ γὰρ τούτων δεδήλωκεν πάντα ἐκεῖνα τὰ προφητικά·
因為藉著這些話語,他已將所有那些先知的話語彰顯出來:
For through these words he has made manifest all those prophetic sayings:
1:5355
ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη ... καὶ τακήσεται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός·
「你若裂天而降,群山必因你而戰兢……並要熔化,如蠟在火前熔化一般。」
'If you open the heaven, trembling will seize the mountains because of you... and they will melt, as wax melts before the face of fire;'
1:5356
καὶ < τὰ> διὰ Ἡσαΐου τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; πάλιν ὅταν εἴπῃ·
以及藉以賽亞所說的:「誰曾用一虎口量過諸天,用手掌量過全地呢?」又當他這樣說時:
And the words through Isaiah: 'Who has measured the heaven with a span, and the whole earth with the hollow of the hand?' Again, when he says:
1:5357
αἰθέρος ἠδ' Ἀίδου, πόντου γαίης τε τύραννε, ὃς βρονταῖς σείεις βριαρὸν δόμον Οὐλύμποιο·
哦,以太與冥府、滄海與大地的主宰,祢以雷霆震動奧林帕斯那雄偉的殿宇;
O ruler of ether and of Hades, of the sea and of the earth, who with your thunders shake the mighty house of Olympus;
1:5358
δαίμονες ὃν φρίσσουσιν, θεῶν δὲ δέδοικεν ὅμιλος·
眾神靈因祂而戰慄,眾神的集會也因祂而畏懼;
at whom the demons shudder, and the assembly of the gods stands in fear;
1:5359
ᾧ Μοῖραι πείθονται, ἀμείλικτοί περ ἐοῦσαι·
連那無情的命運三女神也都聽從祂;
whom even the Fates obey, inexorable though they are;
1:5360
ἄφθιτε, μητροπάτωρ, οὗ θυμῷ πάντα δονεῖται·
哦不朽者,母親與父親(兼具二者),萬物皆因祢的意志而震動;
O imperishable one, mother-father, by whose spirit all things are stirred;
1:5361
ὃς κινεῖς ἀνέμους, νεφέλῃσι δὲ πάντα καλύπτεις, πρηστῆρσι σχίζων πλατὺν αἰθέρα·
祢鼓動諸風,以雲彩遮覆萬物,又以雷電劈開廣闊的天穹;
who stir the winds and cover all things with clouds, splitting the broad ether with thunderbolts;
1:5362
σὴ μὲν ἐν ἄστροις τάξις, ἀναλλάκτοισιν ἐφημοσύναισ<ι> τρέχουσα·
祢的秩序運行於眾星之間,遵循著不變的律例;
Your order runs among the stars in unchangeable ordinances;
1:5363
σῷ δὲ θρόνῳ πυρόεντι παρεστᾶσι<ν> πολύμοχθοι ἄγγελοι, οἷσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖται·
在祢那烈焰的寶座旁,侍立著辛勞不息的眾天使,他們所關切的,是要使世人的萬事都得以成就;
and beside your fiery throne stand the toiling angels, whose care it is that all things are accomplished for mortals;
1:5364
σὸν μὲν ἔαρ λάμπει νέον ἄνθεσι πορφυρέοισιν·
祢的春天以紫色的花朵綻放新輝;
Your spring shines fresh with purple flowers;
1:5365
σὸς χειμὼν ψυχραῖσιν ἐπερχόμενος νεφέλαισιν·
祢的冬天隨著寒冷的雲層降臨;
your winter comes on with cold clouds;
1:5366
σάς ποτε βακχευτὰς Βρόμιος διένειμεν ὀπώρας
祢那狂歡的秋實,曾由布洛米俄斯(酒神)分賜眾人。
your Bacchic autumn fruits Bromius once distributed.
1:5367
εἶτα ἐπιφέρει, ῥητῶς παντοκράτορα ὀνομάζων τὸν θεόν·
接著他又補充道,明確地稱神為「全能者」:
Then he adds, expressly naming God 'Almighty':
1:5368
ἄφθιτον, ἀθάνατον, ῥητὸν μόνον ἀθανάτοισιν
不朽的、永生的,唯獨能為眾不死者所稱述。
imperishable, immortal, speakable only to the immortals.
1:5369
ἐλθέ, μέγιστε θεῶν πάντων, κρατερῇ σὺν ἀνάγκῃ, φρικτός, ἀήττητος, μέγας, ἄφθιτος, ὃν στέφει αἰθήρ
來吧,眾神之中最偉大者,帶著無可抗拒的大能而來,可畏者、不可征服者、偉大者、不朽者,天穹以祢為冠冕。
Come, greatest of all the gods, with mighty necessity, terrible, unconquerable, great, imperishable, whom the ether crowns.
1:5370
διὰ μὲν τοῦ μητροπάτωρ οὐ μόνον τὴν ἐκ μὴ ὄντων γένεσιν ἐμήνυσεν, δέδωκεν δὲ ἀφορμὰς τοῖς τὰς προβολὰς εἰσάγουσι τάχα καὶ ... σύζυγον νοῆσαι τοῦ θεοῦ·
藉著「母親與父親」(μητροπάτωρ)這詞,他不僅表明了那『出於無有』的生成,也給那些主張「流出說」的人一個藉口,或許因此設想神也另有一位配偶;
By the term 'mother-father' he signified not only the generation out of non-being, but he also gave occasion to those who introduce 'emanations' perhaps also to conceive of a consort for God;
1:5371
παραφράζει δὲ ἐκείνας τὰς προφητικὰς γραφάς, τήν τε διὰ Ὠσηὲ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, οὗ αἱ χεῖρες τὴν στρατιὰν τοῦ οὐρανοῦ ἐθεμελίωσαν, καὶ τὴν ... διὰ Μωυσέως·
他在此意譯那些先知的經文:一是藉何西阿所說的:「我是那立定雷聲、創造風的,我的手奠定了諸天的萬象」;另一則是……藉摩西所說的:
He paraphrases those prophetic scriptures — both the one through Hosea, 'I am he who establishes thunder and creates wind, whose hands founded the host of heaven,' and the one... through Moses:
1:5372
ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι θεὸς ἕτερος πλὴν ἐμοῦ·
「你們看哪,看哪,我就是那一位,除我以外並沒有別神;」
'See, see, that I am he, and there is no other god besides me;'
1:5373
ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω·
「我要殺戮,也要使人存活;」
'I will kill, and I will make alive;'
1:5374
καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου
「也沒有人能從我手中救出來。」
'and there is none who shall deliver out of my hands.'
1:5375
αὐτὸς δὲ ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι φυτεύει καὶ πόλεμον κρυόεντα καὶ ἄλγεα δακρυόεντα κατὰ τὸν Ὀρφέα
照奧斐斯所言,祂自己從良善之中,為世人栽植了災禍、令人膽寒的戰爭,以及使人淚下的苦痛。
He himself, out of good, plants evil for mortals, and chilling war and tearful pains, according to Orpheus.
1:5376
ὦ Ζεῦ, <πάτερ Ζεῦ,> σὸν μὲν οὐρανοῦ κράτος, σὺ δ' ἔργα ἐπ' ἀνθρώπων ὁρᾷς λεωργὰ κἀθέμιστα
哦宙斯啊,宙斯父啊,諸天的權柄屬於祢,祢鑒察世人之間那些邪惡不法的行徑。
O Zeus, father Zeus, yours is the dominion of heaven, and you behold the wicked and lawless deeds among men.
1:5377
πάλιν ἡμῖν ᾀσάτω ὁ Θρᾴκιος Ὀρφεύς·
讓那位色雷斯的奧斐斯再一次為我們吟唱:
Let the Thracian Orpheus sing to us again:
1:5378
χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρματος ὠκεανοῖο πάντοθεν ἐκτέτακεν, γαίη δ' ὑπὸ ποσσὶ βέβηκεν
祂向著海洋的邊界四面伸出右手,大地伏在祂的腳下。
He has stretched forth his right hand on every side to the bound of Ocean, and the earth lies beneath his feet.
1:5379
ταῦτα ἐμφανῶς ἐκεῖθεν εἴληπται·
這些話顯然是取自那個源頭(即聖經):
These things are manifestly taken from that source:
1:5380
ὁ κύριος σώσει πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρὶ ὡς νεοσσιάν·
「主必拯救有人居住的城邑,並要用手將全世界如同鳥巢一般握住;」
'The Lord will save the inhabited cities, and he will grasp the whole inhabited world in his hand as a nest;'
1:5381
κύριος ὁ ποιήσας τὴν γῆν ἐν ἰσχύι τῇ αὑτοῦ, ὥς φησιν Ἱερεμίας, ... καὶ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ
正如耶利米所說:「主憑自己的能力創造大地……又憑祂的智慧建立世界。」
'The Lord, who made the earth by his own might,' as Jeremiah says, '... and set up the world by his wisdom.'
1:5382
ἔτι πρὸς τοῖσδε Φωκυλίδης τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν, τοὺς δὲ φαύλους διὰ τούτων παρίστησιν, ἐπεὶ καὶ ἡμεῖς ἀποστάτας τινὰς παρειλήφαμεν·
此外,福啟里德斯(Phocylides)稱天使為「精靈」(δαίμονες),並藉以下的話表明其中有些是善的、有些是惡的;因為我們也承受了關於某些墮落者(叛逆天使)的傳統:
Moreover, in addition to these, Phocylides, calling the angels 'daimones,' shows through the following words that some of them are good and some evil, since we too have received the tradition of certain apostates:
1:5383
ἀλλ' ἄρα δαίμονές εἰσιν ἐπ' ἀνδράσιν ἄλλοτε ἄλλοι·
其實確有精靈臨到世人身上,時而這個,時而那個;
But indeed there are spirits set over men, different ones at different times;
1:5384
οἳ μὲν ἐπερχομένου κακοῦ ἀνέρας ἐκλύσασθαι
有些精靈,在災禍臨近之時,會設法解救世人——
some, when evil approaches, act to deliver men from it —
1:5385
καλῶς οὖν καὶ Φιλήμων ὁ κωμικὸς τὴν εἰδωλολατρείαν ἐκκόπτει διὰ τούτων·
因此,喜劇詩人腓利門(Philemon)也藉以下的話,恰當地砍除了偶像崇拜:
Rightly, then, Philemon the comic poet also cuts down idolatry by these words:
1:5386
οὐκ ἔστιν ἡμῖν οὐδεμία Τύχη θεός, οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίγνεται ὡς ἔτυχεν ἑκάστῳ, προσαγορεύεται τύχη
對我們而言,並沒有所謂「命運」這位神明,根本沒有;不過是那自發發生在各人身上的偶然之事,被人稱作「命運」罷了。
There is for us no Fortune that is a god, there is none; but what happens spontaneously to each, just as it happens, is called 'fortune.'
1:5387
Σοφοκλῆς δὲ ὁ τραγῳδοποιὸς οὐδὲ θεοῖς, λέγει, αὐθαίρετα πάντα πέλονται, νόσφι Διός·
悲劇詩人索福克里斯說:「即便對眾神而言,離了宙斯,也並非萬事都能隨己意而定;」
Sophocles the tragedian says: 'Not even for the gods are all things self-determined, apart from Zeus;'
1:5388
κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν
因為祂執掌著終末,也執掌著起初。
for he holds both the end and the beginning.
1:5389
ἓν κράτος, εἷς δαίμων γένετο, μέγας οὐρανὸν αἴθων, ἓν δὲ τὰ πάντα τέτυκται, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα, ... καὶ τὰ ἐπὶ τούτοις
唯一的權柄,唯一的神明由此而生,偉大而在諸天中閃耀;萬有都被造成一體,在其中這一切──火、水、土……以及其後所接續的──都循環運行。
One dominion, one deity came to be, great, blazing across heaven; and all things have been made one, in which all these things revolve — fire and water and earth... and what follows thereafter.
1:5390
Πίνδαρός τε ὁ μελοποιὸς οἷον ἐκβακχεύεται, ἄντικρυς εἰπών·
而抒情詩人品達(Pindar)彷彿陷入了狂喜,直截了當地說道:
And Pindar the lyric poet, as it were, breaks forth in Bacchic frenzy, saying outright:
1:5391
θεὸς ὁ πάντα τεύχων βροτοῖς
神,就是那位為必死者製作萬物的那一位。
God, who fashions all things for mortals.
1:5392
τί ἔλπεαι σοφίαν; ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχει
你為何期望智慧呢?其實一人比另一人所多有的甚少。
Why do you hope for wisdom? Little indeed does one man have beyond another.
1:5393
τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέᾳ φρενὶ δύσκολον·
要以必死的心智去探究諸神的謀劃,是困難的;
It is difficult for a mortal mind to search out the counsels of the gods;
1:5394
θνατᾶς δ' ἀπὸ ματρὸς ἔφυ, ... ἐκεῖθεν ἔσπακε τὴν διάνοιαν·
因為他是由必死的母親所生,……他的思想正是由此汲取而來;
for he was born of a mortal mother, ... from thence he has drawn his understanding;
1:5395
τίς ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβου ... λος αὐτοῦ ἐγένετο; ἀλλὰ καὶ Ἡσίοδος δι' ὧν γράφει συνᾴδει τοῖς προειρημένοις·
『誰曾知道主的心意?或誰曾作過他的謀士?』然而赫西俄德在他所寫的話語中,也與前面所引之言相合:
'Who has known the mind of the Lord? Or who became his counselor?' But Hesiod too, in what he writes, agrees with what has been said above:
1:5396
μάντις δ' οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων, ὅστις ἂν εἰδείη Ζηνὸς νόον αἰγιόχοιο
『地上凡人之中,沒有一個占卜者能知曉持盾之宙斯的心意。』
'There is no seer among earthly men who could know the mind of aegis-bearing Zeus.'
1:5397
εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ, πάντῃ δ' ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι γράφει
因此,雅典的梭倫在他的哀歌中,也同樣承襲赫西俄德,理所當然地寫道:『不朽者的心意,在各方面都對世人隱而不顯。』
Fittingly, then, Solon the Athenian too, in his elegies, himself likewise following Hesiod, writes: 'and in every way the mind of the immortals is hidden from men.'
1:5398
Πάλιν, τοῦ Μωυσέως εἰς μόχθους καὶ πόνους διὰ τὴν παράβασιν τέξεσθαι τὴν γυναῖκα προφητεύσαντος, ποιητής τις οὐκ ἄσημος γράφει·
再者,既然摩西曾預言,女人將因那過犯而在勞苦與痛楚中生產,有一位並非無名的詩人也這樣寫道:
Again, since Moses prophesied that, because of the transgression, the woman would bring forth in labors and pains, some not undistinguished poet writes:
1:5399
οὐδέ ποτ' ἦμαρ παύσονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ στεινόμενοι·
『他們白日絕不停止勞苦與愁苦,夜間也絲毫不得歇息;』
'Never by day will they cease from toil and misery, nor be relieved at all by night;'
1:5400
χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας
『諸神將賜下沉重的憂慮。』
'and the gods will give them grievous cares.'
1:5401
ἔτι Ὅμηρος μέν, εἰπὼν αὐτὸς δὲ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, ... δίκαιον τὸν θεὸν μηνύει·
再者,荷馬親自說道:『父神展開了金製的天平』……藉此指明神是公義的;
Further, Homer, when he himself says, 'and the father stretched forth the golden scales,' ... thereby signifies that God is just;
1:5402
Μένανδρος δὲ ὁ κωμικός, ἀγαθὸν ἑρμηνεύων τὸν θεόν, φησίν·
喜劇作家米南德將神解釋為良善者,他這樣說:
and Menander the comic poet, interpreting God as good, says:
1:5403
ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου ἀγαθός·
『每個人一出生,便有一位守護神靈站在他身旁,作他人生美善的引路者與啟蒙者;
'A guardian spirit stands beside every man as soon as he is born, a good guide who initiates him into life;
1:5404
κακὸν γὰρ δαίμονα οὐ νομιστέον εἶναι, βίον βλάπτοντα χρηστόν
因為不應認為有邪惡的神靈會傷害良善的人生。』
for one must not suppose that there is an evil spirit that harms a good life.'
1:5405
ἅπαντα δ' ἀγαθὸν εἶναι τὸν θεόν, ἤτοι πάντα θεὸν ἀγαθὸν λέγων ἤ, ὅπερ καὶ μᾶλλον, ἐν πᾶσι τὸν θεὸν ἀγαθόν
『神在一切之中皆為良善』——這或是指每一位神都是良善的,或者更可能是指,神在萬事萬物之中都是良善的。
'and that God is altogether good' — either meaning that every god is good, or rather — which is more likely — that God is good in all things.
1:5406
Πάλιν αὖ Αἰσχύλος μὲν ὁ τραγῳδοποιός, τὴν δύναμιν τοῦ θεοῦ παρατιθέμενος, οὐκ ὀκνεῖ καὶ ὕψιστον αὐτὸν προσαγορεύειν διὰ τούτων·
再者,悲劇詩人埃斯庫羅斯在陳述神的大能時,也毫不猶豫地藉以下詩句稱他為『至高者』:
Again, moreover, Aeschylus the tragic poet, in setting forth the power of God, does not hesitate to call him also 'Most High' through the following words:
1:5407
χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει ὅμοιον σαυτῷ σάρκινον καθεστάναι
『當把神與必死之人分別開來,切莫以為他如你一般,是由血肉構成的;
'Separate God from mortals, and do not think him to be constituted of flesh, like yourself;
1:5408
ποτὲ μὲν ὡς πῦρ φαίνεται ἄπλατος ὁρμή, ποτὲ δὲ ὕδωρ, ποτὲ δὲ γνόφος·
他時而顯現為火,是不可抵擋的猛烈衝力;時而為水;時而為幽暗;
at one time he appears as fire, an irresistible onrush, at another as water, at another as darkness;
1:5409
καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής, ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ
他也彷彿化為野獸,又如風、如雲、如閃電,如雷、如雨;
and he himself becomes like wild beasts, like wind and cloud and lightning, thunder and rain;
1:5410
ὑπηρετεῖ δὲ αὐτῷ θάλασσα καὶ πέτραι, καὶ πᾶσα πηγὴ καὶ ὕδατος συστήματα
海洋與磐石都服事於他,一切泉源與眾水的匯聚亦然;
the sea and the rocks serve him, and every spring and every gathering of waters;
1:5411
τρέμει δ' ὄρη καὶ γαῖα καὶ πελώριος βυθὸς θαλάσσης καὶ ὀρέων ὕψος μέγα, ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου
群山戰慄,大地戰慄,浩瀚的海淵與高聳的山巔亦皆戰慄,一旦那主宰者可畏的眼目注視之時;
the mountains tremble, and the earth, and the vast depth of the sea, and the great height of the mountains, whenever the fearsome eye of the Master looks upon them;
1:5412
πάντα δυνατὴ γὰρ δόξα ὑψίστου <θεοῦ>
因為至高〈神〉的榮耀,其大能勝過萬有。』
for the glory of the Most High <God> is mighty over all things.'
1:5413
ἆρ' οὐ δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ ἀπὸ προσώπου κυρίου τρέμει ἡ γῆ; ... Ἐπὶ τούτοις ὁ μαντικώτατος Ἀπόλλων, μαρτυρῶν τῇ δόξῃ τοῦ θεοῦ, λέγειν ἀναγκάζεται περὶ τῆς Ἀθηνᾶς, ἡνίκα ἐπὶ τὴν Ἑλλάδα ἐστράτευον <οἱ> Μῆδοι, ὡς ἐδεῖτό τε καὶ ἱκέτευε τὸν Δία περὶ τῆς ... Ἀττικῆς
這在你看來,豈不正是在改寫『大地在主面前戰慄』這句話嗎?……在此之外,那極善占卜的阿波羅,為神的榮耀作見證,在米底人出兵攻打希臘之際,竟不得不論及雅典娜,述說她如何懇求並哀告宙斯,為了阿提卡的緣故:
Does it not seem to you that this is a paraphrase of, 'the earth trembles at the presence of the Lord'? ... In addition to this, Apollo, most skilled in divination, bearing witness to the glory of God, is compelled to speak concerning Athena, when the Medes were marching against Greece, telling how she begged and implored Zeus on behalf of Attica:
1:5414
οὐ δύναται Παλλὰς Δί' Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ·
『帕拉斯無法平息奧林匹斯的宙斯,縱使她以許多言辭與精巧的謀慮向他懇求;
'Pallas cannot propitiate Olympian Zeus, though she entreats him with many words and shrewd counsel;
1:5415
πολλοὺς δ' ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεεύμενοι ἑστήκασιν δείματι παλλόμενοι, καὶ τὰ ἐπὶ τούτοις
他將把不朽者的許多神殿交付猛烈的烈火,這些神殿此刻正淌著汗水,因恐懼而顫慄不已』——以及其後所接續的詩句。
and he will give many temples of the immortals over to consuming fire, temples which even now stand streaming with sweat, quivering with dread' — and what follows thereafter.
1:5416
Θεαρίδας δὲ ἐν τῷ Περὶ φύσεως γράφει·
特阿里達斯在其《論自然》一書中則寫道:
And Thearidas, in his work On Nature, writes:
1:5417
κείνα γὰρ ἐν ἀρχᾷ τέ ἐστιν ἓν καὶ μόνον, ... οὐδέ τις ἔσθ' ἕτερος χωρὶς μεγάλου βασιλῆος, ... Ὀρφεὺς λέγει·
『那在起初之物,乃是一,且唯獨為一,』……『除了那偉大的君王之外,再無別的存在。』……奧爾甫斯則說:
'For that which is in the beginning is one, and one alone,' ... 'nor is there any other apart from the great King' ... Orpheus says:
1:5418
ᾧ πειθόμενος ὁ κωμικὸς Δίφιλος γνωμικώτατα τὸν ὄντα πάντων, φησί, πατέρα τοῦτον διὰ τέλους τίμα μόνον, ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα
受其感召,喜劇作家迪腓魯斯以極富格言意味的口吻說道:『唯獨要終身敬奉這位實存的萬有之父,是那眾多美善事物的發現者與創建者。』
persuaded by whom, the comic poet Diphilus, most sententiously, says: 'Honor to the very end only this Being, the Father of all, who exists, the discoverer and founder of so many good things.'
1:5419
εἰκότως τοίνυν καὶ Πλάτων ἐθίζει τὰς βελτίστας φύσεις ἀφικνεῖσθαι πρὸς τὸ μάθημα, ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν ... τε τἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν
因此,柏拉圖也理所當然地訓練那些天性最優越者,投身於我們先前所稱最重要的那門學問,去觀看『善』本身,並攀登那樣的上升之路——
Fittingly, then, Plato too trains the best natures to arrive at that study which we said before was the greatest — to behold the Good itself, and to make that ascent —
1:5420
τοῦτο δέ, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περιστροφή, ἀλλὰ ψυχῆς περιαγωγή, ἐκ νυκτερινῆς τινος ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν ... δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι
這,看來並非陶片的翻轉,而是靈魂的轉向,是從某種夜間的『白晝』,走向那真正回歸『存在』的道路——這條道路,我們理應稱之為真正的哲學。
and this, as it seems, would not be a turning of a potsherd, but a conversion of the soul, a passage from a kind of nocturnal day to the true return unto Being, which indeed we shall call true philosophy.
1:5421
καὶ τοὺς ταύτης μετασχόντας τοῦ χρυσοῦ γένους κρίνει, ἐστὲ μὲν δὴ πάντες ἀδελφοί λέγων, οἱ δὲ τοῦ χρυσοῦ γένους κρίνειν ἀκριβέστατα καὶ πάντῃ
他判定分享此事的人屬於黃金一族,說:『你們確實都是弟兄』;然而唯有黃金一族之人,才能作出最精確、最全面的判斷。
and he judges those who partake of this to be of the golden race, saying, 'You are indeed all brothers'; but it is those of the golden race who are to judge with the utmost precision, and in every respect.
1:5422
Τοῦ πατρὸς ἄρα καὶ ποιητοῦ τῶν συμπάντων ἐμφύτως καὶ ἀδιδάκτως ἀντιλαμβάνεται πάντα πρὸς πάντων, τὰ μὲν ἄψυχα συμπαθοῦντα τῷ ζῴῳ, τῶν δὲ ἐμψύχων τὰ μὲν ἤδη ἀθάνατα καθ' ἡμέραν ἐργαζόμενα, τῶν δὲ ἔτι θνητῶν τὰ μὲν ἐν φόβῳ, καὶ διὰ τῆς μητρὸς ... αὐτῶν ἔτι κατὰ γαστρὸς ὀχούμενα, τὰ δὲ αὐτεξουσίῳ λογισμῷ, καὶ τῶν ἀνθρώπων πάντες Ἕλληνές τε καὶ βάρβαροι
因此,對於萬有的父與創造者,萬物無不以天生、未經教導的方式,從四面八方有所領悟:無生命之物,藉著與生物的共感;有生命之物中,那些已經不朽的,日復一日以其作為表明此事;而在必死之物中,有些是在懼怕中領悟,甚至還在母腹中被孕育之時便已如此;另有些則憑藉自主的理性;而人類之中,無論希臘人或蠻族,莫不皆然。
Of the Father, then, and Maker of the universe, all things everywhere apprehend something innately and without being taught: inanimate things, by their sympathy with the living creature; and among animate things, those already immortal, by working at it day by day; and among mortal things still, some in fear, even while yet being carried in the womb through their mother; others by self-determined reasoning — and among men, all alike, both Greeks and barbarians.
1:5423
γένος δ' οὐδὲν οὐδαμοῦ τῶν γεωργούντων οὐδὲ νομάδων, ἀλλ' οὐδὲ τῶν πολιτικῶν ... δύναται ζῆν, μὴ προκατειλημμένον τῇ τοῦ κρείττονος πίστει
因為無論是務農的民族、遊牧的民族,甚或是建立城邦的民族,世上沒有任何一個種族,能夠不先被對那更尊貴者的信仰所佔據而得以生存。
For there is no race anywhere, neither of farmers, nor of nomads, nor even of city-dwellers, that can live without first being possessed by faith in the One who is greater.
1:5424
διὸ πᾶν μὲν ἔθνος ἑῴων, πᾶν δὲ ἑσπερίων ἁπτόμενον ᾐ<όνων> βόρειόν τε καὶ τὰ πρὸς τῷ νότῳ πάντα μίαν ἔχει καὶ τὴν αὐτὴν πρόληψιν περὶ τοῦ καταστησαμένου τὴν ἡγεμονίαν, εἴ γε καὶ τὰ καθολικώτατα τῶν ἐνεργημάτων αὐτοῦ διαπεφοίτηκεν ἐπ' ἴσης πάντα·
因此,無論是東方沿岸的每一民族,還是西邊沿岸的、北方的,或南方一切地區的民族,對那確立此主權者,都懷有同一種、共通的先存觀念——因為他那最普遍的作為,已同等地遍及萬有。
Wherefore every nation touching the eastern shores, and every one touching the western, and the northern, and all those toward the south, hold one and the same preconception concerning him who has established this sovereignty — since indeed the most universal of his works have pervaded all things equally.
1:5425
πολὺ δὲ πλέον οἱ παρ' Ἕλλησι πολυπράγμονες, οἱ φιλόσοφοι, ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας <τῷ> ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδοσαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ' οὐδ' αὐτὸν ὅπως νοεῖσθαι πέφυκεν τὸν θεόν, μόνον δ', ὡς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ
更何況那些希臘人中好學深思的哲學家,其學說本源出於蠻族的哲學,他們也把首位歸給那不可見、獨一、最有能力、最擅技藝、且是一切至美事物之終極根源的那一位;只是他們若非受我們的教導,便不明白由此而生的種種結論,甚至也不知道神的本性當如何被理解,只能像我們已多次說過的那樣,僅憑一種真實的迂迴措辭去表達而已。
Much more, then, do the inquisitive men among the Greeks, the philosophers, setting out from barbarian philosophy, give the primacy to him who is invisible and alone, and most powerful, and most skilled in art, and most responsible for all that is most beautiful — yet not knowing what follows from this, unless they are catechized by us, nor even how God is by nature to be conceived, but only, as we have already often said, by way of a true periphrasis.
1:5426
εἰκότως οὖν ὁ ἀπόστολος ἢ Ἰουδαίων μόνων φησὶν ὁ θεός; οὐχὶ καὶ Ἑλλήνων; οὐ μόνον προφητικῶς λέγων καὶ τοὺς ἐξ Ἑλλήνων πιστεύοντας Ἕλληνας εἴσεσθαι τὸν θεόν, ἀλλὰ κἀκεῖνο μηνύων, ὡς δυνάμει μὲν ὁ κύριος καὶ θεὸς πάντων ἂν εἴη καὶ τῷ ὄντι παντο... κράτωρ, κατὰ δὲ τὴν γνῶσιν οὐ πάντων θεός·
因此,使徒理所當然地說:『難道他只是猶太人的神嗎?豈不也是希臘人的神嗎?』這不僅是預言性地指出,那些從希臘人中歸信的希臘人終將認識神,同時也在表明:主與神就其能力而言,實在是萬有的神,而且確實是全能者,然而就『被認識』而言,他卻並非人人所認識的神;
Fittingly, then, does the apostle say, 'Is he the God of the Jews only? Is he not also of the Greeks?' — not only speaking prophetically, in that the Greeks who believe from among the Greeks shall come to know God, but also signifying this, that in power the Lord and God would indeed be God of all, and in truth Almighty, yet in respect of knowledge he is not the God of all;
1:5427
οὔτε γὰρ ὅ ἐστιν οὔθ' ὅπως κύριος καὶ πατὴρ καὶ ποιητής, οὐδὲ τὴν ἄλλην ἴσασιν οἰκονομίαν τῆς ἀληθείας, μὴ οὐ πρὸς αὐτῆς διδαχθέντες
因為他們既不知道他是什麼,也不知道他如何是主、是父、是創造者,也不明白真理其餘的經世安排,因為他們並未受過真理本身的教導。
for they know neither what he is, nor how he is Lord and Father and Maker, nor do they know the rest of the dispensation of the truth, not having been taught by it.
1:5428
Ὡσαύτως καὶ τὰ προφητικὰ τὴν αὐτὴν ἔχει τῷ ἀποστολικῷ λόγῳ δύναμιν
同樣地,先知的話語也與使徒的話語具有相同的力量。
Likewise, the prophetic writings too have the same force as the apostolic word.
1:5429
ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν·
『我們已仰賴耶和華我們的神。』
'We have trusted in the Lord our God.'
1:5430
νῦν μίχθητε τῷ κυρίῳ μου βασιλεῖ τῶν Ἀσσυρίων
『現在你們可與我主亞述王聯合。』
'Now, make an alliance with my lord, the king of the Assyrians.'
1:5431
καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν ... χώραν ταύτην τοῦ πολεμῆσαι αὐτήν; Ἰωνᾶς δὲ ὁ καὶ αὐτὸς προφήτης τὸ αὐτὸ αἰνίσσεται δι' ὧν φησιν·
『現在我上來攻打這地,豈不是奉了耶和華的旨意嗎?』先知約拿也藉他所說的話,暗示了同樣的道理:
'And now, have we come up against this land to make war on it without the Lord?' And Jonah, himself also a prophet, hints at the same thing through what he says:
1:5432
καὶ εἰσῆλθεν πρὸς αὐτὸν ὁ πρῳρεὺς καὶ εἶπεν αὐτῷ·
『船主便來到他跟前,對他說:
'And the shipmaster came to him and said to him:
1:5433
τί σὺ ῥέγχεις; ἀνάστηθι, ἐπικαλοῦ τὸν ... θεόν σου, ὅπως διασώσῃ ἡμᾶς καὶ μὴ ἀπολώμεθα
你為何還在打鼾?起來,呼求你的神,或者他肯拯救我們,使我們不至滅亡。』
Why are you snoring? Get up, call upon your God, that he may save us, and we not perish.'
1:5434
τὸ μὲν γὰρ ὁ θεός σου τῷ κατ' ἐπίγνωσιν εἰδότι εἶπεν, τῷ δὲ ὅπως διασώσῃ ἡμᾶς ὁ θεὸς τὴν συναίσθησιν τῶν εἰς τὸν παντοκράτορα ἐπιβα... λόντων τὸν νοῦν ἐθνῶν ἐδήλωσεν τῶν μηδέπω πεπιστευκότων
因為他對那位以確切知識認識神的人,說的是『你的神』;而『使神拯救我們』這句話,則指出了那些尚未歸信的外邦人中,凡將心思轉向全能者的人所共有的一種感知。
For he said 'your God' to the one who knew him by full knowledge, but by 'that God may save us' he pointed to the shared perception, among the nations who had not yet believed, of those who had turned their mind toward the Almighty.
1:5435
δοῦλος κυρίου ἐγώ εἰμι καὶ ... κύριον τὸν θεὸν τοῦ οὐρανοῦ ἐγὼ φοβοῦμαι
『我是耶和華的僕人,我敬畏耶和華,那天上的神。』
'I am a servant of the Lord, and I fear the Lord, the God of heaven.'
1:5436
μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ... ἀνθρώπου τούτου
『不要因這人的性命,使我們滅亡。』
'Let us not perish on account of the life of this man.'
1:5437
Μαλαχίας δὲ ὁ προφήτης ἄντικρυς ἐμφαίνει τὸν θεὸν λέγοντα·
先知瑪拉基則明白地顯示神如此說:
And the prophet Malachi plainly shows God saying:
1:5438
θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπ' ἀνατολῆς ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ... ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυσία μοι προσφέρεται
『我必不從你們手中收納祭物,因為從日出之地直到日落之處,我的名在列邦中已被尊為大,在各處也都有人向我獻祭。』
'I will not accept a sacrifice from your hands, for from the rising of the sun to its setting my name has been glorified among the nations, and in every place a sacrifice is offered to me.'
1:5439
διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσιν
『因為我是大君王,全能的主如此說,我的名在列邦中顯揚。』
'For I am a great king, says the Lord Almighty, and my name is renowned among the nations.'
1:5440
τό τε αὐτεξούσιον ὁ Πλάτων ἐνδείκνυται διὰ τῶνδε·
柏拉圖也藉以下的話語,指明了自主的意志(自由意志):
And Plato indicates free will through the following:
1:5441
ἀρετὴ δὲ ἀδέσποτον, ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον ἕκαστος αὐτῆς μεθέξει
『美德沒有主人;各人尊崇它或輕忽它,就會多得或少得於它。』
'Virtue has no master; by honoring or dishonoring it, each person will partake of it more or less.'
1:5442
κακῶν γὰρ ὁ θεὸς οὔποτε αἴτιος
『因為神絕不是諸般罪惡的緣由。』
'for God is never the cause of evils.'
1:5443
Ὦ Τρῶες ἀρηίφιλοι, ὁ λυρικός φησι, Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται, οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων·
這位抒情詩人說:『喔,蒙戰神所愛的特洛伊人啊,那高居統治、洞察萬事的宙斯,並非世人諸般巨大苦難的緣由;
'O Trojans beloved of Ares,' says the lyric poet, 'Zeus who rules on high, who beholds all things, is not the cause to mortals of their great sorrows;
1:5444
ἀλλ' ἐν μέσῳ κεῖται κιχεῖν πᾶσιν ἀνθρώποισι Δίκαν ὁσίαν, ἁγνᾶς Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιδος·
反倒,那神聖的『正義』,設於眾人之中,任人皆可企及;她是純潔的『善法』與明智的『忒彌斯』的同伴;
but it lies open in the midst, for all men to attain: holy Justice, companion of pure Good Order and of wise Themis;
1:5445
ὀλβίων παῖδες οἵ νιν εὑρόντες σύνοικον
那些尋得她與自己同住的人,實在有福了。』
blessed are the children who have found her to dwell with them.'
1:5446
Πίνδαρος δὲ ἄντικρυς καὶ σωτῆρα Δία συνοικοῦντα Θέμιδι εἰσάγει, βασιλέα, σωτῆρα δίκαιον, ἑρμηνεύων ὧδέ πως·
品達則直截了當地描述救主宙斯與忒彌斯同住,並將他闡釋為君王,是公義的救主,其言辭大致如下:
And Pindar plainly introduces Zeus the Savior as dwelling together with Themis, expounding him as king, a just savior, in some such words as these:
1:5447
πρῶτα μὲν εὔβουλον Θέμιν οὐρανίαν χρυσέαισιν ἵπποισιν Ὠκεανοῦ παρὰ παγᾶν Μοῖραι ποτὶ κλίμακα σεμνὰν ἆγον Ὀλύμπου λιπαρὰν καθ' ὁδόν, σωτῆρος ἀρχαίαν ἄλοχον Διὸς ἔμμεν·
『首先,命運三女神駕著金色的駿馬,將善於謀劃的、來自天上的忒彌斯,從俄刻阿諾斯的泉源接引,沿著那條光燦大道,直至奧林匹斯的莊嚴階梯,使她成為救主宙斯自古以來的配偶;
'First, with golden horses, the Fates led wise-counseling, heavenly Themis from the springs of Ocean, up the shining road, to the sacred stairway of Olympus, to be the ancient bride of Zeus the Savior;
1:5448
ἁ δὲ τὰς χρυσάμπυκας ἀγλαοκάρπους τίκτεν ἀλαθέας Ὥρας
她便生下了頭戴金冠、果實豐美、真實不欺的『時序』女神們。』
and she bore the golden-headbanded, splendid-fruited, truthful Hours.'
1:5449
ὁ τοίνυν μὴ πειθόμενος τῇ ἀληθείᾳ, διδασκαλίᾳ δὲ ἀνθρωπίνῃ τετυφωμένος, δυσδαίμων, ἄθλιός τε καὶ κατὰ τὸν Εὐριπίδην, ὃς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ, μετεωρολόγων δ' ἑκὰς ἔρριψεν σκολιὰς ἀπάτας, ὧν ἀτηρὰ γλῶσσα εἰκοβολεῖ περὶ τῶν ἀφανῶν, οὐδὲν γνώμης μετέχουσα
因此,那不聽從真理、反倒被人的教訓沖昏頭腦的人,是命途多舛、可悲的,正如優里庇底斯所言,是那『目睹這些事,卻不認識神』的人;他已將那些觀天者扭曲的欺妄拋諸腦後——那些人詭詐的舌頭對隱而未現之事信口臆測,卻毫無真知可言。
He, then, who does not obey the truth, but is puffed up with human teaching, is ill-fated and wretched, and, as Euripides says, is one 'who, though beholding these things, does not perceive God,' but has flung far away, among the stargazers, their crooked deceptions — men whose mischievous tongue casts random conjectures about things unseen, having no share in true understanding.
1:5450
Ἀφικόμενος οὖν ἐπὶ τὴν ἀληθῆ μάθησιν ὁ βουλόμενος ἀκουέτω μὲν Παρμενίδου τοῦ Ἐλεάτου ὑπισχνουμένου·
因此,凡願意抵達真知的人,且讓他聽埃利亞的巴門尼德如此應許:
He, then, who wishes to arrive at true learning, let him hear Parmenides of Elea making this promise:
1:5451
εἴσῃ δ' αἰθερίαν τε φύσιν τά τ' ἐν αἰθέρι πάντα σήματα καὶ καθαρᾶς εὐαγέος ἠελίοιο λαμπάδος ἔργ' ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο, ἔργα τε κύκλωπος πεύσῃ περίφοιτα σελήνης καὶ φύσιν, εἰδήσεις δὲ καὶ οὐρανὸν ἀμφὶς ἔχοντα, ἔνθεν μὲν γὰρ ἔφυ τε καὶ ὥς μιν ἄγουσα ἐπέδησεν Ἀνάγκη πείρατ' ἔχειν ἄστρων, ... Μητροδώρου τε, καίτοι Ἐπικουρείου γενομένου, ἐνθέως ταῦτά γε εἰρηκότος·
『你將認識天穹的本性,以及天穹之中一切的徵象,也將認識那純淨、光耀的太陽火炬所行那看不見的作為,以及其由來;你也將知曉那圓睜之月遊移不定的作為與本性;並將認識那環抱萬有的天穹,知道它從何而生,以及「必然」如何引導並約束它,使它持守群星的界限……』——即便是那位後來成為伊壁鳩魯學派信徒的墨特羅多羅,也曾彷彿受神感召般,說出以下這番話:
'You shall know the ethereal nature, and all the signs that are in the ether, and the unseen workings of the pure, radiant torch of the sun, and whence they arose; and you shall learn the wandering workings of the round-eyed moon, and its nature; and you shall know also the heaven that encompasses all, whence it was born, and how Necessity, guiding it, bound it to hold fast the bounds of the stars ...' — and of Metrodorus too, though he became an Epicurean, having spoken these words as though divinely inspired:
1:5452
μέμνησο, Μενέστρατε, διότι, θνητὸς φὺς καὶ λαβὼν βίον ὡρισμένον, ἀναβὰς τῇ ψυχῇ ἕως ἐπὶ τὸν αἰῶνα καὶ τὴν ἀπειρίαν ... τῶν πραγμάτων κατεῖδες καὶ τὰ ἐσσόμενα πρό τ' ἐόντα
『墨涅斯特拉圖啊,你當記得:你雖生而必死,所領受的生命也有其界限,然而你已在靈魂中攀升,直達永恆與萬有的無限之境,並且看見了將來要發生的事,也看見了已然存在的事。』
'Remember, Menestratus, that, though born mortal and allotted a bounded life, having ascended in soul even unto eternity and the infinity of things, you have beheld both what shall be and what already is.'
1:5453
ὅτε σὺν εὐδαίμονι χορῷ κατὰ τὸν Πλάτωνα μακαρίαν ὄψιν τε καὶ θέαν ἐποπτεύσομεν, ἑπόμενοι μετὰ μὲν Διὸς ἡμεῖς, ἄλλοι δὲ μετ' ἄλλων θεῶν, τελετῶν, ᾗ θέμις λέγειν, μακαριωτάτην τελούμενοι, ἣν ὀργιάζομεν, ὁλόκληροι μὲν αὐτοὶ καὶ ἀπαθεῖς κακῶν, ὅσα ἡμᾶς ἐν ὑστέρῳ χρόνῳ ὑπέμεινεν, ὁλόκληρα δὲ καὶ ἀτρεμῆ φάσματα μυούμενοί τε καὶ ἐποπτεύοντες ἐν αὐγῇ καθαρᾷ, καθαροὶ καὶ ἀσήμαντοι τούτου, ὃ νῦν σῶμα περιφέροντες ὀνομάζομεν, ὀστρέου τρόπον δεδεσμευμένοι
那時,我們將依循柏拉圖所言,與那有福的隊伍一同,觀看那有福的景象與異象——我們隨從宙斯,而其他人則隨從其餘諸神——被引入一場可稱為至福的入教儀式,親身奉行我們所行的那奧祕;那時我們自身完好無損,未受日後歲月所加諸的種種禍患侵擾,並在純淨的光輝中被引入、觀看那完整而穩定的異象,我們自身純潔,未帶有如今我們所背負、稱之為『身體』的這個印記——如同牡蠣一般,被牢牢束縛於其中。
when, together with the blessed company, according to Plato, we shall behold a blessed sight and vision, following — we with Zeus, and others with other gods — being initiated into a rite which it is lawful to call most blessed, the mystery we celebrate, being ourselves then whole and untouched by the evils which in after time awaited us, and being initiated into, and beholding in pure radiance, whole and steadfast apparitions, ourselves pure and unmarked by this thing which we now carry about and call the body, bound to it after the manner of an oyster.
1:5454
Οἱ δὲ Πυθαγόρειοι τὸν οὐρανὸν τὸν ἀντίχθονα καλοῦσιν, ἐφ' ἧς γῆς δι' Ἱερεμίου·
畢達哥拉斯學派則稱天為『對地』(相對之地),論及這片土地,藉耶利米〔曾如此說〕:
And the Pythagoreans call heaven the 'Counter-Earth,' concerning which land it is said, through Jeremiah:
1:5455
τάξω σε εἰς τέκνα, καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ παντοκράτορος, ἣν οἱ κληρονομήσαντες βασιλεύσουσι γῆς
『我要將你列在兒女之中,賜給你那美好之地,就是全能神的產業;凡承受這產業的,都要治理全地。』
'I will appoint you among the children, and I will give you a choice land, the inheritance of God Almighty, which those who inherit it shall reign over the earth.'
1:5456
Καὶ μυρία ἐπὶ μυρία ἐπὶ μυρίοις ἐπιρρεῖ μοι παρατίθεσθαι, συμμετρίας δ' οὖν ἕνεκα καταπαυστέον ἤδη τὸν λόγον, ὅπως μὴ τὸ τοῦ τραγῳδοποιοῦ Ἀγάθωνος πάθωμεν καὶ αὐτοί·
還有數不勝數、成千上萬的例證仍不斷湧向我,可供陳述;然而,為了篇幅得宜,這番論述如今應當就此打住,免得我們自己也遭遇悲劇詩人阿伽通所描述的那種下場:
And countless upon countless upon countless examples still flow in upon me to set forth; but for the sake of due proportion, this discourse must now be brought to a close, lest we too suffer what the tragic poet Agathon describes:
1:5457
τὸ μὲν πάρεργον ἔργον ὣς ἡγούμενοι, τὸ δ' ἔργον ὡς πάρεργον ἐκπονούμενοι
『把附帶的小事當作正事來看待,卻把正事當作附帶小事來操勞。』
'regarding the incidental task as though it were the main work, yet laboring at the main work as though it were incidental.'
1:5458
Δεδειγμένου τοίνυν σαφῶς, ὡς οἶμαι, ὅπως κλέπτας εἰρῆσθαι πρὸς τοῦ κυρίου τοὺς Ἕλληνας ἐξακουστέον, ἑκὼν παραλείπω τὰ ... τῶν φιλοσόφων δόγματα
既然如我所認為,已清楚說明了主稱希臘人為『竊賊』一語,應當作何理解,我便有意地略過哲學家們的種種學說;
Since, then, as I think, it has been clearly shown in what sense the Greeks are to be understood as having been called 'thieves' by the Lord, I deliberately pass over the doctrines of the philosophers;
1:5459
εἰ γὰρ καὶ τὰς λέξεις ἐπίοιμεν αὐτῶν, οὐκ ἂν φθάνοιμεν, πλῆθος ὅσον ὑπομνημάτων συνερανίζοντες, ἐκ τῆς βαρβάρου φιλοσοφίας πᾶσαν φερομένην τὴν παρ' Ἕλλησιν ἐν... δεικνύμενοι σοφίαν
因為即便我們逐字檢視他們的言論,就算蒐羅再多的札記,也難以趕上進度,去證明希臘人中所流傳的一切智慧,皆源自蠻族的哲學。
for even were we to go through their very words, we would not get ahead, though we gathered together so vast a multitude of notes, in demonstrating that all the wisdom current among the Greeks is derived from barbarian philosophy.
1:5460
ἧς θεωρίας οὐδὲν ἧττον αὖθις ἐφαψόμεθα κατὰ τὸ ἀναγκαῖον, ὁπηνίκα ἂν τὰς περὶ ἀρχῶν δόξας τὰς παρ' Ἕλλησι ... φερομένας ἀναλεγώμεθα
然而,我們仍將依需要再度重拾這項探討,就是當我們日後檢閱希臘人中流傳的、關於萬物本原的種種見解之時。
but we shall none the less take up this inquiry again, of necessity, whenever we come to review the opinions concerning first principles that are current among the Greeks.
1:5461
πλὴν καὶ τοῦτο ἡμῖν ἐκ τῶν εἰρημένων ἡμῖν ἡσυχῇ παρίσταται σκοπεῖν, ὃν τρόπον ταῖς Ἑλληνικαῖς τῷ οἵῳ τε ὄντι διανήχεσθαι τὰ ἐν αὐτοῖς κύματα ἐντευκτέον βίβλοις
然而,從我們前面所說的話中,也悄然顯出這一點值得我們思考:對於一個能夠游過其中波濤的人來說,應當以怎樣的方式來研讀希臘人的典籍。
Yet this too, quietly, presents itself to us from what has been said, for consideration: in what manner one who is able to swim through the waves within them ought to engage with the Greek books.
1:5462
ὄλβιος, ὡς ἔοικεν, ἄρα ἐστὶν κατὰ τὸν Ἐμπεδοκλέα, ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον, δειλὸς δ' ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν
照恩培多克勒所說:『那擁有神聖心智之財富的人,看來是有福的;而那心懷關於諸神之陰暗意見的人,則是可悲的。』
'Blessed, it seems, then, is he,' according to Empedocles, 'who has acquired the wealth of a divine mind, but wretched is he whose care is a dark opinion concerning the gods.'
1:5463
γνῶσιν καὶ ἀγνωσίαν ὅρους εὐδαιμονίας κακοδαιμονίας τε θείως ἐδή... λωσεν
他以神聖的方式指明:知識與無知乃是幸福與不幸的界限。
In a godlike manner he declared knowledge and ignorance to be the boundaries of blessedness and wretchedness.
1:5464
χρὴ γὰρ εὖ μάλα πολλῶν ἴστορας φιλοσόφους ἄνδρας εἶναι καθ' Ἡράκλειτον, καὶ τῷ ὄντι ἀνάγκη πολλὰ πλανηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν
照赫拉克利特所說:『作哲學思考的人確實必須通曉許多事物』;並且『事實上,一個追求成為高尚之人者,必然要經歷許多迷失探尋。』
'For philosophic men must indeed be well acquainted with very many things,' according to Heraclitus, 'and in truth it is necessary that the one who seeks to be noble should wander much.'
1:5465
εὐποιία τυγχάνει καὶ εἰς πάντας ἐξ ἀρχῆς ἀνάρχου ἴση ἀτεχνῶς ἡ φυσικὴ δικαιοσύνη, κατ' ἀξίαν ἑκάστου γένους γενομένη, οὐκ ἀρξα... μένη ποτέ·
善行普及眾人;而出於無始之始的自然正義,實在是對眾人一律平等的,是照著各類受造物的價值而成就的,並非始於某個時刻。
Well-doing extends to all, and from an origin without beginning, natural justice is, quite simply, equal toward all, coming about according to the worth of each kind, never having had a beginning.
1:5466
οὐ γὰρ ἀρχὴν τοῦ κύριος καὶ ἀγαθὸς εἶναι εἴληφεν ὁ θεὸς ὢν ἀεὶ ὅ ἐστιν, οὐδὲ μὴν παύσεταί ποτε ἀγαθοποιῶν, κἂν εἰς ... τέλος ἀγάγῃ ἕκαστα
因為神向來就是祂所是的那一位,祂並非在某個開始才成為主、成為良善的;祂也絕不會停止行善,即使祂使萬事萬物達到其終局。
For God, being always what he is, has not taken a beginning of being Lord and good, nor indeed will he ever cease doing good, even if he brings each thing to its end.
1:5467
μεταλαμβάνει δὲ τῆς εὐποιίας ἕκαστος ἡμῶν πρὸς ὃ βούλεται, ἐπεὶ τὴν διαφορὰν τῆς ἐκλογῆς ἀξία γενομένη ψυχῆς αἵρεσίς τε καὶ συνάσκησις πεποίηκεν
而我們每個人都按自己所願,分受這善行;因為靈魂那配得的抉擇與持續的操練,造成了選擇上的差異。
Each of us partakes of this beneficence according to what he wishes, since it is the soul's worthy choice and its continued practice that have produced the difference in what is selected.
1:5468
Ὧδε μὲν οὖν καὶ ὁ πέμπτος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεὺς περαιούσθω
就這樣,讓我們這第五卷《雜集》——按真哲學而寫的靈智筆記——到此結束吧。
Thus, then, let the fifth Stromateus of our Gnostic Notes according to the true philosophy be brought to its conclusion here.
1:5469
ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΕΚΤΟΣ Ὁ δὲ δὴ ἕκτος καὶ ὁμοῦ ὁ ἕβδομος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεύς, διαγράψας ὡς ἔνι μάλιστα τὸν ἠθικὸν λόγον ἐν τούτοις περαιούμενον καὶ παραστήσας, ὅστις ἂν εἴη κατὰ τὸν βίον ὁ γνωστικός, πρόεισι δείξων τοῖς φιλοσόφοις οὐδαμῶς ὡς ἄθεον τοῦτον, ὡς ὑπειλήφασιν, μόνον δὲ τῷ ὄντι θεοσεβῆ, τὸν τρόπον τῆς θρῃσκείας τοῦ γνωστικοῦ κεφαλαιωδῶς ἐκτιθέμενος, ὅσα γε εἰς γραφὴν ὑπομνηστικὴν ἀκίνδυνον ἐγχαράξαι·
革利免《雜集》第六卷。這第六卷——同時也可以說是第七卷——按真哲學而寫的靈智筆記,既已盡力概述了其中所完成的倫理論述,並說明了靈智者在生活方式上應是怎樣的人,接下來便要向哲學家們證明:這人絕非如他們所臆測的那樣是無神論者,而其實是真正敬畏神的人;並將靈智者敬拜的方式,就凡是可以安全地載於筆記文字中的部分,作綱要式的陳述。
OF CLEMENT, STROMATEIS, BOOK SIX. Now this sixth—and together with it, in effect, the seventh—Stromateus of our Gnostic Notes on the true philosophy, having outlined as far as possible the ethical discourse completed in them, and having set forth what manner of man the Gnostic would be in his way of life, goes on to show the philosophers that he is by no means godless, as they have supposed, but rather in truth god-fearing, setting out in summary the character of the Gnostic's worship, so much of it as it is safe to inscribe in a written memorandum.
1:5470
ἐργάζεσθαι γὰρ τὴν βρῶσιν τὴν εἰς αἰῶνα παραμένουσαν ὁ κύριος ἐνετείλατο, καί που ὁ προφήτης λέγει·
因為主曾吩咐要為那存到永遠的食物做工;先知在某處也說:
For the Lord commanded us to work for the food that remains unto eternity, and somewhere the prophet says:
1:5471
μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ μόσχος καὶ ὄνος πατεῖ, ὁ ἐκ νόμου καὶ ἐξ ἐθνῶν εἰς τὴν μίαν πίστιν συναγόμενος λαός
『凡在眾水旁撒種、牛驢在其上踐踏之處的人有福了』——那就是從律法和萬民中被召聚、歸入同一信仰的百姓。
'Blessed is he who sows beside every water, where the calf and the ass tread'—the people gathered together out of the Law and out of the nations into the one faith.
1:5472
ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει ... κατὰ τὸν γενναῖον ἀπόστολον
『那軟弱的,只吃蔬菜』……這是照那尊貴的使徒所說的。
'But he who is weak eats vegetables' ... according to the noble Apostle.
1:5473
φθάσας δὲ ὁ Παιδαγωγὸς ἡμῖν ἐν τρισὶ διαιρούμενος βίβλοις τὴν ἐκ παίδων ἀγωγήν τε καὶ τροφὴν παρέστησεν, τουτέστιν ἐκ κατηχήσεως συναύξουσαν τῇ πίστει πολιτείαν καὶ προπαρασκευάζουσαν τοῖς εἰς ἄνδρας ἐγγραφομένοις ἐνά... ρετον τὴν ψυχὴν εἰς ἐπιστήμης γνωστικῆς παραδοχήν
先前,我們分為三卷的《導師篇》已陳明了從孩童時期起的教養與哺育,也就是那從教理講授開始、與信仰一同增長的生活方式,並為那些即將被登錄為成年人者,預先使靈魂具備美德,以便領受靈智的知識。
Now our Paedagogus, already divided into three books, has set forth the upbringing and nourishment from childhood, that is, the manner of life which, proceeding from catechetical instruction, grows together with faith, and prepares beforehand the soul—for those being enrolled among men—virtuously, for the reception of gnostic knowledge.
1:5474
ἐναργῶς οὖν τῶν Ἑλλήνων μαθόντων ἐκ τῶν λεχθησομένων διὰ τῶνδε ἡμῖν, ὡς ἀνοσίως τὸν θεοφιλῆ διώκοντες ἀσεβοῦσιν αὐτοί, τότε ἤδη, προϊόντων τῶν ὑπομνημάτων κατὰ τὸν τῶν Στρωματέων χαρακτῆρα, ἐπιλυτέον τά τε ὑπὸ Ἑλλήνων τά τε ὑπὸ βαρβάρων προσαπορούμενα ἡμῖν περὶ τῆς τοῦ κυρίου παρουσίας
這樣一來,希臘人一旦從我們藉此書將要說的話中清楚得知:他們不虔敬地逼迫那蒙神所愛者,其實正是自己在行不虔敬之事,那麼,隨著這些筆記按《雜集》的體例繼續進行,便該解決希臘人與外邦人向我們提出的、有關主降臨的種種質疑了。
So then, once the Greeks have clearly learned from what will be said by us through these books that in impiously persecuting the one beloved of God they themselves are the ones committing impiety, then already, as the notes proceed according to the character of the Stromateis, the further questions raised against us both by Greeks and by barbarians concerning the Lord's coming must be resolved.
1:5475
Ἐν μὲν οὖν τῷ λειμῶνι τὰ ἄνθη ποικίλως ἀνθοῦντα κἀν τῷ παραδείσῳ ἡ τῶν ἀκροδρύων φυτεία οὐ κατὰ εἶδος ἕκαστον κεχώ ρισται τῶν ἀλλογενῶν ( ᾗ καὶ Λειμῶνάς τινες καὶ Ἑλικῶνας καὶ Κηρία καὶ Πέπλους συναγωγὰς φιλομαθεῖς ποικίλως ἐξανθισάμενοι συνεγράψαντο)·
正如在草地上,各色繁花交雜盛開;在果園中,各種果樹的栽植也不是按品種各自與異類分開的——正因如此,有些好學之士採擷各樣花朵,編寫成題為《草地》、《赫利孔》、《蜂巢》、《綴錦》之類的文集。
Now in a meadow, the flowers blooming in various colors, and in an orchard the planting of fruit-trees, are not separated species by species from those of a different kind—for which reason certain lovers of learning, having variously culled their blossoms, composed collections entitled Meadows, Helicons, Honeycombs, and Embroidered Robes.
1:5476
τοῖς δ' ὡς ἔτυχεν ἐπὶ μνήμην ἐλθοῦσι καὶ μήτε τῇ τάξει μήτε τῇ φράσει διακεκαθαρμένοις, διεσπαρμένοις δὲ ἐπίτηδες ἀναμίξ, ἡ τῶν Στρωματέων ἡμῖν ὑποτύπωσις λειμῶνος δίκην πε... ποίκιλται
至於那些偶然浮現於記憶、既未按次序排列、措辭也未經潤飾、卻刻意雜然散置的內容,我們這《雜集》的概述,便如同草地一般,被點綴得五彩繽紛。
But as for things that have come to memory just as they happened, neither arranged in order nor polished in expression, but deliberately scattered mixed together, our sketch of the Stromateis has been variegated after the manner of a meadow.
1:5477
καὶ δὴ ὧδε ἔχοντες ἐμοί τε ὑπομνήματα εἶεν ἂν ζώπυρα, τῷ τε εἰς γνῶσιν ἐπιτηδείῳ, εἴ πως περιτύχοι τοῖσδε, πρὸς τὸ συμ... φέρον καὶ ὠφέλιμον μετὰ ἱδρῶτος ἡ ζήτησις γενήσεται·
這樣安排之下,這些筆記對我而言,將如同記憶的火種;而對那適合追求知識的人來說,若他有幸遇上這些內容,其探索便將帶著汗水,朝向有益而有用之處進行。
And thus arranged, these notes would serve for me as kindling embers of memory, and for the one fitted for knowledge, should he happen upon them, the inquiry will proceed, with sweat, toward what is profitable and beneficial.
1:5478
οὐ γὰρ μόνον τῶν σιτίων τὸν πόνον, πολὺ δὲ πλέον καὶ τῆς γνώσεως ἡγεῖσθαι δίκαιον, τοῖς διὰ στενῆς καὶ τεθλιμμένης τῆς κυριακῆς ὄντως ... ὁδοῦ εἰς τὴν ἀίδιον καὶ μακαρίαν παραπεμπομένοις σωτηρίαν·
因為理當認為:知識所需的辛勞,不只等同於謀取食糧的辛勞,甚且遠超於此——對那些藉著主那真正又窄又難行的道路、被引向永恆蒙福救恩的人而言,更是如此。
For it is right to reckon that the labor of knowledge is not only comparable to that of obtaining food, but far more so, for those who are being conveyed, by way of the truly narrow and afflicted road of the Lord, to eternal and blessed salvation.
1:5479
ἡ γνῶσις δὲ ἡμῶν καὶ ὁ παράδεισος ὁ πνευματικὸς αὐτὸς ἡμῶν ὁ σωτὴρ ὑπάρχει, εἰς ὃν καταφυτευόμεθα, μετατεθέντες καὶ μεταμοσχευθέντες εἰς τὴν γῆν τὴν ἀγαθὴν ἐκ βίου τοῦ παλαιοῦ·
我們的知識、我們屬靈的樂園,就是我們的救主自己;我們被栽種在祂裡面,從舊有的生活中被遷移、被嫁接到那美好的土地上。
Our knowledge and our spiritual paradise are our Savior himself, into whom we are planted, having been transplanted and grafted into the good land, out of our former manner of life.
1:5480
ἡ μεταβολὴ δὲ τῆς φυτείας εἰς εὐκαρπίαν συμβάλλεται
而這栽植上的轉變,正有助於豐盛的結實。
And this change of planting contributes to fruitfulness.
1:5481
φῶς οὖν ὁ κύριος καὶ γνῶσις ἡ ἀληθής, εἰς ὃν μετετέθημεν
所以,主就是光,也是真知識;我們正是被遷移到祂裡面的。
The Lord, then, is light and true knowledge, into whom we have been transplanted.
1:5482
Λέγεται δὲ καὶ ἄλλως διττὴ ἡ γνῶσις, ἣ μὲν κοινῶς, ἡ ἐν πᾶσιν ἀνθρώποις ὁμοίως σύνεσίς τε καὶ ἀντίληψις κατὰ τὸ γνωρίζειν ἕκαστον τῶν ὑποκειμένων πανδήμως ἐμφαινομένη, ἧς οὐ μόνον αἱ λογικαὶ <δυνάμεις>, ἀλλ' ἴσως καὶ αἱ ἄλογοι μεθέξουσιν, ἣν οὐκ ἄν ποτε ἔγωγε γνῶσίν γε ὀνομάσαιμι, τὴν καὶ δι' αἰσθητηρίων ἀντιλαμ... βάνεσθαι πεφυκυῖαν·
知識還可以用另一種方式說是雙重的:一種是普遍意義上的知識,就是在一切人中同樣存在的理解與領悟,依照對每個對象的認識而普遍顯現出來;不僅有理性的〈能力〉能分享,或許連無理性的〈生物〉也能分享這種知識——而這種知識,我自己絕不會真正稱之為『知識』,因為它本來就是那種也能藉由感官去領會的東西。
But knowledge is also said, in another sense, to be twofold: the one, in a common sense, is the understanding and apprehension present alike in all men universally, according to their recognizing each of the objects before them—a knowledge in which not only the rational faculties, but perhaps also the irrational creatures, will share; this I myself would never call knowledge properly, since it is of the kind naturally apprehended even through the senses.
1:5483
τῆς ... ψυχῆς ἐνέργειαν εἰλικρινῶς ἐπιβάλλουσαι·
……〔理性的能力〕純然專注於靈魂的活動……
...applying themselves sincerely to the activity of the soul.
1:5484
χρηστὸς ἀνήρ, φησὶν ὁ Δαβίδ, ὁ οἰκτίρμων τῶν παραπολλυμένων τῇ πλάνῃ καὶ κιχρῶν ἐκ μεταδόσεως τοῦ λόγου τῆς ἀληθείας, οὐχ ὡς ἔτυχεν, ἀλλὰ γὰρ οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ἐπιλογισμῷ βαθεῖ·
大衛說:『良善的人』,就是那憐憫因迷失而將亡之人、並藉分享真理之道而『施予』的人——並非隨意而為,而是要『以判斷』來安排自己的言語,經過深思熟慮。
'A good man,' says David, 'is he who is compassionate toward those who are perishing in error, and who lends by sharing the word of truth'—not haphazardly, but rather he will manage his words with judgment, with deep consideration.
1:5485
οὗτος ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν
『他施散錢財,賙濟貧窮。』
'He has scattered abroad, he has given to the poor.'
1:5486
Πρὸ δὲ τῆς εἰς τὸ προκείμενον ἐγχειρήσεως ἐν προοιμίου εἴδει προσαποδοτέον τῷ πέρατι τοῦ πέμπτου Στρωματέως τὰ ἐνδέοντα
然而,在著手處理眼前的課題之前,我們應當以序言的方式,先補足第五卷《雜集》結尾所欠缺的部分。
But before undertaking the matter now before us, we must, by way of a preface, further render to the conclusion of the fifth Stromateus what is still lacking.
1:5487
Ἐπεὶ γὰρ παρεστήσαμεν τὸ συμβολικὸν εἶδος ἀρχαῖον εἶναι, κεχρῆσθαι δὲ αὐτῷ οὐ μόνον τοὺς προφήτας τοὺς παρ' ἡμῖν, ἀλλὰ καὶ τῶν Ἑλλήνων τῶν παλαιῶν τοὺς πλείονας καὶ τῶν ἄλλων τῶν κατὰ τὰ ἔθνη βαρβάρων οὐκ ὀλίγους, ἐχρῆν δὲ καὶ τὰ μυστήρια ἐπελθεῖν τῶν τελουμένων·
既然我們已說明象徵性的表達方式古已有之,並且不僅是我們這裡的先知使用它,大多數古代希臘人以及不少其他外邦民族也都曾使用,那麼理當也一併探討那些所舉行的祕儀。
For since we have shown that the symbolic form of speech is ancient, and that it has been employed not only by the prophets among us, but also by most of the ancient Greeks and by not a few of the other barbarian nations, it was also necessary to go through the mysteries that are performed in their rites.
1:5488
ταῦτα μὲν ὑπερτίθεμαι διασαφήσων, ὁπηνίκα ἂν τὰ περὶ ἀρχῶν τοῖς Ἕλλησιν εἰρημένα ἐπιόντες διελέγχωμεν·
這些事,我暫且延後說明,留待我們進一步駁斥希臘人關於本原(第一原理)所說的種種論點之時再作闡明。
These matters I defer to clarify, for whenever we go on to refute what has been said by the Greeks concerning first principles.
1:5489
τῆσδε γὰρ ἔχεσθαι τῆς θεωρίας ἐπιδείξομεν καὶ τὰ μυστήρια·
因為我們將要指明,祕儀也與這同一項考察密切相關。
For we shall show that the mysteries too are bound up with this same inquiry.
1:5490
παραστήσαντες δὲ τὴν ἔμφασιν τῆς Ἑλληνικῆς διανοίας ἐκ τῆς διὰ τῶν γραφῶν εἰς ἡμᾶς δεδομένης ἀληθείας περιαυγασθεῖσαν, καθ' ὃ σημαινόμενον διήκειν εἰς αὐτοὺς τὴν κλοπὴν τῆς ἀληθείας ἐκδεχόμενοι, εἰ μὴ ἐπαχθὲς εἰπεῖν, ἀπεδείξαμεν, φέρε μάρτυρας τῆς κλοπῆς αὐτοὺς ... καθ' ἑαυτῶν παραστήσωμεν τοὺς Ἕλληνας·
我們既已說明,希臘人思想中的光彩,其實是被那藉聖經賜給我們的真理所照亮映射出來的——依此意義而言,我們已論證了真理之竊取如何滲透到他們當中(若這樣說不算太過分的話);那麼,來吧,讓我們提出希臘人自己,作為指證他們自身這種竊取行為的見證人。
But having set forth that the reflection of the Greek intellect was illumined all round from the truth given to us through the Scriptures—in which sense we have shown, if it is not too harsh to say, that the theft of the truth has penetrated to them—come, let us present the Greeks themselves as witnesses against themselves of this theft.
1:5491
οἱ γὰρ τὰ οἰκεῖα οὕτως ἄντικρυς παρ' ἀλλήλων ὑφαιρούμενοι βεβαιοῦσι μὲν τὸ κλέπται εἶναι, σφετερίζεσθαι δ' ὅμως καὶ ἄκοντες τὴν παρ' ἡμῶν ἀλήθειαν εἰς τοὺς ὁμοφύλους λάθρᾳ διαδείκνυνται
因為那些如此公然彼此竊取所有物之人,固然證實了自己是賊;但同時,即使並非出於本意,他們也顯露出:自己是在暗中把我們的真理,挪用轉贈給自己的同胞。
For those who so openly filch what belongs to one another confirm indeed that they are thieves, but they also show themselves, even unwillingly, secretly appropriating our truth for their own countrymen.
1:5492
οἱ γὰρ μηδὲ ἑαυτῶν, σχολῇ γ' ἂν ... τῶν ἡμετέρων ἀφέξονται
因為,連自己人的東西都不肯放過的人,又怎會輕易放過屬於我們的東西呢?
For those who do not even spare what belongs to one another will hardly refrain from what is ours.
1:5493
καὶ τὰ μὲν κατὰ φιλοσοφίαν σιωπήσομαι δόγματα, αὐτῶν ὁμολογούντων ἐγγράφως τῶν τὰς αἱρέσεις διανεμομένων, ὡς μὴ ἀχάριστοι ἐλεγχθεῖεν, παρὰ Σωκράτους εἰληφέναι ... τὰ κυριώτατα τῶν δογμάτων
至於哲學方面的教義,我就略而不談了,因為那些劃分各學派的人自己也在著作中承認——為了不被指控忘恩負義——他們最主要的教義乃是承自蘇格拉底。
Now the doctrines belonging to philosophy I shall pass over in silence, since those who distribute the philosophical schools themselves confess in writing—so as not to be convicted of ingratitude—that they received the most authoritative of their doctrines from Socrates.
1:5494
ὀλίγοις δὲ τῶν καθωμιλημένων καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμων ἀνδρῶν χρησάμενος μαρτυρίοις, τὸ κλεπτικὸν διελέγξας εἶδος αὐτῶν, ἀδιαφόρως τοῖς χρόνοις καταχρώμενος, ἐπὶ τὰ ἑξῆς τρέψομαι
我僅援引若干在希臘人中享有盛名、廣為人知之士的證詞,藉此揭露他們那種偷竊的性質——並且不特別計較年代先後——然後便轉向接下來的內容。
But having employed the testimonies of a few well-known men held in repute among the Greeks, and having exposed their thievish character—making use of chronology without distinction—I shall turn to what follows.
1:5495
Ὀρφέως τοίνυν ποιήσαντος·
俄耳甫斯這樣寫道:
Orpheus, then, having written:
1:5496
ὣς οὐ κύντερον ἦν καὶ ῥίγιον ἄλλο γυναικός, ... Ὅμηρος ἄντικρυς λέγει·
『……如此,再沒有比女人更無恥、更可怕的了』……荷馬則直截了當地說:
'thus there was nothing else more shameless and more dreadful than a woman' ... Homer says outright:
1:5497
ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός
『如此,再沒有比女人更可怖、更無恥的了。』
'thus nothing else is more terrible and more shameless than a woman.'
1:5498
ὡς αἰεὶ τέχνη μέγ' ἀμείνων ἰσχύος ἐστίν, ... Ὅμηρος λέγει μήτι τοι δρυτόμος περιγίνεται ἠὲ βίηφι
『……技巧向來遠勝於蠻力』……荷馬說:『樵夫靠的是技巧,遠勝於靠蠻力取勝。』
'as skill is always far better than strength' ... Homer says: 'By skill a woodcutter prevails far more than by force.'
1:5499
Πάλιν τοῦ Μουσαίου ποιήσαντος·
繆賽奧斯又這樣寫道:
Again, Musaeus having written:
1:5500
ὡς δ' αὔτως καὶ φύλλα φύει ζείδωρος ἄρουρα·
『正如那賜生命的大地也生出葉子一般:』
'And even so the life-giving earth also brings forth leaves:'
1:5501
ἄλλα μὲν ἐν μελίῃσιν ἀποφθίνει, ἄλλα δὲ φύει·
『有的在梣樹上枯萎凋零,有的則萌發生長;』
'some perish on the ash trees, and others it brings forth;'
1:5502
ὣς δὲ καὶ ἀνθρώπων γενεὴν καὶ φῦλον ἑλίσσει
『照樣,人類的世代與族類也如此循環變遷。』
'so too does it turn round the generation and race of men.'
1:5503
φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ' ὕλη τηλεθόωσα φύει, ἔαρος δ' ἐπιγίνεται ὥρη·
『有些葉子被風吹落於地,另有些則由茂盛的林木長出,隨著春天的季節到來;』
'The wind sheds some leaves to the ground, but the flourishing woodland brings forth others, and the season of spring comes on;'
1:5504
ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει, ἣ δ' ἀπολήγει
『人類的世代也是如此:一代興起,另一代則消逝。』
'so of men's generations, one springs up, another passes away.'
1:5505
Πάλιν δ' αὖ Ὁμήρου εἰπόντος·
荷馬又這樣說道:
And again, Homer having said:
1:5506
οὐχ ὁσίη κταμένοισιν ἐπ' ἀνδράσιν εὐχετάασθαι, ... Ἀρχίλοχός τε καὶ Κρατῖνος γράφουσιν, ὃ μέν·
『向被殺之人誇口,是不虔敬的』……阿爾基羅庫斯與克拉提努斯二人也都如此寫道,其一〔阿爾基羅庫斯〕說:
'it is not holy to boast over slain men' ... both Archilochus and Cratinus write likewise, the one, Archilochus, saying:
1:5507
οὐ γὰρ ἐσθλὰ κατθανοῦσι κερτομεῖν ἐπ' ἀνδράσιν, ... Κρατῖνος δὲ ἐν τοῖς Λάκωσι·
『因為譏誚已死之人,並非美事』……克拉提努斯則在其《拉哥尼亞人》劇中說:
'for it is not good to mock over men who have died' ... and Cratinus, in his Laconians, says:
1:5508
φοβερὸν ἀνθρώποις τόδ' αὖ, κταμένοις ἐπ' αἰζηοῖσιν καυχᾶσθαι μέγα
『這對世人而言也是可畏之事——向被殺的壯士大肆誇口。』
'this too is a fearful thing for men—to boast greatly over slain warriors.'
1:5509
Αὖθίς τε ὁ Ἀρχίλοχος τὸ Ὁμηρικὸν ἐκεῖνο μεταφέρων·
阿爾基羅庫斯又再次轉引荷馬那句話:
And again Archilochus, transposing that Homeric line:
1:5510
ἀασάμην, οὐδ' αὐτὸς ἀναίνομαι·
『我實在是被迷惑了,我自己也不否認;』
'I was blinded, nor do I myself deny it;'
1:5511
ἀντί νυ πολλῶν, ... ὧδέ πως γράφει·
『足抵眾多……』——他大致這樣寫道:
'instead of many...'—he writes something like this:
1:5512
ἤμβλακον, καί πού τινα ἄλλον ἥδ' ἄτη κιχήσατο·
『我犯了過錯,而這災禍想必也曾臨到別人身上;』
'I erred, and this ruin has doubtless overtaken some other man too;'
1:5513
καθάπερ ἀμέλει κἀκεῖνο τὸ ἔπος·
正如,當然,還有那句詩也說:
just as, indeed, also that verse says:
1:5514
ξυνὸς ἐνυάλιος, καί τε κτανέοντα κατέκτα, ... μεταποιῶν αὐτὸς ὧδέ πως ἐξήνεγκεν·
『戰神恩宇阿利歐斯是眾人共有的,他也會殺死那殺人者』……〔阿爾基羅庫斯〕自己改寫,大致這樣表達出來:
'Enyalius is common to all, and even slays the one who slays' ... he himself, transforming it, brought it out something like this:
1:5515
ἐτήτυμον γὰρ ξυνὸς ἀνθρώποισιν Ἄρης
『因為戰神阿瑞斯確實是人人共有的。』
'for truly Ares is common to all men.'
1:5516
νίκης ἀνθρώποισιν θεῶν ἐν † πείρᾳ κεῖται, ... διὰ τοῦδε τοῦ ἰάμβου δῆλός ἐστι·
『人的勝負,乃在乎諸神的〔考驗〕之中』——〔阿爾基羅庫斯〕藉著下面這行短長格詩句,清楚顯明了這一點:
'For men, victory lies in the [trial] of the gods'—he is manifest through this iambic line:
1:5517
καὶ νέους θάρρυνε, νίκης δὲ ἐν θεοῖσι πείρατα
『他鼓勵年輕人:然而勝負的終局,掌握在諸神手中。』
'and he encouraged the young men: but the issues of victory lie with the gods.'
1:5518
ἀνιπτόποδες, χαμαιεῦναι, ... Εὐριπίδης ἐν Ἐρεχθεῖ γράφει·
『赤足不洗,睡臥於地』……歐里庇得斯在其《厄瑞克透斯》劇中寫道:
'with unwashen feet, sleeping on the ground' ... Euripides writes in his Erechtheus:
1:5519
ἐν ἀστρώτῳ πέδῳ εὕδουσιν, πηγαῖς δ' οὐχ ὑγραίνουσι<ν> πόδας
『他們睡在未曾鋪墊的地上,也不用泉水沾濕雙腳。』
'they sleep upon unstrewn ground, and do not moisten their feet at the springs.'
1:5520
Ἀρχιλόχου τε ὁμοίως εἰρηκότος·
阿爾基羅庫斯同樣也這樣說過:
And Archilochus likewise having said:
1:5521
ἀλλ' ἄλλος ἄλλῳ κραδίην ἰαίνεται, ... παρὰ τὸ Ὁμηρικόν·
『各人的心,各因不同的事物而感到暢快歡悅』……這是仿照荷馬那句話:
'but one man's heart is warmed by one thing, another's by another' ... after that Homeric line:
1:5522
ἄλλος γάρ <τ'> ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις, ... Εὐριπίδης ἐν τῷ Οἰνεῖ φησιν·
『一人樂於此事,另一人樂於彼事』……歐里庇得斯在其《俄紐斯》劇中說:
'for one man delights in one set of deeds, another in another' ... Euripides says in his Oeneus:
1:5523
ἀλλὰ ἄλλος ἄλλοις μᾶλλον ἥδεται τρόποις
『然而,各人所偏愛的生活方式各不相同,甲喜此,乙喜彼。』
'but one man takes more pleasure in one manner of life, another in another.'
1:5524
Ἀκήκοα δὲ Αἰσχύλου μὲν λέγοντος·
我曾聽聞埃斯庫羅斯這樣說:
I have heard Aeschylus saying:
1:5525
οἴκοι μένειν χρὴ τὸν καλῶς εὐδαίμονα– καὶ τὸν κακῶς πράσσοντα καὶ τοῦτον μένειν, ... Εὐριπίδου δὲ τὰ ὅμοια ἐπὶ τῆς σκηνῆς βοῶντος·
『那真正幸福的人應當留在家中——那境遇不佳的人同樣也該留在家中』……而歐里庇得斯也在舞台上高聲說出類似的話:
'He who is truly fortunate ought to remain at home—and he who fares ill should likewise remain' ... while Euripides proclaims similar things upon the stage:
1:5526
εὐτυχῶν οἴκοι μένει, ... ἀλλὰ καὶ Μενάνδρου ὧδέ πως κωμῳδοῦντος·
『幸運的人留在家中』……而米南德在其喜劇中也大致這樣寫道:
'the fortunate man stays at home' ... but Menander too, in his comedy, says something like this:
1:5527
οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον, ἢ μηκέτ' εἶναι τὸν καλῶς εὐδαίμονα
『人應當留在家中,並保持自由之身,否則就不再是真正幸福之人了。』
'One ought to remain at home, and remain free, or else no longer be truly fortunate.'
1:5528
Πάλιν Θεόγνιδος μὲν λέγοντος·
特奧格尼斯又這樣說:
Again, Theognis saying:
1:5529
οὐκ ἔστι<ν> φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος, ... Εὐριπίδης πεποίηκεν·
『流亡者沒有朋友,也沒有忠實的夥伴』……歐里庇得斯也曾如此寫道:
'there is no friend and faithful companion for the exile' ... Euripides has composed likewise:
1:5530
πένητα φεύγοντα φεύγει πᾶς τις ἐκποδὼν φίλος
『當一個貧窮的流亡者逃難時,所有的朋友都避他而遠遁。』
'when a poor man is fleeing, every friend flees out of his way.'
1:5531
συνοικεῖς ὦν νέῳ γ' ἔσσα παλαιτέρα, καὶ ἐπάγοντος·
「你雖年長,卻與一個年輕人同居」——接著他又說:
'You dwell with a young man, though you yourself are the elder' — and he adds:
1:5532
ὃ μὲν γὰρ ἄλλην δῆτα λαμβάνει νεάνιδα, < ἃ δ'> ἄλλον δ' ἄλλῃ <δῆτα> μαστεύει τινά, ... Εὐριπίδης γράφει·
「這人另娶了一個少女,那人卻又在別處另尋他人」……歐里庇得斯寫道:
'For the one takes yet another young girl, while she in turn seeks out some other man elsewhere' ... Euripides writes:
1:5533
κακὸν γυναῖκα πρὸς νέον ζεῦξαι νέαν·
「將少女配給少年郎,實乃禍事;」
It is an evil thing to yoke a young woman to a young man;
1:5534
† ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν, ἣ δ' ἐνδεὴς τοῦδ' οὖσα βουλεύει κακά
「因為這人渴望染指他人的床榻,那人則因失此而心生惡謀。」
for the one longs to take another's bed, while she, being deprived of this, plots evil.
1:5535
Ἔτι Εὐριπίδου μὲν ἐν τῇ Μηδείᾳ εἰπόντος·
再者,歐里庇得斯在《美狄亞》中說:
Again, since Euripides says in the Medea:
1:5536
κακοῦ γὰρ ἀνδρὸς δῶρα ὄνησιν οὐκ ἔχει, ... Σοφοκλῆς ἐν τῷ Αἴαντι τῷ μαστιγοφόρῳ ἐκεῖνό φησι τὸ ἰαμβεῖον·
「惡人的餽贈毫無益處」……索福克勒斯在《持鞭的埃阿斯》中說出那句抑揚格詩句:
'The gifts of an evil man bring no benefit' ... Sophocles, in the Ajax the Scourge-Bearer, speaks that iambic line:
1:5537
ἐχθρῶν δ' ἄδωρα δῶρα καὶ οὐκ ὀνήσιμα
「仇敵的餽贈不算餽贈,也無益處。」
The gifts of enemies are no gifts, and bring no benefit.
1:5538
τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται, ... ἄντικρυς ὁ Θέογνις γράφει·
「飽足生驕縱,當富足隨之而來時」……忒奧格尼斯直接寫道:
'For surfeit breeds insolence, when great prosperity attends it' ... Theognis writes outright:
1:5539
τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται
「飽足確實生驕縱,當富足隨從惡人之時。」
Surfeit breeds insolence, when prosperity attends a base man.
1:5540
ὅθεν καὶ ὁ Θουκυδίδης ἐν ταῖς ἱστορίαις εἰώθασιν δὲ οἱ πολλοὶ τῶν ἀνθρώπων φησίν, οἷς ἂν μάλιστα καὶ δι' ἐλαχίστου ἀπροσδόκητος ... εὐπραγία ἔλθῃ, εἰς ὕβριν τρέπεσθαι
因此修昔底德也在其《歷史》中說:「大多數人一旦意外而迅速地遇上出乎意料的好運,便慣於轉向驕縱。」
Whence also Thucydides, in his Histories, says: 'Most men are accustomed, when unexpected good fortune comes to them swiftly and beyond all reckoning, to turn to insolence.'
1:5541
καὶ Φίλιστος ὁμοίως τὰ αὐτὰ μιμεῖται ὧδε λέγων·
腓利斯托斯同樣模仿了這同一思想,如此說道:
And Philistus likewise imitates the very same thought, speaking thus:
1:5542
τὰ δὲ πολλὰ κατὰ λόγον τοῖς ἀνθρώποις εὐτυχοῦντα ἀσφαλέστερα <ἢ> παρὰ δόξαν·
「大體而言,人所遇上、合乎常理的好運,比出乎意料的好運更為穩固;」
For the most part, good fortune that comes to men according to reasonable expectation is more secure than that which comes contrary to expectation;
1:5543
εἰώθασι γὰρ μάλιστα οἱ παρὰ δόξαν ἀπροσδοκήτως εὖ πράσσοντες εἰς ὕβριν τρέπεσθαι
「因為那些出乎意料、意想不到地順遂的人,最容易轉向驕縱。」
for those who fare well unexpectedly, contrary to all expectation, are especially prone to turn to insolence.
1:5544
Πάλιν Εὐριπίδου ποιήσαντος·
再者,歐里庇得斯作詩道:
Again, since Euripides composed:
1:5545
ἐκ γὰρ πατρὸς καὶ μητρὸς ἐκπονουμένων σκληρὰς διαίτας οἱ γόνοι βελτίονες, ... Κριτίας γράφει·
「因為父母若刻苦操練嚴格的生活方式,其子女便更為優良」……克里底亞寫道:
'For when father and mother labor hard at a rigorous way of life, their offspring are better' ... Critias writes:
1:5546
ἄρχομαι δέ τοι ἀπὸ γενετῆς ἀνθρώπου·
我便由人受孕之始說起:
I begin, then, from the very begetting of man:
1:5547
πῶς ἂν βέλτιστος τὸ σῶμα γένοιτο καὶ ἰσχυρότατος; εἰ ὁ φυτεύων γυμνάζοιτο καὶ ἐσθίοι ἐρρωμένως
一個人如何在身體上變得最健美、最強壯?若使其父在生育之前操練並強健地飲食,
How might a man become best and strongest in body? If the begetter should exercise and eat robustly,
1:5548
καὶ ταλαιπωροίη τὸ σῶμα καὶ ἡ μήτηρ τοῦ παιδίου τοῦ μέλλοντος ἔσεσθαι ἰσχύοι τὸ σῶμα καὶ γυμνάζοιτο
且使身體經受磨煉;而那將來要生育孩子的母親,也應身體強健並操練。
and endure hardship in body; and if the mother of the child that is to be should also be strong in body and take exercise.
1:5549
Αὖθίς τε Ὁμήρου ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος εἰπόντος·
再者,荷馬論及赫菲斯托斯所造的盾牌時說道:
Again, since Homer says of the shield fashioned by Hephaestus:
1:5550
ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν·
「其上他鑄造了大地、天空與海洋;」
On it he wrought the earth, and the heaven, and the sea;
1:5551
ἐν δ' ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο, ... Φερεκύδης ὁ Σύριος λέγει·
「他又在上面置入了大河歐克阿諾斯的浩大力量」……敘利亞人斐瑞居德斯說:
and he set upon it the great might of the river Ocean' ... Pherecydes of Syros says:
1:5552
Ζᾶς ποιεῖ φᾶρος μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῷ ποικίλλει γῆν καὶ Ὠγηνὸν καὶ τὰ Ὠγηνοῦ δώματα
「宰斯製作了一件既大又美的長袍,並在其上繡出了大地、歐格諾斯,以及歐格諾斯的居所。」
Zas makes a great and beautiful robe, and on it embroiders the Earth and Ogenos and the dwellings of Ogenos.
1:5553
αἰδώς, ἥτ' ἄνδρας μέγα σίνεται ἠδ' ὀνίνησιν, ... Εὐριπίδης ἐν Ἐρεχθεῖ γράφει·
「羞恥之心,既深深傷害世人,也大大裨益世人」……歐里庇得斯在《厄瑞克透斯》中寫道:
'Shame, which greatly harms men and also benefits them' ... Euripides, in the Erechtheus, writes:
1:5554
αἰδοῦς δὲ < κ>αὐτὸς δυσκρίτως ἔχω πέρι·
至於羞恥之心,我自己也難以就此作出判斷;
As for shame, I myself am hard put to judge concerning it;
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。