📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 雜記(八卷)

雜記(八卷) 第 1 章 第 8/42 段

希臘文原文.190 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1306–1:1495(全章共 7922 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1306
τοῦ νόμου δὲ τὴν εὐποιίαν διὰ τῆς πρὸς τοὺς Ἰουδαίους περικοπῆς δεδήλωκεν ὁ ἀπόστολος γράφων ὧδέ πως·
使徒藉著論及猶太人的那段經文,闡明了律法的美善功用,如此寫道:
And the apostle has made clear the beneficence of the law through the passage addressed to the Jews, writing somewhat as follows:
1:1307
εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ καὶ γιγνώσκεις τὸ θέλημα τοῦ θεοῦ καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου, πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρ... φωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ
你若稱為猶太人,倚靠律法,指著神誇口,又曉得神的旨意,並因受過律法的教訓,能分辨是非;自信是給瞎子領路的,是黑暗中人的光,是愚頑人的師傅,是小孩子的先生,在律法上有知識和真理的模範——
But if you are named a Jew, and rest upon the law, and boast in God, and know his will, and approve the things that are excellent, being instructed out of the law, and are persuaded that you yourself are a guide of the blind, a light of those in darkness, an instructor of the foolish, a teacher of babes, having the embodiment of knowledge and of truth in the law—
1:1308
ταῦτα γὰρ δύνασθαι τὸν νόμον ὁμολογεῖται, κἂν οἱ κατὰ νόμον μὴ πολιτευόμενοι ὡς ἐν νόμῳ ἀλαζονεύωνται βιοῦντες·
因為眾所公認,律法確實能成就這些事,儘管那些生活並不照著律法而行的人,也在生活上誇耀,彷彿自己是在律法之下。
for it is acknowledged that the law is able to do these things, even though those who do not conduct their lives according to the law boast, in their manner of living, as though they were within the law.
1:1309
μακάριος δὲ ἀνὴρ ὃς εὗρεν σοφίαν, καὶ θνητὸς ὃς εἶδεν φρόνησιν, ἐκ δὲ τοῦ στόματος αὐτῆς, τῆς σοφίας δηλονότι, δικαιοσύνη ἐκπορεύεται, νόμον δὲ καὶ ... ἔλεον ἐπὶ γλώσσης φορεῖ
得智慧之人是有福的,見悟性之人也蒙福;公義從她——就是智慧——的口中出來,她的舌上帶著律法與憐憫。
Blessed is the man who has found wisdom, and the mortal who has seen understanding; and out of her mouth—that is, wisdom's—righteousness proceeds, and she bears law and mercy upon her tongue.
1:1310
ἑνὸς γὰρ κυρίου ἐνέργεια, ὅς ἐστι δύναμις καὶ σοφία τοῦ θεοῦ, ὅ τε νόμος τό τε εὐαγγέλιον, καὶ ὃν ἐγέννησε φόβον ὁ νόμος, ἐλεήμων οὗτος εἰς σωτηρίαν
因為律法與福音,都出於獨一主的作為,這位主就是神的能力與智慧;而律法所生出的懼怕,本身正是憐憫人以致得救的。
For both the law and the gospel are the working of one Lord, who is the power and wisdom of God; and the fear which the law has begotten is itself merciful unto salvation.
1:1311
ἐλεημοσύναι δὲ καὶ πίστεις καὶ ἀλήθεια μὴ ἐκλιπέτωσάν σε, ἄφαψαι δὲ αὐτὰς ... περὶ σῷ τραχήλῳ
不可使憐憫、信實與真理離開你,要將它們繫在你的頸項上。
Let not mercy and faithfulness and truth forsake you; bind them about your neck.
1:1312
ὁμοίως δὲ τῷ Παύλῳ ἡ προφητεία ὀνειδίζει τὸν λαὸν ὡς μὴ συνιέντα τὸν νόμον
同樣,先知的話也如保羅一般,責備百姓不明白律法:
Likewise, in agreement with Paul, prophecy too reproaches the people for not understanding the law:
1:1313
σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, οὐκ ἔστι φόβος ... θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν
毀壞和苦難在他們的路上,他們不知道平安的道路;他們眼中沒有懼怕神的意念。
Destruction and misery are in their ways, and the way of peace they have not known; there is no fear of God before their eyes.
1:1314
φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν
他們自稱為有智慧,反成了愚拙。
Professing themselves to be wise, they became fools.
1:1315
οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρήσηται·
我們知道律法是好的,只要人合乎律法地使用它;
But we know that the law is good, if one uses it lawfully;
1:1316
οἳ δὲ θέλοντες εἶναι νομοδιδάσκαλοι οὐ νοοῦσι, φησὶν ὁ ἀπόστολος, οὔτε ἃ λέγουσιν οὔτε περὶ τίνων διαβεβαιοῦνται, τὸ δὲ τέλος τῆς παραγγελίας ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου
使徒說:那些願意作律法教師的人,卻不明白自己所說的話,也不明白自己所堅稱的事;然而誡命的終極目的乃是出於清潔的心、無虧的良心、無偽的信心而生的愛。
but those who wish to be teachers of the law, says the apostle, understand neither what they say nor the things about which they make confident assertions; but the end of the commandment is love out of a pure heart and a good conscience and unfeigned faith.
1:1317
Ἡ μὲν οὖν κατὰ Μωυσέα φιλοσοφία τετραχῇ τέμνεται, εἴς τε τὸ ἱστορικὸν καὶ τὸ κυρίως λεγόμενον νομοθετικόν, ἅπερ ἂν εἴη τῆς ἠθικῆς πραγματείας ἴδια, τὸ τρίτον δὲ εἰς τὸ ἱερουργικόν, ὅ ... ἐστιν ἤδη τῆς φυσικῆς θεωρίας·
照摩西而言的哲學,可分為四個部分:其一為歷史部分,其二為嚴格意義上所謂的立法部分——這二者當屬於倫理學論述所特有;第三則為祭祀禮儀部分,這已屬於自然默觀(物理學)的範疇;
The philosophy according to Moses, then, is divided into four parts: into the historical, and that properly called the legislative—which would belong to the treatise on ethics—and, thirdly, into the sacerdotal, which already belongs to the contemplation of nature;
1:1318
καὶ τέταρτον ἐπὶ πᾶσι τὸ θεολογικὸν εἶδος, ἡ ἐποπτεία, ἥν φησιν ὁ Πλάτων τῶν μεγάλων ὄντως εἶναι μυστηρίων, Ἀριστοτέλης δὲ τὸ εἶδος τοῦτο μετὰ τὰ φυσικὰ ... καλεῖ
第四,也是統括一切之上的,乃是神學的部分,即『秘觀』,柏拉圖稱之為真正屬於偉大奧祕的部分;而亞里斯多德則稱這一部分為『物理學之後』〔即形上學〕。
and, fourth and above all, the theological kind, the epoptic vision, which Plato says truly belongs to the great mysteries, while Aristotle calls this branch 'the things after the physical.'
1:1319
καὶ ἥ γε κατὰ Πλάτωνα διαλεκτική, ὥς φησιν ἐν τῷ Πολι τικῷ, τῆς τῶν ὄντων δηλώσεως εὑρετική τίς ἐστιν ἐπιστήμη, κτητὴ δὲ αὕτη τῷ σώφρονι οὐχ ἕνεκα τοῦ λέγειν τε καὶ πράττειν τι τῶν πρὸς τοὺς ἀνθρώπους, ὥσπερ οἱ νῦν διαλεκτικοὶ περὶ τὰ σοφιστικὰ ἀσχολούμενοι ποιοῦσιν, ἀλλὰ < τοῦ> τῷ θεῷ κεχαρισμένα μὲν λέγειν ... δύνασθαι, κεχαρισμένα δὲ πράττειν, τὸ πᾶν εἰς δύναμιν
照柏拉圖的講法,辯證法——正如他在《政治家篇》中所言——乃是一種發現萬有本相的知識;而這門知識,節制之人所當獲得,並非為了對人有所言說或行動,如同今日那些醉心於詭辯術的辯士所作的那樣,而是為要能盡其所能地說出、也行出蒙神喜悅的事。
And dialectic, according to Plato, as he says in the Statesman, is a certain science that discovers the manifestation of things that are; and this is to be acquired by the temperate man not for the sake of saying and doing something with a view to men, as those who now occupy themselves with sophistical dialectics do, but in order to be able to say what is pleasing to God, and to do what is pleasing to him, with all one's power.
1:1320
πάντων κρατίστην οὐσίαν τολμᾷ τε ἐπέκεινα ἐπὶ τὸν τῶν ὅλων θεόν, οὐκ ἐμπειρίαν τῶν θνητῶν, ἀλλ' ἐπιστήμην τῶν θείων καὶ οὐρανίων ἐπαγγελλομένη, ᾗ συνέπεται καὶ ἡ περὶ τῶν ἀνθρωπείων περί τε τοὺς λόγους καὶ τὰς πράξεις οἰκεία χρῆσις
〔辯證法乃是〕萬物中最為卓越的本質,並且大膽地超越萬有,直達那統管一切的神;它所應許的並非對必朽之事的經驗,而是對神聖與屬天之事的知識;隨之而來的,還有對人事——無論在言語或行為上——恰當的運用。
[Dialectic is] the mightiest of all substances, and it dares even beyond, unto the God of the universe, professing not an experience of mortal things, but a knowledge of things divine and heavenly, which is attended also by a proper use concerning human affairs, both in words and in deeds.
1:1321
εἰκότως ἄρα καὶ ἡ γραφὴ τοιούτους τινὰς ἡμᾶς διαλεκτικοὺς οὕτως ἐθέλουσα γενέσθαι παραινεῖ·
因此聖經理所當然地也願我們成為這樣的辯證家,如此勸勉我們說:
Reasonably, then, Scripture too, wishing us to become dialecticians of this sort, exhorts us thus:
1:1322
γίνεσθε δὲ δόκιμοι τραπεζῖται, τὰ ... μὲν ἀποδοκιμάζοντες, τὸ δὲ καλὸν κατέχοντες·
你們要作精明可靠的兌換銀錢的人,棄絕〔劣幣〕,持守那美好的;
Become approved money-changers, rejecting the base coin but holding fast to the good;
1:1323
αὕτη γὰρ τῷ ὄντι ἡ διαλεκτικὴ φρόνησίς ἐστι περὶ τὰ νοητὰ διαιρετική, ἑκάστου τῶν ὄντων ἀμίκτως τε καὶ εἰλικρινῶς τοῦ ὑποκειμένου δεικτική, ἢ δύναμις περὶ τὰ τῶν πραγμάτων γένη διαιρετική, μέχρι τῶν ἰδικωτάτων καταβαίνουσα, παρεχομένη ἕκαστον τῶν ὄντων καθαρὸν οἷον ... ἔστι φαίνεσθαι
因為這才是真正的辯證法:一種在可思之事上加以區辨的明智,能不摻雜、純粹地顯明每一存在物的本體;或者說,是一種在事物種類上加以區辨的能力,直下降至最具體、最個別之處,使每一存在物都能如其本相般純粹地顯現出來。
for this is truly dialectic—a prudence that divides among intelligible things, showing each of the beings, unmixed and pure, in its underlying subject; or a power that divides among the kinds of things, descending as far as the most particular, presenting each of the beings pure, just as it is, so that it may appear.
1:1324
διὸ καὶ μόνη αὕτη ἐπὶ τὴν ἀληθῆ σοφίαν χειραγωγεῖ, ἥτις ἐστὶ δύναμις θεία, τῶν ὄντων ὡς ὄντων γνωστική, τὸ τέλειον ἔχουσα, παντὸς πάθους ἀπηλλαγμένη, οὐκ ἄνευ τοῦ σωτῆρος τοῦ καταγαγόντος ἡμῶν τῷ θείῳ λόγῳ τοῦ ὁρατικοῦ τῆς ψυχῆς τὴν ἐπιχυθεῖσαν ἐκ φαύλης ἀναστροφῆς ἄγνοιαν ἀχλυώδη καὶ τὸ βέλτιστον ἀποδεδωκότος, ὄφρ' εὖ γινώσκοιμεν ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα
因此,唯獨這辯證法能引人進入真智慧,這智慧乃是一種神聖的能力,能認識萬有之為萬有,具有完全之境,脫離一切情慾——這一切都離不開救主:祂藉神聖的道,除去了那因惡劣行為而澆灌在靈魂視覺官能上的迷濛無知,賜下了至美之事,好叫我們能夠美好地認識神,也認識人。
Wherefore this alone leads by the hand unto true wisdom, which is a divine power, knowing the things that are as they are, possessing perfection, released from every passion—not without the Savior, who by the divine Word has brought down the misty ignorance poured over the perceptive faculty of the soul from evil conduct, and has restored what is best, that we might well know both God and man.
1:1325
οὗτός ἐστιν ὁ τῷ ὄντι δείξας ὅπως τε γνωστέον ἑαυτούς, οὗτος ὁ τῶν ὅλων τὸν πατέρα ἐκκαλύπτων, ᾧ ἂν βούληται, καὶ ὡς οἷόν τε τὴν ἀνθρωπίνην φύσιν χωρῆσαι νοεῖν·
這一位,實在是那向我們指明當如何認識自己的人;這一位,也是那向祂所願意的人揭示萬有之父的人,並且是照人性所能領受、理解的程度。
This is he who has truly shown how we must know ourselves; this is he who reveals the Father of the universe to whomever he wills, and so far as human nature is able to comprehend and understand;
1:1326
οὐδεὶς γὰρ ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀπο... καλύψῃ
因為除了父,沒有人認識子;除了子,以及子所願意向他啟示的人以外,也沒有人認識父。
for no one has known the Son except the Father, nor the Father except the Son, and he to whomever the Son shall reveal him.
1:1327
εἰκότως ἄρα ὁ ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωκέναι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ ... Χριστοῦ
因此,使徒理所當然地說,他是照著啟示得知這奧祕的,正如我先前簡略所寫的,你們讀了便能明白我在基督的奧祕上所有的悟性。
Reasonably, then, the apostle says that he came to know the mystery by revelation, as I wrote before briefly, by which, as you read, you are able to perceive my understanding in the mystery of Christ.
1:1328
πρὸς ὃ δύνασθε εἶπεν, ἐπεὶ ᾔδει τινὰς γάλα μόνον ... εἰληφότας, οὐδέπω δὲ καὶ βρῶμα, αὐτίκα οὐχ ἁπλῶς γάλα
他之所以說『你們所能』,是因為他知道有些人只領受了奶,尚未能吃乾糧;因此他並非簡單地〔只說〕『奶』——
He said 'by which you are able,' since he knew that some had received only milk, and not yet solid food also; accordingly he did not simply say 'milk'—
1:1329
τετραχῶς δὲ ἡμῖν ἐκληπτέον καὶ τοῦ νόμου τὴν βούλησιν, ἢ ὡς σημεῖον ἐμφαίνουσαν ἢ ὡς ἐντολὴν κυροῦσαν εἰς πολιτείαν ὀρθὴν ἢ θεσπίζουσαν ... ὡς προφητείαν
而律法的旨意,我們也當從四個層面來理解:或作為表徵而顯明某事,或作為誡命而確立正直的生活方式,或作為神諭而宣告——也就是作為預言——
And the intent of the law, too, must be understood by us in four ways: either as exhibiting a sign, or as ratifying a commandment unto right conduct of life, or as pronouncing an oracle, that is, as prophecy—
1:1330
ἀνδρῶν δὲ εὖ οἶδ' ὅτι τὰ τοιαῦτα διακρίνειν τε καὶ λέγειν·
至於分辨並闡述這些事,我深知這是智者所當為之事。
and I know well that it belongs to wise men to distinguish and speak of such things.
1:1331
οὐ γὰρ δὴ μία Μύκονος ἡ πᾶσα πρὸς νόησιν γραφή, ᾗ φασιν οἱ παροιμιαζόμενοι·
因為聖經整體並非在理解上「渾然一個米科諾斯」,正如好用諺語的人所說的那樣。
For indeed all of Scripture is not, for purposes of understanding, 'one Mykonos,' as those who speak in proverbs put it.
1:1332
διαλεκτικώτερον δὲ ὡς ἔνι μάλιστα προσιτέον αὐτῇ, τὴν ἀκολουθίαν τῆς θείας διδασκαλίας θηρωμένοις
反倒應當盡可能以更具辯證性的方式來親近它,好讓那些追尋神聖教導之連貫脈絡的人得以捕捉其中真意。
Rather, one must approach it as dialectically as possible, for the sake of those who hunt out the sequence of the divine teaching.
1:1333
Ὅθεν παγκάλως ὁ παρὰ τῷ Πλάτωνι Αἰγύπτιος ἱερεύς·
因此,柏拉圖筆下的埃及祭司說得極為精妙:
Whence the Egyptian priest in Plato speaks most excellently:
1:1334
ὦ Σόλων, Σόλων, εἶπεν, Ἕλληνες ὑμεῖς αἰεὶ παῖδές ἐστε, οὐδ' ἡντινοῦν ἐν ταῖς ψυχαῖς ἔχοντες δι' ἀρχαίαν ἀκοὴν παλαιὰν δόξαν, γέρων δὲ ... Ἑλλήνων οὐκ ἔστιν οὐδείς·
「梭倫啊,梭倫,」他說,「你們希臘人永遠都是孩童,靈魂裡沒有一絲因古老傳聞而來的悠久見解,希臘人當中沒有一個是老者。」
'O Solon, Solon,' he said, 'you Greeks are always children, having in your souls not one ancient opinion derived from old tradition; and among the Greeks there is no old man at all.'
1:1335
γέροντας, οἶμαι, εἰπὼν τοὺς τὰ πρεσβύτερα, τουτέστι τὰ ἡμέτερα, εἰδότας, ὡς ἔμπαλιν νέους τοὺς τὰ νεώτερα καὶ ὑπὸ Ἑλλήνων ἐπιτετηδευμένα, τὰ χθὲς καὶ πρῴην γενό... μενα, ὡς παλαιὰ καὶ ἀρχαῖα ἱστοροῦντας
我認為,他所說的「老者」,是指那些明白更為古老之事──也就是我們的教導──的人;相反地,他把那些將希臘人晚近所致力鑽研、昨日今日才發生之事,敘述成古老悠久之事的人稱為「年輕人」。
By 'old men,' I think, he means those who know the more ancient things, that is, our own teachings; just as, conversely, he calls 'young' those who recount as ancient and primeval the more recent things practiced by the Greeks, things that happened but yesterday and the day before.
1:1336
ἐπήγαγεν οὖν μάθημα χρόνῳ πολιόν, κατὰ βαρβαρικόν τινα τρόπον ἀπλάστῳ καὶ οὐκ εὐκρινεῖ χρωμένων ἡμῶν τῇ μεταφορᾷ
於是他接著提到「一門因年代久遠而斑白的學問」,因為我們在使用隱喻時,是按某種蠻族的方式,運用未經雕琢、不甚分明的譬喻。
He then added 'a teaching hoary with age,' since we use metaphor in a somewhat barbarian manner, unformed and not clearly articulated.
1:1337
ἀτεχνῶς γοῦν οἱ εὐγνώμονες ... ὅλῳ τῷ πλάσματι τῷ τῆς ἑρμηνείας προσίασιν·
無論如何,心存公允的人,會坦然無偽地面對整個詮釋的形構。
At any rate, those who are fair-minded approach without artifice the whole fabric of the interpretation.
1:1338
ἐπὶ δὲ τῶν Ἑλλήνων φησὶ τὴν οἴησιν αὐτῶν <παίδων> βραχύ τι διαφέρειν μύθων·
論及希臘人時,他說他們〔孩童般〕的自負,與神話相差無幾;
Concerning the Greeks he says that their conceit, [that of children], differs but little from myths;
1:1339
οὐ γὰρ μύθων παιδικῶν ἐξακουστέον οὐδὲ μὴν τῶν τοῖς παισὶ γενομένων ... μύθων·
因為我們不該去聽信孩童式的神話,也不該聽信那些出於孩童之間的神話;
for one ought not give heed to childish myths, nor indeed to the myths that arose among children;
1:1340
παῖδας δὲ εἴρηκεν αὐτούς γε τοὺς μύθους, ὡς ἂν μικρὸν διορώντων τῶν παρ' Ἕλλησιν οἰησισόφων, αἰνιττόμενος τὸ μάθημα τὸ πολιόν, τὴν παρὰ βαρβάροις προγενεστάτην·
他把這些神話本身稱為「孩童」,因為希臘人中那些自以為有智慧的人,所見甚淺;藉此他暗指那門因年代久遠而斑白的學問,也就是蠻族中最為古老的……
he has called these very myths 'children,' inasmuch as those among the Greeks who fancy themselves wise see but a little way—thereby hinting at the teaching hoary with age, the most ancient wisdom among the barbarians,
1:1341
ἀλήθειαν, ᾧ ῥήματι ἀντέθηκε τὸ παῖς μῦθος, τὸ μυθικὸν τῆς τῶν νεωτέρων ἐπιβολῆς διελέγχων ὡς δίκην παίδων μηδὲν πρεσβύτερον ἐχούσης, ἄμφω κοινῶς τοὺς μύθους αὐτῶν καὶ τοὺς λόγους παιδικοὺς εἶναι παριστάς
……真理;他用「神話有如孩童」這句話與「真理」相對,藉此揭露晚近之人所致力之事的虛構性質──就像孩童一樣,並無任何可敬的古老根基──從而共同表明,他們的神話與他們的言論同樣都是幼稚的。
truth—a word to which he opposed 'the myth that is a child,' thereby exposing the mythical character of the moderns' undertaking as possessing, like children, nothing venerable, and showing that both their myths and their discourses are alike childish.
1:1342
θείως τοίνυν ἡ δύναμις ἡ τῷ Ἑρμᾷ κατὰ ἀποκάλυψιν λαλοῦσα τὰ ... ὁράματα φησὶ καὶ τὰ ἀποκαλύμματα διὰ τοὺς διψύχους, τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν, εἰ ἄρα ἔστι ταῦτα ἢ οὐκ ἔστιν
因此,那藉著啟示向黑馬(赫馬)說話的能力,以神聖的方式說,這些異象和啟示乃是為了那些疑心兩用的人,那些在心裡盤算「這些事究竟是真是假」的人而給的。
Divinely, then, the power that speaks to Hermas by revelation says that the visions and the revelations are given on account of the double-minded, those who reason in their hearts whether these things are so or not.
1:1343
ὁμοίως δὲ καὶ ἐκ τῆς πολυμαθοῦς περιουσίας ἀποδείξεις ἰσχυροποιοῦσι καὶ βεβαιοῦσι καὶ θεμελιοῦσι τοὺς λόγους τοὺς ἀποδεικτι... κούς, ὅσον ἔτι αἱ αὐτῶν ὡς νέων φρένες ἠερέθονται
同樣地,人也從博學所帶來的豐富資源中,取得證據來加強、確立並奠定論證性言論的根基,只要他們的心思仍像年輕人一般,飄浮不定、隨風搖擺。
Likewise also, out of an abundant store of much learning, they strengthen and confirm and lay firm foundations for demonstrative arguments, for as long as their minds, being still young, are tossed about in the air.
1:1344
λαμπτὴρ ἄρα ἐντολὴ ἀγαθή, κατὰ τὴν γραφήν, νόμος δὲ φῶς ὁδοῦ·
依照聖經所言,「誡命就是明燈」,律法就是道路上的光;
A lamp, then, is the good commandment, according to Scripture, and the law is the light of the way;
1:1345
ὁδοὺς γὰρ βιότητος ἐλέγχει παιδεία
因為「管教指正生活的道路」。
for discipline reproves the ways of life.
1:1346
νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων, ... λέγει Πίνδαρος
品達說:「律法乃萬有之王,無論必死者或不朽者皆然。」
'Law is king of all, mortal and immortal,' says Pindar.
1:1347
ἐγὼ δὲ τὸν θέμενον τὸν νόμον διὰ τούτων ἐξακούω καὶ τό γε Ἡσιόδειον ἐπὶ τοῦ πάντων λελέχθαι θεοῦ λαμβάνω, εἰ καὶ στοχαστικῶς εἴρηται τῷ ποιητῇ, ἀλλ' οὐ καταληπτικῶς·
而我藉由這些話所領悟到的,乃是那立法者〔即神〕;赫西俄德那句話,我也認為是論及萬有之神而說的──雖然詩人是憑臆測而非確切的理解說出這話。
But I, through these words, understand him to mean the One who established the law, and I take the saying of Hesiod also to have been spoken of the God of all, even though the poet has said it by conjecture rather than with sure comprehension.
1:1348
τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων, ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς, ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετ' αὐτῶν·
「因為克羅諾斯之子為人類定下了這樣的律:讓魚類、走獸和飛鳥彼此吞食,因為牠們當中沒有公義;」
'For this law has the son of Cronos ordained for men: that fish and beasts and winged birds should devour one another, since there is no justice among them;'
1:1349
ἀνθρώποισι δ' ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη
「但祂卻賜給人類公義,這乃是遠勝一切的至善。」
'but to men He gave justice, which is by far the best thing.'
1:1350
εἴτ' οὖν τὸν ἅμα τῇ γενέσει φησὶ νόμον εἴτε καὶ τὸν αὖθις δοθέντα, πλὴν ἐκ θεοῦ ὅ τε τῆς φύσεως ὅ τε τῆς μαθήσεως νόμος, εἷς < ὤν>, ὡς καὶ Πλάτων ἐν τῷ Πολιτικῷ ἕνα τὸν νομοθέτην φησίν, ἐν δὲ τοῖς Νόμοις ἕνα τὸν συνήσοντα τῶν μουσικῶν, διὰ τούτων διδά... σκων τὸν λόγον εἶναι ἕνα καὶ τὸν θεὸν ἕνα
因此,無論他所說的是與生俱來之律,還是後來所賜之律,出於神的自然之律與教導之律終究是一,正如柏拉圖在《政治家篇》中也說立法者只有一位,在《法律篇》中則說使音樂家們和諧一致的也只有一位;他藉此教導我們道乃是一,神也是一。
Whether, then, he speaks of the law that comes with birth, or of that given afterward, still both the law of nature and the law of instruction are from God and are one—just as Plato too, in the Statesman, says the lawgiver is one, and in the Laws says the one who will bring the musicians into concord is one, teaching through these that reason is one and God is one.
1:1351
Μωυσῆς δὲ φαίνεται τὸν κύριον διαθήκην καλῶν, ἰδοὺ ἐγώ, λέγων, ἡ διαθήκη μου μετὰ σοῦ·
摩西似乎稱主自身為「約」,說:「看哪,我──我的約與你同在;」
Moses, moreover, evidently calls the Lord Himself 'Covenant,' saying, 'Behold, I—my covenant is with you;'
1:1352
ἐπεὶ καὶ πρότερον εἶπεν διαθήκην, < παραινεῖ> μὴ ζητεῖν αὐτὴν ἐν γραφῇ
既然他先前已經提過「約」,〔便勸勉人〕不要在文字中去尋求它;
since he had also spoken of the covenant beforehand, he exhorts us not to seek it in writing;
1:1353
ἔστι γὰρ διαθήκη ἣν ὁ αἴτιος τοῦ παντὸς θεὸς τίθεται ... ( θεὸς δὲ παρὰ τὴν θέσιν εἴρηται), <αὐτὸς ὁ ποιήσας> κατὰ τάξιν τὴν διακόσμησιν
因為約乃是那萬有之因──神──所設立的(「神」〔θεός〕正是從「設立」〔θέσις〕一詞而來);乃是祂親自依序造成了那井然的秩序。
for the covenant is that which God, the cause of all things, establishes ('God' being named from 'positing'/'establishing')—He Himself who made the ordered arrangement according to its order.
1:1354
ἐν δὲ τῷ Πέτρου Κηρύγματι εὕροις ἂν νόμον καὶ λόγον τὸν κύριον προσαγορευόμενον
而在《彼得的宣講》中,你會發現主被稱為「律法」和「道」。
And in the Preaching of Peter you would find the Lord addressed as both Law and Word.
1:1355
Ἀλλ' ὁ μὲν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων πρῶτος ἡμῖν Στρωματεὺς ἐνταυθοῖ περιγεγράφθω
至此,我們這第一卷依真哲學而寫的知識性劄記──「雜集」──就在此告一段落。
But let this, our first Stromateus of gnostic notes according to the true philosophy, here be brought to its close.
1:1356
ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΔΕΥΤΕΡΟΣ Ἑξῆς δ' ἂν εἴη διαλαβεῖν, ἐπεὶ κλέπτας τῆς βαρβάρου φιλοσοφίας Ἕλληνας εἶναι προσεῖπεν ἡ γραφή, ὅπως τοῦτο δι' ὀλίγων δειχθήσεται
克雷芒《雜集》第二卷。既然聖經已經稱希臘人為蠻族哲學的竊賊,接下來應當說明,這一點要如何藉少許例證來加以證明。
OF CLEMENT, STROMATEIS, BOOK TWO. It would next be fitting to explain—since Scripture has called the Greeks thieves of barbarian philosophy—how this shall be shown by a few proofs.
1:1357
οὐ γὰρ μόνον τὰ παράδοξα τῶν παρ' ἡμῖν ἱστορουμένων ἀπομιμουμένους ἀναγράφειν αὐτοὺς παραστήσομεν, πρὸς δὲ τὰ κυριώτατα τῶν δογμάτων σκευωρουμένους καὶ παραχαράσσοντας, προγενεστέρων οὐσῶν τῶν παρ' ἡμῖν γραφῶν, ὡς ἀπεδείξαμεν, διελέγξομεν ἔν τε τοῖς περὶ πίστεως περί τε σοφίας γνώσεώς τε καὶ ἐπιστήμης ἐλπίδος τε καὶ ἀγάπης περί τε μετανοίας καὶ ἐγκρατείας ... καὶ δὴ καὶ φόβου θεοῦ ( σμῆνος ἀτεχνῶς τῶν ἀληθείας ἀρετῶν)·
因為我們不僅要指出,他們是抄寫、模仿我們當中所記載的奇事,還要指出——既然我們的經典更為古老,如我們已證明的——他們竟在信、智慧、知識與學問、盼望與愛、悔改與節制……乃至敬畏神(這實在是真理諸美德的一整群)等最為根本的教義上,加以竄改和偽造,藉此定他們的罪;
For we will show not only that they wrote transcribing in imitation the marvels recorded among us, but we will also convict them—since our Scriptures are more ancient, as we have demonstrated—of tampering with and falsifying the most authoritative of our doctrines, in the matters concerning faith and wisdom, knowledge and understanding, hope and love, repentance and self-control, and indeed also the fear of God (that veritable swarm of the virtues of truth);
1:1358
ὅσα τε ἀπαιτήσει ἡ κατὰ τὸν τόπον τὸν προκείμενον ὑποσημείωσις, περιληφθήσεται καὶ ὡς τὰ μάλιστα τὸ ἐπικεκρυμμένον τῆς βαρβάρου φιλοσοφίας, τὸ συμβολικὸν τοῦτο καὶ αἰνιγματῶδες εἶδος, ἐζήλωσαν οἱ πραγματικῶς τὰ τῶν ἀρχαίων φιλοσοφήσαντες, χρησιμώτατον, ... μᾶλλον δὲ ἀναγκαιότατον τῇ γνώσει τῆς ἀληθείας ὑπάρχον
凡本題所需要的附註說明,也將一併納入;並將指出,蠻族哲學那最為隱藏的特質──這種象徵性、謎語式的形式──正是那些真正依循古人之道從事哲學的人所仿效的,這對認識真理而言,是極為有用、甚或說是極其必要的一種形式。
and whatever annotation the subject under discussion may require will be included; and it will be shown how this most hidden character of barbarian philosophy—this symbolic and enigmatic form—was emulated by those among the ancients who philosophized in earnest, a form most useful, or rather most necessary, for the knowledge of truth.
1:1359
ἐπὶ τούτοις ἀκόλουθον οἶμαι ὑπὲρ ὧν κατατρέχουσιν ἡμῶν Ἕλληνες ἀπολογήσασθαι ὀλίγαις συγχρωμένους γραφαῖς, εἴ πως ἠρέμα καὶ ὁ Ἰουδαῖος ἐπαΐων ἐπιστρέψαι δυνηθείη ἐξ ὧν ἐπίστευσεν εἰς ὃν οὐκ ... ἐπίστευσεν
在這之後,我認為接下來理當就希臘人指責我們之處作出辯護,只援引少許經文,好使猶太人聽聞之後,或許也能溫和地被引導,從他所已信的轉而歸向他所未信的那一位。
After this, I think it fitting to make a defense concerning the matters for which the Greeks run us down, employing only a few Scriptures, so that perhaps the Jew too, upon gently hearkening, might be able to turn from that in which he believed to Him in whom he did not believe.
1:1360
διαδέξεται δὲ εἰκότως τοὺς γενναίους τῶν φιλοσόφων ἔλεγχος ἀγαπητικὸς τοῦ βίου τε αὐτῶν καὶ τῆς εὑρέσεως τῶν καινῶν δογμάτων, οὐκ ἀμυνομένων ἡμῶν τοὺς κατηγόρους (πολλοῦ γε καὶ δεῖ, τοὺς εὐλογεῖν μεμαθηκότας τοὺς καταρωμένους, κἂν βλασφήμους κενῶς καταφέρωσιν ἡμῶν λόγους), ἀλλ' εἰς ἐπιστροφὴν τὴν ἐκείνων αὐτῶν, εἴ πως ἐπαισχυνθεῖεν οἱ πάνσοφοι δι' ἐλέγχου βαρβάρου σωφρονισθέντες, ὡς διιδεῖν ὀψὲ γοῦν δυνηθῆναι, ὁποῖα ἄρα εἴη τὰ ... μαθήματα, ἐφ' ἃ στέλλονται τὰς ἀποδημίας τὰς διαποντίους
接下來理當有一段出於愛心的駁斥,針對這些傑出哲學家的生平及其新奇教義的發明加以檢視──這並非為了替我們自己抵擋控告者辯護(斷乎不是這樣,因我們已學會為咒詛我們的人祝福,即便他們對我們妄加褻瀆之語),而是為了使他們自己得以悔改歸正;或許這些自恃全智的人,能因這蠻族式的責備而受到警醒、感到慚愧,至終──縱使為時已晚──總能看清,他們不辭跋涉遠航海外所追求的,究竟是怎樣的學問。
There will fittingly follow a loving refutation of the more distinguished philosophers, concerning both their manner of life and their invention of new doctrines—not that we are defending ourselves against our accusers (far from it, we who have learned to bless those who curse us, even though they hurl empty and blasphemous words against us), but for the sake of their own conversion, in the hope that these all-wise men might be put to shame, being brought to their senses through a barbarian rebuke, so as at last, even if late, to be able to discern what sort of teachings those really are for which they set out on their voyages overseas.
1:1361
ὧν μὲν γὰρ δὴ κλέπται, καὶ δὴ καὶ ταῦτα ἀποδεικτέα περιαιρεθείσης αὐτοῖς τῆς φιλαυτίας, ἃ δὲ αὐτοὶ διζησάμενοι ἑαυτοὺς ἐξευρηκέναι φρυάττονται, τούτων ὁ ἔλεγχος·
因為,就那些他們確實是竊取而來之事而言,一旦除去他們的自愛自負,這些事也必須加以證明;至於他們自誇是憑自己探究而發現的事,則必須加以駁斥。
For as to the things of which they are indeed thieves, this too must be demonstrated once their self-love has been stripped away; and as to the things which they boastfully claim to have discovered by their own inquiry, of these there must be a refutation.
1:1362
κατ' ἐπακολούθημα δὲ καὶ περὶ τῆς ἐγκυκλίου καλουμένης παιδείας, εἰς ὅσα εὔχρηστος, περί τε ἀστρολο... γικῆς καὶ μαθηματικῆς καὶ μαγικῆς γοητείας τε ἐπιδραμητέον
接續而來的,我們也必須簡略論及所謂的「通識教育」,說明它在哪些方面有用,以及占星術、數理之學和魔法邪術等等。
As a consequence, we must also run briefly over the so-called encyclical education, showing in what respects it is useful, and likewise over astrology, mathematics, and magical sorcery.
1:1363
αὐχοῦσι γὰρ δὴ καὶ ἐπὶ ταῖσδε οἱ Πανέλληνες ὡς μεγίσταις ἐπιστήμαις
因為希臘人整體都以這些為最偉大的學問而自誇。
For indeed the Greeks as a whole boast of these as the greatest of sciences.
1:1364
ὃς ... δ' ἐλέγχει μετὰ παρρησίας εἰρηνοποιεῖ
「但那坦率責備人的,使人得平安。」
'But he who reproves with frankness makes peace.'
1:1365
ἔφαμεν δὲ πολλάκις ἤδη μήτε μεμελετηκέναι μήτε μὴν ἐπιτηδεύειν ἑλληνίζειν·
我們已多次說過,我們既未曾操練,也未曾刻意講求那種雅緻的希臘文修辭;
We have already said many times that we have neither practiced nor cultivated speaking artful Greek;
1:1366
ἱκανὸν γὰρ δὴ τοῦτο ἀποδημαγωγεῖν τῆς ἀληθείας τοὺς πολλούς, τὸ δὲ τῷ ὄντι φιλοσόφημα οὐκ εἰς τὴν γλῶσσαν, ἀλλ' εἰς τὴν γνώμην ὀνήσει τοὺς ... ἐπαΐοντας
因為這種〔修辭之術〕確實足以把眾人從真理中誘離;然而真正的哲學所帶給明白之人的益處,不在於言辭,而在於心思見識。
for this is indeed sufficient to lead the multitude away from the truth, whereas true philosophy will profit those who understand it not in their tongue but in their mind.
1:1367
ἀληθείας κηδόμενον οὐκ ἐξ ἐπιβολῆς καὶ φροντίδος τὴν φράσιν συνθεῖναι, πειρᾶσθαι δὲ ὀνομάζειν μόνον ὡς δύναται ὃ βούλεται·
那真正關切真理的人,不會出於刻意設計和精心思量來組織言辭,而只是嘗試盡其所能地,把自己所要表達的意思說出來;
He who cares for the truth does not compose his speech out of studied design and deliberate contrivance, but attempts only to name, as best he can, what he means;
1:1368
τοὺς γὰρ τῶν λέξεων ἐχομένους καὶ περὶ ... ταύτας ἀσχολουμένους διαδιδράσκει τὰ πράγματα
因為那些死守字句、汲汲於雕琢辭藻的人,事情的實質早已從他們手中溜走。
for the realities escape those who cling to mere words and busy themselves about them.
1:1369
γεωργοῦ μὲν οὖν ἴδιον τὸ ἐν ἀκάνθαις φυόμενον ῥόδον ἀβλαβῶς λαβεῖν καὶ τεχνίτου ... τὸν ἐν ὀστρείου σαρκὶ κατορωρυγμένον μαργαρίτην ἐξευρεῖν, φασὶ δὲ καὶ τὰς ὄρνιθας ἡδίστην ἔχειν τὴν σαρκὸς ποιότητα, ὅτε οὐκ ἀφθόνου τροφῆς παρατεθείσης αὐταῖς αἱ δὲ σκαλεύουσαι τοῖς ποσὶν ... ἐκλέγονται μετὰ πόνου τὰς τροφάς
農夫的本事,在於能從荊棘叢中無傷地摘取玫瑰;工匠的本事,則在於能從蚌肉之中挖掘出深埋的珍珠。據說禽鳥的肉質也是如此,當豐盛的食物並非唾手可得,牠們必須用腳扒掘、辛勞覓食時,肉質反而最為鮮美。
It is, then, the mark of a good farmer to pluck without injury the rose that grows among thorns, and of a skilled craftsman to discover the pearl buried in the flesh of the oyster; and they say too that birds have the sweetest quality of flesh when, food not having been set abundantly before them, they scratch with their feet and gather their food with labor.
1:1370
εἴ τις οὖν τοῦ ὁμοίου θεωρητικὸς ἐν πολλοῖς τοῖς πιθανοῖς τε καὶ Ἑλληνικοῖς τὸ ἀληθὲς διαλεληθέναι † ποθεῖ, καθάπερ ὑπὸ τοῖς μορμολυκείοις τὸ πρόσωπον τὸ ἀληθινόν, πολυπραγμονήσας θηράσεται
因此,若有人具備分辨相似之事的眼光,渴望在眾多似是而非、饒富希臘色彩的言論中,找出那隱而未顯的真理──就好比真實的面容藏在嚇人的面具之下──他只要勤加探究,終能將其尋獲。
If, then, anyone capable of discerning the like desires the truth that lies hidden amid the many plausible, Greek-flavored arguments—as though the true face lay concealed beneath bogey-masks—by diligent inquiry he will hunt it out.
1:1371
φησὶ γὰρ ἐν τῷ ὁράματι τῷ Ἑρμᾷ ἡ δύναμις ἡ φανεῖσα·
因為在那異象中,向黑馬(赫馬)顯現的那能力如此說:
For in the vision the power that appeared to Hermas says:
1:1372
ὃ ἐὰν ἐνδέχηταί σοι ἀποκαλυφθῆναι, ἀποκαλυφθήσεται
「凡是可以向你顯明的,都必顯明出來。」
'Whatever it is possible for you to have revealed will be revealed.'
1:1373
Ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου, αἱ Παροιμίαι λέγουσιν, ἐν πάσαις δὲ ὁδοῖς γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου·
「不要因自己的智慧而自高,」箴言如此說,「總要在一切道路上認識她,好使她修直你的路;」
'Be not exalted in your own wisdom,' the Proverbs say, 'but in all your ways acknowledge her, that she may make straight your paths;'
1:1374
ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ
「你的腳也絕不至絆跌。」
'and your foot shall in no wise stumble.'
1:1375
βούλεται μὲν γὰρ διὰ τούτων δεῖξαι ἀκόλουθα δεῖν γενέσθαι τῷ λόγῳ τὰ ἔργα, ἤδη δὲ ἐμφαίνειν χρῆναι ... τὸ ἐξ ἁπάσης παιδείας χρήσιμον ἐκλεγομένους ἡμᾶς ἔχειν
因為他藉這些話,一方面要指出行為必須與道理相符,另一方面也要表明,我們理當從一切學問之中揀選出其中有益的部分,據為己有。
For by these words he wishes to show that deeds must be consonant with reason, and moreover to indicate that we ought, by selecting it out, to possess whatever is useful from every branch of learning.
1:1376
αἱ δὴ ὁδοὶ σοφίας ποικίλαι ὀρθοτομεῖν ἐπὶ τὴν ὁδὸν τῆς ἀληθείας, ὁδὸς δὲ ἡ πίστις·
智慧的道路實在是多樣的,都是要直達真理之路,而這條道路就是信;
The ways of wisdom, then, are various, all cutting straight toward the way of truth, and the way is faith;
1:1377
ὁ δὲ πούς σου μὴ προσκοπτέτω, λέγει περί τινων ἐναντιοῦσθαι δοκούντων τῇ μιᾷ καὶ θείᾳ τῇ προνοητικῇ διοικήσει
「你的腳也不要絆跌」──他在此論及某些看似與那唯一、神聖、眷顧性的治理相牴觸的事物。
'and let not your foot stumble'—he says this concerning certain things that seem to stand opposed to the one, divine, providential administration.
1:1378
μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, κατὰ τοὺς ἀθέους λογισμοὺς τοὺς ἀντιστασιώδεις τῇ οἰκονομίᾳ τοῦ θεοῦ, φοβοῦ δὲ τὸν μόνον δυνατὸν θεόν, ᾧ ἕπεται μηδὲν ἀντικεῖσθαι τῷ θεῷ ... ἄλλως τε καὶ ἡ ἐπαγωγὴ διδάσκει σαφῶς, ὅτι ὁ θεῖος φόβος ἔκκλισίς ἐστι κακοῦ
「不要自以為聰明」──也就是不要照著那些抵擋神之經綸的無神論式推理──「卻要敬畏那獨一全能的神」,由此可知,沒有任何事物真正與神相對立;此外,緊接著的話也清楚教導我們,敬畏神就是遠離惡事。
'Be not wise in your own conceit'—that is, according to the godless reasonings that stand in opposition to God's dispensation—'but fear the only powerful God,' from which it follows that nothing is set against God; and besides, what follows clearly teaches that the fear of God is a turning away from evil.
1:1379
καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ
「並要遠離一切惡事。」
'and turn away from every evil.'
1:1380
ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, ἀλγεῖν μὲν ποιῶν εἰς ... σύνεσιν, ἀποκαθιστὰς δὲ εἰς εἰρήνην καὶ ἀφθαρσίαν
「因為主所愛的,祂就管教」──使人受苦是為了使人得著悟性,卻使他重歸於平安與不朽壞。
'For whom the Lord loves He disciplines'—causing pain for the sake of understanding, but restoring him to peace and incorruptibility.
1:1381
ἡ μὲν οὖν βάρβαρος φιλοσοφία, ἣν μεθέπομεν ἡμεῖς, τελεία τῷ ὄντι καὶ ἀληθής
因此,我們所秉持的蠻族哲學,實際上乃是完備而真實的。
The barbarian philosophy, then, which we follow, is in truth perfect and true.
1:1382
αὐτὸς γάρ μοι δέδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ τὰ ἑξῆς ἕως καὶ δυνάμεις ῥιζῶν
「因為是祂親自賜給我對萬有無誤的知識,使我得以認識宇宙的構成」,等等,「乃至草木根莖的功效。」
'For He Himself has given me unerring knowledge of the things that are, to know the structure of the world,' and so on, 'even to the powers of roots.'
1:1383
ἐν τούτοις ἅπασι τὴν φυσικὴν ἐμπεριείληφε θεωρίαν τὴν ... κατὰ τὸν αἰσθητὸν κόσμον ἁπάντων τῶν γεγονότων
在這一切之中,他已涵括了關於可感世界中一切受造之物的自然觀察。
In all these he has comprised the natural contemplation concerning all the things that have come to be in the sensible world.
1:1384
ἑξῆς δὲ καὶ περὶ τῶν νοητῶν αἰνίττεται δι' ὧν ἐπάγει·
接著他也藉著下面所加的話,暗示了關於那些理智可知之事:
And next he also hints at the intelligible things, in what he adds:
1:1385
ὅσα τέ ἐστι κρυπτὰ καὶ ἐμφανῆ ἔγνων·
「凡隱藏和顯明的事,我都得以明白;」
'and I came to know whatever things are hidden and manifest;'
1:1386
ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία
「因為那萬有的巧匠──智慧──教導了我。」
'for wisdom, the fashioner of all things, taught me.'
1:1387
ἔχεις ἐν βραχεῖ τὸ ἐπάγγελμα τῆς καθ' ἡμᾶς φιλοσοφίας
你在此已簡要看見了我們這一派哲學的宗旨所在。
You have, in brief, the profession of the philosophy according to us.
1:1388
ἀνάγει δὲ ἡ τούτων μάθησις, μετὰ ὀρθῆς πολιτείας ἀσκηθεῖσα, διὰ τῆς πάντων τεχνίτιδος σοφίας ἐπὶ τὸν ἡγεμόνα τοῦ παντός, δυσάλωτόν τι χρῆμα καὶ δυσθήρατον, ἐξαναχωροῦν ἀεὶ καὶ πόρρω ἀφιστάμενον τοῦ διώκον... τος
而對這些事物的學習,若與正直的生活方式一同操練,便能藉著那萬有的巧匠──智慧──引領人上達那統管萬有者;祂是何等難以捕捉、難以追尋之物,總是不斷退避,遠遠地與追尋者保持距離。
And the learning of these things, practiced together with an upright manner of life, leads up, through wisdom the fashioner of all, to the Ruler of the universe—a thing hard to capture and hard to hunt down, ever withdrawing and standing far off from the one who pursues it.
1:1389
ὁ δὲ αὐτὸς μακρὰν ὢν ἐγγυτάτω βέβηκεν, θαῦμα ἄρρητον·
然而,這同一位雖然遙遠,卻已站得最近──真是一件無法言喻的奇事:
Yet this same One, while being far off, has come to stand nearest—an ineffable wonder:
1:1390
θεὸς ἐγγίζων ἐγώ, φησὶ κύριος·
「我是一位臨近的神,」主如此說;
'I am a God who draws near,' says the Lord;
1:1391
πόρρω μὲν κατ' οὐσίαν ( πῶς γὰρ ἂν συνεγγίσαι ποτὲ τὸ γεννητὸν ἀγεννήτῳ;), ἐγγυτάτω δὲ δυνάμει, ᾗ τὰ ... πάντα ἐγκεκόλπισται
就本質而言,祂是遙遠的(因為受生者怎能與未生者相近呢?),但就能力而言,祂卻最為切近,萬有都被那能力擁入懷中。
far off in essence (for how could that which is begotten ever draw near to that which is unbegotten?), yet nearest in power, by which all things are enfolded in His bosom.
1:1392
εἰ ποιήσει τις κρύφα, φησί, τι, καὶ οὐκ ... ἐπόψομαι αὐτόν; καὶ δὴ πάρεστιν ἀεὶ τῇ τε ἐποπτικῇ τῇ τε εὐεργετικῇ τῇ τε παιδευτικῇ ἁπτομένη ἡμῶν δυνάμει δύναμις τοῦ θεοῦ
「若有人暗中行事,」祂說,「我豈看不見他嗎?」的確,神的能力常在,以那監察的、施惠的、施教的能力接觸我們。
'If anyone does anything in secret,' He says, 'shall I not see him?' And indeed the power of God is ever present, touching us with a power that is at once watchful, beneficent, and disciplinary.
1:1393
ὅθεν ὁ Μωσῆς οὔποτε ἀνθρωπίνῃ σοφίᾳ γνωσθήσεσθαι τὸν θεὸν πεπεισμένος, ἐμφάνισόν μοι σεαυτὸν φησὶ καὶ εἰς τὸν γνόφον, οὗ ἦν ἡ φωνὴ τοῦ θεοῦ, εἰσελθεῖν βιάζεται, τουτέστιν εἰς τὰς ἀδύτους καὶ ἀειδεῖς περὶ τοῦ ὄντος ἐννοίας·
因此,摩西深信神絕不可能藉人的智慧被認識,便說:「求你將自己向我顯現」,並極力要進入那神的聲音所在的幽暗雲霧之中,也就是要進入那關於「那自有永有者」的、幽深難入且無形無狀的意念之中;
Hence Moses, persuaded that God could never be known by human wisdom, says, 'Show yourself to me,' and forces his way to enter into the darkness where the voice of God was, that is, into the inaccessible and formless conceptions concerning Him who is;
1:1394
οὐ γὰρ ἐν γνόφῳ ἢ τόπῳ ὁ θεός, ἀλλ' ὑπεράνω καὶ τόπου καὶ χρόνου καὶ τῆς τῶν γεγονότων ἰδιό... τητος
因為神並不在幽暗之中,也不在某個處所之中,而是超乎處所、超乎時間,也超乎一切受造之物的特性之上。
for God is not in darkness or in a place, but is above both place and time and the peculiar property of created things.
1:1395
διὸ οὐδ' ἐν μέρει καταγίνεταί ποτε ἅτε περιέχων οὐ ... περιεχόμενος ἢ κατὰ ὁρισμόν τινα ἢ κατὰ ἀποτομήν
因此,祂也絕不會被限制於某個部分之中,因為祂是那包容萬有、卻不被任何界限或劃分所包容的那一位。
For this reason He is never confined to a part, since He is the One who encompasses and is not encompassed, whether by any boundary or by any division.
1:1396
ποῖον γὰρ οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος·
「你們要為我建造怎樣的殿宇呢?」主如此說;
'For what kind of house will you build for me?' says the Lord;
1:1397
ἀλλ' οὐδὲ ἑαυτῷ ᾠκοδόμησεν ἀχώρητος ὤν, κἂν ὁ οὐρανὸς θρόνος αὐτοῦ λέγηται, οὐδ' οὕτω ... περιέχεται, ἐπαναπαύεται δὲ τερπόμενος τῇ δημιουργίᾳ
事實上,祂連為自己都未曾建造任何居所,因為祂是無可容納的;縱使天被稱為祂的寶座,祂也並非因此就被容納其中,而是安息、喜悅於自己的創造之工。
but indeed He has not even built one for Himself, being uncontainable; and although heaven is said to be His throne, not even so is He contained, but He rests, delighting in His work of creation.
1:1398
δῆλον οὖν ἡμῖν ἐπικεκρύφθαι τὴν ἀλήθειαν, ᾗ καὶ ἐξ ἑνὸς παραδείγματος ἤδη ... δέδεικται, μικρὸν δ' ὕστερον καὶ διὰ πλειόνων παραστήσομεν
由此可見,真理確實是被隱藏起來的──這一點已藉一個例子得到證明,稍後我們還將藉更多例子加以說明。
It is clear to us, then, that the truth has been hidden—as has already been shown from a single example—and a little later we shall demonstrate it also through several more.
1:1399
νοῆσαί τε λόγους φρονήσεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ ( ὡς οὔσης καὶ ἑτέρας τῆς μὴ κατὰ τὴν ἀλήθειαν διδασκομένης πρὸς τῶν νόμων τῶν Ἑλληνικῶν καὶ τῶν ἄλλων τῶν φιλο... σόφων) καὶ κρίματα, φησίν, εὐθῦναι, οὐ τὰ δικαστικά, ἀλλὰ τὸ κριτήριον τὸ ἐν ἡμῖν ὑγιὲς καὶ ἀπλανὲς ἔχειν δεῖν μηνύει, ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν
「要明白智慧的言語,領悟言辭的深意,明白真正的公義」(暗示著還存在另一種並非依真理教導的所謂公義,也就是希臘人的律法和其他哲學家所教導的那一種)「並使審斷公正」,他所指的並非法庭上的判決,而是要曉諭我們:務要使我們裡面那審判的機能保持健全、不至偏差,「好將靈巧賜給愚拙人,將知識與見識賜給年幼者」。
'to understand words of prudence, and to receive the subtleties of arguments, and to understand true righteousness'—implying that there is also another righteousness, not taught according to truth, namely that taught by the laws of the Greeks and the other philosophers—'and to make judgments straight,' he says—meaning not judicial verdicts, but signifying that we must keep the tribunal within us sound and unerring, 'that He may give shrewdness to the guileless, and to the young child perception and understanding.'
1:1400
τῶνδε γὰρ ἀκούσας σοφός, ὁ ὑπακούειν ταῖς ἐντολαῖς πεπεισμένος, σοφώτερος ἔσται κατὰ τὴν γνῶσιν, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν ... καὶ αἰνίγματα
「因為智慧人聽見這些,」──也就是那深信要順從誡命的人──「在知識上必更加智慧;聰明人也必得著駕馭引導之能,能明白比喻和隱晦之言,以及智者的言論和謎語。」
'For the wise man, hearing these things'—that is, one persuaded to obey the commandments—'will be wiser still in knowledge, and the man of understanding will acquire skill to steer, and will understand a parable and a dark saying, and the sayings of the wise and their riddles.'
1:1401
οὐ γὰρ κιβδήλους οἱ ἔπιπνοι ἐκ θεοῦ λόγους προφέρουσιν οὐδ' οἱ παρὰ τούτων ἐμπορευόμενοι οὐδὲ μὴν πάγας, αἷς οἱ πολλοὶ τῶν σοφιστῶν τοὺς νέους ἐμπλέκουσι πρὸς οὐδὲν ἀληθὲς σχολάζοντες, ἀλλ' οἱ μὲν τὸ ἅγιον πνεῦμα κεκτημένοι ἐρευνῶσι τὰ βάθη τοῦ θεοῦ, τουτέστι τῆς περὶ τὰς προφητείας ἐπικρύψεως ... ἐπήβολοι γίνονται·
因為受神感動者所發出的話語並非虛假,那從他們的話語牟利之人所發出的也不是;更不是網羅——許多詭辯家用這些網羅纏住青年,使他們專務於毫無真實之事;反倒是那擁有聖靈的人,探究神深奧之事,就是說,他們得以領悟關於眾先知預言的隱祕之處。
For those inspired by God do not put forth counterfeit words, nor do those who traffic in them, nor indeed snares, with which the many sophists entangle the young, occupying themselves with nothing true; but those who have acquired the Holy Spirit search the depths of God, that is, they come to share in the hidden meaning concerning the prophecies.
1:1402
τῶν δὲ ἁγίων μεταδιδόναι τοῖς κυσὶν ἀπαγορεύεται, ἔστ' ἂν μένῃ θηρία
而將聖物分給狗是被禁止的,只要牠們仍舊是野獸。
But it is forbidden to give a share of holy things to dogs, so long as they remain beasts.
1:1403
οὐ γάρ ποτε ἐγκιρνάναι προσήκει φθονεροῖς καὶ τεταραγμένοις ἀπίστοις τε ἔτι ἤθεσιν, εἰς ὑλακὴν ζητήσεως ἀναιδέσι, τοῦ θείου καὶ καθαροῦ νάματος, τοῦ ζῶντος ... ὕδατος
因為將神聖而純淨的活水之流,混入嫉妒、紛擾、仍舊不信、且在探究上如犬吠般肆無忌憚之品性中,實在從來都不相宜。
For it is never fitting to mingle the divine and pure stream, the living water, with envious and troubled and still unbelieving characters, shameless in the barking of inquiry.
1:1404
μὴ δὴ ὑπερεκχείσθω σοι ὕδατα ἔξω πηγῆς σου, εἰς δὲ σὰς πλατείας διαπορευέσθω σὰ ὕδατα
不要讓你的水從你的泉源溢流到外面,卻要讓你的水流經你自己的街道。
Let not your waters overflow beyond your own fountain, but let your waters pass through your own streets.
1:1405
οὐ γὰρ φρονέουσι τοιαῦτα πολλοὶ ὁκόσοι ἐγκυρεῦσιν οὐδὲ μαθόντες γινώσκουσιν, ἑωυτοῖσι δὲ ... δοκέουσι, κατὰ τὸν γενναῖον Ἡράκλειτον
「因為許多人遇見這類事卻不明白,即使學了也不曉得,反倒自以為明白」——這是照著高貴的赫拉克利特所說的。
For most men do not understand such things as they encounter, nor do they know them even when they have learned them, though they seem to themselves to know — as the noble Heraclitus says.
1:1406
ἆρ' οὐ δοκεῖ σοι καὶ οὗτος τοὺς μὴ πιστεύοντας ψέγειν; ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται, ὁ προφήτης εἴρηκεν
你不覺得這人也在責備那些不信的人嗎?先知曾說:「我的義人必因信得生。」
Does it not seem to you that this man too censures those who do not believe? 'But my righteous one shall live by faith,' the prophet has said.
1:1407
λέγει δὲ καὶ ἄλλος προφήτης·
另一位先知也說:
And another prophet also says:
1:1408
ἐὰν ... μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε
「你們若不信,就必不能明白。」
'If ye will not believe, neither shall ye understand.'
1:1409
πῶς γὰρ τούτων ὑπερφυᾶ θεωρίαν χωρήσαι ποτ' ἂν ψυχὴ διαμαχομένης ἔνδον τῆς περὶ τὴν μάθησιν ... ἀπιστίας; πίστις δέ, ἣν διαβάλλουσι κενὴν καὶ βάρβαρον νομίζοντες Ἕλληνες, πρόληψις ἑκούσιός ἐστι, θεοσεβείας συγκατάθεσις, ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων, κατὰ τὸν θεῖον ἀπόστολον·
因為當內心仍有對學習之事的不信在爭戰之時,靈魂又怎能達到這些超凡事物的觀想呢?至於信,希臘人詆毀它,認為它是空洞而野蠻的,其實信乃是一種出於甘願的預先領受,是對敬虔的贊同,照著那神聖使徒所說:「是所望之事的實底,是未見之事的確據。」
For how could the soul ever attain to the transcendent contemplation of these things, while unbelief concerning learning still wars within? But faith, which the Greeks slander, reckoning it empty and barbarous, is a voluntary preconception, an assent to piety — 'the substance of things hoped for, the evidence of things not seen,' according to the divine apostle.
1:1410
ταύτῃ γὰρ μάλιστα ἐμαρτυρήθησαν οἱ πρεσβύ... τεροι·
因為正是憑著這信,古時的長老們才得了美好的見證。
For it was especially by this that the elders obtained their testimony.
1:1411
χωρὶς δὲ πίστεως ἀδύνατόν ἐστιν εὐαρεστῆσαι θεῷ
沒有信,就不可能討神的喜悅。
But without faith it is impossible to please God.
1:1412
ἄλλοι δ' ἀφανοῦς πράγματος ἐννοητικὴν συγκατάθεσιν ἀπέδωκαν εἶναι τὴν πίστιν, ὥσπερ ἀμέλει τὴν ἀπόδειξιν ἀγνοουμένου πράγματος φανερὰν ... συγκατάθεσιν
另有些人則把信定義為對不顯明之事的理智性贊同,正如論證乃是對先前未知之事所生的顯明贊同一般。
But others have defined faith as an intellectual assent to a thing unseen, just as, indeed, demonstration is an evident assent to a thing previously unknown.
1:1413
εἰ μὲν οὖν προαίρεσίς ἐστιν, ὀρεκτική τινος οὖσα, ἡ ὄρεξις νῦν διανοητική, ἐπεὶ δὲ πράξεως ἀρχὴ ἡ προαίρεσις, πίστις εὑρίσκεται ἀρχὴ γὰρ πράξεως, θεμέλιος ἔμφρονος προαιρέσεως, προ... αποδεικνύντος τινὸς αὐτῷ διὰ τῆς πίστεως τὴν ἀπόδειξιν
倘若信是一種抉擇,本身即是對某物的欲求——這欲求在此是屬乎理智的;既然抉擇乃是行動之始,信便被視為一個起點;因為它是行動的開端,是明智抉擇的根基,是有人已先藉著信為他預先提供了證明的緣故。
If, then, it is a deliberate choice, being a desire for something — desire here being intellectual — and since choice is the beginning of action, faith is found to be a beginning; for it is the beginning of action, the foundation of an intelligent choice, someone having already, by means of faith, furnished him beforehand with the demonstration.
1:1414
ἐθελοντὴν δὲ συνέπεσθαι τῷ συμφέροντι συνέσεως ἀρχή
甘心情願地順從有益之事,乃是悟性的開端。
And to follow what is beneficial willingly is the beginning of understanding.
1:1415
μεγάλην γοῦν εἰς γνῶσιν ῥοπὴν ἀπερίσπαστος παρέχει προαίρεσις
因此,專一不分心的抉擇,對趨向知識大有助益。
An undistracted choice, then, contributes greatly to the inclination toward knowledge.
1:1416
αὐτίκα ἡ μελέτη ... τῆς πίστεως ἐπιστήμη γίνεται θεμελίῳ βεβαίῳ ἐπερηρεισμένη
於是,對信的操練便成為建基於穩固根基之上的知識。
At once the exercise of faith becomes knowledge, firmly grounded upon a sure foundation.
1:1417
τὴν γοῦν ἐπιστήμην ὁρίζονται φιλοσόφων παῖδες ἕξιν ἀμετάπτωτον ὑπὸ λόγου
哲學家的門徒們把知識定義為一種不為道理所動搖的穩定狀態。
The disciples of the philosophers define knowledge as a state not to be overthrown by argument.
1:1418
ἔστιν οὖν ἄλλη τις τοιαύτη κατάστασις ἀληθὴς θεο σεβείας αὐτῆς, ἧς μόνος διδάσκαλος ὁ λόγος; οὐκ ἔγωγε οἶμαι
那麼,除此之外,難道還有另一種真正屬乎敬虔本身的狀態,其唯一的教師是理性嗎?我認為並沒有。
Is there, then, some other such true state belonging to piety itself, of which reason alone is the teacher? I, for one, do not think so.
1:1419
Θεόφραστος δὲ τὴν αἴσθησιν ἀρχὴν εἶναι πίστεώς φησιν·
提奧弗拉斯圖則說,感覺乃是信的起點。
But Theophrastus says that sense-perception is the beginning of faith.
1:1420
ἀπὸ γὰρ ταύτης αἱ ἀρχαὶ πρὸς τὸν λόγον τὸν ἐν ἡμῖν καὶ τὴν διάνοιαν ἐκ... τείνονται
因為由此,最初的根源便延伸至我們內在的理性與思維之中。
For from this the first principles extend toward the reason within us and toward understanding.
1:1421
ὁ πιστεύσας τοίνυν ταῖς γραφαῖς ταῖς θείαις, τὴν κρίσιν βεβαίαν ἔχων, ἀπόδειξιν ἀναντίρρητον τὴν τοῦ τὰς γραφὰς δεδωρημένου φωνὴν λαμβάνει θεοῦ·
因此,凡相信神聖經卷的人,既擁有堅定的判斷,便領受了那賜下經卷之神的聲音,作為無可辯駁的證明。
He, then, who has believed the divine Scriptures, holding a sure judgment, receives as an irrefutable demonstration the voice of the God who bestowed the Scriptures.
1:1422
οὐκέτ' οὖν πίστις γίνεται δι' ἀποδείξεως ὠχυρωμένη
於是,信便不再是靠論證來鞏固的了。
Faith, then, is no longer established by [human] demonstration.
1:1423
μακάριοι τοίνυν οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες
「那沒有看見就信的人有福了。」
'Blessed, then, are they that have not seen, and yet have believed.'
1:1424
αἱ γοῦν τῶν Σειρήνων ἐπικηλήσεις δύναμιν ὑπεράνθρωπον ἐνδεικνύμεναι ἐξέπληττον τοὺς παρατυγχάνοντας πρὸς τὴν τῶν λεγομένων παραδοχὴν σχεδὸν ἄκοντας εὐτρεπίζουσαι
由此可見,海妖(塞壬)的魅惑之歌,展現出超乎人力的能力,使遇見她們的人驚駭不已,幾乎是身不由己地被引向接受她們所說的話。
The enchantments of the Sirens, then, displaying a power beyond that of men, would astound those who chanced upon them, preparing them, almost against their will, for acceptance of what was said.
1:1425
Ἐνταῦθα φυσικὴν ἡγοῦνται τὴν πίστιν οἱ ἀμφὶ τὸν Βασιλείδην, καθὸ καὶ ἐπὶ τῆς ἐκλογῆς τάττουσιν αὐτήν, τὰ μαθήματα ... ἀναποδείκτως εὑρίσκουσαν καταλήψει νοητικῇ
在此,巴西里德派的人認為信是出於本性的,因為他們也把信歸入「揀選」的範疇——信憑著理智性的領悟,不經論證便能發現各項教義。
Here the followers of Basilides consider faith to be natural, insofar as they also assign it a place under election, [faith] discovering doctrines without demonstration, by intellectual apprehension.
1:1426
πί... στεως, ᾗ τὸ πνευματικὸν τοῦ ψυχικοῦ, λέγοντες
……信,藉著這信,屬靈的與屬魂的有所分別,他們如此說道……
...of faith, whereby the spiritual is distinguished from the soulish, saying...
1:1427
ἔτι φασὶν οἱ ἀπὸ Βασιλείδου πίστιν ἅμα καὶ ἐκλογὴν οἰκείαν εἶναι καθ' ἕκαστον διάστημα, κατ' ἐπακολούθημα δ' αὖ τῆς ἐκλογῆς τῆς ὑπερκοσμίου τὴν κοσμικὴν ἁπάσης φύσεως συνέπεσθαι πίστιν κατάλληλόν τε εἶναι τῇ ... ἑκάστου ἐλπίδι καὶ τῆς πίστεως τὴν δωρεάν
巴西里德派的人還說,信與揀選同樣是各個等級所固有的;並且,緊隨著那超乎宇宙的揀選之後,屬世的信便伴隨著各樣本性而來,而信的恩賜也與各人的盼望相稱。
Further, the followers of Basilides say that faith and election alike are proper to each interval [of being], and that, following upon the supra-cosmic election, the cosmic faith of every nature attends it, and that the gift of faith is proportioned to each one's hope.
1:1428
οὐκέτ' οὖν προαιρέσεως κατόρθωμα ἡ πίστις, εἰ φύσεως πλεονέκτημα, οὐδὲ ἀμοιβῆς δικαίας τεύξεται ἀναίτιος ὢν ὁ μὴ πιστεύσας, καὶ οὐκ αἴτιος ὁ πιστεύσας, πᾶσα δὲ ἡ τῆς πίστεως καὶ ἀπιστίας ἰδιότης καὶ διαφορότης οὔτ' ἐπαίνῳ οὔτε μὴν ψόγῳ ὑποπέσοι ἂν ὀρθῶς λογιζομένοις, προηγουμένην ἔχουσα τὴν ἐκ τοῦ τὰ πάντα δυνατοῦ φυσικὴν ἀνάγκην γενομένην·
這樣一來,信便不再是抉擇所成就的功業,若它只是本性所帶來的優勢的話;那不信的人既無責任,就不會受到公正的報應,信的人也無功可言;照正確推理的人看來,信與不信的一切特性與差異,都既不該受讚揚,也不該受責備,因為它們的根源乃出於那全能者所造成的一種自然的必然性。
No longer, then, is faith an achievement of [free] choice, if it is an advantage of nature; nor will he who does not believe meet with just recompense, being not responsible, nor is he who believes responsible; and the whole peculiarity and difference of faith and unbelief would, for those who reason rightly, fall under neither praise nor blame, having as its antecedent a natural necessity arising from him who is able to do all things.
1:1429
νευροσπαστουμένων δὲ ἡμῶν ἀψύχων δίκην φυσικαῖς ἐνεργείαις τό τε <ἑκούσιον καὶ τὸ> ἀκούσιον παρέλκει ὁρμή τε ἡ προ... καθηγουμένη τούτων
既然我們像無生命之物一般,被自然的力量如提線木偶般操縱,那麼「出於己願」與「出於非己願」的區別,以及那先於這一切、引導這一切的衝動,都成了多餘的。
And since we are worked like puppets, as inanimate things, by natural energies, both the voluntary and the involuntary become superfluous, along with the impulse that goes before and leads them.
1:1430
καὶ οὐκέτι ἔγωγε ἐννοῶ ζῷον τοῦτο, οὗ τὸ ὁρμητικὸν ἀνάγκη λέλογχεν ὑπὸ τῆς ἔξωθεν αἰτίας κινούμενον
而我實在無法再把這樣的東西理解為一個活物——牠的衝動能力已被必然性所支配,是被外在的原因所推動的。
And I, for one, no longer conceive of this as a living creature, whose impulsive faculty necessity has obtained by lot, moved as it is by a cause from without.
1:1431
ποῦ δὲ ἔτι ἡ τοῦ ποτὲ ἀπίστου μετάνοια, δι' ἣν ἄφεσις ἁμαρτιῶν; ὥστε οὐδὲ βάπτισμα ἔτι εὔλογον οὐδὲ μακαρία σφραγὶς οὐδὲ ὁ υἱὸς οὐδὲ ὁ πατήρ·
那麼,那昔日不信之人的悔改又在何處呢?正是藉著悔改才有罪得赦免;如此一來,洗禮便不再合理,那蒙福的印記也不再合理,子也不再合理,父也不再合理。
Where, then, any longer is the repentance of him who was once an unbeliever, through which comes forgiveness of sins? So that neither is baptism any longer reasonable, nor the blessed seal, nor the Son, nor the Father.
1:1432
ἀλλὰ θεός, οἶμαι, ἡ τῶν φύσεων αὐτοῖς εὑρίσκεται διανομή, τὸν θεμέλιον τῆς σωτηρίας, τὴν ἑκούσιον πίστιν, οὐκ ἔχουσα
但依我看,他們對本性的劃分本身竟成了他們的神,因為這劃分並不以甘心樂意的信作為救恩的根基。
But their distribution of natures turns out, I think, to be their god, not having voluntary faith as the foundation of salvation.
1:1433
Ἡμεῖς δὲ οἱ τὴν αἵρεσιν καὶ φυγὴν δεδόσθαι τοῖς ἀνθρώποις αὐτοκρατορικὴν παρὰ τοῦ κυρίου διὰ τῶν γραφῶν παρειληφότες ἀμεταπτώτῳ κριτηρίῳ τῇ πίστει ἐπαναπαυώμεθα, τὸ πνεύμα πρόθυμον ἐνδειξάμενοι, ὅτι εἱλόμεθα τὴν ζωὴν καὶ τῷ θεῷ διὰ τῆς ἐκείνου φωνῆς πεπιστεύκαμεν·
至於我們,既已從經上領受了主賜給人類自主的揀選與拒絕之權柄,便安然倚靠信這不可動搖的準則,並顯明我們甘心樂意的心志,因為我們揀選了生命,且藉著祂的話語信了神。
But we, who have received from the Scriptures that the sovereign power of choice and refusal has been given to men by the Lord, rest upon faith as an unchangeable criterion, having shown a willing spirit, in that we have chosen life and have believed God through his voice.
1:1434
καὶ ὁ τῷ λόγῳ πιστεύσας οἶδεν τὸ πρᾶγμα ἀληθές·
那相信這話語的人,便知道這事是真實的。
And he who has believed the word knows the matter to be true.
1:1435
ὁ δὲ ἀπιστήσας τῷ λέγοντι ἠπίστησε ... τῷ θεῷ
但那不信說話者之人,就是不信神。
But he who has disbelieved the one speaking has disbelieved God.
1:1436
πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι, φησὶν ὁ ἀπόστολος πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάιν προσήνεγκε, δι' ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτῷ τοῦ θεοῦ·
「我們因著信,就知道諸世代是藉神的話造成的,叫那看得見的,並不是從顯然之物造出來的」,使徒如此說。「亞伯因著信,獻祭與神,比該隱所獻的更美,因此便得了稱義的見證,就是神指著他的禮物作的見證。」
'By faith we understand that the ages were framed by the word of God, so that what is seen was not made out of things which appear' — says the apostle. 'By faith Abel offered a more excellent sacrifice than Cain, through which he obtained testimony that he was righteous, God bearing witness in respect of his gifts.'
1:1437
καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ καὶ τὰ ἑξῆς ἕως ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν
「且因這信,他雖死了,卻仍舊說話」——以及其後諸語,直到「勝過暫時享受罪中之樂」為止。
'And by it, though dead, he still speaks' — and so on, down to 'than to have the temporary enjoyment of sin.'
1:1438
τούτους μὲν οὖν καὶ πρὸ νόμου ἡ ... πίστις δικαιώσασα κληρονόμους κατέστησε τῆς θείας ἐπαγγελίας
因此,這些人雖在律法之先,信卻使他們得稱為義,並使他們成為那神聖應許的承受者。
These men, then, even before the Law, faith, having justified them, made heirs of the divine promise.
1:1439
τί οὖν ἔτι τὰ τῆς πίστεως ἐκ τῆς παρ' ἡμῖν ἱστορίας ἀναλεγόμενος παρατίθεμαι μαρτύρια; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν ... προφητῶν καὶ τὰ τούτοις ἑπόμενα
那麼,我又何必再從我們的歷史中蒐羅有關信的見證、一一陳列於此呢?因為若要述說基甸、巴拉、參孫、耶弗他,以及大衛、撒母耳和眾先知,並隨之而來的種種事蹟,時候都不夠用了。
Why, then, should I still gather and set before you testimonies of faith out of our own history? For time would fail me in relating concerning Gideon, Barak, Samson, Jephthah, David also, and Samuel, and the prophets, and what follows upon these.
1:1440
τεσσάρων δὲ ὄντων ἐν οἷς τὸ ἀληθές, αἰσθήσεως, νοῦ, ἐπιστήμης, ὑπολήψεως, φύσει μὲν πρῶτος ὁ νοῦς, ἡμῖν δὲ καὶ πρὸς ἡμᾶς ἡ αἴσθησις, ἐκ δὲ αἰσθήσεως καὶ τοῦ νοῦ ἡ τῆς ἐπιστήμης συνίσταται οὐσία, κοινὸν δὲ νοῦ τε καὶ αἰσθή... σεως τὸ ἐναργές
真理所在之處有四種官能:感覺、理智、知識、意見。按本性而言,理智居首;但就我們自身而言,則感覺為先。知識的本質乃由感覺與理智共同構成,而理智與感覺二者所共有的,便是明晰性。
There being four faculties in which truth resides — sense-perception, intellect, knowledge, and opinion — by nature the intellect is first, but for us and relative to us, sense-perception is first; and out of sense-perception and intellect the substance of knowledge is composed, while clarity is common to both intellect and sense-perception.
1:1441
ἀλλ' ἡ μὲν αἴσθησις ἐπιβάθρα τῆς ἐπιστήμης, ἡ πίστις δὲ διὰ τῶν αἰσθητῶν ὁδεύσασα ἀπολείπει τὴν ὑπόληψιν, πρὸς ... δὲ τὰ ἀψευδῆ σπεύδει καὶ εἰς τὴν ἀλήθειαν καταμένει
但感覺乃是通往知識的跳板,而信卻行經可感之物之後,便將意見拋在身後,急速奔向那無謬誤之事,並常駐於真理之中。
But sense-perception is the gangway to knowledge, while faith, having journeyed through the objects of sense, leaves opinion behind, and presses on toward things that are not false, and abides in the truth.
1:1442
εἰ δέ τις λέγοι τὴν ἐπιστήμην ἀποδεικτικὴν εἶναι μετὰ λόγου, ἀκουσάτω ὅτι καὶ αἱ ἀρχαὶ ἀναπόδεικτοι·
但若有人說知識乃是憑理性而可論證的,就當聽明白:連第一原理本身也是不可論證的。
But if anyone should say that knowledge is demonstrative, proceeding by reason, let him hear that the first principles too are indemonstrable.
1:1443
οὔτε γὰρ τέχνῃ οὔτε μὴν φρονήσει γνωσταί
因為這些原理既非憑技藝可知,也非憑實踐智慧可知。
For they are known neither by art nor indeed by practical wisdom.
1:1444
ἣ μὲν γὰρ περὶ τὰ ἐνδεχόμενά ἐστιν ἄλλως ἔχειν, ἣ δὲ ποιη... τικὴ μόνον, οὐχὶ δὲ καὶ θεωρητική
因為那一種所涉及的是可能有所不同的事物,而另一種則僅是實踐性的,並不兼具觀想(理論)之性質。
For the one is concerned with things that admit of being otherwise, while the other is only productive, and not also contemplative.
1:1445
πίστει οὖν ἐφικέσθαι μόνῃ οἷόν τε τῆς τῶν ὅλων ἀρχῆς
因此,唯獨憑著信,才有可能達到萬有的第一原理。
By faith alone, then, is it possible to attain to the first principle of the universe.
1:1446
πᾶσα γὰρ ἐπιστήμη διδακτή ἐστι·
因為一切知識都是可教授的。
For all knowledge is teachable.
1:1447
τὸ δὲ ... διδακτὸν ἐκ προγινωσκομένου
而凡可教授之事,皆源於預先已知之事。
And what is teachable proceeds from what is already known beforehand.
1:1448
οὐ προεγινώσκετο δὲ ἡ τῶν ὅλων ἀρχὴ τοῖς Ἕλλησιν, οὔτ' οὖν Θαλῇ ὕδωρ ἐπισταμένῳ τὴν πρώτην αἰτίαν οὔτε τοῖς ἄλλοις τοῖς φυσικοῖς τοῖς ἑξῆς·
然而萬有的第一原理,希臘人事先並不知曉——無論是泰利斯,他認定水是最初的原因,或是其後其他的自然哲學家,都不曾預先知道。
But the first principle of the universe was not known beforehand by the Greeks — neither by Thales, who supposed water to be the first cause, nor by the other natural philosophers who followed.
1:1449
ἐπεὶ < εἰ> καὶ Ἀναξαγόρας πρῶτος ἐπέστησε τὸν νοῦν τοῖς πράγμασιν, ἀλλ' οὐδὲ οὗτος ἐτήρησε τὴν αἰτίαν τὴν ποιητικήν, δίνους τινὰς ἀνοήτους ἀναζω... γραφῶν σὺν τῇ τοῦ νοῦ ἀπραξίᾳ τε καὶ ἀνοίᾳ
因為即便阿那克薩戈拉首先將「理智」(努斯)設定於萬物之上,然而連他也未能持守那動力因,反倒描繪出某些無意識的漩渦,並使那理智陷於無所作為與無知之中。
For even if Anaxagoras was the first to set Mind over things, yet not even he preserved the efficient cause, but depicted certain senseless whirls, together with the inactivity and thoughtlessness of the Mind.
1:1450
μὴ εἴπητε ἑαυτοῖς διδάσκαλον ἐπὶ τῆς γῆς·
「不要在地上稱自己為師。」
'Call none your teacher upon the earth.'
1:1451
ἡ μὲν γὰρ ἐπιστήμη ἕξις ἀποδεικτική, ἡ πίστις δὲ χάρις ἐξ ἀναποδείκτων εἰς τὸ καθόλου ἀναβιβάζουσα τὸ ἁπλοῦν, ὃ οὔτε σὺν ὕλῃ ἐστὶν οὔτε ὕλη ... οὔτε ὑπὸ ὕλης
因為知識乃是一種可論證的穩定狀態,而信卻是一種恩典,它從不可論證之事出發,將人提升至那普遍者,就是那單純者——祂既不與物質同在,也非物質,更不受制於物質。
For knowledge is a demonstrative state, but faith is a grace which, from things indemonstrable, raises one up to the universal, to that which is simple — which is neither along with matter, nor matter, nor under matter.
1:1452
οἱ δὲ ἄπιστοι, ὡς ἔοικεν, ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσιν εἰς γῆν, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες κατὰ τὸν Πλάτωνα·
而不信之人,看來是把一切事物都從天上、從那不可見之處,硬拽到地上,簡直就像柏拉圖所說的那樣,用雙手緊抱著岩石與橡樹。
But unbelievers, it seems, drag everything down from heaven and the unseen to earth, quite literally embracing rocks and oaks with their hands, as Plato says.
1:1453
προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι
他們把某種撞觸與接觸定義為實在,把物體與本質視為同一回事。
defining a certain impact and contact, and identifying body and being as one and the same.
1:1454
< οἱ δὲ> πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι ... τὴν ἀληθινὴν οὐσίαν εἶναι
而那些與他們爭辯的人,則極其謹慎地從上頭、從某個不可見之處進行防衛,力主某些可理知而無形的理型才是真正的實在。
But those who dispute against them defend themselves very cautiously from somewhere above, out of the unseen, contending that certain intelligible and incorporeal forms are the true reality.
1:1455
ἰδοὺ δή, ποιῶ καινά, ὁ λόγος φησίν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη·
「看哪,我要作新事」,這道說,「是眼睛未曾見過、耳朵未曾聽過、也未曾進入人心的。」
'Behold, I make new things,' says the Word, 'which eye has not seen, nor ear heard, neither have entered into the heart of man.'
1:1456
καινῷ ὀφθαλμῷ, καινῇ ἀκοῇ, καινῇ καρδίᾳ ὅσα ὁρατὰ καὶ ἀκουστὰ < καὶ> καταληπτὰ διὰ τῆς πίστεως καὶ συνέσεως, πνευματικῶς ... λεγόντων, ἀκουόντων, πραττόντων τῶν τοῦ κυρίου μαθητῶν
這一切都是憑著新的眼、新的耳、新的心,藉著信與悟性而得以看見、聽見並領悟的事,正如主的門徒們憑靈性說話、聆聽、行事一般。
With a new eye, a new hearing, a new heart, [they perceive] all that is visible and audible and apprehensible through faith and understanding, as the disciples of the Lord speak, hear, and act in a spiritual manner.
1:1457
ἔστι γὰρ δόκιμον νόμισμα καὶ ἄλλο κίβδηλον, ὅπερ οὐδὲν ἔλαττον ἀπατᾷ τοὺς ἰδιώτας, οὐ μὴν τοὺς ἀργυραμοιβούς, οἳ ἴσασι μαθόντες τό τε παρακεχαραγμένον καὶ τὸ δόκιμον χωρίζειν καὶ διακρίνειν
因為錢幣有真有假,那假幣同樣能欺騙外行人,卻騙不了兌換錢幣的人;因為兌換錢幣者經過學習,懂得辨別並區分偽造的與真正的錢幣。
For there is genuine coin, and there is other counterfeit coin, which deceives ordinary people no less, though it does not deceive the money-changers, who, having learned, know how to separate and distinguish the debased from the genuine.
1:1458
οὕτως ὁ ἀργυραμοιβὸς τῷ ἰδιώτῃ τὸ νόμισμα τοῦτο μόνον, ὅτι κίβδηλόν ἐστι, φησί·
同樣地,兌換錢幣者對外行人也只說這一句話:這枚錢幣是假的。
Thus the money-changer tells the layman only this about the coin, that it is counterfeit.
1:1459
τὸ δὲ πῶς, μόνος ὁ τοῦ τραπεζίτου γνώριμος καὶ ὁ ἐπὶ τοῦτο ... ἀλειφόμενος μανθάνει
至於其中的緣由,唯有那銀行家的熟識者,以及那專為此事而受訓練的人,才能學得明白。
But the manner of it, only the banker's own acquaintance, and he who is trained for this very purpose, learns.
1:1460
Ἀριστοτέλης δὲ τὸ ἑπόμενον τῇ ἐπιστήμῃ κρῖμα, ὡς ἀληθὲς τόδε τι, πίστιν εἶναί φησι
亞里士多德則說,隨知識而來、判定某特定事物為真的那種判斷,便是信。
But Aristotle says that the judgment which follows upon knowledge, affirming a particular thing to be true, is faith.
1:1461
κυριώτερον οὖν τῆς ἐπιστήμης ἡ πίστις καὶ ἔστιν αὐτῆς κριτήριον
因此,信比知識更具權威,且是知識的判準。
Faith, then, is more authoritative than knowledge, and is its criterion.
1:1462
Ὑποκρίνεται δὲ τὴν πίστιν ἡ εἰκασία, ἀσθενὴς οὖσα ὑπόληψις, καθάπερ ὁ κόλαξ τὸν φίλον καὶ ὁ λύκος τὸν κύνα
而臆測——作為一種軟弱的意見——冒充信,正如諂媚者冒充朋友、豺狼冒充家犬一般。
But conjecture, being a weak sort of opinion, counterfeits faith, just as the flatterer counterfeits the friend, and the wolf the dog.
1:1463
ἐπειδὴ δὲ ὁρῶμεν <ὅτι> ὁ τέκτων ὅτι μαθών τινα τεχνίτης γίνεται καὶ ὁ κυβερνήτης παιδευθεὶς τὴν τέχνην κυβερνᾶν δυνήσεται, οὐκ ἀπαρκεῖν λογιζόμενος τὸ βούλεσθαι καλὸν γενέσθαι κἀγαθόν, ἀνάγκη δὲ ἄρα πειθόμενον ... μαθεῖν·
既然我們看見木匠是因學習某種技藝才成為工匠的,舵手也是受過訓練之後才能掌舵的,可見僅僅是願意成為良善高尚,並不足夠;因此,必然要藉著順服(受教)才能學習。
But since we see that the carpenter becomes a craftsman by learning something, and the pilot, having been trained in the art, will be able to steer — considering that merely wishing to become noble and good is not sufficient — there is, then, a necessity to learn by being persuaded.
1:1464
τὸ δὲ πείθεσθαι τῷ λόγῳ, ὃν διδάσκαλον ἀνηγορεύσαμεν, αὐτῷ ἐκείνῳ πιστεῦσαί ἐστι κατ' οὐδὲν ἀντιβαίνοντα
而順服於那道(我們已宣稱祂為教師),就是全然相信祂,絲毫不加反對。
And to be persuaded by the Word, whom we have proclaimed as Teacher, is to believe that very One, opposing him in nothing.
1:1465
πῶς γὰρ οἷόν τε ἀντεφίστασθαι τῷ θεῷ; πιστὴ τοίνυν ἡ γνῶσις, γνωστὴ δὲ ἡ ... πίστις θείᾳ τινὶ ἀκολουθίᾳ τε καὶ ἀντακολουθίᾳ γίνεται
因為人怎能與神相抗衡呢?由此,知識憑信而可靠,信也因知識而可知,二者藉著某種神聖的相隨與互隨關係而彼此成就。
For how is it possible to set oneself against God? Knowledge, then, is made faithful, and faith is made known, coming about by a certain divine sequence and reciprocal sequence.
1:1466
ναὶ μὴν καὶ ὁ Ἐπίκουρος, ὁ μάλιστα τῆς ἀληθείας προτιμήσας τὴν ἡδονήν, πρόληψιν εἶναι διανοίας τὴν πίστιν ὑπολαμβάνει·
甚至連伊比鳩魯——那尤其把快樂看得比真理更重要的人——也認為信是心智的一種預先領受。
Indeed, even Epicurus, who especially preferred pleasure to truth, supposes faith to be a preconception of the mind.
1:1467
πρόληψιν δὲ ἀποδίδωσιν ἐπιβολὴν ἐπί τι ἐναργὲς καὶ ἐπὶ τὴν ἐναργῆ τοῦ πράγματος ἐπίνοιαν·
他把「預先領受」定義為對某種明顯之事的專注,以及對該事物之明顯概念的專注。
And he defines preconception as an attention directed to something evident, and to the evident conception of the thing.
1:1468
μὴ δύνασθαι δὲ μηδένα μήτε ζητῆσαι μήτε ἀπορῆσαι μηδὲ ... μὴν δοξάσαι, ἀλλ' οὐδὲ ἐλέγξαι χωρὶς προλήψεως
他又說,若沒有這「預先領受」,沒有人能夠探究、能夠疑惑、能夠形成意見,甚至也不能夠反駁。
And he says that no one is able either to seek, or to be at a loss, or indeed to hold an opinion, nor even to refute, apart from preconception.
1:1469
πῶς δ' ἂν μὴ ἔχων τις πρόληψιν οὗ ἐφίεται μάθοι περὶ οὗ ζητεῖ; ὁ μαθὼν δὲ ἤδη ... κατάληψιν ποιεῖ τὴν πρόληψιν
因為一個人若對自己所渴望的事物毫無預先的領受,又怎能就自己所探究的事有所學習呢?而已經學到的人,便使那預先的領受轉化為確實的領悟。
For how could anyone, not having a preconception of what he desires, learn concerning that which he seeks? And he who has already learned makes his preconception into full apprehension.
1:1470
εἰ δὲ ὁ μανθάνων οὐκ ἄνευ προλήψεως μανθάνει τῆς τῶν λεγομένων παραδεκτικῆς, αὐτὸς μὲν ὦτα ἔχει τὰ ἀκουστικὰ τῆς ἀληθείας·
但若學習者並非離開那能接受所言之事的預先領受而學習,那麼他自己便擁有能聽聞真理的耳朵。
But if the learner does not learn apart from a preconception capable of receiving what is said, then he indeed has ears that are receptive of the truth.
1:1471
μακάριος δὲ ὁ λέγων εἰς ὦτα ... ἀκουόντων, ὥσπερ ἀμέλει μακάριος καὶ αὐτὸς ὁ τῆς ὑπακοῆς
向願聽的耳朵說話的人是有福的,正如理所當然,那擁有順從之心的人自己也是有福的。
Blessed is he who speaks into ears that hear, just as, naturally, he too is blessed who possesses obedience.
1:1472
τὸ δὲ κατακοῦσαι συνεῖναί ἐστιν
而專心聆聽就是理解。
But to hearken attentively is to understand.
1:1473
εἰ τοίνυν ἡ πίστις οὐδὲν ἄλλο ἢ πρόληψίς ἐστι διανοίας περὶ τὰ λεγόμενα καὶ τοῦτο ὑπακοή τε εἴρηται σύνεσίς τε καὶ πειθώ, οὐ μὴ μαθήσεταί τις ἄνευ πίστεως, ἐπεὶ μηδὲ ... ἄνευ προλήψεως
既然信不過是心智對所言之事的預先設想,而這又被稱為順從、理解與說服,那麼沒有信,就沒有人能夠學習,正如沒有預先設想也無法學習一樣。
If, then, faith is nothing other than a preconception of the mind concerning the things spoken, and this has been called both obedience and understanding and persuasion, no one will ever learn without faith, since indeed nothing is learned without preconception.
1:1474
ἀληθὲς δ' οὖν ὂν παντὸς μᾶλλον ἀποδείκνυται τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον·
因此,先知所說的話,被證明比任何事都更為真實:
That, then, which was spoken by the prophet is shown to be true beyond everything else:
1:1475
ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε
「你們若不信,也必不能明白。」
'If you do not believe, neither will you understand.'
1:1476
τοῦτο καὶ Ἡράκλειτος ὁ Ἐφέσιος τὸ λόγιον παραφράσας εἴρηκεν·
以弗所人赫拉克利特也曾釋述這句箴言,說道:
This same oracle Heraclitus of Ephesus also paraphrased when he said:
1:1477
ἐὰν μὴ ἔλπηται ἀνέλπιστον, οὐκ ἐξευρήσει, ἀνεξερεύνητον ἐὸν καὶ ... ἄπορον
「若不期望那不可期望之事,就無從尋見,因為它不可探尋,且......無路可通。」
'If he does not hope for the unhoped-for, he will not discover it, since it is unsearchable and impassable.'
1:1478
ἀλλὰ καὶ Πλάτων ὁ φιλόσοφος ἐν τοῖς Νόμοις τὸν μέλλοντα μακάριόν τε καὶ εὐδαίμονα γενέσθαι τῆς ἀληθείας ἐξ ἀρχῆς εὐθὺς εἶναι μέτοχον χρῆναι φησίν, ἵν' ὡς πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιῴη·
不僅如此,哲學家柏拉圖在《法律篇》中也說,將要成為有福且幸福的人,必須從一開始就分享真理,好使他一生盡可能長久地保持真實;
But Plato the philosopher too, in the Laws, says that the man who is to become blessed and happy must from the very beginning be a partaker of truth, so that, being truthful, he may live as long a time as possible;
1:1479
ὃ δὲ ἄπιστος, ᾧ φίλον ψεῦδος ἑκούσιον·
而那不信的人,卻喜愛出於己願的謊言;
but he is faithless to whom a voluntary lie is dear;
1:1480
ὧν οὐ ζῷον οὐδέτερον οὖν ζηλωτόν·
而這兩種人,沒有一個是值得欽羨的;
and of these, neither creature is to be envied;
1:1481
ἄφιλος γὰρ ... πᾶς ὅ γε ἄπιστος καὶ ἀμαθής
因為凡不信而無知的人,都是沒有朋友的。
for everyone, indeed, who is faithless and unlearned is friendless.
1:1482
καὶ μή τι ταύτην σοφίαν βασιλικὴν ἐν Εὐθυδήμῳ ἐπικεκρυμμένως λέγει
莫非他在《游敘德謨篇》中隱晦地談論的,正是這王者的智慧?
And is it not this same royal wisdom that he speaks of in a hidden manner in the Euthydemus?
1:1483
ἐν γοῦν τῷ Πολιτικῷ πρὸς λέξιν φησίν·
至少在《政治家篇》中,他逐字這樣說:
At any rate, in the Statesman he says word for word:
1:1484
ὥστε ἡ τοῦ ἀληθινοῦ βασιλέως ἐπιστήμη βασιλική, καὶ ὁ ταύτην κεκτημένος, ἐάν τε ἄρχων ἐάν τε ἰδιώτης ὢν τυγχάνῃ, πάντως κατά γε τὴν τέχνην αὐτὴν βασιλικὸς ὀρθῶς προσαγορευθήσεται
「因此,真正君王的知識乃是王者的知識;擁有這知識的人,無論他碰巧是統治者還是平民,按照這門技藝本身,都理當被正確地稱為王者。」
'so that the knowledge of the true king is a kingly knowledge, and he who possesses it, whether he happens to be a ruler or a private person, will in every case, according to the art itself, rightly be called kingly.'
1:1485
αὐτίκα οἱ εἰς τὸν Χριστὸν πεπιστευκότες χρηστοί τε εἰσὶ καὶ λέγονται, ὡς τῷ ὄντι βασιλικοὶ οἱ βασιλεῖ μεμελημένοι
於是,那些信了基督(Χριστός)的人便是良善的(χρηστός),也如此被稱呼,正如蒙王眷顧的人確實可稱為王者一般的人。
Accordingly, those who have believed in Christ are indeed good, and are called so, just as those cared for by a king are truly kingly.
1:1486
ὡς γὰρ οἱ σοφοὶ σοφίᾳ εἰσὶ σοφοὶ καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι, οὕτως οἱ Χριστῷ ... βασιλεῖ βασιλεῖς καὶ οἱ Χριστοῦ Χριστιανοί
因為正如智者因智慧而為智者,守法者因律法而為守法者,照樣,屬於基督這位王者的人便是王者,屬於基督的人便是基督徒。
For as the wise are wise by wisdom, and the lawful are lawful by law, so those who belong to Christ the king are kings, and those who belong to Christ are Christians.
1:1487
εἶθ' ὑποβὰς ἐπιφέρει σαφῶς·
接著,稍往下他又清楚地補充說:
Then, going on a little further, he clearly adds:
1:1488
τὸ μὲν ὀρθὸν ἂν εἴη νόμιμον καὶ νόμος φύσει ὢν ὁ λόγος ὁ ὀρθὸς καὶ οὐκ ἐν γράμμασιν οὐδὲ ἑτέροις
「正直之事即為合法之事;而正直的道理,本性上便是律法,並不存在於文字或其他事物之中。」
'What is right would be lawful, and right reason, being law by nature, is not found in written letters nor in anything else.'
1:1489
τοιοῦτος δὲ ὁ πληρῶν μὲν τὸν νόμον, ποιῶν δὲ τὸ θέλημα τοῦ πατρός, ἀναγεγραμμένος δὲ ἄντικρυς ἐπὶ ξύλου τινὸς ὑψηλοῦ παράδειγμα ... θείας ἀρετῆς τοῖς διορᾶν δυναμένοις ἐκκείμενος
這樣的人,就是那位成全律法、遵行父旨意的一位;他被公然刻寫在一根高聳的木頭上,作為神聖美德的榜樣,展示給那些能夠看清的人。
Such a one is he who fulfills the law and does the will of the Father, and who has been openly inscribed upon a certain lofty tree, set forth as an example of divine virtue for those able to discern.
1:1490
ἴσασι δὲ Ἕλληνες τὰς τῶν ἐν Λακεδαίμονι ἐφόρων σκυτάλας νόμῳ ἐπὶ ξύλων ἀναγεγραμμένας·
希臘人都知道拉刻代蒙(斯巴達)監察官的密碼棒,是依法刻寫在木棍上的;
The Greeks know the scytales of the ephors at Lacedaemon, which by law are inscribed upon pieces of wood;
1:1491
ὁ δὲ ἐμὸς νόμος, ὡς προείρηται, βασιλικός τέ ἐστι καὶ ἔμψυχος καὶ λόγος ὁ ὀρθός·
但我的律法,如前所述,既是王者的律法,也是活的律法,是正直的道理;
but my law, as has been said before, is both kingly and living, and is right reason;
1:1492
νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων, ... ὡς ὁ Βοιώτιος ᾄδει Πίνδαρος
「律法是萬有之王,無論必死者或不死者皆然,」正如皮奧夏人品達所吟唱的。
'Law, the king of all things, both mortal and immortal,' as the Boeotian Pindar sings.
1:1493
Σπεύσιππος γὰρ ἐν τῷ πρὸς Κλεοφῶντα πρώτῳ τὰ ὅμοια τῷ Πλάτωνι ἔοικε διὰ τούτου γράφειν·
因為斯珀西波斯在《駁克萊奧豐》第一卷中,似乎藉此寫出了與柏拉圖相似的論點:
For Speusippus, in the first book Against Cleophon, appears to write things like those of Plato, in this passage:
1:1494
εἰ γὰρ ἡ βασιλεία σπουδαῖον ὅ τε σοφὸς μόνος βασιλεὺς καὶ ἄρχων, ... ὁ νόμος λόγος ὢν ὀρθὸς σπουδαῖος·
「因為若王權是美善之事,唯獨智者是王與統治者,......那麼律法,既是正直的道理,也是美善之事;」
'For if kingship is an excellent thing, and the wise man alone is king and ruler, then law, being right reason, is likewise an excellent thing.'
1:1495
τούτοις ἀκόλουθα οἱ Στωϊκοὶ φιλόσοφοι δογματίζουσιν, βασιλείαν, ἱερωσύνην, προφητείαν, νομοθετικήν, πλοῦτον, κάλλος ἀληθινόν, εὐγένειαν, ἐλευθερίαν μόνῳ προσάπτοντες τῷ σοφῷ·
與此相符,斯多噶學派的哲學家們也如此立為教條,將王權、祭司職分、先知職分、立法之權、財富、真正的美、高貴出身與自由,全都只歸給智者一人;
In agreement with these, the Stoic philosophers hold as dogma that kingship, priesthood, prophecy, the power of legislation, wealth, true beauty, noble birth, and freedom belong to the wise man alone;
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。