📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 約翰福音註釋

亞歷山大的區利羅

約翰福音註釋 第 1 章 第 7/94 段

希臘文原文.136 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:885–1:1020(全章共 13790 節)

← 上一段下一段 →
1:885
οὐκοῦν οἰκειότερόν τε καὶ πρεπω δέστερον τῶν ἀνθρώπων ἐπιδέξεται φύσις τὸ ἐκ πρώτων εὐθὺς φωτίζεσθαι χρόνων, σύνδρομόν τε καὶ συγκατεσκευασ μένην τῷ εἶναι λαμβάνειν τὴν σύνεσιν παρὰ τοῦ ὄντος ἐν τῷ κόσμῳ φωτὸς, τουτέστι τοῦ Μονογενοῦς, ὃς δὴ καὶ ἀῤῥήτῳ τῇ τῆς θεότητος δυνάμει τὰ πάντα πληροῖ, καὶ συμπάρεστι μὲν ἀγγέλοις ἐν οὐρανῷ, σύνεστι δὲ τοῖς ἐπὶ τῆς γῆς, κενὸν δὲ τῆς ἑαυτοῦ θεότητος οὐδὲ αὐτὸν ἀφίησι τὸν ᾅδην, καὶ πανταχῆ τοῖς πᾶσιν ἐπιδημῶν οὐδενὸς ἀπανί σταται, ὡς ἐπὶ τούτῳ καὶ λίαν εἰκότως ἀποθαυμάζοντα τὸν σοφώτατον λέγειν μελῳδόν Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύ ματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ εἶ ἐκεῖ·
因此,人的本性要更為恰當、更為相稱地接納這樣的意思:牠是從最初的時刻起就被光照的,並且從那在世界中的光——就是那獨生者——領受了悟性,作為與牠的存在同時發生、一同被構成的東西;祂實在以其神性那不可言喻的大能充滿萬有,在天上與眾天使同在,也與地上的人同在,甚至連陰間也不使之空無祂自己的神性,並且遍在萬有之中而不離棄任何一物;以致論到這事,那最有智慧的歌者極其驚歎、且極有理由地說:「我往哪裡去躲避你的靈?我往哪裡逃避你的面?我若升到天上,你在那裡;」
The nature of men will therefore more properly and more fittingly admit the meaning that it is enlightened from the very first moments, and that it receives understanding from the light that is in the world—that is, from the Only-Begotten—as something concurrent with and constituted together with its very being; who indeed by the ineffable power of his Godhead fills all things, and is present together with the angels in heaven, and is with those upon earth, and does not leave even Hades itself empty of his own Godhead, and, dwelling everywhere among all things, departs from none; so that concerning this the most wise psalmist, marvelling greatly and with very good reason, says: 'Whither shall I go from your Spirit, and whither shall I flee from your presence? If I ascend into heaven, you are there;'
1:886
ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·
「我若下到陰間,你也在那裡;」
'if I go down to Hades, you are present;'
1:887
ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με δεξιά σου. παντὸς γὰρ τόπου καὶ πάσης κτίσεως θεία περιδράττεται χεὶρ, συνέχουσα πρὸς τὸ εἶναι τὰ πεποιημένα, καὶ περισφίγ γουσα πρὸς ζωὴν τὰ ζωῆς δεόμενα, καὶ τοῖς συνέσεως δεκτικοῖς τὸ νοητὸν ἐνσπείρουσα φῶς
「我若展開清晨的翅膀,飛到海極居住,就是在那裡,你的手必引導我,你的右手必扶持我。」因為神的手掌握著每一處所和全部受造界,將受造之物維繫於存在之中,把需要生命的緊緊握持於生命之內,並在那些能領受悟性的裡面撒下那可悟的光。
'if I take up my wings at dawn and dwell in the uttermost parts of the sea, even there your hand shall lead me, and your right hand shall hold me.' For the divine hand grasps every place and all creation, holding the things that are made together in being, and gripping fast unto life the things that need life, and sowing in those capable of understanding the intelligible light.
1:888
ἔστι δὲ οὐκ ἐν τόπῳ, καθάπερ ἤδη προείπομεν, οὐδὲ τὴν μεταβατικὴν ὑπομένει κίνησιν·
但祂並不在某一處所中,正如我們前面已經說過的,祂也不經歷那由一處遷往另一處的移動;
But he is not in place, as we have already said before, nor does he undergo motion from one place to another;
1:889
σωμάτων γὰρ ἴδιον τοῦτό γε·
因為這乃是物體所特有的;
for this is proper to bodies;
1:890
πληροῖ δὲ μᾶλλον τὰ πάντα ὡς Θεός
反倒是,祂作為神充滿萬有。
rather he fills all things as God.
1:891
Ἀλλ' ἐρεῖ τις πρὸς ταῦτα τυχόν Τί οὖν ἄρα φαμὲν, γενναῖε, ὅταν τις ἡμῖν εἰς μέσον ἄγῃ λέγοντα τὸν Χριστόν ̓Εγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα; τί δὲ ὅταν ψαλ μῳδὸς ἀναφθέγγηται Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου; ἰδοὺ γὰρ ἐνθάδε σαφῶς αὐτὸς μὲν ἐληλυ θέναι φησὶν εἰς τὸν κόσμον, ὡς οὐκ ὢν ἐν αὐτῷ δηλονότι·
但對此或許有人要說:高貴的朋友啊,當有人在我們面前引出基督所說的話:「我是光,到世上來」,那時我們要怎麼說呢?當那位詩人呼喊說:「求你發出你的光和你的真理」,那又如何呢?看哪,在此祂明明說自己到世上來,顯然彷彿祂原不在世上;
But someone will perhaps say to this: What then do we say, my noble friend, when someone brings forward before us Christ saying, 'I am come a light into the world'? And what, when the psalmist cries out, 'Send forth your light and your truth'? For behold, here he plainly says that he himself has come into the world, as though clearly not being in it;
1:892
πέμπεσθαι δὲ πάλιν μελῳδὸς ἐλιπάρει τὸν οὔπω παρόντα,. κατά γε τὸ ἐν τῷ λόγῳ σχῆμα καὶ τῆς ὡς ἡμᾶς ἀποστολῆς τὴν ἔμφασιν
而那位歌者則反倒懇切祈求那尚未臨到者被差遣而來——至少就那段經文的措辭方式、以及那彷彿被差遣到我們這裡來的意涵而言是如此。
and the singer, on the other hand, earnestly besought that one who was not yet present be sent, at least according to the figure in the passage and the impression of a being sent to us.
1:893
ἀπολιμπάνεσθαι δὲ μηδενός·
然而祂並不缺席於任何事物;
But he is absent from nothing;
1:894
ἐληλυθέναι δὲ αὐτὸν ἐν κόσμῳ διισχυρίσατο, καίτοι παρὼν ἐν αὐτῷ, κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον
但祂卻按著成為肉身的方式,肯定祂已到世上來,雖然祂原本就臨在於世上。
yet he affirmed that he had come into the world, although present in it, according to the manner of the incarnation.
1:895
Ὤφθη γὰρ ἐπὶ τῆς γῆς καὶ τοῖς ἀνθρώποις συνανεστράφη μετὰ σαρκὸς, ἐμφανεστέραν ἑαυτοῦ τὴν ἐν κόσμῳ παρουσίαν διὰ τούτου τιθεὶς, καὶ πάλαι νοήσει καταληπτὸς, καὶ αὐτοῖς ἤδη τοῖς τοῦ σώματος ὁρώμενος ὀφθαλμοῖς, παχυτέραν, ἵνα οὕτως εἴπω, τῆς θεο γνωσίας ἡμῖν ἐνετίθει τὴν αἴσθησιν, διὰ θαυμάτων καὶ μεγα λουργίας ἐπιγινωσκόμενος
因為祂「顯現在地上,與人同住」,是帶著肉身的,藉此使祂在世上的臨在更為顯明;那位古時唯獨憑心思才可領會的,如今甚至可被肉身的雙眼所見,並且,容我這樣說,祂把一種對認識神更為切實可感的知覺注入我們裡面,藉著神蹟和大能的作為而被認出。
For 'he was seen upon the earth and conversed with men' in the flesh, thereby making his presence in the world more manifest; and he who was of old apprehensible only by the mind became now visible even to the very eyes of the body, and, so to speak, instilled in us a more palpable perception of the knowledge of God, being recognized through miracles and mighty works.
1:896
ἀποστέλλεσθαι δὲ ὡς ἡμᾶς φωτιοῦντα τὸν κόσμον τὸν τοῦ Θεοῦ Λόγον, μελῳδὸς οὐ καθ' ἕτερον δέ τινα τρόπον, ὥς γε μοι φαίνεται, κατὰ δὲ τοῦτον αὐτὸν παρακαλεῖ
而至於神的道被差來光照世界,那位詩人向祂懇求時,依我看來,並非以任何別的方式,乃正是以這種方式。
And that the Word of God is sent to us to enlighten the world, the psalmist entreats him not in any other manner, as it seems to me, but precisely in this one.
1:897
χρῆναι δὲ οἶμαι πρὸς τούτῳ κἀκεῖνο διενθυμεῖσθαι τὸν φιλομαθῆ, ὅτι παντὸς μὲν λόγου τομώτερος νοῦς, ὀξυτέρα δὲ γλώττης τῆς διανοίας κίνησις
但我認為,好學之人除此以外,還當思想以下這一點:心思比一切言語都更為敏銳,而思想的運動也比舌頭更為迅捷。
But I think that the lover of learning ought, in addition to this, to consider also this: that the mind is keener than any speech, and the movement of thought is swifter than the tongue.
1:898
οὐκοῦν ὅσον ἧκεν εἰς λεπτότητα νοῦ καὶ τὴν ὀξεῖαν ἐν αὐτῷ κίνησιν, τὸ ποικίλον τῆς θείας φύσεως καταθεώμεθα κάλλος·
因此,就心思的精微及其迅捷的運動而言,讓我們默觀那神聖本性的多樣之美;
Therefore, as far as pertains to the subtlety of the mind and its swift movement, let us behold the manifold beauty of the divine nature;
1:899
λαλοῦμεν δὲ τὰ περὶ αὐτῆς ἀνθρωπινότερον καὶ λόγῳ τῷ καθ' ἡμᾶς, οὐκ ἐχούσης τῆς γλώττης πρὸς τὸ τῆς ἀληθείας ἐκτείνεσθαι μέτρον
但我們論及與這本性有關之事,卻說得太過屬人、太用我們自己的言語,因為舌頭並沒有能力伸展到那真理的量度。
but we speak of what concerns it in too human a fashion and with our own kind of language, since the tongue does not have the power to stretch out to the measure of the truth.
1:900
διὸ δὴ καὶ Παῦλος τῶν τοῦ Σω τῆρος μυστηρίων ταμίας, λόγον ἀπῄτει παρὰ Θεοῦ τὸν ἐν ἀνοίξει τοῦ στόματος αὐτοῦ
為此,那位作救主奧祕之管家的保羅,也向神祈求,在他開口的時候賜給他當說的話。
Wherefore Paul also, the steward of the mysteries of the Saviour, asked of God for utterance in the opening of his mouth.
1:901
οὐδὲν οὖν ἄρα λυμανεῖται. τοῖς φυσικοῖς τοῦ Μονογενοῦς ἀξιώμασιν τῶν παρ' ἡμῖν λόγων πενία, ἀλλὰ νοηθήσεται μὲν θεοπρεπῶς τὰ περὶ αὐτοῦ, λαληθήσεται δὲ διὰ τὴν χρείαν ἀνθρωπινώτερον, παρά τε αὐτοῦ δι' ἡμᾶς, καὶ παρὰ τῶν ἁγίων περὶ αὐτοῦ κατὰ τὸ τῆς φύσεως μέτρον
那麼,我們所擁有之言語的貧乏,斷不會損害那獨生者本性上的種種尊榮;反倒論到祂的事,要以合乎神的方式去領會,雖然因著需要而以較為屬人的方式被說出——這既是由祂自己為我們的緣故所說,也是由眾聖徒按其本性的量度論到祂而說的。
Nothing, then, will impair the natural dignities of the Only-Begotten by reason of the poverty of the words that are with us; but the things concerning him shall be conceived in a manner befitting God, though they be spoken, because of necessity, in a more human way—both by himself for our sake, and by the saints concerning him, according to the measure of their nature.
1:902
Ἦν μὲν οὖν, ὡς ἔοικε, τοῖς εἰρημένοις ἀρκεῖσθαι καλὸν εἰς τὴν τῶν προκειμένων ἐξήγησιν·
如此看來,若以上所說的已足以闡明眼前的題目,似乎就當滿足於此了;
It would seem, then, to be well to rest content with what has been said for the exposition of the matters before us;
1:903
ἐπειδὴ δὲ οἶμαι προσ ήκειν ὄκνου φέρεσθαι κρείττονα τὸν τοῖς θείοις δόγμασιν ὑπηρετοῦντα κάλαμον, φέρε πάλιν αὐτὸ παραθέντες τὸ ἀνάγνωσμα βασανίσωμεν ἀκριβέστερον, πῶς ἂν νοοῖτο κατὰ τὸν πρέποντα λόγον τοῦ ἀνθρώπου κατηγορούμενον, τὸ ἐρχόμενον εἰς τὸν κόσμον·
但既然我認為,那服事神聖教義的筆理當顯明自己勝過一切懈怠,那麼,來吧,讓我們再一次把這段讀經擺在眼前,更加精確地加以查考:「生到世上」這句話,按合宜的意思,該如何被理解為是述說那人的。
but since I think it fitting that the pen which serves the divine doctrines should show itself superior to any sloth, come, let us once more set the reading before us and examine it more accurately: how the phrase 'coming into the world' might, according to the fitting sense, be understood as predicated of the man.
1:904
ἦν γὰρ ἐν αὐτῷ τὸ φῶς, καθάπερ οὖν καὶ αὐτὸς ἡμῖν Εὐαγγελιστὴς διεμαρτύρατο, καὶ οὐ τὸ φῶς εἰς τὸν κόσμον ἔρχεσθαι μᾶλλον, ἀλλὰ τὸν φωτιζόμενον ἄνθρωπον διαβεβαιούμεθα
因為那光在祂裡面,正如福音書作者親自向我們作見證的;我們所肯定的,與其說是那光進入世界,不如說是那被光照的人生到世上。
For the light was in him, even as the Evangelist himself testified to us, and we affirm not so much that the light comes into the world, as that it is the man being enlightened who comes into the world.
1:905
φασὶ τοιγαροῦν τινες, τὰ ἐκ καρ δίας αὐτῶν ἐρευγόμενοι καὶ οὐκ ἀπὸ στόματος Κυρίου, καθὰ γέγραπται, ὅτι πρὸ τῆς τῶν σωμάτων κατασκευῆς προϋ πῆρχον μὲν κατὰ τὸν οὐρανὸν αἱ τῶν ἀνθρώπων ψυχαὶ, μακρὸν ἐν ἀσωμάτῳ μακαριότητι τρίβουσαι χρόνον, καὶ καθαρώτερον ἀπολαύουσαι τοῦ ὄντως ἀγαθοῦ·
於是有某些人,正如經上所記的,說出從自己心裡湧出、而非從主口而出的話,斷言說:在身體被造成之前,人的靈魂先在天上存在,在無形體的福樂中度過漫長的時日,並更為純淨地享受那真正的美善;
Certain persons, then, belching forth the things from their own heart and not from the mouth of the Lord, as it is written, assert that before the fashioning of bodies the souls of men pre-existed in heaven, spending a long time in incorporeal blessedness and more purely enjoying that which is truly good;
1:906
ἁρπάζουσι δὲ εἰς ἀπόδειξιν τῆς οὕτω γελοιοτάτης ἑαυτῶν μυθολογίας, καὶ αὐτὸ δὴ πρῶτον τὸ νῦν ἡμῖν ἐν χερσίν Ἦν τὸ. φῶς τὸ ἀληθινὸν φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον·
並且,為要證明他們這極其可笑的神話,他們竟攫取現今我們手中這頭一段經文:「那真光是照亮凡生到世上每一個人的」;
and, as a proof of this most ridiculous myth of theirs, they seize upon this very first passage now in our hands: 'It was the true light which lightens every man that comes into the world;'
1:907
πρὸς δέ γε τούτῳ, καὶ ἕτερά τινα τῶν ἀπὸ τῆς θείας γραφῆς, οἷον τό Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημ μέλησα· καὶ δὴ καί φασι παραληρεῖν οὐκ αἰδούμενοι Ἰδοὺ πρὸ τῆς ταπεινώσεως, τουτέστι τῆς ἐνσωματώσεως, πεπλημ μεληκέναι φησὶν ψυχὴ, διά τε τοῦτο τεταπεινῶσθαι δικαίως ἐνδεθεῖσαν θανάτῳ καὶ φθορᾷ, καθάπερ οὖν καὶ Παῦλος οὕτως ὀνομάζει τὸ σῶμα λέγων Ταλαίπωρος ἐγώ εἰμι ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; εἰ δὲ πλημμελεῖ, φησὶν, πρὸ τῆς ταπεινώσεως ψυχὴ, καὶ ἔρχεται εἰς τὸν κόσμον, ὡς προϋπάρχουσα δη λονότι·
此外,他們還攫取神聖經卷中的某些別的經文,例如:「我未受苦以先,走迷了路」;並且,他們竟不以胡言亂語為恥地說:看哪,在受苦以先——即在成為肉身以先——這靈魂,他說,曾經犯過罪,並因此公義地藉著被綁縛於死亡和敗壞而受苦;正如保羅也如此稱呼身體,說:「我真是苦啊!誰能救我脫離這取死的身體呢?」但他說,倘若靈魂在受苦以先犯罪,並作為預先存在的而進入世界,那當然——
and, in addition to this, certain other passages from the divine Scripture also, such as: 'Before I was brought low, I transgressed;' and indeed, not being ashamed to talk nonsense, they say: Behold, before its being brought low—that is, before its embodiment—the soul, he says, had transgressed, and for this reason was justly brought low by being bound to death and corruption; even as Paul too so names the body, saying, 'Wretched man that I am, who shall deliver me from the body of this death?' But if, he says, the soul transgresses before its being brought low, and comes into the world as pre-existing, of course—
1:908
πῶς γὰρ ἂν ὅλως ἁμάρτοι τὸ μήπω ὑφεστηκός; ἔρχεται δὲ εἰς τὸν κόσμον ἀπό τινων δηλονότι τόπων κινουμένη
因為那尚未存在的,怎能犯任何罪呢?而它進入世界,顯然是從某些處所被遷動而來的。
for how could that which does not yet subsist sin at all? And it comes into the world, evidently, being moved from certain places.
1:909
γνώριζε δὲ δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.. Ἔννοιαι ἤτοι θεωρήματα συμπεπλεγμένου καὶ σχήματος συλλογιστικοῦ
「你指教義人,他就越發受教。」這些乃是織連而成、屬於三段論式形態的概念——或更確切地說,是命題。
'Instruct a righteous man, and he will receive yet more.' These are notions—or rather theorems—of an interwoven and syllogistic form.
1:910
Εἰ τῆς τῶν σωμάτων κατασκευῆς τοῦ ἀνθρώπου προϋφεστήκει ψυχὴ, ἀποκλίνασα δὲ πρὸς τὸ φαῦλον, κατὰ τὰς τινῶν ὑπονοίας, κόλασιν ἔχει τοῦ πλημμελήματος τὴν εἰς σάρκα κάθοδον, πῶς εἰπέ μοι φωτίζεσθαί φησιν ἐρχο μένην αὐτὴν εἰς τὸν κόσμον Εὐαγγελιστής; τιμὴ γὰρ οἶμαι τὸ πρᾶγμά ἐστι καὶ χαρισμάτων προσθήκη λαμπρῶν·
倘若人的靈魂先於身體的被造而存在,並且既已傾向邪惡,就按某些人的臆測而言,以其墮入肉身作為對其罪過的懲罰;那麼請告訴我,福音書作者怎會說牠在生到世上時是被光照的呢?因為在我看來,這事乃是一種尊榮,是輝煌恩賜的增添;
If the soul of man pre-existed the fashioning of bodies, and, having declined towards evil, has—according to the suppositions of some—as a punishment for its transgression its descent into flesh, tell me, how does the Evangelist say that it is enlightened as it comes into the world? For the thing is, I think, an honour and an addition of splendid graces;
1:911
κολάζεται δέ τις οὐ τιμώμενος, οὐδὲ τιμωρεῖται μέτοχος θείων ἀναδεικνύμενος ἀγαθῶν, ἀλλὰ τοῖς ἐξ ὀργῆς τῆς τοῦ κολάζοντος ὁμιλῶν
然而,一個人受懲罰是因他未得尊榮,一個受刑罰的人是因他未被顯明為分享神美善之物者,而是與那出於施罰者忿怒之事有分。
But a man is punished when he is not honoured, and he is chastised who is not shown forth as a partaker of divine goods, but who has to do with those things that proceed from the wrath of the one who punishes.
1:912
ἐπειδὴ δὲ οὐκ ἐν τούτοις ἐρχόμενος εἰς τὸν κόσμον ἄνθρωπος, ἀλλ' ἐκ τῶν ἐναντίων καὶ φωτίζεται, πρόδηλον δήπου λοιπὸν, ὅτιπερ οὐ κόλασιν ἔχει τὴν σάρ κωσιν μετὰ σαρκὸς τιμώμενος
但既然人進入世界並非處於這樣的境況,反倒相反地還蒙受光照,那麼此後便顯而易見:對那與肉體一同得尊榮的人而言,成肉身並非懲罰。
But since man does not come into the world in such conditions, but on the contrary is even enlightened, it is thereupon quite evident that the incarnation is no punishment for him who is honoured together with the flesh.
1:913
{ Ἄλλο.} Εἰ πρὸ τοῦ σώματος ψυχὴ νοῦς ἦν ἔτι κα θαρὸς ἐν μακαριότητι διατελῶν, ἀποκλίνας δὲ πρὸς τὸ φαῦλον ὑπέβη, καὶ διὰ τοῦτο ἐν σαρκὶ γέγονε, πῶς εἰσερχό μενος εἰς τὸν κόσμον φωτίζεται; ἀνάγκη γὰρ λέγειν ἔρημον εἶναι φωτὸς πρὶν ἐλθεῖν αὐτόν·
另一論。倘若靈魂在有身體之前仍是純潔的心智,持續處於福樂之中,卻因傾向邪惡而墮落,並因此進入肉體,那麼它進入世界時又怎會蒙受光照呢?因為勢必要說,它在來臨之前是缺乏光的;
Another. If before the body the soul was still a pure mind, continuing in blessedness, but having inclined towards evil sank down, and on this account came to be in the flesh, how then, coming into the world, is it enlightened? For one must necessarily say that it was bereft of light before it came;
1:914
εἰ δὲ τοῦτο, πῶς ἦν ἔτι νοῦς καθαρὸς τότε μόλις ἔχων τοῦ φωτίζεσθαι τὴν ἀρχὴν, ὅτε καὶ εἰς τὸν κόσμον ἔρχεται, καὶ οὐ δίχα σαρκός; γ
若果如此,它又怎能仍是純潔的心智呢?既然它那時方才勉強擁有蒙光照的開端,正是在它進入世界之時,且並非離開肉體而存在。
and if this be so, how was it still a pure mind, which then only barely possessed the beginning of being enlightened, at the very time when it also comes into the world, and not apart from flesh?
1:915
{Ἄλλο.} Εἰ προϋφεστήκει τοῦ σώματος τοῦ ἀνθρώπου ψυχὴ, καὶ νοῦς ὑπῆρχεν ἔτι διὰ τοῦτο καθαρὸς, οἰκειότερον τῇ τῶν ἀγαθῶν ἐφέσει προσκείμενος, ἐκ παρατροπῆς δὲ τῆς ἐπὶ τὸ χεῖρον εἰς τὸ γεῶδες πέμπεται σῶμα, καὶ γεγονὼς ἐν αὐτῷ τὸ μηκέτι βούλεσθαι πλημμελεῖν ἀπαιτεῖται, πῶς οὐκ ἀδικεῖται μὴ τότε μάλιστα τοῦτο ποιεῖν ἐπιτετραμμένος, ὅτε δὴ καὶ μᾶλλον ὑπῆρχεν ἑτοιμότερος εἰς ἀρετὴν, οὔπω τοῖς ἀπὸ τοῦ σώματος ἐνδεδεμένος κακοῖς, ἀλλ' ὅτε γέγονεν ἐν θολώσει τῆς ἁμαρτίας, τότε τοῦτο ποιεῖν οὐκ εὐκαίρως ἀναγ. κάζεται; καιροῦ δὲ τοῦ πρέποντος οὐκ ἂν ἁμάρτοι τὸ θεῖον, ἀλλ' οὐδ' ἂν ἀδικήσαι ποτὲ τὸ ἀδικεῖν οὐ πεφυκός
另一論。倘若人的靈魂先於身體而存在,並因此仍是純潔的心智,更適切地傾向對美善之物的渴慕,卻因偏轉向惡而被差入屬土的身體,並在進入其中後被要求不再願意犯過——那麼它豈不是受了冤屈嗎?因為它並非在它更趨向德行、尚未被出於身體的諸惡所束縛之時被吩咐這樣行,反倒是在它陷入罪的污濁之中時,才不合時宜地被迫這樣行。然而神絕不會在合宜的時機上出錯,那本性不行不義者也絕不會行不義。
Another. If the soul of man pre-existed the body, and on this account was still a pure mind, more properly disposed to the desire of good things, but on account of a turning-aside towards the worse is sent into an earthy body, and having come to be in it is required no longer to be willing to transgress—how is it not wronged, in that it was not then especially enjoined to do this, when indeed it was more ready for virtue, not yet bound by the evils that come from the body, but when it has come to be in the murkiness of sin, then it is unseasonably compelled to do this? Yet the Divine would not err as to the fitting occasion, nor would that which by nature does no wrong ever act unjustly.
1:916
εὐκαίρως ἄρα καὶ δικαίως μετὰ σαρκὸς τὸ μὴ ἁμαρτάνειν ἀπαιτούμεθα, μόνον ἔχοντες τοῦτον τοῦ εἶναι τὸν καιρὸν, καθ' ὃν μετὰ σώματος εἰς τὸν κόσμον ἐρχόμεθα, τὸ μὴ εἶναι πρότερον, ὥσπερ τινὰ τόπον καταλιμπάνοντες, καὶ ἐξ αὐτοῦ πρὸς ὑπάρξεως ἀρχὴν μεθιστάμενοι
因此,我們既在肉體中被要求不犯罪,這乃是合時而公義的;我們惟有這一段存在的時候,就是我們帶著身體進入世界之時;至於我們先前的不存在,就彷彿離開某個處所,並從那裡遷移至存在的開端。
Seasonably then and justly are we required not to sin while in the flesh, having only this as the time of our being, according to which we come with the body into the world—our not existing before, as though leaving behind a certain place, and being transferred out of it to the beginning of existence.
1:917
{Ἄλλο.} Ποῖον ἔχει λόγον, ἐροίμην ἂν ἡδέως αὐτοὺς, τὸ ἁμαρτήσασαν πρὸ σωμάτων εἰς σῶμα πέμπεσθαι τὴν ψυχὴν, ἵνα δὴ μάθοι τῇ πείρᾳ τῶν οἰκείων ἐπιθυμιῶν τὴν αἰσχρό τητα; καὶ ταῦτα γὰρ οὐκ ἐρυθριῶσιν ἐξηγούμενοι, καίτοι μᾶλλον ἐχρῆν καὶ αὐτῆς τῆς τῶν κακῶν ἐξέλκεσθαι φαντα σίας αὐτὴν, καὶ οὐκ εἰς αὐτὸν κατωθεῖσθαι τῶν ἐκτόπων ἡδονῶν τὸν πυθμένα·
另一論。我倒樂意問他們:靈魂在有身體之前既已犯罪,卻被差入身體,據說是為了讓它藉經歷認識自身情慾的可恥——這有甚麼道理呢?他們闡述這等事竟毫不臉紅,然而更合宜的作法,倒是把它從對諸惡的想像中拉開,而非把它推入乖謬情慾的深淵之底;
Another. What reason has it—I would gladly ask them—that the soul, having sinned before bodies, is sent into a body, in order forsooth that by experience it may learn the shamefulness of its own lusts? For they do not even blush to expound such things, though rather it would have been fitting to draw it away even from the very imagination of evils, and not to thrust it down into the very bottom of unnatural pleasures;
1:918
τρόπος γὰρ ἦν θεραπείας ἐκεῖνο μᾶλλον τοῦτο
因為那才是醫治的方式,勝過這個。
for that would have been a mode of healing rather than this.
1:919
εἰ μὲν οὖν ἵνα ταῖς τοῦ σώματος ἡδοναῖς ἐντρυφήσῃ προσθήκην ἔχει νοσημάτων τὴν σάρκωσιν, οὐκ ἄν τις ἐπαινέσαι τὸν σωφρονιστὴν, δι' ὧν ὠφελεῖν ὑπετόπησεν ἀδικοῦντα τὸ νενοσηκός·
那麼,倘若成肉身乃是為叫靈魂沉溺於身體的快樂,而成了病症之上更添的病症,那麼就無人能稱讚那施行糾正者,因他藉此以為在使那患病者得益,實則卻是虧待了它;
If then it be in order that it may revel in the pleasures of the body that it has the incarnation as an addition of maladies, no one could praise the corrector, by means of which he supposed he was benefiting that which was ailing while in fact wronging it;
1:920
εἰ δὲ ἵνα παύσηται τῶν παθῶν, πῶς εἰς αὐτὸ πεσοῦσα τῆς ἐπιθυμίας τὸ βάθος ἀνακύπτειν ἐδύνατο, καὶ οὐχὶ μᾶλλον καὶ αὐτὴν ἀποπτύσασα τοῦ νοσή ματος τὴν ἀρχὴν, ὅτε καὶ γυμνὴ τοῦ καθέλκοντος εἰς ἁμαρ τίαν ἐφαίνετο; ε
但倘若是為叫它止息諸情慾,那麼它既已墮入情慾的極深之處,又怎能重新浮出呢?倒不如在它顯為赤裸、脫離那拖它入罪之物之時,便將病症的起端一併吐棄了。
but if it be in order that it may cease from the passions, how, having fallen into the very depth of desire, could it emerge, and not rather, having spat out even the very beginning of the malady, at a time when it appeared naked of that which drags down into sin?
1:921
τρόπον; ἀλλ' ὁρῶμεν ὅτι τοσοῦτον ἀφεστή κασι τοῦ σωμάτων ἀπαλλάττεσθαι θέλειν οἱ πιστεύοντες, ὡς ταῖς εἰς Χριστὸν ὁμολογίαις συνεπιφθέγγεσθαι τῆς σαρκὸς τὴν ἀνάστασιν
如此方式呢?但我們看見,信徒非但不願脫離身體,反倒在他們對基督的信認中,一同高聲宣告肉體的復活。
manner? But we see that so far are believers from wishing to be delivered from bodies, that in their confessions concerning Christ they join in proclaiming aloud the resurrection of the flesh.
1:922
οὐκ ἄρα κολάσεως ἔσται τρόπος, τὸ καὶ πίστεως ὁμολογίᾳ τετιμημένον, ὡς τῇ θείᾳ τοῦ Σωτῆρος δυνάμει τὸ πάντα δύνασθαι ῥᾳδίως ἐπιμαρτυροῦν, διὰ τοῦ παλινδρομῆσαι πρὸς ζωήν
因此,那甚至被信仰之信認所尊崇之物,便不會是一種懲罰的方式;它既藉著奔回歸向生命,正見證救主的神能凡事都能輕易成就。
It will not then be a mode of punishment, that which is honoured even by the confession of faith, as bearing witness that all things are easily possible to the divine power of the Saviour, through its running back again unto life.
1:923
{ Ἄλλο.} Εἰ προοῦσα κατ' ἐκείνους ἐξήμαρτεν ψυχὴ, διά τε τοῦτο συνεπλάκη σαρκὶ, διὰ ποίαν αἰτίαν νόμος τὰ μὲν τῶν ἐγκλημάτων βαρύτερα τιμᾶσθαι θανάτῳ, τὸν δὲ οὐδὲν ἡμαρτηκότα διαζῆν ἐπιτρέπει; χρῆν γὰρ δήπου μᾶλλον, τοὺς μὲν ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας κακοῖς ἐπι τρέπειν ἐγχρονίζειν σώμασιν, ἵνα δὴ καὶ μειζόνως κολάζοιντο, τοὺς δὲ οὐδὲν ἡμαρτηκότας σωμάτων ἀνεῖσθαι, εἴπερ ἐν τάξει τιμωρίας ἐνσωμάτωσις
另一論。倘若靈魂按他們所說先存而犯罪,並因此與肉體交纏,那麼律法為何規定較重的罪案當以死刑處置,卻容許無罪之人存活呢?因為若成身確屬懲罰之列,那麼更合宜的作法,倒是容許那些犯了最可恥之惡的人繼續逗留於身體中,好叫他們受更大的懲罰,而讓那些無罪之人脫離身體。
Another. If the soul, according to them, pre-existing sinned, and on this account was intertwined with flesh, for what cause does the law appoint that the graver of crimes be punished with death, while it permits him who has done no wrong to live on? For surely it would rather have been fitting that those caught in the most shameful evils be permitted to linger in bodies, that they might indeed be the more punished, while those who have done no wrong be released from bodies, if indeed embodiment ranks as chastisement.
1:924
ἀλλ' ἐκ τῶν ἐναντίων, θανάτῳ μὲν φονευτὴς καταδικάζεται, πάσχει δὲ οὐδὲν δίκαιος εἰς τὸ σῶμα·
但事實正相反:兇手被判死刑,而義人在身體方面卻毫無所受;
But on the contrary, the murderer is condemned to death, while the righteous man suffers nothing as regards the body;
1:925
οὐκ ἄρα τιμωρίας τρόπος σάρκωσις
所以成肉身並非一種懲罰的方式。
the incarnation is not then a mode of punishment.
1:926
{ Ἄλλο.} Εἰ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἐσαρκώθησαν αἱ ψυχαὶ, καὶ τρόπος αὐταῖς τιμωρίας τοῦ σώματος ἐπενοήθη φύσις, πῶς ἡμᾶς ὠφέλησε καταργήσας τὸν θάνατον Σωτήρ; πῶς δὲ οὐχὶ μᾶλλον ἠλέησεν φθορὰ, τὸ κολάζον ἡμᾶς ἀφανίζουσα, καὶ πέρας ἐπιτιθεῖσα τῇ καθ' ἡμῶν ὀργῇ; διὸ δὴ καὶ μᾶλλον εἴποι τις ἂν εὐχαριστεῖν ἀκολουθότερον τῇ φθορᾷ ἤπερ ἐκ τῶν ἐναντίων τῷ διηνεκὲς ἡμῖν ἐπιτιθέντι τὸ κολαστήριον, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως·
另一論。倘若靈魂是因先前的罪而成了肉身,且身體的本性被設計為對它們的一種懲罰方式,那麼救主廢除死亡又怎能使我們得益呢?敗壞豈不反倒向我們施了憐憫,因它除去那懲罰我們之物,並為那臨到我們的忿怒劃下終局嗎?因此,人倒更該一貫地說:我們當向敗壞感恩,而非相反地向那藉著從死裡復活而永遠把刑具加在我們身上者感恩;
Another. If out of former sins souls were made flesh, and the nature of the body was devised for them as a mode of punishment, how did the Saviour benefit us by abolishing death? How rather did not corruption show us mercy, in that it does away with that which punishes us, and sets an end to the wrath against us? Wherefore indeed one might more consistently say that we ought to give thanks to corruption than, on the contrary, to Him who through the resurrection from the dead imposes upon us the instrument of punishment perpetually;
1:927
ἀλλὰ μὴν εὐχαριστοῦμεν, ὡς ἀπηλλαγμένοι θανάτου καὶ φθορᾶς διὰ Χριστοῦ·
然而我們確實感恩,因我們藉著基督得脫離死亡與敗壞;
yet surely we do give thanks, as being delivered from death and corruption through Christ;
1:928
οὐκ ἄρα τιμωρίας τρόπος σάρκωσις τῇ τοῦ ἀνθρώπου ψυχῇ
所以成肉身對人的靈魂並非一種懲罰的方式。
the incarnation is not then a mode of punishment to the soul of man.
1:929
{Ἄλλο ὡς ἐκ τοῦ αὐτοῦ θεωρήματος.} Εἰ προγενεστέρων ἁμαρτημάτων ἀπαιτούμεναι δίκας αἱ τῶν ἀνθρώπων ψυχαὶ τοῖς ἀπὸ τῆς γῆς ἐνεπλάκησαν σώμασι, ποίαν, εἰπέ μοι,. χάριν ὁμολογήσομεν τῷ τὴν ἀνάστασιν ἡμῖν ἐπαγγελλομένῳ Θεῷ; ἀνανέωσις γὰρ τιμωρίας τὸ πρᾶγμα φαίνεται καὶ τοῦ λυποῦντος ἀνασκευὴ, καὶ εἰ πικρὸν παντί τῳ φανεῖται τὸ κολάζεσθαι μακρά·
另一論,出於同一考量。倘若人的靈魂因被要求為先前的罪償還刑罰,而與屬地的身體交纏,那麼請告訴我:對那應許我們復活的神,我們要承認甚麼樣的感謝呢?因為此事顯得像是懲罰的更新,是那令人憂傷之物的重建;而若受長久的懲罰對每個人都顯得苦澀,
Another, as from the same consideration. If the souls of men, being required to pay penalties for former sins, were intertwined with bodies from the earth, tell me, what thanks shall we confess to God who promises us the resurrection? For the matter appears as a renewal of punishment and a reconstruction of that which grieves; and if it seem bitter to everyone to be punished for a long time,
1:930
χαλεπὸν ἄρα ἐστὶ τὸ ἀνίστασθαι σώ ματα τιμωρίας τάξιν ἐπέχοντα ταῖς ἀθλίαις ψυχαῖς
那麼身體重新復活、對那些可憐的靈魂而言占據懲罰之地位,便是一件可悲之事。
then it is a grievous thing that bodies rise again, holding the rank of punishment for the wretched souls.
1:931
ἀλλὰ μὴν ὡς δῶρον φύσις ἀνανεοῦν εἰς εὐθυμίαν τὴν ἀνάστασιν ἔχει παρὰ Χριστοῦ
然而本性確實把復活當作來自基督的恩賜,更新我們以致歡愉。
But surely nature holds the resurrection from Christ as a gift, renewing us unto good cheer.
1:932
οὐκ ἄρα τιμωρίας τρόπος σωμάτωσις
所以成身並非一種懲罰的方式。
The embodiment is not then a mode of punishment.
1:933
{ Ἄλλο.} Ὡς μεγάλην ἡμῖν καὶ τριπόθητον ἑορτὴν προφητικός που λόγος εὐαγγελιζόμενος φαίνεται·
另一論。有處先知的話語顯為報佳音,向我們宣告一個偉大而三倍可慕的節期;
Another. A prophetic word somewhere appears as glad tidings, proclaiming to us a great and thrice-longed-for feast;
1:934
Ἀναστή σονται γὰρ οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνη μείοις φησίν
因它說:「死人要復活,睡在墳墓裡的必興起。」
for it says, 'The dead shall rise, and those in the tombs shall be raised.'
1:935
ἀλλ' εἴπερ ἦν ὄντως κολάσεως τρόπος τὸ σωματωθῆναι τὰς ἀθλίας τῶν ἀνθρώπων ψυχὰς, πῶς οὐχὶ μᾶλλον ἐλύπει τὰ τοιαῦτα βοῶν προφήτης ὡς ἐκ Θεοῦ; πῶς δὲ ὅλως ἀγαθὸν ἔσται τὸ κήρυγμα, τῶν λυ πούντων ἡμᾶς εἰσφέρον τὴν διαμονήν; ἔδει γὰρ μᾶλλον εἰπεῖν, εἴπερ ἐβούλετο τοὺς ἐξ ἁμαρτίας σωματωθέντας εὐ φραίνειν Οὐκ ἀναστήσονται οἱ νεκροὶ, ἀπολεῖται δὲ καὶ τῆς σαρκὸς φύσις
但倘若人可憐的靈魂被賦以身體確是一種懲罰的方式,那麼先知彷彿代表神呼喊這等事,豈不反倒使他們憂傷嗎?並且,這宣告既帶來那令我們憂傷之事的延續,又怎能算作美善呢?因為他若真願使那些因罪成身的人歡喜,倒該說:「死人必不復活,肉體的本性也必消亡。」
But if it were truly a mode of punishment that the wretched souls of men be embodied, how did not the prophet rather grieve them, crying out such things as from God? And how at all shall the proclamation be good, bringing in the continuance of the things that grieve us? For he ought rather to have said, if indeed he wished to gladden those embodied out of sin: 'The dead shall not rise, and the nature of the flesh shall perish.'
1:936
ἀλλ' ἐκ τῶν ἐναντίων εὐφραίνει τὴν τῶν σωμάτων ἀνάστασιν ἔσεσθαι λέγων κατὰ βούλησιν Θεοῦ·
但他反倒使我們歡喜,說身體的復活必按神的旨意成就;
But on the contrary he gladdens us, saying that the resurrection of bodies shall be according to the will of God;
1:937
καὶ πῶς ἂν εἴη λοιπὸν ἐν κολάσεως τάξει τὸ σῶμα κατὰ τὴν τινῶν ἀβουλίαν, ἐφ' καὶ ἡμεῖς ἡδόμεθα καὶ Θεὸς εὐδοκεῖ; ι
那麼按某些人拙劣的謬見,身體既是我們所歡喜、神所喜悅的,又怎能仍居於懲罰之列呢?
and how then could the body still be in the rank of punishment, according to the ill-counsel of certain ones, in which we rejoice and God takes good pleasure?
1:938
{Ἄλλο.} Ἐπηγγείλατό που Θεὸς τὸν μακάριον εὐλογῶν Ἁβραὰμ, ὅτι κατὰ τὴν ἀναρίθμητον τῶν ἀστέρων πληθὺν ἔσται τὸ σπέρμα αὐτοῦ
另一論。神有處在賜福給那蒙福的亞伯拉罕時,應許他的後裔要如那不可勝數的眾星之多。
Another. God somewhere promised, blessing the blessed Abraham, that his seed should be according to the innumerable multitude of the stars.
1:939
εἰ δὲ ἀληθὴς λόγος, ὅτι πλημ μελήσασα πρὸ σώματος ψυχὴ, καὶ εἰς γῆν καὶ εἰς σάρκα κολασθησομένη πέμπεται, καταδίκων ὄχλον οὐκ εὐγενῆ, δρα πετευόντων τοῦ ἀγαθοῦ, τῷ δικαίῳ Θεὸς ἐπηγγείλατο, καὶ οὐχὶ μᾶλλον εὐλογίας μέτοχον σπέρμα
但倘若那說法屬實,即靈魂在有身體之前犯了過犯,便被差入土與肉體中受懲罰,那麼神所應許給義人的,就是一群被定罪、卑賤、從善逃逸的人,而非一群有分於祝福的後裔了。
But if the saying be true, that the soul, having transgressed before the body, is sent to be punished into earth and into flesh, then God promised to the righteous man a crowd of condemned, ignoble ones, fugitives from the good, and not rather a seed sharing in blessing.
1:940
ἀλλὰ μὴν εὐλο γήσων τὸν Ἁβραὰμ τοῦτο λέγει Θεός·
然而神說這話確是為要賜福給亞伯拉罕;
But surely God says this in order to bless Abraham;
1:941
ἁπάσης ἄρα κατη γορίας τῶν σωμάτων ἀπήλλακται γένεσις
所以身體的生成脫離了一切控訴。
the generation of bodies is then freed from all accusation.
1:942
{ Ἄλλο.} Εἰς πλῆθος μέγα καὶ ἀναρίθμητον τὸ τῶν Ἰσραηλιτῶν ἐξετείνετο γένος·
另一論。以色列人的族類擴展為一個偉大而不可勝數的群眾;
Another. Into a great and innumerable multitude the race of the Israelites was extended;
1:943
καὶ δὴ καὶ τοῦτο δικαίως ὑπερθαυμάσας ἱεροφάντης Μωυσῆς ἐπεύχεται λέγων αὐτοῖς Καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει·
誠然,那傳授聖事者摩西正確地為此極其驚奇,便為他們祝禱說:「看哪,你們今日像天上的星那樣多;
and indeed, rightly marvelling exceedingly at this, the hierophant Moses prays over them, saying, 'And behold, ye are this day as the stars of heaven for multitude;
1:944
Κύριος Θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως. ἀλλ' εἴπερ ἦν κόλασις ταῖς ἀν θρώπων ψυχαῖς τὸ εἶναι μετὰ σωμάτων ἐν κόσμῳ, ἔδει δὲ εἶναι καὶ οὐ γυμνὰς, ἀρὰ μᾶλλον εἴη περ ἀληθῶς, οὐκ ἐπ' εὐχῇ καὶ τοῦ Μωυσέως εὑρίσκεται λόγος
願耶和華你們列祖的神,使你們比現在加增千倍。」但倘若人的靈魂與身體同在世界中乃是一種懲罰,並且它們反倒該存在、而非赤裸的話,那麼摩西的話倒更該被視為真正的咒詛,而非祝福的禱告了。
may the Lord God of your fathers add to you a thousand times as many as ye are.' But if it were a punishment to the souls of men to be with bodies in the world, and they ought rather to be, and not naked, then rather might Moses' word be found to be truly a curse, and not a prayer of blessing.
1:945
οὐκ ἄρα τιμωρίας ἐπέχει λόγον σάρκωσις
所以成肉身並不居於懲罰之列。
The incarnation does not then hold the account of punishment.
1:946
{Ἄλλο.} Τοῖς αἰτεῖν ἐπιχειροῦσι κακῶς ἐπινεύειν Θεὸς οὐκ ἀνέχεται
另一論。神不容自己應允那些企圖惡意求討的人。
Another. God does not endure to assent to those who attempt to ask amiss.
1:947
καὶ τούτου μάρτυς ἡμῖν ἀψευδὴς τοῦ Σωτῆρος γενήσεται μαθητής Αἰτεῖτε, λέγων, καὶ οὐ λαμ βάνετε, ὅτι κακῶς αἰτεῖσθε. εἴπερ οὖν ἐστι κόλασις τὸ σωματωθῆναι ψυχὴν, Ἄννα τοῦ Ἑλικανὰ γυνὴ, πῶς οὐκ εὐλόγως ἐρεῖ τις, ὅτι τοῦ πρέποντος ἀπεσφάλλετο μακρὰν, οὕτω πρὸς Θεὸν ἀνατείνουσα τὴν εὐχὴν, καὶ αἰτοῦσα σπέρμα ἀνδρός; ψυχῆς γὰρ ᾔτει κατάπτωσιν καὶ τὴν εἰς σῶμα κάθοδον·
救主那不說謊的門徒要作我們這事的見證,他說:「你們求也得不著,是因為你們妄求。」那麼倘若靈魂成身乃是一種懲罰,以利加拿的妻子哈拿——豈不有人可以正當地說,她遠遠偏離了合宜之事嗎?她竟這樣向神仰起禱告,求討男子的後裔;因為她所求的乃是一個靈魂的墮落與它下入身體。
And a witness of this to us shall be the unlying disciple of the Saviour, saying, 'Ye ask and receive not, because ye ask amiss.' If then it be a punishment for a soul to be embodied, Hannah the wife of Elkanah—how shall not one say with good reason that she erred far from what was fitting, thus stretching up her prayer to God, and asking for the seed of a man? For she was asking for the downfall of a soul and its descent into a body;
1:948
πῶς δὲ ὅλως καὶ υἱὸν αὐτῇ ἐδίδου Θεὸς τὸν ἅγιον Σαμουὴλ, εἴπερ ἔδει πάντως ἁμαρτῆσαι ψυχὴν, ἵνα δὴ καὶ ἐμπλακεῖσα σώματι τῇ γυναικὶ πληρώσῃ τὴν αἴτησιν; ἀλλὰ μὴν καὶ Θεὸς ἐδίδου, μόνα πεφυκὼς διδόναι τὰ ἀγαθὰ, καὶ προχείρως ἐπινεύσας αὐτῇ λοιδορίας ἁπάσης ἐλευθεροῖ τὴν αἴτησιν
並且倘若靈魂勢必先犯罪,好叫它與身體交纏、以成全那婦人的所求,那麼神又怎會賜給她一個兒子,就是聖撒母耳呢?然而神確實賜下了他——祂本性只賜美善之物——並欣然應允她,使那所求脫離一切責難。
and how at all did God give her a son, the holy Samuel, if indeed a soul must by all means sin, in order that, being intertwined with a body, it might fulfil the request for the woman? But surely God did give him, He whose nature it is to give only good things, and readily assenting to her He freed the request from all reproach.
1:949
οὐκ ἄρα ἐξ ἁμαρτίας σάρκωσις, ἀλλ' οὐδὲ κολάσεως τρόπος κατά τινας
所以成肉身並非出於罪,也不是某些人所謂的一種懲罰方式。
The incarnation is not then out of sin, nor yet a mode of punishment, according to certain ones.
1:950
{Ἄλλο.} Εἰ ἐν τάξει τιμωρίας δέδοται τὸ σῶμα τῇ τοῦ ἀνθρώπου ψυχῇ, τί τὸ πεπεικὸς Ἑζεκίαν τὸν τῆς Ἱερουσαλὴμ βασιλέα, καίτοι σοφὸν ὄντα καὶ ἀγαθὸν, δακρύων οὐ. δίχα πικρῶν παραιτεῖσθαι μὲν τὸν τῆς σαρκὸς θάνατον, καὶ ἀποδύσασθαι τὸ κολάζον ὀκνεῖν, ἐτῶν δὲ προσθήκῃ τιμᾶσθαι παρακαλεῖν, καίτοι λίαν ἐχρῆν, εἴπερ ἦν ὄντως ἀγαθὸς, οὐ τὸ τεθνάναι παραιτεῖσθαι μᾶλλον, ἡγεῖσθαι δὲ φορτικὸν τὸ συμπεπλέχθαι σώματι, καὶ ἐπὶ τούτῳ χάριν ἤπερ ἐπὶ τοῖς ἐναντίοις ὁμολογεῖν
另一論。倘若身體是按懲罰之列賜給人的靈魂,那麼是甚麼說服了耶路撒冷王希西家——他雖是智慧良善的——不無苦淚地懇求免去肉體的死亡,並畏縮不願脫去那懲罰他之物,反倒懇求以加添年歲得尊榮呢?然而他若真是良善的,倒更該的乃是:不去懇求免死,反該視與身體交纏為累贅,並為此而非為相反之事承認感謝。
Another. If the body has been given to the soul of man in the rank of punishment, what was it that persuaded Hezekiah the king of Jerusalem—though he was wise and good—not without bitter tears to beg off the death of the flesh, and to shrink from putting off that which punishes him, and to entreat that he might be honoured with an addition of years? Yet it would have been very fitting, if indeed he were truly good, not rather to beg off dying, but to consider it burdensome to be intertwined with a body, and over this to confess thanks rather than over the contrary.
1:951
πῶς δὲ ὡς ἐν χάριτος μέρει Θεὸς ἐπηγγέλλετο λέγων αὐτῷ Ἰδοὺ προστίθημι εἰς τὸν χρόνον σου ἔτη δεκαπέντε, καίτοι προσθήκη κολάσεως, οὐκ εὐ ποιΐας τρόπος, ὑπόσχεσις ἦν, εἴπερ ἐκεῖνοι πρεσβεύουσιν ἀληθῆ; ἀλλὰ μὴν δῶρον ἄνωθεν ὑπόσχεσις ἦν, καὶ προσθήκη χάρις·
並且神又怎會像作為恩典的一部分那樣應許,對他說:「看哪,我要加增你的壽數十五年」呢?倘若那些人所主張的屬實,這應許便是懲罰的加增,而非施惠的方式了。然而這應許確是從上頭來的恩賜,這加添乃是恩典;
And how did God promise as in part of grace, saying to him, 'Behold, I add to thy time fifteen years,' though the promise was an addition of punishment and no mode of beneficence, if indeed those men champion the truth? But surely the promise was a gift from above, and the addition a grace;
1:952
οὐκ ἄρα κόλασις ταῖς ψυχαῖς σω μάτωσις
所以成身對靈魂並非一種懲罰。
the embodiment is not then a punishment to souls.
1:953
{Ἄλλο.} Εἰ ἐν τάξει κολάσεως δέδοται τὸ σῶμα τῇ τοῦ ἀνθρώπου ψυχῇ, ποίαν ἀντεδίδου χάριν τῷ εὐνούχῳ Θεὸς τῷ ἀνενεγκόντι τὸν Ἱερεμίαν ἐκ τοῦ λάκκου, λέγων Καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρεμα, καὶ διασώσω σε ἐκ τῶν Χαλ δαίων
另一論。倘若身體是按懲罰之列賜給人的靈魂,那麼神為何要向那把耶利米從坑裡拉上來的太監回賜恩典,說:「我必使你的性命得為擄物,我必救你脫離迦勒底人」呢?
Another. If the body has been given to the soul of man in the rank of punishment, what grace did God bestow in return upon the eunuch who brought up Jeremiah out of the pit, saying, 'And I will give thy soul for a spoil, and I will save thee out of the Chaldeans'?
1:954
ἔδει γὰρ μᾶλλον ἀποθνήσκειν ἐᾶν, ἵνα καὶ τιμήσῃ, δεσμοῦ καὶ κολάσεως ἀπολύων αὐτόν
因為神倒該任他死去,好叫祂使他得尊榮,使他脫離捆綁與懲罰。
For rather he ought to have suffered him to die, in order that He might honour him, releasing him from bond and punishment.
1:955
οὐκ ἄρα τρόπος τιμωρίας ἐστὶ τὸ ἐνοικεῖν τῇ σαρκὶ, ἵνα μὴ ταὐτὸν εἴη παρὰ Θεῷ τιμὴ καὶ κόλασις
所以居住於肉體中並非一種懲罰的方式,免得在神那裡尊榮與懲罰竟成了同一回事。
The dwelling in the flesh is not then a mode of punishment, lest with God honour and punishment be the same thing.
1:956
{ Ἄλλο.} Ὅτι τῶν ἑκάστῳ βεβιωμένων ἐξέτασις ἔσται κατὰ καιρὸν ἐπὶ τοῦ θείου βήματος ἐκδιδάσκων Παῦλός φησι Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον· εἰ δὲ ἐπὶ μόνοις τοῖς διὰ τοῦ σώματος κολάζεταί τις παρὰ τοῦ κρίνοντος, ἤγουν τῆς δεούσης ἀξιοῦται τιμῆς, μνήμη δὲ. οὐδεμία προγενεστέρων ἁμαρτημάτων, ἀλλ' οὐδὲ πρεσβύ τερον τῆς γενέσεως ἔγκλημα ζητηθήσεται·
另一論。保羅教導說,各人所行的必在合宜之時在神的審判台前受查驗,他說:「因為我們眾人必要在基督台前顯露出來,叫各人按著本身所行的,或善或惡受報。」但倘若人惟獨為那藉身體所行之事被審判者懲罰,或被判為配得應有的尊榮,且對先前的罪毫無記念,也不追究任何早於出生的罪咎,
Another. That there shall be an examination of each one's deeds in due time at the divine tribunal, Paul teaching says, 'For we must all be made manifest before the judgment-seat of Christ, that each one may receive the things done through the body, according to what he has done, whether good or bad.' But if it be for the things done through the body alone that one is either punished by the Judge or deemed worthy of the due honour, and there is no remembrance of former sins, nor yet shall any charge older than birth be sought after,
1:957
πῶς ἄρα προῆν ψυχὴ, πῶς ἐξ ἁμαρτίας ἐταπεινώθη κατά τινας, καὶ μόνος ὁρίζεται χρόνος μετὰ σαρκὸς, διὰ τοῦ μόνα ζητεῖσθαι τὰ δι' αὐτῆς; ι
那麼靈魂又怎能先存呢?又或按某些人所說,它怎能因罪而被卑抑呢?既然為它所定的惟有肉身之後的時候,因為惟有藉它所行之事才被追究。
how then did the soul pre-exist, or how was it humbled out of sin according to certain ones, for which only the time after the flesh is determined, through the fact that only the things done through it are sought after?
1:958
{ Ἄλλο.} Εἰ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἐσωματώ θησαν αἱ ψυχαὶ, πῶς Παῦλος ἡμῖν ἐπιστέλλει Παρα στήσατε λέγων τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ· εἰ γὰρ ἐν τάξει τιμωρίας δέδοται ταῖς ἀθλίαις ψυχαῖς, πῶς εἰς ὀσμὴν εὐωδίας παραστήσωμεν αὐτὰ τῷ Θεῷ; κατὰ τίνα δὲ τρόπον εὐάρεστον ἔσται τὸ δι' οὗ κατακεκρίμεθα; ποῖον ὅλως ἀρετῆς ἐπιδέξεται τρόπον τὸ κολάζειν πεφυκὸς, καὶ ῥίζαν ἔχον τὴν ἁμαρτίαν; ιζ
另一論。倘若靈魂是因先前的罪而成身,保羅又怎會吩咐我們說:「將身體獻上,當作活祭,是聖潔的,是神所喜悅的」呢?因為若身體是按懲罰之列賜給那些可憐的靈魂,我們又怎能把它們獻給神為馨香之氣呢?並且那藉以定我們罪之物,又怎會是蒙悅納的呢?或者說,那本性施罰、以罪為根之物,究竟能容納甚麼樣的德行呢?
Another. If out of former sins souls were embodied, how does Paul enjoin us, saying, 'Present your bodies a living sacrifice, holy, well-pleasing to God'? For if they have been given to the wretched souls in the rank of punishment, how shall we present them to God for a sweet-smelling savour? And in what manner shall that be well-pleasing through which we have been condemned? Or what manner of virtue at all shall that admit which is by nature punitive, and has sin for its root?
1:959
{ Ἄλλο.} Κατὰ πάσης ἐκτεινομένην τῆς ἀνθρώπου φύ σεως τὴν φθορὰν, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν ἐπιδεικνύων Παῦλός φησιν·
另一論。保羅為要顯明因亞當裡的過犯,敗壞遍及人的全部本性,便說——
Another. Showing that corruption is extended over the whole nature of man on account of the transgression in Adam, Paul says—
1:960
γενέσθαι μετὰ σώματος, προανατέλλον ἔχει τὸ ἔγκλημα; ἀμαθὲς οὖν ἄρα τῶν δι' ἐναντίας τὸ πρόβλημα
來與身體同在——它豈是預先就帶著罪咎生出的嗎?所以反對者的難題乃是出於無知。
to come to be with a body—does it have the charge springing up beforehand? The problem of the adversaries is therefore an ignorant one.
1:961
{Ἄλλο.} Προσήγαγόν ποτε τῷ Σωτῆρι πεῦσιν οἱ μα θηταὶ περί τινος τῶν ἐκ γενετῆς τυφλῶν, καὶ δὴ καὶ ἔφασκον ̔Ραββὶ, τίς ἥμαρτεν, οὗτος οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ἐπειδὴ γὰρ ἐν προφητικοῖς ἀναγέγραπται λόγοις περὶ Θεοῦ, ὡς ἔστιν ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, τοῦτο πεπονθέναι τὸν ἄνθρωπον ὑπενόουν οἱ μα. θηταί
另一論。門徒有一次就一個生來瞎眼的人向救主提出問題,他們說:「拉比,這人生來瞎眼,是誰犯了罪?是這人呢,還是他父母呢?」因為既然先知的話中論到神記載說,祂是把父親的罪報應在兒女身上者,門徒便揣測這人是遭受了這事。
Another. The disciples once brought a question to the Saviour concerning one of those blind from birth, and indeed they said, 'Rabbi, who sinned, this man or his parents, that he should be born blind?' For since it is written in prophetic words concerning God, that He is one who requites the sins of fathers upon children, the disciples supposed that the man had suffered this.
1:962
τί οὖν πρὸς ταῦτα Χριστός; Ἀμὴν λέγω ὑμῖν, οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανε ρωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. πῶς οὖν ἔξω τίθησιν ἁμαρτίας αὐτοὺς, καίτοι μὴ ὄντας ἀνεγκλήτους κατὰ τὸν βίον; ἄνθρωποι γὰρ ὄντες, ἔνοχοί που πάντως ἦσαν καὶ πταίσμασιν
那麼基督對此說甚麼呢?「我實在告訴你們,也不是這人犯了罪,也不是他父母犯了罪,是要在他身上顯出神的作為來。」那麼既然他們在生活上並非無可指摘,基督又怎能把他們置於罪之外呢?因為他們既是人,在某方面總難免也有過失。
What then does Christ say to this? 'Verily I say unto you, neither did this man sin nor his parents, but that the works of God should be made manifest in him.' How then does He set them outside of sin, though they were not blameless in life? For being men, they were doubtless liable also to faults in some respect.
1:963
ἀλλ' ἔστι πρόδηλόν τε καὶ συμφανὲς, ὅτιπερ λόγος εἰς τὸν πρὸ τῆς γενέσεως ἀναβαίνει καιρὸν, καθ' ὃν οὔπω γεγονότες, οὐδὲ ἡμάρτανον, ἵνα καὶ ἀληθεύῃ Χριστός
但這說法顯而易見是上溯到出生以前的時候,按此,他們既尚未存在,也就沒有犯罪,好使基督所言為真。
But it is plain and evident that the saying goes up to the time before birth, according to which, not yet being, they did not sin either, in order that Christ may speak truth.
1:964
{ Ἄλλο.} μακάριος προφήτης Ἡσαΐας, τὴν αἰτίαν τοῦπεποιῆσθαι τὴν γῆν ἐξηγούμενος Οὐκ εἰς κενὸν, φησὶν, ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι· ἔδει δὲ πάντως κατοικεῖσθαι τὴν γῆν, οὐ πνεύμασι πληρουμένην γυμνοῖς, ἀλλ' οὐδὲ ἀσάρκοις καὶ ἀναμφιέστοις ψυχαῖς, ἀλλὰ τοῖς καταλλήλοις αὐτῇ κεχρημέναις σώμασιν
另一論。那蒙福的先知以賽亞在闡述大地被造之原因時說:「祂創造它並非使它荒涼,乃要它有人居住」;並且大地勢必要有人居住,不是充滿赤裸的靈,也不是充滿無肉、無衣的靈魂,而是充滿那些使用與大地相稱之身體的靈魂。
Another. The blessed prophet Isaiah, expounding the cause of the earth's having been made, says, 'He made it not in vain, but to be inhabited'; and the earth must by all means be inhabited, filled not with bare spirits, nor yet with fleshless and unclothed souls, but with those making use of bodies suited to it.
1:965
ἦν οὖν ἆρα βού λημα θεῖον τὸ ἐνεργοῦν εἰς τὸ ἁμαρτάνειν ψυχὰς, ἵνα καὶ τῶν σωμάτων γένηται φύσις, οὕτω τε λοιπὸν γῆ μὴ εἰς κενὸν φαίνηται γεγενημένη; ἀλλὰ τοῦτο ἄτοπον, κρεῖττον οὖν ἄρα τὸ ἕτερον
那麼難道是有神的旨意作用於靈魂使之犯罪,好叫身體的本性也得以產生,如此此後大地才不至於顯為徒然被造嗎?但這是荒謬的;所以另一種說法才是較好的。
Was it then a divine will that worked upon souls unto sinning, in order that the nature of bodies might also come to be, and thus henceforth the earth might not appear to have come to be in vain? But this is absurd; the other therefore is the better.
1:966
καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε εὐφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ ἐνευφραίνετο ἐν υἱοῖς ἀνθρώ πων. ὅτε τοίνυν συντελέσας τὴν οἰκουμένην τῇ τοῦ ἀνθρώπου κατασκευῇ λίαν ἐφήδεται Θεὸς, πῶς οὐχὶ πάσης ἔξω κείσεται φρενὸς, προγενεστέροις ἁμαρτήμασιν ὑποτι θεὶς τὴν ψυχὴν, διά τε τοῦτο σεσωματῶσθαι λέγων αὐτὴν, καὶ κατὰ τοῦτον τετιμωρῆσθαι τὸν τρόπον; γὰρ οὐχὶ δεσμωτηρίου μᾶλλον, ἤπερ οἰκουμένης, ἐργάτης ἔσται Θεός·
「我天天在祂面前歡喜,時時喜樂,就是祂完成了世界而歡喜,並在世人之中喜悅之時。」既然如此,神在以造人完成世界之時大大喜悅祂自己,那麼那把靈魂置於先前之罪、並因此說它成了身體、且以此方式受懲罰之人,豈不完全落在一切理智之外嗎?因為這樣,神就成了監牢的建造者,而非世界的建造者了;
'And day by day I rejoiced in his presence at every time, when he rejoiced having completed the world, and delighted himself among the sons of men.' When therefore God, having completed the world with the fashioning of man, greatly delights Himself, how shall he not lie utterly outside of all sound reason who subjects the soul to former sins, and on this account says that it has been embodied, and after this manner punished? For God shall be the maker rather of a prison than of a world;
1:967
εὐφρανθήσεται δὲ παραλόγως ἐπὶ τοῖς ὑπέχουσι δίκας; καὶ πῶς ἂν εἴη λοιπὸν ἀγαθὸς ἐπ' ἀτόποις οὕτω γανύμενος;. ἀλλὰ μήν ἐστιν ἀγαθὸς, διά τοι τοῦτο ποιητὴς ἀγαθῶν·
並且祂豈會不合理地為那些償還刑罰之人歡喜嗎?並且那如此為荒謬之事歡欣者,又怎能是良善的呢?然而祂確是良善的,正因此而是美善之物的創造者;
and shall He rejoice unreasonably over those paying penalties? And how then could He be good who thus takes glee over absurd things? But surely He is good, and on this very account a maker of good things;
1:968
οὐκ ἄρα τιμωρίας ἔσται τρόπος σάρκωσις
所以成肉身必不是一種懲罰的方式。
the incarnation shall not then be a mode of punishment.
1:969
ἐπειδὴ δὲ δίκαιος ὢν θανάτῳ μὲν τῷ τῆς σαρκὸς κολάζει τὸν παράνομον, ζωῇ δὲ πάλιν τῇ μετὰ σώματος εὐφραίνει τὸν δίκαιον·
並且既然祂是公義的,便以肉體的死亡懲罰不法之人,卻又以那與身體同在的生命使義人歡喜,
And since, being just, He punishes the lawless with the death of the flesh, but again gladdens the righteous with life that is with a body,
1:970
οὐ κόλασις ἄρα τὰ σώματα ταῖς ἀνθρώπων ψυχαῖς, ἵνα μὴ ἄδικος φαίνηται Θεὸς, χάριτι μὲν κολάζων τὸν ἀσεβῆ, τιμῶν δὲ πάλιν κολάσει τὸν δίκαιον
所以身體對人的靈魂並非一種懲罰,免得神顯為不義——竟以恩典懲罰不敬虔者,卻又以懲罰尊榮義人。
bodies are not then a punishment to the souls of men, lest God appear unjust, punishing the ungodly by grace, but again honouring the righteous by punishment.
1:971
{ Ἄλλο.} Εἰ προγενεστέρων πταισμάτων ἐκτίσουσα δίκας εἰς σάρκα καὶ σῶμα καταβέβηκεν ψυχὴ, πῶς ἐφίλει τὸν Λάζαρον ἀναστήσας αὐτὸν Σωτὴρ καὶ τὸν ἅπαξ δεσμῶν ἀνεθέντα παλινδρομεῖν εἰς αὐτοὺς ἀναγκάσας; ἀλλ' ἔπραττεν ὠφελῶν, καὶ ὡς φίλον ἐτίμα τὸν τεθνεῶτα Χριστὸς δια νιστὰς ἐκ νεκρῶν
另一論。倘若靈魂是為償還先前過失的刑罰而下入肉體與身體,那麼救主又怎會愛拉撒路,把他復活起來,並強迫那曾一度從捆綁中被釋放者重新奔回其中呢?但祂的作為乃是使人得益,基督把那死人當作朋友尊榮,使他從死裡復活。
Another. If the soul, in order to pay penalties for former faults, has come down into flesh and body, how did the Saviour love Lazarus, having raised him up, and having compelled him who was once loosed from bonds to run back again into them? But He was acting so as to benefit, and Christ honoured the dead man as a friend, raising him up from the dead.
1:972
εἰκαῖον οὖν ἄρα τῶν δι' ἐναντίων τὸ πρόβλημα
所以反對者的難題乃是徒然的。
The problem of the adversaries is therefore vain.
1:973
{Ἄλλο.} Εἰ, καθάπερ ἐκεῖνοι ληροῦντές φασιν, ὡς ἐν τάξει τιμωρίας δέδοται τὸ σῶμα τῇ ψυχῇ, διὰ πρεσβυτέραν αὐτῆς ἁμαρτίαν ἐπινοηθὲν, ἁμαρτία τὴν τῶν ἀνθρωπίνων σωμάτων παρεισήνεγκε φύσιν·
另一論。倘若正如那些空談者所說,身體是按懲罰之列賜給靈魂,是因它先前的罪而被設計的,那麼罪便引進了人身體的本性;
Another. If, just as those triflers say, the body has been given to the soul in the rank of punishment, being devised on account of its former sin, then sin has introduced the nature of human bodies;
1:974
ἐξοπλίζουσα φαίνεται, λύουσα τοῖς ὑστέροις τὰ ἐν ἀρχῇ, καὶ σατανᾶς ἐφ' ἑαυτῷ μεμέρισται διὰ τοῦτο·
它顯得是在武裝自己,藉後來之事拆毀起初之事,並因此撒但便自相分爭;
it appears to be arming itself, undoing by the later things the things at the beginning, and on this account Satan is divided against himself;
1:975
Πῶς οὖν σταθήσεται βασιλεία αὐτοῦ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν; ἀλλὰ μὴν τὸ οὕτω νοεῖν ἀπίθανον·
那麼按救主的話,他的國又怎能站立得住呢?然而如此想法確實是難以令人信服的;
how then shall his kingdom stand, according to the word of the Saviour? But surely to think thus is unpersuasive;
1:976
ἀληθὲς οὖν ἄρα τὸ ἐναντίον
所以相反的說法才是真的。
the contrary therefore is true.
1:977
{ Ἄλλο.} Ἔκτισε Θεὸς ἐν ἀφθαρσίᾳ τὰ πάντα·
另一論。神在不朽壞中創造了萬物;
Another. God created all things in incorruption;
1:978
καὶ θάνατον μὲν οὐκ ἐποίησεν αὐτὸς, φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. ἀλλ' εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν τάξει τιμωρίας δέδοται τὸ σῶμα τῇ τοῦ ἀνθρώπου ψυχῇ, διὰ ποίαν αἰτίαν, οὗτοι, τὸν τοῦ διαβόλου φθόνον αἰτιασόμεθα, τὸ πέρας ἡμῖν τῶν ἀνιαρῶν εἰσφέροντα, καὶ τὸ κολάζον ἡμᾶς ἀφανίζοντα σῶμα; ἐπὶ τίσι δὲ ὅλως ἀναθήσομεν τῷ Σωτῆρι τὰ χαριστήρια, προσδεσμοῦντι πάλιν ἡμᾶς τῇ σαρκὶ διὰ τῆς ἀναστάσεως; ἀλλὰ μὴν εὐχαρι στοῦμεν, καὶ λελύπηκε τὴν φύσιν τοῦ διαβόλου φθόνος, προξενήσας τοῖς σώμασι τὴν φθοράν
並且死亡不是祂親自所造的,乃是藉著魔鬼的嫉妒,死亡入了世界。但倘若身體是按懲罰之列賜給人的靈魂確屬真實,那麼諸位啊,我們為何要責怪魔鬼的嫉妒呢?它既為我們帶來諸苦之終局,並除去那懲罰我們的身體。並且我們究竟為何要向那藉復活把我們再度捆綁於肉體的救主獻上感謝呢?然而我們確實感恩,而魔鬼的嫉妒既為身體招致敗壞,便使本性憂傷了。
and death He Himself did not make, but by the envy of the devil death entered into the world. But if it be true that the body has been given to the soul of man in the rank of punishment, for what cause, O ye men, shall we blame the envy of the devil, which brings in for us the end of grievous things, and does away with the body that punishes us? And for what shall we at all render up our thank-offerings to the Saviour, who binds us again to the flesh through the resurrection? But surely we do give thanks, and the envy of the devil has grieved nature, having procured corruption for bodies.
1:979
οὐ τρόπος ἄρα τιμωρίας τὸ σῶμά ἐστιν, ἀλλ' οὐδὲ ἀρχαίας ἡμῶν ἁμαρτίας ὀψώνιον
所以身體並非一種懲罰的方式,也不是我們古舊之罪的工價。
The body is not then a mode of punishment, nor yet the wages of our ancient sin.
1:980
Καὶ κόσμος δι' αὐτοῦ ἐγένετο
「並且世界是藉著祂造的。」
'And the world was made through him.'
1:981
Μονογενοῦς πεποιῆσθαι τὸν κόσμον, ἀναγκαίως ἐν τούτοις Εὐαγγε λιστὴς ἐπισημαίνεται
萬有乃是藉著獨生子而造成的,這正是福音書作者在此必然要標明的。
That the world was made by the Only-begotten is what the Evangelist here necessarily marks out.
1:982
εἰ γὰρ καὶ ὅτι μάλιστα Λόγον αὐτὸν ἀποκαλέσας κατὰ τὴν ἀρχὴν, πάντα δι' αὐτοῦ γενέσθαι, καὶ χωρὶς αὐτοῦ παρῆχθαι μηδὲν πρὸς γένεσιν διεβεβαιώσατο, ποιητήν τε διὰ τούτων ἀπέδειξε καὶ δημιουργόν·
因為,儘管他在起初已稱祂為「道」,並堅定地肯定萬物都是藉著祂而成的,離了祂沒有一樣被造成,藉這些話已顯明祂是創造者、是造物主;
For even though, having at the outset called Him the Word, he had firmly affirmed that all things came into being through Him, and that apart from Him nothing was brought forth into being, and by these words had shown Him to be Maker and Creator;
1:983
ἀλλ' ἦν ἀναγκαῖον νυνὶ δὴ μάλιστα τοῦτο καὶ εἰσαῦθις ἀναλαβόντα εἰπεῖν, ἵνα μὴ τοῖς παρατρέπειν εἰωθόσι τὴν τῶν θείων δογμάτων ὀρθότητα, πλάνης τε καὶ ἀπωλείας περιλιμπάνηται. τόπος
然而如今尤其需要再度重提並重述這一點,免得它被那些慣於歪曲神聖教義正確性的人任意扭曲,以致淪為謬妄與滅亡。
yet it was necessary now most especially to take this up again and to say it once more, lest it be left as a matter of error and ruin for those accustomed to pervert the rectitude of the divine doctrines.
1:984
ἐπειδὴ γὰρ ἔφη περὶ τοῦ φωτὸς, ὅτι ἐν τῷ κόσμῳ ἦν, ἵνα μήτις εἰς ἐκτόπους ἐννοίας περιέλκων τὸ εἰρημένον, τοῖς κατ' εἶδος τοῦ κόσμου μέρεσιν ἐναρίθμιον ποιοῖτο τὸ φῶς, ὥσπερ οὖν ἀμέλει καὶ ἥλιος καὶ σελήνη καὶ ἀστέρες τυχὸν, ἐν τῷ κόσμῳ μέν εἰσι, πλὴν ὡς μέρη τοῦ κόσμου, καὶ καθάπερ ἑνὸς μέλη σώματος, χρησίμως τε καὶ ἀναγκαίως Εὐαγγελιστὴς γενεσιουργὸν εὐθὺς, καὶ παντὸς τοῦ κόσμου τεχνίτην εἰσφέρει τὸν Μονογενῆ, καὶ διὰ τούτου πάλιν ἡμᾶς ἐξασφαλιζόμενος, καὶ χειραγωγῶν εἰς ἀπλανῆ καὶ εὐθεῖαν τῆς ἀληθείας κατάληψιν
因為他既論到那光說牠在世界中,於是——免得有人把所說的拉入怪異的觀念裡,按其種類把那光算作世界的一部分,正如太陽、月亮和眾星或許雖在世界中,卻只是世界的部分、可說是同一身體的肢體——福音書作者便有益而必要地立刻把獨生子引介為存有的創始者、全世界的巧匠,藉此再次使我們穩固,牽引我們進入對真理無誤而正直的領悟。
For since he had said concerning the light that it was in the world, then—lest anyone, dragging what was said into strange notions, should reckon the light among the parts of the world according to its several kinds, just as, no doubt, the sun and moon and stars perhaps are in the world, yet only as parts of the world and as members, so to speak, of one body—the Evangelist usefully and necessarily at once brings forward the Only-begotten as the author of being and the craftsman of the whole world, and through this again securing us and leading us by the hand into an unerring and straight apprehension of the truth.
1:985
οὕτω τε λοιπὸν ἑαυτῆς κτίσις ἔσται δημιουργὸς, καὶ ψιλὸν περιθήσει τῷ Μονογενεῖ τὸ ἀξίωμα λέγων Εὐαγγελιστὴς, ὅτι καὶ ἐν τῷ κόσμῳ ἦν καὶ κόσμος δι' αὐτοῦ ἐγένετο
否則受造之物豈不成了自身的創造者,而福音書作者說「祂在世界中,世界也是藉著祂造的」時,也不過是給獨生子加上一個空洞的尊榮罷了。
Otherwise the creation would henceforth be its own maker, and the Evangelist would be attaching a bare dignity to the Only-begotten when he says that He was in the world and that the world came into being through Him.
1:986
οὐκ ἄρα ταὐτὸν ἂν νοοῖτό ποτε παρά γε τοῖς εἰδόσι πιστεύειν ὀρθῶς, ποίημα καὶ ποιητὴς, Θεὸς καὶ κτίσις, ἀλλ' μὲν ὑποκείσεται δουλο πρεπῶς, τὸν τῆς οἰκείας φύσεως ὅρον ἐπιγινώσκουσα·
所以,至少在那些懂得正確相信的人中間,受造之物與造物主、神與受造界,斷不會被視為同一;反倒一方要以奴僕的身分居於臣屬之位,認清自己本性的界限;
So then, at least among those who know how to believe rightly, a thing made and its maker, God and creation, would never be thought the same; rather, the one shall be subject in servile fashion, recognizing the limit of its own nature;
1:987
βασιλεύσει δὲ ἐπ' αὐτὴν Υἱὸς, μόνος ἔχων μετὰ τοῦ Πατρὸς τὸ δύνασθαι καὶ ὡς ὄντα τὰ μὴ ὄντα καλεῖν, καὶ τὸ μήπω ὑπάρχον ἀῤῥήτῳ δυνάμει παράγειν εἰς γένεσιν
而聖子要作王管轄牠,唯獨祂與父擁有這樣的能力:呼叫那無有的如同已有,並以不可言喻的大能將那尚未存在的引入存有之中。
but the Son shall reign over it, alone with the Father possessing the power both to call the things that are not as though they were, and by ineffable power to bring into being that which does not yet exist.
1:988
ὅτι δὲ ὑπάρχων κατὰ φύσιν Θεὸς Υἱὸς, ἕτερος δήπου πάντως ἐστὶ παρὰ τὴν κτίσιν, ἀρκούντως ἤδη διειληφότες ἐν τῷ περὶ τῆς ἁγίας Τριάδος λόγῳ, περιττὸν ἐν τούτοις ἐροῦμεν οὐδέν·
至於聖子既按本性是神,就必定與受造界截然不同,這一點我們在論聖三一的論述中已充分處理,在此不必再多贅言;
But that the Son, being God by nature, is surely altogether other than the creation, we have already sufficiently treated in our discourse on the Holy Trinity, and shall here say nothing superfluous;
1:989
πλὴν ἐκεῖνο χρησίμως προσθήσομεν, ὅτι δι' αὐτοῦ τὸν κόσμον πεποιῆσθαι λέγων, εἰς ἔννοιαν ἡμᾶς ἀναφέρει τὴν περὶ Πατρὸς, καὶ συνεισφέρει τῷ δι' οὗ τὸν ἐξ οὗ
然而我們要有益地補上這一點:他說世界是藉著祂造成的,就把我們提升到關乎父的思念,並且在「藉著祂」之外也一併帶入「出於祂」。
yet this we shall usefully add: that in saying the world was made through Him, he lifts us up to the thought concerning the Father, and along with the 'through whom' he brings in also the 'from whom.'
1:990
πάντα γὰρ παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Ἁγίῳ Πνεύματι
因為萬有都是出於父、藉著子、在聖靈裡。
For all things are from the Father through the Son in the Holy Spirit.
1:991
Καὶ κόσμος αὐτὸν οὐκ ἔγνω
「世界卻不認識祂。」
'And the world knew Him not.'
1:992
Νήφει πάλιν πνευματοφόρος, καὶ φθάνειν ἐπείγεται τὰς παρά τινων εὑρεσιλογίας·
那受聖靈感動的人再次警醒,急於先發制人,堵住某些人所編造的巧辯;
Again the Spirit-bearer is vigilant, and hastens to forestall the sophistries devised by certain men;
1:993
φῶς ἀληθινὸν ἀπεκάλεσε τὸν Υἱὸν, διισχυρίσατό τε φωτίζειν αὐτὸν πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον·
他曾稱聖子為真光,並堅定肯定祂光照凡生在世上的每一個人;
he had called the Son the true Light, and had firmly affirmed that He enlightens every man coming into the world;
1:994
πρὸς δέ γε τούτῳ, ὅτι καὶ ἦν ἐν τῷ κόσμῳ φησὶν καὶ κόσμος δι' αὐτοῦ ἐγένετο. ἀλλ' εἶπεν ἄν τις εὐθὺς ἡμῖν τῶν δι' ἐναντίας Εἰ φῶς ἦν Λόγος, οὗτοι, καὶ εἰ φωτίζει παντὸς ἀνθρώπου καρδίαν, εἰς θεογνωσίαν δηλονότι καὶ εἰς σύνεσιν ἀνθρωποπρεπῆ, καὶ εἴπερ ἦν ἀεὶ ἐν τῷ κόσμῳ, καὶ αὐτὸς ἦν ἐργάτης αὐτοῦ, πῶς ἠγνοήθη καὶ εἰς χρόνους οὕτω μακρούς·
此外他又說祂在世界中,世界也是藉著祂造的。但反對者中或有人立刻對我們說:「先生們,若道是光,若祂光照每個人的心——就是引向認識神、引向合乎人的悟性——並且若祂一直在世界中、且祂自己是世界的工匠,那麼祂怎會不為人所認識,且歷經如此漫長的年代呢?
and besides this he says that He was in the world and the world came into being through Him. But one of the adversaries might at once say to us: 'If the Word was light, sirs, and if He enlightens the heart of every man—that is, unto the knowledge of God and unto understanding befitting man—and if He was ever in the world and Himself was its worker, how was He unknown, and that for such long ages?
1:995
οὐκοῦν οὐκ ἐφώτιζεν, ἀλλ' οὐδὲ ὅλως ὑπῆρχε τὸ φῶς αὐτός
所以祂並沒有光照;不,祂根本就不是那光。」
Therefore He did not enlighten; nay, He was not the light at all.'
1:996
πρὸς δὴ τὰ τοιαῦτα θερμότερον θεολόγος ὑπαντιάζει λέγων κόσμος αὐτὸν οὐκ ἔγνω·
面對這樣的反駁,這位神學家便更熱切地迎擊他們,說:「世界不認識祂」;
Against such objections the theologian meets them the more warmly, saying: 'The world knew Him not';
1:997
οὐκ αὐτὸς δι' ἑαυτὸν ἠγνοήθη, φησίν·
他說:「並非祂因自身之故而不被認識」;
'It was not He who through Himself was unknown,' he says;
1:998
αἰτιάσθω δὲ κόσμος τὴν οἰκείαν ἀσθένειαν
倒要讓世界歸咎於自己的軟弱。
let the world rather blame its own weakness.
1:999
φωτίζει μὲν γὰρ Υἱὸς, ἀπαμβλύνει δὲ τὴν χάριν κτίσις
因為聖子施行光照,受造之物卻使那恩典變得遲鈍。
For the Son enlightens, but the creation blunts the grace.
1:1000
ἐδανείζετο τὸ βλέπειν ἵνα τὸν κατὰ φύσιν νοήσῃ Θεὸν, καὶ δεδαπάνηκεν ἀσώτως τὸ δοθὲν, μέχρι τῶν ποιημάτων ἔστησε τῆς θεωρίας τὸ μέτρον·
它借得了看見的能力,為要領會那按本性是神的主,卻放蕩地揮霍了所賜的,把默觀的限度停留在受造之物上;
It borrowed the power of sight that it might apprehend Him who is God by nature, yet it squandered prodigally what was given, and set the measure of its contemplation no higher than the things that were made;
1:1001
ἐνάρκησε τὸν. ἐπέκεινα δρόμον, κατέχωσε ῥᾳθυμίαις τὸν φωτισμὸν, ἠμέλησε τοῦ χαρίσματος, ὅπερ ἵνα μὴ πάθοι, νήφειν Παῦλος κελεύει τῷ οἰκείῳ μαθητῇ·
它在那更高遠的路程上麻木了,把光照埋沒在懈怠之下,忽略了那恩賜——正是為使自己的門徒不致遭此,保羅囑咐他要警醒。
it grew numb in the course that lies beyond, buried its illumination under sloth, neglected the gift—the very thing which, that his own disciple might not suffer it, Paul bids him to be watchful.
1:1002
οὐδὲν οὖν ἄρα πρὸς τὸ φῶς τῶν φωτισθέντων φαυλότης·
那麼,被光照者的敗壞,絲毫無損於那光;
The worthlessness of those enlightened, then, is nothing against the light;
1:1003
ὅνπερ γὰρ τρόπον ἀνίσχει μὲν ἅπασι τοῦ ἡλίου τὸ φῶς, ὠφελεῖται δὲ οὐδὲν τυφλὸς, ἀλλ' οὐ διὰ τοῦτο τῆς ἡλιακῆς ἂν εὐλόγως κατηγορήσαιμεν αὐγῆς, αἰτιασώμεθα δὲ μᾶλλον τὸ τῆς ὄψεως πάθος·
正如太陽的光普照眾人,瞎子卻毫無得益——然而我們並不因此就理當責怪太陽的光輝,倒要歸咎於眼目的病患——
for just as the light of the sun rises upon all, yet the blind man is in no way profited—though not on that account would we reasonably accuse the sun's radiance, but rather blame the affliction of the sight—
1:1004
μὲν γὰρ ἐφώτιζεν, δὲ τὸν φωτισμὸν οὐκ ἐδέχετο·
因為一方施行了光照,另一方卻沒有領受那光照;
for the one gave light, but the other did not receive the illumination;
1:1005
οὕτως οἶμαι δεῖν καὶ ἐπὶ τοῦ Μονογενοῦς ἐννοεῖν, ὅτι φῶς μέν ἐστι τὸ ἀληθινόν δὲ θεὸς τοῦ αἰῶνος τούτου, καθὰ καὶ Παῦλός φησιν, ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν ἐν αὐτοῖς τῆς γνώσεως τοῦ Θεοῦ
我想,論到獨生子也當如此領會:祂確是真光,但正如保羅所說,「這世代的神弄瞎了不信之人的心眼,使神榮耀知識的光照不得照亮他們。」
so too, I think, must one understand in the case of the Only-begotten, that He is indeed the true Light, but 'the god of this age,' as Paul also says, 'has blinded the minds of the unbelieving, that the illumination of the knowledge of God should not dawn upon them.'
1:1006
τύφλωσιν δέ φαμεν τὴν ἐν τούτοις ὑποστῆναι τὸν ἄνθρωπον, οὐκ εἰς ὁλόκληρον τοῦ φωτὸς ἐρημίαν ἐρχό μενον·
然而我們說,人所遭受的這種瞎眼,並非陷入對那光徹底的匱乏;
But we say that man underwent this blinding without coming into an utter destitution of the light;
1:1007
σώζεται γὰρ ἐν τῇ φύσει πάντως θεόσδοτος σύνεσις·
因為那神所賜的悟性無論如何都保存在他的本性之中;
for the God-given understanding is by all means preserved in his nature;
1:1008
ἀλλ' εἰς ἕξιν ἀμαθεστέραν κατασβεννύμενον, καὶ ταῖς ἐπὶ τὰ χείρω παρατροπαῖς καταμαραίνοντά πως καὶ κατατήκοντα τὸ τῆς χάριτος μέτρον·
只是它被熄滅到一種更無知的狀態,並藉著偏向惡的轉離,多少枯萎並消融了那恩典的分量。
but rather it is quenched into a more ignorant condition, and by the turnings toward the worse it somehow withers and melts away the measure of grace.
1:1009
διά τοι τοῦτο καὶ σοφώτατος μελῳδὸς, ὅτε τὸν τοιοῦτον ἡμῖν ἄνθρωπον ὑπο κρίνεται, τότε δὴ καὶ δικαίως καταφωτίζεσθαι παρακαλεῖ, λέγων ὡς πρὸς Θεόν Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου· Νόμον γὰρ εἰς βοήθειαν ἔδωκε, τὸ θεῖον ἐν ἡμῖν ἀναζω πυρήσαντα φῶς, καὶ ὥσπερ τινὰ λήμην τῶν τῆς καρδίας ὀφθαλμῶν ἐκκαθαίροντα τὸν ἐξ ἀρχαίας ἀμαθίας ἐπισκή ψαντα σκοτισμόν
為此緣故,那極智慧的詩人在為我們扮演這樣一個人時,便正當地祈求得蒙光照,向神說:「求祢開我的眼睛,使我從祢的律法中觀看奇妙之事。」因為神賜下律法作幫助,重新點燃我們裡面的神聖之光,如同清除眼中的眵目一般,把那從古昔無知落在我們心眼上的幽暗清除淨盡。
For this reason too the most wise psalmist, when he takes on for us the role of such a man, then indeed and justly prays to be illumined, saying as to God: 'Open my eyes, and I shall behold the wondrous things of Thy law.' For He gave the Law as a help, kindling anew the divine light within us, and like some rheum cleansing away from the eyes of the heart the darkness that had settled upon us from ancient ignorance.
1:1010
ἀχαριστίας οὖν ἅμα καὶ ἀναισθησίας κόσμος ἐν τούτοις ὑπομένει γραφὴν, καὶ τὸν οἰκεῖον ἀγνοήσας γενεσιουργὸν, καὶ τὸν ἐκ τοῦ πεφωτίσθαι καρπὸν οὐκ ἀγαθὸν ἐπιδείξας, ἵνα φανῆται λοιπὸν ἐπ' αὐτῷ κἀκεῖνο πάλιν ἀληθὲς, τὸ ἐφ' υἱοῖς Ἰσραὴλ διὰ προφητικῆς ᾀδόμενον φωνῆς. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. ἦν γὰρ ὄντως τοῦ πεφωτίσθαι καρπὸς, ἀληθὴς περὶ τοῦ Μονογενοῦς διάληψις, σταφυλή τις ὥσπερ κληματίδος ἐξηρ τημένη, τῆς ἀνθρώπου διανοίας φημὶ, καὶ οὐχὶ τὸ ἐναντίον, εἰς πολύθεον ἕλκουσα πλάνην ἀβουλία, ὀξείας ἀκάνθης δίκην, ἐν ἡμῖν ἀνατέλλουσα καὶ πλήττουσα πρὸς θάνατον ταῖς ἀπάταις τὸν νοῦν
如此看來,世界在此就擔負了忘恩與麻木的罪狀,既不認識自己那使之存有的創始者,又沒有結出因蒙光照當有的好果子,以致今後那另一句話對它也顯為真實,就是藉先知的聲音論以色列眾子所歌唱的:「我指望它結葡萄,它倒結了荊棘。」因為受光照的果子確實就是對獨生子真確的領會,宛如一串葡萄懸掛於枝條之上——我是指懸於人的心思之上——而不是那相反之物:那把人拉入多神謬妄的愚妄,如同尖銳的荊棘在我們裡面萌發,藉其欺哄把心思刺傷至死。
The world, then, incurs in this a charge both of ingratitude and of insensibility, and, having failed to know its own author of being and having displayed no good fruit from being enlightened, so that henceforth that other word too is shown true of it, which through the prophetic voice is sung concerning the sons of Israel: 'I waited that it should bring forth grapes, but it brought forth thorns.' For truly the fruit of being enlightened was the true conception concerning the Only-begotten, a cluster as it were hanging from a tendril—I mean from the mind of man—and not the contrary: the folly that drags into the error of polytheism, which, like a sharp thorn, springs up within us and by its deceptions wounds the mind unto death.
1:1011
Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον
「祂來到自己的地方,自己的人倒不接待祂。」
'He came unto His own, and His own received Him not.'
1:1012
Ἐπιτείνει τὴν ἀπολογίαν Εὐαγγελιστὴς τοῦ μὴ ἐγνω κέναι τὸν κόσμον τὸν φωτίζοντα αὐτὸν, τουτέστι τὸν Μονο γενῆ, καὶ ἀπὸ τῆς χείρονος τῶν ἐξ Ἰσραὴλ ἁμαρτίας, καὶ τὰ τῶν ἐθνῶν ἐγκλήματα κρατύνειν ἐπείγεται, καὶ τὴν ἐπισκή ψασαν τῷ κόσμῳ παντὶ δυσμαθείας τε ὁμοῦ καὶ ἀπειθείας ἐπιδεικνύει νόσον
福音書作者把為世界辯護的話延伸下去,說明世界並未認識那光照它的主——就是獨生子——並且從以色列人更嚴重的罪起頭,急於也確立對外邦人的指控,顯明那臨到全世界的、既愚昧難教又悖逆的病症。
The Evangelist extends the defense on behalf of the world's not having known Him who enlightens it—that is, the Only-begotten—and, beginning from the graver sin of those of Israel, he hastens to establish also the charges against the Gentiles, and displays the disease of unteachableness together with disobedience that had come upon the whole world.
1:1013
εὐαφόρμως δὲ λίαν εἰς τὸν περὶ τῆς ἐνανθρωπήσεως εἰσελαύνει λόγον, καὶ καθέρπει λοιπὸν ἐξ ἀκράτου θεολογίας, εἰς ἐξήγησιν οἰκονομίας τῆς μετὰ σαρκὸς, ἣν ἐποιήσατο δι' ἡμᾶς Υἱός
他極其巧妙地推進入論道成肉身的話題,如今從純粹的神學下降到闡釋那帶著肉身的救贖安排,就是聖子為我們所成就的。
And very aptly he drives on into the discourse concerning the Incarnation, and now descends from pure theology into the exposition of the economy in the flesh which the Son wrought for our sake.
1:1014
ἐπὶ πάντων ἐπιδημήσαντα λαβεῖν οὐκ ἠθέλησε, τὴν τῶν οὐρανῶν βασιλείαν τῆς πίστεως ἀντιδιδόντα
祂雖在眾人中間駐留,他們卻不肯接待祂,就是那位以天國回報信心的主。
Though He had sojourned among all, they were unwilling to receive Him who was giving the kingdom of heaven in exchange for faith.
1:1015
ἐπι τήρει δὲ ὅπως γέγονεν ἀσφαλὴς περὶ τούτων λόγος
但要留意論這些事的言論是何等謹慎而穩妥。
But mark how carefully secured the discourse concerning these things has been made.
1:1016
τοῦ μὲν γὰρ κόσμου τὸ μηδόλως ἐγνωκέναι τὸν φωτίζοντα. κατηγορεῖ, συγγνώμην ὥσπερ αὐτῷ δικαίαν διὰ τούτου πραγματευόμενος, καὶ τῆς δοθείσης αὐτῷ χάριτος ἀφορμὰς εὐλόγους προδιοικούμενος·
因為論到世界,他控告它全然不認識那光照它的主,藉此彷彿為它謀得公正的赦免,並預先從所賜與它的恩典中安排出合理的緣由;
For of the world he accuses it of not having known at all Him who enlightens it, thereby procuring as it were a just pardon for it, and beforehand arranging reasonable grounds derived from the grace given to it;
1:1017
ἐπὶ δέ γε τῶν ἐξ Ἰσραὴλ, οἳ καὶ ἐν μέρει τῶν ἰδίως αὐτῷ προσηκόντων ἐτετάχαντο, τό Οὐ παρέλαβον τίθησιν·
至於論到以色列人,他們也曾被列在特別屬祂的人中間,他便寫下「他們不接待」;
but concerning those of Israel, who had been ranked also among those specially belonging to Him, he puts down the 'They received not';
1:1018
οὐ γὰρ ἦν ἀληθεύοντα λέγειν Οὐκ ἔγ νωσαν, νόμου μὲν ἀρχαιοτέρου κηρύττοντος, προφητῶν δὲ τῶν μετ' ἐκεῖνον παιδαγωγούντων αὐτοὺς ἐπὶ τὴν τῆς ἀλη θείας κατάληψιν
因為說「他們不知道」並不合乎真情,既然那更古的律法早已宣告,其後的眾先知又如師傅般引導他們趨向對真理的領悟。
for it was not possible to say with truth 'They knew not,' since the more ancient Law proclaimed, and the prophets after it were leading them as tutors toward the apprehension of the truth.
1:1019
δίκαιον οὖν ἄρα καὶ ἐπ' αὐτοῖς τῆς ἀποτομίας τὸ κρῖμα, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν ἐθνῶν χρηστότης
所以那嚴厲的判決臨到他們也是公義的,正如那恩慈臨到外邦人無疑也是公義的。
Just, therefore, is the sentence of severity also upon them, just as, no doubt, is the kindness upon the Gentiles.
1:1020
μὲν γὰρ κόσμος, ἤτοι τὰ ἔθνη, τὴν πρὸς Θεὸν οἰκείωσιν ἀπολέσαντα διὰ τῆς εἰς φαυλότητα καταδρομῆς, καὶ τὸ εἰδέναι προσεζημιώθη τὸν φωτίζοντα αὐτά·
因為世界,就是外邦人,藉著沉淪於敗壞而喪失了與神的親密,也被剝奪了認識那光照他們之主的能力;
For the world—that is, the Gentiles—having lost its intimacy with God through its plunge into worthlessness, was mulcted also of knowing Him who enlightens it;
← 上一段下一段 →
1