📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論基督是一

論基督是一 第 1 章 第 3/5 段

希臘文原文.173 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:349–1:521(全章共 844 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:349
{Β} Ἄρ' οὖν δι' ἀνθρώπου πεποιῆσθαί φαμεν τὰ πάντα, καὶ ὁ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τὴν ἐκ γυναικὸς ἀπότεξιν ἔχων δημιουργός ἐστιν οὐρανοῦ καὶ γῆς καὶ συλλήβδην ἁπάντων τῶν ἐν αὐτοῖς; {Α} Φράζε δὴ οὖν καὶ αὐτός, ἐρήσομαι γάρ·
{乙}難道我們要說萬物是藉著一個人造的,並說那在末世由女子所生的,乃是天地及其中萬有的創造者嗎?{甲}那麼你自己告訴我,因為我要問:
{B} Do we then say that all things were made through a man, and that the one who, in the last times of the age, had his birth from a woman, is the maker of heaven and earth and, in sum, of all things in them? {A} Then you yourself tell me, for I will ask:
1:350
ἆρ' οὐ γέγονε σὰρξ ὁ Λόγος; Ἆρ' οὐ κεχρημάτικεν Υἱὸς ἀνθρώπου; Οὐκ ἔλαβε δούλου μορφήν; Οὐ κεκένωκεν ἑαυτόν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος; Εἰ μὲν οὖν ἀρνοῦνται τὴν οἰκονομίαν, ἀνταναστήσονται λέγοντες οἱ θεσπέσιοι μαθηταί·
道豈不是成了肉身嗎?祂豈不是被稱為人子嗎?祂豈不是取了奴僕的形像嗎?祂豈不是虛己、成為人的樣式、有人的樣子被尋見嗎?那麼,他們若否認這救恩的安排,蒙感的門徒就要起來反駁他們說:
did not the Word become flesh? Was he not called the Son of man? Did he not take the form of a servant? Did he not empty himself, being made in the likeness of men and found in fashion as a man? If, then, they deny the economy, the inspired disciples will rise up against them, saying:
1:351
Καὶ ἡμεῖς ἐθεασάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱόν, Σωτῆρα τοῦ κόσμου
我們也看見了,並且作見證,父差了子作世人的救主。
And we have beheld and bear witness that the Father hath sent the Son to be the Saviour of the world.
1:352
<Καὶ> ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ
凡認耶穌為神兒子的,神就住在他裡面,他也住在神裡面。
And whosoever shall confess that Jesus is the Son of God, God abideth in him, and he in God.
1:353
Ἐν τούτῳ γινώσκεται τὸ Πνεῦμα τοῦ Θεοῦ·
從此你們可以認出神的靈來:
Hereby is the Spirit of God known:
1:354
πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ Θεοῦ οὔκ ἐστιν
凡靈認耶穌基督是成了肉身來的,就是出於神的;凡靈不認耶穌的,就不是出於神的。
every spirit that confesseth that Jesus Christ is come in the flesh is of God; and every spirit that confesseth not Jesus is not of God.
1:355
Εἶτα, ποῖον ἂν ἔχοι λόγον τὸ ἐπ' ἀνθρώπου νοεῖν ὡς παραγέγονεν ἐν σαρκί; Πρέποι δ' ἂν μᾶλλον τῷ ἔξω σαρκὸς καὶ φύσεως οὐκ ὄντι τῆς καθ' ἡμᾶς τὸ καὶ ἐν σαρκὶ γενέσθαι καὶ μετὰ ταύτης ἐλθεῖν εἰς τόνδε τὸν κόσμον μετὰ τοῦ μεῖναι ὃ ἦν
那麼,若是指著一個人說祂「在肉身中來」,這還有什麼意思呢?倒不如說,這合宜於那在肉身之外、本性不像我們的一位,既成了肉身,又帶著肉身進入這世界,卻仍是祂素來所是的。
Then what sense would it make to understand, in the case of a man, that he came in the flesh? Rather it would befit one who is outside flesh and not of a nature like ours, both to come to be in flesh and, together with it, to come into this world while remaining what he was.
1:356
Οὐκοῦν, εἰ καὶ γέγονεν ἄνθρωπος, [ τὸ ἀπεῖργον οὐδὲν ἐννοεῖν] δι' αὐτοῦ παρῆχθαι τὰ πάντα, καθ' ὃ νοεῖται Θεὸς καὶ συναΐδιος τῷ Πατρί
所以,縱然祂成了人,就祂被認作神、與父同永而言,也絲毫無礙於我們認萬物都是藉祂而被造成的。
Therefore, even if he became man, there is nothing to prevent us from thinking that all things were brought into being through him, insofar as he is conceived as God and coeternal with the Father.
1:357
Οὐ γὰρ ἠλλοίωται Θεὸς ὢν ὁ Λόγος, εἰ καὶ γέγονεν ἐν προσλήψει σαρκὸς ἐψυχωμένης νοερῶς, καὶ οὐκ ἄνθρωπον ἑαυτῷ συνάψας, καθά φασιν οἱ καινοτομοῦντες τὴν πίστιν, ἀλλ' αὐτὸς γενόμενος σάρξ, ὡς ἔφην, τουτέστιν ἄνθρωπος
因為那為神的道並未改變,縱然祂進入了取具有理性靈魂之肉身的事——並非如那些在信仰上標新立異的人所主張的,把一個人聯於自己,乃是祂自己成了肉身,正如我所說的,就是成了人。
For being God, the Word has not been altered, even though he came into the assumption of flesh endowed with a rational soul—and not by joining a man to himself, as those who innovate upon the faith assert, but by himself becoming flesh, as I said, that is, becoming man.
1:358
Ἔσται γὰρ οὕτως αὐτῷ καὶ τὸ κεχρῖσθαι πρέπον καὶ διαβολῆς ἀμοιροῦν
因為這樣,「受膏」一事也就適合於祂,並且毫無可指責之處。
For thus the being anointed will also befit him, and be free from any reproach.
1:359
Κεκλήσεται δὲ καὶ Ἰησοῦς, ὡς αὐτὸς ὑπάρχων κατὰ ἀλήθειαν ὁ τὴν κατὰ σάρκα ἐκ γυναικὸς ὑπομείνας γέννησιν
祂也要被稱為耶穌,因為祂正是那位真實地承受了由女子按肉身而生的。
And he will also be called Jesus, as being in truth the very one who endured birth according to the flesh from a woman.
1:360
Σέσωκε γὰρ οὕτω τὸν ἑαυτοῦ λαόν, οὐχ ὡς ἄνθρωπος Θεῷ συναφθείς, ἀλλ' ὡς Θεὸς γεγονὼς ἐν ὁμοιώσει τῶν κεκινδυνευκότων, ἵν' ἐν αὐτῷ καὶ πρώτῳ τὸ ἀνθρώπινον γένος ἀναπλάττηται πρὸς τὸ ἐν ἀρχαῖς
因為祂這樣拯救了自己的百姓,不是作為一個聯於神的人,乃是作為神,成了那些瀕於危亡之人的樣式,好叫人類能在祂裡面、並以祂為首,被重新塑造成元初的樣式。
For thus he saved his own people, not as a man joined to God, but as God who came to be in the likeness of those who were in peril, so that in him, and as the first, the human race might be refashioned unto its original state.
1:361
Πάντα γὰρ ἦν ἐν αὐτῷ καινά
因為在祂裡面萬事都成了新的。
For all things were new in him.
1:362
{ Β} Οὐκοῦν, διαβεβλήσεται πρὸς ἡμῶν τὸ χρῆναι φρονεῖν ἢ λέγειν ἄνθρωπον συνῆφθαι τῷ Θεῷ Λόγῳ, καὶ κοινωνὸν γενέσθαι τῆς ἀξίας αὐτῷ, καὶ ἐν τάξει χάριτος τὴν υἱοθεσίαν ἔχειν
{乙}那麼,這種以為當思想或言說「一個人被聯於神的道、成為分享祂尊位者、並在恩典之列得著兒子名分」的觀念,就要被我們棄絕了。
{B} Then it will be repudiated by us, this notion that one ought to think or say that a man was joined to God the Word, and became a sharer in his dignity, and holds adoption in the rank of grace.
1:363
Οὐ γὰρ οἶδε τοῦτο τῶν ἱερῶν Γραμμάτων ἡ δύναμις, εὕρημα δὲ μᾶλλόν ἐστι < φιλοκαίνου> τε καὶ ἀδρανοῦς, καὶ παρειμένης φρενός, καὶ οὐκ ἐχούσης ὁρᾶν τοῦ μυστηρίου τὸ βάθος
因為聖經的內涵全然不知有這事;這倒是一個好新奇、軟弱、鬆懈、看不見這奧祕深處之人的杜撰。
For the force of the sacred Scriptures knows nothing of this; rather it is the invention of a novelty-loving and feeble mind, slack and unable to see the depth of the mystery.
1:364
Ποῦ γάρ τι τοιοῦτον παρὰ τῆς ἁγίας εἴρηται Γραφῆς;Ὁ μὲν γὰρ θεσπέσιος Παῦλος τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς διατρανῶν εὖ μάλα τὸ μυστήριον·
因為聖經何處說過這樣的事呢?因為蒙感的保羅,把獨生子成為肉身的奧祕說得極其明白:
For where has any such thing been said by the holy Scripture? For the inspired Paul, making very clear the mystery of the incarnation of the Only-begotten, says:
1:365
Ἐπειδὴ γὰρ τὰ παιδία, φησί, κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον
他說:兒女既同有血肉之體,祂也照樣親自成了血肉之體,特要藉著死,敗壞那掌死權的,就是魔鬼。
For since the children, he says, are partakers of blood and flesh, he also himself in like manner partook of the same, that through death he might bring to nought him that had the power of death, that is, the devil.
1:366
Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα
律法既因肉體軟弱,有所不能行的,神就差遣自己的兒子,成為罪身的形狀,並且為了罪,在肉體中定了罪案,使律法的義成就在我們這不隨從肉體、只隨從聖靈的人身上。
For what the law could not do, in that it was weak through the flesh, God, sending his own Son in the likeness of sinful flesh and concerning sin, condemned sin in the flesh, that the righteous requirement of the law might be fulfilled in us, who walk not after the flesh, but after the spirit.
1:367
Κεκοινωνηκέναι δέ φαμεν αἵματος καὶ σαρκός, κατά γε τὸν τοῖς θεορρήμοσιν ἐοικότα νοῦν, οὐ τὸν ἐν σαρκὶ καὶ αἵματι κατ' ἰδίαν φύσιν, καὶ ἑτέρως εἶναι μὴ δυνάμενον, ἀλλὰ τὸν οὐκ ὄντα τοῦτό ποτε, καὶ φύσεως ἑτέρας ἢ καθ' ἡμᾶς
我們說祂成了有血有肉的,乃是照著與這些神聖話語相符的意思——不是指那按自身本性原在血肉之中、不能有別樣的,乃是指那素來絕非如此、且本性與我們不同的那一位。
And we say that he partook of blood and flesh, according to a sense agreeing with the inspired words—not the one who in his own nature is in flesh and blood and cannot be otherwise, but the one who was never this and is of a nature other than ours.
1:368
Γεγονέναι δὲ καὶ ἐκ γυναικὸς καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας τὸν δι' ἡμᾶς καθ' ἡμᾶς μετὰ τοῦ καὶ ὑπὲρ ἡμᾶς, καθὸ νοεῖται Θεός
我們說,那位為我們的緣故成為與我們一樣、就祂被認作神而言又超越我們的,乃是由女子所生、並成為罪身形狀的。
And we say that he who for our sake became as we are, while also being above us insofar as he is conceived as God, came to be both from a woman and in the likeness of sinful flesh.
1:369
Γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος, πλὴν οὐ σὰρξ ἁμαρτίας, ἀλλ' ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, συνανεστράφη μὲν τοῖς ἐπὶ τῆς γῆς ὡς ἄνθρωπος, καὶ ἐν ὁμοιώματι γέγονε τῷ καθ' ἡμᾶς, πλὴν οὐ μεθ' ἡμῶν ὑφ' ἁμαρτίαν, ἀλλ' ἐπέκεινα τοῦ εἰδέναι πλημμελεῖν
因為道成了肉身——卻不是有罪的肉身,乃是罪身的形狀;祂如同人住在地上的人中間,成了與我們相似的,卻不與我們一同處在罪下,乃是超乎曉得犯罪之上。
For the Word became flesh—yet not flesh of sin, but in the likeness of sinful flesh; he dwelt among those upon the earth as a man and came to be in a likeness to us, yet not with us under sin, but beyond knowing how to err.
1:370
Οἳ δὲ τὴν οὕτω σεπτὴν καὶ τεθαυμασμένην οἰκονομίαν ἀποφέροντες, οὐκ οἶδ' ὅπως, τοῦ Μονογενοῦς, ἄνθρωπον αὐτῷ συνάπτουσι σχετικῶς, τιμαῖς ταῖς θύραθεν ἐξωραϊσμένον, καὶ ἀλλοτρίᾳ δόξῃ λελαμπρυσμένον, καὶ οὐ Θεὸν ἀληθῶς, ἀλλὰ Θεοῦ κοινωνὸν καὶ μέτοχον, καὶ Υἱὸν ψευδώνυμον, καὶ Σωτῆρα σωζόμενον, καὶ λυτρούμενον Λυτρωτήν, καίτοι γεγραφότος ὡδὶ τοῦ μακαρίου Παύλου·
但這些人,不知怎地把如此可敬、令人稱奇的救恩安排從獨生子身上剝去,只憑某種關係把一個人聯於祂,叫他披戴外來的尊榮、被他人的榮耀所照亮——不是真神,乃是神的同伴和分享者,是虛有其名的兒子,是被拯救的救主、被贖的救贖者——縱然蒙福的保羅這樣寫道:
But these men, somehow stripping away from the Only-begotten so august and admired an economy, join a man to him by mere relation, adorned with extraneous honors and made resplendent with an alien glory—not God in truth, but a partner and sharer of God, a Son falsely so named, a saved Saviour and a ransomed Redeemer—even though the blessed Paul wrote thus:
1:371
Ἐπέφανε γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ ἐπιεικῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
因為神救眾人的恩典已經顯明出來,教訓我們除去不敬虔的心和世俗的情慾,在今世自守、公義度日,等候所盼望的福,並等候至大的神和我們救主耶穌基督榮耀的顯現。
For the grace of God that bringeth salvation hath appeared to all men, that, denying ungodliness and worldly lusts, we should live soberly and righteously in this present age, looking for the blessed hope and appearing of the glory of the great God and our Saviour Jesus Christ.
1:372
Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν, κατὰ τὸ γεγραμμένον
他們自稱為聰明,反成了愚拙,正如經上所記的。
Professing themselves to be wise, they became fools, according to what is written.
1:373
Μεθιστᾶσι γάρ, ὡς ἔφην, τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν εἰς πᾶν τοὐναντίον, καὶ τὸ μὲν ἠξιῶσθαι λέγειν αὐτὸν εἴη ἂν ἕτερον οὐδὲν πλὴν ὅτι κοινὸν ἄνθρωπον ἀποφαίνειν καὶ εἰς ἑτερότητα τὴν εἰσάπαν ἀποτειχίζειν ἀβούλως, ὡς υἱῶν νοεῖσθαι δυάδα προσκυνητήν, ὧν ὁ μέν ἐστι φύσει καὶ ἀληθῶς, θάτερός γε μὴν εἰσποιητός τε καὶ νόθος, καὶ οὐδὲν ἔχων ὅ ἐστιν αὐτοῦ, ἵνα καὶ αὐτῷ λέγηται μεθ' ἡμῶν·
因為他們如我所說,把基督奧祕的能力扭轉成了全然相反的;說祂「蒙配得」無非就是宣告祂是個普通人,並且輕率地把祂隔絕到全然的異質之中——以致人必須設想出受敬拜的「二子」,其中一位是按本性、按真實的,另一位卻是收養來的、是冒名的,毫無一樣是自己的,以致連對他也要與我們一同說:
For they transfer, as I said, the power of the mystery of Christ into its very opposite; and to say that he was 'deemed worthy' would be nothing else than to declare him a common man and to wall him off, ill-advisedly, into utter otherness—so that one must conceive of a worshipped dyad of sons, of whom one is by nature and in truth, while the other is adoptive and spurious, having nothing that is his own, so that to him too may be said, along with us:
1:374
Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Εἶτα ὅποι ποτὲ βαδιεῖται λέγων ὁ πάνσοφος Παῦλος·
你有什麼不是領受的呢?那麼至智的保羅說以下這話時,最終要走到哪裡去呢:
For what hast thou that thou didst not receive? Then where in the end will the all-wise Paul go, when he says:
1:375
Ὁ τοῦ Θεοῦ γὰρ Υἱὸς Ἰησοῦς Χριστός, ὁ ἐν ὑμῖν κηρυχθεὶς δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονε
因為神的兒子,耶穌基督,就是我和西拉並提摩太在你們中間所傳的,並沒有是而又非的,在祂只有一是。
For the Son of God, Jesus Christ, who was preached among you by us, even by me and Silvanus and Timothy, was not Yea and Nay, but in him was Yea.
1:376
Πῶς γὰρ οὐ γέγονε Ναὶ καὶ Οὒ εἰ Θεὸς εἶναι λέγεται καὶ οὔκ ἐστι Θεός, εἰ κατεψευσμένον ἐπ' αὐτοῦ τὸ Υἱὸς καὶ Κύριος; Ἔχοντι δὲ ὧδε, καθά φασιν αὐτοί, πρέποι ἄν, οἶμαί που, καὶ τὸ χρῆναι λέγειν·
因為,若祂被稱為神卻不是神,若「兒子」和「主」是虛假地加在祂身上,祂怎能不是「是而又非」呢?但若事情真如他們自己所說的,那麼我想,連這話也該說了:
For how was he not Yea and Nay, if he is said to be God and is not God, if 'Son' and 'Lord' are falsely predicated of him? But if it stands as they themselves say, then it would be fitting, I suppose, even to say:
1:377
Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι
然而我今日成了何等人,是蒙神的恩才成的。
But by the grace of God I am what I am.
1:378
Τὸ γὰρ μὴ φύσει προσόν, ἀλλ' ἔξωθεν καὶ εἰσκεκριμένον καὶ παρ' ἑτέρου δοτόν, οὐχὶ τοῦ λαβόντος εἴη ἂν μᾶλλον, ἀλλὰ τοῦ νείμαντος καὶ χαρισαμένου
因為那不是本性所固有、乃是從外面由別人加給並賜予的,與其說是屬於領受者,不如說是屬於那分賜並施恩者。
For what does not belong by nature, but is from outside, introduced and given by another, would belong not so much to the receiver as to the one who apportioned and bestowed it.
1:379
Ἐγώ εἰμι ἡ ἀλήθεια, εἰ μηδὲν ἀληθὲς ἐπ' αὐτοῦ; Κατελήφθη τάχα που καὶ ὑπὸ τῆς σκοτίας εἰ ψεύδεται
「我就是真理」——若祂身上沒有一樣是真的,怎能如此說呢?那麼,祂若說謊,恐怕連黑暗也勝過祂了。
I am the truth—if nothing about him is true? Then perhaps he was even overtaken by the darkness, if he lies.
1:380
Ἀλλ' οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καθὰ γέγραπται
祂並沒有犯罪,口裡也沒有詭詐,正如經上所記。
But he did no sin, neither was guile found in his mouth, as it is written.
1:381
{ Α} Ποῦ δὲ ἡ κένωσις; Καὶ τίνος ἂν νοοῖτο γενέσθαι λοιπόν; Οὐ γὰρ ἔστιν ἰδεῖν κεκενωμένον τινὰ μᾶλλον, ἀλλ' ἔκ γε τῶν ἐναντίων πληρούμενον, καίτοι τὸ πλῆρες οὐκ ἔχοντα κατ' ἰδίαν φύσιν
{甲}但那虛己又在哪裡呢?這事還能被認作發生在誰身上呢?因為人看不出有誰更是被倒空的,反倒看見他是被充滿的——而這還是在他自身本性裡並不擁有那豐滿的情況下。
{A} But where is the emptying? And of whom would it any longer be conceived to take place? For it is not possible to see anyone rather emptied, but, on the contrary, being filled—and that though he did not have the fullness in his own nature.
1:382
Οὐ γὰρ ἂν ἐδεήθη τῶν παρ' ἑτέρου, καὶ περιττὸν ἦν αὐτῷ τὸ λαβεῖν, οἴκοθεν ἔχοντι τὸ αὐτοτελές, καὶ τὸ πρὸς πᾶν ὁτιοῦν ἀποχρώντων ἔχον, ἀλλ' ἐκ πληρώματος τοῦ Χριστοῦ πάντες ἡμεῖς ἐλάβομεν, καὶ οὐκ ἂν διαψεύσαιτο τὸ τῶν θεηγόρων κήρυγμα
因為祂本無需從別處而來的,領受對祂乃是多餘的,既然祂從自己就有那自足、且足以應付凡百事的;然而「從祂的豐滿裡我們都領受了」,那些述說神之人的宣告斷不能成為虛謊。
For he would not have needed what comes from another, and to receive would have been superfluous to him, since he has from himself what is self-complete and sufficient for every purpose whatsoever; but 'of his fulness have all we received,' and the proclamation of those who speak of God could not prove false.
1:383
Πλήρης γὰρ ὁ Χριστός, καὶ δοτὸν αὐτῷ παντελῶς οὐδὲν καθὰ νοεῖται [καὶ ἔστι] Θεός, εἰ καὶ γέγονεν αὐτοῦ τὸ λαβεῖν διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον καὶ καθὸ πέφηνε καθ' ἡμᾶς, οἷς ἂν λέγοιτο καὶ μάλα ὀρθῶς Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; {Β} Ναί, φησίν
因為基督是豐滿的,就祂被認作、且實是神而言,全然沒有一樣是賜給祂的,縱然「領受」因著人性的尺度、並因祂顯為與我們一樣而成了祂的——對我們,人盡可極正確地說:你有什麼不是領受的呢?{乙}他說:是的。
For Christ is full, and absolutely nothing is given to him insofar as he is conceived and is God, even though receiving came to be his on account of the measure of humanity and inasmuch as he appeared as we are—to whom one might quite rightly say: For what hast thou that thou didst not receive? {B} Yes, he says.
1:384
{Α} Ἀλλ' ὦ βέλτιστοι, φαίη τις ἂν αὐτοῖς, ὁ συνημμένον ἔχων ἕτερον εἷς οὐκ ἂν νοοῖτο, πόθεν; Ἀλλ' εἷς μεθ' ἑνός, ἢ γοῦν μεθ' ἑτέρου, δύο δὲ οὗτοι πάντη τε καὶ πάντως
{甲}有人會對他們說:諸位啊,那有另一位與之聯結的,怎能被認作「一」呢?斷然不能。倒是這一位連同那一位,至少是這一位與另一位,這就無論如何、徹頭徹尾是兩位了。
{A} But, O good sirs, one might say to them, he who has another conjoined to him could not be conceived as one—how could he? Rather he is one with one, or at any rate one with another, and these are two utterly and in every way.
1:385
Εἷς δ' ἂν νοοῖτο κατὰ ἀλήθειαν ὑπάρχειν Υἱὸς εἰ τὸν αὐτὸν εἶναί φαμεν ἐκ Θεοῦ μὲν θεϊκῶς γεννηθέντα Θεὸν Λόγον, παραδόξως δὲ ἄνθρωπον κατὰ σάρκα ἐκ γυναικός
但祂若被認作真實的「一位兒子」,就必須承認:那以神聖方式從神而生的神的道,與那奇妙地按肉身由女子所生的人,乃是同一位。
But he would be conceived as being in truth one Son, if we say that the same one is the God the Word begotten of God in a divine manner, and yet paradoxically man according to the flesh from a woman.
1:386
Ἔφασκον γὰρ ὅτι Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν
因為他們說:我們不是為善事拿石頭打你,是為你說僭妄的話;又因你是個人,反將自己當作神。
For they said: For a good work we stone thee not, but for blasphemy, and because thou, being a man, makest thyself God.
1:387
Εἶτα πῶς ὁ πάνσοφος Παῦλος, ἐκβάλλων τὴν δόξαν, ὡς ἐν ἐρωτήσεσίν ἐστιν ἀπαιτῶν καὶ λέγων·
那麼,至智的保羅怎樣駁斥他們的見解,彷彿用反問的方式責問說:
Then how does the all-wise Paul, rejecting their opinion, put it as it were in the form of questions, demanding and saying:
1:388
Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας
耶穌基督,昨日、今日、一直到永遠是一樣的。
Jesus Christ, the same yesterday and today, and for ever.
1:389
Ἢ γοῦν καὶ ἑτέρως ὁ γὰρ χθὲς καὶ σήμερον, φησίν, Ἰησοῦς ὁ αὐτὸς ἔσται καὶ εἰς τοὺς αἰῶνας, πρόσφατος δηλονότι καὶ χθὲς καὶ σήμερον, καίτοι τοῦ Θεοῦ Λόγου τῷ ἰδίῳ Πατρὶ συνυφεστηκότος
或者換個角度看:他說那「昨日今日的」耶穌也要永遠是同一位——顯然是新近的,無論昨日今日——然而那神的道卻是與自己的父同存的。
Or, taken in yet another way: for he says, the Jesus who is yesterday and today will be the same also for ever—evidently being something recent, both yesterday and today—and yet the God the Word coexists with his own Father.
1:390
{ Α} Μάλιστα μὲν ἀδικοῦσι, παροχετεύοντες τὴν ἀλήθειαν ἐπὶ τό γε σφίσιν αὐτοῖς ἀσυνέτως δοκοῦν, καὶ τῶν ἱερῶν Γραμμάτων τὸ ἀκριβὲς παραφθείροντες
{甲}他們所行最為錯謬的,乃是把真理引向他們在無知中所以為然的,並敗壞聖經的精確。
{A} Most of all they do wrong, diverting the truth toward what seems to them, in their lack of understanding, to be so, and corrupting the precision of the sacred Scriptures.
1:391
Εἰ δὲ δή τις λέγοι καὶ προαιώνιον Χριστὸν Ἰησοῦν, οὐκ ἂν ἁμάρτοι τἀληθοῦς, εἴπερ ἐστὶν εἷς Υἱὸς καὶ Κύριος, ὁ προαιώνιος Λόγος, τὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς κατὰ σάρκα ἐκ γυναικὸς ὑπομείνας γέννησιν
但若有人稱基督耶穌也是先於萬世的,他並不偏離真理,因為只有一位兒子和主,就是那先於萬世的道,祂在末世按肉身由女子所生。
But if anyone should call Christ Jesus also pre-eternal, he would not stray from the truth, since there is one Son and Lord, the pre-eternal Word, who in the last times of the age endured birth according to the flesh from a woman.
1:392
Ὅτι δὲ οὐκ ἠλλοίωται γεγονὼς ἄνθρωπος καθ' ἡμᾶς ὁ Λόγος, διαμεμήνυκε λέγων ὁ Πνευματοφόρος·
那位被聖靈感動的,明明宣告說:那道雖成了與我們一樣的人,卻並未改變:
And that the Word, having become man like us, has not been altered, the Spirit-bearer has plainly declared, saying:
1:393
Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας
耶穌基督,昨日、今日、一直到永遠是一樣的。
Jesus Christ, the same yesterday and today, and for ever.
1:394
Καὶ σημαντικὸν μὲν τοῦ παρῳχηκότος χρόνου ποιεῖται τὸ χθές, τοῦ γε μὴν ἐνεστῶτος τὸ σήμερον, τοῦ δὲ ἐσομένου καὶ μέλλοντος τὸ εἰς τοὺς αἰῶνας
他以「昨日」表明過去的時間,以「今日」表明現在,以「直到永遠」表明那將來必有的。
And he makes 'yesterday' indicative of past time, 'today' of the present, and 'for ever' of what is to be and future.
1:395
Εἰ δὲ οἴονταί τι σοφὸν ἐννενοηκέναι, τὸ χθές καὶ σήμερον ἀντὶ τοῦ προσφάτου δεχόμενοι, διατεινόμενοί τε καὶ λέγοντες·
但他們若自以為想出了什麼高明之見,把「昨日今日」當作「新近」的意思,並爭辯說:
But if they suppose they have thought of something clever, taking 'yesterday and today' to mean 'recent,' and contending and saying:
1:396
Ὁ χθὲς καὶ σήμερον, πῶς ἂν εἴη καὶ εἰς τοὺς αἰῶνας; μεταστήσομεν καὶ ἡμεῖς τὴν τῆς ἐρωτήσεως δύναμιν εἰς τὸ ἔχον ἐναντίως
那「昨日今日」的,怎能也是「直到永遠」的呢?——我們也要把這問題的鋒芒轉向相反的一面。
He who is yesterday and today, how could he also be for ever?—we too will turn the force of the question into its contrary.
1:397
Ὁ γὰρ εἰς τοὺς αἰῶνας ὢν Λόγος, πῶς ἂν λάβοι τὸ χθὲς καὶ σήμερον ἐφ' ἑαυτῷ, εἴπερ ἐστὶν εἷς ὁ Χριστός, καὶ οὐ μεμέρισται κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν; Ὅτι γὰρ οὕτω πρὸς ἡμῶν ἐθέλει γνωρίζεσθαι, κἀντεῦθεν εἴσῃ τοι
因為那直到萬世的道,若照蒙感保羅所言、基督是「一位」、並未被分開,祂怎能把「昨日今日」加在自己身上呢?至於祂願意我們這樣認識祂,你也要從以下的話得知。
For the Word who is unto the ages, how could he take upon himself the 'yesterday and today,' if indeed Christ is one and is not divided, according to the voice of the inspired Paul? For that he wills to be thus made known by us, you will learn from this as well.
1:398
Καίτοι γὰρ ὁρώμενος ἐν σαρκί, καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐμβεβηκώς, τὴν προαιώνιον ὕπαρξιν ἑαυτῷ προσμεμαρτύρηκε λέγων·
因為祂雖在肉身中被人看見、進入了人性的尺度,仍為自己先於萬世的存在作見證,說:
For even while being seen in flesh and having entered into the measures of humanity, he bore witness to his own pre-eternal existence, saying:
1:399
Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί
我實實在在地告訴你們,還沒有亞伯拉罕,就有了我。
Verily I say unto you, before Abraham was, I am.
1:400
Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; Καὶ Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου
我對你們說地上的事,你們尚且不信,若說天上的事,如何能信呢?又說:除了從天降下、仍舊在天的人子,沒有人升過天。
If I have told you earthly things and ye believe not, how shall ye believe if I tell you heavenly things? And: No man hath ascended into heaven, but he that came down from heaven, the Son of man.
1:401
Ὡς γὰρ ὑπάρχων ἀεὶ καὶ προαιώνιος Λόγος καθιγμένος ἐξ οὐρανῶν, εἶτα πεφηνὼς ὁ αὐτὸς ἄνθρωπος καθ' ἡμᾶς, ὡς εἷς Χριστὸς καὶ Κύριος καὶ ὅτε γέγονε σάρξ, τὰ τοιάδε φησίν
因為祂作為那永遠存在、先於萬世的道,從諸天降下,後又顯為與我們一樣的人,作為一位基督和主,連在祂成了肉身時,也說這樣的話。
For as one who is ever-existing and the pre-eternal Word, descended from the heavens, and then having appeared the same as a man like us, as one Christ and Lord even when he became flesh, he says such things.
1:402
{ Β} Ἐξεύρηταί τις αὐτοῖς καὶ ἕτερος λόγος
{乙}他們還想出了另一套說法。
{B} They have devised yet another argument.
1:403
Καὶ γοῦν οἱ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοί, τὸν αὐτὸν γινώσκοντες Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, τοὺς περὶ αὐτοῦ πρὸς ἡμᾶς πεποίηνται λόγους
於是那些主理福音宣告的人,既認得同一位既是神又是人,便向我們述說了關乎祂的話。
And so the ministers of the gospel proclamations, knowing the same one to be at once God and man, made their statements about him to us.
1:404
Γέγραπται γοῦν περὶ τοῦ μακαρίου Βαπτιστοῦ ὅτι Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει·
至少經上論到蒙福的施洗約翰說:次日,他看見耶穌來到他那裡,就說:
It is written, at any rate, concerning the blessed Baptist that, On the morrow he beholdeth Jesus coming unto him, and saith:
1:405
Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου
看哪,神的羔羊,除去世人罪孽的。
Behold the Lamb of God, who taketh away the sin of the world.
1:406
Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον·
這就是我曾說的那位:
This is he of whom I said:
1:407
Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μού ἐστι, κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων
有一位在我以後來、反成了在我以前的,因祂本來在我以前;我先前不認識祂,但為要叫祂顯明給以色列人,所以我來用水施洗。
After me cometh a man who is preferred before me, for he was before me; and I knew him not, but that he should be made manifest to Israel, therefore am I come baptizing with water.
1:408
Σύνες οὖν ὅπως ἄνδρα λέγων καὶ ἀμνὸν ὀνομάζων αὐτόν, οὐχ ἕτερον εἶναί φησι τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸ μέγα τοῦτο καὶ ἐξαίσιον ἀληθῶς καὶ θεοπρεπὲς ἀξίωμα προσνενέμηκεν αὐτῷ
那麼,要明白:施洗約翰既稱祂為人、又名祂為羔羊,便指明那除去世人罪孽的不是別人,並把這偉大、確實非凡、合乎神的尊位歸於祂。
Understand, then, how, calling him a man and naming him a lamb, he says that the one who takes away the sin of the world is no other, and attributes to him this great and truly extraordinary and God-befitting dignity.
1:409
Ἔμπροσθεν δὲ καὶ πρῶτον γενέσθαι φησὶν αὐτοῦ, καίτοι κατόπιν γενόμενον, κατά γέ φημι τὸν τῆς κατὰ σάρκα γεννήσεως χρόνον
他又說祂成了在他以前的、是首先的,雖然按肉身出生的時間說,祂是在後來的。
And he says that he came to be before him and first, though he came after—I mean, as regards the time of his birth according to the flesh.
1:410
Αὐτοῦ τοιγαροῦν καὶ τὸ πρόσφατον ἀνθρωπίνως καὶ τὸ ἀΐδιον θεϊκῶς
所以那「新近的」按人性屬於祂,那「永恆的」按神性也屬於祂。
Therefore both the recent belongs to him humanly, and the eternal divinely.
1:411
Ταύτῃ τοι καὶ ὁ πανάριστος Πέτρος, οὐ γυμνὸν οὐδὲ ἄσαρκον καταθεώμενος τὸν Λόγον, ἀλλ' ἐν σαρκὶ καὶ αἵματι πεφηνότα, σαφῶς τε καὶ ἀπλανῶς τῆς εἰς αὐτὸν πίστεως τὴν ἀπόδοσιν ἐποιεῖτο λέγων·
為此,那至為傑出的彼得,看見那道不是赤裸的、也不是無肉身的,乃是在血肉中顯現的,便清楚無誤地獻上對祂的信仰之表白,說:
On this account too the most excellent Peter, beholding the Word not bare nor fleshless, but appearing in flesh and blood, clearly and unerringly made his rendering of faith in him, saying:
1:412
Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος
你是基督,是永生神的兒子。
Thou art the Christ, the Son of the living God.
1:413
Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου, ὁ ἐν τοῖς οὐρανοῖς
西門巴約拿,你是有福的,因為這不是屬血肉的指示你的,乃是我在天上的父指示的。
Blessed art thou, Simon Bar-jonah, for flesh and blood hath not revealed it unto thee, but my Father who is in the heavens.
1:414
Ἀλλ' εἰ μὴ βαθὺ τὸ μυστήριον, καὶ Θεὸς ἦν ἐν σαρκί, ἄνθρωπος δὲ κατ' αὐτοὺς χάριτι τὴν υἱοθεσίαν ἔχων, πῶς ἂν ἐδεήθη τοσούτου μυσταγωγοῦ, ὡς μηδένα μὲν τῶν ἐπὶ τῆς γῆς ἀποκαλύψαι τῷ μαθητῇ, παιδευτὴν δὲ πρὸς τοῦτο λαχεῖν αὐτὸν τὸν Πατέρα; Καὶ μὴν καὶ οἱ θεσπέσιοι μαθηταί, διαθέοντά ποτε τῆς θαλάττης τὰ νῶτα βλέποντες, κατατεθήπεσαν μὲν τὴν θεοσημίαν, ὡμολόγουν δὲ τὴν πίστιν, λέγοντες·
但若這奧祕不深奧,若神不曾在肉身中,反倒照他們所說,是一個人憑恩典得了兒子的名分,那麼祂何需這樣一位偉大的啟示者——以致地上沒有人把這事指示那門徒,反倒是祂得著父親自作這事的教師呢?並且那些蒙感的門徒,有一次看見祂行走在海面上,便驚奇於這神蹟,承認他們的信仰說:
But if the mystery were not profound, and if God were not in the flesh, while according to them a man held adoption by grace, why would he have needed so great an initiator—so that none of those on earth revealed it to the disciple, but he obtained the Father himself as his teacher for this? And indeed the inspired disciples too, when they once saw him walking upon the back of the sea, were astonished at the divine sign and confessed their faith, saying:
1:415
Ἀλλ' εἰ νόθος ἐστὶ καὶ ψευδώνυμος, καὶ εἰσποιητὸν ἔχει τὸ εἶναι Υἱός, ἐγκαλείτωσαν αὐτοῖς τὴν ψευδηγορίαν, καὶ τοῦτο ὀμωμοκόσι
但若祂是冒充的、虛有其名的,且其作兒子乃是收養來的,那就讓他們控告那些門徒作假見證罷——而這還是門徒已起誓所說的。
But if he is spurious and falsely named, and holds his being a Son as something adoptive, let them charge those disciples with false testimony—and that though they had sworn it.
1:416
Προστεθείκασι γὰρ τὸ ἀληθῶς, Υἱὸν αὐτὸν εἶναι διαβεβαιούμενοι τοῦ Θεοῦ καὶ Πατρός
因為他們加上了「真」字,肯定祂是父神的兒子。
For they added the word 'truly,' affirming that he is the Son of God the Father.
1:417
{ Α} Πῶς δὲ καὶ ἰδίους ἔχει τοὺς ἀγγέλους ὁ Υἱὸς τοῦ ἀνθρώπου, διαπρέπει δὲ καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ †....† < Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ> μετὰ τῶν ἀγγέλων αὐτοῦ; Καὶ πάλιν·
{甲}人子怎能有屬自己的眾天使、又在祂父的榮耀裡顯耀呢†……†?「人子要在祂父的榮耀裡,同著眾天使降臨。」又說:
{A} And how does the Son of man have his own angels, and shine forth also in the glory of his Father †....†? The Son of man is about to come in the glory of his Father with his angels. And again:
1:418
Καὶ ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ
人子要差遣祂的使者。
And the Son of man shall send forth his angels.
1:419
Εἰ δὲ καὶ ἀπιστοῦσιν ἔτι καὶ δόξῃ θεοπρεπεῖ καὶ τοῖς οὕτω λαμπροῖς καὶ ὑπερτάτοις ἀξιώμασιν ὁρῶντες κατεστεμμένον, ἀκούσονται λέγοντος αὐτοῦ·
但他們若仍不信,雖看見祂戴著合乎神的榮耀、披著如此光輝至高的尊位,也必聽見祂說:
But if they still disbelieve, seeing him crowned with God-befitting glory and with dignities so resplendent and supreme, they shall hear him saying:
1:420
Εἰ ἐμοὶ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύετε
你們若不信我,就當信我所作的事。
If ye believe not me, believe my works.
1:421
Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι
我若不行我父的事,你們就不必信我。
If I do not the works of my Father, believe me not.
1:422
Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε
我若行了,你們縱然不信我,也當信我所作的事。
But if I do, though ye believe not me, believe my works.
1:423
Τὸ γὰρ ἐν ἀνθρώπῳ βλέπειν τῆς ἀφράστου δόξης τὴν ὑπεροχήν, οὐχ ὡς ἀλλοτρίαν μᾶλλον, ἢ γοῦν ἐν χάριτος μέρει προσπεπορισμένην, ἀλλ' ἰδίαν αὐτοῦ, πῶς οὐκ ἀναπείσει ὅτι Θεὸς ἦν ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ Υἱὸς ἀληθῶς τοῦ ἐπὶ πάντων Θεοῦ; { Β} Ἑαυτοῦ, φησί, τοὺς ἀγγέλους εἶναι διϊσχυρίσατο, καὶ τῶνδε τῶν σημείων γέγονεν ἀποτελεστής, ἐνοικοῦντος αὐτῷ τοῦ Λόγου, δόξαν δὲ τὴν ἰδίαν αὐτῷ καὶ τὸ ἐνεργὲς ἐκνενεμηκότος
因為在一個人身上看見那不可言喻之榮耀的至高偉大——不是當作外來的,也不是當作按恩典之量所添的,乃是當作祂自己的——這豈不使我們確信,神乃是在與我們相同的形體中,並真是那超乎萬有之神的兒子嗎?{乙}他們說:祂自己宣稱那些天使是屬祂的,並成了這些神蹟的施行者,乃是因那道住在祂裡面,把專屬的榮耀和能力分給了祂。
For to behold in a man the surpassing greatness of the ineffable glory—not as alien, nor as supplied in the measure of grace, but as his own—how will it not persuade us that God was in a form like ours, and truly the Son of the God who is over all? {B} He himself, they say, asserted that the angels were his own, and he became the worker of these signs, the Word dwelling in him and having apportioned to him the proper glory and the energy.
1:424
Γέγραπται γὰρ ὅτι Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου
因為經上記著說:神怎樣以聖靈和能力膏拿撒勒人耶穌;祂周流四方行善事,醫好凡被魔鬼壓制的人。
For it is written that Jesus of Nazareth, how God anointed him with the Holy Spirit and with power; who went about doing good and healing all that were oppressed of the devil.
1:425
Κεχρισμένος οὖν καὶ δυνάμει καὶ Πνεύματι, τερατουργὸς ἦν
祂既被能力與聖靈所膏,便成了行奇事的。
Having therefore been anointed both with power and with the Spirit, he was a worker of wonders.
1:426
{ Α} Οὐκοῦν, ἐπειδήπερ Θεὸς ὢν ὁ Λόγος, ἅγιός τε καὶ κατὰ φύσιν καὶ οὐσιῶδες ἔχων τὸ παναλκές, δέοιτ' ἂν οὐδαμῶς ἢ τῆς παρ' ἑτέρου δυνάμεως ἢ γοῦν ὡς εἰσκεκριμένου τοῦ ἁγιασμοῦ, τίς δὴ ἄρα ἐστὶν ὁ κεχρισμένος δυνάμει καὶ ἁγίῳ Πνεύματι; {Β} Φαῖεν ἂν ἴσως τὸν ληφθέντα κατὰ συνάφειαν ἄνθρωπον
{甲}那麼,那為神的道既是聖的、按本性、按本質具有全能的大力,祂就絲毫不需要從別處而來的能力,也不需要彷彿外加的成聖——那麼,那被能力和聖靈所膏的,究竟是誰呢?{乙}他們大概會說,是那藉聯合被取上的人。
{A} Then, since the Word being God is holy and by nature and essentially has all-prevailing might, he would in no way need either power from another or, as it were, an introduced sanctification—who, pray, is the one anointed with power and the Holy Spirit? {B} They would perhaps say, the man taken up by conjunction.
1:427
{ Α} Αὐτὸς οὖν ἄρα ἐστὶν Ἰησοῦς Χριστὸς ἰδικῶς τε καὶ καταμόνας, καὶ περὶ οὗ φησιν ὁ πάνσοφος Παῦλος·
{甲}那麼,這位——至智的保羅論到的那一位——是不是獨立地、單獨地就是耶穌基督呢,保羅論及祂說:
{A} Is he, then, Jesus Christ in his own right and by himself, the one concerning whom the all-wise Paul says:
1:428
Ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ
然而我們只有一位神,就是父,萬物都本於祂,我們也歸於祂;並有一位主,就是耶穌基督,萬物都是藉著祂有的,我們也是藉著祂有的。
But to us there is one God the Father, of whom are all things, and we in him; and one Lord Jesus Christ, through whom are all things, and we through him.
1:429
Πῶς οὖν, εἰπέ μοι, δι' ἀνθρώπου τὰ πάντα; Ἀνθότου δὲ καὶ ἀμέσως ὡς Υἱὸς τῷ Πατρὶ συντάττεται, μεσολαβοῦντος οὐδενός; Εἶτα ὅποι ποτὲ τὸν Μονογενῆ θήσομεν, εἰς τὸν αὐτοῦ τόπον ἀναβιβάζοντες τὸν ἄνθρωπον, καὶ τοῦτο, καθά φησιν, ἐνεργούμενον παρ' αὐτοῦ, καὶ δι' αὐτὸν τιμώμενον; Ἆρ' οὐκ ἐκβέβηκε τὸ εἰκὸς ὁ λόγος αὐτοῖς, οὐκ ἔξω φέρεται σκοποῦ, καὶ ὡς τῆς ἀληθείας ὁλοτρόπως ἡμαρτηκώς, γελῷτο ἂν ἐνδίκως; { Β} Ἄνθρωπος, φησίν, ὁ τοῦ θεοῦ Λόγος ὠνόμασται κατὰ τοιόνδε τινὰ τρόπον·
那麼請告訴我,萬物怎能是藉著一個人有的呢?又憑什麼理由,祂竟與父並列、作為兒子毫無中介呢?那麼,當我們把那人高舉到祂的地位上——而這還是照他們所說,那人是被祂運行、為祂的緣故受尊崇——我們又要把獨生子放在哪裡呢?他們的論證豈不是離了情理、偏離了標的、且因全然失了真理而理當被人譏笑嗎?{乙}他們說:神的道被稱為「人」,乃是照某種這樣的方式:
How then, tell me, are all things through a man? And on what grounds is he ranked immediately, as Son, with the Father, with no intermediary? Then where shall we put the Only-begotten, when we elevate the man into his place—and that, as he says, while he is being energized by him and honored on his account? Has not their argument departed from probability, is it not carried off the mark, and, as having altogether missed the truth, would it not be justly laughed at? {B} The Word of God, they say, has been named 'man' in some such way as this:
1:430
ὥσπερ γὰρ ὁ παρ' αὐτοῦ ληφθεῖς ἄνθρωπος ἐγεννήθη μὲν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, εἴρηται δὲ Ναζωραῖος διὰ τὸ οἰκῆσαι τὴν Ναζαρέτ, οὕτω καὶ ὁ Θεὸς Λόγος ἄνθρωπος ὀνομάζεται διὰ τὸ κατοικῆσαι ἐν ἀνθρώπῳ
正如那被祂取上的人生在猶太的伯利恆,卻因住在拿撒勒而被稱為拿撒勒人,照樣神的道也因住在一個人裡面而被稱為「人」。
for just as the man taken up by him was born in Bethlehem of Judaea, but is called a Nazarene because of dwelling in Nazareth, so too God the Word is named 'man' because of his dwelling in a man.
1:431
{ Α}Ὢ φρενὸς γραοπρεποῦς καὶ νοῦ παρειμένου καὶ βατταρίζειν εἰδότος, καὶ ἕτερον οὐδέν
{甲}噯,這真是配得上老嫗的心思、鬆懈的悟性,只曉得胡言亂語、別無所長!
{A} O for a mind fit for an old wife, a slack intellect that knows only how to babble, and nothing else!
1:432
ἐπιφωνείτω τις τοῖς διεναντίας, τί παραβιάζεσθε τἀληθές, καὶ τῶν θείων δογμάτων τὴν δύναμιν παρευθύνοντες, ἔξω φέρεσθε τρίβου τῆς βασιλικῆς; Γέγονε γάρ, ὡς ἔοικεν, οὐκ ἔτι μὲν σὰρξ ὁ Λόγος κατὰ τὰς Γραφάς, ἀνθρωποπολίτης δὲ μᾶλλον, καὶ ἦν ἀκόλουθον αὐτὸν ἀνθρωπαῖον μᾶλλον, οὐκ ἄνθρωπον ὀνομάζεσθαι, καθάπερ ἀμέλει καὶ ὁ κατοικήσας τὴν Ναζαρέτ, Ναζωραῖος ὠνόμασται, καὶ οὐ Ναζαρέτ
讓人向那些對立者呼喊說:你們為何強暴真理,又歪曲神聖教義的能力,把自己帶離那條王道呢?因為照他們看來,那道不再是「照經上所記成了肉身」,乃成了「人裡的居者」;如此推論下去,祂就該被稱為「與人有關者」、而非「人」,正如那住在拿撒勒的被稱為「拿撒勒人」、而非「拿撒勒」一樣。
Let someone cry out to the adversaries: Why do you do violence to the truth, and, perverting the power of the divine doctrines, carry yourselves outside the royal road? For the Word, it seems, no longer became flesh according to the Scriptures, but rather an inhabitant-of-a-man; and it would follow that he should be called rather 'man-related' than 'man,' just as indeed he who dwelt in Nazareth was named 'Nazarene,' and not 'Nazareth.'
1:433
Εἴργει δέ, οἶμαι, παντελῶς οὐδέν, εἴπερ εὖ ἔχειν οἴονται τὸ σφίσιν αὐτοῖς ἀσυνέτως ἐξευρημένον, ἄνθρωπον ὀνομάζεσθαι σὺν Υἱῷ τὸν Πατέρα καὶ προσέτι τὸ Πνεῦμα τὸ ἅγιον
我想,若他們果真自以為他們胡亂杜撰的有理,那就絲毫攔阻不住父、甚至連聖靈也要與子一同被稱為「人」了。
And nothing at all, I think, would prevent—if indeed they think well of what they have senselessly invented—the Father and, moreover, the Holy Spirit from being named 'man' along with the Son.
1:434
Κατοικεῖ γὰρ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος τὸ πλήρωμα
因為那聖而同質之三一神的豐滿,是藉著聖靈住在我們裡面的。
For the fullness of the holy and consubstantial Trinity dwells in us through the Spirit.
1:435
Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ ἐν ὑμῖν; Καὶ μὴν καὶ αὐτὸς ὁ Χριστός·
豈不知你們是神的殿,神的靈住在你們裡頭嗎?並且基督自己也說:
Know ye not that ye are the temple of God, and that the Spirit of God dwelleth in you? And indeed Christ himself says:
1:436
Ἐάν τις ἀγαπᾶ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα
人若愛我,就必遵守我的道,我父也必愛他,並且我們要到他那裡去,與他同住。
If any man love me, he will keep my word, and my Father will love him, and we will come unto him, and make our abode with him.
1:437
Ἀλλ' εἴρηται μὲν οὐδαμῶς ἄνθρωπος ὁ Πατήρ, οὔτε μὴν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τὸ κατοικεῖν ἐν ἡμῖν
但父決不因住在我們裡面而被稱為「人」,聖靈也不因此被稱為「人」。
But the Father is in no way called 'man,' nor is the Holy Spirit, because of dwelling in us.
1:438
Γελῶσι δὲ οὗτοι τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, περιτρέποντες εἰς τὸ ἀπηχὲς τὰ οὕτως ὀρθὰ καὶ ἀξιάκουστα τῆς Ἐκκλησίας δόγματα
這些人嘲弄道成肉身的奧祕,把教會那些如此正確、如此值得聽從的教義,扭曲成不和諧的東西。
These men deride the mystery of the incarnation, perverting into something discordant the doctrines of the Church, which are so right and worthy to be heard.
1:439
Πλὴν ἴτω πάλιν ἡμῖν κατὰ ῥοῦν ὁ λόγος, τοῖς ἐκείνων ἐμετοῖς τὸ χαιρεῖν εἰπών
但讓我們的論述再順流而行,向他們那些嘔吐之物道別罷。
But let our discourse proceed again with the current, bidding farewell to their vomitings.
1:440
Εἰ γάρ, ἐπείπερ ἦν ὁ Λόγος ἐν αὐτῷ, σημείων γέγονεν ἀποτελεστής, ἕνα που τάχα τῶν ἁγίων προφητῶν φασιν αὐτόν·
因為,他們若以為祂是因那道在祂裡面才成了行神蹟的,那他們大概要把祂列為眾聖先知之一了。
For if, because the Word was in him, he became a worker of signs, they would perhaps make him one of the holy prophets.
1:441
ἐνήργηκε γὰρ καὶ διὰ χειρὸς ἁγίων τὰς θεοσημίας
因為祂也曾藉著聖徒之手施行神蹟。
For he has wrought the divine signs even by the hand of holy men.
1:442
Εἰ δὲ ἐν τούτοις εἶναί φασι τὸν Υἱόν, ἐν προφητικοῖς αὐτὸν ἢ γοῦν ἀποστολικοῖς κατακομίζουσι μέτροις
但他們若說那兒子是在這些人之列,就是把祂貶降到先知或使徒的尺度裡了。
But if they say that the Son is in these, they are bringing him down into prophetic or apostolic measures.
1:443
{Β} Οὐ γὰρ εἴρηται, φασί, προφήτης καὶ ἀπόστολος; {Α} Οὐκ ἂν διαψεύσαιο
{乙}他們說:祂不是既被稱為先知、又被稱為使徒嗎?{甲}你這話並無虛假。
{B} Was he not, they say, called both prophet and apostle? {A} You would not be falsifying.
1:444
Ὁ Μωϋσῆς μὲν γὰρ ἔφη τοῖς ἐξ αἵματος Ἰσραήλ·
因為摩西對以色列血統的人說:
For Moses said to those of the blood of Israel:
1:445
Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ
耶和華你們的神要從你們弟兄中間,給你們興起一位先知像我。
The Lord your God will raise up unto you a prophet from among your brethren, like unto me.
1:446
Γέγραφε δὲ καὶ ὁ θεσπέσιος Παῦλος·
蒙感的保羅也寫道:
And the inspired Paul also wrote:
1:447
Ὥστε, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν
同蒙天召的聖潔弟兄啊,你們應當思想我們所認為使徒、為大祭司的耶穌。
Wherefore, holy brethren, partakers of a heavenly calling, consider the Apostle and High Priest of our confession, Jesus.
1:448
Φραζόντων δὴ οὖν, ἐρήσομαι γάρ, ἆρ' ἂν γένοιτο πρὸς εὐκλείας ἀνθρώπῳ παντὶ τῆς προφητείας ἡ χάρις, ἢ γοῦν ἀποστολικῶν ἀξιωθῆναι γερῶν, χρηματίσαι δὲ καὶ ἱερουργόν; { Β} Φημί
那麼讓他們告訴我——因為我要問——對任何人來說,得著預言的恩賜豈不是榮耀之事嗎?被算配得使徒的賞賜、或被立為主理聖工者,豈不也是嗎?{乙}我說是的。
Let them tell me, then—for I will ask—would the grace of prophecy be a thing of renown for any man whatever, or to be deemed worthy of apostolic rewards, or to be appointed a sacred minister? {B} I say it would.
1:449
{ Α} Ἀλλὰ ταυτὶ δὴ μικρὰ καὶ οὐκ ἀξιόληπτα φαῖεν ἂν εἶναι Χριστῷ καθὸ νοεῖται Θεός, κἂν διὰ τούτων αὐτῶν ὁρᾶται κεκενωμένος, καὶ μετὰ τῆς ἀνθρωπότητος λαβὼν αὐτά
{甲}然而就基督被認作神而言,他們會說這些事是微小、不值一提的——縱然祂正是藉著這些事顯為被倒空、並連同人性領受了這些。
{A} But these things they would say are small and not worth taking, for Christ insofar as he is conceived as God—even if through these very things he is seen to be emptied, and to have received them along with the humanity.
1:450
Ὥσπερ δὲ Θεὸς ὢν φύσει καὶ Κύριος ἀληθῶς, ἔλαβε δούλου μορφὴν ὡς ἐν αὐτῇ γεγονὼς καὶ ἐν προσλήψει τῶν καθ' ἡμᾶς, οὕτω καὶ τῆς προφητείας τὸ Πνεῦμα διδούς, καὶ ἀποστόλους ἀναδεικνύς, καὶ καθιστὰς ἱερουργούς, ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς·
正如祂按本性為神、按真實為主,卻取了奴僕的形像,彷彿進入了其中、進入取我們所有之事,照樣,祂賜下預言的靈、設立使徒、立定主理聖工的人,便在凡事上與祂的弟兄相同了;
And just as, being God by nature and Lord in truth, he took the form of a servant, as having come to be in it and in the assumption of what is ours, so too, giving the Spirit of prophecy, appointing apostles, and establishing sacred ministers, he was likened in all things to his brethren;
1:451
ὠνομάσθη γὰρ οὕτω καὶ προφήτης καὶ ἀπόστολος καὶ ἀρχιερεύς
因為祂便這樣被稱為先知、使徒和大祭司。
for thus he was named both prophet and apostle and high priest.
1:452
{ Β} Ἀλλ' εἰ καὶ δοῖεν αὐτὸν εἶναι προφήτην, οὐχ ὡς ἕνα τῶν προφητῶν γενέσθαι φασίν, ὑπερκεῖσθαι δὲ μᾶλλον πολὺ τὰ ἐκείνων
{乙}但他們縱然承認祂是先知,也說祂並非成了眾先知中的一個,乃是遠遠超越他們所有的。
{B} But even if they grant that he is a prophet, they say he did not become as one of the prophets, but rather far surpasses what is theirs.
1:453
Οἱ μὲν γὰρ μεμετρημένην κατὰ τὸ τῷ Θεῷ δοκοῦν ἐσχήκασι χάριν, καὶ ἐν χρόνῳ προσγενομένην αὐτοῖς, ὁ δὲ πλήρης ἦν τῆς θεότητος καὶ ἐξ αὐτῆς εὐθὺς τῆς γεννήσεως·
因為先知所得的恩典是照神所看為美的、按量分給的,且是隨時間才加給他們的;但祂從降生那刻起,就滿有神性的豐盛;
For they had a grace measured out according to what seemed good to God, and accruing to them in time; but he was full of the Godhead, and from the very birth itself;
1:454
συνῆν γὰρ αὐτῷ Θεὸς ὢν ὁ Λόγος
因為那為神的道是與祂同在的。
for the Word, being God, was with him.
1:455
{Α} Οὐκοῦν ἐν ποσότητι χάριτος, καὶ ἐν μήκει καιροῦ πεπλεονέκτηκεν ὁ Χριστὸς τοὺς πρὸ αὐτοῦ γεγονότας ἁγίους προφήτας, καὶ τοῦτό ἐστιν ἐν αὐτῷ τὸ ἐξαίρετον
{甲}那麼,照這說法,基督是在恩典的數量上、在時間的長短上勝過了在祂以先的眾聖先知,而這就是祂的特出之處了。
{A} Then in the quantity of grace and in the length of time Christ surpassed the holy prophets who were before him, and this is what is exceptional in him.
1:456
Πρόκειται δὲ πολυπραγμονεῖν εἰ προφήτης ὅλως, καὶ οὔτι που τὸ μᾶλλον ἢ τὸ μεῖον ἔχων ἢ καὶ ὑπερκείμενος, ὡς ἔν γε τῷ εἶναι προφήτην καὶ τῷ μὴ πέρα μέτρου τοῦ καθ' ἡμᾶς, τὸ σμικροπρεπές ἐστιν αὐτῷ, κἂν εἰ ἀπ' ἀρχῆς νοοῖτο τοῦτο ὑπάρχων, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Βαπτιστὴς περὶ οὗ φησιν ὁ μακάριος ἄγγελος·
但「祂究竟是不是先知」這事,倒是值得追究的;構成祂卑微的,與其說是那「多」或「少」、甚或那「超越」,不如說是「祂竟僅僅是先知、並不超出我們的尺度」這一點——縱然祂被認作自始即是如此,正如那蒙感的施洗約翰,蒙福的天使論到他說:
But it is open to inquiry whether he is a prophet at all; and it is not so much the 'more' or the 'less,' or even the being superior, as the very being a prophet and not beyond our measure, that constitutes the meanness in him—even if he should be conceived as having been this from the beginning, just as indeed the inspired Baptist, of whom the blessed angel says:
1:457
Καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ
他從母腹裡就被聖靈充滿了。
And he shall be filled with the Holy Spirit, even from his mother's womb.
1:458
Εἶτα πῶς ὁ μὲν ἦν οἰκέτης, ὁ δὲ τοῖς δεσποτικοῖς ἀξιώμασιν ἐναβρύνεται; Καὶ ἑαυτοῦ μὲν πέρι φησὶν ὁ μακάριος Ἰωάννης·
那麼,怎能一個是僕人,另一個卻享受主宰的尊位呢?蒙福的約翰論到自己說:
Then how was the one a servant, while the other revels in lordly dignities? And concerning himself the blessed John says:
1:459
Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ
從地上來的,是屬乎地,他所說的也是屬乎地。
He that is of the earth speaketh of the earth.
1:460
Περὶ δέ γε τοῦ Ἐμμανουήλ·
但論到以馬內利:
But concerning Emmanuel:
1:461
Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί
從天上來的,是在萬有之上。
He that cometh from above is above all.
1:462
αὐτῷ τὰ ἀνθρώπινα, μὴ ἄρα πως ἀδικοῖτο δι' αὐτῶν, καὶ κατακομίζοιτο πρὸς τὸ δυσκλεές
……把屬人的事歸於祂,免得祂因這些而受虧損、被降為卑賤。
...to him the human things, lest somehow he be wronged through them, and be brought down to dishonor.
1:463
Ταύτῃ τοι διατείνονται λαβεῖν αὐτὸν ἄνθρωπον, ἑαυτῷ τε τοῦτον συνάψαι, περὶ ὃν ἂν γένοιτό τε καὶ λέγοιτο τὰ ἀνθρώπινα
為此他們主張祂取了一個人,並把這人聯於自己,好叫那些屬人的事可以發生在這人身上、並被論及這人。
On this account they maintain that he took a man, and joined this one to himself, concerning whom the human things might both occur and be spoken.
1:464
Ἔσται δὲ ὅλως εἰς τὴν αὐτοῦ τοῦ Λόγου φύσιν τὸ βλάβος οὐδέν
如此一來,對那道本身的本性便全然無損了。
And there would be altogether no harm to the nature of the Word itself.
1:465
{ Α} Οὐκοῦν, ἕτερος μὲν ὁμολογουμένως νοοῖτ' ἂν καὶ λέγοιτο παρ' αὐτὸν ὁ ληφθείς
{甲}那麼,照他們自己所承認的,那被取上的就要被認作、並被稱為「在祂以外的另一位」了。
{A} Then the one taken up would, by their own admission, be conceived and called another alongside him.
1:466
Πλὴν οὐ ταῖς ἐκείνων ἀβελτηρίαις ἑψόμεθα, οὔτε μὴν ὁριστὰς αὐτοὺς καὶ καινοτόμους τῆς ἑαυτῶν ποιησόμεθα πίστεως, τὴν ἱερὰν παρέντες Γραφὴν καὶ τὴν ἐκ τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν παράδοσιν ἀτιμάσαντες
然而我們不要隨從他們的愚妄,也不可讓他們作我們自己信仰的界定者和創新者,以致撇棄聖經、藐視那從聖使徒和福音書作者而來的傳承。
Nevertheless we will not follow their follies, nor will we make them definers and innovators of our own faith, abandoning the sacred Scripture and dishonoring the tradition from the holy apostles and evangelists.
1:467
Οὐδὲ ἐπείπερ αὐτοῖς ἀδρανής τε καὶ ἀμαθέστατος ἐνῴκισται νοῦς, καὶ τὸ τοῦ μυστηρίου βάθος κατιδεῖν οὐχ οἷός τε, ταύτῃ τοι καὶ ἡμεῖς πλανώμεθα, συναμαθαίνοντες αὐτοῖς καὶ κατ' εὐθὺ τῆς ἀληθείας ἰέναι παραιτούμενοι
我們也不可因他們裡面安頓了軟弱、極其無學的心思、不能看透這奧祕的深處,就跟著走迷,與他們一同變得無知、不肯徑直奔向真理。
Nor, because a feeble and most unlearned mind has settled in them, and they are unable to discern the depth of the mystery, shall we too on that account go astray, growing ignorant along with them and refusing to go straight toward the truth.
1:468
Ἴσμεν δὲ γεγραφότα τὸν ἱερώτατον Παῦλον ὅτι χρὴ λογισμοὺς καθαιρεῖν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ
但我們知道,至聖的保羅寫道:我們要攻破各樣的計謀、各樣攔阻人認識神而自高的事,又將各樣的心意奪回,使它都順服基督。
But we know that the most holy Paul wrote that we ought to cast down reasonings and every high thing that is exalted against the knowledge of God, and to bring into captivity every thought to the obedience of Christ.
1:469
Πλὴν οὖν, ἆρα ἔχοις εἰπεῖν τὰ ἐφ' οἷς σκανδαλίζονται, καὶ τῷ λίθῳ τοῦ προσκόμματος περιπταίουσιν Ἰουδαϊκῶς; { Β} Ἔχοιμ' ἄν, πῶς γὰρ οὔ; Καὶ πλεῖστα μὲν ὅσα ταυτί
那麼,無論如何,你能告訴我他們因什麼跌倒、像猶太人那樣絆在那絆腳石上的事嗎?{乙}我能——怎能不能呢?而且這類的事極多。
Nevertheless, then, can you tell me the things at which they take offense, and over which they stumble against the stone of stumbling in Jewish fashion? {B} I could—how not? And very many such things.
1:470
Λελέξεται δὲ ἀναμέρος ἕκαστα
但這些要逐一陳明。
But each shall be stated in turn.
1:471
Φασὶ τοιγαροῦν Χριστὸν ἡγιάσθαι παρὰ τοῦ Πατρός
那麼他們說,基督是被父所成聖的。
They say, then, that Christ was sanctified by the Father.
1:472
Γέγραπται γὰρ ὅτι Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων, ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν, κἀγὼ οὐκ ᾔδειν αὐτὸν ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν·
因為經上記著說:約翰又作見證說,我曾看見聖靈彷彿鴿子從天降下,住在祂身上;我先前不認識祂,只是那差我來用水施洗的對我說:
For it is written that, And John bare witness, saying, I have beheld the Spirit descending out of heaven, and it abode upon him; and I knew him not, but he that sent me to baptize with water, he said unto me:
1:473
Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν τῷ Πνεύματι τῷ ἁγίῳ
你看見聖靈降下來,住在誰的身上,誰就是用聖靈施洗的。
Upon whomsoever thou shalt see the Spirit descending and abiding upon him, the same is he that baptizeth with the Holy Spirit.
1:474
Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ
我看見了,就證明這是神的兒子。
And I have seen, and have borne witness, that this is the Son of God.
1:475
Γέγραφε δὲ καὶ ὁ Παῦλος περὶ αὐτοῦ·
保羅也論到祂寫道:
And Paul also wrote concerning him:
1:476
Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες
因那使人成聖的和那些得以成聖的,都是出於一。
For both he that sanctifieth and they that are sanctified are all of one.
1:477
Ἁγιασθείη γὰρ ἥκιστά γε Θεὸς ὢν ὁ Λόγος καὶ ἅγιος κατὰ φύσιν
因為那為神、按本性為聖的道,斷不至於被成聖。
For the Word, being God and holy by nature, would least of all be sanctified.
1:478
Λείπεται δὴ οὖν ἡγιάσθαι λέγειν τὸν ληφθέντα παρ' αὐτοῦ κατὰ συνάφειαν ἄνθρωπον
那麼餘下的,就是說那被成聖的乃是藉聯合被祂取上的人。
It remains, then, to say that the one sanctified is the man taken up by him by conjunction.
1:479
{ Α} Εἶτα πῶς ὁ βεβαπτισμένος καὶ τὴν ἐμφανῆ τοῦ Πνεύματος λαβὼν καταφοίτησιν ἐν ἁγίῳ βαπτίζει Πνεύματι, καὶ τὰ μόνῃ πρέποντα καὶ ἐοικότα τῇ θείᾳ φύσει πληροῖ; Χορηγὸς γάρ ἐστιν ἁγιασμοῦ, καὶ τοῦτο δεικνύς, ὡς ἴδιον ἀγαθὸν ὁ ἐνανθρωπήσας Λόγος σωματικῶς ἐνεφύσα τοῖς ἁγίοις ἀποστόλοις λέγων·
{甲}那麼,那受了洗、領受了聖靈可見之降臨的,怎能用聖靈施洗、並成就那唯獨合宜、唯獨專屬於神聖本性的事呢?因為祂乃是成聖的供應者,並且為要顯明這事,那成了肉身的道,把這當作自己的美善,曾向聖使徒以身體吹氣說:
{A} Then how does the one who was baptized and received the visible descent of the Spirit baptize with the Holy Spirit, and fulfill the things befitting and proper to the divine nature alone? For he is the supplier of sanctification, and showing this, the incarnate Word, as his own good, breathed bodily upon the holy apostles, saying:
1:480
ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται, ἄν τινων κρατῆτε, κεκράτηνται
你們赦免誰的罪,誰的罪就赦免了;你們留下誰的罪,誰的罪就留下了。
Whosesoever sins ye remit, they are remitted; whosesoever ye retain, they are retained.
1:481
Πῶς δὲ τὸν ἡγιασμένον ἐναργέστατα καταδεικνὺς ὁ θεσπέσιος Βαπτιστής, μεμαρτύρηκεν ὅτι Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, μοναδικῶς καὶ ἐνάρθρως; Ἔδει γὰρ ὄντα τῆς ὑφ' ἡλίῳ μυσταγωγόν, εἴπερ ἕτερον ὄντα παρά γε τὸν ἀληθῶς Υἱὸν ἠπίστατο, κατασημῆναι τὸ ἀληθές, λέγοντα σαφῶς·
那位蒙感的施洗約翰,既極其清楚地指出那被成聖者,怎會用單數、又帶著定冠詞作見證說「這是神的兒子」呢?因為他既是普天之下的啟示者,若曉得祂是在那真兒子以外的另一位,就理當標明真相,明說:
And how does the inspired Baptist, most clearly pointing out the sanctified one, bear witness that This is the Son of God, singularly and with the definite article? For, being a hierophant under the sun, had he known him to be another alongside the truly Son, he ought to have marked the truth, saying plainly:
1:482
Οὗτός ἐστιν ὁ κατὰ συνάφειαν τὴν πρὸς τὸν φύσει καὶ ἀληθῶς Υἱὸν δόσει τε καὶ χάριτι γεγονὼς Υἱός
這位是藉著與那按本性、按真實為兒子者聯合、憑賜予和恩典而成為兒子的。
This is he who became a Son by conjunction with the one who is by nature and in truth Son, by gift and grace.
1:483
Ἦν γάρ, ὡς ἔφην, ἐν ταὐτῷ τοῦτο κἀκεῖνο
因為正如我所說的,在同一位裡面,這個與那個是並存的。
For, as I said, in the same one this and that were together.
1:484
Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, εἰ μὴ γεγέννηται κατὰ σάρκα ἐκ γυναικός, ἀποσοβῶμεν αὐτοῦ τὰ ἀνθρώπινα
那麼,祂若不曾成為人,若不曾按肉身由女子所生,就讓我們把那屬人的事從祂身上趕走罷。
If, then, he did not become man, if he was not born according to the flesh from a woman, let us drive away from him the human things.
1:485
Εἰ δὲ ἀληθὲς ὅτι καθεὶς ἑαυτὸν εἰς κένωσιν, γέγονε καθ' ἡμᾶς, ἀνθότου τὰ δι' ὧν ἂν νοοῖτο κεκενωμένος ἀφιστᾶσιν αὐτοῦ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνὲς ἀβουλότατα παραλύοντες; {Β} Ἐὰν οὖν λέγηται καὶ δόξαν λαβεῖν καὶ γενέσθαι Κύριος, ὑψωθῆναί τε παρὰ τοῦ Πατρός, καταστῆναι δὲ καὶ βασιλεύς, ἀνάψεις ἄρα καὶ ταῦτα τῷ Θεῷ Λόγῳ, καὶ οὐ πάντη τε καὶ πάντως ἀδικήσεις αὐτοῦ τὴν δόξαν; { Α} Ὅτι μὲν οὖν δόξης τε καὶ βασιλείας καὶ κυριότητος ἀληθοῦς ἡ τοῦ Θεοῦ Λόγου μεμέστωται φύσις, πῶς ἂν ἐνδοιάσειέ τις; Ἀραρότως δὲ ὅτι καὶ ἐν ὑψώμασι νοεῖται τοῖς θεοπρεπεστάτοις
但若祂果真把自己降為虛己、成了與我們一樣的,他們為何把那些祂藉以被認作虛己的事從祂身上挪去,極其輕率地拆毀那道成肉身之安排的精巧呢?{乙}那麼,若祂被說成既領受了榮耀、又成了主、被父高舉、被立為王,你也要把這些歸於神的道,而不致全然有損祂的榮耀嗎?{甲}神之道的本性原是充滿榮耀、王權和真實的主權——誰能對此存疑呢?並且確定無疑的是,祂也被認作居於那最合乎神的至高境界。
But if it is true that, having lowered himself into emptying, he became as we are, why do they remove from him the things through which he would be conceived as emptied, most ill-advisedly undoing the consummate skill of the economy with flesh? {B} If, then, he is said both to have received glory and to have become Lord, and to have been exalted by the Father, and to have been established as king, will you attach these too to God the Word, and not in every way wrong his glory? {A} That the nature of God the Word is filled with glory, kingship, and true lordship—how could anyone doubt? And it is certain that he is conceived also in the most God-befitting heights.
1:486
οἰκειούμενος, καὶ ἦν ἄηθές τε καὶ ξένον ἐν Χριστῷ τὸ παράδοξον, ἐν οἰκετικῇ μορφῇ κυριότης, ἐν ἀνθρωπίνῃ σμικροπρεπείᾳ δόξα θεοπρεπής, καὶ βασιλείας αὐχήμασιν ἐστεφανωμένον τὸ ὑπὸ ζυγόν, τό γε ἧκον εἰς ἀνθρωπότητος μέτρον, καὶ ἐν ὑπερτάταις ὑπεροχαῖς τὸ ταπεινόν
……把這些當作自己的;在基督裡有一件不尋常、奇異的事,就是這悖論:在奴僕的形像中卻有主權;在人的卑微中卻有合乎神的榮耀;那受軛的——就其所及於人性的尺度而言——卻戴著王權的誇耀;並且在至高的卓越中卻有卑微。
...making them his own; and there was in Christ something unwonted and strange, the paradox: in a servile form, lordship; in human meanness, God-befitting glory; the one under the yoke crowned with the boasts of kingship, as far as concerns the measure of humanity; and in the most supreme excellencies, lowliness.
1:487
Γέγονε γὰρ ἄνθρωπος ὁ Μονογενής, οὐχ ἵνα τοῖς τῆς κενώσεως ἐναπομείνῃ μέτροις, ἀλλ' ἵνα λαβὼν σὺν αὐτῇ τὰ αὐτῆς, Θεὸς ὢν φύσει, καὶ οὕτω γνωρίζηται, καὶ τὴν τοῦ ἀνθρώπου κατασεμνύνῃ φύσιν ἐφ' ἑαυτῷ, μέτοχον αὐτὴν ἀποφήνας ἱερῶν καὶ θείων ἀξιωμάτων
因為獨生子成了人,不是要停留在虛己的尺度之內,乃是要連同那虛己一併取得它所有的;祂既按本性為神,便要被人如此認識,並要在自己裡面尊貴那人的本性,宣告它得以分享聖潔、神聖的尊位。
For the Only-begotten became man, not that he might remain within the measures of the emptying, but that, taking together with it the things that belong to it, being God by nature, he might be known as such, and might dignify the nature of the man in himself, declaring it a partaker of sacred and divine dignities.
1:488
Εὑρήσομεν δὲ καὶ αὐτοὺς τοὺς ἁγίους δόξαν ὀνομάζοντας τοῦ Θεοῦ καὶ Πατρός, καὶ μέντοι καὶ βασιλέα, καὶ προσέτι Κύριον τὸν Υἱὸν καὶ ὅτε γέγονεν ἄνθρωπος
我們也要看見,眾聖徒自己,連在祂成了人之時,也稱那兒子為父神的榮耀,並且稱祂為王、更稱祂為主。
And we shall find the saints themselves naming the Son the glory of God the Father, and indeed king, and moreover Lord, even when he became man.
1:489
Ἡσαΐας μὲν γὰρ ὧδέ πή φησιν·
因為以賽亞有處這樣說:
For Isaiah somewhere speaks thus:
1:490
Ὃν τρόπον ἐὰν ἄνθρωπος καλαμᾶται ἐλαίαν, οὕτω καλαμήσονται αὐτούς, καὶ ἐὰν παύσηται ὁ τρυγητός, οὗτοι φωνῇ βοήσονται
好像人打橄欖樹,照樣人要拾取他們所剩的;收完葡萄的時候,這些人要揚聲歡呼。
As when a man gleaneth an olive tree, so shall they glean them; and when the vintage is done, these shall cry aloud with a voice.
1:491
Οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου
但那剩在地上的,要因耶和華的榮耀一同歡喜。
But those left upon the earth shall rejoice together in the glory of the Lord.
1:492
Καὶ πάλιν ἕτερος τῶν ἁγίων·
另有一位聖徒又說:
And again another of the saints:
1:493
Φωτίζου, φησίν, Ἰερουσαλήμ·
他說:耶路撒冷啊,你要發光;
Be enlightened, he says, O Jerusalem;
1:494
ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν
因為你的光已經來到,耶和華的榮耀發現照耀你。
for thy light is come, and the glory of the Lord is risen upon thee.
1:495
Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα <αὐτοῦ> ἐπὶ σὲ ὀφθήσεται
看哪,黑暗幽暗要遮蓋大地,但耶和華要顯現照耀你,祂的榮耀要現在你身上。
Behold, darkness and gloom shall cover the earth, but upon thee shall the Lord appear, and his glory shall be seen upon thee.
1:496
Ἰάκωβός γε μὴν ὁ αὐτοῦ μαθητής·
祂的門徒雅各也說:
And James, his disciple:
1:497
Ἀδελφοί, φησί, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης
弟兄們,你們信奉我們榮耀的主耶穌基督,便不可按著外貌待人。
Brethren, he says, hold not the faith of our Lord Jesus Christ, the Lord of glory, with respect of persons.
1:498
Πέτρος δὲ αὖ ὁ θεσπέσιος·
蒙感的彼得又說:
And Peter again, the inspired:
1:499
Εἰ ὀνειδίζεσθε ἐν Χριστῷ, μακάριοί ἐστε ὅτι τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ' ὑμᾶς ἀναπέπαυται
你們若為基督的名受辱罵,便是有福的,因為神榮耀的靈常住在你們身上。
If ye be reproached in the name of Christ, blessed are ye; for the Spirit of glory and of God resteth upon you.
1:500
{ Β} Ἅλις μὲν δὴ τῶν τοιούτων ἡμῖν, ὦ γενναῖε
{乙}高貴的朋友啊,這類的事我們已經夠了。
{B} Enough of such matters for us, O noble friend.
1:501
Φράζε δὲ ὅπως πρὸς ἡμῶν νοεῖσθαι πρέπει τὸ περὶ Χριστοῦ γεγραμ μένον·
但請告訴我,論到基督所記的話,我們當怎樣理解才合宜:
But tell me how it befits us to understand what is written concerning Christ:
1:502
Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν, καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας ἀκαταλύτου
基督在肉身的時候,大聲哀哭,流淚禱告懇求那能救祂免死的,就因祂的虔誠蒙了應允;祂雖然為兒子,還是因所受的苦難學了順從;既得以完全,就為凡順從祂的人成了永遠得救的根源。
Who in the days of his flesh, having offered up prayers and supplications with strong crying and tears unto him that was able to save him from death, and having been heard for his godly fear, though he was a Son, yet learned obedience by the things which he suffered; and being made perfect, he became unto all them that obey him the author of indestructible salvation.
1:503
Προσεποίσω δὲ κἀκεῖνο οἷς ἔφην, τὸ Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Ἀπεοικότα γὰρ εἶναί φασι τὰ τοιάδε τῷ Θεῷ Λόγῳ, καὶ ἡττῆσθαι πολὺ τῆς ἐνούσης ὑπεροχῆς αὐτῷ [φαίην ἄν]
我還要在所說的之上加上另一句話:我的神,我的神,為什麼離棄我?因為他們說這類的話與神的道不相稱,遠遜於那內在於祂的至高卓越。
And I will add to what I said that other saying: My God, my God, why hast thou forsaken me? For they say such things are unbefitting God the Word, and fall far short of the surpassing excellence inherent in him [I might say].
1:504
{Α} Ἴσημι καὶ αὐτὸς ἐγὼ μὴ ἂν ἁρμόσαι ταυτὶ τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ, ἐξωσθέντος τοῦ τρόπου τῆς οἰκονομίας, καὶ οὐκ εἰσδεχθέντος πρὸς ἡμῶν τοῦ ὅτι Γέγονε σάρξ κατὰ τὰς Γραφάς
{甲}我自己也曉得,這些話若把救恩安排的方式撇在一旁、又若我們不接受「祂照經上所記成了肉身」這話,便不適合那從父神所生的道。
{A} I myself also know that these things would not fit the Word who was begotten of God the Father, if the mode of the economy be thrust aside, and if the saying 'He became flesh according to the Scriptures' be not received by us.
1:505
Ἐπειδὴ δὲ πρὸς τοῦτο διερηρείσμεθα, καὶ τὸ ἐνδοιάζειν ὅλως δυσσεβείας ἔχει γραφήν, φέρε τῆς οἰκονομίας τὸ βάθος, ὡς ἔνι, κατασκεψώμεθα
但既然我們已經穩立於此,又既然絲毫的疑惑都帶有不敬虔之罪,那麼來吧,讓我們盡可能地查考這救恩安排的深處。
But since we have been firmly fixed upon this, and since to be in doubt at all bears the charge of impiety, come, let us examine, as far as is possible, the depth of the economy.
1:506
Ἐπέφανε τοίνυν ἡμῖν ἐν εἴδει τῷ καθ' ἡμᾶς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, κατὰ μυρίους ὅσους ὀνήσων τρόπους τὰ ἀνθρώπινα, καὶ καταδείξων εὖ μάλα τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἀποκομίζουσαν τρίβον
那從父神而出的道,便以與我們相同的形體向我們顯現,要在無數方面造福人類之事,並要極其清楚地指明那通往一切可稱奇之事的道路。
The Word from God the Father, then, appeared to us in a form like ours, to benefit human affairs in ever so many ways, and to point out very clearly the path that leads to every one of the things to be admired.
1:507
Ἦν οὖν ἀναγκαῖον ἀναμαθεῖν, πειρασμοῦ καταθέοντος καὶ τοὺς τῆς εἰς Θεὸν ἀγάπης ἕνεκα κινδυνεύοντας, ὁποίους τινὰς εἶναι χρὴ τοὺς τὴν εὐκλεᾶ καὶ ἐξαίρετον πολιτείαν καὶ ζωὴν κατορθοῦν ᾑρημένους, πότερα μεθιεμένους καὶ ἀναπίπτοντας εἰς τὸ ῥᾴθυμον, καὶ οὐκ ἐν καιρῷ τρυφῶντας καὶ εὐρυνομένους εἰς εὐθυμίαν ἢ συντεινομένους εἰς λιτάς, καὶ δεδακρυμένους ὁρᾶσθαι τῷ σώζοντι, καὶ τὴν παρ' αὐτοῦ διψῶντας ἐπικουρίαν καὶ μέντοι καὶ εὐανδρίαν, εἴπερ ἕλοιτο καὶ παθεῖν ἡμᾶς
因此,當試煉甚至臨到那些為愛神而身陷危難之人時,便有必要學會:那些立志要成就那榮耀、超凡之天民身分與生活的人,應當是怎樣的人——是鬆懈、退回怠惰、不合時宜地縱享安逸的呢,還是竭力於祈求、被救主看見流淚、渴慕從祂而來的幫助和剛勇之力,倘若祂揀選叫我們也要受苦的話。
It was therefore necessary to learn, when temptation runs down even upon those who are in peril for the sake of love toward God, what sort of persons they ought to be who have chosen to accomplish the renowned and exceptional citizenship and life—whether slackening and falling back into sloth, and luxuriating out of season and giving themselves over to ease, or rather straining toward prayers, and being seen by the Saviour weeping, and thirsting for the help and the manly courage from him, if indeed he should choose that we even suffer.
1:508
Ἔδει τε πρὸς τούτοις εἰδέναι χρησίμως ὅποι ποτὲ ἄρα τὸ τῆς ὑπακοῆς διέξεισι πέρας, καὶ διὰ ποίων ἔρχεται γερῶν, ὅσος τε καὶ οἷος τῆς ὑπομονῆς ὁ μισθός
除此之外,也有必要有益地知道:順從的終點究竟止於何處,它要經過怎樣的賞賜而行,並且忍耐的報酬是何等大、又是何等樣的。
And besides this it was necessary to know usefully where at last the term of obedience comes to an end, and through what rewards it proceeds, and how great and of what sort is the recompense of endurance.
1:509
Γέγονε τοίνυν ὑποτύπωσις τῶν τοιούτων ἡμῖν ὁ Χριστός, καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων ὁ θεσπέσιος Πέτρος·
那麼,基督就為我們成了這類事的榜樣,蒙感的彼得也為此堅固我們說:
Christ, then, became for us a pattern of such things, and toward this the inspired Peter establishes us, saying:
1:510
Ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομένετε; Ἀλλ' εἰ ἀγαθοποιοῦντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεοῦ, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ
你們若因犯罪受責打,能忍耐,有什麼可誇的呢?但你們若因行善受苦,能忍耐,這在神看來是可喜愛的,因基督也為你們受死,給你們留下榜樣,叫你們跟隨祂的腳蹤行。
For what glory is it if, when ye sin and are buffeted, ye endure it? But if, when ye do well and suffer for it, ye take it patiently, this is grace with God, because Christ also died for you, leaving you an example, that ye should follow his steps.
1:511
ἀνθρωπότητος χρῆσθαι μέτροις, καὶ ἀνατεῖναι λιτήν, καὶ καταστάξαι δάκρυον, καὶ δοκεῖν ἤδη πως καὶ δεῖσθαι τοῦ σώζοντος, καὶ μανθάνειν τὴν ὑπακοήν, καίπερ ὄντα Υἱόν
……運用人性的尺度,舉起祈求,落下眼淚,並彷彿已經在某種意義上需要那救主,又雖然為兒子,還是學了順從。
...to make use of the measures of humanity, and to lift up a prayer, and to let fall a tear, and to seem already somehow even to need the Saviour, and to learn obedience, although he was a Son.
1:512
Κατατέθηπε γὰρ ὥσπερ τὸ μυστήριον ὁ πνευματοφόρος, ὅτι φύσει τε καὶ ἀληθῶς ὑπάρχων Υἱός, καὶ τοῖς τῆς θεότητος αὐχήμασιν ἐμπρεπής, καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν, ὡς τῆς ἀνθρωπίνης πτωχείας ὑπελθεῖν τὸ σμικροπρεπές
因為那被聖靈感動的,彷彿驚奇於這奧祕:祂既按本性、按真實為兒子,又顯赫於神性的誇耀,竟把自己降為卑微,以致甘受人之貧窮的低微。
For the Spirit-bearer was as it were astonished at the mystery, that being by nature and in truth a Son, and conspicuous in the boasts of the Godhead, he lowered himself unto humiliation, so as to undergo the meanness of human poverty.
1:513
Ἀλλ' ἦν εἰς ἡμᾶς, ὡς ἔφην, ὁ τοῦ πράγματος τύπος καλὸς καὶ ὀνησιφόρος·
但正如我所說的,這事的樣式對我們乃是美好、有益的;
But for us, as I said, the type of the matter was good and profitable;
1:514
ὡς τό τοι μὴ χρῆναι διᾴττειν ἡμᾶς εἰς ἑτέραν ὁδόν, καιροῦ καλοῦντος εἰς εὐανδρίαν, ἀναμάθοι τις ἂν ἐντεῦθεν, καὶ ῥᾷστά γε δή
好叫人能從這事極容易地學會:當時機呼召人剛勇之時,我們不可岔到別的路上去。
so that one might learn from this, and very easily, that we ought not to dart off into another road when the occasion calls for manly courage.
1:515
Καὶ γοῦν ἔφη Χριστός ποτε μὲν ὅτι Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι
所以基督有一次說:那殺身體不能殺靈魂的,不要怕他們。
And so Christ said at one time: And fear not them that kill the body, but are not able to kill the soul.
1:516
Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ·
惟有能把身體和靈魂都滅在地獄裡的,正要怕祂。
But rather fear him who is able to destroy both soul and body in hell.
1:517
Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι
若有人要跟從我,就當捨己,背起他的十字架來跟從我。
If any man will come after me, let him deny himself, and take up his cross, and follow me.
1:518
Τὸ δὲ δεῖν οἴεσθαι κατακολουθεῖν αὐτῷ, τί ἂν ἕτερον εἴη παρά γε τὸ χρῆναι κατανδρίζεσθαι πειρασμῶν, μετὰ τοῦ τὴν ἄνωθεν ἐπικουρίαν αἰτεῖν οὐκ ἀτημελῶς τε καὶ παρειμένως, κεχρημένους δὲ μᾶλλον λιταῖς ταῖς ἐκτενεστάταις, καὶ καθιέντας [ὀμμάτων] τὸ ἐξ εὐλαβείας δάκρυον; {Β} Εὖ ἔφης
認為人當跟隨祂——這無非就是說:人必須在試煉中作大丈夫,同時不可漫不經心、鬆懈地求那從上頭來的幫助,乃要運用至為懇切的祈禱,並落下那出於虔誠之敬畏的眼淚。{乙}說得好。
And to think one ought to follow after him—what else would this be than that one must play the man in temptations, while asking the help from above not carelessly and slackly, but rather employing the most earnest prayers, and letting fall the tear that comes from godly fear? {B} Well said.
1:519
Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; <πῶς> ἂν ἄρα συνεῖεν αὐτοί; {Β} Οἰηθεῖεν ἄν, ὥς γε οἶμαί που, τοῦ ἀναληφθέντος ἀνθρώπου τὰς τοιαύτας εἶναι φωνάς
我的神,我的神,為什麼離棄我?——那麼他們又怎能理解這話呢?{乙}照我想,他們會以為這類的呼喊是屬於那所取之人的。
My God, my God, why hast thou forsaken me?—how then could they understand it? {B} They would suppose, as I think, that such utterances belong to the assumed man.
1:520
{Α} Ἀκηδιῶντος ἄρα, καὶ ἥκιστα μὲν οἰστήν, δυσφόρητον δὲ ποιουμένου τοῦ πειρασμοῦ τὴν ἔφοδον, ἢ πῶς; { Β} Ἀλύοντος, ὡς εἰκός, ἐξ ἀνθρωπίνης μικροψυχίας
{甲}那麼,是出於一個灰心喪志、最難以忍受、覺得試煉的來襲難堪重負的人嗎——還是怎樣呢?{乙}照情理說,是出於一個因人的怯懦而苦惱的人。
{A} As of one in despondency, then, finding the onset of the temptation least of all bearable, but hard to endure—or how? {B} As of one in distress, as is likely, out of human faint-heartedness.
1:521
Ἐπεὶ καὶ τοῖς ἁγίοις ἔφασκε μαθηταῖς·
因為祂也對聖門徒說:
Since he also said to the holy disciples:
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。