📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 巴蘭與約撒法

巴蘭與約撒法 第 1 章 第 7/18 段

希臘文原文.177 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1068–1:1244(全章共 2985 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1068
τούτῳ μὲν οὖν τῷ τρόπῳ τέως τοὺς θησαυροὺς τοῦ σκότους τοῦ αἰῶνος τούτου συλήσας, ᾧ τεταλαιπώρηκας πολὺν ἤδη χρόνον ἐκδουλεύων, καλῶς ἐκ τούτων πρὸς τὸ μέλλον ἐφοδιασθήσῃ, καὶ τοῦ ἀλλοτρίου ἀφελόμενος σεαυτῷ πάντα προαποθήσῃ, διὰ τῶν ῥευστῶν τούτων καὶ προσκαίρων τὰ ἑστῶτα καὶ μένοντα ἐξωνησάμενος·
如此,你便暫且劫掠了這世代黑暗的寶藏——你曾長久淒苦地被奴役於其下——並藉此為將來得到美好的供備;你從那本不屬於你之物中取出,為自己預先積存一切,藉著這些流逝短暫之物,換取那恆存不變之物;
In this way, then, having thus for a while plundered the treasures of the darkness of this age, to which you have long been miserably enslaved, you will be well provided from these for the future, and having taken all things away from what is alien, you will store them up beforehand for yourself, purchasing, by means of these fleeting and temporary things, the things that stand firm and remain;
1:1069
ἔπειτα, τοῦ Θεοῦ συνεργοῦντός σοι, κατανοήσεις τὸ ἄστατον τοῦ κόσμου καὶ ἀνώμαλον, καί, χαίρειν πᾶσιν εἰπών, πρὸς τὸ μέλλον μεθορμισθήσῃ, παραδραμὼν μὲν τὰ παρατρέχοντα, τοῖς ἐλπιζομένοις δὲ καὶ ἱσταμένοις προστεθήσῃ, καὶ τὸ σκότος μὲν ἀπολιπὼν σὺν τῇ σκιᾷ τοῦ θανάτου, μισήσας δὲ τὸν κόσμον καὶ κοσμοκράτορα, καὶ τὴν φθειρομένην σάρκα ἐχθρὰν ἑαυτῷ λογισάμενος, τῷ φωτὶ προσδράμῃς τῷ ἀπροσίτῳ, καί, τὸν σταυρὸν ἐπ' ὤμων ἄρας, ἀκολουθήσεις αὐτῷ ἀμεταστρεπτί, ἵνα καὶ σὺν αὐτῷ δοξασθῇς καὶ τῆς οὐκ ἔτι μεταπιπτούσης ζωῆς οὐδὲ ἀπατηλῆς ἀναδειχθῇς κληρονόμος
此後,有神與你同工,你便會察覺這世界的無常與不穩;於是你向萬事道別,遷移到那將來的世界,越過那些轉瞬即逝的事物,歸附於那些所盼望、恆立不移之事;你既撇下黑暗與死亡的陰影,又憎恨世界與世界的掌權者,並將那必朽壞的肉體看作與自己為敵的仇敵,便可奔向那不可靠近的光;且將十字架背在肩上,義無反顧地跟隨祂,好使你也能與祂同得榮耀,並被顯明為那不再變遷、也不虛妄的生命的承受者。
Then, with God working together with you, you will perceive the instability and unevenness of the world, and, having bidden farewell to all things, you will remove to the world to come, passing by the things that pass away, and being joined to the things that are hoped for and stand firm; and having left behind the darkness together with the shadow of death, and having hated the world and the ruler of this world, and having reckoned the perishing flesh as an enemy to yourself, you will run to the unapproachable light, and, having taken up the cross upon your shoulders, you will follow him without turning back, so that you may also be glorified together with him, and be shown to be an heir of the life that no longer changes nor deceives.
1:1070
Τὸ πάντων οὖν, φησίν, ὑπεριδεῖν καὶ ἐπίπονον οὕτως ἀναλαβέσθαι βίον, κα θάπερ εἴρηκας ἀνωτέρω, παράδοσίς ἐστιν ἀρχαία ἐκ τῆς τῶν ἀποστόλων κατιοῦσα διδαχῆς; ἢ ἔναγχος ὑμῖν ἐπινενόηται τῇ τοῦ νοὸς ὑμῶν ἐπιστήμῃ, ὡς κρεῖττον ἐκλεξαμένοις τοῦτο; Πρὸς ὃν ὁ γέρων ἔφη·
他說:『如你以上所言,這種輕看萬物、承擔如此勞苦生活的做法,是自使徒教訓傳承下來的古老傳統呢?還是你們近來憑自己心智的智識所創立的,彷彿你們自行揀選了這條更好的道路?』長老回答他說:
'Is, then,' he said, 'this overlooking of all things and taking up so laborious a life, as you have said above, an ancient tradition descending from the teaching of the apostles? Or has it been recently devised by you, through the understanding of your own mind, as though you had chosen this as the better course?' To whom the elder said:
1:1071
Οὐ νόμον προσφάτως εἰσενεχθέντα διδάσκω σε ( μὴ γένοιτο), ἀλλ' ἔκπαλαι δοθέντα ἡμῖν
『我並非在教導你一個近來才引入的律法(絕非如此),而是自古便賜給我們的;』
'I am not teaching you a law recently introduced (God forbid), but one given to us long ago;'
1:1072
εἶπεν γὰρ ὁ Κύριος πλουσίῳ τινὶ ἐπερωτήσαντι αὐτόν, Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; καὶ καυχωμένῳ πάντα φυλάξαι τὰ γεγραμμένα ἐν τῷ νόμῳ, Ἕν σοι, φησίν, ὑστερεῖ·
因為主曾對一個問祂『我該做甚麼才能承受永生』的財主說——那人自誇已遵守律法上所記載的一切——主說:『你還缺少一件;』
for the Lord said to a certain rich man who asked him, 'What must I do to inherit eternal life?' and who boasted that he had kept all the things written in the law, 'One thing you lack,' he said;
1:1073
ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς·
『去變賣你所有的,分給窮人,你就必有財寶在天上;』
'go, sell whatever you have and give to the poor, and you will have treasure in heaven;'
1:1074
καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν
『然後來跟從我,背起十字架。』
'and come, follow me, taking up the cross.'
1:1075
ὁ δὲ ταῦτα ἀκούσας περίλυπος ἐγένετο·
那人聽見這話,就甚是憂愁;
But when he heard these things, he became very sorrowful;
1:1076
ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον, εἶπε·
耶穌見他甚是憂愁,就說:
and Jesus, seeing that he had become very sorrowful, said:
1:1077
Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ
『有錢財的人進神的國,是何等的難哪!』
'How difficult it is for those who have riches to enter into the kingdom of God!'
1:1078
εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν
『駱駝穿過針眼,比財主進神的國還容易呢。』
'for it is easier for a camel to go through the eye of a needle, than for a rich man to enter into the kingdom of God.'
1:1079
ταύτης οὖν τῆς ἐντολῆς πάντες ἀκούσαντες οἱ ἅγιοι ἀποχωρισθῆναι πάντη τῆς τοιαύτης τοῦ πλούτου δυσκολίας ἐφρόντισαν·
眾聖徒既聽見這條誡命,便都留意要完全脫離財富所帶來的這種艱難;
All the saints, therefore, having heard this commandment, took care to separate themselves entirely from this difficulty of wealth;
1:1080
καὶ πάντα σκορπίσαντες, καὶ διὰ τῆς τῶν πενήτων διαδόσεως πλοῦτον ἑαυτοῖς αἰώνιον προαποθέμενοι, ἦραν τὸν σταυρὸν καὶ τῷ Χριστῷ ἠκολούθησαν, οἱ μὲν μαρτυρικῶς, καθὰ δὴ καὶ εἶπόν σοι, τελειωθέντες, οἱ δὲ ἀσκητικῶς ἀγωνισάμενοι, καὶ μηδὲν ἐκείνων ἀπολιπόντες τῇ ἀγωγῇ τῆς ἀληθινῆς ταύτης φιλοσοφίας
他們散盡一切,並藉分予窮人為自己預先積存永恆的財富,背起十字架跟隨基督;有的如我先前告訴你的,藉殉道而得成全,有的則藉苦修奮鬥,在追求這真哲學的操練上,絲毫不遜於前者。
and having scattered all things, and having laid up for themselves beforehand an eternal wealth through distribution to the poor, they took up the cross and followed Christ, some being made perfect through martyrdom, as I have indeed told you, and others contending in ascetic labor, and falling short of those in nothing as regards the pursuit of this true philosophy.
1:1081
ἐντολὴν οὖν ταύτην εἶναι γίνωσκε Χριστοῦ τοῦ βασιλέως ἡμῶν καὶ Θεοῦ, ἀπάγουσαν ἡμᾶς τῶν φθαρτῶν, καὶ τῶν ἀϊδίων μετόχους ἐργαζομένην
所以你要知道,這是我們的君王與神基督的誡命,引領我們遠離必朽壞之物,使我們成為永恆之物的分享者。
Know, then, that this is a commandment of Christ our King and God, leading us away from things corruptible, and making us partakers of things eternal.
1:1082
Παλαιᾶς οὖν, φησὶν ὁ Ἰωάσαφ, καὶ οὕτως ἀναγκαίας οὔσης τῆς τοιαύτης φιλοσοφίας, πῶς οὐ πολλοὶ ζηλοῦσι σήμερον τουτονὶ τὸν βίον; Ὁ δὲ γέρων ἔφη·
約撒法說:『既然這哲學如此古老,且又如此必要,為何如今效法此生活方式的人卻不多呢?』長老答道:
'If then,' said Ioasaph, 'this philosophy is ancient and so necessary, how is it that not many today emulate this life?' And the elder said:
1:1083
Πολλοὶ μὲν ἐζήλωσαν καὶ ζηλοῦσιν, οἱ πλεῖστοι δὲ ὀκνοῦσι καὶ ἀναδύονται·
『許多人曾經效法、如今也仍在效法,但大多數人卻遲疑退縮;』
'Many have emulated it and do emulate it, but the majority hesitate and shrink back;'
1:1084
Ὀλίγοι γάρ, καθά φησιν ὁ Κύριος, οἱ τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης ὁδοιπόροι, τῆς ἀνειμένης δὲ καὶ πλατείας οἱ πλείους
『因為,正如主所說,行走那狹窄艱難之路的人少,行走那寬闊平坦之路的人卻多。』
'for few, as the Lord says, are the travelers of the narrow and afflicted way, while the many are those of the broad and easy way.'
1:1085
οἱ γὰρ καθάπαξ ὑπὸ φιλοχρηματίας καὶ τῶν τῆς φιληδονίας κακῶν ἁλόντες, τῇ κενῇ δὲ καὶ ματαίᾳ προστετηκότες δόξῃ, δυσαποσπάστως αὐτῶν ἔχουσιν, ὡς ἅτε δούλους ἑαυτοὺς ἑκουσίως ἀπεμπολήσαντες ἀλλοτρίῳ δεσπότῃ, καὶ ἀπ' ἐναντίας ἱστάμενοι τῷ ταῦτα ἐπιτάττοντι Θεῷ, καὶ δέσμιοι αὐτῷ κατεχόμενοι
因為一旦被貪財之心與貪圖逸樂之惡所俘虜、又執迷於虛空無益的榮耀之人,便對這些事物難分難捨,如同甘願把自己賣給了外邦的主人為奴,並與那吩咐這些誡命的神為敵而立,被那主人捆綁囚禁。
for those who have once been captured by love of money and the evils of love of pleasure, and who cling to empty and vain glory, hold to these things in a manner difficult to detach from, inasmuch as they have willingly sold themselves as slaves to an alien master, and stand opposed to the God who commands these things, and are held captive, bound to him.
1:1086
ψυχὴ γὰρ καθάπαξ ἀπογνοῦσα τῆς οἰκείας σωτηρίας, τὰς ἡνίας αὑτῆς ἐνδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις, πανταχοῦ περιφέρεται
因為一旦絕望於自身救恩的靈魂,將自己的韁繩交給了那些無理性的慾望,便隨處被帶著到處飄蕩。
for a soul, having once despaired of its own salvation, and having given over its reins to irrational desires, is carried about in every direction.
1:1087
διὰ τοῦτο ὀλοφυρόμενος ὁ Προφήτης τὴν περικεχυμένην ἄνοιαν ταῖς τοιαύταις ψυχαῖς, καὶ τῆς ἐπικειμένης αὐταῖς ἀχλύος τὴν παχύτητα θρηνῶν, ἔλεγεν Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε
為此,先知為那籠罩這類靈魂的愚昧而哀嘆,也為壓在他們身上那濃厚的昏昧而悲泣,說道:『世人哪,你們心裡沉重要到幾時呢?你們為何喜愛虛妄,尋求』
For this reason the Prophet, lamenting the folly poured out upon such souls, and bewailing the thickness of the darkness lying upon them, said: 'Sons of men, how long will you be heavy of heart? Why do you love vanity and seek'
1:1088
ψεῦδος; ὅτῳ τις καὶ τῶν ἡμετέρων σοφῶν διδασκάλων, θεολογικώτατος ἀνήρ, συνᾴδων, καί τινα παρ' ἑαυτοῦ προστιθείς, ἐκβοᾷ πᾶσιν ὡς ἐξ ἀπόπτου τινὸς καὶ ὑψηλοτάτης περιωπῆς·
『虛謊呢?』我們的一位智者導師——一位極通神學之人——也附和此語,並加上一些自己的話,向眾人高聲呼喊,彷彿從某個極目遠眺、至高的瞭望台上發出:
'falsehood?'—with which one of our wise teachers, too, a most theological man, concurring, and adding certain things of his own, cries out to all, as it were from some far-seeing and most lofty watchtower:
1:1089
Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; μέγα τι τὸν ἐνταῦθα βίον καὶ τὴν τρυφὴν καὶ τὸ μικρὸν δοξάριον καὶ τὴν ταπεινὴν δυναστείαν καὶ τὴν ψευδομένην εὐημερίαν ὑπολαμβάνοντες, ἃ μὴ τῶν ἐχόντων μᾶλλον ἐστὶν ἢ τῶν ἐλπισάντων, οὐδὲ τούτων μᾶλλον ἢ τῶν οὐδὲ προσδοκησάντων, ὥσπερ χοῦς ὑπὸ λαίλαπος ἄλλοτε εἰς ἄλλους ῥιπιζόμενα καὶ μεταρριπτούμενα, ἢ ὥσπερ καπνὸς διαρρέοντα, καὶ ὡς ὄναρ παίζοντα, καὶ ὡς σκιὰ μὴ κρατούμενα, οὔτε ἀπόντα δυσέλπιστα τοῖς οὐ κεκτημένοις, οὔτε παρόντα πιστὰ τοῖς ἔχουσιν
『世人哪,你們心裡沉重要到幾時呢?你們為何喜愛虛妄,尋求虛謊?』竟以為此世的生活、逸樂、微薄的虛榮、卑下的權勢與虛假的昌盛是何等大事;這些東西,對擁有它們的人並不比對僅僅盼望它們的人更屬於誰,也不比對根本沒有期待過它們的人更屬於誰;它們如同狂風中的塵土,忽而被吹向這人、忽而被拋向那人,或如煙霧消散,如夢境嬉戲,如影子無法把握——它們不在時,未曾擁有的人不必因此絕望;它們在時,擁有的人也不能因此信賴。
'Sons of men, how long will you be heavy of heart? Why do you love vanity and seek falsehood?'—supposing this present life, and its luxury, and its small measure of glory, and its lowly dominion, and its false prosperity, to be something great; things which belong no more to those who possess them than to those who have merely hoped for them, nor to these any more than to those who did not even expect them, being tossed about and flung now to one, now to another, like dust before a whirlwind, or flowing away like smoke, and sporting like a dream, and ungraspable like a shadow—things neither desperate in their absence to those who do not possess them, nor faithful in their presence to those who have them.
1:1090
Οὕτως οὖν τοῦ Σωτῆρος ἐντελλομένου, τῶν Προφητῶν τε καὶ Ἀποστόλων κηρυττόντων, καὶ τῶν ἁγίων πάντων ἔργῳ τε καὶ λόγῳ εἰς τὴν τῆς ἀρετῆς συνωθούντων ἡμᾶς ἀπλανεστάτην ὁδόν, κἂν ὀλίγοι οἱ ταύτην ὁδεύοντες, πλείους δὲ οἱ τὴν εὐρύχωρον καὶ πρὸς ἀπώλειαν ἄγουσαν προκρίνοντες, οὐκ ἐκ τούτου ἡ πολιτεία τῆς ἐνθέου ταύτης κατασμικρυνθήσεται φιλοσοφίας, ἀλλά, καθάπερ ὁ ἥλιος, εἰς φαῦσιν πᾶσιν ἀνατέλλων, ἀφθόνως αὑτοῦ τὰς ἀκτῖνας προπέμπει πάντας φωτίζεσθαι προτρεπόμενος, οὕτω καὶ ἡ ἀληθὴς φιλοσοφία τοὺς αὐτῆς ἐραστὰς ἡλίου δίκην φωταγωγεῖ καὶ περιθάλπει καὶ λαμπροὺς ἀποδείκνυσιν
因此,儘管救主如此吩咐,眾先知與使徒如此宣講,眾聖徒又以行為與言語催促我們走向那最無謬誤的德行之路,即便行走此路的人稀少,選擇那寬闊、通向滅亡之路的人較多,這神聖哲學的生活方式卻不因此而減損;反倒如同太陽升起,普照萬物,慷慨地遣送其光芒,勸勉眾人接受光照,真哲學也照樣如太陽一般,引領其愛慕者歸向光明,溫暖他們,並使他們顯得光輝燦爛。
Thus, then, while the Savior commands, and the Prophets and Apostles proclaim, and all the saints by deed and word press us onward toward the most unerring path of virtue, even though few are those who journey upon it, and more are those who prefer the broad way leading to destruction, the way of life of this divine philosophy is not thereby diminished; but just as the sun, rising to give light to all, sends forth its rays ungrudgingly, inviting all to be illuminated, so too true philosophy leads its lovers to the light, warms them, and shows them radiant, after the manner of the sun.
1:1091
εἰ δέ τινες, μύσαντες τοὺς ὀφθαλμούς, κατιδεῖν αὐτοῦ τὸ φέγγος οὐ θελήσουσιν, οὔτε μεμπτέος παρὰ τοῦτο ὁ ἥλιος οὔτε τοῖς λοιποῖς παροπτέος, οὔτε μὴν ἡ δόξα τῆς αὐτοῦ λαμπρότητος διὰ τῆς ἐκείνων ἀτιμασθήσεται ἀβελτηρίας·
但若有人閉上眼睛,不願看見它的光輝,太陽並不因此該受責備,其餘人也不該因此輕忽它,其光輝的榮耀也絕不會因那些人的愚蠢而受到貶損;
But if some, having closed their eyes, are unwilling to behold its light, the sun is not thereby to be blamed, nor is it to be disregarded by the rest, nor indeed shall the glory of its brightness be dishonored by their folly;
1:1092
ἀλλ' ἐκεῖνοι μὲν τοῦ φωτὸς ἑαυτοὺς ἀποστερήσαντες ὡς τυφλοὶ ψηλαφήσουσι τοῖχον, πολλοῖς δὲ ἐμπεσοῦνται βόθροις, καὶ πολλαῖς ἐκκεντηθήσονται τὰς ὄψεις ἀκάνθαις, ὁ δὲ ἥλιος ἐπὶ τῆς ἰδίας ἱστάμενος λαμπρότητος φωτιεῖ τοὺς ἀνακεκαλυμμένῳ προσώπῳ τὸ φέγγος αὐτοῦ κατοπτριζομένους
而他們既自絕於光明之外,便如瞎子一般摸索牆壁,跌入許多坑洞,眼睛也被許多荊棘刺傷;但太陽仍立於自身的光輝之中,照亮那些以揭開的臉面映照其光輝的人。
but they, having deprived themselves of the light, will grope along the wall like blind men, and will fall into many pits, and will have their eyes pierced by many thorns, while the sun, standing firm in its own brightness, will illuminate those who behold its light with unveiled face.
1:1093
τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ τοῦ Χριστοῦ φῶς φαίνει μὲν πᾶσι πλουσίως, μεταδιδὸν ἡμῖν τῆς αὐτοῦ λαμπηδόνος·
基督之光也照樣豐富地照耀眾人,將祂的光輝分賜給我們;
In the same manner, too, the light of Christ shines richly upon all, imparting to us of its radiance;
1:1094
μετέχει δὲ ἕκαστος καθ' ὅσον ἐφέσεως ἔχει καὶ προθυμίας·
而各人所分得的,都按照他渴慕與熱切的程度;
and each one partakes according to the measure of his longing and eagerness;
1:1095
οὔτε γὰρ ἀποστερεῖ τινα τῶν βουλομένων αὐτῷ ἐνατενίζειν ὁ ἥλιος τῆς δικαιοσύνης, οὔτε μὴν βιάζεται τοὺς ἑκουσίως τὸ σκότος ἐκλεγομένους·
因為公義的太陽既不剝奪任何願意注視祂之人的權利,也不強迫那些甘願揀選黑暗的人;
for the Sun of righteousness neither deprives anyone who wishes to gaze upon him, nor does he compel those who willingly choose darkness;
1:1096
ἀλλὰ τῇ ἰδίᾳ ἕκαστος ἐφεῖται αὐτεξουσίῳ προαιρέσει, ἕως ἐν τῷ παρόντι βίῳ ἐστί
而是各人只要仍在今生,都憑自己自主的抉擇而行。
but each one is left to his own free choice, as long as he is in the present life.
1:1097
Τοῦ δὲ Ἰωάσαφ πυθομένου Τί τὸ αὐτεξούσιον καὶ τί προαίρεσις, φησὶν ὁ γέρων·
約撒法問道:『何謂自主?何謂抉擇?』長老說:
And when Ioasaph asked, 'What is free will, and what is choice?', the elder said:
1:1098
Αὐτεξουσιότης μέν ἐστι ψυχῆς λογικῆς θέλησις, ἀκωλύτως κινουμένη πρὸς ὅπερ ἂν βούλοιτο, εἴτε ἀρετὴν εἴτε κακίαν, οὕτως ὑπὸ τοῦ Δημιουργοῦ γενομένης
『自主,即理性靈魂的意志,能無所阻礙地趨向其所願之事,無論是德行或是邪惡,因其受造主如此造成;』
'Free will is the will of a rational soul, moving without hindrance toward whatever it might wish, whether virtue or vice, having been made thus by the Creator;'
1:1099
αὐτεξουσιότης αὖθίς ἐστι νοερᾶς ψυχῆς κίνησις αὐτοκρατής
『自主又可謂是有靈智之靈魂那自我主宰的運動。』
'again, free will is the self-governing motion of an intellectual soul.'
1:1100
προαίρεσις δέ ἐστιν ὄρεξις βουλευτικὴ τῶν ἐφ' ἡμῖν, ἢ βούλευσις ὀρεκτικὴ τῶν ἐφ' ἡμῖν·
『抉擇乃是對於在我們能力之內之事的商議性欲求,或是對於在我們能力之內之事的欲求性商議;』
'Choice is a deliberative desire of things in our power, or a desirous deliberation about things in our power;'
1:1101
τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι
『因為我們在抉擇之際,所渴求的正是經商議後被優先揀選之物。』
'for we desire, in choosing, that which has been preferred as a result of deliberation.'
1:1102
βουλὴ δέ ἐστιν ὄρεξις ζητητικὴ περὶ τῶν ἐφ' ἡμῖν πρακτικῶν γινομένη·
『商議,乃是關於那些在我們能力之內、可付諸實行之事所產生的探究性欲求;』
'Deliberation is an inquiring desire that arises concerning practical matters in our power;'
1:1103
βουλεύεται γάρ τις, εἰ ὤφειλε μετελθεῖν τὸ πρᾶγμα ἢ οὔ
『因為人商議,是要決定自己是否應當去做這件事,或不應當。』
'for one deliberates whether he ought to pursue the matter or not.'
1:1104
εἶτα κρίνει τὸ κρεῖττον, καὶ γίνεται κρίσις
『接著他判斷何者為更好,於是便產生判斷。』
'Then he judges the better course, and there arises a judgment.'
1:1105
εἶτα διατίθεται καὶ ἀγαπᾷ τὸ ἐκ τῆς βουλῆς κριθέν, καὶ λέγεται γνώμη·
『其後,他傾向並喜愛那經商議所判斷之事,這便稱為意向;』
'Then he is disposed toward and loves that which has been judged as a result of deliberation, and this is called opinion;'
1:1106
ἐὰν γὰρ κρίνῃ, καὶ μὴ διατεθῇ πρὸς τὸ κριθέν, ἤγουν ἀγαπήσῃ αὐτό, οὐ λέγεται γνώμη
『因為若他雖已作出判斷,卻未對所判斷之事有所傾向——也就是並不喜愛它——這便不能稱為意向。』
'for if he judges, but is not disposed toward the thing judged—that is, does not love it—it is not called opinion.'
1:1107
εἶτα μετὰ τὴν διάθεσιν γίνεται προαίρεσις, ἤγουν ἐπιλογή·
『而後,在這傾向之後,便產生抉擇,亦即揀選;』
'Then, after this disposition, there arises choice, that is, selection;'
1:1108
προαίρεσις γάρ ἐστι δύο προκειμένων τὸ ἓν αἱρεῖσθαι καὶ ἐκλέγεσθαι τοῦτο πρὸ τοῦ ἑτέρου
『因為抉擇,就是在兩者並列之時,選取其一並將其置於另一者之前而揀選之。』
'for choice is, when two things are set before us, to select the one and prefer it before the other.'
1:1109
καὶ τοῦτο φανερόν, ὅτι βουλή ἐστι μετ' ἐπικρίσεως ἡ προαίρεσις, καὶ ἐξ αὐτῆς τῆς ἐτυμολογίας·
『由此可見,抉擇乃是帶有判斷的商議,這一點單從其字源本身即可看出;』
'And this is evident, that choice is deliberation with judgment, even from the etymology itself;'
1:1110
προαιρετὸν γάρ ἐστι τὸ ἕτερον πρὸ τοῦ ἑτέρου αἱρετόν·
『因為所謂「可抉擇者」,即是那被置於另一者之先而被選取者。』
'for that which is "choosable" is that which is chosen, the one before the other.'
1:1111
οὐδεὶς δὲ προκρίνει τι μὴ βουλευσάμενος, οὐδὲ προαιρεῖ ται μὴ προκρίνας
『沒有人未經商議便能作出優先揀選,也沒有人未經優先揀選便能作出抉擇。』
'And no one prefers a thing without having deliberated, nor chooses without having preferred.'
1:1112
ἐπειδὴ γὰρ οὐ πάντα τὰ δόξαντα ἡμῖν εὖ ἔχειν εἰς ἔργον ἀγαγεῖν προθυμούμεθα, τότε προαίρεσις καὶ προαιρετὸν γίνεται τὸ προκριθὲν ἐκ τῆς βουλῆς, ὅταν προσλάβῃ τὴν ὄρεξιν
『因為並非凡我們認為好的事,我們都熱切要付諸實行;所以那經商議所優先揀選之物,唯有在它進而獲得欲求之後,才成為抉擇與可抉擇之物。』
'For since we are not eager to put into action all the things that seem good to us, that which has been preferred as a result of deliberation becomes choice and the object of choice only when it has additionally acquired desire.'
1:1113
συνάγεται προαίρεσιν εἶναι ὄρεξιν βουλευτικὴν τῶν ἐφ' ἡμῖν·
『由此可推知,抉擇乃是對於在我們能力之內之事的商議性欲求;』
'It follows, therefore, that choice is a deliberative desire of things in our power;'
1:1114
τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι
『因為我們在抉擇之際,所渴求的正是經商議後被優先揀選之物。』
'for we desire, in choosing, that which has been preferred as a result of deliberation.'
1:1115
πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα καὶ διὰ πρᾶξιν·
『因為一切商議,都是為了行動的緣故、並藉行動而生;』
'for every deliberation is for the sake of action, and on account of action;'
1:1116
καὶ οὕτω πάσης μὲν προαιρέσεως βουλὴ ἡγεῖται, πάσης δὲ πράξεως προαίρεσις
『如此,商議引導一切抉擇,抉擇則引導一切行動。』
'and thus deliberation precedes every choice, and choice precedes every action.'
1:1117
διὰ τοῦτο οὐ μόνον αἱ πράξεις, ἀλλὰ καὶ τὰ κατὰ διάνοιαν, ἅτινα τὰς προαιρέσεις παριστῶσι, καὶ στεφάνους καὶ κολάσεις προξενοῦσιν
『因此,不僅是行動,就連心思之中的事——那些呈現我們抉擇的心念——也會為我們招來冠冕或刑罰。』
'For this reason, not only actions, but also the things that pertain to the mind, which represent our choices, procure for us both crowns and punishments.'
1:1118
ἀρχὴ γὰρ ἁμαρτίας καὶ δικαιοπραγίας προαίρεσίς ἐστιν ἐν τοῖς ἐφ' ἡμῖν καταγομένη·
『因為抉擇乃是罪與義行的根源,它是從在我們能力之內的事而來的;』
'for choice is the origin of sin and righteous action, being derived from the things in our power;'
1:1119
ὧν γὰρ αἱ ἐνέργειαι ἐφ' ἡμῖν, τούτων καὶ αἱ πράξεις αἱ κατὰ τὴν ἐνέργειαν ἐφ' ἡμῖν·
『凡其活動在我們能力之內者,其依此活動而生的行為,也同樣在我們能力之內;』
'for of those things whose activities are in our power, the actions according to that activity are also in our power;'
1:1120
ἐφ' ἡμῖν δὲ αἱ κατὰ τὴν ἀρετὴν ἐνέργειαι, ἐφ' ἡμῖν ἄρα καὶ αἱ ἀρεταί·
『而依德行而生的活動既在我們能力之內,可知德行本身也在我們能力之內。』
'and the activities according to virtue are in our power; therefore the virtues also are in our power.'
1:1121
κυρίως γὰρ ἐφ' ἡμῖν ἐστι τὰ ψυχικὰ πάντα καὶ περὶ ὧν βουλευόμεθα
因為嚴格說來,一切屬乎靈魂的事,以及我們所商議的事,皆在我們自己的能力之內。
For strictly speaking, all matters of the soul, and those about which we deliberate, are within our own power.
1:1122
οὕτως αὐτεξουσίως βουλευομένων τῶν ἀνθρώπων καὶ αὐτεξουσίως προαιρουμένων, καθ' ὅσον ἄν τις προαιρῆται, κατὰ τοσοῦτον καὶ μετέχει τοῦ θείου φωτὸς καὶ προκόπτει ἐν τοῖς τῆς φιλοσοφίας ἐπιτηδεύμασι·
既然人是如此憑自主意志商議、憑自主意志抉擇,一個人選擇到何種程度,他便照樣分享神聖之光,並在哲學的修習上有所長進;
Since men thus deliberate by their own free will and choose by their own free will, to whatever extent one chooses, to that extent he also partakes of the divine light and advances in the pursuits of philosophy;
1:1123
διαφοραὶ γὰρ προαιρέσεως εἰσί
因為抉擇是有差異的。
for there are differences of choice.
1:1124
καὶ καθάπερ τινὲς πηγαὶ ὑδάτων ἐκ τῶν τῆς γῆς λαγόνων ἀναπεμπόμεναι, αἱ μὲν ἐπιπολαίως τῆς γῆς ἐκβλύζουσιν, αἱ δὲ μικρόν τι βαθύτερον, αἱ δὲ λίαν βαθέως, τούτων δὲ τῶν ὑδάτων τὰ μὲν προσεχῶς ἐκβλύζοντα καὶ τῇ γεύσει γλυκέα, τὰ δὲ βαθέως ἐξερχόμενα καὶ ἁλμυρίζοντα ἢ θεαφίζοντα, καὶ τὰ μὲν ἀφθόνως ἐκδιδόμενα, τὰ δὲ κατὰ μικρὸν στάζοντα·
又如某些泉水,從地之深處湧出,有的近地表處噴湧,有的稍深一些,有的則甚為深邃;而這些水中,近處湧出的嚐之甘甜,從深處而出的則帶鹹味或硫磺味;又有的湧流不絕,有的則涓涓滴出——
And just as certain springs of water, sent up from the recesses of the earth, some gush forth near the surface of the earth, others somewhat deeper, others very deep; and of these waters, some that gush forth close by are sweet to the taste, while others that come forth from a depth are briny or sulphurous; and some are given forth abundantly, while others trickle out little by little—
1:1125
οὕτως καὶ ἐπὶ τῶν προαιρέσεων νόει, τὰς μὲν ταχείας εἶναι καὶ λίαν θερμοτάτας, τὰς δὲ νωθρὰς καὶ ψυχράς, καὶ τὰς μὲν ὅλως ἐπὶ τὰ καλὰ τὴν ῥοπὴν κεκτημένας, τὰς δὲ πρὸς τὸ ἐναντίον πάσῃ δυνάμει ἀποκλινούσας
抉擇之事也當如此理解:有的迅疾而極為熾熱,有的則遲緩而冷淡;又有的傾向完全趨於美善,有的則竭盡全力偏向相反的一面。
so also understand it to be with the choices [of will]: some are swift and exceedingly hot, others sluggish and cold; and some have their inclination wholly toward the good, while others turn away toward the opposite with all their strength.
1:1126
κατὰ γοῦν τὰς αὐτῶν διαθέσεις καὶ αἱ πρὸς τὰς πράξεις ἀκολουθοῦσιν ὁρμαί
於是,依照他們各自的傾向,趨向行動的衝動也隨之而來。
According, then, to their dispositions, the impulses toward actions also follow.
1:1127
χῃι Λέγει δὲ ὁ Ἰωάσαφ πρὸς τὸν γέροντα·
約撒法對長老說:
And Ioasaph says to the elder:
1:1128
Εἰσὶν οὖν καὶ ἕτεροί τινες νῦν οἱ κατὰ ταῦτα κηρύττοντες ὥσπερ σύ; ἢ μόνος εἶ σήμερον ὁ ταῦτα διδάσκων καὶ οὕτως μισητὸν τὸν παρόντα βίον διηγούμενος; Ὁ δὲ ἀποκριθεὶς εἶπεν·
「那麼,如今是否還有其他人像你一樣宣講這些道理呢?抑或如今唯獨你一人教導這些、如此描述今生為可憎的呢?」他回答說:
"Are there, then, also certain others now who preach according to these things as you do? Or are you today the only one teaching these things and thus recounting the present life as hateful?" And he, answering, said:
1:1129
Ἐν τῇ καθ' ὑμᾶς δυστυχεστάτῃ χώρᾳ ταύτῃ οὐδένα γινώσκω
「在你們這片最為不幸的土地上,我一個也不認識。」
"In this most unfortunate land of yours I know no one [else]."
1:1130
ἡ γὰρ τοῦ σοῦ πατρὸς τυραννὶς μυρίοις τούτους θανάτοις περιέβαλε, καὶ ἔργον ἔθετο μὴ τὸ σύνολον ἀκούεσθαι ἐν ὑμῖν τὸ τῆς θεογνωσίας κήρυγμα
「因為令尊的暴政,已使這些人遭受無數的死亡,並且立定心意,使關於認識神的宣講在你們當中完全不得聽聞。」
"For your father's tyranny has beset these people with countless deaths, and has made it his business that the preaching of the knowledge of God should not be heard among you at all."
1:1131
ἐν πάσαις δὲ ταῖς λοιπαῖς γλώσσαις ᾄδεται ταῦτα καὶ δοξάζεται, οἷς μὲν ὀρθοτάτῳ λόγῳ, ἄλλοις δὲ διεστραμμένως, τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν ἐκκλίνειν αὐτοὺς τῆς εὐθείας ποιησαμένου καὶ ἀλλοτρίαις καταμερισαμένου δόξαις, καὶ ῥήσεις τινὰς τῶν Γραφῶν ἄλλως καὶ οὐ κατὰ τὸν ἐγκείμενον νοῦν μεθερμηνεύειν διδάξαντος
「然而,在其餘一切語言中,此道皆被傳頌、被榮耀,有人以極其正直的道理傳講,有人則以扭曲的方式傳講,因為我們靈魂的仇敵已使他們偏離正道,將他們分派到各種異己的見解之中,並教導他們以別的方式解釋經文中的某些話語,而不按其中所含的本意解釋。」
"But in all the other tongues this is sung and glorified—by some with most upright reasoning, by others perversely, since the enemy of our souls has caused them to turn aside from the straight [path] and has apportioned them among alien opinions, and has taught them to interpret certain sayings of the Scriptures otherwise, and not according to the sense contained therein."
1:1132
μία δέ ἐστιν ἡ ἀλήθεια, ἡ κηρυχθεῖσα διὰ τῶν ἐνδόξων ἀποστόλων καὶ τῶν θεοφόρων πατέρων, καὶ ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ τῇ ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης ἡλίου φαιδρότερον διαλάμπουσα, ἧσπερ ἐγὼ κήρυξ καὶ διδάσκαλος ἀπεστάλην σοι
「然而真理只有一個,是藉著榮耀的眾使徒與蒙神感孕的眾教父所宣講的,並且在大公教會中——從普世的一端直到另一端——比太陽更為燦爛地照耀著;我正是奉差遣,作這真理的傳令者與教師,來到你這裡。」
"But there is one truth, which was preached through the glorious apostles and the God-bearing fathers, and which shines forth in the catholic Church—from one end of the world to the other—more brightly than the sun; of this truth I have been sent to you as herald and teacher."
1:1133
Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν·
約撒法對他說:
And Ioasaph said to him:
1:1134
Οὐδὲν οὖν τούτων ὁ ἐμὸς μεμάθηκε πατήρ; Καί φησιν ὁ γέρων·
「那麼,這一切我父親豈是一無所學嗎?」長老說:
"Has my father, then, learned none of these things?" And the elder says:
1:1135
Τρανῶς μὲν καὶ προσηκόντως οὐδὲν μεμάθηκε·
「明確而確實地說,他確實一無所學;」
"Clearly and properly, he has learned nothing;"
1:1136
βύων γὰρ τὰς αἰσθήσεις, τὸ ἀγαθὸν ἑκὼν οὐ προσδέχεται, πρὸς τὸ κακὸν αὐτοπροαιρέτως τὴν ῥοπὴν κεκτημένος
「因為他堵塞了自己的感官,甘願不接受美善,並憑己意自願傾向於惡。」
"for, stopping up his senses, he willingly does not receive the good, having acquired of his own free choice an inclination toward evil."
1:1137
Ἀλλ' ἤθελον, φησὶν ὁ Ἰωάσαφ, κἀκεῖνον ταῦτα μυηθῆναι
約撒法說:「但願他也能領悟這些奧祕。」
"But I would wish," says Ioasaph, "that he too might be initiated into these things."
1:1138
Τὰ παρὰ ἀνθρώποις, εἶπεν, ἀδύνατα, παρὰ τῷ Θεῷ πάντα δυνατά ἐστι
他說:「在人這是不可能的事,在神卻凡事都能。」
"The things that are impossible with men," he said, "are all possible with God."
1:1139
τί γὰρ οἶδας εἰ σὺ σώσεις τὸν πατέρα σου, καὶ τρόπῳ θαυμασίῳ γεννήτωρ τοῦ σοῦ χρηματίσεις γεννήτορος; Ἀκήκοα γὰρ βασιλέα τινὰ γεγονέναι πάνυ καλῶς τὴν ἑαυτοῦ οἰκονομοῦντα βασιλείαν
「你怎知你不會拯救你的父親,並以奇妙的方式,反過來成為你生身父親的『生身者』呢?因為我曾聽聞,有一位君王,治理自己的國家極為出色,」
"For how do you know whether you will save your father, and in a wondrous manner become, as it were, the begetter of your own begetter? For I have heard that there was once a certain king who governed his own kingdom very well,"
1:1140
πράως τε καὶ ἠπίως τῷ ὑπ' αὐτὸν κεχρημένον λαῷ, ἐν τούτῳ δὲ μόνῳ σφαλλόμενον, τῷ μὴ πλουτεῖν τὸν τῆς θεογνωσίας φωτισμόν, ἀλλὰ τῇ πλάνῃ τῶν εἰδώλων κατέχεσθαι
「對治下的百姓溫和寬厚,唯獨在這一件事上有所偏失:他未能富有那認識神所帶來的光照,反倒被偶像的謬妄所束縛。」
"[treating] the people under him gently and mildly, but erring in this one thing alone: that he did not possess in abundance the enlightenment of the knowledge of God, but was held fast by the error of idols."
1:1141
εἶχε δέ τινα σύμβουλον ἀγαθὸν καὶ παντοίως κεκοσμημένον τῇ τε πρὸς τὸν Θεὸν εὐσεβείᾳ καὶ τῇ λοιπῇ πάσῃ ἐναρέτῳ σοφίᾳ·
「他有一位良善的謀士,在對神的虔敬以及其餘一切美德智慧上,樣樣俱全,裝飾齊備;」
"He had a certain good counselor, adorned in every way both with piety toward God and with all the rest of virtuous wisdom;"
1:1142
ὅς, ἀχθόμενος καὶ δυσχεραίνων ἐπὶ τῇ πλάνῃ τοῦ βασιλέως καὶ βουλόμενος αὐτὸν περὶ τούτου ἐλέγξαι, ἀνεχαιτίζετο τῆς ὁρμῆς, δεδοικὼς μὴ κακῶν πρόξενος ἑαυτῷ τε καὶ τοῖς αὑτοῦ ἑταίροις γένοιτο καὶ τὴν γινομένην δι' αὐτοῦ πολλῶν ὠφέλειαν περικόψειεν
「他因君王的謬妄而憂心忿懣,欲勸諫君王此事,卻又抑制了這股衝動,因他恐怕自己會成為禍害的緣由,既害了自己,也連累了自己的同伴,並斬斷藉著自己而施予眾人的益處。」
"who, being grieved and vexed at the king's error, and wishing to reprove him concerning it, was checked in his impulse, fearing lest he should become a cause of evils both to himself and to his companions, and should cut short the benefit that was being wrought through him for many."
1:1143
ἐζήτει δὲ ὅμως καιρὸν εὔθετον τοῦ ἑλκύσαι αὐτὸν πρὸς τὸ
「然而,他仍尋找適當的時機,好將王引向於此。」
"Nevertheless, he sought a fitting occasion to draw him toward it."
1:1144
φησὶν οὖν ἐν μιᾷ νυκτὶ πρὸς αὐτὸν ὁ βασιλεύς·
於是,一夜,君王對他說:
So, on a certain night, the king says to him:
1:1145
Δεῦρο δή, ἐξέλθωμεν καὶ ἐμπεριπατήσωμεν τὴν πόλιν, εἴ πού τι τῶν ὠφελούντων ὀψόμεθα
「來吧,讓我們出去,在城中巡行一番,看看是否能在某處見到有益之事。」
"Come now, let us go out and walk about the city, in case we may see somewhere something profitable."
1:1146
ἐμπεριπατούντων δὲ αὐτῶν τὴν πόλιν, εἶδον φωτὸς αὐγὴν ἀπό τινος τρυμαλιᾶς λάμπουσαν·
當他們在城中巡行時,看見有光輝從某個孔隙中透出;
And as they were walking about the city, they saw the gleam of a light shining from a certain crevice;
1:1147
ταύτῃ τοὺς ὀφθαλμοὺς ἐπιβαλόντες, βλέπουσιν ὑπόγειόν τι ἀντρῶδες οἴκημα, ἐν ᾧ προὐκαθέζετο ἀνὴρ ἐσχάτῃ συζῶν πενίᾳ καὶ εὐτελῆ τινα περικείμενος ῥάκια
他們將目光投向那裡,看見一處地下、如洞穴般的居所,其中坐著一個人,與極度的貧窮相伴而居,身上披著幾片粗劣的破衣。
casting their eyes upon it, they see a certain underground, cave-like dwelling, in which there sat a man living together with extreme poverty and clothed with some worthless rags.
1:1148
παρίστατο δὲ ἡ γυνὴ αὐτοῦ οἶνον κιρνῶσα
他的妻子則站立在旁,調兌著酒。
And his wife stood by, mixing wine.
1:1149
τοῦ δὲ ἀνδρὸς τὴν κύλικα ἐπὶ χεῖρας λαβόντος, λιγυρὸν ᾄδουσα μέλος ἐκείνη τέρψιν αὐτῷ ἐνεποίει ὀρχουμένη καὶ τὸν ἄνδρα ἐγκωμίοις καταθέλγουσα
那人接過杯盞在手時,她便唱起清亮的歌曲,翩然起舞,使他心生喜悅,並以讚美之辭令他陶醉。
And when the man had taken the cup into his hands, she, singing a clear-toned melody, produced delight in him by dancing, and charmed the man with words of praise.
1:1150
οἱ περὶ τὸν βασιλέα τοίνυν, ἐπὶ ὥραν ἱκανὴν ταῦτα κατανοοῦντες, ἐθαύμαζον ὅτι, τοιαύτῃ πιεζόμενοι πενίᾳ ὡς μήτε οἴκου εὐπορεῖν μήτ' ἐσθῆτος, οὕτως εὐθύμως τὸν βίον διῆγον·
君王身邊的人於是觀看此景良久,甚感驚異:這對夫婦雖被如此貧窮所壓迫,以致既無像樣的居所,也無合宜的衣裳,卻仍如此歡欣地度日;
Those with the king, then, observing this for a considerable time, marveled that, though oppressed by such poverty as to have neither a proper house nor clothing, they nevertheless spent their life so cheerfully;
1:1151
καί φησιν ὁ βασιλεὺς τῷ πρωτοσυμβούλῳ αὐτοῦ·
於是君王對他的首席謀士說:
and the king says to his chief counselor:
1:1152
Ὦ τοῦ θαύματος, φίλε, ὅτι ἐμοί τε καὶ σοὶ οὐδὲ οὕτως ὁ καθ' ἡμᾶς ποτε ἤρεσε βίος, τοσαύτῃ δόξῃ καὶ τρυφῇ περ διαλάμπων, ὡς ἡ εὐτελῆς αὕτη καὶ ταλαίπωρος ζωὴ τούτους δὴ τοὺς ἀνοήτους τέρπει, καὶ ἡδύνει λεῖος αὐτοῖς καὶ προσηνὴς ὁ τραχὺς οὗτος καὶ ἀπευκταῖος βίος καταφαινόμενος
「哦,何等奇異,朋友啊,我與你的生活縱然閃耀著如此的榮華與奢逸,卻從未如此地令我們喜悅,反倒不及這卑賤而困苦的生活令這些愚人歡愉;這艱苦而令人厭棄的生活,在他們看來竟顯得平順、宜人,甘美無比。」
"O what a wonder, friend, that never has our own life pleased me and you so much—shining as it does with such great glory and luxury—as this worthless and wretched life delights these foolish people; and this harsh and hateful life appears to them smooth and pleasant, and sweetens them."
1:1153
εὐκαίρου δὲ δραξάμενος ὁ πρωτοσύμβουλος ὥρας, ἔφη·
首席謀士抓住這個時機,說道:
And the chief counselor, seizing the opportune moment, said:
1:1154
Ἀλλὰ σοί γε, βασιλεῦ, πῶς ἡ τούτων φαίνεται βιοτή; Πάντων, φησὶν ὁ βασιλεύς, ὧν πώποτε ἑώρακα ἀηδεστάτη καὶ δυστυχεστάτη, βδελυκτή τε καὶ ἀποτρόπαιος
「但陛下您自己認為,他們的生活方式如何呢?」君王說:「在我所見過的一切之中,這是最令人不快、最為悲慘的,既可憎又可厭。」
"But to you, O king, how does their manner of life appear?" "Of all things," says the king, "that I have ever seen, it is the most unpleasant and the most wretched, both loathsome and abominable."
1:1155
τότε λέγει πρὸς αὐτὸν ὁ πρωτοσύμβουλος, Οὕτω, οὖν, εὖ ἴσθι, βασιλεῦ, καὶ πολλῷ χαλεπώτερος ὁ καθ' ἡμᾶς λελόγισται βίος τοῖς ἐπόπταις καὶ μύσταις τῆς ἀϊδίου δόξης ἐκείνης καὶ τῶν πάντα νοῦν ὑπερβαινόντων ἀγαθῶν·
於是首席謀士對他說:「陛下,願您深知,正是如此——我們的生活,在那些得見、並蒙引入那永恆榮耀與超越一切理智之美善的人看來,也被視為遠遠更為艱苦;」
Then the chief counselor says to him: "Thus, then, know well, O king, that our own life also is reckoned far more grievous by those who behold and are initiated into that eternal glory and into the good things that surpass all understanding;"
1:1156
αἵ τε χρυσῷ καταστίλβουσαι οἰκίαι καὶ τὰ λαμπρὰ ταῦτα ἐνδύματα, καὶ ἡ λοιπὴ τοῦ βίου τούτου τρυφή, σκυβάλων τε καὶ ἀμαυρῶν εἰσιν ἀηδέστερα τοῖς ὀφθαλμοῖς τῶν εἰδότων τὰ ἀνεκδιήγητα κάλλη τῶν ἐν οὐρανοῖς ἀχειροτεύ κτων σκηνωματῶν, τῆς θεοϋφάντου τε στολῆς καὶ τῶν ἀφθάρτων διαδημάτων, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ὁ πάντων Δημιουργὸς καὶ Κύριος
「那金光燦爛的宅第,以及這些華麗的衣裳,並今生其餘的一切奢華,在那些深知天上非人手所造之帳幕、神所織就的長袍,以及不朽冠冕之無可言喻之美的人眼中,竟比糞土與晦暗之物更令人生厭;而這一切,是神——萬有的創造者與主——為愛祂的人所預備的。」
"both the houses gleaming with gold and these splendid garments, and the rest of the luxury of this life, are, in the eyes of those who know the indescribable beauties of the tabernacles in the heavens not made with hands, more unpleasant than refuse and things dim and dark—of the God-woven robe, that is, and of the incorruptible diadems which God, the Creator and Lord of all, has prepared for those who love him."
1:1157
ὃν τρόπον γὰρ ἀνοηταίνειν ἡμῖν οὗτοι ἐλογίσθησαν, πολλῷ πλέον ἡμεῖς, οἱ τῷ κόσμῳ περιπλανώμενοι καὶ αὐταρεσκοῦντες ἐν τῇ ψευδομένῃ ταύτῃ δόξῃ καὶ ἀνοήτῳ τρυφῇ, θρήνων ἐσμὲν ἄξιοι καὶ δακρύων ἐν ὀφθαλμοῖς τῶν γευσαμένων τῆς γλυκύτητος τῶν ἀγαθῶν ἐκείνων
「正如這些人被我們視為愚昧一般,我們這些在世上四處飄蕩、並在這虛妄的榮耀與愚昧的奢華中自滿自足的人,在那些已嚐過那些美善之甘甜的人眼中,更是加倍地當受哀悼與淚水。」
"For in the manner that these people were reckoned by us to be foolish, much more are we, who wander about in the world and are self-satisfied in this false glory and foolish luxury, worthy of lamentations and tears in the eyes of those who have tasted the sweetness of those good things."
1:1158
Ὁ δὲ βασιλεὺς τούτων ἀκούσας, καὶ ἐννεὸς ὥσπερ γενόμενος, ἔφη·
君王聽了這些話,彷彿變得啞口無言,說道:
And the king, having heard these things, and having become as it were speechless, said:
1:1159
Τίνες οὖν ἐκεῖνοί εἰσιν οἱ κρείττονα τῆς καθ' ἡμᾶς κεκτημένοι ζωήν; Πάντες, φησὶν ὁ πρωτοσύμβουλος, οἱ τὰ αἰώνια προτιμήσαντες τῶν προσκαίρων
「那麼,那些擁有比我們更美好生活的人是誰呢?」首席謀士說:「凡是看重永恆之事過於短暫之事的人,皆是如此。」
"Who then are those who possess a life better than ours?" "All those," says the chief counselor, "who have preferred the eternal things to the temporal."
1:1160
αὖθις οὖν τοῦ βασιλέως μαθεῖν ζητοῦντος τίνα τὰ αἰώνια, φησὶν ὁ ἀνήρ·
於是,君王又再次想要得知何為永恆之事,那人便說:
So, when the king again sought to learn what the eternal things were, the man says:
1:1161
Βασιλεία ἀδιάδοχος, καὶ ζωὴ μὴ ὑποκειμένη θανάτῳ, καὶ πλοῦτος μηδέποτε ὑφορώμενος πενίαν, χαρά τε καὶ εὐφροσύνη πάσης ἀμέτοχος λύπης καὶ ἀχθηδόνος, καὶ εἰρήνη διηνεκὴς ἐλευθέρα πάσης ἔχθρας καὶ φιλονεικίας
「乃是一個無需繼承的國度,一種不受死亡轄制的生命,一種永不憂懼貧乏的財富,一種絲毫不沾憂愁與煩惱的喜樂與歡欣,以及一種脫離一切仇恨與紛爭的永恆和平。」
"A kingdom without succession, and a life not subject to death, and riches never apprehensive of poverty, and joy and gladness having no share in any grief or vexation, and peace unceasing, free from all enmity and strife."
1:1162
τούτων οἱ καταξιωθέντες ἀπολαύειν μακάριοι, καὶ τοῦτο πολλάκις·
凡蒙恩得以享有這一切的人,皆為有福,且是多重的有福;
Those who are deemed worthy to enjoy these things are blessed, and this many times over;
1:1163
ἄλυπον γὰρ καὶ ἄμοχθον ζήσουσιν εἰς αἰῶνας ζωήν, πάντων τῶν ἡδέων καὶ τερπνῶν τῆς τοῦ Θεοῦ βασιλείας ἀμογητὶ ἀπολαύοντες, καὶ τῷ Χριστῷ ἀτελεύτητα συμβασιλεύοντες
因為他們將永永遠遠地過著無憂無勞的生命,毫不費力地享有神國中一切的甘美與喜樂,並與基督一同無盡地為王。
for they shall live a life free from grief and free from toil unto the ages, enjoying without labor all the pleasant and delightful things of the kingdom of God, and reigning together with Christ without end.
1:1164
καί, Τίς ἄξιος τούτων ἐπιτυχεῖν; εἰπόντος τοῦ βασιλέως, ἐκεῖνος ἀπεκρίνατο·
當君王問道:「誰配得獲此殊榮呢?」那人回答說:
And when the king said, "Who is worthy to obtain these things?" he answered:
1:1165
Πάντες οἱ τῆς ἐκεῖσε ἀπαγούσης ὁδοῦ δραξάμενοι·
「凡是把握住通往那裡之道路的人,皆是如此;」
"All those who have laid hold of the road leading thither;"
1:1166
ἀκώλυτος γὰρ ἡ εἴσοδος τοῖς θελήσασι μόνον
「因為只要人願意,這入口便毫無阻攔。」
"for the entrance is unhindered to those who merely will it."
1:1167
Καὶ τίς, φησίν, ἡ ἐκεῖσε φέρουσα τρίβος; πρὸς ὃν ἔφη ὁ λαμπρὸς τὴν ψυχὴν ἐκεῖνος·
「那麼,」他說,「通往那裡的路徑是什麼呢?」那位靈魂明亮的人對他說:
"And what," says he, "is the path that leads thither?" To whom that man, radiant in soul, said:
1:1168
Τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν Θεόν, καὶ Ἰησοῦν Χριστὸν τὸν μονογενῆ αὐτοῦ Υἱὸν καὶ τὸ Ἅγιον καὶ ζωοποιὸν Πνεῦμα
「乃是認識獨一真神,以及祂的獨生子耶穌基督,並那聖潔而賜生命的聖靈。」
"To know the only true God, and Jesus Christ his only-begotten Son, and the Holy and life-giving Spirit."
1:1169
Ὁ τοίνυν βασιλεύς, τῆς ἁλουργίδος σύνεσιν ἔχων ἀξίαν, ἔφη πρὸς αὐτόν·
君王於是懷著與其紫袍相稱的悟性,對他說:
The king, then, having understanding worthy of his purple robe, said to him:
1:1170
Καὶ τί τὸ κωλῦσάν σε μέχρι τοῦ νῦν μὴ γνωρίσαι μοι περὶ τούτων; οὐκ ἀναβολῆς γὰρ καὶ ὑπερθέσεως ἄξιά μοι δοκεῖ ὑπάρχειν ταῦτα, εἴ γε ἀληθῆ τυγχάνει·
「究竟是什麼阻止了你,直到如今仍未將這些事告知於我呢?在我看來,這些事若確實為真,實不值得延宕拖延;」
"And what has hindered you, until now, from making these things known to me? For these things do not seem to me to deserve delay or postponement, if indeed they are true;"
1:1171
εἰ δὲ ἀμφίβολά ἐστιν, ἐμπόνως δεῖ ζητῆσαι μέχρις ὅτου τὸ ἀναμφίλεκτον εὕροιμι
「但若這些事尚屬存疑,便當殷勤探究,直到我尋得那毫無疑義之處為止。」
"but if they are doubtful, one must seek diligently until I should find that which is beyond dispute."
1:1172
Οὐκ ἀμελείᾳ, φησὶν ὁ ἀνήρ, ἢ ῥᾳθυμίᾳ
那人說:「並非出於疏忽,或懈怠,」
"Not out of neglect," says the man, "or indolence,"
1:1173
συνεχόμενος, περὶ τούτων ὤκνησά σοι γνωρίσαι, ἀληθῆ περ ὄντα καὶ πάντη ἀναμφίλεκτα, ἀλλὰ τὸ ὑπερέχον αἰδούμενος τῆς σῆς δόξης, μή ποτε ὀχληρότερός σοι φανείην·
「受此所困,我才遲遲不敢向陛下稟告——雖然這些事確實真實,並且全然無可置疑——實因我敬畏陛下無上的尊榮,唯恐自己顯得過於冒犯煩擾;」
"being possessed [by which], I hesitated to make these things known to you—though they are indeed true and altogether beyond dispute—but out of reverence for the surpassing majesty of your glory, lest I should ever appear too troublesome to you;"
1:1174
εἰ οὖν προστάσσεις τῷ σῷ οἰκέτῃ ὑπομιμνήσκειν σοι εἰς τὸ ἑξῆς περὶ τούτων τῷ σῷ ἔσομαι καθυπηρετῶν προστάγματι
「如今陛下若命令僕人此後就此事提醒陛下,僕人必當遵從陛下之命。」
"if, then, you command your servant to remind you henceforth concerning these things, I shall be obedient to your command."
1:1175
Ναί, φησὶν ὁ βασιλεύς, μὴ καθ' ἡμέραν μόνον, ἀλλὰ καὶ ἐφ' ἑκάστης ὥρας τὴν τούτων μνήμην διηνεκῶς ἀνακαίνιζε·
君王說:「是的,不僅每日如此,更要在每一時刻不斷更新這些事的記念;」
"Yes," says the king, "not only each day, but renew the remembrance of these things continually at every hour;"
1:1176
οὐκ ἀμελῶς γὰρ χρὴ τούτοις προσέχειν, ἀλλὰ καὶ λίαν θερμῶς καὶ σπουδαίως
「因為對這些事,不可疏忽以待,而當以極大的熱忱與殷勤來留心。」
"for one must attend to these things not negligently, but with great fervor and earnestness."
1:1177
Ἀκηκόαμεν οὖν, φησὶν ὁ Βαρλαάμ, εὐσεβῶς τὸν βασιλέα τοῦτον ζῆσαι τὸ ἑξῆς, καὶ ἀκυμάντως τὸν παρόντα διανύσαντα βίον, τῆς μελλούσης μὴ ἀποτυχεῖν μακαριότητος
巴蘭說:「於是,我們聽聞,這位君王此後便虔敬度日,並平靜無波地度過了今生的歲月,未曾錯失那將來的福樂。」
"We have heard, then," says Barlaam, "that this king lived piously thereafter, and that, having completed the present life without storm, he did not fail to obtain the blessedness that is to come."
1:1178
εἰ τοίνυν καὶ τῷ σῷ πατρὶ τοιαῦτά τις ἐν ἐπιτηδείῳ προσυπομνήσει καιρῷ, τάχα συνήσει καὶ γνώσεται ὅσοις συνεσχέθη κακοῖς, καὶ τούτων ἐκκλίνας ἐκλέξεται τὸ ἀγαθόν·
「因此,若有人在適當的時機,也以此提醒陛下的父親,或許他也能明白並知曉自己被多少罪惡所困,並轉離這些,而揀選那美善;」
"If, then, someone should also remind your father of such things at a fitting time, perhaps he too will understand and come to know by how many evils he has been held fast, and, turning away from these, will choose the good;"
1:1179
ἐπεὶ τό γε νῦν ἔχον τυφλός ἐστι, μυωπάζων, τοῦ ἀληθινοῦ φωτὸς ἑαυτὸν ἀποστερήσας, αὐτομολῶν δὲ πρὸς τὸ τῆς ἀσεβείας σκότος
「因為就目前情形而言,他實在是瞎眼的,目光短淺,已使自己被剝奪了真光,並且投奔到不虔之黑暗中去。」
"since, as things now stand, he is blind, being shortsighted, having deprived himself of the true light, and deserting to the darkness of impiety."
1:1180
Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν·
約撒法對他說:
And Ioasaph said to him:
1:1181
Τὰ μὲν τοῦ ἐμοῦ πατρὸς ἄγοιτο Κύριος καθὼς κελεύει·
「至於家父之事,願主照祂的旨意引領;」
"As for the affairs of my father, may the Lord guide them as he commands;"
1:1182
αὐτῷ γάρ, καθὰ δὴ καὶ εἶπας, πάντα δυνατὰ καθέστηκε τὰ παρὰ ἀνθρώποις ἀδύνατα·
「因為正如你所言,在人這是不可能的事,在祂卻是凡事都能;」
"for to him, even as you have said, all things that are impossible with men are possible;"
1:1183
ἐγὼ δέ, διὰ τῶν σῶν ἀνυπερβλήτων ῥημάτων, τῆς τῶν παρόντων καταγνοὺς ματαιότητος, ἀποστῆναι μὲν τούτων πάντη διανενόημαι, καὶ μετὰ σοῦ τὸ λοιπὸν τῆς ζωῆς μου διανύσαι, ἵνα μὴ διὰ τῶν προσκαίρων τούτων καὶ ῥευστῶν τῆς τῶν αἰωνίων καὶ ἀφθάρτων ἐκπέσω ἀπολαύσεως
「至於我,藉著你這無與倫比的言語,既已判定今世事物的虛空,便已下定決心,全然離棄這一切,並與你一同度過我此生餘下的歲月,免得我因這些短暫流逝之物,而失落那永恆不朽之福樂的享有。」
"but I, through your incomparable words, having condemned the vanity of present things, have resolved to depart from them entirely, and to spend the remainder of my life with you, lest, through these temporal and fleeting things, I should fall from the enjoyment of the eternal and incorruptible."
1:1184
Πρὸς ὃν ὁ γέρων ἀπεκρίνατο·
長老回答他說:
To whom the elder answered:
1:1185
Εἰ τοῦτο ποιήσεις, ὅμοιος ἔσῃ νεανίσκῳ τινὶ φρονιμωτάτῳ, περὶ οὗ ἀκήκοα πλουσίων γεγονέναι καὶ ἐνδόξων γονέων·
「你若如此行,便會像一位極為明智的少年——我曾聽聞,他出身於富裕且尊貴的父母;」
"If you do this, you will be like a certain most prudent young man, of whom I have heard that he was born of rich and illustrious parents;"
1:1186
ᾧτινι ὁ πατὴρ μνηστευσάμενος τὴν θυγατέρα τινὸς τῶν εὐγενείᾳ καὶ πλούτῳ διαφερόντων λίαν ὡραιοτάτην, κοινολογησάμενος δὲ πρὸς τὸν παῖδα περὶ τοῦ γάμου, καὶ ὅπως ἦν αὐτῷ μελετώμενα ἀπαγγείλας, ἀκούσας ἐκεῖνος, καὶ ὡς ἀπηχές τι καὶ ἄτοπον ἀποσεισάμενος τὸ πρᾶγμα, φυγὰς ᾤχετο καταλιπὼν τὸν πατέρα
「這位父親為他聘定了某位以尊貴門第與財富著稱之人的女兒——一位極為美麗的少女——並就此婚事與這少年商議,將自己所籌劃之事告知於他;那少年聽聞之後,斷然摒棄此事,視之為不合、不妥,便逃離而去,撇下了他的父親。」
"to whom his father, having betrothed the daughter of one of those distinguished in nobility and wealth—a most beautiful maiden—and having conferred with the youth about the marriage, and having announced to him what he had been planning, that one, upon hearing it, and rejecting the matter as something discordant and improper, went off in flight, leaving his father behind."
1:1187
πορευόμενος δὲ ξενίζεται ἐν οἰκίᾳ γηραιοῦ τινος πένητος, τοῦ καύσωνος τῆς ἡμέρας ἑαυτὸν διαναπαύων
「他在路途中,投宿於一位貧窮老人的家中,藉此讓自己從日間的酷熱中稍事歇息。」
"And as he journeyed, he was received as a guest in the house of a certain poor old man, resting himself there from the heat of the day."
1:1188
Ἡ δὲ θυγάτηρ τοῦ πένητος, μονογενὴς οὖσα καὶ παρθένος, καθεζομένη πρὸ τῶν θυρῶν, εἰργάζετο μὲν ταῖς χερσί, τῷ δὲ στόματι ἀσιγήτως τὸν Θεὸν εὐλόγει εὐχαριστοῦσα αὐτῷ ἐκ βαθέων ψυχῆς·
「那貧窮人的女兒,是獨生女、又是處女,坐在門前,雙手操作勞務,口中卻不住地稱頌神,從心靈深處向祂獻上感謝;」
"Now the poor man's daughter, being an only child and a virgin, sitting before the doors, was working with her hands, while with her mouth she unceasingly blessed God, giving thanks to him from the depths of her soul;"
1:1189
τῶν ταύτης δὲ ὕμνων ἀκούσας ὁ νέος ἔφη·
那少年聽見她的頌歌,便說:
And the young man, hearing her hymns, said:
1:1190
Τί σου, γύναι, τὸ ἐπιτήδευμα; χάριν δὲ τίνος, οὕτω περ οὖσα εὐτελὴς καὶ πτωχή, ὡς ἐπί τισι μεγάλοις δωρήμασιν εὐχαριστεῖς, τὸν δοτῆρα ὑμνοῦσα; Ἡ δὲ πρὸς αὐτὸν ἀπεκρίνατο·
「女子,你所從事的是什麼?你既是如此卑微貧困,為何卻像是為了某些莫大的恩賜而獻上感謝,讚美那賜予者呢?」她便回答他說:
"What, O woman, is your occupation? And for what reason, being so lowly and poor as you are, do you give thanks as though for some great gifts, hymning the giver?" And she answered him:
1:1191
Οὐκ οἶσθα ὅτι, καθάπερ φάρμακον μικρὸν ἐκ μεγάλων νοσημάτων πολλάκις ῥύεται τὸν ἄνθρωπον, οὕτω δὴ καὶ τὸ ἐπὶ τοῖς μικροῖς εὐχαριστεῖν τῷ Θεῷ μεγάλων πρόξενον γίνεται; ἐγὼ τοίνυν, θυγάτηρ οὖσα γέροντος πτωχοῦ, εὐχαριστῶ ἐπὶ τοῖς μικροῖς τούτοις καὶ εὐλογῶ τὸν Θεόν, εἰδυῖα ὡς ὁ ταῦτα δοὺς καὶ μείζονα δύναται δοῦναι
「你豈不知道,正如一劑小小的藥往往能使人從重病中得救,同樣,為小事感謝神也會成為大恩的緣由嗎?我雖是一個貧窮老人的女兒,仍為這些小事感謝,稱頌神,因為我知道,賜下這些的那位也能賜下更大的。」
Do you not know that, just as a small remedy often delivers a person from great illnesses, so too giving thanks to God for small things becomes the source of great things? I, then, being the daughter of a poor old man, give thanks for these small things and bless God, knowing that he who gave these can also give greater things.
1:1192
καὶ ταῦτα μὲν περὶ τῶν ἔξωθεν καὶ οὐχ ἡμετέρων, ἐξ ὧν οὔτε τοῖς πολλὰ κεκτημένοις τι προσγίνεται κέρδος ( ἵνα μὴ εἴπω ὅτι καὶ ζημία πολλάκις), οὔτε τοῖς ἐλάττονα λαβοῦσιν ἐπέρχεται βλάβη, τὴν αὐτὴν ἀμφοτέρων ὁδευόντων ὁδὸν καὶ πρὸς τὸ αὐτὸ ἐπειγομένων τέλος·
「以上所說的,是關於外在的、並非真正屬於我們的事物;擁有許多的人並不因此得任何益處(更不用說常常反而有損失),而得到較少的人也不因此受害,因為兩者都走著同一條路,趨向同一個終點;」
And this indeed concerns external things that are not truly our own, from which neither do those who possess many gain any profit (not to say that there is often even loss), nor does harm come upon those who received less, since both travel the same road and hasten toward the same end;
1:1193
ἐν δὲ τοῖς ἀναγκαιοτάτοις καὶ καιριωτάτοις πολλῶν ἀπήλαυσα καὶ μεγίστων τοῦ Δεσπότου μου δωρημάτων, οὐμενοῦν ἐχόντων ἀριθμὸν ἢ εἰκασμῷ ὑποπιπτόντων
「然而在最必要、最緊要的事上,我卻享受了我主人許多且是最大的恩賜;這些恩賜實在無法計數,也非估量所能及。」
but in the most necessary and most crucial matters I have enjoyed many, and the greatest, gifts of my Master—gifts which indeed have no number, nor fall under estimation.
1:1194
κατ' εἰκόνα γὰρ Θεοῦ γεγένημαι καὶ τῆς αὐτοῦ γνώσεως ἠξίωμαι, καὶ λόγῳ παρὰ πάντα τὰ ζῷα κεκόσμημαι, καὶ ἐκ θανάτου πρὸς τὴν ζωὴν ἀνακέκλημαι διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, καὶ τῶν αὐτοῦ μετέχειν μυστηρίων ἐξουσίαν ἔλαβον, καὶ ἡ τοῦ παραδείσου θύρα ἀνέῳκται, ἀκώλυτον, εἴπερ θελήσω, παρέχουσά μοι τὴν εἴσοδον
「因為我是按著神的形像而生的,又蒙他賜予認識他的資格;我因理性而超越一切禽獸,得著裝飾;我因我們神的憐憫慈懷,從死裡被召回到生命;我又領受了分享他奧秘的權柄;樂園的門已經敞開,只要我願意,它便毫無阻攔地容我進入。」
For I have come into being according to the image of God, and have been deemed worthy of the knowledge of him, and have been adorned with reason above all animals, and have been called back from death to life through the tender mercies of our God, and I have received the authority to partake of his mysteries, and the door of paradise has been opened, granting me unhindered entrance, if only I should wish it.
1:1195
τῶν τοσούτων οὖν καὶ τοιούτων δωρημάτων, ὧν ἐπίσης μετέχουσι πλούσιοί τε καὶ πένητες, ἀξίως εὐχαριστῆσαι πάντη μοι ἀδύνατον, εἰ δὲ καὶ τὴν μικρὰν ταύτην ὑμνολογίαν οὐ προσάξω τῷ δωρησαμένῳ, ποίαν ἕξω ἀπολογίαν; Ὁ
「對於這許多、如此浩大、而貧富皆平等分享的恩賜,我實在完全無法作出配得上的感謝;倘若連這一點小小的頌讚之歌,我都不獻給那賜予者,我還有什麼可辯解的呢?」
For so many and such great gifts, then, which rich and poor alike partake of equally, it is altogether impossible for me to give worthy thanks; and if I should not even offer this small hymn of praise to him who bestowed them, what defense will I have?
1:1196
δὲ νεώτερος τὴν πολλὴν αὐτῆς ὑπερθαυμάσας σύνεσιν, τὸν αὐτῆς προσκαλεσάμενος πατέρα
那年輕人對她那極大的悟性甚是驚奇,便召來她的父親,
But the young man, greatly marveling at her great understanding, having summoned her father,
1:1197
Δός μοι, φησί, τὴν θυγατέρα σου·
說:「請把你的女兒給我吧;
said, 'Give me your daughter;
1:1198
ἠγάπησα γὰρ τὴν σύνεσιν αὐτῆς καὶ εὐσέβειαν
因為我愛慕她的悟性與虔敬。」
for I have loved her understanding and her piety.'
1:1199
Οὐκ ἔξεστί σοι ταύτην λαβεῖν τὴν πένητος θυγατέρα, πλουσίων ὄντι γονέων
「你身為富貴人家的子弟,是不可以娶這貧窮人的女兒的。」
'It is not permitted for you to take this poor man's daughter, since you are of rich parents.'
1:1200
αὖθις δὲ ὁ νέος, Ναί, φησί, ταύτην λήψομαι, εἴπερ οὐκ ἀπαγορεύεις·
那年輕人又說:「是的,只要你不拒絕,我就要娶她;
But again the young man said, 'Yes, I will take her, if you do not refuse;
1:1201
θυγάτηρ γάρ μοι μεμνήστευται εὐγενῶν καὶ πλουσίων, καὶ ταύτην ἀποσεισάμενος φυγῇ ἐχρησάμην·
因為原有一位出身高貴富有的女子已與我訂了婚,但我已擺脫了她,逃離而去;
for a daughter of noble and rich [parents] has been betrothed to me, but I have shaken her off and taken to flight;
1:1202
τῆς δὲ σῆς θυγατρὸς διὰ τὴν εἰς Θεὸν εὐσέβειαν καὶ τὴν νουνεχῆ σύνεσιν ἐρασθείς, συναφθῆναι αὐτῇ προτεθύμημαι
而我卻因你女兒對神的虔敬與明智的悟性而愛上了她,一心渴望與她結合。」
but having fallen in love with your daughter, because of her piety toward God and her sensible understanding, I have set my heart on being joined to her.'
1:1203
ὁ δὲ γέρων πρὸς αὐτὸν ἔφησεν·
那老人便對他說:
And the old man said to him:
1:1204
Οὐ δύναμαί σοι ταύτην δοῦναι τοῦ ἀπαγαγεῖν ἐν τῷ οἴκῳ τοῦ πατρός σου καὶ τῶν ἐμῶν χωρίσαι ἀγκαλῶν·
「我不能把她給你,讓她被帶到你父親家中,與我的懷抱分離;」
'I cannot give her to you, to be taken away into your father's house and be parted from my embrace;'
1:1205
Ἀλλ' ἐγώ, φησὶν ὁ νεανίσκος, παρ' ὑμῖν μενῶ, καὶ τὴν ὑμῶν ἀναδέξομαι πολιτείαν
那年輕人說:「但我願留在你們這裡,承受你們的生活方式。」
'But I,' said the young man, 'will remain with you, and will take up your way of life.'
1:1206
εἶτα καὶ τὴν λαμπρὰν ἀποθέμενος ἐσθῆτα, τὰ τοῦ γέροντος αἰτησάμενος περιεβάλλετο
於是他也脫下了那華美的衣服,請求穿上老人的衣裳。
Then, having also laid aside his splendid garment, he asked for the old man's [clothing] and put it on.
1:1207
πολλὰ δὲ ἐκεῖνος ἐκπειράσας αὐτὸν καὶ ποικίλως τὸν αὐτοῦ δοκιμάσας λογισμόν, ὡς ἔγνω σταθερᾶς ὑπάρχειν αὐτὸν διανοίας καὶ ὡς οὐκ ἔρωτι ἀφροσύνης κατεχόμενος αἰτεῖται τὴν αὐτοῦ θυγατέρα, ἀλλ' ἔρωτι εὐσεβείας εἵλετο πενιχρῶς ζῆν, ταύτην προκρίνας τῆς αὐτοῦ δόξης καὶ εὐγενείας, κρατήσας αὐτὸν τῆς χειρός, εἰσήγαγεν εἰς τὸ ἑαυτοῦ ταμιεῖον, καὶ ὑπέδειξε πλοῦτον πολὺν ἀποκείμενον αὐτῷ καὶ χρημάτων ἀναρίθμητον ὄγκον, ὅσον οὐ τεθέατο πώποτε ὁ νεανίσκος
那老人多方試探他,以各種方式察驗他的念頭;當他確知這青年心志堅定,並非出於愚妄的情所驅使而求娶他的女兒,而是出於對虔敬的愛慕,寧可選擇貧窮的生活,也不看重自己的榮耀與門第,便拉著他的手,領他進入自己的庫房,讓他看見那積存的大量財富,以及那年輕人前所未見的無數財物。
And he, having tested him much and examined his reasoning in various ways, when he knew that he was of steadfast mind, and that it was not held by a foolish passion that he asked for his daughter, but that out of love of piety he had chosen to live in poverty, preferring this to his own glory and nobility, took him by the hand, led him into his own storeroom, and showed him great wealth laid up there, and an innumerable mass of possessions, such as the young man had never before beheld.
1:1208
Τέκνον, ταῦτα πάντα σοι δίδωμι, ἀνθ' ὧν ᾑρετίσω τῆς ἐμῆς θυγατρὸς ἀνὴρ γενέσθαι, γενέσθαι δὲ καὶ κληρονόμος τῆς ἐμῆς οὐσίας
「孩子啊,這一切我都給你,因為你選擇了作我女兒的丈夫,也要作我產業的繼承人。」
'Child, all these I give to you, in return for your having chosen to become husband of my daughter, and to become also heir of my estate.'
1:1209
ἥνπερ κληρονομίαν κατασχὼν ἐκεῖνος πάντας ὑπερῆρε τοὺς ἐνδόξους τῆς γῆς καὶ πλουσίους
那青年既承受了這份產業,便超越了地上一切榮耀富貴之人。
And having obtained this inheritance, he surpassed all the glorious and rich men of the earth.
1:1210
χῃιι Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς τὸν Βαρλαάμ·
約撒法對巴蘭說:
And Ioasaph said to Barlaam:
1:1211
Προσηκόντως καὶ αὕτη τὰ κατ' ἐμὲ παρίστησιν ἡ διήγησις·
「這個故事也正好描繪出我的處境;
'This story too fittingly represents my own case;
1:1212
ὅθεν σοι καὶ περὶ ἐμοῦ ταῦτα λελέχθαι δοκῶ
所以我以為,你所說的這些也是為著我而說的。」
wherefore I think these things have been spoken by you also concerning me.'
1:1213
ἀλλὰ τίς ἡ πεῖρα δι' ἧς γνῶναι ζητεῖς τὸ σταθερὸν τῆς ἐμῆς διανοίας; Καὶ ὁ γέρων ἔφη·
「然而,你要藉著什麼考驗來察知我心志的堅定呢?」老人便說:
'But what is the test by which you seek to know the steadfastness of my mind?' And the old man said:
1:1214
Ἐγὼ μὲν καὶ πεπείρακα ἤδη καὶ ἔγνωκα ὁποίας ὑπάρχεις ἐχέφρονος καὶ σταθερᾶς διανοίας καὶ ψυχῆς τῷ ὄντι εὐθυτάτης
「我確已試驗過你,也知道你擁有何等明智而堅定的心志,以及何等真正正直的靈魂;
'I have indeed already tested you and known what a sensible and steadfast mind, and truly upright soul, you possess;
1:1215
ἀλλὰ τὸ τέλος τῆς κατὰ σὲ πράξεως βεβαιώσει ταῦτα
但你所行之事的結果,將會證實這一切。」
but the outcome of your undertaking will confirm these things.'
1:1216
τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν ἐν Τριάδι δοξαζόμενον Θεὸν ἡμῶν, τὸν πάντων δημιουργὸν ὁρατῶν τε καὶ ἀοράτων, τὸν ὄντως ὄντα καὶ ἀεὶ ὄντα, μήτε ἀρχὴν ἐσχηκότα πώποτε τῆς ἐνδόξου ὑπάρξεως αὐτοῦ, μήτ' ἔχοντα τέλος, τὸν φοβερὸν καὶ παντοδύναμον, ἀγαθόν τε καὶ εὔσπλαγχνον, ἵνα φωτίσῃ τοὺς ὀφθαλμοὺς τῆς καρδίας σου, καὶ δῴη σοι πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, εἰς τὸ εἰδέναι σε τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας, ἵνα μηκέτι ξένος ἔσῃ καὶ πάροικος, ἀλλὰ συμπολίτης τῶν ἁγίων καὶ οἰκεῖος Θεοῦ, ἐπῳκοδομημένος ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ
「為此我向我們那在三一中受尊崇的神屈膝——他是一切有形無形之物的創造者,是真正存在、永遠存在者,他榮耀的存在從未有過起始,也沒有終結;他可畏又全能,良善而慈悲——願他光照你心中的眼睛,賜給你智慧與啟示的靈,使你認識他,好叫你明白他的呼召有何等的盼望,他在聖徒中承受基業的榮耀有何等的豐盛,他向我們這些相信之人所顯的能力何等浩大無比;使你不再作外人和寄居的,而是與聖徒同為國民,是神家裡的人,被建造在使徒和先知的根基上,我們的主耶穌基督自己作了房角石,在他裡面,整座建築聯絡得合式,漸漸成為主裡的聖殿。」
'For this reason I bend my knees to our God who is glorified in the Trinity, the maker of all things visible and invisible, the one who truly is and always is, who never had a beginning of his glorious existence, nor has an end, the fearful and all-powerful, good and merciful, that he may enlighten the eyes of your heart, and give you a spirit of wisdom and revelation in the knowledge of him, that you may know what is the hope of his calling, and what is the riches of the glory of his inheritance among the saints, and what is the surpassing greatness of his power toward us who believe, that you may no longer be a stranger and a sojourner, but a fellow citizen with the saints and a member of God's household, built upon the foundation of the apostles and prophets, our Lord Jesus Christ himself being the cornerstone, in whom the whole building, joined together, grows into a holy temple in the Lord.'
1:1217
Ὁ δὲ Ἰωάσαφ, σφόδρα κατανυγεὶς τὴν καρδίαν, ἔφη·
約撒法心中大受感動,便說:
And Ioasaph, deeply pierced in his heart, said:
1:1218
Ταῦτα δὴ πάντα κἀγὼ ποθῶν γνῶναι δέομαί σου·
「這一切我也渴望明白,故此懇求你;
'All these things I too desire to know, and I entreat you;
1:1219
γνώρισόν μοι τόν τε πλοῦτον τῆς δόξης τοῦ Θεοῦ καὶ τὸ ὑπερβάλλον τῆς αὐτοῦ δυνάμεως
求你使我認識神榮耀的豐盛,以及他那超越一切的大能。」
make known to me the riches of the glory of God, and the surpassing greatness of his power.'
1:1220
Εἶπε δὲ πρὸς αὐτὸν ὁ Βαρλαάμ·
巴蘭便對他說:
And Barlaam said to him:
1:1221
Τῷ Θεῷ εὔχομαι διδάξαι σε ταῦτα, καὶ τὴν γνῶσιν τῶν τοιούτων ἐνθεῖναί σου τῇ ψυχῇ·
「我求神親自教導你這一切,將這等知識植入你的靈魂;
'I pray God to teach you these things, and to instill the knowledge of such things into your soul;
1:1222
ἐπεὶ παρὰ ἀνθρώποις τὴν αὐτοῦ λεχθῆναι δόξαν καὶ δύναμιν τὸ παράπαν ἀδύνατον, κἂν πᾶσαι αἱ τῶν νυνὶ καὶ τῶν πώποτε γενομένων ἀνθρώπων γλῶσσαι ἓν γένωνται
因為在世人中間,要說盡他的榮耀與大能,實在完全不可能,即便現今所有活著的人與歷來一切人的舌頭合為一體,也是不能。」
since among men it is altogether impossible for his glory and power to be spoken, even if all the tongues of men, both those now living and all who have ever lived, should become one.'
1:1223
Θεὸν γάρ, φησὶν ὁ εὐαγγελιστὴς καὶ θεολόγος, οὐδεὶς ἑώρακε πώποτε·
「那使徒兼神學家如此說:『神,從來沒有人見過;』
'For God,' says the evangelist and theologian, 'no one has ever seen;'
1:1224
ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο
『只有那獨生子,他常在父懷裡,是他將父表明出來。』
'the only-begotten Son, who is in the bosom of the Father, he has made him known.'
1:1225
τοῦ δὲ ἀοράτου καὶ ὑπεραπείρου τὴν δόξαν καὶ τὴν μεγαλωσύνην τίς ἰσχύσει γηγενῶν καταλαβέσθαι, εἰ μὴ ᾧ ἂν αὐτὸς ἀποκαλύψῃ καθ' ὅσον βούλεται, ὥσπερ τοῖς προφήταις αὐτοῦ καὶ ἀποστόλοις ἀπεκάλυψεν; ἡμεῖς δὲ
「至於那不可見、無限超越的一位,其榮耀與威嚴,地上所生之人中,有誰能領會呢?除非是他自己所樂意啟示的那人,照他所願的程度啟示,正如他向他的眾先知和使徒所啟示的一樣。至於我們——」
'But of him who is invisible and infinitely beyond, who among those born of earth would be able to comprehend his glory and majesty, except the one to whom he himself should reveal it, as much as he wills, just as he revealed it to his prophets and apostles? But we—'
1:1226
ἐκ τοῦ κηρύγματος αὐτῶν καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως, κατὰ τὸ ἐγχωροῦν ἡμῖν μανθάνομεν
「——則是從他們的宣講,以及萬物本性之中,照著我們所能領受的程度而學習。」
'—from their proclamation, and from the very nature of things, we learn according to what is possible for us.'
1:1227
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·
『諸天述說神的榮耀,穹蒼傳揚他手的作為;』
'The heavens declare the glory of God, and the firmament proclaims the work of his hands;'
1:1228
καί, Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης
又說:『自從創世以來,神那不可見的事,藉著所造之物就可以曉得,叫人看得清楚,就是他永恆的大能與神性。』
and, 'His invisible attributes, from the creation of the world, are perceived and seen through the things that have been made, both his eternal power and divinity.'
1:1229
Καθάπερ γάρ τις, οἰκίαν ἰδὼν λαμπρῶς καὶ ἐντέχνως κατεσκευασμένην ἢ σκεῦος εὐφυῶς συνηρμοσμένον, τὸν οἰκοδόμον ἢ τέκτονα εὐθὺς ἂν ἐννοήσας θαυμάσειεν, οὕτω κἀγώ, ἐκ μὴ ὄντων διαπλασθεὶς καὶ εἰς τὸ ὂν παραχθείς, εἰ καὶ τὸν πλάστην καὶ παροχέα θεάσασθαι οὐ δεδύνημαι, ἀλλ' ἐκ τῆς εὐαρμόστου καὶ θαυμασιωτάτης μου κατασκευῆς εἰς γνῶσιν ἦλθον τῆς αὐτοῦ σοφίας, οὐ καθ' ὅ τί ἐστιν, ἀλλὰ καθὰ δεδύνημαι νοεῖν, ὅτι οὐκ αὐτομάτως παρήχθην, οὐδὲ ἀφ' ἑαυτοῦ γεγένημαι, ἀλλ' αὐτὸς ἔπλασέ με καθὼς ἠβουλήθη, πάντων μὲν προκατάρχειν τάξας τῶν κτισμάτων, τινῶν δὲ καὶ ἐλαττώσας, καὶ συντριβέντα πάλιν κρείττονι ἀνακαινίσει ἀναπλάσας, εἶτα καὶ ὑπεξάγων τῶν ἐντεῦθεν τῷ θείῳ αὐτοῦ προστάγματι καὶ πρὸς ἑτέραν μετατιθεὶς βιοτὴν ἀτελεύτητον καὶ αἰώνιον, ἐν οὐδενὶ τούτων δυναμένου μου ἀνθίστασθαι τῇ ἰσχύϊ τῆς αὐτοῦ προνοίας, μήτε τι προστιθέναι ἐμαυτῷ μήτε ὑφαιρεῖν, εἴτε καθ' ἡλικίαν εἴτε κατὰ τὸ τῆς μορφῆς εἶδος, μήτε τὰ πεπαλαιωμένα μοι ἀνακαινίζειν ἐξισχῦσαι, μήτε τὰ διεφθαρμένα ἐπανορθοῦν
「正如有人看見一座建造得華美精巧的房屋,或一件配搭得宜的器皿,便會立刻想到並驚嘆那建造者或工匠;我也是如此:我本是從無有中被塑造、被帶入存在的,雖然我不能親眼見到那塑造我、供應我的那位,但我從自己這配合得宜、極其奇妙的構造中,得以認識他的智慧——不是認識他本質是什麼,而是照我所能領悟的程度;我明白自己並非自然而然產生的,也不是靠自己而存在的,乃是他照著自己的意願塑造了我,命定我在萬物受造之先居首位,卻也在某些方面使我減損;當我破碎的時候,他又藉著更美好的更新將我重新塑造;然後照他神聖的命令將我從此世帶走,遷往另一種無窮無盡、永恆的生命;在這一切事上,我都不能抵擋他護理的能力,既不能給自己增添什麼,也不能減去什麼,無論是在年歲上,還是在形貌的樣式上;我也無力使自己身上衰老的更新,或修復自己已敗壞的部分。」
'For just as someone, upon seeing a house splendidly and skillfully constructed, or a vessel well and fittingly joined together, would immediately think of and marvel at the builder or craftsman, so I too, having been fashioned out of things that were not and brought into being, even though I have not been able to behold the one who fashioned and provided me, yet from my well-fitted and most wonderful constitution I have come to know his wisdom—not as to what he is, but as far as I have been able to understand—that I was not produced of myself, nor did I come into being from myself, but he himself fashioned me as he willed, having ordained me to have precedence over all creatures, yet also having lessened me in certain respects, and having, when I was broken, refashioned me again through a better renewal, and then leading me away from here by his divine command and transferring me to another life, unending and eternal—in none of these things am I able to withstand the strength of his providence, neither to add anything to myself nor to take anything away, whether in age or in the form of my shape, nor am I able to renew what has grown old in me, nor to set right what has been corrupted.'
1:1230
οὐδεὶς γὰρ τῶν ἀνθρώπων τούτων τι ἴσχυσέ ποτε κατεργάσασθαι, οὔτε βασιλεύς, οὔτε σοφός, οὔτε πλούσιος, οὔτε δυνάστης, οὔτε τις ἄλλος ἀνθρώπινα μετερχόμενος ἐπιτηδεύματα·
「這一切,世人中從未有誰能夠成就——無論是君王、智者、富人、掌權者,或任何從事人間營生的人;
'For none of these men has ever been able to accomplish any of this—neither king, nor wise man, nor rich man, nor ruler, nor anyone else engaged in human pursuits;'
1:1231
Οὐδεὶς γάρ, φησί, βασιλέων ἢ τῶν ἐν ὑπεροχαῖς ὄντων ἑτέραν ἔσχε γενέσεως ἀρχήν, μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον, ἔξοδός τε ἴση
因為經上說:『沒有一個君王,或身居顯位的人,有另一種不同的出生開端;眾人進入這世界的入口只有一個,離世的出口也是一樣。』
'for, it says, none of kings or those in positions of eminence had a different origin of birth; but there is one entrance for all into life, and a like departure.'
1:1232
Ἐκ τούτων οὖν τῶν περὶ ἐμὲ εἰς γνῶσιν τῆς τοῦ Δημιουργοῦ μεγαλουργίας χειραγωγοῦμαι·
「我便是從這些關於自身的事上,被引導而認識造物主的偉大作為;
'From these things, then, concerning myself, I am led by the hand to the knowledge of the Creator's great work;'
1:1233
σὺν τούτοις δὲ καὶ τὴν εὐάρμοστον κατασκευὴν καὶ συντήρησιν τῆς κτίσεως ἁπάσης ἐννοῶν, ὅτι αὐτὰ μὲν καθ' ἑαυτὰ τροπῇ ὑπόκεινται πάντα καὶ ἀλλοιώσει, τὰ μὲν νοητὰ κατὰ προαίρεσιν, τήν τε ἐν τῷ καλῷ προκοπὴν καὶ τὴν ἐκ τοῦ καλοῦ ἀποφοίτησιν, τὰ δὲ αἰσθητὰ κατὰ γένεσιν καὶ φθοράν, αὔξησίν τε καὶ μείωσιν, καὶ τὴν κατὰ ποιότητα μεταβολὴν καὶ τοπικὴν κίνησιν, καὶ ἐκ τούτων κηρύττουσι φωναῖς ἀλαλήτοις ὑπὸ τοῦ ἀκτίστου καὶ ἀτρέπτου καὶ ἀναλλοιώτου γεγενῆσθαι Θεοῦ, συνέχεσθαί τε, καὶ συντηρεῖσθαι, καὶ ἀεὶ προνοεῖσθαι
連同這一切,我又思想全體受造之物那配搭得宜的構造與保存——它們本身全都受制於變易與改變:可理知的受造物依照自由抉擇,或在良善中前進,或從良善中離去;可感知的受造物則依照生成與朽壞、增長與減少、性質的改變、以及空間的移動——而它們正是藉著這一切,以無聲的言語宣告:它們是由那非受造、不變、不易的神所造,並由他維繫、保守,且常蒙他眷顧。」
'and together with these, also considering the well-fitted constitution and preservation of all creation—that these things, in themselves, are all subject to change and alteration: the intelligible beings according to free choice, both the progress in the good and the departure from the good; the sensible things according to generation and corruption, increase and decrease, change in quality, and motion from place to place—and from these things they proclaim, with voices unspoken, that they came into being by the uncreated, unchangeable, and unalterable God, and that they are held together, and preserved, and always provided for.'
1:1234
πῶς γὰρ ἂν αἱ ἐναντίαι φύσεις εἰς ἑνὸς κόσμου συμπλήρωσιν ἀλλήλαις συνεληλύθεισαν καὶ ἀδιάλυτοι μεμενήκεισαν, εἰ μή τις παντοδύναμος δύναμις ταῦτα συνεβίβασε καὶ ἀεὶ συνετήρει ἀδιάλυτα; Πῶς γὰρ ἔμεινεν ἄν τι, εἰ μὴ αὐτὸς ἠθέλησεν; ἢ τὸ μὴ κληθὲν ὑπ' αὐτοῦ πῶς ἂν διετηρήθη; φησὶν ἡ Γραφή
「因為若非有某種全能的力量將這些相反的本性聚合起來,並常保它們不致離散,這些相反的本性怎能為了完成同一個世界而彼此相合,並且維持不散呢?倘若不是他自己願意,任何事物又怎能存留呢?凡未經他所召的,又怎能得以保存呢?」經上如此說。
'For how could opposing natures have come together for the completion of one world, and remained indissoluble, unless some all-powerful power had brought them together and always kept them indissoluble? For how would anything have remained, if he himself had not willed it? Or how could what was not called forth by him have been preserved?' says the Scripture.
1:1235
Εἰ γὰρ πλοῖον ἀκυβέρνητον οὐ συνίσταται, ἀλλ' εὐκόλως καταποντίζεται, καὶ οἰκία μικρὰ οὐκ ἂν στῇ χωρὶς τοῦ προνοοῦντος, πῶς ἂν ὁ κόσμος ἐπὶ τοσούτων χρόνων συνέστη, δημιούργημα οὕτω μὲν μέγα, οὕτω δὲ καλὸν καὶ θαυμαστόν, ἄνευ ἐνδόξου τινὸς καὶ μεγάλης καὶ θαυμαστῆς διακυβερνήσεως καὶ πανσόφου προνοίας; ἰδοὺ γὰρ ὁ οὐρανὸς πόσον ἔχει χρόνον, καὶ οὐκ ἠμαυρώθη·
「若是一艘無人掌舵的船尚且不能維持,反倒輕易沉沒;一座小小的房屋,若無人照管,也不能屹立;那麼,這世界——這樣浩大、這樣美好奇妙的一件作品——若沒有某種榮耀、偉大、奇妙的治理,以及全智的眷顧,又怎能存立這許多歲月呢?看哪,諸天存在了何等長久的時間,卻從未變得昏暗;
'For if a rudderless ship does not hold together, but is easily sunk, and even a small house would not stand without someone caring for it, how could the world have stood for so long a time—so great a work, and so beautiful and wonderful—without some glorious, great, and wonderful governance, and all-wise providence? For behold, how much time the heaven has had, and it has not grown dim;'
1:1236
τῆς γῆς ἡ δύναμις οὐκ ἠτόνησε, τοσοῦτον τίκτουσα χρόνον·
大地的能力,雖然生產了這麼長久的時間,也未曾衰竭;
'the power of the earth has not weakened, though bringing forth fruit for so long a time;'
1:1237
αἱ πηγαὶ οὐκ ἐπέλιπον ἀναβλύζειν ἐξ οὗ γεγόνασιν·
眾泉源自從存在以來,就不曾止息湧流;
'the springs have not ceased to gush forth since the time they came into being;'
1:1238
ἡ θάλασσα, τοσούτους δεχομένη ποταμούς, οὐχ ὑπερέβη τὸ μέτρον·
大海雖然接納了這麼多的江河,卻從未越過它的界限;
'the sea, receiving so many rivers, has not overstepped its bounds;'
1:1239
οἱ δρόμοι τοῦ ἡλίου καὶ τῆς σελήνης οὐκ ἠλλοίωνται·
日月的軌道從未改變;
'the courses of the sun and the moon have not been altered;'
1:1240
αἱ τάξεις τῆς ἡμέρας καὶ τῆς νυκτὸς οὐ μετετράπησαν
晝夜的次序也從未顛倒。」
'the orderings of day and night have not been reversed.'
1:1241
ἐκ τούτων πάντων ἡ ἄφατος τοῦ Θεοῦ δύναμις καὶ μεγαλοπρέπεια ἡμῖν ἐμφανίζεται, μαρτυρουμένη ὑπὸ προφητῶν καὶ ἀποστόλων·
「從這一切事上,神那不可言喻的大能與威嚴便向我們顯明,並且有眾先知與使徒為之見證;
'From all these things the ineffable power and majesty of God is made manifest to us, testified to by the prophets and apostles;'
1:1242
ἀλλ' οὐδεὶς κατ' ἀξίαν νοῆσαι ἢ εὐφημῆσαι τὴν δόξαν αὐτοῦ δυνήσεται
然而,沒有人能配得上地思想或稱頌他的榮耀。」
'yet no one will be able worthily to conceive or to praise his glory.'
1:1243
πάντα γὰρ τά τε νοητὰ καὶ ὅσα ὑπὸ τὴν αἴσθησιν ὁ θεῖος Ἀπόστολος, ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, κατανοήσας εἶπεν·
「因為那有基督在他裡面說話的神聖使徒,思想了萬有——無論是可理知的,或是感官所及的——便說道:
'For, having considered all things, both the intelligible and whatever falls under sense-perception, the divine Apostle, who had Christ speaking within himself, said:'
1:1244
Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν·
『我們所知道的是部分的,我們說預言也是部分的;』
'We know in part, and we prophesy in part;'
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。