📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論基督是一

論基督是一 第 1 章 第 4/5 段

希臘文原文.181 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:522–1:702(全章共 844 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:522
Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου, προσέπιπτε δὲ καὶ αὐτῷ τῷ Πατρὶ λέγων·
我心裡甚是憂傷,幾乎要死;祂又俯伏在父面前,說:
My soul is exceeding sorrowful, even unto death; and he fell down also before the Father himself, saying:
1:523
Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο·
我父啊,倘若可行,求你叫這杯離開我;
Father, if it be possible, let this cup pass from me;
1:524
πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ
然而不要照我的意思,只要照你的意思。
nevertheless, not as I will, but as thou wilt.
1:525
{ Α} Καὶ μὴν τοῦτό γέ ἐστιν ἕτερον οὐδὲν ἢ ὅπερ ἐλέγομεν ἀρτίως·
{甲}並且這無非就是我們方才所說的:
{A} And indeed this is nothing else than what we were just now saying:
1:526
Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας
基督在肉身的時候,大聲哀哭,流淚向那能救祂免死的禱告懇求。
Who in the days of his flesh, having offered up prayers and supplications with strong crying and tears unto him that was able to save him from death.
1:527
Εἰ δὲ δή τις οἴεται μικροψυχίας εἰς τοῦτο καθικέσθαι Χριστόν, λελυπῆσθαι δὲ καὶ ἀδημονεῖν ἀφορήτως ἔχοντα πρὸς τὸ παθεῖν, δέει νενικημένον καὶ ἀσθενείᾳ κεκρατημένον, γράφεται μὲν ὁμολογουμένως αὐτὸν ὡς οὐκ ὄντα Θεόν, εἰκῇ δέ, ὡς ἔοικεν, ἀποφήνειεν ἂν ἐπιτιμῶντα τῷ Πέτρῳ
但若有人以為基督是出於怯懦才到了這地步,是憂愁苦惱、對受苦難以忍受、被恐懼勝過、被軟弱所制,那他無疑是把祂寫成不是神了;而且照樣看來,他還要無端地把祂描述成毫無緣由地責備彼得。
But if anyone supposes that Christ came to this point out of faint-heartedness, and was grieved and distressed, being unbearably disposed toward suffering, overcome by fear and mastered by weakness, he is admittedly writing of him as not being God; but he would also, it seems, idly represent him as rebuking Peter for no reason.
1:528
{Β} Πῶς δὴ φής; {Α} Ἔφη μὲν γὰρ ὁ Χριστός·
{乙}你這話怎講?{甲}因為基督說過:
{B} How do you mean? {A} For Christ said:
1:529
Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ σταυρώσουσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται
看哪,我們上耶路撒冷去,人子要被交在罪人手裡,他們要戲弄祂,把祂釘十字架,第三日祂要復活。
Behold, we go up to Jerusalem, and the Son of man shall be delivered into the hands of sinful men, and they shall mock him, and shall crucify him, and the third day he shall rise again.
1:530
Ὁ δέ, ἐπείτοι φιλόθεος ἦν·
但彼得既是愛神的:
But he, since he was a lover of God:
1:531
Ἵλεώς σοι, Κύριε, φησίν, οὐ μὴ ἔσται σοι τοῦτο
他說:主啊,萬不可如此,這事必不臨到你身上。
Be it far from thee, Lord, he says; this shall not be unto thee.
1:532
Καὶ τί πρὸς αὐτὸν ὁ Χριστός; Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μοι εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων
基督對他說什麼呢?撒但,退我後邊去吧!你是絆我腳的,因為你不體貼神的意思,只體貼人的意思。
And what did Christ say to him? Get thee behind me, Satan; thou art a stumbling-block unto me, for thou savourest not the things of God, but the things of men.
1:533
Καίτοι πῶς ἡμάρτανε τοῦ εἰκότος ὁ μαθητής, ἀποφέρεσθαι θέλων τοῦ διδασκάλου τὸν πειρασμόν, εἰ δύσοιστος ἦν αὐτῷ, καὶ ἥκιστα μὲν φορητός, καθιεὶς δὲ μᾶλλον ἐπὶ τὸ ἄναλκι καὶ συνθραύειν ἱκανὸν τὸν τοῖς ἑαυτοῦ μαθηταῖς ἐπισκήπτοντα τῶν τοῦ θανάτου δειμάτων κατευμεγεθεῖν, καὶ παρ' οὐδὲν ἡγεῖσθαι τὸ παθεῖν, ἔστ' ἂν ἀνύηται πρὸς αὐτῶν τὸ Θεῷ δοκοῦν; Θαυμάζω δὲ ὅτι συνῆφθαι λέγοντες αὐτὸν τῷ Μονογενεῖ, καὶ τῶν θείων ἀξιωμάτων ἀποφαίνοντες κοινωνὸν < ἄνθρωπον>, τῶν τοῦ θανάτου δειμάτων ῥίπτουσι κατόπιν, ἵν' ὁρῷτο καθ' ἡμᾶς, γυμνὸς δηλονότι καὶ ὡς ἀπὸ τῶν θείων ἀξιωμάτων κεκερδακὼς οὐδέν
然而,那門徒想要替他的師傅擋去那試煉,若這試煉於祂果真難當、毫不可忍、反倒驅祂於軟弱、足以壓垮祂——壓垮那位曾囑咐自己門徒輕看死亡的恐怖、視受苦為無物、直到神所看為美的藉著他們得以成就的——那門徒這樣作,又怎算失了情理呢?但我希奇的是,他們一面說祂是與獨生子聯合的、宣告那人是神聖尊位的分享者,一面卻把死亡的恐怖拋在祂後面,好叫祂顯為與我們一樣——顯然是赤裸的,彷彿從那神聖尊位上一無所得。
And yet how did the disciple fail of what was fitting, in wishing to ward off the temptation from his teacher, if it was hard for him to bear and least of all endurable, and rather drove him to feebleness and was capable of crushing him—him who enjoined upon his own disciples to make light of the terrors of death and to count it as nothing to suffer, until that which seems good to God should be accomplished by them? But I marvel that, while saying that he was joined to the Only-begotten and declaring the man a sharer of the divine dignities, they cast the terrors of death behind him, so that he might be seen as we are—naked, evidently, and as having gained nothing from the divine dignities.
1:534
{ Β} Ὁποῖος οὖν ἄρα ἐστὶ τῆς ἔν γε τούτοις οἰκονομίας ὁ λόγος; { Α} Μυστικὸς † οτι† καὶ βαθὺς καὶ τεθαυμασμένος παρά γε τοῖς εἰδόσιν ὀρθῶς τὸ Χριστοῦ μυστήριον
{乙}那麼,這些事上救恩安排的道理是怎樣的呢?{甲}是奧祕的†……†、深奧的,在那些正確認識基督奧祕的人中間是受人稱奇的。
{B} What, then, is the account of the economy in these matters? {A} Mystical † ... † and deep and admired among those who rightly know the mystery of Christ.
1:535
Ἄθρει γάρ μοι τοὺς τῇ κενώσει πρέποντας λόγους, καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις οὐκ ἀπεοικότας, ὡς ἐν καιρῷ καὶ χρείᾳ γεγενημένους, ἵνα φανῆται πανταχοῦ καθ' ἡμᾶς γεγονὼς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν
因為我求你思想那些合乎虛己、又不違於人性尺度的話,它們乃是按時、因需要而發出的,好叫那超越一切受造之物的,能處處被顯明為成了與我們一樣。
For consider, I pray, the words befitting the emptying, and not unsuited to the measures of humanity, as having come about in due season and out of need, that he who is above all creation might everywhere be shown to have become as we are.
1:536
Ἕψεται δὲ τούτῳ κἀκεῖνο δὴ αὖ
而這之後,又要接著有那另一點。
And to this will follow that other point as well.
1:537
{Α} Ἐπειδὴ γὰρ γεγόναμεν ἐπάρατοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, πεπτώκαμεν δὲ καὶ ὑπὸ θανάτου πάγην, ἐγκαταλειφθέντες ὑπὸ Θεοῦ, πάντα δὲ γέγονεν ἐν Χριστῷ καινά, καὶ ἀναφοίτησις τῶν καθ' ἡμᾶς εἰς τὸ ἐν ἀρχαῖς, ἐχρῆν ἀναγκαίως τὸν δεύτερον Ἀδάμ, τὸν ἐξ οὐρανοῦ, τὸν ἁπάσης ἁμαρτίας κρείττονα, τὴν πάναγνον καὶ ἀβέβηλον ἀπαρχὴν τοῦ γένους δευτέραν, τουτέστι Χριστόν, ἀπαλλάξαι τῆς δίκης τὴν ἀνθρώπου φύσιν, καὶ καλέσαι πάλιν ἐπ' αὐτῇ τὴν ἄνωθεν καὶ παρὰ Πατρὸς εὐμένειαν, λῦσαί τε τὴν ἐγκατάλειψιν διὰ τῆς ὑπακοῆς καὶ τῆς εἰσάπαν ὑποταγῆς
{甲}因為我們既因亞當裡的過犯成了被咒詛的,又落在死亡的網羅之下,被神離棄,然而萬事在基督裡都成了新的,我們的境況也得以歸回元初的光景,於是便必然需要那第二位亞當——那從天上來的、那勝過一切罪惡的、那全然純潔、無玷污的人類初熟果子——就是那第二位、也就是基督——既把人的本性從刑罰中救拔出來,又重新將那從上頭、從父而來的恩眷召回於它身上,並藉著順從、藉著全然的順服,解開那被離棄的境地。
{A} For since we became accursed through the transgression in Adam, and fell also under the snare of death, having been forsaken by God, but all things became new in Christ, and there came a return of our affairs to the original state, it was of necessity required that the second Adam, the one from heaven, the one greater than all sin, the all-pure and unprofaned firstfruits of the race—the second one, that is, Christ—should both deliver the nature of man from the penalty, and call down again upon it the favor from above and from the Father, and loose the abandonment through obedience and through complete subjection.
1:538
Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, πεπλούτηκε δὲ τὸ ἀμώμητον ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ, καὶ τὸ ἀνεπίπληκτον παντελῶς, ἵνα δύνηται λοιπὸν ἐκ παρρησίας ἀναβοᾶν·
因為祂並沒有犯罪,人的本性反倒在祂裡面富有了無可指摘、全然無可責備的,以致它從此能夠憑著膽量放聲呼喊:
For he did no sin, but the nature of man was enriched in him with blamelessness and with what is utterly beyond reproach, so that it might thenceforth be able, out of boldness, to cry aloud:
1:539
Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Ἐννόει γὰρ ὅτι γεγονὼς ἄνθρωπος ὁ Μονογενής, ὡς εἷς ἐξ ἡμῶν καὶ ὑπὲρ ἁπάσης τῆς φύσεως τὰς τοιαύτας ἠφίει φωνάς, μονονουχὶ λέγων·
我的神,我的神,為什麼離棄我?因為要思想:那獨生子既成了人,作為我們中的一位、並為著全人類的本性,便發出這樣的呼喊,幾乎是說:
My God, my God, why hast thou forsaken me? For consider that the Only-begotten, having become man, as one of us and on behalf of the whole nature, sent up such utterances, all but saying:
1:540
Πεπλημμέληκεν ὁ πρῶτος ἄνθρωπος, παρώλισθεν εἰς παρακοήν, κατημέλησε τῆς δοθείσης ἐντολῆς, τοῖς τοῦ δράκοντος φενακισμοῖς εἰς τὸ ἐξήνιον συνηρπάζετο·
頭一個人犯了罪,陷入了悖逆,輕忽了所賜的誡命,被那龍的詭詐擄去而至於放縱不羈;
The first man transgressed, slipped into disobedience, neglected the commandment given, and was carried off by the deceits of the serpent into refractoriness;
1:541
ταύτῃτοι, καὶ μάλα εἰκότως, ὑπενήνεκται τῇ φθορᾷ καὶ γέγονεν ὑπὸ δίκην
正因如此,且極為相宜地,他便受制於敗壞、落在刑罰之下。
for this very reason, and quite fittingly, he was subjected to corruption and came under penalty.
1:542
Ἀλλ' ἐμὲ δευτέραν ἐφύτευσας ἀρχὴν τοῖς ἐπὶ τῆς γῆς, κεχρημάτικα δὲ δεύτερος Ἀδάμ
但你卻立我作地上眾人的第二個開端,我已被稱為第二位亞當。
But me thou hast planted as a second beginning for those upon the earth, and I have been called the second Adam.
1:543
Ἐν ἐμοὶ κεκαθαρμένην ὁρᾷς τὴν ἀνθρώπου φύσιν, κατορθώσασαν τὸ ἀπλημμελές, ἁγίαν καὶ πάναγνον
在我裡面你看見人的本性被潔淨了,成就了那無瑕的,是聖潔、全然純潔的。
In me thou seest the nature of man cleansed, having set right what was faultless, holy and all-pure.
1:544
Νενίκηκα καὶ αὐτὸν τὸν πάλαι κρατήσαντα Σατανᾶν
我甚至勝過了那從古以來得勝的撒但自己。
I have conquered even Satan himself, who of old prevailed.
1:545
Εὗρε γὰρ ἐν ἐμοὶ τῶν ἑαυτοῦ παντελῶς οὐδέν
因為他在我裡面全然找不著一樣是屬他自己的。
For he found in me absolutely nothing of his own.
1:546
Τοιοῦτος μὲν οὖν, ὥς γε οἶμαι, τῶν τοῦ Σωτῆρος λόγων ὁ νοῦς
那麼,我想救主這些話的意思就是如此。
Such, then, I think, is the sense of the Saviour's words.
1:547
Ἐκάλει γὰρ οὐκ ἐφ' ἑαυτὸν μᾶλλον, ἀλλ' ἐφ' ἡμᾶς αὐτοὺς τὴν παρὰ Πατρὸς εὐμένειαν
因為祂呼求那從父而來的恩眷,與其說是為自己,不如說是為我們自己。
For he was calling down the favor from the Father not so much upon himself as upon us ourselves.
1:548
Ὥσπερ γὰρ εἰς ὅλην τὴν ἀνθρώπου φύσιν, καθάπερ ἐκ ῥίζης τῆς πρώτης, φημὶ τοῦ Ἀδάμ, διέβη τὰ ἐξ ὀργῆςβεβασίλευκε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ οὕτω καὶ τὰ ἐκ τῆς δευτέρας ἡμῶν ἀπαρχῆς, τουτέστι Χριστοῦ, πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον διαβήσεται γένος, καὶ πιστώσεται λέγων ὁ πάνσοφος Παῦλος·
因為正如那些出於忿怒的事,從頭一個根——我是指亞當——傳遍了人的全本性——因為死從亞當到摩西作了王,連那些不與亞當犯一樣罪過的人也在其內——照樣,那些出於我們第二位初熟果子、就是基督的事,也要再次傳遍全人類;至智的保羅證實這話說:
For just as into the whole nature of man, as from the first root—I mean Adam—there passed the things that are from wrath—for death reigned from Adam until Moses, even over them that had not sinned after the likeness of Adam's transgression—so too the things from our second firstfruits, that is, Christ, will again pass into the whole human race; and the all-wise Paul confirms it, saying:
1:549
Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον τῷ τοῦ ἑνὸς δικαιώματι οἱ πολλοὶ ζήσονται
若因一人的過犯眾人都死了,何況神的恩典藉著一人的義行,豈不更要叫眾人活著嗎?
For if by the trespass of the one the many died, much more by the righteous act of the one shall the many live.
1:550
Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται
因為在亞當裡眾人都死了,照樣,在基督裡眾人也都要復活。
For as in Adam all die, so also in Christ shall all be made alive.
1:551
{ Β} Ἄσοφον οὖν ἄρα καὶ ἀπᾷδον παντελῶς τοῖς ἱεροῖς Γράμμασι τὸ οἴεσθαί τε καὶ λέγειν τὸν ἀναληφθέντα ἄνθρωπον ὡς ἐγκαταλειφθέντα ὑπὸ τοῦ συναφθέντος αὐτῷ Λόγου ταῖς ἀνθρωπίναις χρήσασθαι φωναῖς
{乙}那麼,以為並說那所取之人是被那聯於他的道所離棄、因而發出那些屬人的呼喊,這實在是不智的、與聖經全然不合的。
{B} It is therefore unwise and altogether discordant with the sacred Scriptures to suppose and to say that the assumed man, as forsaken by the Word joined to him, made use of the human utterances.
1:552
Ἐπειδὴ γὰρ διιστᾶσί τε καὶ διορίζουσι πανταχῆ καὶ φωνὰς καὶ πράγματα, καὶ τὰς μὲν μόνῳ καὶ ἰδικῶς ἐκνενεμήκασι τῷ Μονογενεῖ, τὰς δὲ ὡς ἑτέρῳ παρ' αὐτὸν Υἱῷ τε καὶ ἐκ γυναικός, ταύτῃτοι διημαρτήκασι τῆς εἰς εὐθύ τε καὶ ἀπλανεστάτης ὁδοῦ καὶ τοῦ εἰδέναι σαφῶς τὸ Χριστοῦ μυστήριον
因為他們既處處把言語和事蹟分開、劃分,把一些單獨地、專屬地歸給獨生子,又把另一些歸給那在祂以外、由女子所生的另一位兒子,便因此偏離了那筆直、至為無謬的道路,也錯失了對基督奧祕的清楚認識。
For since they everywhere separate and divide both utterances and deeds, and have apportioned some to the Only-begotten alone and in his own right, but others to one who is another Son alongside him and from a woman, on this account they have missed the straight and most unerring road and the clear knowledge of the mystery of Christ.
1:553
{Β} Οὐ διαιρετέον οὖν ἄρα φωνὰς ἢ πράγματα, παροισ θέντων εἰς μέσον τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν κηρυγμάτων; {Α} Οὐμενοῦν, τό γε ἧκον εἰς πρόσωπα δύο καὶ ὑποστάσεις δύο διῃρημένας ἀλλήλων, καὶ ἀποφοιτώσας εἰσάπαν εἰς τὸ ἰδικῶς τε καὶ ἀναμέρος
{乙}那麼,當福音和使徒的宣告被擺在當中時,難道我們不該劃分言語或事蹟嗎?{甲}斷然不可——至少不可劃分成彼此分開的兩個位格、兩個本體,以致全然分裂為各自獨立、各占其份的。
{B} Are we not, then, to divide utterances or deeds, when the gospel and apostolic proclamations are brought forward into the midst? {A} By no means—at least as regards two persons and two subsistences divided from one another, and separated utterly into the individual and apportioned.
1:554
Ἑνὸς γὰρ ὄντος Υἱοῦ τοῦ δι' ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, φαίην ἂν εἶναι πάντα αὐτοῦ, λόγους τε καὶ πράγματα, τά τε θεοπρεπῆ καὶ προσέτι τὰ ἀνθρώπινα
因為既有一位兒子,就是那為我們的緣故成為人的道,我便要說一切都是祂的——言語也好、事蹟也好,合乎神的也好、更有那屬人的也好。
For since there is one Son, the Word who became man for our sake, I would say that all are his—both utterances and deeds, both those befitting God and moreover those that are human.
1:555
{ Β} Οὐκοῦν, κἂν εἰ ἐκ τῆς ὁδοιπορίας κοπιάσαι λέγοιτο, πεινῆσαί τε καὶ ὕπνου μεταλαχεῖν, πρέποι ἄν, εἰπέ μοι, προσνεῖμαι τῷ Θεῷ Λόγῳ τὰ οὕτω σμικρὰ καὶ κατερριμμένα; { Α} Γυμνῷ μὲν ἔτι καὶ οὔπω σεσαρκωμένῳ, καὶ πρὶν καθικέσθαι πρὸς κένωσιν, πρέποι ἂν ἥκιστά γε, φρονεῖς γὰρ ὀρθῶς
{乙}那麼,縱然祂被說成因趕路而疲乏、又飢餓、又睡覺,請告訴我,把如此微小、卑下的事歸於神的道,這合宜嗎?{甲}對那仍是赤裸、尚未成為肉身、且在祂把自己降為虛己以先的,這斷然不合宜——你的想法是對的。
{B} Then, even if he is said to have grown weary from the journey, and to have hungered and partaken of sleep, would it be fitting, tell me, to attribute things so small and lowly to God the Word? {A} To one still bare and not yet enfleshed, and before he lowered himself unto emptying, it would least of all befit—for you think rightly.
1:556
οὕτω πάλιν αὐτοῦ κατ' οἰκείωσιν οἰκονομικὴν καὶ κατά γε τὸν τῆς <ἑνώσεως> τρόπον, τὰς τῆς σαρκὸς ἀσθενείας
……照樣,那道又藉著一種合乎救恩安排、專屬於祂的據為己有,並照著聯合的方式,把肉身的軟弱據為己有。
...thus again, by an economic appropriation proper to him, and according to the mode of the union, the weaknesses of the flesh.
1:557
Ὡμοιώθη γὰρ κατὰ πάντα τοῖς ἀδελφοῖς, δίχα μόνης ἁμαρτίας
因為祂在凡事上與祂的弟兄相同,只是沒有罪。
For he was likened in all things to his brethren, apart from sin alone.
1:558
Καὶ μή τοι θαυμάσῃς εἰ τὰς τῆς σαρκὸς ἀσθενείας οἰκειοῦσθαί φαμεν αὐτὸν μετὰ τῆς σαρκός, ὅθεν καὶ τὰς θύραθεν παροινίας, τὰς ἀπό γε τῆς τῶν Ἰουδαίων σκαιότητος ἐπενεχθείσας αὐτῷ, πάλιν ἑαυτῷ προσνενέμηκε, λέγων διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς·
你也不要希奇我們說:祂連同肉身一併把肉身的軟弱據為己有;因此祂也藉著詩人的口,把那些因猶太人的乖戾而加於祂身上的外來辱罵,再次據為己有,說:
And do not marvel if we say that he, together with the flesh, made his own the weaknesses of the flesh; whence also he again attributed to himself the outward insults brought upon him by the perversity of the Jews, saying through the voice of the Psalmist:
1:559
Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν
凡看見我的都嗤笑我,他們撇嘴搖頭。
All they that see me laughed me to scorn; they shot out the lip, they wagged the head.
1:560
{ Β} Οὐκοῦν, κἂν εἰ λέγοι τυχόν·
{乙}那麼,縱然祂或許說:
{B} Then, even if he should perchance say:
1:561
Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα
人看見了我,就是看見了父。
He that hath seen me hath seen the Father.
1:562
Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, εἶτα πρὸς Ἰουδαίους·
我與父原為一——然後又對猶太人說:
I and the Father are one—and then, to the Jews:
1:563
Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἢν ἤκουσα παρὰ τοῦ Θεοῦ; ἑνὸς εἶναι δώσομεν καὶ τοῦ αὐτοῦ ταύτας τε κἀκείνας τὰς φωνάς; {Α} Πάνυ μὲν οὖν
我將從神所聽見的真理告訴了你們,現在你們為什麼想要殺我這說真理的人呢?——我們要承認這些話和那些話都是屬於同一位的嗎?{甲}的確如此。
Why seek ye to kill me, a man that hath told you the truth which I heard from God?—shall we grant that both these and those utterances belong to one and the same? {A} Most assuredly.
1:564
Μεμέρισται γὰρ οὐδαμῶς ὁ Χριστός, εἷς δὲ καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς πρὸς ἁπάντων εἶναι πιστεύεται τῶν προσκυνούντων αὐτόν
因為基督絕未被分開,乃是被一切敬拜祂的人信為獨一、且是真實的兒子。
For Christ is in no way divided, but is believed by all who worship him to be one and only and the true Son.
1:565
Ἡ γὰρ εἰκὼν τοῦ ἀοράτου Θεοῦ, τὸ ἀπαύγασμα τῆς δόξης τῆς ὑποστάσεως τοῦ Πατρός, ὁ τῆς οὐσίας αὐτοῦ χαρακτήρ, ἔλαβε δούλου μορφήν, οὐ ὡς ἄνθρωπον ἑαυτῷ συνάψας, καθά φασιν, ἐν αὐτῇ δὲ μᾶλλον αὐτὸς γεγονώς, μεμενηκὼς δὲ καὶ οὕτως ἐν ὁμοιώσει τῇ πρὸς Θεὸν καὶ Πατέρα
因為那不可見之神的像、父之本體榮耀的光輝、祂本質的真像,取了奴僕的形像——不是如他們所說把一個人聯於自己,乃是祂自己進入了其中,卻仍舊如此存於與神、與父的相似裡。
For the image of the invisible God, the brightness of the glory of the subsistence of the Father, the express image of his substance, took the form of a servant—not as having joined a man to himself, as they say, but rather having himself come to be in it, and yet having remained even so in the likeness to God and the Father.
1:566
Γέγραφε γοῦν ὁ πάνσοφος Παῦλος·
至智的保羅至少這樣寫道:
The all-wise Paul, at any rate, wrote:
1:567
Ὅτι ὁ Θεός, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ ἐν προσώπῳ Χριστοῦ Ἰησοῦ
那吩咐光從黑暗裡照出來的神,已經照在我們心裡,叫我們得知神榮耀的光,顯在耶穌基督的面上。
For God, who commanded the light to shine out of darkness, hath shined in our hearts, to give the light of the knowledge of the glory of God in the face of Jesus Christ.
1:568
Ἄθρει γὰρ ὅπως ἐν προσώπῳ Χριστοῦ τῆς θείας τε καὶ ἀπορρήτου δόξης τοῦ Θεοῦ καὶ Πατρὸς ὁ φωτισμὸς ἀναλάμπει
因為要留意,在基督的面上,神聖、不可言喻之父神榮耀的光輝是怎樣照射出來的。
For observe how, in the face of Christ, the illumination of the divine and ineffable glory of God the Father shines forth.
1:569
Μόνον γὰρ οὕτως καὶ οὐχ ἑτέρως Χριστὸς νοεῖται καὶ ὀνομάζεται
因為唯有這樣、而非別樣,基督才被認識、被稱呼。
For only thus, and not otherwise, is Christ conceived and named.
1:570
Ἢ γοῦν διδασκόντων ἡμᾶς οἱ διεναντίας τίνα τρόπον κατίδοι τις ἂν ὡς ἐν ἀνθρώπῳ κοινῷ τῆς θείας δόξης τὸν φωτισμόν, ἢ γοῦν τὴν ἐπίγνωσιν
不然,就讓那些對立者教導我們:怎能在一個普通人身上看出那神聖榮耀的光輝、或對它的完全認識呢。
Or else let the adversaries teach us in what way one could discern, as in a common man, the illumination of the divine glory, or the full knowledge of it.
1:571
Οὐ γὰρ ἐν ἀνθρώπου μορφῇ Θεὸν ὀψόμεθα, πλὴν ἐν μόνῳ τῷ καθ' ἡμᾶς γεγονότι καὶ ἐνανθρωπήσαντι Λόγῳ, μεμενηκότι δὲ καὶ οὕτω φύσει τε καὶ ἀληθῶς Υἱῷ, παραδόξως ἦν καὶ τοῦτο ἰδεῖν, καθὸ νοεῖται Θεός
因為我們不會在人的形像裡看見神,除非是在那成了與我們一樣、成為人、卻仍舊按本性、按真實為兒子的道裡面;就祂被認作神而言,這事也是奇妙地可被看見的。
For we shall not see God in the form of a man, except only in the Word who became as we are and was made man, and yet remained even so by nature and in truth a Son; it was possible to see this too, paradoxically, insofar as he is conceived as God.
1:572
Καὶ γοῦν ὁ τῶν αὐτοῦ μυστηρίων ταμίας, Χριστὸν Ἰησοῦν ὀνομάσας αὐτόν, ὡς καθ' ἡμᾶς γεγονότα καὶ σεσαρκωμένον, οἶδεν ὄντα μετὰ <τούτου> φύσει τε καὶ ἀληθείᾳ Θεόν
於是那位管理祂奧祕的,既稱祂為基督耶穌——作為那成了與我們一樣、成了肉身的——便也認得祂連同這身分,按本性、按真實乃是神。
And so the steward of his mysteries, having named him Christ Jesus, as having become as we are and been enfleshed, knows him to be, together with this, by nature and in truth God.
1:573
Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν, τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ
但我稍微放膽寫信給你們,是要提醒你們,因神所給我的恩典,使我為外邦人作基督耶穌的僕役,作神福音的祭司。
But I have written the more boldly unto you in some measure, as putting you in remembrance, because of the grace given me of God, that I should be a minister of Christ Jesus unto the Gentiles, ministering as a priest the gospel of God.
1:574
Προφητεύει δὲ καὶ Ζαχαρίας τῷ οἰκείῳ παιδί, φημὶ δὴ τῷ Βαπτιστῇ·
撒迦利亞也向他自己的孩子,就是那施洗者,預言說:
And Zacharias too prophesies to his own child, I mean the Baptist:
1:575
Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ·
孩子啊,你要稱為至高者的先知;
And thou, child, shalt be called the prophet of the Highest;
1:576
προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι λαὸν αὐτῷ
因為你要行在主的面前,預備百姓歸於祂。
for thou shalt go before the face of the Lord to prepare a people for him.
1:577
Εἶτα τὸν Ὕψιστόν τε καὶ Κύριον ὁ θεσπέσιος Βαπτιστὴς κατεδείκνυ λέγων·
於是那蒙感的施洗者指出那至高者和主,說:
Then the inspired Baptist pointed out the Highest and Lord, saying:
1:578
Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου
看哪,神的羔羊,除去世人罪孽的。
Behold the Lamb of God, who taketh away the sin of the world.
1:579
Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον·
這就是我曾說的那位:
This is he of whom I said:
1:580
Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν
有一位在我以後來、反成了在我以前的,因祂本來在我以前。
After me cometh a man who is preferred before me, for he was before me.
1:581
Ἆρ' οὖν ἐνδοιάσαι θέμις ὡς εἷς καὶ μόνος καὶ ἀληθῶς Υἱὸς εἴη ἂν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός, καὶ οὐκ ἀψύχου μᾶλλον κατά τινας, ὡς ἔφην, ἐψυχωμένης δὲ νοερῶς, καὶ ἓν σὺν αὐτῇ πρόσωπον πανταχῇ; {Β} Ἐνδοιάσαιμι μὲν ἥκιστά γε
那麼,難道可以懷疑:那獨一、且真實為兒子的,乃是那從父神而出的道、連同與祂聯合的肉身——不是如某些人所說無靈魂的肉身,乃是具有理性靈魂的,並且處處與這肉身同為一個位格——這事嗎?{乙}我斷不至於懷疑。
Is it then permitted to doubt that he who is one and only and truly Son is the Word from God the Father, together with the flesh united to him—not a soulless one, as some say, but ensouled rationally, and one person with it everywhere? {B} I would doubt it least of all.
1:582
Εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα
因為只有一主,一信,一洗。
For there is one Lord, one faith, one baptism.
1:583
Πλὴν εἰ λέγοιτο προκόπτειν Ἰησοῦς ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι, τίς ὁ ἐν τούτοις γεγονώς ἐστι; Πλήρης γὰρ ὢν καὶ αὐτοτελὴς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὁποίαν ἂν λάβοι, καὶ εἰς τί τὴν ἐπίδοσιν, ἤτοι τὴν προκοπήν; Σοφία δὲ ὢν αὐτός, οὐκ ἂν λέγοιτο σοφίας δεκτικός †
但若耶穌被說成在身量、智慧和恩典上漸漸增長,那在這些事上有所長進的,究竟是誰呢?因為那從父神而出的道既是豐滿、自足的,祂還能領受什麼?又在什麼方面有那增益、或長進呢?並且祂自己既是智慧,便不能說祂是能容受智慧的。†
But if Jesus is said to advance in stature and wisdom and grace, who is the one who came to be in these things? For being full and self-complete, the Word from God the Father—what could he receive, and in respect of what would the increase, or the advance, be? And being himself Wisdom, he could not be said to be receptive of wisdom.†
1:584
† Ζητητέον οὖν ἄρα, φασί, περὶ ὃν ἂν γένοιτο ταυτί
†所以他們說,我們必須追究:這些事究竟能發生在誰身上。
† We must therefore inquire, they say, concerning whom these things might occur.
1:585
τὸ μὴ δύνασθαί τινας καθικνεῖσθαι τοῦ βάθους τῶν ἱερῶν Γραμμάτων
……就是有些人不能達到聖經的深處。
...that some are unable to reach the depth of the sacred Scriptures.
1:586
Ὁ γάρ τοι σοφὸς εὐαγγελιστής, σάρκα γεγονότα προεισενεγκὼν τὸν Λόγον, δείκνυσιν αὐτὸν οἰκονομικῶς ἐφέντα τῇ ἰδίᾳ σαρκὶ διὰ τῶν τῆς ἰδίας φύσεως ἰέναι νόμων
因為那智慧的福音書作者,既先把那道呈為成了肉身的,便指明祂在救恩安排中,容讓自己的肉身按其本性的律法而行。
For the wise evangelist, having first presented the Word as having become flesh, shows that he, in the economy, permitted his own flesh to proceed by the laws of its own nature.
1:587
Ἀνθρωπότητος δὲ τὸ προκόπτειν ἐστὶν ἡλικίᾳ τε καὶ σοφίᾳ, φαίην δ' ἂν ὅτι καὶ χάριτι, συναναπηδώσης τρόπον τινὰ τοῖς τοῦ σώματος μέτροις καὶ τῆς ἐν ἑκάστῳ συνέσεως
在身量和智慧上長進,乃是屬於人性的——我還要說,在恩典上也是如此——其中各人的悟性,可說是隨著身體的尺度一同躍升的。
And to advance in stature and wisdom belongs to humanity—and, I would say, in grace as well—the understanding in each one leaping up, as it were, together with the measures of the body.
1:588
Ἑτέρα μὲν γὰρ ἐν νηπίοις, ἑτέρα δὲ αὖ ἐν τοῖς ἤδη παισί, καὶ ὑπὲρ τοῦτο ἔτι
因為嬰孩裡有一種智慧,已是孩童的人裡又有另一種,超過這個的還有另一種。
For one wisdom is in infants, another again in those who are now children, and yet another beyond this.
1:589
Ἦν μὲν γὰρ οὐκ ἀδύνατον, ἢ γοῦν ἀνέφικτον, ὡς Θεῷ τῷ ἐκ Πατρὸς φύντι Λόγῳ, τὸ ἑνωθὲν αὐτῷ σῶμα καὶ ἐξ αὐτῶν σπαργάνων ἆραί τε ὑψοῦ καὶ εἰς μέτρον ἡλικίας τῆς ἀρτίως ἐχούσης ἀνενεγκεῖν
因為對那作為神、從父所生的道來說,要把那與祂聯合的身體,甚至從繈褓中就高高舉起、帶到成人身量的尺度,這並非不可能,也絕非無法達成的。
For it was not impossible, nor indeed unattainable, for the Word who was begotten of the Father as God, to raise on high the body united to him even from the very swaddling-clothes, and to bring it up to the measure of full-grown stature.
1:590
Φαίνη δ' ἂν ὅτι καὶ ἐν νηπίῳ σοφίαν ἐκφῆναι τεθαυμασμένην ῥᾴδιόν τε καὶ εὐήλατον ἦν αὐτῷ
並且顯然,連在嬰孩身上,要祂顯出令人稱奇的智慧,也是容易、輕而易舉的。
And it would be evident that even in an infant it was easy and ready for him to show forth admirable wisdom.
1:591
Ἀλλ' ἦν τὸ χρῆμα τερατοποιίας οὐ μακράν, καὶ τοῖς τῆς οἰκονομίας λόγοις ἀνάρμοστον
但這樣的事與炫奇行怪相去不遠,又與救恩安排的原則不相和諧。
But the thing was not far from wonder-mongering, and was discordant with the principles of the economy.
1:592
Ἐτελεῖτο γὰρ ἀψοφητὶ τὸ μυστήριον
因為這奧祕乃是無聲無息地成就的。
For the mystery was being accomplished without noise.
1:593
Ἠφίει δὴ οὖν οἰκονομικῶς τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐφ' ἑαυτῷ τὸ κρατεῖν
因此祂在救恩安排中,容讓人性的尺度在祂身上居於主導。
He therefore permitted, in the economy, the measures of humanity to have control over him.
1:594
Τετάξεται γὰρ ἐν μοίρᾳ καὶ τοῦτο τῆς πρὸς ἡμᾶς ὁμοιώσεως, οἷς κατὰ βραχὺ πρὸς τὸ μεῖζον ἡ πρόοδος, αἴροντος ἡμᾶς καιροῦ πρὸς ἐπίδοσιν ἡλικίας καὶ οὐκ ἀναρμόστου φρονήσεως
因為這也要被列入祂降同於我們的那一份;對我們而言,朝向更大者的長進乃是漸漸的,時光把我們提升到身量的增長、和與之相稱之悟性的增長。
For this too will be ranked in the portion of his likening to us, for whom the advance toward the greater is little by little, time lifting us up to an increase of stature and of an understanding not unsuited to it.
1:595
Οὐκοῦν, παντέλειος μὲν καὶ ἀπροσδεὴς παντὸς ὁτουοῦν, καὶ γοῦν αὐξήσεως, ὡς Θεός, ὁ ἐκ Πατρὸς Λόγος
所以那從父而出的道,作為神,乃是全然完全、毫無所需的,連長大也不需要。
Therefore the Word from the Father, as God, is all-perfect and in need of nothing whatsoever, not even of growth.
1:596
Οἰκειοῦταί γε μὴν τὰ ἡμῶν, ἐπεί τοι γέγονε καθ' ἡμᾶς, ἀλλ' ἴσμεν ὄντα αὐτὸν καὶ οὕτως ὑπὲρ ἡμᾶς ὡς Θεόν
然而祂把我們的事據為己有,既然祂果真成了與我們一樣;但我們知道,即便如此,祂作為神仍是超越我們的。
Yet he makes our things his own, since indeed he became as we are; but we know that even so he is above us, as God.
1:597
Τολμᾷ γοῦν ὁ Παῦλος, καίπερ εἰδὼς ὅτι γέγονε σάρξ, ταῖς τῆς θεότητος ὑπεροχαῖς ἐνορῶν, ἔσθ' ὅτε, οὐδὲ ἄνθρωπον αὐτὸν εἶναι ἐνιαχοῦ λέγειν·
至少保羅,雖然曉得祂成了肉身,卻仰望神性的卓越,有時甚至在某些地方說祂不是人:
Paul, at any rate, ventures, although knowing that he became flesh, gazing upon the excellencies of the Godhead, sometimes even to say in some places that he is not a man:
1:598
ἐπιστέλλει γοῦν τοῖς ἐκ Γαλατίας·
至少他寫信給加拉太的人說:
he writes, at any rate, to those of Galatia:
1:599
Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ
作使徒的保羅,不是由於人,也不是藉著人,乃是藉著耶穌基督。
Paul, an apostle, not from men, neither through man, but through Jesus Christ.
1:600
Γνωρίζω δὲ ὑμῖν τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον
弟兄們,我告訴你們,我所傳的福音不是出於人的意思。
And I make known unto you the gospel which was preached by me, that it is not according to man.
1:601
Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ
因為我既不是從人領受的,也不是受教的,乃是藉著耶穌基督的啟示得來的。
For I neither received it from man, nor was I taught it, but it came through a revelation of Jesus Christ.
1:602
{Β} Ἐφαρμοστέον οὖν ἄρα αὐτῷ καὶ τὸ λέγεσθαι προκόπτειν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι, καθάπερ ἀμέλει καὶ τὸ πεινῆν καὶ μέντοι καὶ κοπιᾶν, καὶ τὰ τούτοις ἐοικότα; Καὶ τάχα που, κἂν εἰ λέγοιτο παθεῖν, ἐζωοποιῆσθαί τε παρὰ τοῦ Πατρός, αὐτῷ προσνεμοῦμεν καὶ ταῦτα
{乙}那麼,是否也該把「在智慧、身量和恩典上長進」這話歸給他,正如那「飢餓」、「疲乏」之類的事一樣呢?而且或許,即使說他受苦、又被父賜以生命,我們也要把這些事歸給他嗎?
{B} Must we then also apply to him the saying that he advanced in wisdom and stature and grace, just as, of course, that he hungered and grew weary and the like? And perhaps too, even if he is said to have suffered and to have been made alive by the Father, we shall ascribe these things to him?
1:603
{ Α} Αὐτοῦ γὰρ εἶναί φαμεν κατ' οἰκείωσιν οἰκονομικὴν τὰ ἀνθρώπινα, καὶ μετὰ τῆς σαρκὸς τὰ αὐτῆς, ἐπεὶ μὴ ἕτερος νοεῖται πρὸς ἡμῶν παρ' αὐτὸν Υἱός, ἀλλ' αὐτὸς Κύριος σέσωκεν ἡμᾶς, τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὸ ἴδιον αἷμα δούς
{甲}因為我們說,這些屬人的事是他的,是按著救恩計畫的歸屬而言的;連同肉身的事,也是肉身的事,因為在我們看來,除他以外並無另一位子,乃是主自己救了我們,他把自己的血賜下,作了萬人生命的贖價。
{A} For we say that the human things belong to him, according to an economic appropriation, and the things of the flesh together with the flesh, since by us no other Son is conceived alongside him, but the Lord himself has saved us, giving his own blood as a ransom for the life of all.
1:604
Ἠγοράσθημεν γὰρ τιμῆς οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προσκομίσαντος ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί
因為我們是用重價買來的,不是用會朽壞的銀子或金子,乃是用基督的寶血,如同無瑕疵無玷污之羔羊的血;他為我們將自己獻上,作為馨香之氣獻與神與父。
For we were bought with a price, not with corruptible silver or gold, but with the precious blood of Christ, as of a lamb without blemish and without spot, who offered himself for us as a fragrant odor to God and the Father.
1:605
Καὶ πρός γε τοῦτο ἡμᾶς πιστώσεται γεγραφὼς ὁ νομομαθέστατος Παῦλος·
為使我們確信這事,那最精通律法的保羅曾這樣寫道:
And to assure us of this very thing, the most learned-in-the-law Paul has written:
1:606
Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας
所以你們要效法神,好像蒙慈愛的兒女一樣;也要憑愛而行,正如基督愛我們,為我們捨了自己,當作馨香的供物和祭物獻與神。
Therefore be imitators of God, as beloved children, and walk in love, just as Christ also loved us and gave himself up for us, an offering and a sacrifice to God for a fragrant odor.
1:607
Ἐπειδὴ δὲ γέγονεν ὑπὲρ ἡμῶν εὐωδία Χριστός, καταδείξας ἐν ἑαυτῷ τὸ ἀπλημμελὲς ἔχουσαν τὴν ἀνθρώπου φύσιν, παρρησίαν ἐσχήκαμεν δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν
既然基督為我們成了馨香之氣,在自己裡面顯明人性是無過失的,我們便藉著他、並在他裡面,得以坦然無懼地朝向那在諸天之上的父與神。
And since Christ became for us a fragrant odor, having displayed in himself human nature as free of fault, we have gained boldness through him and in him toward the Father and God who is in the heavens.
1:608
Γέγραπται γὰρ ὅτι Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι τοῦ Χριστοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ
因為經上記著說:弟兄們,我們既因基督的血得以坦然進入至聖所,是藉著他給我們開創的一條又新又活的路,從幔子經過,這幔子就是他的肉身。
For it is written: Therefore, brothers, having boldness to enter the holy places by the blood of Christ, by the new and living way which he dedicated for us through the veil, that is, through his flesh.
1:609
Σύνες οὖν ὅπως αὐτοῦ τὸ αἷμα καὶ αὐτοῦ τὴν σάρκα φησίν, ἣν καὶ καταπέτασμα καλεῖ, καὶ μάλα εἰκότως, ἵνα ὅπερ ἐν τῷ ναῷ τὸ ἱερὸν εἰργάζετο καταπέτασμα, κατακρύπτον εὖ μάλα τὰ Ἅγια τῶν ἁγίων, τοιοῦτόν τι νοοῖτο δρᾶν καὶ ἡ τοῦ Κυρίου σάρξ, οὐκ ἐφεῖσα τρόπον τινὰ γυμνῶς καὶ ἀκρύπτως ὁρᾶσθαι πρός τινος τὴν ὑπερφυᾶ καὶ ἐξαίρετον ὑπεροχήν τε καὶ δόξαν τοῦ ἑνωθέντος αὐτῇ Θεοῦ Λόγου
你要明白,這裡怎樣說到他的血和他的肉身,並把肉身稱為幔子,這是極合宜的:好叫聖殿中那聖潔的幔子所成就的——就是把至聖所遮蔽得極為周密——肉身也可被看作行了同樣的事,就是不容那與肉身聯合的神之道那超乎自然、卓絕無比的優越與榮耀被任何人赤露而毫無遮蔽地看見。
Understand, then, how it says his blood and his flesh, which it also calls a veil, and quite fittingly so, in order that what the sacred veil in the temple effected — concealing very thoroughly the Holy of Holies — something of the same kind might be conceived to be done also by the Lord's flesh, in a way not permitting the supernatural and exceptional preeminence and glory of God the Word who was united to it to be seen by anyone nakedly and unconcealed.
1:610
Καὶ γοῦν οἱ μὲν Ἠλίαν < οἱ δὲ Ἰερεμίαν> ἢ ἕνα τῶνπροφητῶν ἐτόπασαν εἶναι Χριστόν
故此有人猜想基督是以利亞,有人猜想他是耶利米,或是先知中的一位。
And so some supposed that the Christ was Elijah, others Jeremiah, or one of the prophets.
1:611
κατακερτομοῦντες ἔφασκον·
他們譏誚著說:
and mocking, they said:
1:612
Οὐχ οὗτός ἐστιν < Ἰησοῦς> ὁ τοῦ τέκτονος υἱός; Πῶς νῦν λέγει Ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ἀόρατον μὲν γὰρ τῇ φύσει τὸ θεῖον
這不是那木匠的兒子耶穌嗎?他如今怎麼說「我是從天上降下來的」呢?神性按其本性原是不可見的。
Is not this Jesus the carpenter's son? How then does he now say, I have come down from heaven? For the divine is by nature invisible.
1:613
Ὤφθη γε μὴν τοῖς ἐπὶ τῆς γῆς ἐν εἴδει τῷ καθ' ἡμᾶς ὁ κατὰ φύσιν ἰδίαν οὐχ ὁρατός, καὶ ἐπέφανεν ἡμῖν Θεὸς ὢν Κύριος
然而那按其本性原不可見的,卻以我們這樣的形狀被地上的人看見;他既是神、是主,竟向我們顯現了。
Yet he who by his own nature is not visible was seen by those on earth in a form like ours, and being God and Lord he appeared to us.
1:614
Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται
神要顯然而來,就是我們的神,他必不靜默。
God will come manifestly, our God, and will not keep silence.
1:615
Ἐκεῖνοί γε μὴν οὐχ ὧδε ταῦτ' ἔχειν διατείνονται, πολλοῦ γε καὶ δεῖ
可是那些人卻堅稱事情絕非如此,甚至大相逕庭。
Those men, however, contend that this is not so at all — far from it.
1:616
Κατ' οὐδένα γὰρ τρόπον τὸ ἐπὶ τῷ σταυρῷ πάθος ἀξιοῦσι προσνέμειν τῷ ἐκ Θεοῦ φύντι Λόγῳ, παρασκευάσαι δὲ μᾶλλον φασὶν αὐτὸν τὸν συναφθέντα αὐτῷ κατ' ἰσοτιμίαν ἄνθρωπον τὰς ἐκ τῶν Ἰουδαίων ὑποστῆναι παροινίας, καὶ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, καὶ μὴν καὶ αὐτὸν τὸν θάνατον, καὶ αὐτὸν γενέσθαι τῆς σωτηρίας ἡμῶν ἀρχηγόν, τῇ τοῦ συνόντος αὐτῷ Λόγου δυνάμει παλινδρομήσαντα πρὸς ζωήν, καὶ τὸ τοῦ θανάτου καταργήσαντα κράτος
因為他們絕不肯把十字架上的苦難歸給那從神所生的道;反倒說,他不過是預備了那與他平等聯合的「人」去承受猶太人的凌辱,並十字架上的苦難,甚至死亡本身;又說這「人」成了我們救恩的元帥,藉著與他同在之道的能力重返生命,並廢去了死亡的權勢。
For in no way do they think fit to ascribe the suffering on the cross to the Word who was begotten of God; rather they say that he merely prepared the man who was conjoined to him on equal terms to undergo the insults from the Jews, and the sufferings on the cross, and indeed death itself, and that this man became the author of our salvation, having run back to life by the power of the Word who was with him, and having abolished the dominion of death.
1:617
{Α} Ἆρα οὖν ἔχοιεν ἐξ ἱερῶν Γραμμάτων τὸν ἐπὶ τούτοις ἡμῖν ἀληθῆ παραστῆσαι λόγον;Ἢ καινοτομοῦσι τὴν πίστιν, τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου, κατὰ τὸ γεγραμμένον, ἢ τάχα που οὐκ εἰδότες λέγειν·
{甲}那麼,他們能否從聖經為我們陳明關於這些事的真確道理呢?還是他們在信仰上標新立異,照經上所記,所說的是出於自己的心,而非出於主的口;又或許他們不曉得說:
{A} Would they then be able from the sacred Scriptures to set before us a true argument concerning these things? Or do they innovate upon the faith, speaking the things from their own heart and not from the mouth of the Lord, as it is written — or perhaps not knowing to say:
1:618
Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ
但我斷不以別的誇口,只誇我們主耶穌基督的十字架;因這十字架,世界對我已經釘了十字架,我對世界也是如此。
But far be it from me to boast except in the cross of our Lord Jesus Christ, through which the world has been crucified to me, and I to the world.
1:619
Ἐμπεδοῖ γὰρ πρὸς τοῦτο ἡμᾶς ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς·
因為那極有智慧的保羅在這事上堅固我們,他這樣寫道:
For the all-wise Paul confirms us in this, having written thus:
1:620
Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι
原來那為萬物所屬、又藉以造成萬物的,要領許多兒子進入榮耀,使他們救恩的元帥藉著受苦得以完全,本是合宜的。
For it was fitting for him, for whom are all things and through whom are all things, in bringing many sons to glory, to make the author of their salvation perfect through sufferings.
1:621
Ὁ γάρ τοι, φασίν, ἐν ᾧ τὰ πάντα καὶ δι' οὗ τὰ πάντα εἴη ἂν ἕτερος οὐδεὶς παρά γε τὸν ἐκ Θεοῦ φύντα Λόγον
因為他們說,那「萬物在其中、又藉以造成萬物」的,除了那從神所生的道以外,再無別人。
For, they say, he in whom are all things and through whom are all things could be no other than the Word begotten of God.
1:622
{Α} Λελυτρώμεθα οὖν παρὰ Θεοῦ μὲν οὐκ ἔτιπῶς γὰρ ἢ πόθεν; ἀλλοτρίῳ δὲ μᾶλλον αἵματι
{甲}如此說來,我們便不再是被神所救贖的了——因為怎能如此,又從何而來呢?——反倒是被別人的血所贖。
{A} Then we have not been redeemed by God any longer — for how, or whence could it be? — but rather by alien blood.
1:623
Καὶ τέθνηκέ τις ὑπὲρ ἡμῶν ὑποβολιμαῖος ἄνθρωπος καὶ υἱὸς ψευδώνυμος
竟是某個冒充頂替的人、某個徒有虛名的「子」為我們死了。
And some supposititious man and falsely-named son has died for us.
1:624
Καὶ τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον ὕθλος ἦν ἄρα καὶ φενακισμός, καὶ οὔτε γέγονεν ἄνθρωπος
如此,那獨生子成為人的可敬而偉大的奧祕,竟成了空談與欺哄,他甚至根本沒有成為人。
And the venerable and great mystery of the Only-begotten's becoming man was then but idle talk and deception, and he did not even become man at all.
1:625
Ἐπιγαψόμεθα δὲ Σωτῆρα καὶ Λυτρωτὴν ἥκιστα μὲν αὐτόν, ἐκεῖνον δὲ μᾶλλον ὃς τὸ ἴδιον αἷμα δέδωκεν ὑπὲρ ἡμῶν
我們也要把「救主」和「救贖主」的稱號最不歸給他,反倒歸給那另一位,就是為我們捨了自己之血的那一位。
And we shall inscribe as Savior and Redeemer least of all him, but rather that other who gave his own blood for us.
1:626
Καίτοι γέγραφέ τισιν ὁ ἱερώτατος Παῦλος·
然而那至聖的保羅曾寫信給某些人說:
And yet the most holy Paul wrote to certain people:
1:627
Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταῦτα
照樣,天上事物的樣式必須用這些祭物去潔淨,但那天上的事物本身,卻必須用比這些更美的祭物去潔淨。
It was therefore necessary that the copies of the things in the heavens should be cleansed with these, but the heavenly things themselves with better sacrifices than these.
1:628
Οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν
因為基督並不是進入那人手所造、作真聖所影像的聖所,乃是進入天本身,如今為我們顯在神面前。
For Christ did not enter into holy places made with hands, copies of the true ones, but into heaven itself, now to appear before the face of God for us.
1:629
Οὐδὲ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου
他也不是多次將自己獻上,像那大祭司每年帶著別的血進入聖所;若是這樣,他從創世以來,就必須多次受苦了。
Nor was it that he should offer himself often, as the high priest enters the Holy Place every year with alien blood, since then he would have had to suffer often from the foundation of the world.
1:630
Νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται
但如今在這末世,他只一次顯現,藉著獻上自己為祭,把罪除掉。
But now, once at the consummation of the ages, he has been manifested for the putting away of sin through his own sacrifice.
1:631
Οὐκοῦν, ὁ μὲν τύπος ἔχει τὸ ἐν αἵματι τῷ ἀλλοτρίῳ ποιεῖσθαι τὴν πρόσοδον, καὶ ἀποκαθαιρεῖσθαί τινας, τό γε μὴν ἀληθές, ἢ γοῦν ἡ ἀλήθεια, δέξεται πάντως που τὸ ἄμεινον, τουτέστι τὸ ἐν αἵματι τῷ ἰδίῳ τοῦτο δρᾶν εἰσελαύνοντα τὸν < Υἱὸν> οὐκ εἰς πρόσκαιρόν τινα καὶ χειροποίητον σκηνὴν τὴν ὡς ἐν σκιᾷ καὶ τύποις, ἀλλ' εἰς τὴν ἄνω καὶ ἀληθῆ, τουτέστιν εἰς τὸν οὐρανόν
故此,那預表的是用別人的血來進入、並潔淨某些人;但那真實的,或說那真理本身,必定要承受那更美的,就是子用自己的血來行這事,所進入的並非某座暫時的、人手所造、如在影兒和預表中的帳幕,乃是那在上的、真實的,就是天本身。
Therefore the type has the making of the approach with alien blood, and that certain ones are cleansed; but the true thing, or rather the truth, will surely receive the better, that is, that the Son does this by entering with his own blood — not into some temporary, hand-made tabernacle, the one that is as in shadow and types, but into the heavenly and true one, that is, into heaven.
1:632
Ἀνάγκη γὰρ τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαιδῆλον δὲ ὅτι τοῖς τυπικοῖς τε καὶ ἀλλοτρίοιςαὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας
因為天上事物的樣式必須用這些去潔淨——顯然是用那些屬預表的、別人的祭物——但那天上的事物本身,卻要用比這些更美的祭物去潔淨。
For it was necessary that the copies of the things in the heavens should be cleansed with these — clearly, with the typical and alien ones — but the heavenly things themselves with better sacrifices than these.
1:633
Ζητητέον οὖν ἄρα καὶ ἀναγκαίως ἐν Χριστῷ τὸ κρεῖττον ἢ κατὰ τοὺς τύπους, φημὶ δὲ τὸ ἀληθές, ὅπερ ἐστὶν ἐν αἵματι τῷ ἰδίῳ
所以我們必須在基督裡尋求那勝過預表的,我是說那真實的,就是「用他自己的血」這一件事。
We must therefore necessarily seek in Christ the better than the types, I mean the true thing, which is that which is in his own blood.
1:634
{Α} Ἐπειδὴ δὲ τὴν ἀποστολικὴν κατεξανιστᾶσι < ἡμῖν> ῥῆσιν, ὡς ἐπ' ἀνθρώπου κοινοῦ προενηνεγμένην, φέρε λέγωμεν ἑλόντες ἀπ' ἀρχῆς τῶν γεγραμμένων μέχρι καταλήξεως τῆς ἀποχρώσης τῷ λόγῳ
{甲}既然他們把使徒的話拿來反對我們,當作是指著一個尋常人說的,那麼來吧,讓我們從所記載的話從頭講起,一直講到足以說明此論的結尾。
{A} But since they raise up against us the apostolic saying as though it were spoken about a common man, come, let us speak, taking up the written words from the beginning down to the conclusion that suffices for the argument.
1:635
Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι
原來那為萬物所屬、又藉以造成萬物的,要領許多兒子進入榮耀,使他們救恩的元帥藉著受苦得以完全,本是合宜的。
For it was fitting for him, for whom are all things and through whom are all things, in bringing many sons to glory, to make the author of their salvation perfect through sufferings.
1:636
Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες·
因為那使人成聖的,和那些得以成聖的,都是出於一;
For both he who sanctifies and those who are sanctified are all from one;
1:637
δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων·
因這緣故,他稱他們為弟兄也不以為恥,說:
for which cause he is not ashamed to call them brothers, saying:
1:638
Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου
我要向我的弟兄宣告你的名。
I will declare your name to my brothers.
1:639
Ἰδοὺ ἐγὼ καὶ τὰ παιδίαἅ μοι ἔδωκεν ὁ Θεός
看哪,我與神所賜給我的兒女。
Behold, I and the children whom God has given me.
1:640
Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας
兒女既同有血肉之體,他也照樣親自成了血肉之體,為要藉著死,敗壞那掌死權的,就是魔鬼,並要釋放那些一生因怕死而為奴僕的人。
Since therefore the children have shared in blood and flesh, he himself also in like manner partook of the same, so that through death he might bring to nought him who has the power of death, that is, the devil, and might deliver all those who through fear of death were all their lifetime subject to bondage.
1:641
Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται
他並不救拔天使,乃是救拔亞伯拉罕的後裔。
For surely it is not of angels that he takes hold, but he takes hold of the seed of Abraham.
1:642
Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι
所以他凡事該與他的弟兄相同。
Wherefore he was obliged to be made like his brothers in all things.
1:643
Ἰδοὺ γάρ, ἰδού, καὶ μάλα σαφῶς, ἠλαττῶσθαι λέγων αὐτὸν παρὰ τοὺς ἀγγέλους διὰ τὸ πάθημα τοῦ θανάτου, κατεστέφθαι γε μὴν δι' αὐτὸ τιμῇ τε καὶ δόξῃ, καθίστησιν ἐμφανῆ τὸν ἐφ' ᾧ ποιεῖται τοὺς λόγους, δῆλον δὲ ὅτι τὸν Μονογενῆ
看哪,看哪,何等清楚!他說他因為受死的苦而成為比天使微小,卻正因此得了尊貴榮耀為冠冕,這就把他所論說的那一位顯明出來了,顯然就是那獨生子。
For behold, behold, very clearly, in saying that he was made lower than the angels because of the suffering of death, yet was crowned for that very reason with honor and glory, he makes plainly manifest the one about whom he is making his words — clearly, the Only-begotten.
1:644
Μετεσχηκέναι, γάρ φησιν αὐτόν, αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, καὶ οὐκ ἀγγέλων ἐπιλαβέσθαι μᾶλλον, ἀλλὰ σπέρματος Ἀβραάμ
因為他說,他像我們一樣同有了血和肉,並且他所救拔的不是天使,乃是亞伯拉罕的後裔。
For he says that he partook of blood and flesh in like manner with us, and that he took hold not rather of angels, but of the seed of Abraham.
1:645
Ἔπρεπε γὰρ τῷ Θεῷ καὶ Πατρί, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, καθιγμέ νον εἰς κένωσιν καὶ ἐνανθρωπήσαντα τὸν Υἱόν, ὡς τὴν τοῦ δούλου λαβόντα μορφήν, τελειῶσαι διὰ παθημάτων, τῆς ἁπάντων ζωῆς ἀντίλυτρον τὴν ἰδίαν αὐτῷ καθιεροῦντα σάρκα
因為那為萬物所屬、又藉以造成萬物的神與父,既然那子已降卑到自我倒空、並成了人,作為取了奴僕形像的,便要使他藉著受苦得以完全,將他自己的肉身分別為聖,作了萬人生命的贖價,這原是合宜的。
For it was fitting for God and the Father, for whom are all things and through whom are all things, when the Son had condescended to self-emptying and become man, as one taking the form of the servant, to make him perfect through sufferings, consecrating his own flesh as a ransom for the life of all.
1:646
Τέθυται γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστός, τὸ ἄμωμον ἱερεῖον, καὶ μιᾷ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους, ἀναμορφῶν εἰς τὸ ἐν ἀρχαῖς τὴν ἀνθρώπου φύσιν
因為基督這無瑕疵的祭牲已為我們獻上了,他只一次獻祭,便叫那些得以成聖的人永遠完全,將人性重新塑造,回到起初的光景。
For Christ, the unblemished victim, has been sacrificed for us, and by one offering he has perfected forever those who are being sanctified, refashioning human nature back to its original state.
1:647
Ὅτι γὰρ ὁ Θεὸς καὶ Πατὴρ δέδωκεν ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱόν, οὐδὲν ἧττον ἡμᾶς πιστώσεται γράφων ὁ [πάνσοφος] Παῦλος περὶ αὐτοῦ·
至於神與父為我們捨了自己的兒子這事,那〔極有智慧的〕保羅論到他寫道,必照樣使我們確信:
For that God and the Father gave for us his own Son, the [all-wise] Paul will no less assure us, writing concerning him:
1:648
Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν ἁπάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Ἴδιον δέ φαμεν Υἱὸν τοῦ Θεοῦ τὸν ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα Λόγον
神既不愛惜自己的兒子,為我們眾人捨了他,豈不也把萬物連同他一同白白賜給我們嗎?我們說,神本有的兒子,就是那從他本質中顯出來的道。
He who indeed did not spare his own Son, but delivered him up for us all — how shall he not also with him freely give us all things? And we say that the Son proper to God is the Word who has shone forth from his very essence.
1:649
Καὶ τὸ λέγεσθαι παθεῖν ἀμώμητον ἦν αὐτῷ·
說他受了苦,對他並無可指責之處;
And the saying that he suffered was no blame to him;
1:650
πέπονθε γὰρ οὐ φύσει θεότητος, ἀλλ' ἰδίᾳ σαρκί
因為他受苦並非按神性的本性受苦,乃是按自己的肉身受苦。
for he suffered not in the nature of the Godhead, but in his own flesh.
1:651
Ὁ γὰρ Θεὸς καὶ Πατήρ, καθάπερ ἔφην ἀρτίως·
因為神與父,正如我方才所說:
For God and the Father, as I said just now:
1:652
Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ σὺν αὐτῷ
神使那無罪的,替我們成為罪,好叫我們在他裡面成為神的義。
He made him who knew no sin to be sin for us, that we might become the righteousness of God in him.
1:653
{Β} Ἆρ' οὖν ἁμαρτίαν αὐτὸν γενέσθαι νοοῦμεν, ἢ ὅτι μᾶλλον ὡμοιώθη τοῖς ὑπὸ ἁμαρτίαν, ταύτῃτοι καὶ ἁμαρτία λέγεται; {Α} Ὀρθῶς ἔφης
{乙}那麼,我們是認為他「成了罪」呢,還是說,他因為被造成與那些在罪之下的人相像,便因此也被稱為「罪」呢?{甲}你說得對。
{B} Do we then conceive that he became sin, or rather that, because he was made like to those under sin, he is for this reason also called sin? {A} You have spoken rightly.
1:654
Ὥσπερ οὖν Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷδεδικαίωται γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ, οὕτω τὸν οὐκ εἰδότα θάνατονζωὴ γάρ ἐστι καὶ ζωοποιὸς ὁ Λόγοςσαρκὶ παθεῖν παρεσκεύασεν, ἔξω μείναντα τοῦ παθεῖν, καθὸ νοεῖται Θεός, ἵνα ἡμεῖς ζήσωμεν δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ
故此,正如神使那無罪的替我們成為罪,好叫我們在他裡面成為神的義——因為人性在他裡面已被稱義——照樣,他也使那不知死亡的——因為道乃是生命、是賜人生命的——在肉身中受苦,同時就他被認為是神而言,仍在受苦之外,好叫我們藉著他、並在他裡面得以活著。
Just as, therefore, he made him who knew no sin to be sin for us, that we might become the righteousness of God in him — for human nature has been justified in him — so too he prepared him who knew no death — for the Word is life and life-giving — to suffer in the flesh, while remaining outside of suffering insofar as he is conceived as God, that we might live through him and in him.
1:655
Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα
我們若在他死的形狀上與他聯合,也必在他復活的形狀上與他聯合。
For if we have become united with the likeness of his death, we shall also be of his resurrection.
1:656
Ἔζη γὰρ ὁ Λόγος καὶ γευομένης θανάτου τῆς ἁγίας αὐτοῦ σαρκός, ἵν' ἡττηθέντος θανάτου καὶ πεπατημένης τῆς φθορᾶς, ἡ τῆς ἀναστάσεως δύναμις εἰς ἅπαν ἔρχηται τὸ ἀνθρώπινον γένος
因為即使他聖潔的肉身嘗了死味,那道仍然活著,好叫死亡既被勝過、敗壞既被踐踏,復活的能力便臨到全人類。
For the Word was living even while his holy flesh tasted death, so that, death being conquered and corruption trampled, the power of the resurrection might come upon the whole human race.
1:657
Ἀληθὲς γὰρ ὅτι Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντεςἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται
因為「在亞當裡眾人都死了,照樣,在基督裡眾人也都要復活」這話是真的。
For it is true that, As in Adam all die, so also in Christ all shall be made alive.
1:658
Ἐπεὶ τίνα τρόπον ὀνῆσαί φαμεν τὴν ἀνθρώπου φύσιν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὸ μυστήριον, εἰ μὴ Θεὸς ὢν ὁ Λόγος γέγονε σάρξ; Εἰ μὴ καθῆκεν ἑαυτὸν εἰς κένωσιν καὶ καταπεφοίτηκεν ἐν τοῖς καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν; Εἰ μὴ σῶμα γέγονε ζωῆς τὸ ὑπὸ φθοράν, ἵνα γένηται θανάτου πέρα καὶ φθορᾶς; {Β} Αὐτὸν οὖν ἄρα φαμὲν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον σαρκὶ παθεῖν δι' ἡμᾶς; {Α} Πάνυ μὲν οὖν, εἴπερ ἀληθὴς ὁ Παῦλος λέγων περὶ αὐτοῦ·
因為,若那本是神的道沒有成為肉身,我們怎能說獨生子在肉身中的救恩計畫之奧祕使人性得了益處呢?若那超乎一切受造之物的他,沒有降卑到自我倒空、進入我們的光景,怎能呢?若那本受敗壞轄制的沒有成為生命的身體,使它得以超越死亡與敗壞,又怎能呢?{乙}那麼,我們是說那從父神而來的道親自在肉身中為我們受苦了嗎?{甲}的確如此,倘若保羅論到他所說的是真的:
For in what way do we say that the mystery of the Only-begotten's economy with flesh has benefited human nature, if the Word, being God, did not become flesh? If he did not lower himself to self-emptying and descend into our condition, he who is above all creation? If that which was subject to corruption did not become a body of life, that it might come to be beyond death and corruption? {B} Do we then say that the Word himself, from God the Father, suffered in the flesh for us? {A} Most assuredly, if indeed Paul is true when he says concerning him:
1:659
Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται
或是主治的,或是執政的,或是掌權的,萬物都是藉著他、又是為他造的。
whether dominions, or principalities, or powers — all things have been created through him and unto him.
1:660
Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων
他在萬有之先,萬有也靠他而立。他是身體(就是教會)的頭。他是元始,是從死裡首先復生的,使他可以在凡事上居首位。
And he is before all things, and in him all things hold together, and he is the head of the body, the Church, who is the beginning, the firstborn from the dead, that in all things he himself might have the preeminence.
1:661
Ἰδοὺ γάρ, ἰδοὺ σαφῶς καὶ μάλα, τὴν εἰκόνα τοῦ ἀοράτου Θεοῦ, τὸν πρωτότοκον πάσης κτίσεως, ὁρατῆς τε καὶ ἀοράτου, δι' οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα, κεφαλὴν δεδόσθαι τῇ Ἐκκλησίᾳ φησίν, εἶναι δὲ καὶ ἐκ νεκρῶν πρωτότοκον
看哪,看哪,何等清楚!他說,那不可見之神的像、一切受造之物(無論可見不可見)中的首生者、那「萬物藉他造、萬物在他裡面」的,被賜給教會作頭,並且他也是從死裡首先復生的。
For behold, behold, very clearly, he says that the image of the invisible God, the firstborn of all creation, both visible and invisible, through whom are all things and in whom are all things, has been given as head to the Church, and that he is also the firstborn from the dead.
1:662
Οἰκειοῦται γάρ, ὡς ἔφην, τὰ τῆς ἑαυτοῦ σαρκός, καὶ Ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας
因為他如我所說,把自己肉身的事歸於自己,並且「他輕看羞辱,忍受了十字架」。
For he appropriates, as I said, the things of his own flesh, and He endured the cross, despising the shame.
1:663
Οὐ γὰρ ἄνθρωπον ἁπλῶς, συναφείᾳ τῇ πρὸς αὐτὸν οὐκ οἶδ' ὅπως τετιμημένον, ὑπὲρ ἡμῶν δεδόσθαι φαμέν, ἀλλ' ἔστιν αὐτὸς ὁ τῆς δόξης Κύριος ὁ ἐσταυρωμένος
因為我們並不是說,某個不知怎地藉著與他聯合而得了尊榮的尋常人為我們捨了,乃是那榮耀的主自己被釘了十字架。
For we do not say that a mere man, somehow honored — I know not how — by conjunction with him, was given for us, but it is he himself, the Lord of glory, who was crucified.
1:664
Εἰ γὰρ ἔγνωσαν, φησίν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν
因為他說,他們若知道,就不把那榮耀的主釘在十字架上了。
For if they had known, he says, they would not have crucified the Lord of glory.
1:665
Πέπονθε δὲ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν σαρκί, κατὰ τὰς Γραφάς,Ὁ κατὰ σάρκα ἐξ Ἰουδαίων, ὁ ὢν ἐπὶ πάντας Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας
但他照著聖經,為我們、又替我們在肉身中受了苦——他按肉身說是從猶太人出來的,又是在萬有之上、永遠可稱頌的神。
But he suffered for us and on our behalf in the flesh, according to the Scriptures — he who according to the flesh is of the Jews, who is over all, God blessed forever.
1:666
Γέγραφε γὰρ ὡδὶ κῆρυξ καὶ ἀπόστολος ὢν καὶ αὐτὸν ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν ὁ ἱερώτατος Παῦλος
因為那至聖的保羅,既作傳道者和使徒,又有基督自己住在他裡面,便這樣寫道:
For thus has the most holy Paul written, being a herald and apostle and having Christ himself within him:
1:667
Φράζε δέ μοι κἀκεῖνο πρὸς τούτοις, πῶς ἂν συνεῖεν τὸ εἰρημένον ὑπὸ Χριστοῦ πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκα·
此外,也請你告訴我,基督對那撒瑪利亞婦人所說的話,怎能理解:
Tell me also this besides, how could the saying of Christ to the woman of Samaria be understood:
1:668
Ὑμεῖς προσκυνεῖτε ὁ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὁ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί
你們所拜的,你們不知道;我們所拜的,我們知道,因為救恩是從猶太人出來的。
You worship what you do not know; we worship what we know, for salvation is of the Jews.
1:669
Καίτοι σέσωκεν ἡμᾶς οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κυρίος, οὐκ ἀλλοτρίῳ θανάτῳ, καὶ ἀνθρώπου κοινοῦ μεσιτεύοντος, ἀλλ' αἵματι τῷ ἰδίῳ
然而救我們的並非使者,也非天使,乃是主自己——不是藉著別人的死、有一個尋常人居間,乃是藉著他自己的血。
And yet it was no ambassador, no angel, but the Lord himself who saved us — not by an alien death, with a common man mediating, but by his own blood.
1:670
Ταύτῃτοι, καὶ μάλα εἰκότως, ὁ πάνσοφος ἔφη Παῦλος·
正因如此,那極有智慧的保羅說得也極合宜:
For this very reason, and quite fittingly, the all-wise Paul said:
1:671
Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει
人干犯摩西的律法,憑兩三個見證人,尚且不得憐恤而死。
Anyone who has set aside the law of Moses dies without mercy on the testimony of two or three witnesses.
1:672
Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς <καινῆς> διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας ἐν ᾧ ἡγιάσθη; Ἀλλ' εἴπερ ἐστὶν οὐκ ἐνανθρωπήσαντος μᾶλλον τοῦ κατὰ ἀλήθειαν Υἱοῦ τὸ τίμιον αἷμα, νόθου δέ τινος παρ' αὐτὸν ἑτέρου, καὶ χάριτι τὴν υἱοθεσίαν ἔχοντος, πῶς οὐ κοινὸν εἶναί φασιν αὐτόν; Οὐκοῦν, κἂν εἰ λέγοιτο παθεῖν σαρκί, τηρεῖται καὶ οὕτω τὸ ἀπαθὲς αὐτῷ καθὸ νοεῖται Θεός
何況那踐踏神兒子、把那使他成聖的新約之血當作平常、又褻慢施恩之靈的人,你們想,他要受的刑罰該有多重呢?但若那寶血不是那真實作子、又成為人的那一位的血,而是他旁邊另一個冒名頂替、徒因恩典得了兒子名分的人的血,那麼他們怎能不說這血是平常的呢?所以,即使說他在肉身中受苦,就他被認為是神而言,那不能受苦的屬性仍照樣被保全。
How much worse punishment do you think he will deserve who has trampled the Son of God, and counted the blood of the new covenant common, and outraged the Spirit of grace, by which he was sanctified? But if the precious blood is not rather that of the Son who is Son in truth and who became man, but of some other, illegitimate one beside him, who has sonship by grace, how do they not say that he is common? Therefore, even if he is said to suffer in the flesh, even so the impassibility is preserved for him insofar as he is conceived as God.
1:673
Τοιγάρτοι φησὶ καὶ ὁ θεσπέσιος Πέτρος·
故此那受感的彼得也說:
Therefore the inspired Peter also says:
1:674
Ὅτι Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτιῶν περὶ ἡμῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ Θεῷ, θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι
因基督也曾一次為我們的罪受苦,就是義的代替不義的,為要引我們到神面前;他按著肉身被治死,按著靈卻被賜以生命。
For Christ also once died for sins on our behalf, the just for the unjust, that he might bring us to God, being put to death in the flesh, but made alive in the spirit.
1:675
Ἀνθότου γάρ, φαίη ἂν οἶμαί τις, οὐχ ἁπλῶς ἢ ἀδιορίστως ἔφη παθεῖν αὐτὸν ὁ πνευματοφόρος, προσεπήνεγκε δὲ τῇ σαρκί; Ἤδει γάρ, ᾔδει περὶ Θεοῦ λέγων
我想或許有人要問:為何那受聖靈感動的人不單單、也不毫無分別地說他受了苦,卻加上「按著肉身」呢?因為他知道——他知道自己是在論說神。
For someone might say, I suppose: Why did the Spirit-bearer not say simply or without distinction that he suffered, but added "in the flesh"? Because he knew — he knew that he was speaking concerning God.
1:676
Τοιγάρτοι τὸ ἀπαθὲς προσνενέμηκεν αὐτῷ καθὸ νοεῖται Θεός, εὐτεχνέστατα προσενεγκὼν τῇ σαρκί, περὶ ἣν ἂν γένοιτο τὸ παθεῖν
故此,就他被認為是神而言,他把那不能受苦的屬性歸給他;又極其巧妙地把受苦歸於肉身,因為受苦本是就肉身而言可發生的。
Therefore he assigned impassibility to him insofar as he is conceived as God, most skillfully applying the suffering to the flesh, in respect of which suffering could occur.
1:677
{Β} Ἀλλ' ἐοικέναι φασὶ τερατολογίᾳ, καὶ ἀπονεῦσαι λίαν εἰς τὸ ἀπιθάνως ἔχον τὸ χρῆναι λέγειν τὸν αὐτὸν καὶ παθεῖν καὶ μὴ παθεῖν
{乙}但他們說,這話像是怪誕之談,並且太過傾向於難以置信,就是說:必須說同一位既受了苦又沒有受苦。
{B} But they say that this resembles monstrous nonsense, and inclines far too much toward the implausible — namely, the necessity of saying that the same one both suffered and did not suffer.
1:678
{Α} Καίτοι πῶς οὐκ ἀδρανοῦς διανοίας ἔλεγχος εἴη ἄν, καὶ μάλα σαφής, τὸ ταυτὶ δὴ φάναι, καὶ μὴν καὶ ἑλέσθαι φρονεῖν; Οὐ γὰρ κοινὸν ἄνθρωπον δέδωκεν ὑπὲρ ἡμῶν ὁ Θεὸς καὶ Πατήρ, ὡς ἐν μεσίτου τάξει παρειλημμένον, καὶ κατάπλαστον ἔχοντα τὴν τῆς υἱότητος δόξαν, καὶ σχετικῇ συναφείᾳ τετιμημένον, ἀλλ' ἐν εἴδει τῷ καθ' ἡμᾶς δι' ἡμᾶς γεγονότα τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα Λόγον, ἵνα καὶ ὁρῷτο τῆς ἁπάντων ζωῆς ἀντάξιος
{甲}然而,說這樣的話、甚至甘心如此思想,豈不是軟弱心思的明證,並且極其清楚嗎?因為神與父為我們所賜的,並不是某個尋常人,被當作居於中保的地位、徒有兒子名分的虛假榮耀、僅藉相對的聯合而得尊榮;乃是那超乎一切受造之物的,就是那從他本質中顯出來的道,他為我們成了我們這樣的形狀,好顯為配得作萬人生命的贖價。
{A} And yet how would it not be a proof — and a very clear one — of a feeble mind, both to say such things and indeed to choose to think them? For God and the Father did not give for us a common man, taken as in the rank of a mediator, having a counterfeit glory of sonship and honored by a relative conjunction; but rather him who is above all creation, the Word who has shone forth from his essence, who became in a form like ours for our sake, that he might be seen worthy in exchange for the life of all.
1:679
Ἔστι δέ, οἶμαι, τῶν λίαν ἐκτοπωτάτων, σαρκὸς κατὰ τὰς Γραφὰς γεγονότος, ὡς ἔφην, τοῦ Μονογενοῦς, καὶ οὐκ ἀπαξιώσαντος τὴν οἰκονομίαν, μονονουχὶ καὶ ἐπιτιμᾶν αὐτῷ ὡς τῇ ἰδίᾳ δόξῃ μεμαχημένῳ, καὶ σαρκὶ παθεῖν παρὰ τὸ εἰκὸς ἑλομένῳ
但我認為,這乃是極其荒謬的事:那獨生子既照著聖經如我所說成了肉身,又不以這救恩計畫為不配於他,他們竟幾乎要責備他,彷彿他與自己的榮耀相爭、不顧合宜而選擇在肉身中受苦似的。
But it is, I think, among the most utterly absurd things, that — the Only-begotten having become flesh according to the Scriptures, as I said, and not having deemed the economy unworthy of him — they should all but reproach him as one who fought against his own glory and chose, contrary to what is fitting, to suffer in the flesh.
1:680
Ἀλλ' ἦν, ὦ γενναῖε, τὸ χρῆμα σωτήριον τῷ κόσμῳ παντί
然而,尊貴的朋友啊,這事卻是對全世界有拯救之效的。
But the matter, O noble friend, was salvific for the whole world.
1:681
Ἐπειδὴ δὲ ἠθέλησε διὰ τοῦτο παθεῖν ὁ πέρα τοῦ δύνασθαι παθεῖν, διά τοι τὸ εἶναι φύσει Θεός, τὴν τοῦ παθεῖν δεκτικὴν ἠμπέσχετο σάρκα, καὶ ἰδίαν ἀπέφηνεν αὐτήν, ἵνα καὶ αὐτοῦ λέγοιτο τὸ παθεῖν, ὅτι μὴ τὸ ἑτέρου τινός, ἀλλὰ τὸ αὐτοῦ πέπονθε σῶμα
既然他因這緣故甘願受苦——他本是超乎受苦之能力以外的,因為他按本性是神——他就披上了能受苦的肉身,宣稱那肉身為自己的,好叫那受苦也被稱為他的,因為受苦的不是別人的身體,乃是他自己的身體。
And since he willed for this reason to suffer — he who is beyond the ability to suffer, because of being God by nature — he clothed himself in flesh capable of suffering, and declared it his own, so that the suffering too might be called his, because it was not the body of some other, but his own body that suffered.
1:682
διδόντος τοῦ τρόπου τῆς οἰκονομίας ἀνεγκλήτως αὐτῷ καὶ τὸ σαρκὶ μὲν ἑλέσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖνἦν γὰρ < ὁ αὐτὸς> Θεός τε ὁμοῦ καὶ ἄνθρωποςπεριττολογοῦσιν οἱ διεναντίας, καὶ τὴν τοῦ μυστηρίου δύναμιν ἀσυνετώτατα κιβδηλεύοντες, οἴονται τάχα που καὶ ἐπαίνου μεστὴν ποιεῖσθαι † την ενωσιν †
這救恩計畫的方式,無可指責地容許他既選擇在肉身中受苦,又在神性中不受苦——因為他乃是同一位,同時既是神又是人。那些持相反意見的人空言冗論,極無知地竄改這奧祕的能力,他們或許以為自己使那聯合 † …… † 充滿了讚美。
the manner of the economy granting to him without reproach both to choose to suffer in the flesh and not to suffer in the Godhead — for he was the same, at once both God and man. Those on the opposite side talk superfluously, and most senselessly adulterating the power of the mystery, they suppose perhaps that they make the union † ... † full of praise.
1:683
Ἐδόκει μὲν γάρ πως προστρίβεσθαί τινα μῶμον αὐτῷ τὸ καὶ ὅλως ἑλέσθαι σαρκὶ παθεῖν, ἀλλ' ἦν ἑτέρως εὐκλεές
因為這事不知怎地,似乎給他添了些指責,就是他竟然選擇了在肉身中受苦;但從另一方面看,這卻是榮耀的。
For it seemed somehow to attach some reproach to him, namely that he chose at all to suffer in the flesh; but in another way it was glorious.
1:684
Ὅτι γάρ ἐστι θανάτου κρείττων καὶ φθορᾶς, ζωὴ καὶ ζωοποιὸς ὑπάρχων ὡς Θεός, μεμαρτύρηκεν ἡ ἀνάστασις·
因為他既是神,是生命、是賜人生命的,便勝過死亡與敗壞,這事復活已經作了見證;
For that he is mightier than death and corruption, being life and life-giving as God, the resurrection has borne witness;
1:685
ἐγήγερκε γὰρ τὸν ἑαυτοῦ ναόν
因為他叫自己的殿復起了。
for he raised up his own temple.
1:686
Τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος·
故此那受感的保羅說:
Therefore the inspired Paul says:
1:687
Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον·
我不以福音為恥;
For I am not ashamed of the gospel;
1:688
δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι
因為這福音本是神的大能,要救一切相信的人。
for it is the power of God unto salvation to everyone who believes.
1:689
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία
因為十字架的道理,在那滅亡的人為愚拙,在我們得救的人卻為神的大能;對那蒙召的,無論是猶太人、希臘人,基督總為神的能力、神的智慧。
For the word of the cross is foolishness to those who are perishing, but to us who are being saved it is the power of God; and to those very ones who are called, both Jews and Greeks, Christ the power of God and the wisdom of God.
1:690
Καὶ μὴν καὶ αὐτὸς ὁ Υἱός, μέλλων ἀναβαίνειν ἐπὶ τὸ σωτήριον πάθος·
並且那子自己,當他將要上去受那救贖之苦難時:
And indeed the Son himself, when about to go up to the saving passion:
1:691
Νῦν ἐδοξάσθη, φησίν, ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν
他說,如今人子得了榮耀,神在人子身上也得了榮耀;神要在自己裡面榮耀人子,並且要立刻榮耀他。
Now is the Son of Man glorified, he says, and God is glorified in him; and God will glorify him in himself, and will straightway glorify him.
1:692
Ἀνεβίω γὰρ σκυλεύσας τὸν ᾅδην, καὶ τοῦτο οὐκ εἰς μακράν, ἀλλ' οἷον εὐθὺς καὶ κατὰ πόδας τοῦ παθεῖν
因為他擄掠了陰間,又活了過來——這事並非過了許久,乃是彷彿緊接著受苦之後立刻成就的。
For he came back to life, having despoiled Hades — and that not after a long time, but as it were straightway and hard on the heels of the suffering.
1:693
{Β} Καίτοι φησὶν ὁ πάνσοφος Παῦλος·
{乙}然而那極有智慧的保羅說:
{B} And yet the all-wise Paul says:
1:694
Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν
你們既然尋求基督在我裡面說話的憑據——他向你們並不軟弱,在你們裡面倒是有大能的。
If you seek a proof of Christ speaking in me — who is not weak toward you, but is mighty in you.
1:695
Καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ
他因軟弱被釘在十字架上,卻因神的大能仍然活著。
For indeed he was crucified out of weakness, but he lives out of the power of God.
1:696
Εἶτα πῶς αὐτὸν ἀσθενῆσαι φαίη τις ἂν τὸν Λόγον, καὶ μὴν καὶ ἐκ δυνάμεως ζῆσαι Θεοῦ; {Α} Οὐ γὰρ ἄνω τε καὶ κάτω τὸν τοῦ Θεοῦ Λόγον σάρκα τε γενέσθαι καὶ ἐνανθρωπῆσαί φαμεν; {Β} Ναί
那麼,怎能有人說那道自己軟弱,卻又因神的大能而活呢?{甲}我們不是再三地說,神的道既成了肉身、又成了人嗎?{乙}是的。
Then how could anyone say that the Word himself was weak, and yet lived out of the power of God? {A} Do we not say up and down that the Word of God both became flesh and became man? {B} Yes.
1:697
Πῶς γὰρ οὔ; {Α} Οὐκοῦν, ὁ ἀσθενήσας σαρκί, καθὸ πέφηνεν ἄνθρωπος, ἔζησεν οὗτος ἐκ δυνάμεως Θεοῦ, καὶ οὐκ ἀλλοτρίας μᾶλλον, ἀλλὰ τῆς ἐνούσης αὐτῷ
怎能不是呢?{甲}所以,那在肉身中軟弱的,就他顯為人而言,這同一位卻是因神的大能而活——並非因別人的能力,乃是因那在他裡面的能力。
For how not? {A} Therefore, he who was weak in the flesh, insofar as he appeared as man, this same one lived out of the power of God — and not of an alien power, but of the one that was in him.
1:698
{Β} Καὶ μὴν ὁ Πατὴρ αὐτὸν ἀναστῆσαι λέγεται·
{乙}然而經上說是父叫他復活的;
{B} And yet the Father is said to have raised him;
1:699
γέγραπται γὰρ ὅτι Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου
因為經上記著說:照著他在基督身上所運行的、那大能大力的作為,使他從死裡復活,叫他在天上坐在自己的右邊,遠超過一切執政的、掌權的、有能的、主治的,和一切有名的。
for it is written: According to the working of the might of his power, which he wrought in Christ when he raised him from the dead and seated him at his right hand in the heavenly places, far above all rule and authority and power and dominion, and every name that is named.
1:700
{Α} Ἀλλ' αὐτὸν εἶναί φαμεν τὴν ζωοποιὸν δύναμιν τοῦ Πατρός, καὶ τοῖς τοῦ τεκόντος ἀξιώμασιν < φυσικῶς> ἐναβρύνεσθαι, καὶ εἰ γέγονε σάρξ, καὶ αὐτομάρτυς αὐτὸς εἰσβήσεται λέγων·
{甲}但我們說,他自己就是父那賜人生命的能力,並且他按本性以那生他者的尊榮為誇耀;即使他成了肉身,他自己也要出來作自己的見證說:
{A} But we say that he himself is the life-giving power of the Father, and that he naturally exults in the dignities of the One who begot him; and even though he became flesh, he himself will come forward as his own witness, saying:
1:701
Ὥσπερ γὰρ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ
因為父怎樣叫所願意的人得生命,子也照樣叫所願意的人得生命。
For just as the Father raises the dead and gives them life, so also the Son gives life to whom he wills.
1:702
Καὶ τοῦτο ἀμογητὶ κατορθοῦν εὖ μάλα δυνάμενος, τοῖς Ἰουδαίων δήμοις προσπεφώνηκε λέγων·
他既極能毫不費力地成就這事,便向猶太人的群眾宣告說:
And being well able to accomplish this without toil, he proclaimed to the crowds of the Jews, saying:
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。