📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 約翰福音註釋

亞歷山大的區利羅

約翰福音註釋 第 1 章 第 21/94 段

希臘文原文.120 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2985–1:3104(全章共 13790 節)

← 上一段下一段 →
1:2985
ἀπεθαύμαζον μὲν γὰρ ἐν ἀρχαῖς τὸν ἅγιον βαπτιστὴν, ὡς ἀσκητὴν, ὡς φιλόθεον, ὡς εὐλαβείας ἁπάσης ὑπογραμμὸν, ἀλλ' οἱ τιμῶντες τῷ θαύματι, πάλιν. ὑβρίζουσιν, οὐκ ἀνεχόμενοι λέγοντος τό Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. τοῦτο γὰρ δὴ καὶ ποιοῦντες σαφῶς διὰ τῆς ἀπειθείας ἁλί σκονται
因為起初他們稱奇於聖潔的施洗者,視他為苦修者、愛神者、一切虔敬的典範;但那些以驚奇尊崇他的人,又轉而侮辱他,因不能忍受他所說的:你們當預備主的道,修直我們神的路。因為他們正是在做這事上,明明地被查出是悖逆的。
For at the beginning they marveled at the holy Baptist as an ascetic, as a lover of God, as a pattern of all reverence; but those who honor him with wonder, again do him outrage, not enduring him when he says: Prepare the way of the Lord, make straight the paths of our God. For in doing this very thing they are plainly caught in disobedience.
1:2986
Ἤδη μὲν οὖν, καθάπερ ὑπολαμβάνω, τὸν εὐτριβῆ καὶ κατειθισμένον τοῖς πολλοῖς τῆς ἑρμηνείας τρόπον τοῦ προ κειμένου τηρήσαντες, τὴν ἐπ' αὐτῷ θεωρίαν κατὰ τὴν ἐνοῦ σαν ἡμῖν ἐξεθέμεθα δύναμιν·
如今,正如我所設想的,我們既已守住這段經文那眾人所循、慣常好走的解釋之法,便照著我們裡面的能力,把對它的默觀陳明了;
Now indeed, as I suppose, having kept to the well-worn and customary manner of interpretation of the passage that most follow, we have set forth the contemplation upon it according to the ability that is in us;
1:2987
ἐπειδὴ δὲ τοῦ Σωτῆρος λόγος εἰς βαθείας ἡμᾶς κατατείνων ἐννοίας, καὶ πικροτέρων ἅψα σθαι νοημάτων μονονουχὶ καὶ ἐπαναγκάζων ὁρᾶται, οὐχ ἁπλῶς ὅτι λύχνος ἦν Ἰωάννης σημαίνων, ἀλλ' ὅτι καὶ καιόμενος καὶ φαίνων, ἀναγκαῖον ἡγούμεθα, προσβαλόντας ὀξυωπέστερον τῇ τῶν εἰρημένων δυνάμει, τῆς ἀληθείας τὸ κάλλος ἰχνηλατεῖν
但既然救主的話把我們伸展向深奧的意義,看來幾乎是逼著我們去把握更犀利的思想——它所指明的並非單單約翰是一盞燈,而是他也燃燒並發光——我們便認為必要,要更敏銳地投入所說之話的力量,去追尋真理之美。
but since the word of the Saviour, stretching us out toward deep meanings, is seen well-nigh to compel us to lay hold of sharper thoughts—signifying not simply that John was a lamp, but that he was also burning and shining—we deem it necessary, applying ourselves more keenly to the force of the things spoken, to track out the beauty of the truth.
1:2988
αὐτὸ δὲ δὴ πάλιν εἰς μέσον ἡμῖν παροι σθήσεται τὸ ῥητόν
這段經文本身要再度被帶到我們中間。
And the text itself shall again be brought into our midst.
1:2989
Ἐκεῖνος ἦν λύχνος φησίν
祂說:他是那盞燈。
He was the lamp, He says.
1:2990
ἐξήρκει καὶ διὰ τούτου μόνου κατασημῆναι τὸν ἅγιον βαπτιστὴν, ὥστε καὶ εἰς ἔννοιαν τοὺς ἀκροωμένους ἀναδραμεῖν τῆς περὶ αὐτοῦ προφητείας, ἐχούσης ὧδε Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. ἐπειδὴ δὲ προστίθησι τῷ λύχνον εἰπεῖν, καιόμενος καὶ φαίνων, δῆλος ἂν εἴη δήπουθεν οὐκ εἰς μόνην τὴν τοῦ προφήτου φωνὴν ἀναφέρων τὸν ἀκροατὴν, ἀλλὰ καὶ εἰς νομι κήν τινα διατύπωσιν, ὡς ἐν σχήματι πάλιν καὶ σκιᾷ τὴν Ἰωάννου δᾳδουχίαν προαναπλάττουσαν, ἣν καλῶς ἐποιήσατο μαρτυρήσας τῷ δεσπότῃ Χριστῷ
單憑這一句就足以標明聖潔的施洗者,好叫聽者的心思回溯到關於他的預言,那預言是這樣說的:我已為我的基督預備了一盞燈。但既然祂在「燈」之外又加上「燃燒發光」,這顯然是把聽者不僅指向先知的聲音,也指向律法中某種描摹,彷彿再度以形像和影兒預先描繪約翰那執炬之舉,就是他為主基督作見證時所高貴地履行的。
It would have sufficed even by this alone to mark out the holy Baptist, so that the hearers might run back in their thought to the prophecy concerning him, which runs thus: I have prepared a lamp for my Christ. But since to the saying of lamp He adds, burning and shining, it would surely be plain that He refers the hearer not only to the voice of the prophet alone, but also to a certain legal delineation, as though again in figure and shadow prefiguring the torch-bearing of John, which he nobly performed in bearing witness to the Master Christ.
1:2991
ὡς δὲ τοῖς Μωυσαϊκοῖς ὁμιλοῦντας λόγοις καὶ τοῦτο ἐνδελεχῶς τοὺς οἰησίφρονας Φαρισαίους, ἐξελέγχει πάλιν ἀμαθαίνοντας, καὶ δοκήσει μᾶλ λον ὄντας σοφοὺς, ἤπερ ὄντως νομομαθεῖς
如此,祂顯明那自命不凡的法利賽人,儘管熟習摩西的話,卻連在這事上也不斷被查出無知,並顯出只是貌似智慧,而非真正精通律法的人。
And thus, showing that the conceited Pharisees, though conversant with the words of Moses, were even in this continually convicted of being ignorant and of being wise in appearance rather than truly learned in the law.
1:2992
οὗτος μὲν οὖν σύμπας ἐστὶν τοῦ λόγου σκοπός·
那麼,這就是這段話的全部要旨;
This, then, is the entire aim of the passage;
1:2993
δεῖν δὲ ἡμᾶς ἀναμφι λόγως ὑπολαμβάνω καὶ τὸ θεῖον αὐτὸ παρακομίζοντας λό γιον, ἐπιδεικνύειν ἤδη λύχνον οὐχ ἁπλῶς, ἀλλὰ καὶ καιόμενον καὶ φαίνοντα τὸν μακάριον βαπτιστήν
但我認為,我們理當毫無爭議地,把神聖的話語本身引出來,如今顯明蒙福的施洗者是一盞燈,並非單單如此,而是一盞燃燒並發光的燈。
but I hold that we ought, beyond all dispute, bringing forward the divine oracle itself, now to show the blessed Baptist to be a lamp not simply, but one burning and shining.
1:2994
Ὅτε τοίνυν τὰ περὶ τῆς ἁγίας σκηνῆς διετύπου Θεὸς, μετὰ τὴν τῶν αὐλαίων τῶν δέκα συμπλήρωσιν, λέγει πρὸς τὸν ἱεροφάντην Μωυσέα Καὶ σὺ σύνταξον τοῖς υἱοῖς ̓Ισραὴλ, καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαίων ἄτρυγον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι, ἵνα καίηται λύχνος διὰ παντὸς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἔξωθεν τοῦ κατα πετάσματος τοῦ ἐπὶ τῆς διαθήκης·
所以,當神設立關於聖幕的條例,在那十幅幔子完成之後,祂對執掌聖事的摩西說:你要吩咐以色列人,為你取那無渣、潔淨、搗成的橄欖油作點燈之用,使燈在會幕中、在遮蓋約櫃的幔子外,常常點著;
When, therefore, God was laying down the ordinances concerning the holy tabernacle, after the completion of the ten curtains, He says to the hierophant Moses: And do thou charge the sons of Israel, and let them take for thee pure beaten oil of olives, without dregs, for the light, to burn, that the lamp may burn continually in the tabernacle of witness, outside the veil that is upon the covenant;
1:2995
καύσει αὐτὸν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωῒ ἐναντίον Κυρίου, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν ̓Ισραήλ
亞倫和他的兒子們要從晚上到早晨,在耶和華面前使燈點著:這要作以色列人世世代代永遠的定例。
Aaron and his sons shall keep it burning from evening until morning before the Lord: it shall be an everlasting statute throughout your generations from the sons of Israel.
1:2996
καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν Ἰσραὴλ ἱερατεύειν μοι. τὸ μὲν οὖν θεῖον λόγιον ἐν τούτοις ἡμῖν ἑστάτω, χωρητέον δὲ ἤδη πρὸς τὴν ἐνδεχομένην σαφήνειαν αὐτοῦ·
你要從以色列人中,叫你的哥哥亞倫和他的兒子們親近你,好給我供祭司的職分。那麼,就讓神聖的話語照這些字句立在我們面前;如今我們要進而作出我們力所能及的闡明。
And do thou bring near to thyself Aaron thy brother and his sons from among the sons of Israel to minister to me as priests. Let the divine oracle, then, stand thus before us in these words; and now we must proceed to the clarification of it that is within our reach.
1:2997
τὸ ἔλαιον τὸ ἄτρυγόν τε καὶ καθαρὸν, ἔοικεν ὑποδη λοῦν τὴν καθαρωτάτην καὶ ἀθόλωτον τοῦ Ἁγίου Πνεύματος φύσιν, ἥτις ἐν ἡμῖν ἐλαίου δίκην ἀπερινοήτως εἰστρέχουσα ἀποτρέφει καὶ συνέχει καὶ αὔξει τὸν ἐν ψυχῇ φωτισμὸν, καθάπερ ἐν λύχνῳ κείμενον
那無渣而潔淨的油,似乎暗指聖靈至為純潔、毫無混濁的本性;祂如油一般,以超乎思議的方式流注入我們裡面,滋養、維繫並增長靈魂中的光照,如同存放在燈裡一樣。
The oil, without dregs and pure, seems to intimate the most pure and untroubled nature of the Holy Spirit, which, running into us after the manner of oil, in a way beyond conception, nourishes and holds together and increases the illumination within the soul, as one laid up in a lamp.
1:2998
οὕτω δὲ καὶ τὸν θεσπέσιον βαπτιστὴν τῆς περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας τὸ φῶς ἐκλάμψαι πιστεύομεν, οὐχ ἑτέρωθεν τὴν τοῦ δύνασθαι φωτα γωγεῖν κομισάμενον δύναμιν, διὰ τοῦ ἐλαίου τοῦ νοητοῦ, δυνατῶς τε καὶ ἐπιτηδείως ἔχοντος εἰς τὸ φῶς καῦσαι τὸ θεῖον ἐν ἡμῖν, δὴ καὶ αὐτὸς ὡς ἐν αἰνίγματι Σωτὴρ κατεμήνυσε λέγων Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; λύχνος οὖν ὡς ἐν τύπῳ πάλιν καιόμενος καὶ φαίνων διὰ παντὸς ἐν τῇ σκηνῇ τοῦ μαρτυ ρίου μακάριος ἦν βαπτιστής·
如此,我們也相信那受神默示的施洗者使關於我們救主之見證的光發射出來,他之得以憑光引導的能力,別無來源,惟藉那屬靈的油——就是那能夠並適於在我們裡面點燃神聖之光的。這一點救主自己也如同用隱謎的方式透露了,說:我來要把火丟在地上,若這火已經點著,於我何妨?所以,蒙福的施洗者就如同預表,是那在會幕中常常燃燒發光的燈;
And thus also we believe that the divinely-inspired Baptist made the light of the testimony concerning our Saviour to shine forth, having received the power to guide by light from no other source than through the spiritual oil—which is able and fit to kindle the divine light within us. This the Saviour Himself also disclosed, as in an enigma, saying: I came to cast fire upon the earth; and what will I, if it be already kindled? A lamp, therefore, as in type again—the one burning and shining continually in the tabernacle of witness—was the blessed Baptist;
1:2999
καὶ τὸ μὲν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φαίνειν αὐτὸν, σημαίνει καὶ καλῶς, ὅτι δεκτὸς ἐν ἐκκλησίαις παρ' αὐτοῦ φωτισμὸς, καὶ οὐκ ἔξω κείσεται τῆς. ἱερᾶς τε καὶ θείας τοῦ Σωτῆρος αὐλῆς
而他在會幕中發光,也美好地表明:從他而來的光照在眾教會中是蒙悅納的,並不落在救主那神聖的院外。
and his shining in the tabernacle of witness also signifies well, that the illumination from him is acceptable in the churches, and does not lie outside the sacred and divine court of the Saviour.
1:3000
τὸ γεμὴν ἔξω τοῦ καταπετάσματος ὁρᾶσθαι τὸν λύχνον, ἔοικεν ὑποδηλοῦν, ὅτι τὸν ἁπλούστερόν τε καὶ εἰσαγωγικὸν εἰσοίσει φωτισμὸν, Μετανοεῖτε λέγων, ἤγγικε γὰρ βασιλεία τῶν οὐρανῶν· τῶν δὲ ἔσω τοῦ καταπετάσματος ἀποκεκρυμμένων, δηλαδὴ τοῦ Σωτῆρος ἡμῶν μυστηρίων, οὐδὲν ὅλως ἐπιδεικνύει
但那燈被看見是在幔子之外,似乎暗指他所引入的是較為簡樸、屬於入門的光照,說:你們應當悔改,因為天國近了;至於那些藏在幔子之內的——就是我們救主的奧祕——他卻絲毫沒有顯明。
But the lamp's being seen outside the veil seems to intimate that he brought in a more simple and introductory illumination, saying: Repent, for the kingdom of heaven is at hand; but of the things hidden within the veil—that is, of the mysteries of our Saviour—he shows nothing at all.
1:3001
οὐ γὰρ ἐβάπτισεν εἰς μετουσίαν Ἁγίου Πνεύματος, οὐδὲ εἰσ ήνεγκεν παρ' αὐτοῦ φωτισμὸς εἰς τὸ ἔσω τοῦ καταπε τάσματος·
因為他並沒有施洗使人得以有分於聖靈,從他而來的光照也沒有把人領進幔子之內;
For he did not baptize into participation in the Holy Spirit, nor did the illumination from him bring men in within the veil;
1:3002
ἦν γὰρ ἐπὶ τῆς ἔξω σκηνῆς τῆς ἐχούσης ἔτι τὴν στάσιν κατὰ τὴν τοῦ Παύλου φωνήν
因為它是在那外層的帳幕裡,就是照保羅的話仍然存立的帳幕。
for it was in the outer tabernacle, which still had its standing, according to the voice of Paul.
1:3003
ἐπειδὴ δέ φησιν, ὅτι καὶ Καύσει αὐτὸν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέ ρας ἕως πρωῒ ἐναντίον Κυρίου, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν, τοιῶσδε πάλιν νοῆσαι προσήκειν οἶμαι τὸ εἰρημένον
但既然祂說,亞倫和他的兒子們也要從晚上到早晨在耶和華面前使燈點著,作你們世世代代永遠的定例,我想所說的當再照這樣來理解。
But since He says that Aaron and his sons also shall keep it burning from evening until morning before the Lord, an everlasting statute throughout your generations, I think it fitting to understand what is said in this way again.
1:3004
Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τοὺς ἐν ταῖς ἐκκλησίαις κατὰ καιρὸν ἱερουργοῦντας ὑποσημαίνουσι, τουτέστι τοὺς ἐν αὐταῖς διδασκάλους, καὶ τῶν θείων θυσιαστηρίων λειτουρ γούς·
亞倫和他的兒子們暗指那些在眾教會中按時執行聖事的人——也就是其中的教師,以及那神聖祭壇的供職者;
Aaron and his sons indicate those who from time to time perform the sacred service in the churches—that is, the teachers in them, and the ministers of the divine altars;
1:3005
οὗτοι τὸν λύχνον τὸν νοητὸν, τουτέστι τὸν Ἰωάννην, ἀεὶ διαλάμποντα τηρεῖν ἐπιτάττονται·
這些人受命要使那屬靈的燈——就是約翰——常常發光;
these are charged to keep the spiritual lamp—that is, John—ever shining;
1:3006
τοῦτο γάρ ἐστι τό Καύσουσιν αὐτὸν ἀπὸ ἑσπέρας ἕως πρωΐ. γὰρ σύμπας καιρὸς, ἐν προσῆκε τὸ τοῦ λύχνου φαίνεσθαι φῶς, τὸ μῆκός ἐστι τῆς νυκτὸς, δι' οὗ σημαίνεται τοῦ παρόντος αἰῶνος τὸ μέτρον
因為「他們要從晚上到早晨使燈點著」意思就是這個。因為那燈之光理當發亮的整段時間,就是黑夜的長度,藉此表明今世的度量。
for this is what is meant by, They shall keep it burning from evening until morning. For the whole time in which it was fitting that the light of the lamp should shine is the length of the night, by which is signified the measure of the present age.
1:3007
φῶς γὰρ τὸν μέλλοντα νοοῦμεν αἰῶνα
因為我們把要來的世代理解為光。
For we understand the age to come as light.
1:3008
καίεται γεμὴν, ἤτοι λαμπρὸς λύχνος διαφυλάττεται, δεκτὴν ἀεὶ τοῖς πιστεύουσιν εἰς Χριστὸν τὴν ἐπ' αὐτῷ δᾳδουχίαν ποιούμενος, καὶ ὅτιπέρ ἐστιν ἀληθὴς τὰ τοιαῦτα λέγων περὶ Χριστοῦ διὰ φωνῆς τῶν κατὰ καιροὺς ἱερέων ἐπιμαρτυρού μενος
那燈確實被保持燃燒,就是保持明亮,常使它關於基督的炬光為那些信基督的人所悅納,並藉各時代祭司的聲音被印證為真——因它說了這樣關於基督的話。
The lamp indeed is kept burning, that is, bright, ever making its torch-light concerning Christ acceptable to those who believe in Christ, and being attested as true in saying such things concerning Christ through the voice of the priests of each season.
1:3009
Ἵνα δέ σε διδάξῃ Θεὸς, ὅτι διὰ τούτου τὸν τοῦ Σωτῆρος προανετύπου προάγγελον, εὐθὺς ἐπισυνάπτει τὴν τῶν ἱερα. τευόντων ἐπιλογήν
為叫神教導你,祂藉此預先描繪救主的先聲者,祂隨即接上關於那些供祭司之職者的揀選。
And that God might teach thee that through this He was prefiguring the herald of the Saviour, He straightway joins on the choice of those who serve as priests.
1:3010
ἀναβήσῃ δὲ πάλιν ὅλον τοῦ κεφαλαίου τὸν λόγον ἀναμασώμενος εἰς τοιαύτην τινὰ θεωρίαν, καὶ οὐκ ἄκομψον, ὥς γε μοι δοκεῖ·
你要再度上升,反覆咀嚼這一章的全部論述,達到某種這樣的默觀——而且據我看來,並非不雅緻的默觀。
And thou shalt ascend again, chewing over the whole account of the chapter, to some such contemplation—and not an inelegant one, as it seems to me at least.
1:3011
ἐπὶ τέλει τῆς σκηνῆς ἐπὶ τῷ λύχνῳ διάταξις εἰσενήνεκται, μεθ' ἣν εὐθὺς τῶν ἱερέων προβολή τε καὶ χρῆσις
在會幕的記載末了,關於燈臺的條例被引入,緊接其後便是祭司的選立與職任。
At the end of the account of the tabernacle the ordinance concerning the lampstand is introduced, and immediately after it the presentation and appointment of the priests.
1:3012
ἐπὶ γὰρ τέλει τοῦ νόμου καὶ τῶν προφητῶν, τοῦ προβαδίζοντος ἐξέλαμψε Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, καθὰ γέγραπται, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν, μεθ' ὃν εὐθὺς τῶν ἁγίων ἀποστόλων διὰ Χριστοῦ χειροτονία τε καὶ ἀνάδειξις·
因為在律法與先知的末了,那先行者的聲音發出光輝,在曠野呼喊,正如經上所記:「豫備主的道,修直我們神的路。」緊接他之後,便藉著基督,有聖使徒的按立與顯明。
For at the end of the Law and the Prophets there shone forth the Voice of him who went before, crying in the wilderness, as it is written: 'Prepare ye the way of the Lord, make straight the paths of our God'; and immediately after him came, through Christ, the ordination and manifestation of the holy Apostles.
1:3013
ἐξελέξατο γὰρ Κύριος δώδεκα, οὓς καὶ ἀπο στόλους ὠνόμασεν. Καὶ ἐν τούτοις ἡμῖν τῆς ἐπὶ τῷ λύχνῳ θεωρίας συμπεπε ρασμένης, ἴδωμεν πάλιν τὴν τοῦ Σωτῆρος φωνήν Ἐκεῖνος ἦν λύχνος φησὶν καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ
因為主揀選了十二個人,又稱他們為使徒。既然我們關於燈的默想已如此完結,讓我們再來察看救主的話:祂說「約翰是點著發亮的燈,你們願意暫時喜歡他的光。」
For the Lord chose twelve, whom he also named apostles. And now that our contemplation concerning the lamp has been thus completed, let us again consider the voice of the Saviour: 'He was the lamp,' he says, 'that burned and shone, and ye were willing for a season to rejoice in his light.'
1:3014
ἕξιν ἀμαθῆ καὶ δυσάγωγον εἰς ὑπακοὴν τοῖς Φαρισαίοις ἐγκαλεῖ, καὶ διε λέγχει πάλιν, ὡς ἀσύγκριτον νοσοῦσι τὴν ἀπαιδευσίαν, οὐδὲ ἅπερ εἰδέναι κατεπαγγέλλοντο νοεῖν ἰσχύοντες, καὶ πολὺ μὲν λίαν τῆς ἀκριβοῦς νομομαθείας ἐξῳκισμένοι, ἀγνοοῦντες δὲ κατὰ τὸ παντελὲς, ἅπερ ὡς ἐν σχήμασιν νομοθέτης προ ανετύπου διὰ Μωυσέως
祂責備法利賽人心思愚昧,難以順服,又再責備他們患了無可比擬的無知之病,甚至連他們自稱知曉的事也不能明白,遠遠偏離對律法的確切認識,且全然不知立法者藉著摩西以形象所豫先描繪的事。
He charges the Pharisees with a disposition ignorant and hard to be brought to obedience, and he convicts them again as suffering from an incomparable want of instruction, unable even to understand the very things they professed to know, greatly estranged from any exact knowledge of the Law, and utterly ignorant of what the Lawgiver had prefigured, as it were in outlines, through Moses.
1:3015
διὰ μὲν γὰρ τοῦ λέγειν, ὅτι λύχνος ἦν ἐκεῖνος καιόμενος καὶ φαίνων, δυσωπεῖ κατὰ τὸ εἰκὸς ὡς οὔπω νενοηκότας τὸ ἐν νομικοῖς αἰνίγμασι καὶ πάλαι σκιαγραφούμενον·
因為藉著說約翰是那點著發亮的燈,祂理當使他們羞愧,因他們尚未明白律法奧祕之言中所指、且早已以影像描繪出來的事。
For by saying that John was the lamp that burned and shone, he reasonably puts them to shame as not yet having understood that which was signified in the enigmas of the Law and long ago sketched in shadow.
1:3016
διὰ δὲ τοῦ εἰπεῖν Ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ, τῆς ἄνωθεν ψήφου τὸ οἰκεῖον ἀεὶ προτάττοντας θέλημα πάλιν εἰσφέρει, καὶ οἷσπερ ἂν βούλωνται μόνοις ἀκολουθεῖν εἰθισμένους
但藉著說「你們願意暫時喜歡他的光」,祂又指控他們總是把自己的意願擺在上頭的判定之前,且習慣只跟從他們自己所願意跟從的人。
But by saying, 'And ye were willing for a season to rejoice in his light,' he again brings against them the charge that they always set their own will before the decree from above, and were accustomed to follow only those whom they themselves chose.
1:3017
τοῦ γὰρ νομοθέτου, φησὶ, διὰ παντὸς φαίνειν τε καὶ καίεσθαι τὸν λύχνον διατεταχότος, οὐκ εἰς ἀεὶ φαίνειν αὐτὸν ὑμεῖς. ἠθελήσατε, ἀλλὰ πρὸς μόνην ὥραν, τουτέστι πρὸς ὀλιγοστὸν κομιδῆ τὸν καιρόν
祂說:「立法者雖曾規定燈當常常點著發亮,你們卻不願它永遠發光,只願它發光片時」——就是說,只在極短的時候。
'For though the Lawgiver,' he says, 'ordained that the lamp should shine and burn continually, ye were not willing that it should shine forever, but only for a season'—that is, for a very brief time.
1:3018
ἐν ἀρχῇ γὰρ θαυμάσαντες κατεσβέσατε, τὸ ὅσον ἐφ' ἑαυτοῖς, τοῦ λύχνου τὸ φῶς, ἀλογώτατα μὲν ἐπισκήπτοντες τῷ θεόθεν ἀπεσταλμένῳ, καὶ οὐ μόνον αὐτοὶ τὸ βαπτίζεσθαι παραιτούμενοι, ἀλλὰ καὶ τοῦ βαπτίζειν ἑτέ ρους ἀποκωλύοντες·
因為起初你們希奇,隨後就你們自己而論,卻把燈的光熄滅了,極不合理地攻擊那從神所差來的,不但你們自己拒絕受洗,甚至攔阻別人施洗。
For at the beginning ye marvelled, and then, so far as in you lay, ye quenched the light of the lamp, most unreasonably assailing him who was sent from God, and not only refusing baptism yourselves, but even hindering others from baptizing.
1:3019
ἀπεστείλατε γὰρ πρὸς αὐτὸν λέγοντες Τί οὖν βαπτίζεις; τουτέστι τί φωτίζεις εἰς μετάνοιαν καὶ ἐπίγνωσιν τοῦ Χριστοῦ; οὐκοῦν εὐηθείας ἅμα καὶ παρανο μίας ἐπήνεγκε γραφὴν τοῖς ἀνοήτοις γραμματεῦσι καὶ Φαρι σαίοις, ταῖς Ἰωάννου πάλιν ἐπαγωνιζόμενος φωναῖς Σωτήρ·
因為你們打發人到他那裏說:「你為甚麼施洗呢?」——就是說,你為甚麼光照人叫他們悔改並認識基督呢?因此救主向愚昧的文士和法利賽人提出愚拙又違背律法的控訴,再次為約翰的話爭辯。
For ye sent to him, saying, 'Why then baptizest thou?'—that is, why dost thou enlighten men unto repentance and the knowledge of Christ? Therefore the Saviour brought against the foolish scribes and Pharisees an indictment both of folly and of transgression of the Law, once more contending on behalf of the words of John.
1:3020
ὅπερ οἶμαι συνεὶς, ἄριστά τε διειληφὼς καὶ μακάριος Λου κᾶς τῆς ἐκείνων ἀπονοίας καταβοᾷ λέγων Καὶ πᾶς λαὸς ἀκούσας τῶν τοῦ Σωτῆρος ῥημάτων δηλαδὴ, ἐδικαίωσαν τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου
我想有福的路加也領會了這事,既正確地明白了,就斥責他們的愚妄,說:「眾人聽見了」——就是聽見救主的話——「便以神為義,受了約翰的洗。」
Which I think the blessed Luke also perceived, and having rightly understood, he cries out against their senselessness, saying: 'And all the people that heard'—that is, the words of the Saviour—'justified God, being baptized with the baptism of John.'
1:3021
οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν ἐν ἑαυτοῖς, μὴ βαπτισθέντες ὑπ' αὐτοῦ. Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου·
「但法利賽人和律法師沒有受約翰的洗,竟為自己廢棄了神的旨意。但我有比約翰更大的見證。」
'But the Pharisees and the lawyers rejected within themselves the counsel of God, not being baptized by him. But I have the witness greater than that of John.'
1:3022
ἔργα δέδωκέ μοι Πατὴρ ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι Πατήρ με ἀπέσταλκε
「就是父交給我要我成就的工作,我所作的這些工作,見證我是父所差來的。」
'The works which the Father hath given me to accomplish, the very works that I do, bear witness of me that the Father hath sent me.'
1:3023
καὶ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ
「差我來的父也親自為我作了見證。」
'And the Father which sent me, he himself hath borne witness of me.'
1:3024
Εἰ καὶ λύχνος ἦν ἐκεῖνος, φησὶ, καὶ διὰ νομικῶν συν ταγμάτων ζωγραφούμενος, καὶ διὰ φωνῆς τῶν ἁγίων προ φητῶν προβοώμενος, ὡς ἀναδειχθήσεταί ποτε τοῦ κατ' ἀλή θειαν προαναλάμπων φωτὸς, καὶ διαγγέλλων ἐν ὑμῖν, ὅτι προσήκει τὴν ὁδὸν εὐτρεπῆ ποιεῖσθαι τοῦ Κυρίου καὶ Θεοῦ·
祂說:「約翰雖是一盞燈,既藉律法的條例被描繪,又藉聖先知的聲音被豫先宣告,作那將要顯明、在真光之先發亮的,並在你們中間宣佈當為主與神豫備道路的;」
'Though he was a lamp,' he says, 'both depicted through the ordinances of the Law and proclaimed beforehand through the voice of the holy prophets, as one who should at length be shown to shine before the true Light, and to announce among you that it behoveth the way of the Lord and God to be made ready;'
1:3025
ἀλλ' ἐπείπερ ὑμῖν οὐκ ἀξιόπιστος ἴσως ὁρᾶται, καίτοι τοσοῦτος ὑπάρχων ἐν ἀρετῇ, διὰ τὴν ἐνοῦσαν ὑμῖν ἀχάλινόν τε καὶ ἐκτοπωτάτην ἀπόνοιαν, ἐπὶ τὸ μεῖζον ἤδη χωρῶ, καθ' οὗ κατὰ τὸ εἰκὸς ἐρεῖτε πάλιν οὐδὲν, αὐτὸ τῆς ἀληθείας τὸ κάλλος καὶ παρὰ βούλησιν τὴν ἑαυτῶν δυσωπούμενοι
「然而既然他在你們看來或許不足憑信——儘管他在德行上如此偉大——這是因你們裏面那放縱無度、極其乖僻的愚妄;如今我要進到那更大的,就是那真理本身的美善,你們照理再也無話可說,甚至違背自己的心意也要被它折服。」
'yet since perhaps he seems to you not worthy of belief—though he is so great in virtue—because of the unbridled and utterly extravagant senselessness that is in you, I now proceed to what is greater, against which in all likelihood ye will again say nothing, being put to shame, even against your will, by the very beauty of the truth.'
1:3026
οὐ. γὰρ λόγοις ἔτι καὶ ταῖς ἐξ ἀνθρώπων ψήφοις ἐπισεμνύνομαι, οὐδὲ τὰς ἐκ ῥημάτων ψιλῶν συλλέγειν ἐπ' ἐμαυτῷ μαρτυρίας οἰήσομαι δεῖν, ἀξιολογωτέροις δὲ καὶ πολὺ μείζοσι τῶν εἰρημένων ἐπιτρέψω τὰ κατ' ἐμαυτὸν, καὶ ἐξ αὐτῆς ἤδη καταλαμπρύνω τῆς ἐν ἔργοις μεγαλειότητος, ὅτι Θεὸς κατὰ φύσιν εἰμὶ, καὶ ἐκ Θεοῦ πέφηνα Πατρὸς, ἀδικῶ δὲ οὐδὲν τοὺς ἐμοὺς, ἐφ' ὅπερ ἂν βούλωμαι μεταῤῥυθμίζων, νόμους, καὶ ἐκ τῆς κατὰ τὸ γράμμα παχύτητος εἰς πνευματικὴν θεωρίαν μεταστοιχειῶν τὰ τοῖς ἀρχαιοτέροις αἰνιγματωδῶς εἰρημένα
「因為我不再以言語和眾人的贊許自誇,也不以為需要為自己從空洞的言辭中蒐集見證;我要把自己的事託付給比所說更有分量、更大得多的事,且如今從我工作中的威嚴本身發出光輝,就是我按本性是神,並且是從父神而出的;我對自己的律法毫無虧負,隨我所願改變它們,把那向古人以奧祕之言所說的事,從字句的粗鄙轉化為屬靈的默觀。」
'For I no longer glory in words and in the votes of men, nor shall I think it needful to gather for myself testimonies from bare words; but I will commit my own cause to things more weighty and far greater than what has been said, and I now shine forth from the very majesty that is in my works, namely, that I am God by nature and have proceeded from God the Father; and I do no wrong to my own laws in transforming them however I will, and in transmuting from the grossness of the letter into spiritual contemplation the things spoken enigmatically to the men of old.'
1:3027
κατανοείτω δὲ πάλιν φιλομαθὴς, ὅτι λέγων Σωτὴρ διὰ τῶν ἔργων ἐπιμαρτύρεσθαι καλῶς εἰς τὸ εἶναι κατὰ φύσιν Θεὸς, ἐκδιδάσκει σαφῶς, ὡς οὐκ ἂν εἴη τῶν ἐνδεχομένων ἀπαραλλάκτως ἐνυπάρχειν τινὶ τὴν Θεῷ πρέ πουσαν ἐνέργειάν τε καὶ δύναμιν, εἰ μὴ καὶ αὐτὸς κατὰ φύσιν ὑπάρχοι Θεός
願好學的人再思想:救主既說祂藉工作被確實見證為按本性是神,祂就清楚教導,那配得神的運行與能力,除非祂自己也按本性是神,否則絕不可能毫無差別地存在於任何人身上。
And let the lover of learning again consider that, when the Saviour says he is well attested through his works to be God by nature, he clearly teaches that it would be among the impossibilities for the energy and power befitting God to reside unaltered in anyone, unless he himself were also God by nature.
1:3028
μαρτυρεῖται γὰρ διὰ τῶν ἔργων, οὐ καθ' ἕτερον οἶμαι τρόπον, ἀλλὰ κατὰ τοῦτον αὐτόν
因為祂藉工作被見證,我想並非以別的方式,乃正是以這方式。
For he is attested through his works, not, I think, in any other manner, but precisely in this.
1:3029
εἰ γὰρ τῶν τοῦ γεννήσαντος ἔργων ὁρᾶται τελειωτὴς, καὶ ἅπερ ἂν ἐκείνῳ καὶ μόνῳ φαίνοιτο πρεπωδέστερα, ταῦτα καὶ αὐτὸς ἐξ οἰκείας ἰσχύος ἀποπληροῖ·
因為祂若被看見是那生祂者之工作的成全者,並且凡那似乎唯獨最配得那一位的事,祂也憑自己的能力成就出來;
For if he is seen to be the perfecter of the works of him who begat him, and if whatever things might appear more befitting for that One alone, these he too accomplishes out of his own strength;
1:3030
πῶς οὐκ ἂν γένοιτο παντί τῳ σαφὲς, ὅτι τὴν αὐτὴν ἐκείνῳ φύσιν ἀπεκληρώσατο, καὶ τοῖς τοῦ τεκόντος ἰδιώμασι διαλάμπων, ὡς ἐξ αὐτοῦ, τὴν ἴσην αὐτῷ δύναμίν τε καὶ ἐνέργειαν ἔχει; εἰληφέναι γεμὴν παρ' αὐτοῦ τὰ ἔργα φησὶν, διὰ τὸ τῆς ἀνθρωπότητος σχῆμα καὶ τὴν τοῦ δούλου μορφὴν, ταπεινότερόν πως ἤπερ ἐχρῆν καὶ τοῦτο λαλῶν οἰκονομικῶς, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐδοκίαν τε καὶ συναίνεσιν, τὴν ἐφ' ἅπασι τοῖς παραδόξως ἐπιτελουμένοις, τῷ τῆς δόσεως ἀποσεμνύνων ὀνόματι
這豈不向眾人顯明,祂承受了與那一位相同的本性,並且既以生祂者的特性發光,因是從祂而出,就擁有與祂同等的能力與運行嗎?然而祂說祂是從父領受了這些工作,或是因著人性的樣式和奴僕的形像,按著救贖的安排,說得比所該的更為謙卑;或是以「賜予」之名尊崇父神在那一切奇妙成就之事上的美意與應允。
how would it not be clear to everyone that he has been allotted the same nature as that One, and that, shining with the properties of him who begat him, as being from him, he possesses power and energy equal to his? Yet he says that he has received the works from him, either because of the fashion of the manhood and the form of the servant, speaking even this too in a manner more lowly than was fitting, in accordance with the divine dispensation, or exalting by the name of a 'gift' the good pleasure and consent of God the Father in all that is wondrously accomplished.
1:3031
οὕτω γὰρ καὶ ἀπεστάλθαι διισχυρίζεται, ἅτε δὴ καὶ κενώσας ἑαυτὸν, καθὰ γέγραπται, τῆς ἀκράτως πρεπούσης ἀξίας τῷ Θεῷ διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν·
因為祂也如此堅稱自己是被差遣的,正如經上所記,祂為著愛我們的緣故,虛己捨去了那純然配得神的尊榮;
For thus also he affirms that he was sent, inasmuch as he emptied himself, as it is written, of the dignity befitting God unmixedly, because of his love toward us;
1:3032
ἐταπείνωσε γὰρ ἑαυτὸν, καὶ τὴν τοῦ τεταπεινῶσθαι σμικροπρέπειαν οὐκ ἐν. ἑτέροις εὑρήσομεν τρόποις, ἐφ' οἷσπερ ἂν ὡς ἄνθρωπος ἔσθ' ὅτε λαλῇ
因為祂降卑了自己;而祂降卑的卑微,我們除了在祂有時以人的身分說話之處外,別無他處可尋。
for he humbled himself, and the lowliness of his having been humbled we shall find in no other ways than in those in which he sometimes speaks as a man.
1:3033
τούτῳ συνᾴδει τὸ διὰ τοῦ ψαλμῳδοῦ πάλιν ὡς ἐξ αὐτοῦ δι' ἡμᾶς ἀνθρωποπρεπῶς εἰρημένον Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα Κυρίου. γὰρ βασι λεὺς ὢν ἀεὶ μετὰ τοῦ Πατρὸς, σύνθρονός τε καὶ σύνεδρος, ὡς Θεὸς Θεῷ τῷ γεννήσαντι, κεχειροτονῆσθαί φησιν εἰς βασιλέα καὶ κύριον, ἅπερ εἶχεν ὡς Θεὸς λαμβάνειν εἰπὼν, ὅτε πέφηνεν ἄνθρωπος, τὸ βασιλεύειν κατὰ φύσιν οὐκ ἔνεστιν, ἀλλὰ γὰρ καὶ τὸ τῆς κυριότητος ὄνομά τε καὶ πρᾶγμα πάντως ἐπακτόν
與此相合的,是那藉詩人所說、彷彿從祂而出、為我們並以合乎人的方式所講的話:「我已立我的君王在錫安我的聖山上了,宣告主的命令。」因為那位常與父同為君王、與父同坐寶座、同席而坐、以神的身分與生祂的神並列的,卻說祂被立為君王、為主,說祂以神的身分領受了祂本已擁有的,這是在祂顯為人的時候——就人而論,作王本非本性所有,反而連主權之名與實都完全是外加的。
With this accords that which is again spoken through the psalmist, as it were from him and for our sake in a manner befitting man: 'But I was set up king by him upon Zion his holy mountain, declaring the decree of the Lord.' For he who is always king with the Father, sharing his throne and his seat, as God with God who begat him, says that he was appointed to be king and lord, saying that he received as God the things he already possessed, when he appeared as man—to whom kingship does not belong by nature, but indeed the very name and reality of lordship is altogether something acquired from without.
1:3034
Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸς, ἐν καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα
論子是神與父的形像,其中也有對猶太人的駁斥,因他們不明白藉摩西以奧祕之言所說的事。
That the Son is the image of God the Father, wherein also is a refutation of the Jews, as not understanding the things spoken through Moses rather enigmatically.
1:3035
Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωρά κατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέσταλκεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε
「你們從來沒有聽見祂的聲音,也沒有看見祂的形像,並且你們沒有祂的道存在你們裏面,因為祂所差來的,你們不信。」
'Ye have neither heard his voice at any time, nor seen his form, and ye have not his word abiding in you, because whom he hath sent, him ye believe not.'
1:3036
ΟΥΧ ἁπλῆν ἄν τις ἴδοι νοημάτων διασκευὴν τῷ προτε θέντι πάλιν ἐπιχεομένην ῥητῷ, ἀλλὰ κεκρυμμένων θεωρη μάτων ἑσμὸν, πολὺ δὴ λίαν εὐκόλως τὸν τῶν ἀζητήτως ἐπακροωμένων παριππεύοντα νοῦν, μόνοις δὲ τάχα τοῖς πικρότερον ἐξετάζουσιν ὁρᾶσθαι καταδεχόμενον
人若看這擺在我們面前的經文,會發現其上所傾注的思想並不簡單,乃是一群隱藏的默觀,極容易從那不加考究而聽的人心思旁掠過,或許只肯讓那更為銳利地考察的人看見。
One might see no simple arrangement of thoughts again poured forth upon the text before us, but a swarm of hidden contemplations, very easily galloping past the mind of those who listen without inquiry, and consenting perhaps to be seen only by those who examine more keenly.
1:3037
τυχὸν, ἀπὸ τῆς θεοπρεποῦς ἐνεργείας μαρτυρεῖσθαι λέγοντα τὸν Ἰησοῦν, ὡς ἐπί τι τῶν παρακει μένων ἐλθεῖν τὸ πολὺ λίαν ἀπεσχοινισμένον, τὸ μήτε ἀκηκοέναι φημὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς φωνῆς τοὺς Φαρι σαίους πώποτε, μήτε μὴν τεθεᾶσθαι τὸ εἶδος αὐτοῦ, ἀλλὰ μηδὲ τὸν λόγον ἔχειν ἐνοικοῦντα αὐτοῖς τὸν ἐκείνου
或許,既然耶穌說祂藉那配得神的運行被見證,人便會來到某件近在手邊、卻又極為遙遠的事上——我是指這句話:法利賽人從來沒有聽見過父神的聲音,也未曾見過祂的形像,甚至沒有祂的道住在他們裏面。
Perhaps, since Jesus says that he is attested by the God-befitting energy, one might come, as to something of what lies near at hand and yet very far removed—I mean the saying that the Pharisees have neither heard the voice of God the Father at any time, nor indeed beheld his form, nor even have his word dwelling in them.
1:3038
καὶ συνθήσομαί γε, καὶ πᾶς τις οἶμαι τῶν ἄλλων, ὡς οὐκ ἔξω τοῦ πρέποντος γένοιτ' ἂν τοιαύτη παρά τινων ἐπαπόρησις
至於我,我要同意,我想眾人也都同意,某些人所提出這樣的疑難並非不合宜。
And I for my part shall agree, and so I think will everyone else, that such a difficulty raised by some would not be beyond what is fitting.
1:3039
ποῖον οὖν ἄρα τοῖς προκειμένοις ἐφαρμόσομεν νοῦν, τί δὲ πάλιν εὑρεσιλογοῦντες ἐξαρτύσομεν, τῆς ἀληθείας ἐχόμενοι πανταχῆ, διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας τε καὶ χάριτος ἐξειπεῖν πειράσομαι
那麼,我們要給眼前的經文配上甚麼意思,我們在尋求論證時又要構思甚麼——在各方面持守真理——這我要藉著聖靈的運行與恩典試著陳明。
What sense, then, shall we fit to the passages before us, and what again shall we devise in seeking out arguments—holding fast to the truth in every way—this I shall try to declare through the energy and grace of the Spirit.
1:3040
Ἔθος τῷ Σωτῆρι Χριστῷ, ποιουμένῳ πολλάκις τὰς ἐπω φελεῖς διαλέξεις πρὸς τοὺς ἀσυνέτους μάλιστα Φαρισαίους, εἰς τὸ τῆς καρδίας αὐτῶν ἀτενίζειν βάθος, καὶ περισκέπτε σθαι θεοπρεπῶς τὰ ἐν λογισμοῖς ἀφώνως ἔτι κατὰ τὸν νοῦν στρεφόμενά τε καὶ ἀνακινούμενα, καὶ πρὸς ταῦτα μάλιστα καὶ τὰς ἀποκρίσεις ποιεῖσθαι καὶ τοὺς λόγους ἔσθ' ὅτε καὶ τοὺς ἐλέγχους ἐπ' αὐτοῖς, καὶ οὐ πάντως τῶν οἰκείων ῥημά των ἀνεξίτητον διατηρεῖ τὸν εἱρμὸν, ἀλλὰ πρὸς ὅπερ ἂν ἐκεῖνοι βουλεύωνται καὶ καθ' ἑαυτοὺς ἐννοῶσι, δριμὺς ὑπαντᾷ, καὶ διὰ τούτου δεικνὺς, ὅτι πέρ ἐστι κατὰ φύσιν Θεὸς, ὡς γινώσκων τὰ ἐν τῷ βάθει κείμενα, καὶ καρδίας ἐρευνῶν καὶ νεφρούς·
救主基督的慣例是:當祂常向尤其愚頑的法利賽人講論有益的話時,就注視他們心的深處,以合乎神的方式察看那仍在他們思慮裏、在心中默默盤旋翻騰的事,並特別針對這些作祂的回答與話語,有時甚至針對這些施行祂的責備;祂絕不總是保持自己言語連貫不斷的次序,反而針對那些人在自己裏面所謀算、所思想的,尖銳地迎面回應,藉此顯明祂按本性是神,因祂知道那藏在深處的事,並鑒察人的心腸肺腑。
It is the custom of Christ the Saviour, when he often held profitable discourses especially with the senseless Pharisees, to fix his gaze upon the depth of their heart, and to survey in a manner befitting God the things still silently revolving and being stirred up in their reasonings within the mind, and especially to make his answers and words, and sometimes even his reproofs, directed against these; and he does not by any means keep the connection of his own words unbroken, but against whatever those men were plotting and pondering within themselves, he confronts them sharply, and by this shows that he is God by nature, as knowing the things lying in the depth, and searching hearts and reins.
1:3041
δεχέσθω δὲ, εἴ τῳ δοκεῖ, τὴν ἐπὶ τοῖς εἰρημένοις ἐναργεστάτην ἀπόδειξιν παρὰ τῶν ἑτέρων εὐαγγελιστῶν, Λουκᾶ δὴ φημὶ καὶ τῶν σὺν αὐτῷ
若有人以為好,就讓他從別的福音書作者——我是說路加和與他同列的——接受對所說之事最清楚的證明。
And let anyone, if it seem good to him, receive the most clear demonstration of what has been said from the other evangelists—I mean Luke and those with him.
1:3042
γέγραπται τοίνυν ἐν τοῖς εὐαγγελίοις, ὡς ἦσάν ποτε συνεληλυθότες ἀπὸ πάσης τῆς περιχώρου τῆς Ἰουδαίας Φαρισαῖοι καὶ νομοδιδάσκαλοι
福音書上記著說,曾有法利賽人和教法師從猶太各鄉聚集在一處。
It is written, then, in the Gospels that there were once gathered together, from every region of Judaea, Pharisees and teachers of the law.
1:3043
Καὶ ἰδοὺ, φησὶν, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ·
「看哪,」經上說,「有人用褥子抬著一個癱子,要把他抬進去放在耶穌面前;」
'And behold,' it says, 'men bringing on a bed a man who was paralysed, and they sought to bring him in and to lay him before him;'
1:3044
καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ
「因有許多人,尋不出法子抬進去,就上了房頂,從瓦間把他連褥子縋到當中,在耶穌面前;」
'and not finding by what way they might bring him in because of the crowd, they went up upon the housetop and let him down through the tiles with his little bed into the midst before Jesus;'
1:3045
καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυ τικῷ Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου·
「耶穌見他們的信心,就對癱子說:這個人,你的罪赦了;」
'and seeing their faith, he said to the paralytic, Man, thy sins are forgiven thee;'
1:3046
καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύνα ται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς Θεός; ἐπιγνοὺς δὲ ̓Ιησοῦς, φησὶ, τοὺς διαλογισμοὺς αὐτῶν, ἀποκριθεὶς εἶπε πρὸς αὐτούς Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον εἰπεῖν Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, . εἰπεῖν Ἔγειραι καὶ περιπάτει; ὁρᾷς ὅπως οὐ περιμείνας τὴν ἐν προφορᾷ ῥημάτων ἀπόκρισιν, ἤτοι γογγυσμὸν, πρὸς τὰς ἐν αὐτοῖς ἐννοίας ὡς Θεὸς ἀποκρίνεται; εὑρήσεις δὲ πάλιν καὶ ἑτέραν πράγματος εἰκόνα κατὰ τοῦτο διηρτημένην τὸ σχῆμα
「文士和法利賽人就議論說:這說僭妄話的是誰?除了神以外,誰能赦罪呢?耶穌,」經上說,「知道他們的議論,就回答他們說:你們心裏議論的是甚麼呢?或說你的罪赦了,或說起來行走,那一樣容易呢?」你看見祂如何不等那口中說出的回答或抱怨,就以神的身分針對他們裏面的心思作答麼?你還要看見另一件事,照這同一樣式標出的另一個圖像。
'and the scribes and the Pharisees began to reason, saying, Who is this that speaketh blasphemies? Who can forgive sins but God alone? But Jesus,' it says, 'perceiving their reasonings, answered and said unto them, Why reason ye in your hearts? Which is easier, to say, Thy sins are forgiven thee, or to say, Rise up and walk?' Dost thou see how, not waiting for the answer uttered in words, or their murmuring, he answers as God to the thoughts within them? And thou wilt find again another image of the same matter marked out according to this fashion.
1:3047
λέγει γὰρ οὕτως μακάριος Λουκᾶς Ἐγένετο δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν, καὶ ἦν ἄνθρωπος ἐκεῖ καὶ χεὶρ αὐτοῦ δεξιὰ ἦν ξηρά
因為有福的路加這樣說:「又有一個安息日,耶穌進了會堂教訓人,在那裏有一個人右手枯乾了。」
For the blessed Luke speaks thus: 'And it came to pass on another sabbath that he entered into the synagogue and taught, and there was a man there, and his right hand was withered.'
1:3048
παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύει, ἵνα εὕρωσι κατηγορίαν κατ' αὐτοῦ·
「文士和法利賽人窺探耶穌,看祂在安息日治病不治病,要得把柄去告祂;」
'And the scribes and the Pharisees watched him, whether he would heal on the sabbath, that they might find an accusation against him;'
1:3049
αὐτὸς δὲ ᾔδει, φησὶν, τοὺς διαλο γισμοὺς αὐτῶν, καὶ εἶπε τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα Ἔγειραι καὶ στῆθι εἰς τὸ μέσον
「祂,」經上說,「卻知道他們的意念,就對那枯乾一隻手的人說:起來,站在當中。」
'but he,' it says, 'knew their reasonings, and said to the man that had the withered hand, Rise up and stand forth in the midst.'
1:3050
εἶπε δὲ Ἰησοῦς πρὸς αὐτούς Ἐπερωτήσω ὑμᾶς εἰ ἔξεστι τῷ σαββάτῳ ἀγαθοποιῆσαι κακοποιῆσαι. ὁρᾷς δὴ πάλιν ἀνακεκαλυμμένως ἐν τούτοις, ὡς εἰς αὐτὴν ὁρῶν τὴν καρδίαν τῶν ἀνοήτως αἰτιᾶσθαι πειρωμένων αὐτὸν, ἐποιήσατο τοὺς λόγους; τοιοῦτόν τι πάλιν καὶ ἐπὶ τῷ προκειμένῳ ῥητῷ τεθεωρῆσθαι παρὰ τοῦ Σωτῆρος ἐν ταῖς τῶν Φαρισαίων διανοίαις ὑποτοπήσομεν
「耶穌對他們說:我問你們,在安息日行善行惡,救命害命,那樣是可以的呢?」你豈不又在這些事上明明看見祂如何注視那些愚昧地企圖控告祂之人的心,才作祂的話語麼?我們也要照樣揣測,在眼前這段經文中,救主也在法利賽人的心思裏察看到類似的事。
'And Jesus said unto them, I will ask you whether it is lawful on the sabbath to do good or to do evil.' Dost thou see again openly in these things how, looking upon the very heart of those who foolishly attempted to accuse him, he made his words? Some such thing again we shall suppose to have been contemplated by the Saviour, in the passage before us, in the thoughts of the Pharisees.
1:3051
ὄψει δὲ τὴν εὐθεῖαν τὴν τοῦ πράγματος θέσιν οὐκ ἀπολακτίσαντα τὸν λόγον, ἕκαστα τῶν ἤδη προειρημένων ἀναμηρύσασθαι κατοκνήσας οὐδα μῶς
你要看見那話語並未拒斥那件事直接的或本然的處境,全然不推辭去逐一解開那些已先說過的事。
And thou wilt see that the word did not spurn either the straight or the natural setting of the matter, in no way shrinking from unravelling each of the things already spoken beforehand.
1:3052
κατὰ τὸ σάββατον ἀργίαν, ἄλλως τε καὶ. ὅσον ἧκεν εἰς τὴν ἐκείνων ψῆφον παραλύσας τὴν τοῦ σαβ βάτου τιμὴν, καὶ τὸν νόμον ὡς διὰ τούτου δὴ μάλιστα παραβεβηκὼς, καὶ ἀπεστάλθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ λίαν εὐτόνως διισχυρίζετο, καὶ προσέτι μαρτυρεῖσθαι παρ' αὐτοῦ, καὶ συνευδοκήσειν ἐφ' ἅπασιν οἷσπερ ἂν ἐργά σαιτο, διελάλει σαφῶς
祂就他們的判斷而論,鬆弛了安息日的歇工,就是廢除了安息日的尊榮,或說彷彿正藉此事尤其違背了律法——祂卻仍極其有力地堅稱自己是從父神所差來的,並且清楚宣告祂被父見證,且無論祂作甚麼,父都一同喜悅。
Having relaxed, so far at least as concerned their vote, the rest according to the sabbath—having, that is, dissolved the honour of the sabbath, or having, as it were, through this very thing especially transgressed the Law—he nevertheless most vigorously affirmed that he was sent from God the Father, and moreover declared plainly that he was attested by him and that he would consent to all whatsoever he might work.
1:3053
πρὸς ταῦτα κατά γε τὸ ἐν λογισμοῖς πιθανὸν, διενθυμοῦνται πάλιν οἱ Φαρισαῖοι καθ' ἑαυτοὺς, ἅτε δὴ τοῖς νομικοῖς προσεδρεύοντες γράμμασιν, ἀεί τε τὰς διὰ Μωυσέως ἐντολὰς προϊσχόμενοι καὶ ἀνεγνωκέναι λέ γοντες Τίς παρὰ τούτου λόγος·
針對這些事,至少就思慮中貌似有理的而言,法利賽人又在自己中間思忖——因他們專注於律法的書卷,總是引出藉摩西所頒的誡命,並自稱讀過——「這人所出的話是甚麼呢?」
In answer to these things, according at least to what is plausible in reasonings, the Pharisees again ponder among themselves—inasmuch as they attended upon the writings of the Law, and always put forward the commandments given through Moses, and claimed to have read them—'What is this word that comes from this man?'
1:3054
πῶς δὲ αὐτῷ συνευδοκήσει παραλύοντι τὸν νόμον Θεὸς καὶ Πατήρ; πότε δὲ μεμαρ τύρηκεν, τίνα ψῆφον ἐποιήσατο περὶ αὐτοῦ; ἐκ μὲν γὰρ τῶν Μωυσαϊκῶν συνταγμάτων ἐγνώκαμεν ὅτι καταβέβηκεν Θεὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ὤφθη τοῖς πατράσι τὸ εἶδος αὐτοῦ, ἀκουστὴ, φησὶ, γέγονεν φωνὴ αὐτοῦ·
「那廢除律法的,父神怎會與他一同喜悅呢?祂何時作了見證,或對他投下甚麼判定呢?因為從摩西的條例,我們曉得神降臨在西乃山上,祂的形像向列祖顯現,祂的聲音,」經上說,「成了可聽見的;」
'And how will God the Father consent with him who dissolves the Law? And when did he bear witness, or what vote did he cast concerning him? For from the ordinances of Moses we have learned that God came down upon Mount Sinai, his form was seen by the fathers, his voice,' it says, 'became audible;'
1:3055
λελάληκεν ὅλῃ τῇ Συναγωγῇ, τηρεῖν ἐκέλευσε τὴν ἡμέραν τοῦ σαβ βάτου, σαφῶς διαστείλας ὡδί Μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν·
「祂向全會眾說話,吩咐要守安息日,清楚地這樣命令說:當記念安息日,守為聖日;」
'he spoke to the whole congregation, he commanded to keep the day of the sabbath, plainly enjoining thus: Remember the day of the sabbaths to keep it holy;'
1:3056
ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἅγια Κυρίῳ τῷ Θεῷ σου·
「六日要勞碌作你一切的工,但第七日是向耶和華你神當守的聖安息日;」
'six days shalt thou labour and do all thy work, but on the seventh day is a sabbath holy to the Lord thy God;'
1:3057
οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον. καὶ οὐχ ἑτέρου, φησὶ, ταῦτα λέγοντος ἠκούσαμεν, αὐτήκοος ἦν τῆς θεόθεν φωνῆς τῶν πατέρων πληθὺς, καὶ μετ' ἐκείνους ἐν ἡμῖν λόγος τοῦ Θεοῦ·
「這一日你不可作甚麼工。」「我們所聽見說這些話的,」經上說,「並非別人;列祖的眾人親耳聽見從神而來的聲音,在他們之後,神的道就在我們中間;」
'in it thou shalt do no work.' 'And it was no other,' it says, 'whom we heard speaking these things; the multitude of the fathers was itself a hearer of the voice from God, and after them the word of God is among us;'
1:3058
τίς δὲ οὗτός ἐστιν; Ταῦτα πάλιν ἐπείπερ ἐνθυμουμένους ἐθεᾶτο, πικρῶς ἀμα θαίνοντας ἐξελέγχει λέγων Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτ' εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε
「這人又是誰呢?」祂既看見他們又思想這些事,就尖銳地責備他們的無知,說:「你們從來沒有聽見祂的聲音,也沒有看見祂的形像,並且你們沒有祂的道存在你們裏面,因為祂所差來的,你們不信。」
'and who is this man?' Since he beheld them pondering these things again, he convicts them sharply in their ignorance, saying: 'Ye have neither heard his voice at any time, nor seen his form, and ye have not his word abiding in you, because whom he hath sent, him ye believe not.'
1:3059
τὰ γὰρ ἐν τύπῳ γεγονότα κατ' ἐκεῖνο τοῦ καιροῦ, καὶ δι' ὧν αὐτοῖς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ κάθοδος ἐσχηματίζετο τοῦ Θεοῦ, ταῦτα πάλιν εἰδότες οὐδὲν, οὐκ εἰς εἰκόνας πραγμάτων ἐδέχοντο νοητῶν, ἀλλ' ὄντως καὶ τοῖς τοῦ σώματος ὀφθαλ. μοῖς ὁρατὴν εἶναι δύνασθαι τὴν θείαν ᾤοντο φύσιν, καὶ φωνῇ σωματικῇ κεχρῆσθαι πεπιστεύκεισαν
因為那時以豫表的方式所發生的事,並神降臨西乃山藉以被形象化的種種事,他們對此又一無所知,並不把它們當作屬靈實際的圖像來領受,反倒真以為神性能被肉身的眼睛看見,並相信祂使用有形的聲音。
For the things that had happened by way of type at that time, and by which the descent of God upon Mount Sinai was figured for them, of these again knowing nothing, they received them not as images of spiritual realities, but really supposed that the divine nature could be visible even to the eyes of the body, and had believed that it employed a bodily voice.
1:3060
ὅτι δὲ ἀληθὴς ἐπ' αὐτοῖς τοῦ Σωτῆρος λόγος ἦν, καὶ οὔτε φωνῆς ἀκηκόασί ποτε τοῦ Θεοῦ καὶ Πατρὸς, οὔτε μὴν ὄψει τῇ διὰ σώματος τεθέαταί τις τὸ εἶδος αὐτοῦ, τουτέστι τὸν ὅμοιον αὐτῷ κατὰ πάντα Λόγον, χρῆναι πάλιν ἐπιδεῖξαι σαφῶς ὑπολαμβάνω, τὰ ἐν τῇ ἐξόδῳ γεγραμμένα παραθέντα πρὸς ἔρευνάν τε καὶ βάσανον πνευματικήν
但救主論及他們的話是真的,就是他們從未在何時聽見過父神的聲音,也未曾有人用肉身的眼睛見過祂的形像——就是那在一切事上與祂相似的道——這事我認為我們當再次清楚顯明,就是把出埃及記所記的擺在一旁,加以考察與屬靈的試驗。
But that the word of the Saviour concerning them was true, and that they have neither at any time heard the voice of God the Father, nor indeed has anyone beheld his form with bodily sight—that is, the Word who is like him in all things—I judge that we ought again to show clearly, by setting the things written in Exodus alongside for examination and spiritual testing.
1:3061
ἔχει δὲ οὕτως Καὶ ἐξήγαγε Μωυσῆς τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος τὸ Σινᾶ
經上這樣記著:「摩西率領百姓出營迎接神,都站在西乃山下。」
It stands thus: 'And Moses brought the people out of the camp to meet God, and they stood at the foot of Mount Sinai.'
1:3062
τὸ δὲ ὄρος τὸ Σινᾶ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι τὸν Θεὸν ἐπ' αὐτοῦ ἐν πυρὶ, καὶ ἀνέβαινεν καπνὸς ὡς καπνὸς καμίνου·
「西乃全山冒煙,因為耶和華在火中降於山上,山的煙氣上騰,如燒窰一般;」
'And Mount Sinai was altogether smoking because God had descended upon it in fire, and the smoke went up as the smoke of a furnace;'
1:3063
καὶ ἐξέστη πᾶς λαὸς σφόδρα
「眾百姓都極其驚惶。」
'and all the people was greatly amazed.'
1:3064
ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυραὶ σφόδρα·
「角聲漸漸地高而又高,甚是響亮;」
'And the sounds of the trumpet grew louder and exceedingly strong;'
1:3065
Μωυσῆς ἐλά λει, δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. ὧδε μὲν οὖν ἡμῖν τὸ τοῦ πανσόφου Μωυσέως λόγιον ἔχει·
「摩西說話,神就以聲音回答他。」那麼,全智的摩西之神諭,在我們看來就是如此。
'Moses spoke, and God answered him by a voice.' Thus, then, does the oracle of the all-wise Moses stand for us.
1:3066
δεῖν δὲ οἶμαι καὶ νῦν εἰς γελοιοτάτην κατολισθαίνοντας περὶ Θεοῦ δόξαν τοὺς Ἰουδαίους ἐλέγχειν, καὶ αὐτὸ τεθεᾶσθαι τὸ εἶδος οἰηθέντας αὐτοῦ, καὶ ἀκοῦσαι τῆς ὄντως ἐνούσης τῇ θείᾳ φύσει φωνῆς
我想我們如今也當責備猶太人,因他們滑落到關於神最為可笑的見解裏,既以為他們見過祂本身的形像,又以為他們聽見了那真正屬於神性的聲音。
And I think we ought now also to convict the Jews as having slipped down into a most ridiculous opinion concerning God, both in supposing that they had beheld his very form and had heard the voice truly inherent in the divine nature.
1:3067
Ἄγε δὴ τοίνυν τῇ τοῦ Σωτῆρος ἐπιθαρσοῦντες χορηγίᾳ καὶ χάριτι, τὴν τοῦ νομικοῦ παχύτητα γράμματος εἰς πνευ ματικὴν θεωρίαν ἀπολεπτύνωμεν·
那麼,來罷,讓我們靠著救主的供應與恩典壯膽,把律法字句的粗鄙提煉為屬靈的默觀;
Come, then, taking courage in the supply and grace of the Saviour, let us refine the grossness of the letter of the Law into spiritual contemplation;
1:3068
οὕτω γὰρ μάλιστα φα νεῖται καὶ ἀληθὲς τὸ πρὸς Φαρισαίους εἰρημένον περὶ Θεοῦ Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε
因為唯有這樣,那向法利賽人論到神所說的話才尤顯為真:「你們從來沒有聽見祂的聲音,也沒有看見祂的形像。」
for thus especially will that which was said to the Pharisees concerning God appear also to be true: 'Ye have neither heard his voice at any time, nor seen his form.'
1:3069
τὸ μὲν οὖν διὰ Μωυσέως ἐξάγεσθαι τὸν λαὸν εἰς ἀπάντησιν τοῦ Θεοῦ, καθὰ γέγραπται, σημεῖον ἂν γένοιτο σαφὲς καὶ λόγος ὡς ἐν αἰνίγματι, τοῦ μὴ δύνασθαί τινας ἀπαιδαγω γήτως τε καὶ ἀνεπιστήτως ἰέναι πρὸς Θεὸν, νόμῳ δὲ μᾶλλον χειραγωγουμένους εἰς ἐπίγνωσιν ὧν ζητοῦσι μαθεῖν
百姓藉摩西被領出去迎接神,正如經上所記,這乃是一個清楚的記號,是奧祕中的一句話,表明人不能未受教導、未經引領就到神那裏去,倒要藉律法牽引著手,得以認識他們所求學習的事。
Now the fact that the people were brought out through Moses to meet God, as it is written, would be a clear sign and a word as in an enigma, that men cannot go to God without training and without guidance, but rather being led by the hand through the Law unto the knowledge of the things they seek to learn.
1:3070
τοιοῦτοι δὲ πάντως τοῦ Σωτῆρος οἱ μέτοχοι
凡有分於救主的人,全都是這樣的。
And such altogether are the partakers of the Saviour.
1:3071
διὸ δὴ καὶ τὴν ὑπὲρ ἄνθρωπον μελετῶντες ἀνδρείαν Τίς ἂν ἡμᾶς χωρίσαι, φασὶν, ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις στενο χωρία διωγμὸς λιμὸς γυμνότης κίνδυνος μά χαιρα; πάντα γὰρ τοῖς εὐσεβοῦσιν οἰστὰ τὰ δεινὰ διὰ τὴν εἰς Χριστὸν ἀγάπησιν·
因此他們操練那超乎人的勇敢,說:「誰能使我們與基督的愛隔絕呢?難道是患難麼?是困苦麼?是逼迫麼?是飢餓麼?是赤身露體麼?是危險麼?是刀劍麼?」因為為著愛基督的緣故,一切可怕的事在敬虔人都是可以忍受的;
Wherefore also, practising the courage that is above man, they say: 'Who shall separate us from the love of Christ? Shall tribulation, or distress, or persecution, or famine, or nakedness, or peril, or sword?' For all terrors are bearable to the godly for the sake of their love toward Christ;
1:3072
κἂν ὡς ὄρος θλίψις ἐγείρηται, παντὸς ἐκεῖνοι κινδύνου κατανεανιεύσονται, καὶ τῆς πρὸς Θεὸν φιλίας τὴν γνώμην οὐκ ἀποστήσουσι
縱使患難像山一樣聳起,那些人也要藐視一切危險,決不使自己的心思離開對神的友愛。
and even if tribulation rise up like a mountain, those men will defy every danger, and will not remove their mind from friendship toward God.
1:3073
κατελθεῖν δὲ λεγόμενος, οὐκ εἰς χθαμαλόν τινα χῶρον, ἀλλ' ἄνω που πάλιν καὶ ἐν ὄρει φαίνεται Θεὸς, ἵνα δή τι τοιοῦτον ἐννοήσῃς κατὰ σαυτὸν, ὅτι κἂν ταῖς ἡμετέραις διανοίαις θεία φύσις συγκαταβαίνουσα, ἑαυτὴν ἡμῖν προσάγῃ πρὸς κατανόησιν, ἀλλ' ἔστι πάλιν ἐν τοῖς πολὺ λίαν ὑπὲρ ἡμᾶς καὶ λόγοις καὶ θεωρήμασι
但神雖說是降下來,卻不顯現在甚麼低窪之處,反而又是在某個高處、在山上,好叫你藉此在自己裏面領會這樣一件事:神性雖俯就我們的悟性,把自己提供給我們去領會,卻又是在遠遠超乎我們的事物之中,無論在言語上或默觀上都是如此。
But being said to come down, God appears not into some low place, but again somewhere on high and upon a mountain, that thou mayest thereby conceive within thyself some such thing as this: that even though the divine nature condescends to our understandings and offers itself to us for apprehension, yet it is again in things very far above us, both in words and in contemplations.
1:3074
τὸ γὰρ ὑψηλόν τε καὶ ὑπέρτονον τῶν περὶ αὐτῆς δογμάτων διὰ τοῦ ὄρους σημαίνεται, καὶ σύμπαν ἡμῖν τῷ καπνῷ καταμελαίνεσθαι λέγει
因為關於神的教義之崇高與超越,是藉那山表明的,經上說那山也全被煙氣為我們遮暗了。
For the loftiness and transcendence of the doctrines concerning it is signified by the mountain, which it also says was all darkened over for us by the smoke.
1:3075
δριμεῖς γὰρ ὄντως καὶ οὐ σφόδρα λαμπροὶ παρ' ἡμῖν οἱ περὶ τῆς θεότητος λόγοι, τὸν τῆς διανοίας ὀφθαλμὸν καπνοῦ δίκην ἀμύττοντες
因為我們中間關於神性的言論實在是辛辣而不甚明亮的,像煙一樣刺痛悟性的眼睛。
For the words concerning the Godhead are indeed pungent and not exceedingly bright among us, stinging the eye of the understanding after the manner of smoke.
1:3076
διὰ τοῦτο Παῦλος μὲν σοφώτατος ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι βλέπειν ἡμᾶς διεμαρτύρατο·
因此至智的保羅見證說,我們是對著鏡子觀看,模糊不清;
Wherefore Paul the most wise testified that we see in a mirror and in an enigma;
1:3077
τεθεικέναι δὲ σκότος ἀποκρυφὴν αὐτοῦ, τὸν Θεὸν δηλονότι, φησί που πάλιν μελῳδὸς, τῷ τοῦ σκότους ὀνόματι τὴν περὶ αὐτὸν ἀκαταληψίαν ὑποδηλῶν, ἧσπερ ἂν εἰς τύπον ληφθείη καλῶς. περὶ τὸ πῦρ ἐν τῷ ὄρει καπνός·
詩人又在某處說,神以黑暗為祂的隱密處——就是說神——藉「黑暗」之名暗指人對祂的不可測度,那山上火四圍的煙,正可恰當地被當作這事的豫表。
and that God has made darkness his hiding-place—God, that is—the psalmist again says somewhere, intimating by the name of darkness the incomprehensibility concerning him, whereof the smoke about the fire on the mountain might well be taken as a type.
1:3078
ἐν πυρὸς δὲ σχήματι κάτεισι τὸ θεῖον αὐτὸ, κατ' ἐκεῖνο δὴ μάλιστα καιροῦ, πρεπόντως τε καὶ ἀναγκαίως τῇ τοῦ πράγματος φύσει
神性自己以火的樣式降下,尤其在那特定的時候,這是合宜的,且按那事的性質是必要的。
And the Divine itself came down in the fashion of fire, at that particular time above all, fittingly and necessarily to the nature of the matter.
1:3079
ἔδει γὰρ ἔδει τὸν εἰς δουλείαν καὶ σύνεσιν διὰ τοῦ μέλ λοντος ὁρισθήσεσθαι νόμου καλοῦντα τὸν Ἰσραὴλ, φω τιστὴν ὁρᾶσθαι καὶ κολαστήν·
因為那藉著將要頒佈的律法呼召以色列進入僕役與悟性的,必須,是的,必須被看為既是光照者,又是懲罰者;
For it was needful, yea needful, that he who was calling Israel unto servitude and understanding through the Law that was about to be appointed should be seen as both an enlightener and a chastiser;
1:3080
ἄμφω δὲ ταῦτα τελεῖται διὰ πυρός
而這兩者都是藉火成就的。
and both these are accomplished through fire.
1:3081
ἀλλὰ καὶ φωναὶ, φησὶν, αἱ τῆς σάλπιγγος ἐγίνοντο προβαίνουσαι ἰσχυρότεραι σφόδρα, ἵνα πάλιν ἡμῖν τοιαύτη τις νοημάτων ἐξυφαίνηται δύναμις·
他又說:「而且號角的聲音越發強大」,好讓我們再一次從中織出這樣一種意義的力量。
'But moreover,' he says, 'the blasts of the trumpet went on becoming exceedingly strong' — that once again some such power of meanings may be woven for us.
1:3082
ἐξεφω νήθη μὲν γὰρ καὶ νόμος παρὰ Θεοῦ, πλὴν οὐ συντόνως ἐν ἀρχῇ διὰ τὴν τῶν παιδαγωγουμένων ἀσθένειαν, ἀλλ' ἰσχνοφώνως, ἵν' οὕτως εἴπω, καὶ οὐχ ὅλην ἔχων τὴν τοῦ σαλπίζοντος δύναμιν
律法固然是神所頒布的,但起初並非以全然的力量宣告,乃因那些受教如孩童之人的軟弱,而是以微弱的聲音,可以這樣說,並不具備吹號者的全部力量。
For the Law also was proclaimed by God, yet not with full force at the beginning, because of the weakness of those who were being trained as children, but rather with a feeble voice, so to speak, and not possessing the whole power of the trumpeter.
1:3083
διὸ δὴ καὶ βραδύγλωσσον ἑαυτὸν ὠνόμαζεν Μωυσῆς
正因如此,摩西也稱自己是拙口笨舌的。
For this very reason Moses also called himself slow of speech.
1:3084
προβαίνοντος δὲ τοῦ καιροῦ, καὶ ἐκ τῆς κατὰ τὸ γράμμα σκιᾶς εἰς πνευματικὴν ἀναφέροντος λατρείαν τοὺς πιστεύοντας εἰς Χριστὸν, ἰσχυρότεραι σφόδρα τῆς θείας σάλπιγγος ἐξέδραμον αἱ φωναὶ, τοῦ σωτηρίου τε καὶ εὐαγγελικοῦ κηρύγματος πᾶσαν τρόπον τινὰ περιη χοῦντος τὴν οἰκουμένην
但隨著時候的推進,並且將信基督的人從按字句的影兒提升到屬靈的敬拜,神聖號角的聲音便越發強大地響徹,那救贖的、福音的宣告以某種方式響遍全世界。
But as the appointed time advanced, and as those who believe in Christ were raised up from the shadow according to the letter into spiritual worship, the voices of the divine trumpet rang out exceedingly strong, the saving and evangelical proclamation resounding in a manner throughout the whole inhabited world.
1:3085
λαλεῖ μὲν γὰρ Μωυσῆς, ἀποκρίνεται δὲ τούτῳ Θεὸς φωνῇ, οὐκ ἰδίᾳ πάντως φωνῇ, τοῦτο γὰρ οὐ φησὶν, ἀλλ' ἁπλῶς τε καὶ ἀπολελυμένως φωνῇ, τῇ διὰ κτύπου ῥημάτων ἀνθρω πινώτερον παραδόξως ἀποτελουμένῃ·
因為摩西說話,而神藉聲音回答他——並非全然以祂自己的聲音,因為經文並未這樣說,乃單純而不加限定地藉一個聲音,就是那藉著言語之響聲、以更近乎人的、奇妙的方式所成就的聲音。
For Moses speaks, and God answers him by a voice — not indeed by a voice of His own, for this it does not say, but simply and absolutely by a voice, one accomplished in a more human and paradoxical fashion through the sound of words.
1:3086
περὶ τί γὰρ ἂν τῶν. ἔργων ἀτονήσαι Θεός; τί δ' οὐκ ἂν ἐξανύσῃ Θεὸς θελήσας, καὶ λίαν εὐκόλως; ἐλάλει τοιγαροῦν Μωυσῆς, δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ
因為神在何等工作上會疲乏呢?神若願意,有什麼是祂不能成就的,而且極其容易?所以摩西說話,神就藉聲音回答他。
For in what work could God ever grow weary? What would God not accomplish, if He willed it, and that very easily? Moses therefore spoke, and God answered him by a voice.
1:3087
καὶ μὲν τύπος ἐν τούτοις·
這些事中所含的,正是預表。
And this indeed is the type contained in these things.
1:3088
ἔχεις τοιγαροῦν ἐν εὐαγγελίοις τοῖς ἁγίοις λαλοῦντα τὸν Κύριον Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἀποκρινόμενον δὲ διὰ φωνῆς τὸν Πατέρα Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. οὐκ εἶναι δὲ τὴν φωνὴν ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρὸς Σωτὴρ ἔδειξεν, εἰπὼν τοῖς τὸ τηνικάδε παροῦσιν Οὐ δι' ἐμὲ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς· ὁρᾷς ὅπως γεγενῆσθαι σαφῶς διισχυρίσατο τὴν φωνὴν, ἐπεὶ μὴ τῇ διὰ κτύπου κεχρῆσθαι φωνῇ τὴν θείαν οἴεσθαι φύσιν ἀκόλουθον, κἂν ταῖς ἡμετέραις συσχηματίζηται χρείαις, καὶ λαλῇ καθ' ἡμᾶς οἰκονομικῶς
所以你在聖福音書中看見主說:「父啊,願你榮耀你的兒子」,而父藉聲音回答說:「我已經榮耀了,還要再榮耀。」但救主表明這聲音並非真是父神自己的聲音,祂對當時在場的人說:「這聲音不是為我,乃是為你們來的。」你看祂如何明明地確認這聲音是被造成的,因為不宜設想那神聖的本性使用藉響聲發出的聲音,即使祂為我們的需要而俯就,並按我們的方式作安排地說話。
You have therefore in the holy Gospels the Lord saying, 'Father, glorify Thy Son,' and the Father answering by a voice, 'I have both glorified it, and will glorify it again.' But the Saviour showed that this voice was not truly that of God the Father, saying to those present at that time, 'This voice came not for My sake, but for yours.' You see how plainly He affirmed that the voice came into being, since it is not fitting to suppose that the divine nature makes use of a voice produced by sound, even though it should conform itself to our needs and speak in accommodation to us.
1:3089
Ταῦτα πάλιν ἡμῖν ἀναγκαίως εἰσεκομίσθη πρὸς τὸ παρὸν τῷ λόγῳ τὰ θεωρήματα·
這些默想又是我們為目前的論述所必須引入的。
These considerations again have been necessarily introduced by us for the present discourse.
1:3090
ἰδίου γεννήτορος Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε
論到祂自己的生父:「你們從來沒有聽見祂的聲音,也沒有看見祂的形像,你們並沒有祂的道存在你們心裡;因為祂所差來的,你們不信。」
Concerning His own Begetter: 'You have neither heard His voice at any time, nor seen His form, and you have not His word abiding in you; because Him whom He sent, Him you do not believe.'
1:3091
ὅτι δὲ πάλιν οἱ Φαρισαῖοι πρὸς ἐκτόπους ἀλαζονείας ἀναφυσώμενοι, τὸν θεῖον εἶναι σὺν αὐτοῖς τε καὶ ἐν αὐτοῖς ἐπλάττοντο λόγον, διά τε τοῦτο πρὸς ἀξιάγαστον ἐλάσαι σοφίαν ἀνοήτως διισχυρίζοντο, μαρτυ ρήσει καὶ αὐτὸ τὸ Πνεῦμα, Χριστοῦ διὰ τοῦ προφήτου λέγοντος Ἱερεμίου πρὸς αὐτούς Πῶς ἐρεῖτε ὅτι σοφοί ἐσμεν ἡμεῖς, καὶ λόγος Κυρίου μεθ' ἡμῶν ἐστίν; εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν, ᾐσχύνθησαν σο φοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν, σοφία τίς ἐστιν ἐν αὐτοῖς; ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν. πῶς γὰρ τὸν ζῶντα καὶ ἐνυπόστατον τοῦ Θεοῦ Λόγον ἀποδοκιμάσαντες οὐχ. ἁλώσονται, τὴν εἰς αὐτὸν οὐ παραδεξάμενοι πίστιν, ἀλλὰ τὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἀτιμάσαντες χαρακτῆρα, καὶ τὸ ἀληθέστατον ὥσπερ εἶδος αὐτοῦ, διὰ τῆς θεοπρεποῦς ἐξουσίας τε καὶ δυνάμεως θεωρῆσαι παραιτησάμενοι; καταληπτὴ γὰρ ἡμῖν οὐχ ἑτέρως κατὰ τὸ ἐνδεχόμενον θεία τε καὶ ἀπόῤ ῥητος φύσις, δι' ὧν ἐπιτελεῖ καὶ ἐργάζεται·
但法利賽人又高抬自己,鼓脹成離奇的誇口,假裝神聖的道既與他們同在、又在他們裡面,並因此愚昧地堅稱自己已得著配受讚嘆的智慧——對此,聖靈自己也作見證,基督藉先知耶利米對他們說:「你們怎麼說,我們有智慧,耶和華的話在我們這裡呢?看哪,文士的假筆舞弄虛假。智慧人慚愧,驚惶被擒拿;他們裡面還有什麼智慧呢?因為他們厭棄了耶和華的話。」因為他們既厭棄了那活的、有位格的神的道,又豈能不被擒拿呢?他們既不接受向祂的信,反而羞辱了父神的真像,就是祂那最真實的形像,並且拒絕藉那與神相稱的權柄和能力去觀看祂。因為那神聖而不可言喻的本性,在我們力所能及的範圍內,除了藉祂所成就、所作的事以外,別無他途可被我們認識。
But that the Pharisees again, puffed up to outlandish boastings, feigned that the divine word was both with them and in them, and for this reason foolishly maintained that they had attained to a wisdom worthy of admiration — to this the Spirit itself also bears witness, Christ saying to them through the prophet Jeremiah: 'How do you say, We are wise, and the word of the Lord is with us? In vain has a false pen become to the scribes; the wise are put to shame, they are dismayed and taken; what wisdom is there in them? Because they have rejected the word of the Lord.' For how, having rejected the living and self-subsistent Word of God, shall they not be taken, since they have not received faith in Him, but have dishonoured the express image of God the Father — His truest form, as it were — refusing to behold Him through the God-befitting authority and power? For the divine and ineffable nature is not otherwise comprehensible to us, so far as is possible, than through the things He accomplishes and works.
1:3092
διὰ γάρ τοι τοῦτο, καὶ ἀπὸ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ἐπὶ τὴν τοῦ γενεσιουργοῦ θεωρίαν μὲν Παῦλος ἡμᾶς ἰέναι προστάττει, ξεναγεῖ δὲ πάλιν εἰς τὴν ἐφ' ἑαυτῷ κατάληψιν Σωτήρ Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, λέγων, μὴ πιστεύετέ μοι·
正因如此,保羅吩咐我們要藉著類比,從受造之物的宏偉與美麗,進到對其創造者的默觀;而救主又親自引領我們去認識祂自己,說:「我若不行我父的事,你們就不必信我。」
For it is precisely on this account that Paul commands us to proceed, by way of analogy, from the greatness and beauty of created things to the contemplation of their Author, while the Saviour in turn guides us on to the comprehension of Himself, saying, 'If I do not the works of My Father, believe Me not.'
1:3093
εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε. κατῃτιᾶτο δέ που καὶ λίαν εὐλόγως τὸν οἰκεῖον μαθητὴν, Φίλιππος οὗτος ἦν, ὡς ἑτέρως δύνασθαι πρὸς τὴν ἐπὶ τῷ Θεῷ καὶ Πατρὶ θεωρίαν ἐλθεῖν ἀζητήτως ὑποτοπήσαντα, καίτοι παρὸν ἐπ' ἐξουσίας αὐτῷ τὴν ἀπαρα ποίητον εἰκόνα κατασκέπτεσθαι, δεικνύουσαν ἀκριβῶς ἐν ἑαυτῇ τὸν γεννήσαντα·
「我若行了,你們縱然不信我,也當信這些事。」祂又在某處極合理地責備了祂自己的門徒——這人就是腓力——因為他以為不必尋求就能藉別的途徑來到對父神的默觀,儘管他本有權能與特權去凝視那毫不改變的像,那像在自身中準確地顯明那生祂者。
'But if I do, though you believe not Me, believe the works.' And He also somewhere quite reasonably found fault with His own disciple — this was Philip — for supposing that he could come to the contemplation of God the Father in some other way without seeking, although it was in his power and privilege to gaze upon the unaltered Image which accurately shows in itself the One who begot Him.
1:3094
διὸ δὴ καὶ ἔφασκε Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐρευνᾶτε τὰς γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρὸς μὲ, ἵνα ζωὴν ἔχητε
因此祂也說:「腓力,我與你們同在這樣長久,你還不認識我嗎?人看見了我,就是看見了父。」「你們查考聖經,因你們以為內中有永生;給我作見證的就是這經,然而你們不肯到我這裡來得生命。」
Wherefore also He said, 'Have I been so long a time with you, and hast thou not known Me, Philip? He that hath seen Me hath seen the Father.' 'Search the Scriptures, for in them you think you have eternal life; and they are those which testify of Me, and you will not come to Me, that you may have life.'
1:3095
μὲν λεία καὶ ἱππήλατος τοῖς πολλοῖς καὶ τετριμμένη διάνοια τοῦ ῥητοῦ προστακτικῶς εἰρῆσθαι νομίζειν παρὰ τοῦ Σωτῆρος ἡμῶν πρὸς τοὺς Φαρισαίους ἀναπείθει, τὸ χρῆναι τὰς θείας ἐρευνῶντας γραφὰς τὰς περὶ αὐτοῦ μαρτυρίας πρὸς ζωὴν ἐρανίζεσθαι
那平順、易行、為眾人所踐踏慣走的解釋——即多數人所持的解釋——說服我們認為,這話是我們救主以命令的語氣對法利賽人說的,就是:查考神聖經卷的人必須從中採集那論到祂自己的見證以得生命。
Now the smooth, level, and well-trodden interpretation of the saying — the one common to the many — persuades us to think that it was said imperatively by our Saviour to the Pharisees: namely, that those who search the divine Scriptures must gather from them the testimonies concerning Himself unto life.
1:3096
ἐπειδὴ δὲ σύνδεσμον ἐν τῷ μεταξὺ θείς·
但既然祂在其間放了一個連接詞,
But since, having placed a conjunction in between,
1:3097
συνάπτει τό Οὐ θέλετε ἐλθεῖν πρὸς μὲ, δῆλος ἂν εἴη λοιπὸν ἕτερόν τι σημαίνων, συγγενὲς μὲν τοῖς εἰρη. μένοις, ἔχον δέ τι βραχὺ τὸ ἐξηλλαγμένον
又接上「你們不肯到我這裡來」這話,那麼祂顯然是在表明另外一件事——與前面所說的固然相近,卻有些微不同。
He joins on the words 'you will not come to Me,' He would evidently be signifying something else besides — akin indeed to what was said, yet having some slight difference.
1:3098
εἰ γὰρ ἔδει νοεῖσθαι προστακτικῶς, πῶς οὐκ εἶναι φήσομεν ἀναγκαῖον κατὰ τόδε τὸ σχῆμα τυχὸν τὸ σύμπαν εἰπεῖν Ἐρευνᾶτε τὰς γραφὰς ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ·
因為若必須以命令的語氣來理解,我們豈不當說,照這樣的句式,或許就必須把整句這樣說:「你們查考聖經,因你們以為內中有永生,並且給我作見證的就是這經,
For if it had to be understood imperatively, how shall we not say that it would be necessary, according to this form perhaps, to say the whole thus: 'Search the Scriptures, for in them you think you have eternal life, and they are those which testify of Me,'
1:3099
ἐρευνήσαντες δὲ ἔλθετε πρὸς μέ·
你們既查考了,就當到我這裡來。」
'and having searched, come to Me.'
1:3100
ἀλλ' ὡς μὴ ἐθέλοντας ἐλθεῖν, καίτοι διὰ τῆς ἐρεύνης ἐπὶ τοῦτο χειραγωγουμένους καταιτιᾶται λέγων Καὶ οὐ θέλετε ἐλθεῖν πρὸς μέ
但祂乃是把他們當作不肯前來的人來責備,儘管他們藉著查考正被牽引手引到這事上,說:「然而你們不肯到我這裡來。」
But as of those unwilling to come, even though they were being led by the hand to this very thing through their searching, He finds fault, saying, 'And you will not come to Me.'
1:3101
Ἀναγνωσόμεθα τοίνυν ἐπὶ τὸ χρησιμώτερον βλέποντες, καὶ τὸ τοῖς προαποδοθεῖσιν ἀκολουθοῦν, οὐ πάντως προσ τακτικῶς, ἀλλ' ὡς ἐν συνέσει μᾶλλον καὶ ὑποστιγμῇ
所以我們要這樣讀它,著眼於更有益處之處,並著眼於前面已解說的話所引出的結論,全然不作命令語氣,而是以理解的方式並帶一個停頓來讀。
We shall therefore read it, looking to what is more profitable and to what follows from what has already been rendered, not at all imperatively, but rather as by way of understanding and with a pause.
1:3102
ἔσται δὲ πάλιν τοῦ προκειμένου τοιοῦτος νοῦς
如此,我們面前這段經文的意思便是這樣。
And the sense of the passage before us will again be as follows.
1:3103
ἐπειδὴ γὰρ ἐθεάσατο αὐτοὺς τρέχοντας ἐπὶ τὰ Μωυσέως ἀεὶ συγγράμ ματα, καὶ συλλέγοντας ἐκεῖθεν ἀπαιδεύτως τὰς τῶν ἀντι λογιῶν ἀφορμὰς, ζητοῦντας δὲ ἕτερον οὐδὲν, καὶ δεχομένους, ὅπερ ἂν αὐτοῖς τὸ χρῆναι πιστεύειν περιποιῇ·
因為祂看見他們不斷奔向摩西的著作,並毫無教養地從中搜集反駁的把柄,除此以外一無所求,或只接受那能供給他們該信之事的東西,
For since He saw them ever running to the writings of Moses, and gathering from them without instruction the occasions for their contradictions, seeking nothing else, or accepting only whatever might furnish them with what they ought to believe,
1:3104
διὰ τοῦτο πάλιν ἀναγκαίως ἄχρηστον αὐτοῖς καὶ ἀνόνητον τὸν τῆς ἐπὶ τούτοις ἐρεύνης ἀποφαίνει πόνον, καὶ ὡς ἐπὶ μεγάλῳ τε καὶ ἐπωφελεστάτῳ πράγματι μεμελετήκασιν οὐ κατὰ λόγον κεχρῆσθαι τὸν πρέποντα διελέγχει σαφῶς
為此祂又必然地宣告,他們在這些事上查考的辛勞對他們是無用而無益的,並明明地駁斥他們,指明他們竟把此事當作偉大而極有益處之事下功夫,卻沒有按著合宜的道理去做。
on this account again He necessarily declares the labour of their searching in these matters to be useless and unprofitable to them, and plainly refutes them, showing that they have applied themselves — as though to a great and most beneficial thing — not in accordance with the fitting reason.
← 上一段下一段 →
1