📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 巴蘭與約撒法

巴蘭與約撒法 第 1 章 第 8/18 段

希臘文原文.170 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1245–1:1414(全章共 2985 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1245
ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται
『等那完全的來到,這有限的必歸於無有。』」
'but when that which is perfect comes, then that which is in part will be done away.'
1:1246
διὸ καί, ἐκπληττόμενος τὸν ὑπεράπειρον
「因此,他對那超乎一切、無限的
'Therefore also, astounded at the infinitely surpassing
1:1247
πλοῦτον τῆς σοφίας αὐτοῦ καὶ γνώσεως, διαρρήδην ἔφησεν·
智慧與知識的豐富大為驚嘆,便明白地說道:
riches of his wisdom and knowledge, he expressly declared:'
1:1248
Ὦ βάθους πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ·
『深哉,神的豐富、智慧和知識!
'O the depth of the riches, both of the wisdom and knowledge of God!'
1:1249
ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ
他的判斷何其難測,他的道路何其難尋!』
'How unsearchable are his judgments, and untraceable his ways!'
1:1250
Εἰ δὲ ἐκεῖνος, ὁ μέχρι τρίτου φθάσας οὐρανοῦ καὶ ἀρρήτων ἀκούσας ῥημάτων, τοιαύτας ἀφῆκε φωνάς, τίς τῶν κατ' ἐμὲ ὅλως ἀντοφθαλμῆσαι ταῖς ἀβύσσοις τῶν τοσούτων ἰσχύσειε μυστηρίων, καὶ εἰπεῖν τι κατὰ γνώμην, ἢ ἐνθυμηθῆναι ἀξίως τῶν λεγομένων δυνήσεται, εἰ μή τι αὐτὸς ὁ τῆς σοφίας χορηγός, ὁ τῶν ἀσόφων διορθωτὴς παράσχοι
「倘若那位曾升到第三層天、聽見不可言說之言語的人,尚且發出這樣的言辭,那麼像我這樣的人,又有誰能夠正視這許多奧秘的深淵,按著真知說出什麼,或能配得上地思想所說的話呢?除非那智慧的賜予者、愚昧人的矯正者親自賜下這能力。
'But if he, who reached even to the third heaven and heard unspeakable words, uttered such expressions, who among those like me would be at all able to gaze directly into the abysses of so many mysteries, and to speak anything according to true understanding, or to be able worthily to conceive of the things spoken, unless the very giver of wisdom, the corrector of the unwise, should grant it?
1:1251
ἐν γὰρ τῇ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν, πᾶσά τε φρόνησις καὶ σύνεσις παρ' αὐτῷ καὶ συνέσεως ἐπιστήμη·
因為我們和我們的言語都在他手中,一切明辨與悟性都在他那裡,連悟性的知識也是如此;
for in his hand are both we and our words, and all prudence and understanding are with him, and the knowledge of understanding;
1:1252
καὶ αὐτὸς ἡμῖν δέδωκε τὴν τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχήν τε καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν διαλλαγὰς καὶ μεταβολὰς καιρῶν, καὶ ὅτι πάντα μέτρῳ καὶ σταθμῷ διέταξε
他自己也將關於萬有那不謬誤的知識賜給了我們:使我們曉得世界的結構、諸元素的運作、時期的起頭、終結與中間、節氣的更替與季節的變遷,並且知道他是照著度量與衡準安排了萬有。」
and he himself has given us the unerring knowledge of the things that are: to know the structure of the world and the activity of the elements, the beginning and end and middle of times, the changes of solstices and the alterations of seasons, and that he has ordered all things by measure and weight.'
1:1253
τὸ γὰρ μεγάλως ἰσχύειν αὐτῷ πάρεστι πάντοτε, καὶ κράτει βραχίονος αὐτοῦ τίς ἀντιστήσεται; ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον αὐτοῦ, καὶ ὡς ῥανὶς δρόσου ὀρθρινῆς κατελθοῦσα ἐπὶ γῆς·
「因為要大有能力,於他而言,是常存的事,誰能抵擋他膀臂的大力呢?因為在他面前,全世界不過如天平上輕微的一動,又如清晨降在地上的一滴露水;
'For it is ever within his power to be exceedingly strong, and who shall withstand the might of his arm? Because, as a slight tilt from a pair of scales, so is the whole world before him, and as a drop of morning dew falling upon the earth;'
1:1254
ἐλεεῖ δὲ πάντας, ὅτι πάντα δύναται, καὶ παρορᾷ ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν·
然而他憐憫萬人,因為他無所不能,他寬容人的罪過,為要使人悔改;
'but he has mercy on all, because he is able to do all things, and he overlooks the sins of men, unto repentance;'
1:1255
οὐδὲν γὰρ βδελύσσεται, οὐδὲ ἀποστρέφεται τῶν προστρε χόντων αὐτῷ, ὁ μόνος ἀγαθὸς καὶ φιλόψυχος δεσπότης·
因為他毫不厭惡,也不轉臉不顧那些投奔他的人,他是那獨一良善、愛人靈魂的主宰;
'for he abhors nothing, nor turns away from any who flee to him, he who alone is the good and soul-loving Master;'
1:1256
εὐλογημένον εἴη τὸ ὄνομα τῆς δόξης αὐτοῦ τὸ ἅγιον καὶ ὑπερύμνητον καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας
願他榮耀之名,聖潔、極受頌揚、極受尊崇,直到永遠,是應當稱頌的。」
'blessed be the name of his glory, holy and exceedingly praised and exceedingly exalted forever.'
1:1257
χῃιιι Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωάσαφ·
約撒法對他說:
And Ioasaph said to him:
1:1258
Εἰ πάνυ πολὺν χρόνον ἐσκόπησας, σοφώτατε, πῶς ἂν ἄριστα τὴν λύσιν τῶν προβληθέντων ζητημάτων ἡμῖν σαφηνίσαις, οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις, ἢ τοιαῦτά μοι λέγων ὁποῖά μοι νῦν ἐξεῖπας, δημιουργὸν μὲν πάντων καὶ συνοχέα τὸν Θεὸν διδάξας, ἀκατάληπτον δὲ λογισμοῖς ἀνθρωπίνοις τὴν δόξαν τῆς μεγαλωσύνης αὐτοῦ λόγοις ἀναντιρρήτοις ἀποδείξας, καὶ ὅτι οὐκ ἄλλος τις ἰσχύει ταύτης ἐφικέσθαι, ἀλλ' οἷς ἂν αὐτός, καθ' ὅσον κελεύει, ἀποκαλύψειε
「哲人啊,即便你思量了極長的時間,思索如何才能最好地為我們闡明所提出問題的答案,你以為自己能比方才對我所說的這番話做得更好嗎?——你教導了神是萬有的創造者與維繫者,又以無可辯駁的道理證明了他威嚴的榮耀是人的理性所不能理解的,除了他自己願意向誰啟示、照他所願的程度啟示之外,沒有任何人有能力達到那境地。
'If you had deliberated for a very long time, O most wise one, on how you might best clarify for us the solution to the questions raised, would it have seemed to you that you could have done this any better than by telling me the very things you have now told me—teaching that God is the creator and sustainer of all things, and demonstrating with irrefutable arguments that the glory of his majesty is incomprehensible to human reasoning, and that no one else has the power to attain to it, except those to whom he himself, to the extent that he wills, should reveal it?
1:1259
διό σου τὴν λογιωτάτην ὑπερτεθαύμακα σοφίαν
為此,我對你那極博學的智慧甚是驚嘆。
For this reason I have greatly marveled at your most learned wisdom.'
1:1260
Ἀλλά μοι φράσον, μακαριώτατε, πόσων μὲν χρόνων αὐτὸς ὑπάρχεις, ἐν ποίοις δὲ τόποις τὰς διατριβὰς κέκτησαι, τίνας δὲ τοὺς συμφιλοσοφοῦντάς σοι ἔχεις
但請告訴我,至有福的人啊,你自己活了多少年歲?你在什麼地方居住?又有誰與你一同修習哲學呢?」
But tell me, most blessed one, how many years have you lived, in what places have you made your abode, and whom do you have as fellow-philosophers?'
1:1261
κραταιῶς γάρ μου ἡ ψυχὴ τῆς σῆς ἐξήρτηται, καὶ οὐδαμῶς σου τὸν πάντα μου χρόνον τῆς ζωῆς χωρισθῆναι θέλω
因為我的靈魂緊緊依附於你,我一生的全部時光都絕不願與你分離。
For my soul clings powerfully to yours, and for the whole time of my life I do not wish at all to be separated from you.
1:1262
Χρόνων μὲν εἰμί, ὡς εἰκάζω, τεσσαρακονταπέντε·
按我所估算,我已四十五歲;
As for years, I am, as I reckon, forty-five;
1:1263
ἐν ἐρήμοις δὲ τῆς γῆς Σεναὰρ διάγων συναγωνιστὰς κέκτημαι τοὺς πρὸς τὸν δρόμον τῆς ἄνω πορείας συμπονοῦντας καὶ συναμιλλωμένους
我在示拿地的曠野中度日,結交了一同奮力向上、彼此競賽的同修戰友。
and dwelling in the deserts of the land of Shinar, I have gained fellow-strugglers who labor together with me and vie together in the course of the upward journey.
1:1264
Πῶς, φησὶν ὁ Ἰωάσαφ, ταῦτά μοι λέγεις; ἐπέκεινα γάρ μοι φαίνῃ τῶν ἑβδομήκοντά που ἐνιαυτῶν
約撒法說:「你怎能對我這麼說?在我看來,你已超過七十歲了;」
"How," says Ioasaph, "can you say this to me? For you appear to me to be beyond some seventy years."
1:1265
τίς οὖν ὁ λόγος σοι τῶν τεσσαρακονταπέντε βούλεται χρόνων; οὐ δοκεῖς γάρ μοι ἐν τούτῳ ἀληθεύειν
「那麼你所說的四十五年是什麼意思?我覺得你在這件事上並非說實話。」
"What then does your statement of forty-five years mean? For you do not seem to me to be speaking truly in this."
1:1266
Εἶπε δὲ Βαρλαὰμ πρὸς αὐτόν·
巴蘭對他說:
And Barlaam said to him:
1:1267
Εἰ μὲν τοὺς ἀπὸ γενέσεως χρόνους μου μαθεῖν ζητεῖς, καλῶς τούτους ἀπείκασας ἐπέκεινα τῶν ἑβδομήκοντά που ὑπάρχειν·
「若你想知道我從出生以來的歲數,你猜得不錯,確實超過七十歲;」
"If indeed you seek to learn the years of my life counted from birth, you have rightly guessed them to be beyond some seventy;
1:1268
ἀλλ' ἔμοιγε οὐδόλως εἰς μέτρον ζωῆς ἐλογίσθησαν ὅσοι τῇ ματαιότητι τοῦ κόσμου δεδαπάνηντο
「但對我而言,那些耗費在世界虛空之中的歲月,完全不算入生命的年數。」
but for me, all those years that were spent on the vanity of the world were not reckoned at all into the measure of life.
1:1269
ὅτε γὰρ ἔζων τῷ σαρκίῳ δεδουλωμένος ταῖς ἁμαρτίαις, νεκρὸς ἤμην τὸν ἔσω ἄνθρωπον
「因為當我在肉體中為罪所奴役而活的時候,就內在的人而言,我是死的。」
For when I was living, enslaved in the flesh to sins, I was dead as regards the inner man.
1:1270
τοὺς οὖν τῆς νεκρώσεως χρόνους οὐκ ἄν ποτε ζωῆς ὀνομάσαιμι
「所以那段死亡的歲月,我絕不會稱之為生命的歲月。」
Those years of deadness, therefore, I would never call years of life.
1:1271
ἐξ ὅτου δὲ ὁ κόσμος ἐμοὶ ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, καί, ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, οὐκ ἔτι ζῶ τῇ σαρκί, ἀλλὰ ζῇ ἐν ἐμοὶ ὁ Χριστός, ὃ δὲ ζῶ τῇ πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ, τούτους εἰκότως καὶ ζωῆς χρόνους καὶ ἡμέρας σωτηρίας καλέσαιμι, οὓς περὶ τὰ τεσσαρακονταπέντε συναριθμῶν ἔτη, κατὰ λόγον σοι καὶ οὐκ ἀπὸ σκοποῦ τὴν τούτων ἐξεῖπον ἀρίθμησιν
「但自從世界向我釘了十字架,我也向世界釘了十字架,並且脫去了那按著迷惑之私慾漸漸敗壞的舊人,我就不再按肉體活著,乃是基督在我裡面活著;我如今在肉身中所活的,是憑著信、憑著那愛我並為我捨己的神兒子而活——這些歲月,我理當稱之為生命的歲月與拯救的日子;我把這些歲月合計為大約四十五年,是有根有據地告訴你這個數目,並非隨口而言。」
But from the time when the world was crucified to me, and I to the world, and, having put off the old man that is being corrupted according to the desires of deceit, I no longer live in the flesh, but Christ lives in me; and what I now live, I live by faith, by faith in the Son of God, who loved me and gave himself up for me — these years I might rightly call years of life and days of salvation; and reckoning these together as about forty-five years, I have told you their number by reason and not without purpose.
1:1272
καὶ σὺ τοίνυν τοῦ τοιούτου ἔχου λογισμοῦ ἑκάστοτε, μηδόλως ζῆν ὑπολαμβάνων τοὺς νενεκρωμένους μὲν πρὸς πᾶσαν ἀγαθοεργίαν, ζῶντας δὲ ταῖς ἁμαρτίαις καὶ τῷ κοσμοκράτορι καθυπουργοῦντας τῶν
「所以你也要時常持守這樣的念頭:切莫以為那些對一切善行已然死去,卻仍活於罪中、服事世界統治者、屬於那些」
And so you too, hold to this reckoning at all times, in no way supposing to be alive those who have been deadened toward every good work, yet are alive to sins and serve as underlings to the ruler of the world, of those
1:1273
κάτω συρομένων, ἐν ἡδοναῖς τε καὶ ἐπιθυμίαις πονηραῖς τὸν βίον δαπανῶντας·
「被拖向下方之事的人——在享樂與邪惡的私慾中耗盡此生;」
who are dragged down to the things below, spending their life in pleasures and wicked desires;
1:1274
ἀλλὰ τεθανατωμένους τούτους εὖ ἴσθι τυγχάνειν καὶ νενεκρωμένους τῇ τῆς ζωῆς ἐνεργείᾳ
「而要清楚知道,這些人其實已然死去,並且就生命的作為而言,是已死的。」
but know well that these have been put to death, and are deadened as regards the working of life.
1:1275
τὴν γὰρ ἁμαρτίαν θάνατον τῆς ἀθανάτου ψυχῆς σοφός τις ἐκάλεσεν εἰκότως·
「因為有一位智者恰如其分地稱罪為那不死之靈魂的死亡;」
For a certain wise man fittingly called sin the death of the immortal soul;
1:1276
Ὅτε δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ·
「你們作罪的奴僕的時候,就不被義所約束了;」
When you were slaves of sin, you were free with regard to righteousness;
1:1277
τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος
「那麼,你們現今所引以為恥的事,當時得了什麼果子呢?因為那些事的結局就是死。」
What fruit then did you have at that time, in the things of which you are now ashamed? For the end of those things is death.
1:1278
νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον
「但如今你們既從罪中得了自由,作了神的奴僕,就有了使你們成聖的果子,那結局就是永生。」
But now, having been set free from sin and enslaved to God, you have your fruit unto sanctification, and the end, everlasting life.
1:1279
τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος
「因為罪的工價乃是死,神的恩賜乃是永生。」
For the wages of sin is death, but the gift of God is everlasting life.
1:1280
Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν·
約撒法對他說:
And Ioasaph said to him:
1:1281
Ἐπείπερ ἡ ἐν σαρκὶ ζωὴ οὐκ ἐν μέτρῳ ζωῆς σοι λελόγισται, οὐδὲ τὸν θάνατον τοῦτον, ὃν ὑφίστανται πάντες, θάνατόν σοι λογίζεσθαι χρή
「既然在肉身中的生命,在你看來不算在生命的度量之內,那麼眾人所要經歷的這死亡,你也不該視之為死亡了。」
"Since life in the flesh is, in your reckoning, not counted within the measure of life, neither ought you to reckon this death, which all undergo, as death."
1:1282
Ἀναμφιλέκτως καὶ περὶ τούτων οὕτως ἔχω, μηδόλως τὸν πρόσκαιρον τουτονὶ θάνατον τρέμων, μήτε θάνατον αὐτὸν τοπαράπαν ἀποκαλῶν, εἴ γε τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Θεοῦ βαδίζοντά με καταλάβῃ, διαβατήριον δὲ μᾶλλον ἐκ θανάτου πρὸς ζωὴν τὴν κρείττονα καὶ τελειοτέραν καὶ ἐν Χριστῷ κρυπτομένην, ἧσπερ ποθοῦντες τυχεῖν οἱ ἅγιοι πάνυ τῇ παρούσῃ ἐδυσχέραινον
「關於這一點,我確實也是如此看待,毫不因這暫時的死亡而戰慄,也絕不稱之為死亡——只要它是在我行走於神誡命之道上時臨到我;反倒稱之為從死亡通往那更美好、更完全、隱藏在基督裡的生命的渡口;聖徒們極其渴慕得著那生命,以致對這現世的生命深感為難。」
"Without doubt, I hold the same view of these matters also: I in no way tremble at this temporal death, nor do I call it death at all — provided it should overtake me walking in the way of God's commandments — but rather a crossing-over from death to the better and more perfect life hidden in Christ, which the saints, longing to attain, were greatly vexed by the present life.
1:1283
Οἴδαμεν ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον, αἰώνιον, ἐν τοῖς οὐρανοῖς·
「我們知道,我們這地上的帳幕若拆毀了,必得神所造、不是人手所造、在天上永存的房屋;」
We know that, if our earthly house of this tabernacle be dissolved, we have a building from God, a house not made with hands, eternal, in the heavens;
1:1284
καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα·
「因為我們在這帳幕裡歎息,渴望穿上那從天上來的居所,倘若穿上了,必不至於赤身。」
For indeed in this we groan, longing to be clothed upon with our habitation which is from heaven, if indeed, having been clothed, we shall not be found naked;
1:1285
καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς
「我們在這帳幕裡的人,負重歎息,並非願意脫下,而是願意穿上,好叫這必死的被生命吞滅。」
For indeed we who are in this tabernacle groan, being burdened; not that we wish to be unclothed, but to be clothed upon, that what is mortal might be swallowed up by life.
1:1286
Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; καὶ αὖθις·
「我這個苦命的人哪,誰能救我脫離這死亡的身體呢?」又說:
Wretched man that I am! Who shall deliver me from the body of this death? And again:
1:1287
Ἐπιθυμῶ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι
「我願意離世與基督同在。」
"I desire to depart and to be with Christ."
1:1288
ὁ δὲ Προφήτης, Πότε ἥξω, φησί, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; ὅτι δὲ καὶ ἐμοὶ τῷ πάντων ἐλαχιστοτέρῳ οὐδόλως τὸν αἰσθητὸν θάνατον δεδοικέναι δοκεῖ, ἔξεστί σοι γνῶναι τῷ παρ' οὐδὲν θέμενόν με τὴν τοῦ σοῦ πατρὸς ἀπειλὴν ἀδεῶς παραγενέσθαι πρὸς σὲ καὶ τὸν σωτήριόν σοι καταγγεῖλαι λόγον, ἀκριβῶς περ εἰδότα ὡς, εἰ ἔλθοι αὐτῷ εἰς γνῶσιν ταῦτα, μυρίοις με, εἰ δυνατόν, καθυποβαλεῖ θανάτοις
那先知則說:「我幾時得朝見神的面呢?」至於我這在眾人中最微小的,竟似乎絲毫不畏懼那可感知的死亡,你也可以由此得知:我毫不理會你父親的威嚇,無所畏懼地來到你這裡,向你宣告救恩的道;我十分清楚知道,若這事讓他知悉,他必要——若可能的話——使我遭受千萬次死亡。
And the Prophet says, 'When shall I come and appear before the face of God?' And that I too, the very least of all, seem in no way to fear sensible death, you may know from this: that, counting your father's threat as nothing, I came to you fearlessly and proclaimed to you the word of salvation, knowing full well that, should this come to his knowledge, he would, if possible, subject me to countless deaths.
1:1289
ἀλλ' ἔγωγε, τὸν τοῦ Θεοῦ λόγον πάντων προκρίνων καὶ αὐτοῦ ποθῶν ἐπιτυχεῖν, οὔτε πτοοῦμαι τὸν πρόσκαιρον θάνατον, οὔτε τῆς τοιαύτης αὐτὸν προσηγορίας ἄξιον ὅλως ἀποκαλῶ, τῇ Δεσποτικῇ πειθόμενος ἐντολῇ, τῇ λεγούσῃ·
「然而我,把神的道置於萬事之上並渴望得著它,既不因這暫時的死亡而驚駭,也絕不認為它配得死亡之名,乃是順服主的誡命,那誡命說:」
But I, preferring the word of God above all things and desiring to attain it, am neither terrified by temporal death, nor do I at all call it worthy of that name, obeying the Master's commandment, which says:
1:1290
Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι·
「那殺身體、不能殺靈魂的,不要怕他們;」
Do not fear those who kill the body but are not able to kill the soul;
1:1291
φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ
「惟有那能把身體和靈魂都滅在地獄裡的,才是你們當懼怕的。」
but rather fear him who is able to destroy both soul and body in hell.
1:1292
Ταῦτα μὲν οὖν, φησὶν ὁ Ἰωάσαφ, τῆς ἀληθινῆς ὑμῶν φιλοσοφίας τὰ κατορθώματα, ὑπεραναβεβηκότα λίαν τὴν τῶν γηΐνων φύσιν τῶν δυσαποσπάστως τῆς παρούσης ἐχόντων ζωῆς·
約撒法說:「這些就是你們真實哲理所成就的美事,遠遠超越了那些難以割捨此世生命的地上人的本性;」
"These, then," says Ioasaph, "are the achievements of your true philosophy, having far surpassed the nature of earthly men who cling so tenaciously to this present life;
1:1293
καὶ μακάριοι ὑμεῖς τοιαύτης ἐχόμενοι ἀνδρειοτάτης γνώμης
「你們持守如此極其勇毅的心志,實在有福了。」
and blessed are you, who hold to such a most valiant resolve."
1:1294
τίς δέ σου καὶ τῶν σὺν σοὶ ἐν τῇ τοιαύτῃ ἐρήμῳ ἡ διατροφή, πόθεν δὲ τὰ ἐνδύματα καὶ ποταπά, γνώρισόν μοι φιλαλήθως
「你與你的同伴在這樣的曠野中,靠什麼維生?衣物又從何而來、是什麼樣式?請你如實告訴我。」
"But what is the sustenance of you and your companions in such a desert, and whence come your garments, and of what kind — tell me truthfully."
1:1295
Ἡ μὲν διατροφὴ ἐκ τῶν εὑρισκομένων ἐστὶν ἀκροδρύων καὶ βοτανῶν ὧν ἡ ἔρημος τρέφει, δρόσῳ ποτιζομένη οὐρανίῳ καὶ τῇ προστάξει τοῦ Δημιουργοῦ εἴκουσα, ἐφ' οἷς οὐδείς ἐστιν ὁ μαχόμενος ἡμῖν καὶ φιλονεικῶν καὶ τὸ πλέον ζητῶν ἁρπάζειν τῷ τῆς πλεονεξίας ὅρῳ τε καὶ λόγῳ·
「我們的食物是曠野所出產、以天上的甘露澆灌、順服造物主命令而生長的果實與野菜;在這些事上,沒有人與我們爭競、對立,也沒有人以貪婪的規矩與道理,設法奪取更多的份;」
"Our sustenance is from the tree-fruits and herbs that are found, which the desert nourishes, watered by heaven's dew and obeying the ordinance of the Creator; and over these there is no one who fights us, quarrels with us, or seeks to seize the greater portion by the rule and reasoning of greed;
1:1296
ἀλλ' ἀφθόνως πᾶσι πρόκειται ἀνήροτος τροφὴ καὶ αὐτοσχέδιος τράπεζα
「反倒是未經耕種的食物與現成的筵席,毫不吝惜地擺在眾人面前。」
but unploughed food and an improvised table are set before all without stint."
1:1297
εἰ δέ ποτε καὶ τῶν πλησιαζόντων τις πιστῶν ἀδελφῶν ἄρτου ἐνέγκοι εὐλογίαν, ὡς παρὰ τῆς προνοίας πεμφθέντα δεχόμεθα τοῦτον ἐπ' εὐλογίᾳ τῶν πιστῶς προσενεγκόντων
「若有時附近的信友弟兄帶來祝聖過的餅,我們就領受,視之為天命所差來的,以此為那忠心奉獻之人蒙福的緣故。」
"But if ever one of the faithful brethren who dwell nearby should bring a blessed loaf of bread, we receive it as sent by providence, for the blessing of those who faithfully offered it."
1:1298
τὰ δὲ ἐνδύματα ἀπὸ ῥακίων εἰσὶ τριχίνων καὶ μηλωταρίων ἢ σεβεννίνων, πεπαλαιωμένα πάντα καὶ πολύρραφα, πάνυ κατατρύχοντα τὸ ἀσθενὲς τοῦτο σαρκίον
「至於衣物,是用毛髮織成的破布、小羊皮或粗麻布做的,全都陳舊不堪、補丁重重,把這脆弱的肉身折磨得十分厲害。」
"As for garments, they are made of ragged hair-cloth and little sheepskins or coarse haircloth, all worn out and much-patched, wearing down this feeble flesh exceedingly.
1:1299
τὸ αὐτὸ γὰρ ἡμῖν ἐστι περιβόλαιον θέρους τε καὶ χειμῶνος
「因為我們夏天與冬天所披的,都是同一件外衣。」
For the same is our covering both in summer and in winter.
1:1300
ὅπερ οὐδόλως, ἐξ ὅτου ἐνδυσόμεθα, ἐκδύσασθαι θέμις, μέχρις ἂν παλαιωθὲν τέλεον διαφθαρῇ
「自從穿上以後,絕不可脫下,直到它陳舊敗壞、完全破損為止。」
which, from the time we put it on, it is by no means permitted to take off, until, grown old, it is utterly destroyed.
1:1301
οὕτω γὰρ ταῖς τοῦ κρύους καὶ φλογώσεως ἀνάγκαις ταλαιπωρούμενοι τὴν τῶν μελλόντων τῆς ἀφθαρσίας ἐνδυμάτων ποριζόμεθα ἑαυτοῖς ἀμφίασιν
「我們就是這樣飽受嚴寒與酷熱之苦,為自己預備將來那不朽衣袍的裝束。」
For thus, being afflicted by the rigors of cold and burning heat, we procure for ourselves the future raiment of the garments of incorruption."
1:1302
Πόθεν δέ σου τοῦτο τὸ ἱμάτιον ὃ περιβέβλησαι; ὁ γέρων ἔφη·
「那麼你此刻披著的這件衣服,又是從哪裡來的呢?」長老說:
"And whence is this garment which you are wearing?" The elder said:
1:1303
Ἐν χρήσει τοῦτο παρά τινος τῶν πιστῶν ἀδελφῶν εἴληφα, τὴν πρός σε μέλλων πορείαν ποιήσασθαι·
「這是我向一位信友弟兄借用的,因為我即將啟程來見你;」
"I borrowed this from one of the faithful brethren, being about to make my journey to you;
1:1304
οὐ γὰρ ἔδει με τῷ συνήθει ἐνδύματι παραγενέσθαι
「因為我不該穿著平常的衣服前來。」
for I ought not to have come in my usual garment.
1:1305
καθάπερ τις ἔχων προσφιλέστατον συγγενῆ αἰχμάλωτον ἐν ἀλλοδαπεῖ ἀπαχθέντα ἔθνει, καὶ τοῦτον βουλόμενος ἐκεῖθεν ἐξαγαγεῖν, ἀποθέμενος αὐτοῦ τὴν ἐσθῆτα καὶ τὸ τῶν ὑπεναντίων ὑποδὺς προσωπεῖον τὴν ἐκείνων καταλάβοι χώραν, καὶ πολυτρόπως τὸν οἰκεῖον τῆς πικρᾶς ἐλευθερώσειε τυραννίδος·
「這就好比一個人有一位摯愛的親屬被擄到異邦去,他想把他從那裡救出來,便脫下自己的衣服,戴上敵人的面具,混入那些人的地界,用種種方法使自己的親人脫離那殘酷的暴政;」
just as someone who has a most beloved kinsman carried captive into a foreign nation, and, wishing to bring him out from there, having put off his own clothing and put on the mask of the adversaries, might make his way into their territory, and in many ways free his own kinsman from that bitter tyranny;
1:1306
τὸν αὐτὸν δὴ τρόπον κἀγὼ τὰ κατά σε μυηθείς, τοῦτο περιθέμενος τὸ σχῆμα, ἦλθον τὸν σπόρον τοῦ θείου κηρύγματος τῇ σῇ καταβαλεῖν καρδίᾳ, καὶ τῆς δουλείας λυτρώσασθαι τοῦ δεινοῦ κοσμοκράτορος
「我也是照樣,既已明白你的事情,便披上這身裝扮而來,要把神聖宣道的種子撒在你的心裡,並救贖你脫離那可怕的世界統治者的奴役。」
in just this manner I too, having been instructed in the matters concerning you, put on this guise and came to sow the seed of the divine proclamation in your heart, and to redeem you from the slavery of the dread ruler of this world."
1:1307
καὶ νῦν ἰδοὺ τῇ τοῦ Θεοῦ δυνάμει, ὅσον τὸ ἐπ' ἐμοί, τὴν διακονίαν μου πεποίηκα, τὴν αὐτοῦ καταγγείλας σοι γνῶσιν καὶ τὸ τῶν προφητῶν καὶ ἀποστόλων γνωρίσας κήρυγμα, διδάξας τε ἀπλανῶς καὶ φιλαλήθως τὴν τῶν παρόντων ματαιότητα καὶ οἵων κακῶν ὁ κόσμος γέμει, χαλεπῶς ἀπατῶν τοὺς αὐτῷ πειθομένους καὶ πολυτρόπως αὐτοὺς παγιδεύων
「如今看哪,靠著神的大能,就我所能盡的本分,我已完成了我的職事:我已向你宣講了對祂的認識,也讓你明白眾先知與使徒的宣道,並且毫無偏差、忠實地教導了眼前之事的虛空,以及這世界充滿了何等的邪惡,怎樣殘酷地欺騙那些順從它的人,用種種方法設下陷阱網羅他們。」
"And now, behold, by the power of God, as far as it lay with me, I have accomplished my ministry: I have proclaimed to you the knowledge of Him, and made known to you the preaching of the prophets and apostles, and have taught, without error and truthfully, the vanity of present things, and with what evils the world is filled, how grievously it deceives those who obey it and ensnares them in many ways.
1:1308
λοιπὸν πορευθῆναί με δεῖ ὅθεν ἐλήλυθα
「此後,我必須回到我來的地方去。」
It remains that I must go back whence I came.
1:1309
καὶ τηνικαῦτα, τὸ ἀλλότριον ἀποθέμενος σχῆμα, τὸ ἴδιον ἔσομαι ἐνδεδυμένος
「到那時,我要脫去這外來的裝扮,重新穿上屬於我自己的衣服。」
And then, having put off this alien guise, I shall be clothed in my own."
1:1310
Δυσωπεῖ τοίνυν τὸν γέροντα ὁ Ἰωάσαφ ὀφθῆναι αὐτῷ τῷ συνήθει αὐτοῦ ἐνδύματι
約撒法便懇求長老讓自己看看他平常的衣著。
Ioasaph then entreated the elder to let himself be seen in his usual garment.
1:1311
τότε ὁ Βαρλαὰμ ἀπεκδυσάμενος ὃ ἦν περιβεβλημένος ἱμάτιον, θέαμα ὤφθη φοβερὸν τῷ Ἰωάσαφ
於是巴蘭脫下他所披的那件外衣,在約撒法眼前顯出一副令人驚駭的景象。
Then Barlaam, stripping off the garment he was wearing, appeared to Ioasaph as a fearsome sight.
1:1312
ἦν γὰρ ἡ πᾶσα μὲν τῆς σαρκὸς ποιότης δεδαπανημένη, μεμελανωμένον δὲ τὸ δέρμα ἐκ τῆς ἡλιακῆς φλογώσεως καὶ περιτεταμένον τοῖς ὀστέοις, ὡς εἴ τις δοράν τινα περιτείνει ἐν λεπτοῖς καλάμοις·
因為他全身的肉質都已消耗殆盡,皮膚被日曬燒灼得黑黝,緊繃在骨頭上,彷彿有人把一張皮革繃在細瘦的蘆葦上一般;
For the whole substance of his flesh was consumed, and his skin was blackened by the sun's burning heat and stretched tight over his bones, as if someone had stretched a hide over slender reeds;
1:1313
τρίχινον δέ τι ῥάκος ἐρρικνωμένον καὶ λίαν τραχὺ περιεζώννυτο ἐξ ὀσφύος μέχρι γονάτων·
他腰間到膝蓋纏著一塊皺縮、極其粗糙的毛布;
and he was girded, from loin to knee, with a certain wrinkled and exceedingly rough hair-cloth rag;
1:1314
ὅμοιον δὲ τούτου παλλίον περιεβέβλητο κατὰ τῶν ὤμων
肩上則披著一件同樣的斗篷。
and a cloak of the same kind was thrown about his shoulders.
1:1315
Ὑπερθαυμάσας δὲ ὁ Ἰωάσαφ τῆς σκληρᾶς ταύτης διαγωγῆς τὸ ἐπίπονον, καὶ τὸ τῆς καρτερίας ὑπερβάλλον ἐκπλαγείς, σφοδρῶς ἐδάκρυε, καί φησι πρὸς τὸν γέροντα·
約撒法對這艱苦生活方式的辛勞極度驚異,也對那超乎尋常的忍耐大為震撼,不禁淚如雨下,對長老說:
And Ioasaph, greatly marveling at the toilsomeness of this harsh way of life, and astounded at the surpassing degree of his endurance, wept bitterly, and said to the elder:
1:1316
Ἐπεί με τῆς πικρᾶς τοῦ διαβόλου δουλείας ἐλευθερῶσαι ἥκεις, τέλος σου τῇ εὐεργεσίᾳ ἐπιθεὶς Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, καί, παραλαβών με μετὰ σοῦ, ἄγωμεν ἐντεῦθεν, ἵνα τέλεον λελυτρωμένος τῆς τοῦ κόσμου ἀπάτης τὴν σφραγῖδα τηνικαῦτα δέξωμαι τοῦ σωτηρίου βαπτίσματος, καὶ κοινωνός σοι τῆς θαυμαστῆς ταύτης φιλοσοφίας καὶ ὑπερφυοῦς ἀσκήσεως γένωμαι
「既然你來是要把我從魔鬼那苦毒的奴役中釋放出來,就請你為你的善行加上最終的成全:『求你把我的靈魂從監牢中領出來』,帶著我一同離開此地,好叫我徹底脫離世界的迷惑,得以領受救恩洗禮的印記,並成為你這奇妙哲理與超凡苦修的同伴。」
"Since you have come to free me from the bitter slavery of the devil, set the crown upon your good deed: 'Bring my soul out of prison,' and, taking me with you, let us go from here, so that, being wholly redeemed from the deceit of the world, I may then receive the seal of saving baptism, and become your partner in this wondrous philosophy and surpassing asceticism."
1:1317
Εἶπε δὲ Βαρλαὰμ πρὸς αὐτόν·
巴蘭對他說:
And Barlaam said to him:
1:1318
Νεβρὸν δορκάδος ἔτρεφέ τις τῶν πλουσίων
「有一位富人養了一頭小羚羊。」
"A certain rich man was rearing a fawn of a gazelle.
1:1319
αὐξηθεῖσα δὲ αὕτη τὰς ἐρήμους ἐπόθει, τῇ φυσικῇ ἑλκομένη ἕξει
「這小羚羊長大以後,便渴慕曠野,被自己天生的本性所吸引。」
But when it had grown up, it longed for the wilderness, being drawn by its natural instinct.
1:1320
ἐξελθοῦσα τοίνυν ἐν μιᾷ, εὑρίσκει ἀγέλην δορκάδων βοσκομένων καὶ ἐχομένη τούτων περιῆγεν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, ὑποστρέφουσα μὲν τὸ πρὸς ἑσπέραν, ἅμα δὲ πρωΐ, τῇ τῶν ὑπουργούντων ἀμελείᾳ, ἐξερχομένη καὶ τοῖς ἀγρίοις συναγελάζουσα
「於是有一天牠出去,遇見一群正在吃草的羚羊,就依附著牠們,在林中的原野上四處遊走,傍晚時分回來,清晨時,因為看守者疏忽,又出去與那些野生的羚羊聚在一起。」
So going out one day, it found a herd of gazelles grazing, and, keeping close to them, roamed about in the plains of the woodland, returning toward evening; but at daybreak, through the negligence of its keepers, it would go out again and herd together with the wild ones.
1:1321
ἐκείνων δὲ πορρωτέρω μεταθεμένων νέμεσθαι, συνηκολούθησε καὶ αὐτή
「當那些羚羊遷往更遠的地方吃草時,牠也跟著一同前去。」
And when those moved further off to graze, it too followed along with them.
1:1322
οἱ δὲ τοῦ πλουσίου ὑπηρέται, τοῦτο αἰσθόμενοι, ἐφ' ἵππων ἀναβάντες, κατεδίωξαν ὀπίσω αὐτῶν, καὶ τὴν μὲν ἰδίαν δορκάδα ζωγρήσαντες, καὶ ἐπαναστρέψαντες οἴκαδε, ἀπρόϊτον τοῦ λοιποῦ ἔθεντο·
「那富人的僕人們發覺此事,便騎上馬追趕在牠們後面,捕獲了自己那頭羚羊,帶回家中,此後不再讓牠外出;」
But the rich man's servants, perceiving this, mounted their horses and pursued after them, and, having captured their own gazelle alive and brought it back home, kept it from going out thereafter;
1:1323
τῆς δὲ λοιπῆς ἀγέλης τὰς μὲν ἀπέκτειναν, τὰς δὲ κακῶς διέθεντο
「至於那群其餘的羚羊,有的被殺死,有的則遭到惡待。」
but of the rest of the herd, some they killed, and some they treated cruelly.
1:1324
τὸν αὐτὸν δὴ τρόπον δέδοικα γενέσθαι καὶ ἐφ' ἡμᾶς, εἰ συνακολουθήσεις μοι·
「我恐怕同樣的事也會發生在我們身上,倘若你跟隨我而去;」
In just this way I fear it might happen to us also, if you were to follow along with me;
1:1325
μήποτε καὶ τῆς σῆς ἀποστερηθῶ συνοικήσεως, καὶ κακῶν πολλῶν τοῖς ἑταίροις μου γένωμαι πρόξενος κρίματός τε αἰωνίου τῷ σῷ γεννήτορι
「唯恐我因此被剝奪與你同住的福分,又成為我那些同伴遭受諸多災禍的緣由,並使你父親招來永遠的審判。」
lest I should be deprived of your companionship, and become the occasion of many evils for my companions, and of eternal judgment for your father.
1:1326
ἀλλὰ τοῦτό σε βούλεται ὁ Κύριος, νῦν μὲν σημειωθῆναι τῇ σφραγῖδι τοῦ θείου βαπτίσματος, καὶ μένειν ἐπὶ χώρας, πάσης ἀντεχόμενον εὐσεβείας καὶ τῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ ἐργασίας
「主對你的旨意乃是:如今先受聖洗印記的印證,並留在本地,持守一切的敬虔與遵行基督誡命的功夫;」
But this is what the Lord wills for you: for now to be marked with the seal of divine baptism, and to remain in your own country, holding fast to all piety and to the practice of Christ's commandments;
1:1327
ἐπὰν δὲ δῴη καιρὸν ὁ πάντων δοτὴρ τῶν καλῶν, τηνικαῦτα καὶ ἐλεύσῃ πρὸς ἡμᾶς, καὶ τὸ ὑπόλοιπον
「等到那賜下萬善的主賜下適當的時機,那時你也必來到我們這裡,此後」
and when the Giver of all good things grants the occasion, then you shall come to us also, and for the rest
1:1328
τῆς παρούσης ζωῆς ἀλλήλοις συνοικήσαιμεν
「我們便可在今生餘下的歲月中彼此同住。」
of the present life we shall dwell together with one another.
1:1329
πέποιθα δὲ τῷ Κυρίῳ καὶ ἐν τῇ μελλούσῃ διαγωγῇ ἀδιαστάτους ἡμᾶς εἶναι
「而我信靠主,深信在來世的生活中,我們也必永不分離。」
And I trust in the Lord that in the life to come also we shall be inseparable."
1:1330
Αὖθις δὲ ὁ Ἰωάσαφ δακρύων φησὶ πρὸς αὐτόν·
約撒法又流著淚,對他說:
And again Ioasaph, weeping, says to him:
1:1331
Εἰ τῷ Κυρίῳ ταῦτα δοκεῖ, τὸ θέλημα αὐτοῦ γενέσθω
「若這是主所喜悅的,願祂的旨意成就。」
If this is pleasing to the Lord, let his will be done.
1:1332
τελειώσας οὖν με λοιπὸν τῷ θείῳ βαπτίσματι, καὶ λαβὼν παρ' ἐμοῦ χρήματα καὶ ἱμάτια εἰς διατροφὴν καὶ ἀμφίασιν σοῦ τε καὶ τῶν ἑταίρων σου, ἄπελθε εἰς τὸν τόπον τῆς ἀσκήσεώς σου, τῇ τοῦ Θεοῦ εἰρήνῃ φρουρούμενος
「你既以神聖的洗禮使我得以完全,又從我這裡取了錢財與衣物,作為你和你同伴糧食與衣著之用,就請前往你修道之地,願神的平安護衛著你。」
Having now perfected me with divine baptism, and having received from me money and garments for the sustenance and clothing of yourself and your companions, depart to the place of your asceticism, guarded by the peace of God.
1:1333
κἀμοῦ μὴ διαλίπῃς ὑπερευχόμενος, ἵνα μὴ ἐκπέσοιμι τῆς ἐλπίδος μου, ἀλλὰ θᾶττον ἰσχύσω καταλαβεῖν σε καὶ ἐν ἡσυχίᾳ βαθείᾳ τῆς παρὰ σοῦ ἀπολαύειν ὠφελείας
「也求你不住地為我懇切禱告,免得我從我的盼望中墜落,反倒能儘快趕上你,在深深的靜默之中,享受從你而來的益處。」
And do not cease praying exceedingly for me, that I may not fall from my hope, but may soon be able to overtake you and, in deep quiet, enjoy the benefit that comes from you.
1:1334
Τὴν μὲν τοῦ Χριστοῦ σε λαβεῖν σφραγῖδα τὸ κωλῦον οὐδέν
「至於你要領受基督的印記,這絕無任何阻礙。」
As for your receiving the seal of Christ, nothing whatever hinders it.
1:1335
εὐτρέπισον λοιπὸν σεαυτόν·
「那麼,你就預備好自己吧;」
Prepare yourself, then;
1:1336
καί, τοῦ Κυρίου συνεργοῦντος, τελειωθήσῃ
「並且,有主與你同工,你必將得以完全。」
and, with the Lord working together with you, you shall be perfected.
1:1337
περὶ ὧν δὲ εἶπας χρημάτων τοῖς ἑταίροις μου παρασχεῖν, πῶς ἔσται τοῦτο, σὲ τὸν πένητα τοῖς πλουσίοις ἐλεημοσύνην διδόναι; οἱ πλούσιοι γὰρ ἀεὶ τοὺς πένητας εὐεργετοῦσιν, οὐ μὴν δὲ οἱ ἄποροι τοὺς εὐπόρους
「至於你說要把錢財分給我的同伴,這怎能成就呢?你這貧窮之人,竟要向富有的人施捨?因為富人總是施惠給窮人,而窮乏的人卻不能施惠給富足的人。」
But concerning the money you said you would give to my companions, how shall this be, that you, the poor man, should give alms to the rich? For the rich always benefit the poor, but the needy do not benefit the wealthy.
1:1338
ὁ γὰρ ἔσχατος πάντων τῶν ἑταίρων μου πλουσιώτερός σου ἀσυγκρίτως καθέστηκεν
「因為我同伴之中最微小的一位,其富有的程度也是你所無可比擬的。」
For the least of all my companions is incomparably richer than you.
1:1339
ἀλλὰ πέποιθα εἰς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καί σε ὅσον οὔπω ὑπερπλουτῆσαι·
「然而我信靠神的憐憫,相信你自己不久之後也將變得極其富有;」
Yet I trust in the compassions of God that you too, before long, will become exceedingly rich;
1:1340
καὶ οὐκ εὐμετάδοτος τηνικαῦτα ἔσῃ
「到那時,你就不會像現在這樣樂於分施了。」
and at that time you will not be so ready to share.
1:1341
Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν·
「約撒法便對他說:」
And Ioasaph said to him:
1:1342
Σαφήνισόν μοι τὸν λόγον, πῶς ὁ πάντων ἔσχατος τῶν σῶν ἑταίρων ὑπέρκειταί μου τῷ πλούτῳ, οὕσπερ πολλῇ συζῆν ἀκτημοσύνῃ καὶ ἐσχάτῃ ταλαιπωρεῖσθαι πτωχείᾳ πρὸ μικροῦ ἔλεγες, πῶς δὲ νῦν μὲν πένητά με ἀποκαλεῖς, ὅταν δὲ ὑπερπλουτήσω οὐκ εὐμετάδοτον γενέσθαι λέγεις τὸν εὐμετάδοτον νῦν καθεστηκότα; Ὁ δὲ Βαρλαὰμ ἀπεκρίνατο·
「請把這話向我說明白:你的同伴之中最微小的一位,怎能在財富上勝過我呢?方才你還說他們過著極大的匱乏,受著極度的貧窮所折磨;那你為何如今稱我為窮人,卻又說,等我變得極其富有時,我這如今樂於分施的人,反倒不再樂於分施了呢?」巴蘭便回答說:
Explain this saying to me clearly: how is the least of your companions superior to me in wealth, when you said only a moment ago that they live in great destitution and are afflicted with the utmost poverty? And why do you now call me poor, yet say that when I become exceedingly rich, I, who am now ready to share, shall not be ready to share? And Barlaam answered:
1:1343
Οὐ πτωχείᾳ τούτους ἔφην ταλαιπωρεῖσθαι, ἀλλὰ πλούτῳ κομᾶν ἀκενώτῳ
「我並非說他們受著貧窮的折磨,而是說他們懷有取之不竭的財富。」
I did not say that they are afflicted with poverty, but that they abound in unfailing wealth.
1:1344
τὸ γὰρ ἀεὶ τοῖς χρήμασι προστιθέναι χρήματα, καὶ μὴ τῆς ὁρμῆς χαλινοῦσθαι, ἀλλὰ καὶ πλειοτέρων ἀκορέστως ὀρέγεσθαι, τοῦτο πενίας ἐσχάτης ἐστί
「因為不斷把錢財加添在錢財之上,不肯勒住那股衝動,反倒無饜地渴求更多——這才是極度的貧窮。」
For always to add money to money, and not to rein in that impulse, but insatiably to crave still more — this is the utmost poverty.
1:1345
τοὺς δὲ τῶν παρόντων μὲν ὑπεριδόντας πόθῳ τῶν αἰωνίων, καὶ σκύβαλα ταῦτα ἡγησαμένους, ἵνα Χριστὸν μόνον κερδήσωσι, πᾶσαν δὲ βρωμάτων καὶ ἐνδυμάτων ἀποθεμένους μέριμναν καὶ τῷ Κυρίῳ ταύτην ἐπιρρίψαντας, εὐφραινομένους δὲ τῇ ἀκτησίᾳ, ὡς οὐκ ἄν τις τῶν φιλοκόσμων εὐφρανθείη πλούτῳ καὶ χρήμασι βρίθων, καὶ τὸν πλοῦτον τῆς ἀρετῆς ἀφθόνως ἑαυτοῖς συναγηοχότας, ταῖς ἐλπίσι τε τῶν ἀτελευτήτων τρεφομένους ἀγαθῶν, εἰκότως πλουσιωτέρους σου καὶ πάσης τῆς ἐπιγείου βασιλείας καλέσαιμι
「至於那些因渴慕永恆之物、而輕看眼前所有、並將這一切視如糞土,為要單單贏得基督的人;那些卸下對飲食與衣著的一切掛慮、把這掛慮拋給主的人;那些以一無所有為樂,即使任何愛世之人擁有財富纍纍也無法與之相比的人;那些為自己毫不吝惜地積蓄了德行的財富、並靠著永無窮盡諸善的盼望而得餵養的人——這些人,我理當稱他們比你、也比世上一切的國度都更為富有。」
But those who, out of longing for the eternal, have despised the things present, and have counted them as refuse, that they might gain Christ alone; who have laid aside all care for food and clothing and have cast this care upon the Lord; who rejoice in non-possession as no lover of the world could rejoice though laden with wealth and riches; and who have gathered for themselves, ungrudgingly, the wealth of virtue, being nourished by the hopes of never-ending goods — these I would rightly call richer than you and than every earthly kingdom.
1:1346
τοῦ δὲ Θεοῦ συνεργοῦντός σοι, ἐπιλήψῃ καὶ αὐτὸς τῆς τοιαύτης πνευματικῆς περιουσίας, ἥνπερ ἐν ἀσφαλείᾳ τηρῶν καὶ τοῦ πλείονος ἀεὶ δικαίως ἐφιέμενος, οὐκ ἂν θελήσειάς τι ταύτης κατακενοῦν ὅλως
「而在神與你同工之下,你自己也將要得著這樣的屬靈豐盛;你若安穩地持守它,又總是正當地渴望更多,你必定完全不願從中支取分毫。」
And with God working together with you, you yourself will also lay hold of such spiritual abundance, which, keeping it safely and always rightly desiring more of it, you would never wish to empty out in the least.
1:1347
αὕτη γάρ ἐστιν ἀληθὴς περιουσία·
「因為這才是真正的豐盛;」
For this is true abundance;
1:1348
ὁ δὲ τοῦ αἰσθητοῦ πλούτου ὄγκος βλάψειε μᾶλλον τοὺς αὐτοῦ φίλους ἢ ὠφελήσειεν
「而那可感官之財富的龐大,害及其擁有者,多過於使其得益。」
whereas the bulk of sensible wealth is more likely to harm its possessors than to profit them.
1:1349
εἰκότως οὖν πενίαν ἐσχάτην τοῦτον ἀπεκάλεσα, ὅνπερ οἱ ἐρασταὶ τῶν οὐρανίων ἀγαθῶν πάντη ἀπαρνησά μενοι ἔφυγον ἀπ' αὐτοῦ, ὡς φεύγει τις ἀπὸ ὄφεως
「所以,我理當把這稱為極度的貧窮——正是那些愛慕天上美善之人所全然棄絕、並從中逃離的東西,如同人逃離毒蛇一般。」
Rightly, then, have I called this the utmost poverty — the very thing which the lovers of the heavenly goods have wholly renounced and fled from, as one flees from a serpent.
1:1350
εἰ δέ, ὃν ἀπέκτειναν ἐχθρὸν καὶ τοῖς ποσὶ συνεπάτησαν οἱ συνασκηταί μου καὶ συστρατιῶται, τοῦτον αὖθις ζῶντα παρὰ σοῦ λαβὼν αὐτοῖς ἀπενέγκω, καὶ πρόξενος πολέμων καὶ παθῶν γένωμαι, ἔσομαι αὐτοῖς πάντως ἄγγελος πονηρός·
「但若我把我的同修弟兄與同袍所殺死、並用腳踐踏的那仇敵,再次活生生地從你手中接過,帶回去給他們,因而成了戰爭與情慾的媒介,我對他們來說,就必定是一個邪惡的使者;」
But if I, having taken back alive from you the enemy whom my fellow ascetics and fellow soldiers slew and trampled underfoot, should carry him back to them, and so become the occasion of wars and passions, I would surely be to them an evil messenger;
1:1351
ὅπερ μὴ γένοιτό μοι ποιῆσαι
「願這樣的事,永不臨到我身上讓我去做。」
which may it never befall me to do.
1:1352
Τὰ αὐτὰ δέ μοι νόει καὶ περὶ ἐνδυμάτων
「至於衣物,也請你如此看待我。」
Think the same of me also concerning garments.
1:1353
τοῖς γὰρ ἀπεκδυσαμένοις τὴν τῆς παλαιότητος καταφθορὰν καὶ τὸ τῆς παρακοῆς ἔνδυμα, ὅσον τὸ ἐπ' αὐτοῖς, ἀποθεμένοις, τὸν Χριστὸν δὲ ὡς ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ἐνδεδυμένοις, πῶς αὐτοὺς πάλιν τοὺς δερματίνους ἀμφιάσαιμι χιτῶνας καὶ τὸ τῆς αἰσχύνης περιθήσομαι περιβόλαιον; ἀλλὰ τοὺς μὲν ἐμοὺς ἑταίρους μηδενὸς τῶν τοιούτων ἐπιδεομένους γινώσκων, τῇ τῆς ἐρήμου δὲ ἀρκουμένους ἀσκήσει καὶ τρυφὴν ταύτην λογιζομένους ἀληθεστάτην, τὰ χρήματα καὶ ἱμάτια, ἅπερ τούτοις ἔλεγες παρασχεῖν, τοῖς πένησι διανείμας, θησαυρὸν ἑαυτῷ εἰς τὸ μέλλον ἄσυλον θησαύρισον, τὸν Θεὸν ἑαυτῷ ταῖς ἐκείνων εὐχαῖς ἐπίκουρον θέμενος·
「因為對那些已脫去舊我的敗壞與悖逆之衣、就他們所能做的而言已經卸下、並穿上基督作為救恩外袍與歡樂內衣的人,我怎能再給他們披上皮製的外衣,圍上羞恥的裹布呢?但我知道我的同伴並不需要這些東西中的任何一樣,他們滿足於曠野中的苦修,並以此視為最真實的奢華;因此,把你所說要給他們的錢財與衣物,分給窮人吧,如此便為自己在來世積蓄了一份不可被奪去的財寶,並藉著他們的禱告,使神成為自己的幫助者;」
For to those who have stripped off the corruption of the old self and the garment of disobedience, so far as lies in them, and who have put on Christ as a robe of salvation and a tunic of gladness — how could I clothe them again in coats of skin, or gird them about with the mantle of shame? But knowing that my companions have need of none of these things, and are content with the asceticism of the desert, counting this the truest luxury, distribute rather to the poor the money and garments which you said you would give to them, and so lay up for yourself, for the time to come, a treasure that cannot be plundered, setting God as your helper through their prayers;
1:1354
συνεργῷ τῷ πλούτῳ πρὸς τὰ καλὰ χρήσαιο
「這樣,你便使財富成為你行善的同工。」
thus you would make wealth a fellow-worker toward what is good.
1:1355
εἶτα καὶ τὴν πανοπλίαν τοῦ πνεύματος περιβαλλόμενος, καὶ τὴν μὲν ὀσφὺν ἐν ἀληθείᾳ περιζωσάμενος, ἐνδυσάμενος δὲ καὶ τὸν τῆς δικαιοσύνης θώρακα, περιθέμενός τε καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης ὑποδησάμενος, μετὰ χεῖράς τε τὸν τῆς πίστεως ἀναλαβὼν θυρεόν, καὶ τὴν τοῦ πνεύματος μάχαιραν, ἥ ἐστι ῥῆμα Θεοῦ, καὶ πάντοθεν ἄριστα καθοπλισθεὶς καὶ περιφραξάμενος, οὕτω πεποι θὼς πρὸς τὸν κατὰ τῆς ἀσεβείας ἔξελθε πόλεμον, ὡς ἄν, ταύτην τροπωσάμενος καὶ τὸν αὐτῆς ἀρχηγὸν διάβολον εἰς γῆν καταρράξας, τοῖς τῆς νίκης στεφάνοις κοσμηθήσῃ ἐκ τῆς ζωαρχικῆς δεξιᾶς τοῦ Δεσπότου
「然後,你也要披上聖靈的全副軍裝——以真理束起你的腰,穿上公義的胸甲,戴上救恩的頭盔,把腳穿上為和平的福音所預備的鞋,手裡拿起信心的盾牌,以及聖靈的寶劍,就是神的話語——如此從四面被裝備得最為精良、防護周全,就懷著這樣的信心,出去打那抵擋不敬虔的仗,好使你在打敗它、並把它的元帥魔鬼摔倒在地之後,得以從那賜生命之主的右手,戴上得勝的冠冕。」
Then also, putting on the full armor of the Spirit — girding your loins with truth, putting on the breastplate of righteousness, setting upon your head the helmet of salvation, and shodding your feet with the readiness of the gospel of peace, taking up in your hands the shield of faith and the sword of the Spirit, which is the word of God, and thus being most excellently armed and fortified on every side — go forth in this confidence to the war against impiety, so that, having routed it and cast down to the ground its captain the devil, you may be crowned with the wreaths of victory by the life-giving right hand of the Master.
1:1356
χιχ Τοῖς τοιούτοις οὖν δόγμασι καὶ λόγοις σωτηρίοις κατηχήσας ὁ Βαρλαὰμ τὸν τοῦ βασιλέως υἱὸν καὶ πρὸς τὸ θεῖον βάπτισμα εὐτρεπίσας, νηστεύειν τε καὶ εὔχεσθαι ἐντειλάμενος, κατὰ τὸ ἔθος, ἐφ' ἱκανὰς ἡμέρας, οὐ διέλιπε συχνάζων πρὸς αὐτόν, καὶ πᾶσαν δογματικὴν φωνὴν τῆς ὀρθοδόξου πίστεως ἐκδιδάσκων καὶ τὸ θεῖον Εὐαγγέλιον ὑπαγορεύων αὐτῷ, πρὸς δὲ καὶ τὰς ἀποστολικὰς παραινέσεις καὶ τὰς προφητικὰς ῥήσεις ἑρμηνεύων·
「十九、巴蘭就這樣用這些教義與得救的言語,教導王的兒子,並使他為神聖的洗禮預備妥當,又照著慣例,吩咐他禁食禱告為數不少的日子;他仍不住地頻頻探望他,向他教授正統信仰的一切教義言辭,向他口授神聖的福音,此外還為他解釋使徒的勸勉與眾先知的言語;」
XIX. Having thus catechized the king's son with such doctrines and saving words, and having made him ready for the divine baptism, and having enjoined him, according to custom, to fast and pray for a considerable number of days, Barlaam did not cease frequently visiting him, teaching him every doctrinal utterance of the orthodox faith, dictating to him the divine Gospel, and, besides, expounding the apostolic exhortations and the prophetic sayings;
1:1357
θεοδίδακτος γὰρ ὢν ὁ ἀνὴρ πᾶσαν ἐπὶ στόματος Παλαιάν τε καὶ Καινὴν Γραφὴν ἔφερε, καί, τῷ θείῳ κινούμενος Πνεύματι, ἐφώτισεν αὐτὸν πρὸς τὴν ἀληθῆ θεογνωσίαν
「因為這人蒙神親自教導,他把整本舊約與新約經文都存記在口中,又受聖靈的感動,光照他歸向對神真正的認識。」
for the man, being taught of God, carried the whole of the Old and New Scripture upon his lips, and, being moved by the divine Spirit, enlightened him unto the true knowledge of God.
1:1358
ἐν αὐτῇ δὲ τῇ ἡμέρᾳ ὅτε βαπτισθῆναι ἔμελλε, διδάσκων αὐτόν, ἔλεγεν·
「就在他將要受洗的那一天,他教導他,說:」
And on that very day when he was to be baptized, teaching him, he said:
1:1359
Ἰδοὺ τὴν τοῦ Χριστοῦ ἐπείγῃ λαβεῖν σφραγῖδα, καὶ τῷ φωτὶ σημειωθῆναι τοῦ προσώπου Κυρίου
「看哪,你正急切地要領受基督的印記,並要被主面容的光所標記;」
Behold, you hasten to receive the seal of Christ, and to be marked with the light of the countenance of the Lord.
1:1360
καὶ υἱὸς μὲν γίνῃ Θεοῦ, ναὸς δὲ τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος
「你將要成為神的兒子,成為聖靈——那聖潔且賜生命的靈——的殿。」
And you shall become a son of God, and a temple of the Holy and Life-giving Spirit.
1:1361
πίστευε τοίνυν εἰς Πατέρα, καὶ Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὴν ἁγίαν καὶ ζωαρχικὴν Τριάδα ἐν τρισὶν ὑποστάσεσι καὶ μιᾷ θεότητι δοξαζομένην, διαιρετὴν μὲν ταῖς ὑποστάσεσι καὶ ταῖς ὑποστατικαῖς ἰδιότησιν, ἡνωμένην δὲ τῇ οὐσίᾳ·
「所以你要相信父、子、聖靈——那聖潔、賜生命本源的三一,在三個位格與一個神性中得榮耀;在位格與位格性的特質上有所區分,在本質上卻是合一的;」
Believe, then, in the Father, and the Son, and the Holy Spirit — the holy and life-originating Trinity, glorified in three hypostases and one Godhead, divided as to the hypostases and the hypostatic properties, but united as to essence;
1:1362
ἕνα μὲν γινώσκων Θεὸν ἀγέννητον, τὸν Πατέρα, ἕνα δὲ γεννητὸν Κύριον, τὸν Υἱόν, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα πρὸ πάντων τῶν αἰώνων·
「要認識那一位無生的獨一神,就是父;以及那一位被生的獨一主,就是子——出於光的光,出於真神的真神,在萬世之先被生;」
knowing one unbegotten God, the Father, and one begotten Lord, the Son — light from light, true God from true God, begotten before all the ages;
1:1363
ἀγαθοῦ γὰρ Πατρὸς ἀγαθὸς ἐγεννήθη Υἱός, φωτὸς δὲ τοῦ ἀγεννήτου φῶς ἐξέλαμψε τὸ ἀΐδιον, καὶ ἐκ τῆς ὄντως ζωῆς ἡ ζωοποιὸς προῆλθε πηγή, καὶ ἐκ τῆς αὐτοδυνάμεως ἡ τοῦ Υἱοῦ δύναμις ἐξεφάνη, ὅς ἐστιν ἀπαύγασμα τῆς δόξης καὶ Λόγος ἐνυπόστατος, ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἄναρχός τε καὶ ἀΐδιος·
「因為善的父生出善的子;出於未生之光,那永恆之光煥發而出;出於那真實存在的生命,那賜生命的泉源湧流而出;出於那自有的能力,子的能力得以彰顯,祂就是那榮耀的光輝、道成位格者,太初與神同在,是無始且永恆的神;」
for of a good Father was begotten a good Son; from the unbegotten light shone forth the eternal light; from the truly existing life proceeded the life-giving fountain; and from the self-existing power was manifested the power of the Son, who is the radiance of glory and the enhypostatic Word, being in the beginning with God, and God without beginning and eternal;
1:1364
δι' οὗ τὰ πάντα ἐγένετο τὰ ὁρατὰ καὶ τὰ ἀόρατα·
「萬有都是藉著祂而造成的,無論是看得見的,或看不見的;」
through whom all things came to be, both the visible and the invisible;
1:1365
καὶ ἓν εἰδὼς Πνεῦμα Ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, Θεὸν τέλειον, καὶ ζωοποιόν, καὶ ἁγιασμοῦ παρεκτικόν, ταυτοθελές, ταυτοδύναμον, συναΐδιον, ἐνυπόστατον
「也要認識獨一的聖靈,就是那從父而出的靈,是完全的神,是賜生命者,是聖化的施予者,與父、子同一意志、同一能力、共永恆,並有其自身的位格——」
and knowing one Holy Spirit, proceeding from the Father, perfect God, life-giving, and the bestower of sanctification, of one will, of one power, co-eternal, enhypostatic —
1:1366
οὕτως οὖν προσκύνει τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα ἐν τρισὶν ὑποστάσεσιν, εἴτ' οὖν ἰδιότησι, καὶ θεότητι μιᾷ·
「所以,你要如此敬拜父、子、聖靈,於三個位格,或說特質之中,並一個神性;」
thus, then, worship the Father, and the Son, and the Holy Spirit, in three hypostases, or properties, and one Godhead;
1:1367
κοινὸν μὲν γὰρ τῶν τριῶν ἡ θεότης, καὶ μία αὐτῶν ἡ φύσις, μία οὐσία, μία δόξα, μία βασιλεία, μία δύναμις, μία ἐξουσία·
「因為神性是三者所共有的,祂們的本性為一,本質為一,榮耀為一,國度為一,能力為一,權柄為一;」
for the Godhead is common to the three, and one is their nature, one essence, one glory, one kingdom, one power, one authority;
1:1368
κοινὸν δὲ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι τὸ ἐκ τοῦ Πατρός, ἴδιον δὲ τοῦ Πατρὸς μὲν ἡ ἀγεννησία, Υἱοῦ δὲ ἡ γέννησις, Πνεύματος δὲ ἡ ἐκπόρευσις
「而子與聖靈所共有的,是『出於父』這一點;父所獨有的,是無生;子所獨有的,是被生;聖靈所獨有的,是發出。」
but common to the Son and the Holy Spirit is that they are from the Father, while proper to the Father is unbegottenness, to the Son begottenness, and to the Spirit procession.
1:1369
Οὕτω μὲν οὖν ταῦτα πίστευε·
「你要如此相信這些事;」
Believe these things, then, in this manner;
1:1370
καταλαβεῖν δὲ τὸν τρόπον τῆς γεννήσεως ἢ τῆς ἐκπορεύσεως μὴ ἐπιζήτει (ἀκατάληπτος γάρ)·
「但不要試圖去理解這被生或發出的方式,因為那是不可理解的;」
but do not seek to comprehend the manner of the begetting or of the procession, for it is incomprehensible;
1:1371
ἐν εὐθύτητι καρδίας ἀπεριέργως προσδέχου ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα κατὰ πάντα ἕν εἰσι, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως, καὶ ὅτι ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς διὰ τὴν ἡμετέραν σωτηρίαν κατῆλθεν ἐπὶ τῆς γῆς εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος, ἀσπόρως συλληφθεὶς ἐν τῇ μήτρᾳ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας διὰ Πνεύματος Ἁγίου, καὶ ἀφθόρως ἐξ αὐτῆς γεννηθείς, καὶ ἄνθρωπος τέλειος γενόμενος, καὶ ὅτι αὐτὸς Θεὸς τέλειός ἐστι καὶ ἄνθρωπος τέλειος, γενόμενος ἐκ δύο φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος, καὶ ἐν δύο φύσεσι νοεραῖς, θελητικαῖς τε καὶ ἐνεργητικαῖς καὶ
「要以正直的心、不加妄自探究地接受:父、子、聖靈在一切事上原為一,唯獨無生、被生、發出這幾點例外;又要接受:那獨生的神子、神的道,祂就是神,為了我們的救恩,按著父的美意、藉著聖靈的協同,降臨到地上,藉聖靈的緣故,無種地在聖潔童貞女暨天主之母瑪利亞的腹中被孕育,並無損地由她所生,成為完全的人;又要接受:祂自己既是完全的神,也是完全的人,出於神性與人性兩個本性而成,且在有理性、有意志、有作用,並——」
in uprightness of heart, without idle curiosity, accept that the Father, and the Son, and the Holy Spirit are one in all things, save for the unbegottenness, and the begottenness, and the procession; and that the only-begotten Son and Word of God, who is God, for our salvation came down to the earth by the good pleasure of the Father and the cooperation of the Holy Spirit, being conceived without seed in the womb of the holy Virgin and Mother of God, Mary, through the Holy Spirit, and born of her incorruptibly, and become perfect man; and that he himself is perfect God and perfect man, come to be of two natures, namely divinity and humanity, and in two natures — rational, volitional, and operative, and
1:1372
αὐτεξουσίοις, καὶ κατὰ πάντα τελείως ἐχούσαις κατὰ τὸν ἑκάστῃ πρέποντα ὅρον τε καὶ λόγον, θεότητι, φημί, καὶ ἀνθρωπότητι, μιᾷ δὲ συνθέτῳ ὑποστάσει
「自主自決——這兩個本性各按其所應有的定義與道理,在一切事上完全俱備,我是說,神性與人性——卻是在一個複合的位格之中。」
self-determining — possessing, in every respect and perfectly, according to the definition and principle proper to each, divinity, I mean, and humanity, yet in one composite hypostasis.
1:1373
καὶ ταῦτα ἀπεριέργως δέχου, μηδόλως τὸν τρόπον μαθεῖν ἐκζητῶν, πῶς ἑαυτὸν ἐκένωσεν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ ἄνθρωπος γέγονεν ἐκ παρθενικῶν αἱμάτων ἀσπόρως τε καὶ ἀφθάρτως, ἢ τίς ἡ τῶν δύο φύσεων ἐν μιᾷ ὑποστάσει συνέλευσις; πίστει γὰρ ταῦτα ἐδιδάχθημεν κατέχειν τὰ θειώδως ἡμῖν ἐκ τῆς θείας Γραφῆς εἰρημένα·
「這些事,你也要不加妄自探究地接受,絕不要試圖去探究神的兒子如何倒空自己、如何無種且無損地由童貞之血成為人,也不要探究兩個本性如何在一個位格中會合;因為我們是憑信仰蒙教導,持守這些從神聖經文以神聖方式向我們所說的話;」
Accept these things also without idle curiosity, seeking in no way to learn the manner in which the Son of God emptied himself and became man of virginal blood, without seed and incorruptibly, or what the coming-together of the two natures into one hypostasis may be; for by faith we have been taught to hold fast these things spoken to us in a divine manner from the divine Scripture;
1:1374
τὸν δὲ τρόπον καὶ ἀγνοοῦμεν καὶ λέγειν οὐ δυνάμεθα
「至於其中的方式,我們既不知曉,也無法言說。」
but the manner of it we neither know, nor are able to tell.
1:1375
Πίστευε τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν διὰ σπλάγχνα ἐλέους γενόμενον ἄνθρωπον, πάντα τε ἀναδέξασθαι τὰ τῆς ἀνθρωπότητος φυσικὰ καὶ ἀδιάβλητα πάθη ( ἐπείνησε γάρ, καὶ ἐδίψησε, καὶ ὕπνωσε, καὶ ἐκοπίασε, καὶ ἠγωνίασε φύσει τῆς ἀνθρωπότητος, καὶ ὑπὲρ τῶν ἀνομιῶν ἡμῶν ἤχθη εἰς θάνατον, ἐσταυρώθη, καὶ ἐτάφη, θανάτου γευσάμενος, τῆς θεότητος ἀπαθοῦς καὶ ἀτρέπτου διαμεινάσης·
「你要相信:神的兒子,那位因憐憫的心腸而成為人的,也承受了人性一切自然而無可指摘的情態(因為祂曾饑餓,曾口渴,曾睡眠,曾勞累,也曾按人性的本然而憂懼焦慮;並為著我們的過犯被帶去受死,被釘十字架,被埋葬,親嚐了死味,而祂的神性則始終保持不受苦、不改變;」
Believe that the Son of God, who through the bowels of mercy became man, took upon himself also all the natural and blameless passions of humanity (for he hungered, and thirsted, and slept, and grew weary, and was in agony by the nature of his humanity, and for our transgressions was led to death, was crucified, and was buried, tasting death, while his divinity remained impassible and unchangeable;
1:1376
οὐδὲν γὰρ ὅλως τῶν παθῶν τῇ ἀπαθεῖ προσάπτομεν φύσει·
「因為我們絕不把任何一種苦難歸給那不受苦的本性;」
for we attribute none of the passions whatsoever to the impassible nature;
1:1377
ἀλλὰ τῷ προσλήμματι γινώσκομεν αὐτὸν παθόντα καὶ ταφέντα, καὶ τῇ θείᾳ δόξῃ ἐκ νεκρῶν ἀναστάντα, ἐν ἀφθαρσίᾳ τε εἰς οὐρανοὺς ἀνεληλυθότα), καὶ ἥξειν πάλιν μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκροὺς οἷς αὐτὸς οἶδε λόγοις θεοειδεστέρου σώματος, καὶ ἀποδώσειν ἑκάστῳ τοῖς δικαίοις αὐτοῦ σταθμοῖς
「而是藉著祂所取的(人性),我們認識到祂曾受苦、曾被埋葬,又憑著神聖的榮耀從死人中復活,並以不朽壞的狀態升上諸天);並且相信祂還要再次帶著榮耀降臨,以祂自己所知曉的方式、以更似神的身體,審判活人與死人,並按各人公義的分量報應各人。」
but by the assumed [humanity] we know him to have suffered and to have been buried, and by divine glory to have risen from the dead, and to have ascended in incorruption into the heavens); and that he will come again with glory to judge the living and the dead, by reasons known to himself, of a more godlike body, and will render to each according to his just measures.
1:1378
ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις·
「因為死人將要復活,那些在墳墓裡的人將要被喚醒;」
For the dead shall rise, and those in the tombs shall be raised;
1:1379
καὶ οἱ μὲν τὰς τοῦ Χριστοῦ φυλάξαντες ἐντολὰς καὶ τῇ ὀρθῇ συναπελθόντες πίστει κληρονομήσουσι ζωὴν αἰώνιον, οἱ δ' ἐν ἁμαρτίαις καταφθαρέντες καὶ τῆς ὀρθῆς ἐκκλίναντες πίστεως εἰς κόλασιν αἰώνιον ἀπελεύσονται
「凡遵守基督誡命、並隨同正統信仰而去世的人,將要承受永生;而那些在罪中敗壞、偏離正統信仰的人,將要進入永遠的刑罰。」
and those who have kept the commandments of Christ and have departed together with the right faith shall inherit eternal life, but those who have been corrupted in sins and have turned aside from the right faith shall go away into eternal punishment.
1:1380
πίστευε μὴ οὐσίαν τινὰ εἶναι τοῦ κακοῦ ἢ βασιλείαν, μηδὲ ἄναρχον αὐτὴν ὑπολάμβανε ἢ παρ' ἑαυτῆς ὑποστᾶσαν, ἢ παρὰ τοῦ Θεοῦ γενομένην·
「你要相信:惡並沒有自己的本質,也沒有自己的國度;不要以為它是無始的,或是憑己而存在的,或是出於神而生成的;」
Believe that evil has no essence, nor any kingdom of its own, and do not suppose it to be without beginning, or to have subsisted of itself, or to have come to be from God;
1:1381
ἀλλ' ἡμέτερον ἔργον τοῦτο καὶ τοῦ διαβόλου, ἐκ τῆς ἡμετέρας ἀπροσεξίας ἐπεισελθὸν ἡμῖν διὰ τὸ αὐτεξουσίους ἡμᾶς γεγενῆσθαι, καὶ αὐτοπροαιρέτῳ βουλήσει τοῦτο ἐκλέγεσθαι, εἴτε ἀγαθόν, εἴτε καὶ φαῦλον
「而是我們自己、以及魔鬼的作為,是因我們自己的疏忽而潛入我們裡面的;因為我們既被造為自主自決者,就憑著自己深思的意志揀選這事,無論那是善的,或是惡的。」
but this is our own work, and the devil's, having crept in upon us through our own carelessness, because we have been made self-determining, and by deliberate choice of will select this, whether it be good or base.
1:1382
πρὸς τούτοις ὁμολόγει ἓν βάπτισμα ἐξ ὕδατος καὶ Πνεύματος εἰς ἄφεσιν ἁμαρτιῶν
「除此之外,你要承認一個由水與聖靈而成的洗禮,使罪得赦。」
In addition to these things, confess one baptism, of water and the Spirit, unto the remission of sins.
1:1383
Δέχου καὶ τὴν μετάληψιν τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, πιστεύων ἐν ἀληθείᾳ σῶμα καὶ αἷμα ὑπάρχειν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἃ δέδωκε τοῖς πιστοῖς εἰς ἄφεσιν ἁμαρτιῶν
「你也要領受基督無玷聖奧祕的分享,相信這確實是我們的神基督的身體與血,是祂賜給信徒、使罪得赦的。」
Receive also the partaking of the immaculate mysteries of Christ, believing that they are, in truth, the body and blood of Christ our God, which he gave to the faithful unto the remission of sins.
1:1384
ἐν τῇ νυκτὶ γὰρ ᾗ παρεδίδοτο, διαθήκην καινὴν διέθετο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, καὶ δι' αὐτῶν πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν, εἰπών·
「因為在祂被出賣的那一夜,祂與祂的聖門徒和使徒立下了新約,並藉著他們,與一切信祂的人立約,說:」
For on the night in which he was betrayed, he established a new covenant with his holy disciples and apostles, and, through them, with all who believe in him, saying:
1:1385
τοῦτό ἐστι τὸ σῶμά μου ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν
「這是我的身體,為你們擘開,使罪得赦。」
This is my body, broken for you, unto the remission of sins.
1:1386
ὁμοίως δὲ καὶ τὸ ποτήριον λαβὼν δέδωκεν αὐτοῖς, λέγων·
「同樣地,祂也拿起杯來,遞給他們,說:」
And likewise, having taken the cup also, he gave it to them, saying:
1:1387
τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν·
「這是我的血,是新約的血,為你們流出的;」
This is my blood, of the new covenant, which is shed for you;
1:1388
ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·
「傾流出來,使罪得赦;」
poured out unto the remission of sins;
1:1389
τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν
「你們要如此行,為的是記念我。」
do this in remembrance of me.
1:1390
αὐτὸς οὖν ὁ Λόγος τοῦ Θεοῦ ὁ ζῶν, καὶ ἐνεργής, καὶ πάντα ποιῶν τῇ δυνάμει αὐτοῦ, ποιεῖ καὶ μετασκευάζει διὰ τῆς θείας ἐνεργείας τὸν ἄρτον καὶ τὸν οἶνον τῆς προσφορᾶς σῶμα αὐτοῦ καὶ αἷμα, τῇ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, εἰς ἁγιασμὸν καὶ φωτισμὸν τῶν πόθῳ μεταλαμβανόντων
「所以,神的道自己——那活著的、有大能運行的、以自己的能力成就萬事的——就藉著神聖的運行,在聖靈的降臨之下,把獻上的餅與酒作成並轉變為祂自己的身體與血,使那些懷著渴慕之心領受的人得以成聖並蒙光照。」
The Word of God himself, therefore, who is living and active, and who does all things by his own power, makes and transforms, by divine operation, the bread and the wine of the offering into his own body and blood, through the descent of the Holy Spirit, unto the sanctification and enlightenment of those who partake of it with longing.
1:1391
Προσκύνει πιστῶς τιμῶν καὶ ἀσπαζόμενος τὸ σεβάσμιον ἐκτύπωμα τοῦ Δεσποτικοῦ χαρακτῆρος τοῦ δι' ἡμᾶς ἐνανθρωπήσαντος Θεοῦ Λόγου, αὐτὸν δοκῶν τὸν Κτίστην ὁρᾶν ἐν τῇ εἰκόνι
「你要以信心敬拜、尊崇並親吻主基督形像那可敬的印記——就是那為我們的緣故成為人的神的道——認為自己是在這聖像中瞻仰那位造物主本身。」
Worship faithfully, honoring and kissing the venerable likeness of the Master's image — that is, of the Word of God who for our sake became man — deeming that you behold the Creator himself in the icon.
1:1392
Ἡ τιμὴ γὰρ τῆς εἰκόνος, φησί τις τῶν ἁγίων, ἐπὶ τὸ πρωτότυπον διαβαίνει·
「因為有一位聖者曾說:歸給聖像的尊崇,是要傳達給其原型的;」
For the honor paid to the image, as one of the saints has said, passes over to its prototype;
1:1393
πρωτότυπον δέ ἐστι τὸ εἰκονιζόμενον, ἐξ οὗ τὸ παράγωγον γίνεται
「而原型就是被畫成聖像的那一位,衍生的圖像就是由祂而出的。」
and the prototype is that which is depicted, from which the derivative image comes to be.
1:1394
τὴν γὰρ ἐν εἰκόνι βλέποντες γραφήν, τοῖς τοῦ νοὸς ὀφθαλμοῖς πρὸς τὴν ἀληθινὴν διαβαίνομεν ἰδέαν οὗ ἐστιν ἡ εἰκών, εὐσεβῶς προσκυνοῦντες τὴν τοῦ δι' ἡμᾶς σαρκωθέντος μορφήν, οὐ θεοποιούμενοι, ἀλλ' ὡς εἰκόνα τοῦ σαρκωθέντος Θεοῦ κατασπαζόμενοι, πόθῳ καὶ ἀγάπῃ τοῦ κενώσαντος ἑαυτὸν δι' ἡμᾶς μέχρι καὶ δούλου μορφῆς·
「因為我們看見聖像中的圖繪,就以心靈的眼目,越過而達到那圖像所屬之真實的形象,虔敬地敬拜那為我們的緣故成為肉身者的形貌,並非把祂當作神來膜拜,而是把它當作那成為肉身之神的聖像來親吻擁抱,出於對那為我們的緣故倒空自己、甚至取了奴僕形像者的渴慕與愛;」
For, seeing the depiction in the icon, we pass, with the eyes of the mind, to the true form of him whose image it is, reverently worshiping the form of him who for our sake was made flesh — not deifying it, but embracing it as an icon of the God who was made flesh, out of longing and love for him who emptied himself for us, even to the form of a servant;
1:1395
ὁμοίως καὶ τῆς ἀχράντου Μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων τὰ ἐκτυπώματα τούτῳ τῷ λόγῳ περιπτυσσόμενοι
「同樣地,也以這同樣的道理,擁抱祂那無玷之母以及眾聖徒的聖像。」
and, in the same way, embracing with this same reasoning the images of his immaculate Mother and of all the saints.
1:1396
ὡσαύτως δὲ καὶ τὸν τύπον τοῦ ζωοποιοῦ καὶ
「同樣地,也要——」
And in like manner also the type of the life-giving and
1:1397
σεβασμίου σταυροῦ πίστει προσκυνῶν κατασπάζου διὰ τὸν κρεμασθέντα ἐν αὐτῷ σαρκὶ ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν Χριστὸν τὸν Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ δόντα ἡμῖν τοῦτον σύμβολον τῆς κατὰ τοῦ διαβόλου νίκης·
「以信心敬拜並親吻那賜生命、可敬十字架的形制,因為祂——就是基督,神與世界的救主——為著我們一族的救恩,曾在其上被懸掛於肉身之中,並把這十字架賜給我們,作為戰勝魔鬼的記號;」
venerable Cross: worship it in faith and kiss it, because of him who was hung upon it in the flesh for the salvation of our race — Christ, God and Savior of the world — who gave us this as a symbol of victory over the devil;
1:1398
φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν
「因為牠(魔鬼)戰慄發抖,不能忍受目睹十字架的能力。」
for he [the devil] shudders and trembles, unable to bear the sight of its power.
1:1399
ἐν τοῖς τοιούτοις δόγμασι καὶ μετὰ τοιαύτης πίστεως βαπτισθήσῃ, ἄτρεπτον ταύτην καὶ ἀμιγῆ πάσης αἱρέσεως φυλάττων μέχρις ἐσχάτης ἀναπνοῆς
「你將要在這樣的教義之中、懷著這樣的信仰受洗,並要持守這信仰不變、不摻雜任何異端,直到你最後一口氣。」
In such doctrines, and with such faith, you shall be baptized, keeping it unchanged and unmixed with any heresy until your last breath.
1:1400
πᾶσαν δὲ διδασκαλίαν καὶ πᾶσαν δογματικὴν φωνήν, ταύτῃ τῇ ἀμωμήτῳ ἀνθισταμένην πίστει, βδελύσσου, καὶ ἀλλοτρίωσιν λογίζου εἶναι Θεοῦ
「但凡是與這無可指摘的信仰相牴觸的一切教訓、一切教義言論,你都要憎惡,並視之為與神隔絕。」
But abhor every teaching and every doctrinal utterance that stands opposed to this blameless faith, and count it as estrangement from God.
1:1401
φησὶ γὰρ ὁ Ἀπόστολος, ὅτι Κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω
使徒說:「即便是我們,或是從天上來的天使,若傳給你們的福音與我們從前所傳給你們的不同,他就該受咒詛。」
For the Apostle says: 'Even if we, or an angel from heaven, should preach to you a gospel contrary to what we preached to you, let him be anathema.'
1:1402
οὐκ ἔστι γὰρ ἄλλο Εὐαγγέλιον καὶ ἄλλη πίστις, πλὴν ἡ διὰ τῶν ἀποστόλων κηρυχθεῖσα, καὶ διὰ τῶν θεοφόρων Πατέρων ἐν διαφόροις συνόδοις βεβαιωθεῖσα, καὶ τῇ καθολικῇ Ἐκκλησίᾳ βεβαιωθεῖσα
因為並沒有另一個福音,也沒有另一個信仰,唯獨是藉著使徒們所宣講、又藉著負神者教父們在歷次公會議中所確認、且經大公教會所確認的那一個。
For there is no other Gospel and no other faith, except that which was proclaimed through the apostles, confirmed through the God-bearing Fathers in various councils, and confirmed by the catholic Church.
1:1403
Ταῦτα εἰπὼν ὁ Βαρλαάμ, καὶ τὸ τῆς πίστεως σύμβολον τὸ ἐκτεθὲν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ διδάξας τὸν τοῦ βασιλέως υἱόν, ἐβάπτισεν αὐτὸν εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τὴν κολυμβήθραν τοῦ ὕδατος τὴν οὖσαν ἐν τῷ παραδείσῳ αὐτοῦ
巴蘭說完這些話後,又將尼西亞公會議所訂立的信經教導了王子,便在他自己園中的水池裡,奉父、子、聖靈之名為他施洗。
Having said these things, Barlaam, having also taught the king's son the symbol of faith set forth at the council held in Nicaea, baptized him into the name of the Father, and of the Son, and of the Holy Spirit, in the pool of water that was in his garden.
1:1404
καὶ ἦλθεν ἐπ' αὐτὸν ἡ χάρις τοῦ Ἁγίου Πνεύματος
於是聖靈的恩典臨到了他身上。
And the grace of the Holy Spirit came upon him.
1:1405
ἐπανελθὼν δὲ εἰς τὸν αὐτοῦ κοιτῶνα, καὶ τὴν ἱερὰν ἐπιτελέσας μυσταγωγίαν τῆς ἀναιμάκτου θυσίας, μετέδωκεν αὐτῷ τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, καὶ ἠγαλλιάσατο τῷ Πνεύματι, δόξαν ἀναπέμπων Χριστῷ τῷ Θεῷ
隨後他回到自己的寢室,舉行了無血祭獻的神聖奧祕禮儀,將基督純潔無染的奧祕分給了他,他便在聖靈中歡欣,將榮耀歸於基督我們的神。
And having returned to his own chamber, and having performed the sacred mystagogy of the bloodless sacrifice, he imparted to him the immaculate mysteries of Christ, and he exulted in the Spirit, sending up glory to Christ God.
1:1406
Εἶπε δὲ πρὸς αὐτὸν ὁ Βαρλαάμ·
巴蘭便對他說:
And Barlaam said to him:
1:1407
Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἀναγεννήσας σε εἰς ἐλπίδα ζῶσαν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν διὰ Πνεύματος ἁγίου
「願我們主耶穌基督的神與父受讚頌,他照著自己極大的憐憫,重生了你,使你有活潑的盼望,得著那不能朽壞、不玷污、不衰殘、存留在天上的產業,這是在我們的主耶穌基督裡、藉著聖靈而有的;
'Blessed be the God and Father of our Lord Jesus Christ, who according to his abundant mercy has begotten you again unto a living hope, unto an inheritance incorruptible, undefiled, and unfading, kept in the heavens, in Christ Jesus our Lord through the Holy Spirit;
1:1408
σήμερον γὰρ ἐλευθερωθεὶς ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθης τῷ Θεῷ, τὸν ἀρραβῶνα δεξάμενος τῆς αἰωνίου ζωῆς, καί, τὸ σκότος ἀπολιπών, φῶς ἐνεδύσω, καταταγεὶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ·
因為你今日已從罪中得了自由,卻成了神的奴僕,領受了永生的憑質,並且離棄了黑暗,穿上了光明,被列入神兒女那榮耀的自由之中;
for today, having been freed from sin, you have become enslaved to God, having received the pledge of eternal life, and, having put away darkness, you have put on light, having been ranked among the freedom of the glory of the children of God;
1:1409
Ὅσοι γάρ, φησίν, ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ·
因為經上說:『凡接待他的,他就賜給他們權柄,作神的兒女,就是那些信他名的人』;
for, it says, as many as received him, to them he gave authority to become children of God, to those who believe in his name;
1:1410
ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱὸς καὶ κληρονόμος Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ ἐν Πνεύματι Ἁγίῳ
所以你不再是奴僕,乃是兒子,且藉著耶穌基督、在聖靈裡作神的後嗣。
so that you are no longer a slave, but a son and heir of God through Jesus Christ in the Holy Spirit.
1:1411
διό, ἀγαπητέ, σπούδασον ἄσπιλος καὶ ἀμώμητος αὐτῷ εὑρεθῆναι, ἐργαζόμενος τὸ ἀγαθὸν ἐπὶ τῷ θεμελίῳ τῆς πίστεως·
所以,親愛的,你要竭力使自己在他面前無斑無疵,在信仰的根基上行善;
Therefore, beloved, be diligent to be found spotless and blameless before him, working what is good upon the foundation of faith;
1:1412
πίστις γὰρ χωρὶς ἔργων νεκρά ἐστιν, ὥσπερ καὶ ἔργα δίχα πίστεως, καθὼς καὶ πρότερον μέμνημαι λαλήσας σοι
因為信心若沒有行為就是死的,正如行為若沒有信心也是如此,這是我先前也曾對你提過、對你說過的。
for faith without works is dead, just as works are also dead without faith, as I have also mentioned to you before, speaking with you.
1:1413
ἀποθέμενος οὖν λοιπὸν πᾶσαν κακίαν, καὶ πάντα τὰ ἔργα τοῦ παλαιοῦ ἀνθρώπου μισήσας τὰ φθειρόμενα κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ὡς ἀρτιγέννητον βρέφος τὸ λογικὸν καὶ ἄδολον γάλα τῶν ἀρετῶν ἐπιπόθησον πιεῖν, ἵνα ἐν αὐτῷ αὐξηθῇς, καὶ φθάσῃς εἰς τὴν ἐπίγνωσιν τῶν ἐντολῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, μηκέτι νήπιος ὢν ταῖς φρεσί, κλυδωνιζόμενος καὶ περιφερόμενος τῇ ζάλῃ καὶ τρικυμίᾳ τῶν παθῶν, ἀλλὰ τῇ μὲν κακίᾳ νηπιάζων, πρὸς δὲ τὸ ἀγαθὸν στερέμνιον καὶ πεπαγιωμένον ἔχων τὸν νοῦν, καὶ ἀξίως περιπατῶν τῆς κλήσεως ἧς ἐκλήθης ἐν φυλακῇ τῶν ἐντολῶν τοῦ Κυρίου, ἀποσεισάμενος ἑαυτοῦ καὶ ἀλλοτριώσας τὴν ματαιότητα τῆς προτέρας ἀναστροφῆς, καθὼς τὰ ἔθνη περιπατεῖ ἐν τῇ ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ καὶ ἀπηλλοτριωμένοι τῆς δόξης τοῦ Θεοῦ, ὑποτεταγμένοι ταῖς ἐπιθυμίαις αὐτῶν καὶ ἀλόγοις ὁρμαῖς
所以,從今以後你既已脫去一切邪惡,並憎惡了舊人一切照著虛謊之私慾而敗壞的行為,就當像才生的嬰孩,切慕那理性的、無詭詐的德行之奶,好叫你因此漸長,以致達到認識神兒子誡命的地步,成為成全的人,達到基督豐盛身量的尺度,不再是心思上的嬰孩,被情慾的風浪與波濤所搖動、飄來飄去,而是在邪惡上作嬰孩,心思卻在良善上堅固穩定,且照著你蒙召的呼召配得地行事,持守主的誡命,把自己從前生活的虛妄搖脫並棄絕,不再像外邦人那樣,行在他們心思的虛妄中,心竅昏昧,與神的榮耀隔絕,屈從於自己的私慾和無理性的衝動。
Having therefore now put away all wickedness, and having hated all the works of the old man, which are corrupted according to the desires of deceit, long, as a newborn infant, for the rational and guileless milk of the virtues, that in it you may grow, and may attain to the full knowledge of the commandments of the Son of God, unto a perfect man, unto the measure of the stature of the fullness of Christ, no longer being an infant in mind, tossed and carried about by the storm and surging wave of the passions, but being an infant with regard to wickedness, while keeping your mind firm and steadfast toward the good, and walking worthily of the calling with which you were called, in the keeping of the commandments of the Lord, having shaken off from yourself and estranged yourself from the vanity of your former manner of life, even as the nations walk in the vanity of their mind, darkened in understanding and alienated from the glory of God, subjected to their own desires and irrational impulses.
1:1414
σὺ δέ, ὥσπερ προσῆλθες Θεῷ ζῶντι καὶ ἀληθινῷ, οὕτω δὴ καὶ ὡς υἱὸς φωτὸς περιπάτησον
但你,正如你已來到那又活又真的神面前,如今也當像光明之子一樣行事。
But you, just as you have come to the living and true God, so also walk as a son of light.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。