📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 約翰福音註釋

亞歷山大的區利羅

約翰福音註釋 第 1 章 第 22/94 段

希臘文原文.132 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:3105–1:3236(全章共 13790 節)

← 上一段下一段 →
1:3105
τί γὰρ εἰπέ μοι τὸ χρήσιμον, ὅτι τὰς μὲν θείας, φησὶν, ἐρευνᾶτε γραφὰς, οἰόμενοι δι' αὐτῶν εἰς αἰώνιον ἀναβήσεσθαι ζωήν·
祂說:「你告訴我,這有什麼益處呢?你們查考神聖的經卷,以為藉此就要上升到永生,
'For tell Me, what is the use,' He says, 'that you search the divine Scriptures, supposing that through them you will ascend to eternal life,
1:3106
ἀκονώμενοι λόγων, τὰ δὲ ἐφ' οἷς ἦν ὑμᾶς τὴν αἰώνιον ἀποκερδαίνειν ζωὴν, οὐδ' ὅσον εἰς νοῦν τὸν ἑαυτῶν εἰσοικίζοντες
在言辭上磨礪自己,然而那能使你們得著永生的事,你們卻連放進自己心思的一點都沒有。」
sharpening yourselves in words, while the very things by which you might gain eternal life you do not so much as admit into your own mind.'
1:3107
Ὅτι δὲ πολὺς ἔν τε τῷ νόμῳ καὶ τοῖς ἁγίοις προφήταις λόγος περὶ τῆς κατὰ φύσιν ζωῆς, τουτέστι τοῦ Μονογενοῦς, πᾶσιν οἶμαι τοῖς φιλομαθέσιν ὑπάρχειν καταφανές
至於律法和眾聖先知中有許多論到那按本性而有的生命——就是獨生子——的言論,我想這對一切愛學習的人都是顯明的。
And that in both the Law and the holy prophets there is much discourse concerning the Life which is according to nature — that is, the Only-Begotten — is, I think, manifest to all who love learning.
1:3108
Αἰσθάνεται πάλιν, μᾶλλον δὲ ὁρᾷ θεοπρεπῶς, τὸ δυ σπειθὲς καὶ δυσήνιον τῶν Φαρισαίων καταδακνόμενον στῖφος, καὶ οὐ πάντως ἐφ' οἷς ᾐτιᾶτο τὰς θείας ὡς οὐ δεόντως ἐρευ νῶντας γραφὰς, ἀλλ' ἐπὶ τῷ μᾶλλον εἰπεῖν Οὐ θέλετε ἐλθεῖν πρὸς μέ. γὰρ αὐτοὶ νοσοῦσιν εὐκόλως, ταῦτα δύνασθαι κρατεῖν καὶ ἐπὶ τοῦ Σωτῆρος πιστεύουσιν·
祂又察覺——或更確切地說,以合乎神的方式看見——法利賽人那悖逆難馭的群體被刺痛了,而且並非因祂所責備他們的事,即他們查考神聖經卷不合當有的方式,乃是因祂說了「你們不肯到我這裡來」。因為他們自己輕易陷入的毛病,他們便以為連在救主身上也能得勢。
He again perceives — or rather sees, in a manner befitting God — the disobedient and unruly throng of the Pharisees being stung, and not at all on account of the things for which He blamed them, as searching the divine Scriptures otherwise than they ought, but rather at His having said, 'You will not come to Me.' For the things from which they themselves readily suffer, these they believe are able to prevail even in the case of the Saviour.
1:3109
ᾤοντο γὰρ δὴ κατὰ τὸ εἰκὸς, ἐκ πολλῆς καὶ τοῦτο παθόντες ἀνοίας φιλαρχεῖν ἤδη κατ' αὐτῶν τὸν Κύριον, καὶ τὰς παρὰ πάντων τιμὰς ἑαυτῷ πραγματεύεσθαι θέλειν, διὰ τοῦ καλεῖν εἰς μαθητείαν αὐτούς
因為他們照情理推想——他們連這一點也出於極大的愚昧而陷入——以為主已經想要轄制他們,並想藉著呼召他們作門徒,為自己謀求眾人的尊榮。
For they supposed, as was likely, having suffered this too out of great folly, that the Lord was already seeking to lord it over them and desiring to procure for Himself the honours from all, through calling them into discipleship.
1:3110
τοιαύτην τινὰ τὴν ὑπόνοιαν λαβόντες εἰς νοῦν, ἐκπεσεῖσθαι μὲν ὅσον οὐδέπω τῆς κατὰ τοῦ ἔθνους ἐξουσίας προσεδόκων αὐτοί·
他們心中既存了這樣的疑忌,便自以為隨時都要從他們對百姓的權柄上跌落,
Having taken some such suspicion into their mind, they themselves expected to fall — as it were at any moment — from their authority over the nation,
1:3111
διεπρίοντο δὲ οὐ μικρῶς τὸν κληρονόμον ὁρῶντες ἀπαιτεῖν ἐθέλοντα τὸν τοῦ ἀμπελῶνος καρπόν
並且他們看見那承受產業的想要索取葡萄園的果子,就大大地被扎心。
and they were cut to the quick not a little, seeing the Heir wishing to demand the fruit of the vineyard.
1:3112
οὐ γὰρ καλῶ, φησὶν, εἰς μαθητείαν τὴν παρ' ἐμοὶ τοὺς ἀκροω μένους, τὰς παρ' ὑμῶν τὰς παρ' ἑτέρων τιμὰς, καθάπερ ὑμεῖς, θηρώμενος, οὐδὲ τοῦτον τῆς διδασκαλίας ἀντικομι σαίμην ἂν τὸν μισθὸν, πληρεστάτην ἔχων τὴν δόξαν ἐξ. ἐμαυτοῦ, καὶ οὐχ ὑστερίζουσαν τῆς παρ' ὑμῶν, ἀλλ' εἴρηκα μὴ θέλειν ὑμᾶς ἔρχεσθαι πρὸς μὲ διὰ τὸ γνῶναι σαφῶς Ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς
祂說:「因為我不像你們那樣,為要獵取你們或別人的尊榮,才呼召那些聽我的人來作我的門徒;我也不會把這尊榮當作我教訓的酬報而接受,因為我自己本有極其完滿的榮耀,並不亞於出自你們的榮耀。但我說你們不肯到我這裡來,乃因我清楚知道,你們裡面沒有神的愛。」
'For I do not call to discipleship with Me those who hear,' He says, 'hunting after honours from you or from others, as you do; nor would I receive this as the reward of My teaching, since I have most fully My glory of Myself, and it is not inferior to that which comes from you. But I have said that you do not wish to come to Me because I clearly know that you have not the love of God in yourselves.'
1:3113
ἔρημοι γὰρ ὄντες τῆς εἰς Θεὸν ἀγάπης, φησὶ, πῶς ἂν ἐφίκοισθε πρὸς μὲ τὸν ἐκ Θεοῦ πεφηνότα Θεὸν Μονογενῆ; Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβά νετέ με·
祂說:「因為你們既缺乏向神的愛,怎能到我這裡來呢?我乃是那從神而顯現的獨生神。我奉我父的名而來,你們並不接待我;
'For being destitute of the love toward God,' He says, 'how could you attain to Me, the Only-Begotten God who has shone forth from God? I am come in My Father's name, and you receive Me not;
1:3114
ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε
若有別人奉自己的名而來,你們倒要接待他。」
if another shall come in his own name, him you will receive.'
1:3115
Ἵνα μὴ δοκοῖεν οἱ Φαρισαῖοι διαλοιδορεῖσθαι μάτην αὐτοῖς τὸν Κύριον, διὰ τοῦ λέγειν Οὐκ ἔχετε τὴν ἀγάπην τοῦ Θεοῦ ἐν ἑαυτοῖς, πρᾶγμα δεικνὺς ἀληθὲς τὸ εἰρημένον, παρατίθησιν εὐθὺς τοῖς ἀνωτέρω καὶ τοῦτο·
免得法利賽人以為主藉著說「你們裡面沒有神的愛」是徒然辱罵他們,祂為要指明所說的乃是真確之事,便立即在上文之外加上這話:「
Lest the Pharisees should think that the Lord was reviling them in vain by saying, 'You have not the love of God in yourselves,' showing that what was said is a true matter, He at once adds this also to what was said above:
1:3116
ὅτι γὰρ, φησὶν, οὐ διαψεύδομαι τῆς πρὸς τὸ θεῖον ἀγάπης ἐρήμους ὑμᾶς ὑπάρχειν εἰπὼν, δι' ἑνὸς ὑμῖν παραστήσω πράγματος
祂說:「因為我說你們缺乏向神的愛,並非說謊,我要用一件事向你們證明。
'For that I do not lie,' He says, 'in saying that you are destitute of the love toward the divine, I will establish to you by one single matter.
1:3117
ἐγὼ μὲν γὰρ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου·
因為我實在是奉我父的名而來,
For I indeed came in My Father's name,
1:3118
πάντα γὰρ εἰς δόξαν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπείγεσθαι πράττειν ὑμᾶς ἀναπείθω·
因我勸你們竭力去行一切事,都歸於父神的榮耀;
for I persuade you to press on to do all things unto the glory of God the Father;
1:3119
ἀλλὰ ταῖς ἀπειθείαις ἀπετινάξασθε μὲν τὸν ἄνωθεν ἥκοντα καὶ θεόθεν ὁρμώμενον·
然而你們卻藉著悖逆,把那從上頭來、從神而發出的那一位甩開了;
but by your acts of disobedience you have shaken off the One who has come from above and set out from God;
1:3120
οἶδα γὰρ ὡς Θεὸς τὰ ἐσόμενα·
因為我作為神,知道將要發生的事;
for I know, as God, the things that are to be;
1:3121
τὸν ψευδώνυμον, οὐ τῷ Θεῷ καὶ τῷ Πατρὶ τὴν δόξαν ἀνατιθέντα, καὶ τὴν παρ' ὑμῶν ἀπαιτοῦντα πίστιν, ἀλλ' ὀνόματι τῷ ἰδίῳ πραγματευόμενον·
就是那假冒虛名的,他不把榮耀歸與神與父,也不索取那本該從你們而有向神的信,反倒奉自己的名經營一切。」
the false-named one, who does not attribute the glory to God and the Father, nor demands the faith that is due from you, but transacts everything in his own name.'
1:3122
ἐντεῦθεν, οἶμαι, συνεὶς καὶ μακάριος Παῦλος ἀληθές τι φησὶ περί τε τῶν Ἰουδαίων καὶ τοῦ τῆς ἀνομίας υἱοῦ Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμπει αὐτοῖς Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσιν ἅπαντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ. ἀπόδειξις τοίνυν τοῦ μὴ λόγοις εἰκαίοις βεβλῆ. σθαι τοὺς Φαρισαίους παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ εἰρημένον ἐστὶ, πράγματος ἐσομένου κατ' οἰκεῖον καιρὸν προ φητείαν εἰσφέρον
我想,蒙福的保羅也是從這裡領悟,論到猶太人與那沉淪之子,說了些真確的話:「因他們不領受愛真理的心,使他們得救。故此,神就給他們一個生發錯誤的心,叫他們信從虛謊;使一切不信真理、倒喜愛不義的人都被定罪。」所以,能證明我們救主基督並非用空話攻擊法利賽人的,正是祂所說的那話,它作為一項預言,提出了一件將在其本身合宜的時候應驗的事。
From this, I think, the blessed Paul too, having understood, says something true concerning both the Jews and the son of lawlessness: 'Because they received not the love of the truth, that they might be saved. And for this cause God sends them a working of error, that they should believe the lie; that they all might be judged who believed not the truth, but had pleasure in unrighteousness.' The proof, therefore, that the Pharisees were not assailed by our Saviour Christ with idle words is the very thing that was said, which brings forward, as a prophecy, a matter to be fulfilled in its own proper time.
1:3123
Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; Φιλαρχοῦντας ἤδη καὶ τὰς ἐξ ἀνθρώπων τιμὰς ποιου μένους περὶ πολλοῦ τοὺς Φαρισαίους ἐλέγχει, λεληθότως ὑπαινιττόμενος ὅτιπερ σφόδρα ποιοῦσι κακῶς, τὰ νοσήματα τῆς οἰκείας ψυχῆς περιτιθέντες ἀβούλως τῷ κατὰ μηδένα τρόπον νοσεῖν εἰδότι Θεῷ
「你們互相受榮耀,卻不求從獨一之神來的榮耀,怎能信我呢?」祂責備法利賽人已經貪愛權位,並極看重從人來的尊榮,暗暗地譏刺他們大大地行了惡事,因他們無知地把自己靈魂的疾病,硬安在那全然不知有病的神身上。
'How can you believe, receiving glory from men, and the glory that comes from the only God you do not seek?' He reproves the Pharisees as already loving dominion and making much of the honours from men, secretly hinting that they do exceedingly wrong in senselessly attaching the diseases of their own soul to God, who knows in no way how to be diseased.
1:3124
εἶτα τῆς φιλοδοξίας ἀπρὶξ ἐχο μένους, δι' αὐτὴν τὰ κάλλιστα ζημιοῦσθαί φησι, τὴν πίστιν δὴ λέγων τὴν εἰς αὐτόν·
接著祂說,那些死死抓住虛榮的人,因虛榮而喪失了最寶貴之物——當然是指向祂自己的信;
Then, He says that those clinging tenaciously to vainglory suffer through it the loss of the noblest things — meaning of course the faith in Himself;
1:3125
ἡμῖν ὁρᾶται εἰπὼν σαφῶς Εἰ γὰρ ἔτι, φησὶν, ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. πέφυκε τοίνυν ὥσπερ ἐξ ἀνάγκης συμβαίνειν τοῖς τὰς ἐξ ἀνθρώπων θηρωμένοις τιμὰς, τὸ τῆς ἄνωθεν ἀποπίπτειν δόξης καὶ παρὰ Θεοῦ τοῦ μόνου, καθά φησιν Σωτήρ
這正如祂明明所說的,在我們看來便顯明了:「我若仍舊討人的喜歡,就不是基督的僕人了。」所以,那些獵取從人來之尊榮的人,仿佛出於某種必然,理當從那由上頭來、單從神而有的榮耀上跌落,正如救主所說。
as it seems to us when He plainly said, 'For if I still pleased men, I should not be Christ's servant.' It is therefore natural that, as by a kind of necessity, it should befall those who hunt after the honours from men to fall away from the glory that is from above and from God alone, even as the Saviour says.
1:3126
μόνον δὲ πάλιν φησὶ τὸν Θεὸν τοῖς τῶν ἐθνῶν ἀντιδιαστέλλων, καὶ οὐκ ἔξω τιθεὶς ἑαυτὸν τῆς τοῦ μόνου τιμῆς
祂又說「獨一之神」,是把祂與列邦的諸神相區別,並非把祂自己置於那獨一者所當得之尊榮之外。
And again He says 'the only God,' distinguishing Him over against the gods of the nations, and not placing Himself outside the honour that belongs to the Only One.
1:3127
ἀναβαίνει γὰρ, καθάπερ ἤδη πολλάκις εἰρή καμεν, εἰς μίαν θεότητος φύσιν τε καὶ δόξαν τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος τὸ πλήρωμα
因為,正如我們已經屢次所說的,那神聖而同質之三位一體的豐盛,上升歸於神性的一個本性與榮耀。
For, as we have already often said, the fullness of the holy and consubstantial Trinity ascends into one nature and glory of Godhead.
1:3128
Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα·
「不要以為我要在父面前告你們;
'Think not that I will accuse you to the Father;
1:3129
ἔστιν κατηγορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε
有一位告你們的,就是你們所仰望的摩西。」
there is one who accuses you, even Moses, in whom you have hoped.'
1:3130
Φιλοδόξως μᾶλλον ἤπερ εὐσεβῶς διαζῆν ἐπείγεσθαι τοὺς Φαρισαίους εἰπὼν, διά τε τοῦτο πρὸς ἄμετρον ἀπείθειαν ἀποκλῖναι διδάξας, καὶ ἐξ αὐτοῦ φησι κατηγορηθήσεσθαι Μωυσέως, ἐφ' ᾧπερ ἦν ἔθος αὐτοῖς καὶ λίαν εὐτόνως ἀπο σεμνύνεσθαι
祂既已說明法利賽人竭力過的是貪愛虛榮過於敬虔的生活,並為此指明他們已偏離到無可量度的悖逆之中,便說他們要被那位摩西所控告,就是他們慣常極其激烈地引以為傲的摩西。
Having said that the Pharisees press on to live in a manner more devoted to vainglory than to piety, and on this account having taught that they had swerved aside into immeasurable disobedience, He says that they shall be accused by that very Moses in whom it was their custom to glory even most vehemently.
1:3131
καὶ γοῦν λέγοντός ποτε τοῦ ἐκ γενετῆς τυφλοῦ. πρὸς αὐτοὺς περὶ Χριστοῦ Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; διαῤῥήδην εὐθὺς ἀνακεκραγότες φασί Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί. κατηγορήσει τοίνυν, φησὶ, καὶ αὐτὸς ὑμῶν Μωυσῆς, ἐφ' πᾶσαν ἔθεσθε τὴν ἐλπίδα, καὶ τῆς ἐνούσης ὑμῖν ἀπονοίας καταβοήσει παρὰ Θεῷ μετὰ τῶν ἄλλων κατα φρονούμενος
所以那生來瞎眼的人曾論到基督對他們說:「你們也要作祂的門徒嗎?」他們立刻明明地喊叫說:「你是那人的門徒,我們是摩西的門徒。」祂便說:「所以連摩西也要告你們,就是你們把一切指望都寄託其上的摩西;他要在神面前控訴你們裡面的狂妄,而他自己也連同其餘的一併被你們藐視。」
And so, when the man born blind once said to them concerning Christ, 'Do you also wish to become His disciples?' they at once cried out expressly, saying, 'You are that man's disciple, but we are Moses' disciples.' 'Moses himself, therefore, will accuse you,' He says, 'in whom you have placed all your hope, and he will cry out before God against the folly that is in you, being himself, along with the rest, held in contempt.'
1:3132
καὶ οὐ δήπου νομιοῦμεν ἀνεγκλήτους εἶναι παρὰ Χριστῷ τοὺς ἀπειθοῦντας αὐτῷ, διὰ τὸ φάναι πρὸς Ἰουδαίους Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πα τέρα
我們斷不可因祂對猶太人說了「不要以為我要在父面前告你們」,就以為那些悖逆基督的人在祂面前是無可控告的。
And surely we shall not suppose that those who disobey Christ are without accusation before Him, because He said to the Jews, 'Think not that I will accuse you to the Father.'
1:3133
τί γὰρ δὴ καὶ ἐροῦμεν, ὅταν ἀκούσωμεν αὐτοῦ λέγοντος Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώ πων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς·
因為當我們聽見祂說「凡在人面前認我的,我在我天上的父面前也必認他;
For what indeed shall we say, when we hear Him saying, 'Everyone therefore who shall confess Me before men, him will I also confess before My Father who is in heaven;
1:3134
ὅστις δ' ἂν ἀρνήσηταί με ἔμ προσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς; ἆρ' οὐκ εὐλόγως ὑπονοήσομεν κατηγορηθήσεσθαί ποτε παρὰ τῷ Θεῷ καὶ Πατρὶ διὰ τῆς ἀρνήσεως, τοὺς οἷσπερ ἂν τοῦτο συμβαίνῃ διὰ Χριστοῦ; ἀλλ' ὑπάρχειν οἶμαι τοῦτο παντί τῳ σαφές
凡在人面前不認我的,我在我天上的父面前也必不認他」,我們究竟還能說什麼呢?我們豈不當合理地推想,那些藉基督而遭此事的人,將在某時因祂的不認而在父神面前被控告嗎?我想這對每個人都是顯明的。
but whosoever shall deny Me before men, him will I also deny before My Father who is in heaven'? Shall we not reasonably suppose that those to whom this happens through Christ will at some time be accused before God the Father through His denial? But I think this is plain to everyone.
1:3135
οὐκοῦν οὐκ ἐλεύθεροι τοῦ κατηγορεῖσθαι πάντως εἰσὶν Ἰου δαῖοι, διὰ μακρᾶς ἀπειθείας ἀρνησάμενοι τὸν Χριστὸν, ἀλλ' εὐφυέστατα πάλιν πρὸς αὐτοὺς ἔχει λόγος
所以猶太人絕不能免於被控告,因他們藉著長久的悖逆否認了基督;而那向他們所說的話又極其恰當地構成。
The Jews, therefore, are by no means free from being accused, having through their long disobedience denied Christ; but again the word to them is most aptly framed.
1:3136
ἐπειδὴ γὰρ τὰς παρ' αὐτοῦ νουθεσίας ἀποσειόμενοι, καὶ ἐν τῷ μηδενὶ κατατάττοντες λόγῳ τὴν θείαν τε καὶ οὐράνιον διδασκαλίαν αὐτοῦ, ἐπὶ τὸ χρῆναι φυλάττειν ἀεὶ τὰ Μωυσέως βαδίζουσιν, ὡς καὶ γυμνότερον ἤδη βοῶντας ὁρᾶσθαι Ἡμεῖς οἴδαμεν ὅτι Μωυσεῖ λελάληκεν Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν· ἀναγκαίως δὴ σφόδρα καὶ εἰς αὐτὸν πλημ μελοῦντας ἐλέγχει τὸν ἐφ' μεγαλαυχῶσι Μωυσέα, καὶ δεηθήσεσθαι μὲν μηδαμῶς ἑτέρου κατηγοροῦντός φησιν, ἐξαρκέσειν δὲ μόνον αὐτοῖς καὶ τὸν δι' ἐκείνου νόμον, δι' ὧν ἀπειθοῦσιν αὐτῷ πρὸς τὸ χρῆναι λοιπὸν εὐλόγως κατη. γορεῖσθαι πεσοῦσι, κἂν τοῦ κρίνοντος ἀργήσῃ φωνὴ, του τέστι Χριστοῦ
因為他們既甩開了祂的勸誡,並把祂那神聖屬天的教訓看為烏有,執意始終要守摩西的事,以致人看見他們已相當赤裸地喊叫說「我們知道神曾對摩西說話,只是這個人,我們不知道祂是從哪裡來的」——祂便極其必然地定他們的罪,就是他們甚至干犯了那位他們引以為極大誇口的摩西,並說他們絕不需要別的控告者,單那藉摩西所賜的律法就足以控告他們,因為他們正是藉著悖逆祂的那些事,日後便理當在跌倒中被公義地控告,縱使那審判者——即基督——的聲音靜默不言。
For since, shaking off the admonitions from Him, and reckoning as nothing His divine and heavenly teaching, they persist in ever having to keep the things of Moses — so that they are seen already crying out quite nakedly, 'We know that God has spoken to Moses; but as for this man, we know not whence he is' — He very necessarily convicts them of transgressing even against that Moses in whom they take such great pride, and says that they will in no way need another accuser, but that the Law given through him will suffice for them alone, since by the very things wherein they disobey Him they will henceforth be justly accused, having fallen, even if the voice of the Judge — that is, of Christ — should remain silent.
1:3137
Εἰ γὰρ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί·
「因為你們如果信摩西,也必信我,
'For if you believed Moses, you would believe Me;
1:3138
περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν
因為他寫的是指著我說的。」
for he wrote of Me.'
1:3139
Ὑπὸ τοῦ πανσόφου Μωυσέως κατηγορηθήσεσθαι τοὺς Ἰουδαίους εἰπὼν, καὶ τὴν ἐπὶ ταῖς εἰς αὐτὸν ἀπειθείαις ὑπο μεῖναι γραφὴν, ἐπιφέρει καὶ ταῦτα χρησίμως τὸ μὴ μάτην αὐτοῖς ἐπισκῆψαι διδάσκων, καὶ ὡς ἄλλως τὴν ἐπὶ τῷ λοιδορεῖσθαι φιλεῖν ὑπόληψιν παραιτούμενος·
祂既已說明猶太人要被那全智的摩西所控告,並要因他們向祂自己的悖逆而受起訴,便有益地又加上這些話,教導人祂並非徒然責備他們,或者說,是要推卻那愛好辱罵的嫌疑;
Having said that the Jews would be accused by the all-wise Moses, and would undergo indictment for their acts of disobedience toward Himself, He usefully adds these words also, teaching that He did not censure them in vain, or, in another way, declining the imputation of loving to revile;
1:3140
πρᾶγμα γὰρ λέγων οὐ διεψευσμένον ὁρᾶται·
因為祂被看出所說的乃是不虛假的事。
for He is seen speaking a matter that is not false.
1:3141
Ἔστω τοίνυν, φησὶ, τοὺς ἐμοὺς ὅτι παρακρούεσθε λόγους, καρτερήσω καὶ ἀπειθούμε νος·
祂說:「那麼就算你們推開我的話罷,我縱然被你們悖逆,也要忍耐;
'Let it be so, then,' He says, 'that you thrust aside My words; I will bear with it even while being disobeyed;
1:3142
καταδέξασθε Μωυσέα τὸν ἑαυτῶν·
你們就接納你們自己的摩西罷;
receive Moses, your own;
1:3143
δότε τῷ παρ' ὑμῶν θαυμαζομένῳ τὴν πίστιν, καὶ γνώσεσθε πάντως, ὃν οὐκ εἰδότες ἀτιμάζετε·
把信心給那在你們中間被稱讚的摩西罷,你們就必定認識那位你們因無知而羞辱的主;
give faith to him who is admired among you, and you will assuredly know Him whom in ignorance you dishonour;
1:3144
ἀναῤῥήξατε τοὺς τύπους ὠδίνοντας τὴν ἀλήθειαν
把那些正臨產於真理的預表破開罷;
burst open the types that are in travail with the truth;
1:3145
ἐγὼ γὰρ ἐν τοῖς ἐκείνου σκιαγραφοῦμαι βιβλίοις
因為我是被描繪在他的書卷之中。」
for I am sketched out in his books.'
1:3146
οὐκοῦν καὶ αὐτὸς ὑμῶν κατηγορήσει, φησὶν, Μωυσῆς, ὅταν ἀπειθοῦντας ἴδῃ τοῖς περὶ ἐμοῦ συγγράμμασιν
祂說:「所以連摩西也要告你們,就是當他看見你們悖逆那論到我的著作之時。」
'Therefore Moses himself also will accuse you,' He says, 'when he sees you disobeying the writings concerning Me.'
1:3147
Ἔδει μὲν οὖν ἴσως ἡμᾶς καὶ τὸν ἐν τοῖς προκειμένοις διερμηνεύσαντας νοῦν, ἰέναι πάλιν ἐπὶ τὰ ἐφεξῆς, ἐπιτρέ ψαντας τοῖς ὄντως φιλομαθέσιν ἀναζητεῖν τὰς ἐπὶ Χριστῷ διὰ Μωυσέως εἰκόνας
既然我們已解說了面前這幾段所含的意思,或許本當再進到下文,把那些藉摩西所設立、指著基督的表像的探尋,交託給那些真正愛學習的人。
It would perhaps have behoved us, having interpreted the sense contained in the passages before us, to proceed again to what follows, entrusting to those who are truly lovers of learning the searching out of the images of Christ set forth through Moses.
1:3148
πλήρη μὲν γὰρ τῶν εἰρημένων τὰ ἐκείνου συγγράμματα, καὶ πολὺς λόγος παρ' αὐτῷ·
因為他的著作充滿了所論及的事,其中的言論極其豐富,
For his writings are full of the things spoken of, and abundant is the discourse found in him,
1:3149
καὶ κεκρυμμένων θεωρημάτων ἀνάπλεως
並且滿載著隱藏的默想。
and brimming with hidden contemplations.
1:3150
ἵνα δὲ μὴ δοκῶμεν ὄκνῳ μὲν τὸ κρατεῖν ἐπιτρέψαι, ἱδρῶτα δὲ οὕτω τὸν ἀξιάγαστον οὐκ εὐλόγως ἀναδύεσθαι, περιτιθέντες ἁπλῶς τοῖς Μωυσαϊκοῖς συγγράμμασι τὴν δυσχέρειαν, ἑαυτοὺς καὶ πρὸς τοῦτο καθήσομεν, τὸ γεγραμμένον εἰδότες Κύριος. δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ· μακροῦ δὲ ὄντος τοῦ περὶ τούτων λόγου, καθάπερ εἰρήκαμεν, καὶ διὰ πολλῶν σχημάτων τοῦ πανσόφου Μωυσέως τὸ ἐπὶ Χριστῷ προανατυποῦντος μυστήριον, οὐκ ἀμέτρητόν τινα τοῖς ἐντευ ξομένοις ἐπισωρεύειν ὄχλον οἰησόμεθα δεῖν, ἀλλ' ἓν ἑλόντες ἐκ πάντων, σαφῆ τὴν ἀπόδειξιν ποιεῖσθαι σπουδάσομεν, ὅτι τοῦ Σωτῆρος ἡμῶν ἀληθὴς ἦν λόγος, ὃν ἐποιεῖτο πρὸς Ἰουδαίους εἰπών Εἰ ἐπιστεύετε Μωυσεῖ ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν
但為了免得我們顯得是把攻克此事之責交給了懶惰,並因此無正當理由地逃避那可敬的辛勞之汗,只把難處單單推給摩西的著作,我們也要著手於此,深知經上所記的:「主賜命令,傳好信息的人成了大群。」但正如我們所說,論這些事的言論甚長,並且那全智的摩西藉許多表號預先描繪了那論到基督的奧祕,我們便認為不宜向讀者堆積起無可量度的一大群材料,乃要從眾多之中選取其一,竭力使論證清楚,證明我們救主對猶太人所說的話乃是真的,就是祂說:「你們如果信摩西,也必信我,因為他寫的是指著我說的。」
But that we may not seem to have entrusted the mastery of it to sloth, and thus without good reason to shrink from the admirable sweat of the task, simply attaching the difficulty to the writings of Moses, we shall set ourselves to this also, knowing what is written: 'The Lord will give a word to those who preach the gospel with great power.' But since, as we have said, the discourse concerning these things is long, and since the all-wise Moses prefigures the mystery concerning Christ through many figures, we shall think it right not to heap up an immeasurable crowd upon those who will read; rather, choosing one out of all, we shall be earnest to make the demonstration clear, that the word of our Saviour was true which He spoke to the Jews, saying, 'If you believed Moses, you would believe Me, for he wrote of Me.'
1:3151
Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν Μωυσῆς
摩西曾預示救主的降臨。
That Moses signified the coming of the Saviour.
1:3152
ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀνα στήσει σοι Κύριος Θεός σου, αὐτοῦ ἀκούσεσθε
「主你的神要從你弟兄中間,給你興起一位先知像我,你們要聽從他。」
'The Lord your God will raise up for you a Prophet from among your brethren, like unto me; him you shall hear.'
1:3153
κατὰ πάντα ὅσα ᾐτήσω παρὰ τοῦ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν·
「這正如你在何烈山聚會的日子,向主你的神所求的一切,說:『求你不要使我們再聽見主我們神的聲音,也不要再看見這大火,免得我們死亡。』」
'according to all that you asked of the Lord your God in Horeb on the day of the assembly, saying, We will not again hear the voice of the Lord our God, nor see this great fire any more, lest we die.'
1:3154
καὶ εἶπε Κύριος πρὸς μέ Ὀρθῶς πάντα ὅσα ἐλάλησαν·
「主對我說:『他們所說的話都是好的。』」
'And the Lord said to me, They have rightly spoken all that they have said;'
1:3155
προ φήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ·
「我必從他們弟兄中間,給他們興起一位先知像你,我要將當說的話傳給他,他要將我一切所吩咐的都傳給他們。」
'I will raise up for them a Prophet from among their brethren, like unto you, and I will put my word in his mouth, and he shall speak to them whatsoever I command him.'
1:3156
διὸ δὴ τύπον ἐξ αὐτοῦ καὶ εἰκόνα τὴν ἐκ νομικῆς ἱερουργίας οὐκ ἔνεστιν ἑλόντας εἰπεῖν
因此,我們實在不能單憑取自律法祭司職分而來的預表與圖像,就作出斷言。
For this reason, indeed, it is not possible, by taking the type of him and the image drawn from the legal priesthood, to make our declaration.
1:3157
ὅμως ἐπείπερ ἀσυνετεῖν οὐκ εἰθίσμεθα πάντα νοοῦντες ὀρθῶς διὰ Χριστὸν, τοῖς ἐντευξομένοις ἐροῦμεν, καὶ τὸν ἐν τοῖς προκειμένοις ἀναμοχλεύοντες νοῦν Ἰδοὺ δὴ πάλιν ἀκατακαλύπτως ἡμῖν τὸ ἐπὶ Χριστῷ λαλεῖται μυστήριον, ἐξ ὁμοιότητος τῆς κατὰ Μωυσέα διὰ λεπτοτάτης θεωρίας ἐντέχνως μεταπλαττόμενον
然而,既然我們因著基督總是正確地思想一切、不慣於愚昧無知,我們就要向研讀此文的人講說,並探究擺在我們面前之經文所蘊含的意義。看哪,如今那論到基督的奧祕再次毫無遮蔽地向我們宣告,藉著最精微的默想,從摩西所載的相似之處被巧妙地重新塑造出來。
Nevertheless, since we are not accustomed to be without understanding, thinking all things rightly through Christ, we shall speak to those who take this up, prying into the sense that lies within what is set before us. Behold now, once again, unveiled to us is spoken the mystery concerning Christ, artfully refashioned by the subtlest contemplation out of the likeness set forth in the account of Moses.
1:3158
Προφήτην γὰρ ὑμῖν ἀναστήσει, φησὶ, Κύριος Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμέ· διερμηνεύων δὲ αὐτὸς, καὶ μάλα γοργῶς, ὁποίαν ἡμῖν εἰσφέρει τὴν ἐξ εἰκονισμοῦ τοῦ κατ' αὐτὸν θεωρίαν τὸ διηγγελμένον, ἐπιφέρει σαφῶς Κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν τῷ ὄρει Σινᾷ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, καὶ οὐ μὴ ἀποθάνωμεν. ἑαυτὸν μὲν γὰρ τὸ τηνικάδε μεσίτην εἰρῆσθαι διισχυρίζεται, τοῖς ὑπὲρ τὴν φύσιν προσβαλεῖν ἀτονούσης ἔτι τῆς Ἰουδαίων Συναγωγῆς, καὶ τὰ ὑπὲρ δύναμιν διὰ τοῦτο σωφρόνως παραι τουμένης
他說:「主你的神要從你弟兄中間,給你興起一位先知像我。」摩西親自解釋這話,且十分迅速地,指明這宣告所傳給我們的、乃是取自他自身之像的何等默想;他清楚地補充說:「這正如你在西乃山聚會的日子,向主你的神所求的一切,說:『我們不要再聽見主我們神的聲音,也不要再看見這大火,免得我們死亡。』」因為他堅稱自己那時被稱為中保,因猶太人的會堂當時尚且軟弱,無力觸及那超乎本性之事,故此明智地推辭那些超過自己能力的事。
'For the Lord your God will raise up for you a Prophet from among your brethren, like unto me,' he says. And interpreting this himself, and that very swiftly, showing what sort of contemplation drawn from the figure of himself the announcement conveys to us, he plainly adds: 'according to all that you asked of the Lord your God at Mount Sinai on the day of the assembly, saying, We will not again hear the voice of the Lord our God, nor see this great fire any more, lest we die.' For at that time he insists that he himself was called a mediator, since the Synagogue of the Jews was as yet too weak to approach what surpasses nature, and therefore prudently begged off from things beyond its power.
1:3159
τοῦτο δὲ ἦν θεοπτία δηλονότι, ταῖς οὐκ ἐξ ἔθους φαντασίαις τὴν ὄψιν ξενίζουσα, καὶ σαλπίγγων ὑπερφυῆ καὶ ἀφόρητα τοῖς ἀκροωμένοις ἀπηχήματα
這顯然就是神的顯現,以非尋常的異象驚駭他們的眼目,又以那超乎自然、令聽者難以承受的號筒響聲震動他們。
And this, clearly, was the vision of God, startling the sight with apparitions not of the customary kind, and the supernatural and unbearable resoundings of trumpets to those who heard.
1:3160
Οὐκοῦν ἀσθενείας μὲν τοῖς τὸ τηνικάδε φάρμακα Μωυ σέως ἀνεδείκνυτο μεσιτεία, διακονοῦντος τῇ συναγωγῇ τὰ θεόθεν τεθεσπισμένα
所以摩西的中保職分在那時顯明為醫治他們軟弱的良藥,因他將那從天上神所頒定的事供給會堂。
Therefore the mediation of Moses was shown at that time to be a remedy for their weakness, as he ministered to the synagogue the things divinely ordained from above.
1:3161
μεταλήψῃ δὲ πάλιν τὸν τύπον ἐπὶ τὴν ἀλήθειαν, καὶ τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων διὰ τούτων ἐννοήσεις Χριστὸν, διακονοῦντα τοῖς εὐμαθεστέροις διὰ φω νῆς ἀνθρωπίνης, ὅτε δι' ἡμᾶς ἐκ γυναικὸς ἐγεννήθη, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀπόῤῥητον θέλησιν, γνωριζομένην αὐτῷ δὴ καὶ μόνῳ, καθὸ καὶ Υἱὸς ἐξ αὐτοῦ καὶ σοφία νοεῖται πάντα εἰδὼς καὶ τὰ βάθη τοῦ Θεοῦ. ἐπειδὴ γὰρ τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐκ ἦν ἀκράτῳ καὶ γυμνῇ προσβαλεῖν τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ δόξῃ τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας·
但你要再將這預表轉用到真理上,藉此領悟那位神與人之間的中保就是基督,他藉著人的聲音——即為我們的緣故從女子而生時——將那唯獨他所知曉、不可言喻的父神旨意,供給那些更易受教的人;因他被認為是出於父的兒子,是智慧,知道萬事,甚至神深奧的事。因為既不能用肉身的眼目赤裸而純然地凝視那超乎萬有之本體的、神聖而不可言喻的榮耀,
But you will again transfer the type to the truth, and by these things you will understand the Mediator of God and men to be Christ, ministering to the more docile through a human voice—when for our sakes he was born of a woman—the ineffable will of God the Father, known to him alone, inasmuch as he is understood to be the Son from him and Wisdom, knowing all things, even the depths of God. For since it was not possible with the eyes of the body to gaze upon the divine and ineffable glory of the Being that transcends all things, unmixed and bare;
1:3162
ἐποιεῖτο βουλὴν, λέγων Πάντα ὅσα ἤκουσα παρὰ. τοῦ Πατρὸς, ταῦτα ἀναγγελῶ ὑμῖν· καὶ πάλιν Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω. οὐκ οῦν κατὰ μὲν τὴν τῆς μεσιτείας εἰκόνα, τύπος ἂν νοοῖτο Χριστοῦ καὶ πάλαι Μωυσῆς, τὰ θεόθεν διωρισμένα τοῖς υἱοῖς Ἰσραὴλ εὖ δὴ καὶ μάλα διακονούμενος·
他就定意說:「凡我從父所聽見的,這些我都要告訴你們。」又說:「因為我沒有憑著自己說話,乃是差我來的父自己給了我命令,叫我說甚麼、講甚麼。」所以,按著中保之像,古時的摩西也可被看作基督的預表,因他極其美善正當地將那些從神所定的事供給以色列的眾子。
he took counsel, saying: 'All things that I have heard from the Father, these I will declare to you'; and again: 'For I have not spoken of myself, but the Father who sent me, he gave me a commandment, what I should say and what I should speak.' Therefore, according to the image of mediation, Moses of old also would be understood as a type of Christ, ministering full well and rightly to the sons of Israel the things divinely determined.
1:3163
ἀλλ' μὲν Μωυσέως μεσιτεία διακονικὴ, ἐλευθέρα δὲ διὰ Χριστοῦ καὶ μυστικωτέρα, φυσικῶς τῶν μεσιτευομένων ἐπιθιγγάνοντος, καὶ πρὸς ἄμφω διήκοντος, τήν τε μεσιτευομένην ἀνθρωπό τητά φημι, καὶ Πατέρα Θεόν
然而摩西的中保職分乃是僕人的,而藉著基督的中保職分卻是自由的、更為奧祕的,因他按本性親觸那被居間調和的雙方,並貫達兩者——我是指那被居間調和的人性,以及父神。
But the mediation of Moses was that of a servant, whereas the mediation through Christ is free and more mystical, since he by nature touches the parties mediated and reaches unto both—I mean both the humanity that is mediated and God the Father.
1:3164
Ἦν μὲν γὰρ φύσει Θεὸς ὡς ἐκ Θεοῦ Μονογενὴς, οἱονεὶ τῆς τοῦ γεννήσαντος οὐ κεχωρισμένος οὐσίας, καὶ αὐτῇ προσπεφυκὼς, καθὸ νοεῖται καὶ ἐξ αὐτῆς·
因他按本性是神,是從神而出的獨生子,並非與那生他者的本體分離,反倒與之連合,正因他被領悟為也是出於那本體;
For he was by nature God, as Only-begotten from God, in a manner not separated from the substance of him who begot, but rather adhering to it, inasmuch as he is understood to be also from it;
1:3165
ἦν δὲ καὶ ἄνθρω πος, καθὸ γέγονε σὰρξ ἑαυτὸν ἡμῖν ἐξομοιῶν, ἵνα δι' αὐτοῦ συνάπτηται Θεῷ τὸ πολὺ κατὰ φύσιν διῃρημένον
他也是人,因他成了肉身,使自己與我們相似,好叫那按本性大大分隔的,藉著他得以與神聯合。
and he was also man, inasmuch as he became flesh, likening himself to us, that through him what by nature is greatly divided might be joined to God.
1:3166
ὅταν οὖν λέγῃ Μωυσῆς ἀναστήσει Κύριος ὑμῖν προφήτην ὡς ἐμὲ, νοήσεις οὐχ ἑτέρως, ὅνπερ τρόπον ἀρτίως εἰρήκαμεν·
所以當摩西說「主要給你們興起一位先知像我」時,你要按我們剛才所述的方式,而非別樣去領會;
When therefore Moses says, 'The Lord will raise up for you a Prophet like unto me,' you will understand it in no other way than the manner we have just now stated;
1:3167
ἐπεὶ καὶ αὐτὸς τὸν ἐπὶ τούτῳ λόγον ἐπισφραγίζει λέγων Θεός ̓Ορθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην αὐτοῖς ἀναστήσω ὥσπερ σὲ, καὶ θήσω τὰ ῥήματά μου ἐπ' αὐτῷ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ. φέρει γὰρ τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως Υἱὸς, ὡς Παῦλός φησι, καὶ τὰς τοῦ Πατρὸς ἡμῖν ἀναγγέλλει φωνὰς, ἅτε δὴ παρ' αὐτοῦ μεσίτης κεχειροτονημένος, κατὰ τὸ ἐν ψαλμοῖς ᾀδόμενον, ὡς ἐξ αὐτοῦ τοῦ Χριστοῦ Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγ γέλλων τὸ πρόσταγμα Κυρίου. Εἰ δέ τῳ δοκεῖ καὶ ἐξ ἑτέρων ἐννοιῶν ἐπὶ τὸν τῆς ὁμοιό τητος ἀναβιβάζεσθαι τρόπον, ἐκλήψεται μὲν νομοθέτην τό Ὡς ἐμὲ, καὶ παροίσει πρὸς ἀπόδειξιν τό Ἐῤῥέθη τοῖς. ἀρχαίοις Οὐ μοιχεύσεις·
因他自己也為這話蓋印為證,神說:「他們所說的話都是好的;我必給他們興起一位先知像你,我要將我的話放在他身上,他要照我一切所吩咐的向他們說。」因為子用他權能的命令托住萬有,正如保羅所說,並將父的話語向我們宣告,因他被父立為中保,正如詩篇所歌唱的,如同出於基督自己:「我已經立我的君在錫安我的聖山上,傳揚主的命令。」若有人以為從別的意義也可上升到此相似的方式,他就要把「像我」理解為立法者,並引以下的話為證:「有話對古人說:『不可姦淫;』」
since he himself also sets the seal upon the word concerning this, God saying: 'They have rightly spoken all that they have said; I will raise up for them a Prophet like unto you, and I will put my words upon him, and he shall speak to them according to all that I command him.' For the Son bears all things by the word of his power, as Paul says, and announces to us the utterances of the Father, inasmuch as he was appointed mediator by him, according to that which is sung in the Psalms, as from Christ himself: 'But I was set up king by him upon Zion his holy mountain, declaring the ordinance of the Lord.' And if it seems to anyone that from other considerations too one may ascend to the manner of the likeness, he will take 'like unto me' to mean a lawgiver, and will adduce as proof: 'It was said to them of old, You shall not commit adultery;'
1:3168
ἐγὼ δὲ λέγω ὑμῖν Οὐκ ἐπιθυ μήσεις
「只是我告訴你們,不可起貪念。」
'but I say to you, You shall not lust.'
1:3169
ἐκλήψεται δὲ πάλιν ὁμοίως τό Ὡς ἐμὲ, χειραγωγὸν οἱονεί τινα καὶ καθηγούμενον λέγων, εἰς τὸ δύνασθαι νοεῖν τὰ ἐν θελήσει Πατρὸς καὶ δι' ὧν ἂν γένοιτο τῆς εἰς οὐρανοὺς βασιλείας ὁδὸς ἱππήλατος·
他又要照樣把「像我」理解為彷彿一位攙扶引領者、一位在前引導的人,說這是為使人能領悟那在父旨意中的事,並藉此使通往天國的道路變得平坦可行;
And again he will likewise take 'like unto me' to mean one leading by the hand, as it were, and one who goes before, saying that it is unto the ability to understand the things that are in the Father's will, and the means by which the road to the kingdom of heaven might become smooth and passable;
1:3170
ὥσπερ οὖν ἀμέλει καὶ τοῖς ἀρχαιοτέροις μακάριος Μωυσῆς τῆς διὰ νόμου παιδαγω γίας διδάσκαλος ἀνεφαίνετο, πανταχῆ τοῖς ἰδίοις ἐπιτιθεὶς λόγοις τό Ἵνα πολὺν ζήσῃς χρόνον, καὶ εἰσάξῃ σε Κύριος Θεός σου εἰς τὴν γῆν ἣν ὤμοσε τοῖς πατράσι σου. ἐπειδὴ δὲ τοῖς εἰρημένοις ἐπήνεγκε Καὶ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνό ματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ, ἀμαθαίνοντες Ἰουδαῖοι, καὶ πρὸς ἐσχάτην δυσηκοΐαν τὸν οἰκεῖον ἀποτραχύνοντες νοῦν, αὐτόκλητον ἤδη βλεπέτωσαν ταῖς ἑαυτῶν κεφαλαῖς ἐπαντλοῦντες τὸν ὄλεθρον·
正如古時蒙福的摩西向古人顯為那藉律法所施之教養的教師,處處在自己的話上附加說:「使你得以長久活著,使主你的神領你進入他向你列祖起誓應許之地。」既然他在所說的話上又加上:「凡不聽那先知奉我名所說之話的人,我必向他追討。」那些愚昧無知、將自己的心剛硬到極度充耳不聞地步的猶太人,如今就當看自己是自招其禍,把毀滅傾倒在自己頭上;
just as, of course, to the men of old the blessed Moses appeared as teacher of the tutelage given through the Law, everywhere appending to his own words: 'That you may live a long time, and that the Lord your God may bring you into the land which he swore to your fathers.' And since to the things spoken he added: 'And the man who will not hear whatsoever that prophet shall speak in my name, I will require it of him,' let the Jews, being ignorant and roughening their own mind unto the utmost deafness, now behold themselves self-summoned, pouring destruction upon their own heads;
1:3171
ἔσονται γὰρ ὑπὸ θείαν ὀργὴν, ὀψώνια τῆς εἰς Χριστὸν παροινίας τὸ ἐν ὁλοκλήρῳ τῶν ἀγαθῶν ζημίᾳ γενέσθαι λαμβάνοντες·
因他們必落在神的忿怒之下,得著他們狂妄褻慢基督的工價,就是全然喪失一切美善之福;
for they shall be under divine wrath, receiving as the wages of their drunken outrage against Christ that they should be brought into the entire loss of good things;
1:3172
Εἰ γὰρ ἐπίστευον Μωυσεῖ, ἐπίστευον ἂν τῷ Χριστῷ·
「因為他們若信摩西,也必信基督;」
'For if they had believed Moses, they would have believed Christ;'
1:3173
περὶ γὰρ αὐτοῦ ἐκεῖνος ἔγραψεν
「因為他曾寫到了基督。」
'for he wrote concerning him.'
1:3174
Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύετε; Πολλὴν ἄν τῳ δόξαι καὶ λίαν εἰκότως λόγος ἔχειν τὴν ἀσάφειαν
「你們若不信他的書,怎能信我的話呢?」這話在某人看來,也頗有道理地,似乎極其晦澀難解;
'But if you believe not his writings, how shall you believe my words?' The saying might seem to someone, and quite reasonably, to have great obscurity;
1:3175
οἰχήσεται γὰρ καὶ οὐκ ἀπὸ σκοποῦ πρὸς ὑπονοίας οὐκ ἀληθεῖς, ὑπερκεῖσθαι τὰς Μωυσέως συγγραφὰς τῶν τοῦ Σωτῆρος ῥημάτων ὑπολαβών·
因為若有人以為摩西的著作被高抬在救主的話語之上,這話就會偏離,且並非無故地,落入不真實的臆測中;
for it will go astray, and not without cause, into untrue surmises, if one supposes that the writings of Moses are set above the words of the Saviour;
1:3176
ἔχει γάρ τινα τοιοῦτον λόγος τὸν σχηματισμὸν, καὶ ὅσον ἔστιν οὐκ ἐξ ἀκριβοῦς θεωρίας ἑλόντας εἰπεῖν, ἀξιολογωτέραν τῶν τοῦ Σωτῆρος ῥημάτων τοῖς Μωυσαϊκοῖς συγγράμμασιν ἐκπορίζει τὴν ὑπόληψιν
因為這話有某種這樣的措辭形式,就其未能出於精確默想而掌握去發言而言,它彷彿使摩西的著作得著比救主話語更值得看重的推想。
for the saying has a certain such construction, and inasmuch as it is not possible to speak having grasped it from exact contemplation, it furnishes to the writings of Moses a supposition more worthy of account than the words of the Saviour.
1:3177
διὰ γὰρ τοῦ λέγειν Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε,. πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύετε; τὸ ἐν ἀμείνοσι κεῖσθαι τὰς ἐκείνου συγγραφὰς, ἐν οἷς ἂν εἶεν οἱ παρ' αὐτοῦ λόγοι, δίδωσί πως ἐννοεῖν·
因為藉著說「你們若不信他的書,怎能信我的話呢?」它某種程度上使人領會,摩西的著作乃在更佳之列,勝過那些出於救主的話所在之處;
For by saying, 'But if you believe not his writings, how shall you believe my words?' it somehow gives one to understand that his writings lie among the better things, rather than those in which the words that come from him might be;
1:3178
ἀλλ' αὐτὴ τοῦ πράγματος φύσις τῆς ἐσχάτης εὐηθείας ἀνάπλεων τὴν οὕτως ἀπίθανον ἐπιδείξει διάνοιαν
然而這事的本質本身必顯明如此難以置信的看法,實在充滿了極度的愚拙。
but the very nature of the matter will exhibit so implausible a notion as full of the utmost silliness.
1:3179
πῶς γὰρ ἂν νοοῖτο τὰ Μωυσέως γράμματα τῶν τοῦ Σωτῆρος διενεγκόντα ῥημάτων, ὅπου τύποι μὲν ἦσαν τὰ δι' ἐκείνου καὶ σκιαὶ, ἀλήθεια δὲ τὰ διὰ Χριστοῦ; καὶ μακρὸν μὲν ἦν ἴσως οὐ χαλεπὸν ἐπὶ τούτῳ δαπανῆσαι λόγον·
因為摩西的著作怎能被看作勝過救主的話語呢?既然藉摩西而來的乃是預表與影兒,而藉基督而來的卻是真理?在這事上費言論述,或許冗長,卻並不困難;
For how could the writings of Moses be understood as surpassing the words of the Saviour, where the things through him were types and shadows, but the things through Christ are truth? And it would perhaps be long, though not difficult, to spend discourse upon this;
1:3180
τὰ δὲ λίαν ἐναργῆ καὶ οὐ θύραθεν, ἀλλ' ἐξ ἑαυτῶν τοὺς ἐλέγχους λαμβάνοντα, περιττὸν οἶμαι λέγειν, ὡς οὐκ ἂν ἔχοι κακῶς καλῶς
但對那些極其明顯、其證據不從外面而來、乃出於自身的事,我以為多加論述是多餘的,彷彿結果會有好壞之分——
but things exceedingly clear, and taking their proofs not from without but from themselves, it is superfluous, I think, to discuss, as though it might turn out ill or well
1:3181
τοῖς τοιούτοις ἐπιδιατρίψαι λεπτομυθῶν; καὶ τὰ μηδαμόθεν δυσχερῆ κατακερματίζων εἰς οὐκ εὐκαίρους πολυλογίας; Ἔχει τοίνυν τὸ διὰ τοῦ Σωτῆρος λεγόμενον τοιοῦτόν τινα νοῦν
在如此瑣碎的絮語中逗留於這類事上,把那毫無難處的事切割成不合時宜的長篇廢話麼?所以,藉著救主所說的話有這樣的意思。
to linger over such matters in petty verbosity, and to chop up things nowhere difficult into ill-timed loquacities? Therefore the saying spoken through the Saviour has some such sense.
1:3182
εἰ νόμον, φησὶ, τὸν διὰ Μωυσέως ἔχοντες γεγραμμένον, ἄνω τε καὶ κάτω τὰ ἐκείνου μελετῶντες γράμματα παρ' οὐδὲν ποιεῖσθε τὴν ἐπ' αὐτοῖς παράβασιν, ἐκτόπῳ λήθῃ βαπτίζοντες τὸ πολλάκις ἀνεγνωσμένον, πῶς ἂν γένοισθε περὶ τοὺς ἐμοὺς εὐγνωμονέστεροι λόγους, πῶς ἂν ἑτοιμότεροί τε καὶ εὐπει θέστεροι πρὸς τὰς ἐμὰς ἀναφανεῖσθε φωνὰς, οὐ πολλάκις οὐδὲ ἀεὶ προσεδρεύοντες, ἀλλ' ὡς ἐκ παραδρομῆς ἀκροώ μενοι, καὶ μόνον ἅπαξ ἔσθ' ὅτε ταῖς τοῦ σώματος ἀκοαῖς εἰσοικίζοντες; γὰρ κατὰ τὸ σχῆμα τόδε τοῖς εἰρημένοις προσβαλεῖς, ἑτέρως ἐπαθρήσεις·
他說:「你們既有藉摩西所寫的律法,又上上下下研讀他的書,卻毫不看重對這律法的干犯,把那屢屢誦讀之言沉溺於奇異的遺忘中,你們怎能對我的話存更善的心,或怎能顯出對我話語更為預備、更為順從呢?你們既不常常、也不總是專心於此,反倒彷彿順道經過般地聽,有時只聽一次,僅用肉身的耳朵留存。因你們要麼以這樣的態度來到所說的話前,要麼以別樣看待它。」
'If,' he says, 'having the Law written through Moses, and studying his writings up and down, you make of no account the transgression of them, drowning in strange forgetfulness what has often been read, how could you become better disposed toward my words, or how could you appear readier and more obedient toward my utterances—you who do not often, nor always, attend to them, but hear them as if in passing, and only once, on occasion, lodge them in the ears of the body? For either you will approach the things spoken in this fashion, or you will regard them otherwise;'
1:3183
χρηστομαθὴς γὰρ λίαν ἐν τούτοις περιεργία καὶ ζήτησις
因為在這些事上細心的探究與尋求,對於良善的學習實在大有益處。
for the careful inquiry and search in these matters is very profitable for good learning.
1:3184
οὐκοῦν τὰ μὲν Μωυσέως γράμματα, παιδαγωγίαν τινὰ καὶ τὸν διὰ τύπου σχημα τισμὸν τῶν ἐπὶ Χριστῷ μυστηρίων εἰσφέρει, καὶ οἱονεὶ στοι χεῖά τινα τῆς περὶ αὐτοῦ γνώσεως, τὰ ἐν ἐκείνῳ σκιαγρα φούμενα, καὶ διὰ τῶν ἤδη προεξητασμένων πλατύτερον ἐπεδείξαμεν
所以摩西的著作帶進某種教養,以及藉預表對那論到基督之奧祕的塑形,彷彿是關於他之知識的某些初階要素——即在律法中被描摹為影像的事——這些我們也已藉先前所考察的更詳盡地闡明了。
Therefore the writings of Moses bring in a certain tutelage and the figuration through type of the mysteries concerning Christ, and, as it were, certain rudiments of the knowledge concerning him—the things adumbrated in that Law—which also, through what has already been examined, we have shown more fully.
1:3185
Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν·
基督屢次離開耶路撒冷,表明恩典要轉移到外邦人身上;
That the frequent departures of Christ from Jerusalem signify that grace was to be transferred to the Gentiles;
1:3186
ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε ἄρτων τῶν κριθίνων καὶ τῶν δύο ὀψαρίων
同時也有一段論到五個大麥餅和兩條魚的話。
and at the same time a discourse also concerning the five barley loaves and the two fishes.
1:3187
Καὶ μετὰ ταῦτα ἀπῆλθεν Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος
「這事以後,耶穌渡過提比哩亞海去了。」
'And after these things Jesus went away over the sea of Tiberias.'
1:3188
ΠΡΩΤΟΝ ἐκεῖνο χρῆναι τοῖς ἀκροωμένοις εἰπεῖν ὑπολαμ βάνω ἀναγκαῖον, ὅτι τὰς ἐκ τῶν Ἱεροσολύμων μεταβάσεις Κύριος οὐ δίχα τινὸς ἀναγκαιοτάτης αἰτίας ὁρᾶται ποιῶν·
我以為必須先向聽眾說這一點,就是主離開耶路撒冷,顯然不是沒有某種極其緊要的緣故;
I suppose it necessary first to say this to the hearers, that the Lord is seen making his departures from Jerusalem not without some most compelling cause;
1:3189
οἰκονομεῖ δέ τι σχεδὸν ἐφ' ἑκάστῃ, καὶ ἐν τῇ τῶν πραγμά των φύσει, καθάπερ ἐν πίνακι, καταγράφει μυστήρια
反倒幾乎在每一次離去中都作出某種安排,並在事件的本質裡,彷彿在一塊畫板上,銘刻下奧祕。
but he arranges something at almost every one, and in the very nature of the events, as though on a tablet, he inscribes mysteries.
1:3190
ὁποῖος μὲν οὖν τῆς μεταστάσεως σκοπὸς, καὶ τί τὸ ἐντεῦθεν ὑπο δηλούμενον, ἐν οἰκείῳ καιρῷ καταφανὲς καταστήσομεν, ἐκβε βηκότων εἰς πέρας τῶν προκειμένων ἡμῖν κεφαλαίων·
那麼這遷移的目的是甚麼、由此所暗示的是甚麼,我們必在適當的時候使之顯明,即等擺在我們面前的各章告一段落之後;
What then is the aim of the removal, and what is here intimated, we shall make manifest in due season, when the chapters set before us have come to their end;
1:3191
ἕκαστα γὰρ διελόντες κατὰ βραχὺ, καὶ τὸ ἐκ τῶν γραμμάτων διερ μηνεύσαντες χρήσιμον, οὕτω τε τοῖς ἐντευξομένοις παρα θέντες εἰς νόησιν, τελευταίαν ἐποίσομεν τὴν ἐπὶ τῷ παντὶ θεωρίαν τὰ πολυμερῶς εἰρημένα κεφαλαιωδέστερον ἐπιτέμ νοντες·
因為我們逐段細細分解,並將經文中有益之處解明,如此陳於研讀者面前以供領悟之後,我們必在末了帶出對全體的默想,把那已多方分述的事更為概括地精簡。
for having divided each part little by little, and interpreted what is profitable from the writings, and thus set it before those who take it up for understanding, we shall bring on at the last the contemplation upon the whole, cutting short more summarily the things that have been said in their many parts.
1:3192
δὲ νῦν ἐν χερσὶν ὑπάρχει, τοῦτο καὶ πρῶτον εἰπεῖν οἰήσομαι δεῖν
但如今手邊所要處理的,我以為這也當先加陳述。
But what is now in hand, this too I think must be spoken first.
1:3193
Μετὰ ταῦτά φησιν ἀπῆλθεν Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος
他說:「這事以後,耶穌渡過提比哩亞海去了。」
'After these things,' he says, 'Jesus went away over the sea of Tiberias.'
1:3194
μετὰ ποῖα ταῦτα, ζητητέον οὐ παρειμένως
「這事」是甚麼事呢?這須不可草率地加以查究。
After what things? This must be inquired into not carelessly.
1:3195
παράδοξος τοίνυν ἐν τοῖς Ἱεροσολύμοις ἰατρὸς ἀνεδείχθη. Χριστός·
所以基督在耶路撒冷顯為一位奇妙的醫生;
A marvellous physician, therefore, was Christ shown to be in Jerusalem;
1:3196
τεθεράπευκεν ἄνθρωπον τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ αὐτοῦ, οὐ φάρμακον ἐπιθεὶς, οὐ νοσημάτων ἀποκρουστικὸν ἐπινοήσας βοήθημα, λόγῳ δὲ μᾶλλον, ὡς Θεὸς, ἐξουσίᾳ παντουργῷ καὶ θεοπρεπεῖ τῷ νεύματι·
他醫好了一個患病三十八年的人,並非敷上藥物,也非設計甚麼驅病的療法,乃是憑一句話,如同神一般,以創造萬有的權柄和配得神的頷首;
he healed a man who had been thirty-eight years in his infirmity, not by applying a drug, nor by devising some remedy to repel diseases, but rather by a word, as God, with all-effecting authority and a nod befitting God;
1:3197
Ἐγερθεὶς γὰρ, φησὶν, ἆρον τὸ κλινίδιόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. ἐπειδὴ δὲ σάββατον ἦν, χαλε παίνουσιν ἀμαθῶς οἱ τὴν παχύτητα νοσοῦντες τοῦ γράμματος Ἰουδαῖοι, οἱ πλέον ἐκεῖνος ταῖς συντρόφοις αὐτῶν ἀλογίαις συνδεδεμένοι, οἱ πάντων ὁμοῦ τῶν ἀγαθῶν ἀδρανῆ νοσοῦντες ἀργίαν, οἱ παράλυτοι τὸν νοῦν, καὶ τὴν ἕξιν ἐκλελυμένοι, πρὸς οὓς ἂν εἰκότως καὶ λέγοιτο Ἰσχύσατε χεῖρες ἀνει μέναι καὶ γόνατα παραλελυμένα. χαλεπαίνουσι δὲ, τὴν ὀφειλομένην τῷ σαββάτῳ τιμὴν χρῆναι λέγοντες καὶ παρ' αὐτοῦ τοῦ νομοθέτου φυλάττεσθαι·
因他說:「起來,拿你的褥子回家去吧。」既是安息日,那些患律法字句之愚鈍病症的猶太人,就無知地惱怒——他們比那人更被自己與生俱來的悖理所捆綁,患了對一切善事怠惰無力的病症,心思癱瘓,志向鬆懈,對他們正可說:「你們要使軟弱的手堅壯,發酸的腿挺直。」他們惱怒,說安息日當得的尊榮就連立法者自己也應遵守;
for 'Rise,' he says, 'take up your bed, and go to your house.' And since it was the Sabbath, the Jews, sick with the grossness of the letter, are ignorantly angered—they who more than that man were bound by the irrationalities native to them, sick with a feeble idleness toward all good things together, paralyzed in mind and slackened in disposition, to whom it might reasonably be said, 'Strengthen the slackened hands and the paralyzed knees.' And they are angered, saying that the honour owed to the Sabbath ought to be kept even by the Lawgiver himself;
1:3198
καταδικάζουσιν ὡς παρα βαίνοντος τοῦ Χριστοῦ, τὸ γεγραμμένον εἰς νοῦν οὐ δεχό μενοι Ἀσεβὴς λέγων βασιλεῖ Παρανομεῖς. ἐπὶ τούτοις ἔλεγχοι μὲν ἦσαν παρὰ τοῦ Σωτῆρος δριμεῖς·
他們定基督為干犯律法的,不肯把所記的話存於心:「那對君王說『你行不義』的,乃是不敬虔的。」對這些事,救主有嚴厲的責備;
they condemn Christ as a transgressor, not receiving into mind what is written: 'Impious is he who says to a king, You break the law.' Upon these things there were sharp reproofs from the Saviour;
1:3199
ἐστι τοῦ σαββάτου υἱὸς τοῦ ἀνθρώπου. ἀλλ' οἱ πρὸς μηδὲν μὲν τῶν ἀγαθῶν ἐπιτήδειοι, πρὸς δὲ πάσας ἑτοιμότατοι δυστροπίας καταστασιάζουσι τοῦ διδάσκοντος ἅπερ ἔδει μαθεῖν, καὶ φονῶσιν ἤδη κατὰ τοῦ σοφοῦν ἐθέ λοντος, πονηρὰ, κατὰ τὸ γεγραμμένον, ἀντὶ ἀγαθῶν ἀπο διδόντες αὐτῷ
「人子是安息日的主。」但他們對一切善事一無所能,卻對各樣乖僻至為敏捷,竟起來結黨反對那位教導他們本當學習之事的主,如今渴望那願使他們有智慧者的血,正如所記的,以惡報他的善。
'the Son of man is lord of the Sabbath.' But they, being fit for nothing that is good, yet most ready for every perversity, rise in faction against him who teaches the very things they ought to have learned, and now thirst for the blood of him who wills to make them wise, rendering to him, as it is written, evil for good.
1:3200
Μετὰ τοίνυν ταῦτα τὰ πεπραγμένα τε καὶ εἰρημένα ἀπανί σταται τῶν Ἱεροσολύμων ὡς ἐξ ἀνάγκης Κύριος, καὶ ἐπείπερ ἦν ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, ὡς ὀλίγον ἐν τοῖς ἐφεξῆς εὑρήσομεν, καὶ αὐτὴν διέπλευσε τὴν Τιβεριάδος. θάλασσαν, ἤτοι λίμνην οὕτω καλουμένην ἐν τῇ χώρᾳ τῶν Ἰουδαίων
既有這些所行所說之事,主便彷彿出於必要地離開耶路撒冷;又因猶太人的逾越節近了,正如我們稍後在下文所要看見的,他就渡過那提比哩亞海,即在猶太人境內如此稱呼的湖。
After these things, then, both done and said, the Lord departs from Jerusalem as of necessity; and since the Passover of the Jews was near, as we shall find in what follows a little later, he crossed over the very sea of Tiberias, or the lake so called in the country of the Jews.
1:3201
ἐπειδὴ δὲ τὸ δὴ μάλιστα κατασοβῆσαν αὐτὸν, καὶ μεταχωρεῖν ἀναπεπεικὸς εἰς ἑτέρους τε οἴχεσθαι τόπους καὶ τοσοῦτον τῆς Ἱερουσαλὴμ ἀπεσχοινισμένους, ἐκεῖνο δὴ μά λιστα ὑπάρχειν ἀρτίως εἰρήκαμεν, τὸ ἐγγὺς εἶναι τὸ πάσχα τῶν Ἰουδαίων·
既然我們剛才說過,那最使他離去、勸他退避、往別處去、往離耶路撒冷如此遙遠之地的緣由,主要就是這一點——猶太人的逾越節近了——
And since we have just now said that what most of all drove him off and persuaded him to withdraw and go away to other places, and those so far removed from Jerusalem, was chiefly this—that the Passover of the Jews was near—
1:3202
δεικνύναι πρέπειν ὑπολαμβάνω, καλῶς δὴ λίαν τὸ ἐν τοῖς Ἱεροσολύμοις εὑρίσκεσθαι κατ' ἐκεῖνο καιροῦ παραιτησάμενον τὸν Ἰησοῦν
我以為應當表明,耶穌在那時節推辭出現於耶路撒冷,實在是極其正當的。
I think it fitting to show that Jesus did quite rightly in declining to be found in Jerusalem at that season.
1:3203
Οὐκοῦν νόμος διὰ Μωυσέως ἀπὸ πάσης τῆς περιοικίδος ἀνατρέχειν εἰς Ἱεροσόλυμα τοὺς Ἰουδαίους ἐκέλευεν, ἐκεῖ τὴν ἐν τύπῳ τῆς σκηνοπηγίας ἐπιτελέσοντας ἑορτήν
藉摩西所賜的律法吩咐猶太人從四圍各地上耶路撒冷去,在那裡以預表的方式守住棚節。
Now the Law given through Moses commanded the Jews to go up from all the surrounding region to Jerusalem, there to celebrate in type the feast of Tabernacles.
1:3204
καὶ νοήσει μὲν ἐντεῦθεν πνευματικὸς τὴν ἁπάντων τῶν ἁγίων ἐπισυναγωγὴν εἰς Χριστὸν, ὅτε δὴ καὶ ἀπὸ πάσης τῆς οἰκουμένης μετὰ τὴν τῶν νεκρῶν ἀναβίωσιν εἰς τὴν ἄνω συνενεχθήσονται πόλιν τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἀναθή σοντες ἐκεῖσε τὰ χαριστήρια τῆς σκηνοπηγίας τῆς ἀληθοῦς, τουτέστι τῆς τῶν σωμάτων συμπήξεώς τε καὶ διαμονῆς, λελυμένης δηλονότι τῆς φθορᾶς, καὶ τοῦ θανάτου πεσόντος εἰς θάνατον
屬靈人由此必領悟眾聖徒都要聚集歸於基督,就是在死人復活之後,從全世界被聚攏到那在上之城、天上的耶路撒冷,在那裡獻上那真住棚節的感恩祭——即身體的重新組建與長存——朽壞顯然被解除,死亡也墮入死亡之中。
And from this the spiritual man will understand the gathering together of all the saints unto Christ, when indeed from all the inhabited world, after the resurrection of the dead, they shall be brought together into the city above, the heavenly Jerusalem, offering there the thank-offerings of the true feast of Tabernacles—that is, of the fastening together and abiding of the bodies—corruption being clearly loosed, and death having fallen unto death.
1:3205
τὸ δὲ ὅσον εἰπεῖν εἰς τὸ ἐκ τῆς ἱστορίας γενέσθαι πεφυκὸς, ἀριθμὸν οὐκ ᾔδει τῶν ἀναβαινόντων εἰς Ἱερουσαλὴμ πληθὺς, καὶ ἦν δὴ μάλιστα κατ' ἐκεῖνο καιροῦ πολλὰ δύνασθαι τοὺς Φαρισαίους εἰκὸς, συναγορεύειν τῷ νόμῳ προσποιουμένους, καὶ ὡς ἐν πλήθει τοσούτῳ κατα βοῶντας τοῦ παραβαίνοντος, καὶ παραβαίνειν οἰηθέντος αὐτοῖς
但就那按史實自然可說的而言:上耶路撒冷之人的群眾多得不可數計,而在那時節,法利賽人尤其可能大有能為,假裝為律法辯護,並在如此眾多的人群中喊叫控告那干犯律法的人,或那被他們認為在他們眼中干犯律法的人。
But as for what one may say concerning what naturally arises from the history: the multitude of those going up to Jerusalem knew no number, and it was especially likely at that season that the Pharisees could do much, pretending to plead the cause of the Law, and, as in so great a crowd, crying out against the transgressor, or against him whom they supposed to be transgressing in their eyes.
1:3206
οὐδὲν γὰρ ὅλως τὸ χαλεπὸν, τὸν ἀμέτρητον τῶν ἀγελαίων ἀναῤῥιπίζειν ἑσμὸν, ὅταν τις αὐτὸν ἠδικῆσθαι λέγῃ καὶ παροτρύνειν ἐπιχειρῇ καὶ κατὰ τῶν λυπούντων οὐδέν·
因為當有人說自己受了冤屈,並著手去煽動群眾,甚至去對付那毫未虧負他的人時,要把那不可勝數的烏合之群煽起火來,實在毫無難處;
For there is nothing at all difficult in fanning into flame the measureless swarm of the common herd, whenever anyone says that he has been wronged and undertakes to incite them, and that against those who have grieved him in no way at all;
1:3207
ὕδατος γὰρ δίκην, καὶ πυρὸς ἀδιακρίτοις καὶ ἀπρο βουλεύτοις ὁρμαῖς διαῤῥιπτεῖται πανταχῆ, καὶ πρὸς ἅπαντα. χωρεῖ τὰ παθεῖν ἀνεχόμενα
因為它如同水,甚或如火,以不加分辨、毫無深思的衝動四處奔湧,向著一切甘受其害之物而去。
for like water, or even fire, it is flung everywhere with undiscerning and unpremeditated impulses, and moves against everything that submits to suffer.
1:3208
ταῦτα τοίνυν οὐκ ἀγνοήσας Κύριος ὑπεκκλέπτει μὲν τῆς Ἱερουσαλὴμ ἅμα τοῖς μαθηταῖς ἑαυτὸν, ἀφικνεῖται δὲ τῆς θαλάσσης πέραν τῆς Τιβεριάδος·
所以主既不是不知道這些事,就暗暗地同門徒從耶路撒冷退去,渡到提比哩亞海那邊;
These things, therefore, not being ignorant of them, the Lord secretly withdraws himself, together with the disciples, from Jerusalem, and arrives over the sea of Tiberias;
1:3209
ὅτι δὲ φονῶντας παραιτεῖται τοὺς Ἰουδαίους, καλῶς δὴ μάλα ποιῶν, εἰσόμεθα πάλιν καὶ διὰ τούτων
他推避那存殺意的猶太人,實在行得極是正當,我們也要藉這些話再次得知。
and that he declines the murderous Jews, doing quite rightly, we shall learn again through these words as well.
1:3210
λέγει γὰρ αὐτὸς μακάριος Εὐαγγελιστής Καὶ μετὰ ταῦτα περιεπάτει ̓Ιησοῦς ἐν τῇ Γαλιλαίᾳ·
因為蒙福的福音書作者親自說:「這事以後,耶穌在加利利遊行;」
For the blessed Evangelist himself says: 'And after these things Jesus walked in Galilee;'
1:3211
οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ὅτι μὲν οὖν παραιτεῖται τὸ ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ἵνα μὴ πρόωρον ὑπομείνῃ τὸν θάνατον, συγκατανεύσω, φησὶν, ἐρεῖ τις τυχὸν, ἀλλ' εἰ καὶ φεύγει τὴν ἑορτὴν, οὔπω μαν θάνω
「他不願在猶太遊行,因為猶太人想要殺他。」有人或許會說:那麼,他推辭在猶太遊行,好叫他不至過早受死,這我承認;但即便他躲避這節期,我還是不明白為何如此。
'for he would not walk in Judaea, because the Jews sought to kill him.' That he declines to walk in Judaea, then, in order that he might not undergo death prematurely, I will grant, someone will perhaps say; but even if he flees the feast, I do not yet learn why.
1:3212
οὐκοῦν οἱ μὲν νομισθέντες ἀδελφοὶ προσίασι λέγοντες ἐν τῇ Γαλιλαίᾳ τῷ Χριστῷ Ἀνάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου βλέπωσι τὰ σημεῖα ποιεῖς. πρὸς αὐτοὺς δὲ Κύριος Ὑμεῖς ἀνά βητε εἰς τὴν ἑορτὴν, ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ἐμὸς καιρὸς οὔπω πεπλήρωται. Πρόδηλον οὖν ἄρα καὶ σαφὲς, ὅτι τῶν Ἱεροσολύμων ἐκκεχώρηκεν Σωτὴρ, οὐκ αὐθαίρετον τὴν ὡς ἐξ ἐκεῖθεν ἀποδημίαν στειλάμενος, ἀλλὰ καὶ τὰς τῶν ἀπειθούντων βδελυρίας ἐκμυσαττόμενος, καὶ τῶν διωκόντων τὴν ἀγριότητα τῆς εὐστοχίας περιπλανῶν, καὶ τέχνῃ τοῦ φθόνου τὸ βέλος ἀποκρουόμενος
所以那些被算為他弟兄的人在加利利前來對基督說:「你離開這裡上猶太去吧,好叫你的門徒也看見你所行的神蹟。」但主對他們說:「你們上去過節吧,我還沒有上去過這節,因為我的時候還沒有滿。」由此顯然明白,救主離開耶路撒冷,並非出於自願的抉擇踏上這由那裡的離去,乃是既厭惡那悖逆之人的可憎行徑,又擾亂那逼迫者兇殘的準頭,並藉巧計擋開嫉妒的箭。
Therefore those who were reckoned his brethren approach in Galilee, saying to Christ: 'Depart hence and go into Judaea, that your disciples also may behold the signs which you do.' But the Lord to them: 'Go up to the feast; I go not up to this feast, because my time is not yet fulfilled.' It is therefore evident and clear that the Saviour withdrew from Jerusalem, not undertaking his departure thence as a self-chosen thing, but both abhorring the abominations of the disobedient, and baffling the aptness of his persecutors' savagery, and repelling by artifice the dart of envy.
1:3213
ὑπεκνεύει δὲ πάλιν, καίτοι παθεῖν ἰσχύων οὐδὲν, εἴ γε καὶ παρῆν, ἵνα τύπον ἡμῖν ἀναγράψῃ καλὸν, οὐ δειλίας μᾶλλον, ἀλλ' εὐλαβείας καὶ ἀγάπης τῆς εἰς τὸν πέλας
他再度退避,儘管即便他在場也絲毫不會受害,乃是為給我們刻下一個高尚的榜樣——不是膽怯的,而是謹慎與愛鄰舍之愛的榜樣。
And he withdraws again, although being able to suffer nothing even if he were present, in order that he might inscribe for us a noble type—not of cowardice, but rather of caution and of love toward one's neighbour.
1:3214
ὀργαῖς, καὶ τὸ θράσος τῆς καθ' ἑαυτῶν πλεονεξίας ὑπο τεμνόμεθα, ὠφελοῦντες μᾶλλον τοὺς οἵπερ ἂν γένοιντο περὶ ἡμᾶς οὐκ ἀγαθοὶ, καὶ ἀδίκως, ἤπερ ὠφελούμενοι, ὅπερ ἐστὶν ἐναργῶς, μὴ τὰ ἑαυτῶν ζητοῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων
……我們對他們的忿怒,並截斷那向著我們自己而發的貪婪妄圖之膽大,如此我們寧可造福那些可能對我們心懷惡意、且是不義地如此的人,勝過使自己得益——這顯然就是不求自己的益處,也求別人的益處。
...to their wraths, and we cut short the audacity of the grasping greed directed against ourselves, benefiting rather those who might be evil toward us, and unjustly so, than being benefited—which is manifestly, not seeking our own things, but also the things of others.
1:3215
ἔργον οὖν ἀγάπης, τὸ τοῖς ἐθελοκακοῦσι μὴ ἀντεγείρεσθαι πάντως, μηδὲ ἀποκεχρημένους τῷ δύνασθαι πάσχειν οὐδὲν κἂν παρόντες ἁλισκώμεθα, δριμύτερον ὥσπερ ἐν ἐκείνοις ἀπεργάζεσθαι τὸν θυμὸν, πλεονεκτεῖν οὐκ ἔχοντα τοῦ μισου μένου τὴν δύναμιν·
所以愛的工作乃在於:對那些故意作惡的人絕不起而抗爭,也不濫用那絲毫不受害的能力——即便我們在場被捉——以致彷彿反使他們裡面的忿怒更加苦烈,因這忿怒對所恨之人毫無權勢;
It is therefore the work of love, not to rise up at all in opposition against those who wilfully do evil, nor, misusing the ability to suffer nothing—even if being present we be caught—to render the wrath in them the more bitter, as it were, since it does not have power over the one hated;
1:3216
τοίνυν ἀγάπη, φησὶ καθάπερ Παῦ λος, οὐ ζητεῖ τὰ ἑαυτῆς, ἥπερ ἦν ἐν Χριστῷ καθαρῶς
所以愛,正如保羅所說,不求自己的益處——這在基督裡乃是純全的。
love therefore, as Paul says, seeks not its own things—which was purely in Christ.
1:3217
Ὀξὺ δὲ δὴ πάλιν ἐνερείσας τοῖς γεγραμμένοις τῆς δια νοίας τὸ ὄμμα, θαυμάσεις ἀρίστην εὑρίσκων οἰκονομίαν ἐν ταῖς τοῦ Σωτῆρος ἡμῶν ἀποστάσεσι, ταῖς ἐκ τῶν Ἱεροσο λύμων φημί
你若再將悟性的眼目敏銳地凝注於所記之事,就必希奇,發現在我們救主的退避中——我是指那些離開耶路撒冷的退避——有一極其美好的安排。
And again, having fixed sharply upon the things written the eye of your understanding, you will marvel, finding a most excellent dispensation in the withdrawals of our Saviour—I mean those from Jerusalem.
1:3218
ἐξελαύνεται μὲν γὰρ ὑπὸ τῆς τῶν Ἰουδαίων ἀπονοίας πολλάκις, καταλύων δὲ παρὰ τοῖς ἀλλογενέσι, καὶ ἀνασώζεσθαί πως δοκεῖ παρ' ἐκείνοις, καὶ τῆς δεούσης ἀπο λαύει τιμῆς·
因他屢屢被猶太人的瘋狂趕逐,卻在異族之人中間寄居,彷彿在他們中間得蒙保全,並享受應得的尊榮;
For he is often driven out by the madness of the Jews, but lodging among those of another race, he seems somehow to be preserved among them and to enjoy the honour that is due;
1:3219
τὴν ἀμείνω ψῆφον τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ διὰ τούτου διδοὺς, καὶ τὸ μισόθεον τῶν ἐξ Ἰσραὴλ διὰ τῆς ἑτέρων εὐλαβείας ἐξελέγχεσθαι ποιῶν, καὶ τὸ ἐν ἐκείνοις ὠμὸν διὰ τῆς ἐν τούτοις ἡμερότητος ἐπιδεικνύων, ἵνα δὴ διὰ πάντων φαίνοιντο λοιπὸν κεχρεωστημένως ἤδη καὶ καλῶς τῆς εἰς τοὺς πατέρας ἐπαγγελίας ἐξωθούμενοι
藉此將更佳的判決賜給那從外邦人而出的教會,並使以色列人恨神的心,藉別人的敬虔被顯明定罪,又藉後者的溫柔顯出前者的兇殘,好叫在一切事上,他們從此顯為理當且正當地被逐出那向列祖所立的應許之外。
through this giving the better verdict to the Church from among the Gentiles, and causing the God-hating disposition of those of Israel to be convicted through the reverence of others, and displaying the cruelty in the former through the gentleness in the latter, so that through all things they might henceforth appear, by their own debt and rightly, thrust out from the promise made to the fathers.
1:3220
ἀποπηδήσας δὲ τῶν Ἱεροσολύμων Κύριος, οὐκ εἰς μίαν τῶν περιοικίδων καταλύει πόλιν, οὐδὲ ἐν ταῖς ὁμόροις αὐλίζεται κώμαις, πέραν δὲ ἄπεισι τῆς θαλάσσης τῆς Τιβεριάδος, μονονουχὶ δι' ἐμφανε στάτου πράγματος ἀπειλῶν τοῖς ὅτι προσήκοι διώκειν αὐτὸν δυσσεβῶς ᾑρημένοις, ὅτι τοσοῦτον αὐτῶν ἀποστήσεται, καὶ παντὸς τοῦ ἔθνους ἑαυτὸν ἀπονοσφιεῖ, ὡς καὶ ἄβατον αὐτοῖς τρόπον τινὰ τῆς πρὸς αὐτὸν ἐπιστροφῆς κατασκευάσαι τὴν ὁδόν·
主既從耶路撒冷躍離,並不寄居於四圍任何一座城,也不在鄰近的村莊安營,卻渡過提比哩亞海那邊去,幾乎以極其顯明的舉動威嚇那些不敬虔地選擇認為應當逼迫他的人:他必如此遠離他們,並將自己與整個民族隔絕,以致在某種意義上使那歸向他的路對他們成為不可通行。
And having leapt away from Jerusalem, the Lord does not lodge in any one of the surrounding cities, nor does he encamp in the neighbouring villages, but goes away over the sea of Tiberias, all but threatening by a most manifest deed those who have impiously chosen that it is fitting to persecute him—that he will stand off so far from them, and will sever himself from the whole nation, so as to render the road of return to him in some way impassable for them.
1:3221
βατὴ γὰρ οὐδαμῶς τοῖς ἀνθρώπων ποσὶν θάλασσα
因為海洋絕非人的雙腳所能行走。
For the sea is in no way passable to the feet of men.
1:3222
Ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν ὡς ἐν ὠδῖσιν τύπος κεκρυμ μένον ἔχειν μυστήριον
此外,這預表似乎為我們懷藏著另一個奧祕,如同在產難之中隱藏著的一般。
It seems, moreover, that the figure holds hidden within it for us, as within birth-pangs, yet another mystery.
1:3223
ὅτε γὰρ τῆς Αἰγυπτίων ἐξεπέμπετο χώρας Ἰσραὴλ, ἠκολούθει μὲν λίαν ἐκτεθηγμένος Φαραὼ, ἐπὶ δὲ ταῖς ἀδοκήτοις εὐπραγίαις τοῦ ἔθνους ἐξοιστρούμενος, τὰ ἐκ φθόνου καὶ λύπης ἀποτολμᾶν νόμῳ τῷ μάχης ἠπεί γετο·
當以色列被差遣離開埃及人之地時,法老極其震怒地在後追趕;他因這民族出人意料的順遂而狂怒如被螫刺,遂被爭戰之律所驅使,膽敢行出那些出於嫉妒與憂憤的事。
For when Israel was being sent forth out of the land of the Egyptians, Pharaoh followed after them, exceedingly enraged; and, stung to frenzy at the unexpected good fortune of the nation, he was driven by the law of battle to dare those things that spring from envy and grief.
1:3224
ἠκολούθει δὲ, δύνασθαι παλινδρομεῖν εἰς δουλείαν ἀναγκάσειν οἰόμενος τοὺς ὀψὲ καὶ μόλις τῆς ὑπ' αὐτῷ θητείας ἐκδεδυκότας·
他在後追趕,以為自己能夠強迫那些方才好不容易脫離他手下奴役的人重返為奴。
He followed after, supposing that he would be able to compel back into slavery those who had only lately and with difficulty slipped out from the servitude under him.
1:3225
ἀλλὰ διεβίβαζε μὲν τὸν λαὸν διὰ θαλάσσης μέσης Θεὸς, δὲ διώκων ἐντόνως καὶ χαλᾶσαι μὲν τὴν ὀργὴν μηδαμῶς ἀνεχόμενος, θεομαχεῖν δὲ παρα λόγως ἀναπεπεισμένος ἐξ ἀκράτου θυμοῦ, κατὰ μέσην αὐτὴν πανστρατιᾷ κατεπνίγετο, διεσώζετο δὲ μόνος Ἰσραήλ
然而神卻領這百姓從海中經過;那追趕者猛烈地緊追,絲毫不肯止息怒氣,反倒因純然的暴怒而被慫恿去悖理地與神爭戰,於是連同全軍在海的正中被淹沒了;唯有以色列獨自得蒙拯救。
But God was bringing the people across through the midst of the sea; while the pursuer, pressing on vehemently and by no means willing to slacken his wrath, but irrationally persuaded to fight against God out of unmixed fury, was drowned in the very midst of it with all his host; but Israel alone was preserved.
1:3226
ἀλλ' ἡκέτω καὶ νῦν εἰς μέσον ἡμῖν τὰς τῶν Ἰουδαίων ἀπονοίας προαναθρηνήσας Μωυσῆς, καὶ λεγέτω πρὸς αὐτοὺς ἐπὶ ταῖς εἰς Χριστὸν ἀσεβείαις ἀγανακτῶν Γενεὰ πονηρὰ καὶ μοιχαλὶς, ταῦτα τῷ Κυρίῳ ἀνταποδίδοτε; τὸν διενεγ κόντα διὰ θαλάσσης μέσης καὶ κυμάτων σφοδρῶν πέραν ἐλαύνεις θαλάσσης, καὶ διώκων οὐκ ἐρυθριᾷς; σὸν οὖν ἄρα τὸ παθεῖν Ἰουδαῖε, σὲ καταπνίξει λοιπὸν θάλασσα·
但願那先前為猶太人的愚妄哀哭的摩西,如今也站到我們中間來,因他們敵對基督的不虔而憤慨地對他們說:「邪惡淫亂的世代啊,你們竟這樣報答耶和華嗎?」那領你們從海中和洶湧波濤中經過的主,你們卻將祂驅逐到海外,追趕祂而不知羞愧嗎?猶太人哪,受苦的既是你自己,此後這海必要淹沒你。
But let Moses too now come forward into our midst, who beforehand lamented the folly of the Jews, and let him say to them, in indignation at their impieties against Christ: 'A wicked and adulterous generation, do you thus requite the Lord?' Him who carried you across through the midst of the sea and its violent waves, you drive beyond the sea, and pursuing Him you do not blush? Yours therefore is the suffering, O Jew; henceforth the sea shall drown you.
1:3227
καταδιωκόντων, οὐ τῶν διωκομένων, θάνατος, καὶ ἐν ἐκείνοις ἦν τότε, καὶ νῦν ἐπὶ Χριστοῦ καὶ τῶν ἀνοσίων Ἰουδαίων
死亡臨到的是追趕者,而非被追趕者;當時如此,如今在基督與那些不虔的猶太人身上也是如此。
Death was then, and is now under Christ and the unholy Jews, the lot of the pursuers, not of the pursued; it was so in those of old, and it is so now.
1:3228
ἀλλ' Αἰγυπτίοις μὲν καὶ τῷ παρ' ἐκείνοις κρατοῦντι, τότε περὶ σώματος ἐκ γῆς κίνδυνος ἦν, Ἰουδαῖοι δὲ παθόντες εἰς τὰ τιμιώτερα μει ζόνως κολάζονται·
然而對埃及人和統管他們的那位而言,當時的危險只關乎那出於塵土的身體;至於猶太人,他們所受的苦卻是在更寶貴之事上、更加沉重地受懲罰。
But for the Egyptians and for him who ruled among them, the danger then concerned the body drawn from earth; whereas the Jews, in their suffering, are chastised in a greater degree, in the things that are more precious.
1:3229
ψυχῆς γὰρ ὑπομένουσι ζημίαν, ἀναλόγως τοῖς ἰδίοις κακουργήμασι τὰ ἐπίχειρα κομιζόμενοι
因為他們所承受的是靈魂的虧損,按著自己的惡行相稱地領受報應。
For they endure the loss of the soul, receiving requital in proportion to their own evil deeds.
1:3230
ἐκολάζετο μὲν γὰρ εὐλόγως Φαραὼ, πλεονεκτεῖν εἰς δουλείαν τὸ ἐλεύθερον ἐπιχειρῶν·
法老受懲罰是理所當然的,因他貪圖將本為自由之人強奪為奴。
For Pharaoh was justly chastised, seeking to lay covetous hold, unto slavery, upon what was free.
1:3231
Σημειωτέον δὲ, ὅτι τὴν Τιβεριάδος λίμνην θάλασσαν ἀπο καλεῖ, τοῖς τῆς θείας γραφῆς ἑπόμενος λόγοις·
應當注意,他跟隨神聖經文的用語,稱提比哩亞的湖為海。
It should be noted that he calls the lake of Tiberias a sea, following the language of the divine Scripture.
1:3232
ἀδιαφορεῖ δὲ πολλάκις καὶ παρὰ τοῖς ἔξω λόγος, ὡς καὶ λίμνην ἔσθ' ὅτε τὴν θάλασσαν ὀνομάζειν οὐ παραι τεῖσθαί τινας
外邦人的用語也常不加分別,以致有些人有時也不避諱把海稱作湖。
And often the usage even of those outside makes no distinction, so that some do not refuse at times to name the sea a lake as well.
1:3233
Ἠκολούθει δὲ αὐτῷ ὄχλος πολὺς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἐποίει ἐπὶ τῶν ἀσθενούντων·
有許多人跟隨祂,因為他們看見祂在患病之人身上所行的神蹟。
And a great multitude followed Him, because they beheld the signs which He did upon those who were sick.
1:3234
ἀνῆλθε δὲ εἰς τὸ ὄρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ·
耶穌上了山,在那裡同祂的門徒坐下。
And Jesus went up into the mountain, and there He sat with His disciples.
1:3235
ἦν δὲ ἐγγὺς τὸ πάσχα ἑορτὴ τῶν Ἰουδαίων
那時猶太人的節期,就是逾越節,近了。
Now the Passover, the feast of the Jews, was near.
1:3236
Ὅτε γὰρ τῶν Ἱεροσολύμων ἐκπεφοίτηκεν Χριστὸς, κατὰ τὸ ἐν προφήταις εἰρημένον Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ὅτε τὸν ἀπειθῆ καὶ δυσήνιον τῶν Ἰουδαίων ἀπολακτίσας λαὸν τοῖς ἀλλογενέσιν ἑαυτὸν ἐχαρίζετο, τότε πολὺς μὲν ὄχλος ἀκολουθεῖ
當基督離開耶路撒冷之時,正如先知書中所說的:「我離棄了我的家,撇下了我的產業」,當祂踢開那悖逆頑梗的猶太民、將自己賜給外邦人之時,就有許多人跟隨祂。
For when Christ had gone forth out of Jerusalem, according to that which was spoken among the prophets, 'I have forsaken My house, I have abandoned My inheritance,' when, spurning away the disobedient and stubborn people of the Jews, He gave Himself to those of another race, then a great multitude followed Him.
← 上一段下一段 →
1