📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 復活節講道集

復活節講道集 第 1 章 第 28/28 段

希臘文原文.10 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:4939–1:4948(全章共 4948 節)

← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:4939
Ἆρ' οὖν οὐχ ἑκόντος κεκρατήκασιν, ἤγουν οὐκ εἰδότος ὅτι πείσεται; Καίτοι προεγνωκὼς ὁρᾶται τὸ πάθος, καὶ τὰ τῆς τῶν Ἰουδαίων ἀφιλοθεΐας τολμήματα, καὶ γοῦν διὰ προφητῶν ἁγίων ποτὲ μὲν ἔφασκε·
那麼,他們所擒獲的,難道是一位不甘願的、或是不知道自己將要受苦的嗎?然而,顯然他早已預知這受難之事,以及猶太人不敬神的種種膽大妄為之舉;他確曾藉著聖先知們這樣說過:
Did they, then, seize one who was unwilling, or one who did not know what he would suffer? Yet he is seen to have foreknown the Passion, and the audacious deeds of the Jews' impiety toward God; indeed, through the holy prophets he once said:
1:4940
Εἶτα παρὸν ἔξω φέρεσθαι βρόχων, δέδωκεν ἑκὼν τῷ θανάτῳ πρὸς βραχὺ τὸ ἴδιον σῶμα, ἵν' ἐγερθεὶς ἐκ νεκρῶν τὸ τοῦ θανάτου καταλύσῃ κράτος, ἵνα τὸν τοῦ διαβόλου παραλύσῃ φθόνον, δι' οὗ καὶ εἰσήλατο τὴν ἀνθρώπου φύσιν ὁ θάνατος, ἵνα ἡμᾶς ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν καὶ ἀμήρυτον ζωήν
儘管本可脫離那羅網,他卻甘心將自己的身體暫時交付死亡,好叫他從死裡復活,廢去死亡的權勢;好叫他挫敗魔鬼的嫉妒──死亡正是藉此侵入了人的本性;並好叫他將我們重新鑄造,使我們得著不朽壞、無盡的生命。
Then, though it lay in his power to escape the snares, he willingly gave his own body over to death for a short while, that, being raised from the dead, he might destroy the power of death; that he might paralyze the envy of the devil, through whom death had crept into human nature; that he might recast us for incorruption and unending life.
1:4941
Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες·
因為正如在亞當裡眾人
For just as in Adam all
1:4942
ἀποθνήσκουσιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Ἐγήγερται γοῦν τριήμερος σκυλεύσας τὸν ᾅδην, καὶ παλινδρομήσας εἰς τὸν οὐρανὸν, σύνεδρός ἐστι τῷ ἰδίῳ Πατρί
都死了,照樣,在基督裡眾人也都要復活得生命。他確實在第三天復活了,擄掠了陰間,並返回天上,與自己的父同坐一位。
die, so also in Christ shall all be made alive. He was indeed raised on the third day, having despoiled Hades, and, returning to heaven, he is enthroned beside his own Father.
1:4943
Ἥξει τε κατὰ καιροὺς, ἵνα κρίνῃ ζῶντας καὶ νεκρούς
他也將在所定的時候再來,審判活人與死人。
And he will come in due season, to judge the living and the dead.
1:4944
Ὡς οὖν ἀπολογήσεσθαι μέλλοντες τῷ κριτῇ, πάντα ῥίψαντες ὄκνον, καὶ πάσης ἁμαρτίας δραμόντες ἐπέκεινα, καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς μονονουχὶ καὶ ἐῤῥῶσθαι φράσαντες, κατορθώσωμεν δικαιοσύνην, ἐγκράτειαν, ἀγάπην, φιλοπτω- χίαν, τοῖς ἐν δεσμοῖς ἐπισκεψώμεθα, τοὺς ἐν ἀῤῥωστίαις σωματικαῖς ἀνακτησώμεθα, ἐπικουρήσωμεν ὀρφανοῖς, χήρας δάκρυον κατοικτείρωμεν, ἀγαπῶμεν ἀλλήλους ἐκτενῶς
既然我們將要向那審判者交帳,就當拋開一切遲疑,奮力奔跑,超越一切的罪惡,幾乎要向今生的種種紛擾道別,實行公義、節制、愛心與憐貧之德;讓我們探望那些被囚禁的人,扶助那些身患疾病的人,幫助孤兒,憐憫寡婦的眼淚,彼此切實相愛。
Since, then, we are about to give an account to the Judge, let us cast off all hesitation, and run beyond the reach of every sin, and, all but bidding farewell to the distractions of the present life, let us practice righteousness, self-control, love, and love for the poor; let us visit those in bonds, restore those in bodily sickness, help orphans, take pity on the widow's tear, and love one another fervently.
1:4945
Οὕτω γὰρ πολιτευσάμενοι, τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας τεσσαρακοστῆς, ἀπὸ ἕκτης τοῦ Φαμενὼθ μηνός·
因為如此立身行事,我們便能完成這神聖而純全的節期,從法門諾特月初六日開始那神聖的四旬期;
For by so ordering our lives, we shall complete the holy and all-pure feast, beginning the holy Forty Days from the sixth of the month Phamenoth;
1:4946
τῆς δὲ ἑβδομάδος τοῦ σεπτοῦ καὶ σωτηριώδους Πάσχα, ἀπὸ ἑνδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες δὲ τὰς νηστείας τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτῳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα·
而那可敬、蒙拯救的逾越節之週,則從法慕提月十一日開始,並於同月十六日安息日的深夜結束禁食,正如福音的宣告所示;
and the week of the venerable and saving Pascha from the eleventh of the month Pharmouthi, releasing the fasts on the sixteenth of that same month Pharmouthi, at the deep evening of the Sabbath, according to the gospel proclamation;
1:4947
ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἑπτακαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, ἵνα καὶ τὸν καιρὸν τῆς ἀναστάσεως, καθάπερ εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ἀναπαύλης λογιζόμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν·
即同月十七日主日破曉之際,並接續此後聖五旬節的七個星期──如此,把復活的季節視為聖徒在諸天安息的某種預像,我們便得以在我們的主基督耶穌裡,配得與他們同得相通契合;
as the Lord's Day dawns, the seventeenth of the same month Pharmouthi, joining thereafter also the seven weeks of the holy Pentecost—so that, reckoning the season of the Resurrection as a kind of image of the rest of the saints in the heavens, we may be counted worthy of communion with them in Christ Jesus our Lord;
1:4948
δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
藉著他並與他一同,願榮耀歸與父,同聖靈,從今直到永永遠遠。
through whom and with whom be glory to the Father, together with the Holy Spirit, now and always, and unto the ages of ages.
← 上一段
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。