📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 錨定之書

錨定之書 第 1 章 第 3/12 段

希臘文原文.193 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:325–1:517(全章共 2119 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:325
εὐλογεῖτε, γάρ φησιν, πάντα τὰ ἔργα κυρίου τὸν κύριον καὶ οὐκ εἶπον, εὐλόγει υἱὸς τοῦ θεοῦ τὸν κύριον οὐδ' εὐλόγει ἅγιον πνεῦμα. τὸν κύριον, ἀλλ' εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον
因為經上說:『耶和華一切的工作啊,你們都要稱頌耶和華』,他們並沒有說『神的子啊,要稱頌耶和華』,也沒有說『聖靈啊,要稱頌耶和華』,而是說『耶和華一切的工作啊,你們都要稱頌耶和華』。
For it says, 'Bless the Lord, all you works of the Lord,' and they did not say, 'let the Son of God bless the Lord,' nor 'let the Holy Spirit bless the Lord,' but 'bless the Lord, all you works of the Lord.'
1:326
καὶ μή τις τῶν προφάσεις ἑαυτοῖς θηρωμένων εἴπῃ·
又免得那些為自己搜尋藉口的人中,有人說——
And lest one of those who hunt for pretexts for themselves should say —
1:327
ὅτι οὐκ εἶπον Χερουβὶμ ἢ Σεραφίμ·
『他們並沒有說出基路伯或撒拉弗』,
'that they did not say Cherubim or Seraphim;'
1:328
λοιπὸν οὐδὲ ταῦτά ἐστιν ἔργα τοῦ θεοῦ
『那麼這些也就不是神的工作了。』
'then not even these are works of God.'
1:329
προέλαβε γὰρ ὁ θεῖος λόγος ἀσφαλίσασθαι τὰ πάντα κατὰ τῶν τὰς μηχανὰς ἑαυτοῖς ἐπινοούντων, προγινώσκων τὴν εἰς αὐτοὺς καὶ τοὺς παῖδας λύμην
因為神聖的道早已預先設法保障一切,以防範那些為自己圖謀詭計的人,因祂預先知道將要加諸他們與那些孩童身上的傷害。
For the divine Word took precaution in advance to secure all things against those who contrive devices for themselves, foreknowing the outrage [that would be done] against them and against the children.
1:330
τρισσῶς γὰρ τὸν ὕμνον ἐδιπλασίασαν οἱ ἅγιοι παῖδες οἱ αὐτοὶ τὰ κτιστὰ καὶ ποιητὰ εἰς ὕμνον θεοῦ προβαλλόμενοι καὶ πρῶτον φήσαντες εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, εἶτα μεθ' ἕτερα εὐλογημένος εἶ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ καὶ πάλιν εὐλογημένος εἶ ὁ καθήμενος ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου καί. εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβίμ·
因為這些聖潔的孩童把這頌歌重覆了三次,把受造與被造之物擺出來作為對神的頌歌,首先說:『主、我們列祖的神哪,你是應當稱頌的,你的名直到永遠是可讚美、可尊榮的』,其後又說:『坐在基路伯上的,你是應當稱頌的』,再說:『坐在你榮耀國度寶座上的,你是應當稱頌的』,並且『觀看深淵、坐在基路伯上的,你是應當稱頌的』;
For the same holy children trebled the hymn threefold, setting forth the created and made things for a hymn to God, and first saying, 'Blessed are you, Lord God of our fathers, and praised and glorified is your name forever,' then, after other words, 'Blessed are you who sit upon the Cherubim,' and again, 'Blessed are you who sit upon the throne of the glory of your kingdom,' and 'Blessed are you who behold the depths, sitting upon the Cherubim';
1:331
ἵνα ἀπὸ τοῦ εἰπεῖν τὸν θρόνον νοήσῃς Σεραφὶμ καὶ Χερουβίμ, καὶ ἀπὸ τοῦ ὀνόματος τῶν Χερουβὶμ καὶ ἀβύσσων καὶ θρόνου ἡγιασμένου καὶ λοιπῶν πάντων ὀνομάτων νοήσῃς ἀπὸ τοῦ ἀριθμοῦ πάντων τῶν ὠνομασμένων ὅτι ἐκ τῶν ἔργων εἰσὶ τοῖς ἄλλοις συναριθμούμενα
好叫你從『寶座』一詞領悟到撒拉弗與基路伯,也從『基路伯』、『深淵』、『被聖化的寶座』、以及其餘一切名稱之中,從所提及一切事物的數目領悟到:這些都屬於受造之工,是與其餘萬物一同被數算的。
so that from the mention of the throne you might understand Seraphim and Cherubim, and from the name of the Cherubim, and of the depths, and of the sanctified throne, and of all the other names, you might understand, from the number of all the things named, that they are counted among the works, being numbered together with the rest.
1:332
καλέσαντες γὰρ εἰς ὕμνον ταῦτα πάντα εὐθὺς ἐπιφέρουσι λέγοντες εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον, ἵνα Γαβριὴλ καὶ Μιχαὴλ εὐλογήσῃ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα
因為他們把這一切都召來參與頌歌之後,隨即又補充說:『耶和華一切的工作啊,你們都要稱頌耶和華』,好叫加百列與米迦勒也稱頌父、子、聖靈。
For having summoned all these things to the hymn, they immediately add, saying, 'Bless the Lord, all you works of the Lord,' so that Gabriel and Michael might bless Father and Son and Holy Spirit.
1:333
Σεμνοὶ δὲ ἄγγελοι ἐν οὐρανῷ τὸν ἐπινίκιον ὕμνον ᾄδουσι, σὺν Σεραφὶμ καὶ Χερουβὶμ τὴν τριάδα ὁμοδόξως καὶ ὁμοστοίχως καὶ ὁμοουσίως δοξάζοντες καὶ λέγοντες τό ἅγιος ἅγιος ἅγιος, τρεῖς φωνὰς ἀποτελοῦντες, ἐν ἑνότητι δὲ λέγοντες καὶ οὐ πολυωνύμως
天上尊貴的天使們歌唱得勝的頌歌,偕同撒拉弗與基路伯,以同一榮耀、同一秩序、同質同性地頌揚三一,說:『聖哉、聖哉、聖哉』,發出三次呼聲,卻是在合一之中說出,而非以眾多名號說出。
And the venerable angels in heaven sing the triumphal hymn, glorifying the Trinity together with the Seraphim and the Cherubim with one accord of glory, one order, and consubstantially, saying, 'Holy, Holy, Holy,' uttering three cries, yet speaking in unity and not with many names.
1:334
οὐ γὰρ λέγουσιν ἅγιος τέταρτον, ἵνα μὴ προσθῶσι τι τῇ τῆς τριάδος ὀνομασίᾳ·
因為他們並不第四次說『聖哉』,免得在三一的稱謂上有所增添;
For they do not say 'holy' a fourth time, lest they add anything to the designation of the Trinity;
1:335
ἵνα μὴ ἐλλιπὴς εἴη ἡ δόξα τῆς τελειότητος, ἀλλὰ τρίς, ἵνα πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν. τῇ αὐτῇ τιμῇ ἁγιάσωσι
免得那完全的榮耀有所欠缺,卻說三次,好叫他們以同樣的尊榮聖化父、子、聖靈,
lest the glory of perfection be deficient, but [say it] three times, so that they might sanctify the Father and the Son and the Holy Spirit with the same honor,
1:336
τελειότητι. τριάδα δοξάζοντες ὁμοῦ ἐν ἑνότητι καὶ ἑνότητα ἐν τριάδι
在完全之中,一同在合一裡頌揚三一,也在三一裡頌揚合一。
in perfection, glorifying the Trinity together in unity, and unity in Trinity.
1:337
ταύτην γὰρ τὴν γνῶσιν ἦλθεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ἡμᾶς διδάξαι, ταύτην τὴν σύνεσιν ἡμῖν ἐκήρυξε τὸ ἅγιον πνεῦμα, ταύτην τὴν τελειότητα ἀπεκάλυψεν ἡμῖν ὁ πατήρ·
因為神的獨生子降臨,正是要教導我們這知識;這悟性乃是聖靈向我們宣告的;這完全乃是父向我們啟示的;
For it was to teach us this knowledge that the only-begotten Son of God came; this understanding the Holy Spirit proclaimed to us; this perfection the Father revealed to us;
1:338
ἐν ἀληθείᾳ ταύτην τὴν ζωὴν ἐχαρίσατο ἡμῖν σαρκωθεὶς ὁ Λόγος, ταύτην τὴν οἰκοδομὴν ᾠκοδόμησεν. ἡμῖν τὸ ἅγιον πνεῦμα
道成肉身、真實地把這生命白白賜給了我們;這建造乃是聖靈為我們建成的。
in truth, this life the Word, having become flesh, freely gave to us; this edifice the Holy Spirit built for us.
1:339
εἴ τις γὰρ ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην καὶ τὰ ἑξῆς
『若有人用金、銀、寶石、草木、禾稭在這根基上建造』,等等,
'For if anyone builds upon this foundation gold, silver, precious stones, wood, hay, stubble,' and so forth,
1:340
οὐ γὰρ ἔστιν ἄλλος θεμέλιος·
因為並沒有別的根基;
for there is no other foundation;
1:341
θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, οὗ ἐσμεν οἰκοδομή, καὶ οὗ ἐσμεν γεώργιον, οἰκοδομηθέντες ἐπὶ τὸν θεμέλιον προφητῶν τε καὶ ἀποστόλων, τοῦ εἰδέναι τὴν ἡμῶν οἰκοδομὴν στερεὰν οὖσαν ἐν ἀληθείᾳ καὶ τὸν ἡμῶν. θεμέλιον ἀεὶ ὄντα καὶ μὴ ἀρξάμενον τοῦ εἶναι
因為除了那已經立好的根基之外,無人能立別的根基,那根基就是耶穌基督,神的兒子;我們是祂的建築,也是祂的田地,是建立在眾先知與眾使徒的根基上,好使我們知道我們的建築確實堅固,並且我們的根基是恆常存在的,並非才開始存在的。
for no one can lay another foundation than the one already laid, which is Jesus Christ, the Son of God, whose building we are, and whose husbandry we are, having been built upon the foundation of the prophets and apostles, so as to know that our building is firm in truth, and that our foundation always exists and did not begin to be.
1:342
ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις κατὰ τὸν ἀποστολικὸν λόγον, ἀλλ' ἐν τοῖς καταξιω. θεῖσι πνεύματι ἁγίῳ τὰ τῆς ἀληθείας εἰδέναι μυστήρια
然而,照著使徒的話,知識並非在眾人裡面都有,而是在那些蒙聖靈眷顧、配得知曉真理奧秘的人裡面。
But knowledge is not in all, according to the apostolic word, but in those who have been deemed worthy by the Holy Spirit to know the mysteries of the truth.
1:343
αὐτὸς γὰρ ὁ ἀποκαλύψας ἑαυτὸν καὶ τὸν ἑαυτοῦ πατέρα καὶ τὸ ἅγιον πνεῦμα ἐπιμεμφόμενός τινας τῶν ἐν ἀγνωσίᾳ ἔλεγεν οὐκ οἴδατε τὰς γραφὰς οὐδὲ τὴν δύναμιν αὐτῶν καὶ πάλιν ἀλλαχόθι ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω καὶ πάλιν εἰ ᾔδεις τίς ἐστιν ὁ ζητῶν παρὰ σοῦ πιεῖν, σὺ ἂν ᾔτησας τῇ Σαμαρείτιδι ἔλεγε, καὶ πάλιν οὐκ. οἴδατε οἵου πνεύματός ἐστε
因為那位親自啟示了自己、也啟示了自己的父與聖靈的主,曾責備那些在無知中的人說:『你們不明白聖經,也不曉得神的大能』;又在別處說:『有耳可聽的,就應當聽』;又對撒瑪利亞婦人說:『你若知道是誰向你要水喝,你早就求祂了』;又說:『你們不知道自己是屬於哪種靈的。』
For he himself who revealed himself and his own Father and the Holy Spirit, rebuking some who were in ignorance, said, 'You know neither the Scriptures nor their power'; and again elsewhere, 'He who has ears to hear, let him hear'; and again, 'If you knew who it is that is asking you for a drink, you would have asked him,' he said to the Samaritan woman; and again, 'You do not know of what spirit you are.'
1:344
ἄρα οὖν ἡ γνῶσις οὐκ ἐν πᾶσι·
由此可見,知識並非在眾人裡面都有;
Therefore knowledge is not in all;
1:345
χαρίσματα γὰρ ἔχει ἕκαστος ἐκ θεοῦ διάφορα
因為各人從神所領受的恩賜各有不同。
for each has different gifts from God.
1:346
καί φησιν ὁ ἅγιος λόγος ᾧ δίδοται περισσότερον, περισσότερον ἀπαιτήσουσιν αὐτόν, ὡς τινῶν μὲν λαμβανόντων βραχύ, τινῶν δὲ οὐδ' ὅλως, ἄλλων δὲ περισσοτέρως εἰληφότων
聖言又說:『多給誰,就向誰多取』,因為有人所領受的少,有人一無所得,另有人所領受的則更為豐富。
And the holy word says, 'To whomever more is given, more will be required of him,' inasmuch as some receive a little, some none at all, while others have received more abundantly.
1:347
Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει ἐξ αὐτῶν τῶν ἐν ταῖς θείαις. γραφαῖς εἰρημένων ἔστιν εὑρεῖν
而這一切確實如此,是可以從神聖經文本身所言之中查證出來的。
And that these things are so may be found from the very words spoken in the divine Scriptures.
1:348
τῆς γὰρ θείας γραφῆς πνευματικῶς διαλεγομένης τὰ πλεῖστα, μάλιστα περὶ τῆς ἡμετέρας ζωῆς, γνώσεως δέ φημι τοῦ κυρίου, ὅσα γὰρ ἐστὶ βαθύτερα καὶ περισσοτέρως τὴν ἡμετέραν ψυχὴν ἀπασφαλιζόμενα ῥήματα, ταῦτα εἰς. πρόσκομμα τοῖς τὴν γνῶσιν θεοῦ μὴ κατειληφόσι συμβέβηκεν, ὥς φησιν Ὠσηὲ ὁ προφήτης τίς συνετὸς καὶ συνήσει ταῦτα; καί ᾧ λόγος γνώσεως κυρίου δίδοται, καὶ γνώσεται αὐτά·
因為神聖的經文大多是以屬靈的方式論說的,尤其是關於我們的生命——我是指對主的認識——凡是那些更深奧、更能牢牢確保我們靈魂的話語,對那些尚未領會神之知識的人來說,便成了絆腳石,正如先知何西阿所說:『誰是智慧人?他必明白這些事。誰是蒙賜下對主之知識的話語的人?他也必曉得這些事;』
For since divine Scripture speaks spiritually for the most part, especially concerning our life — I mean the knowledge of the Lord — whatever words are deeper and more thoroughly secure our soul, these have become a stumbling-block to those who have not grasped the knowledge of God, as Hosea the prophet says: 'Who is wise, and he will understand these things? And he to whom the word of the knowledge of the Lord is given shall also know them;'
1:349
ὅτι εὐθεῖαι αἱ. ὁδοὶ κυρίου, ἀσεβεῖς δὲ προσκόψουσιν ἐν αὐταῖς
『因為耶和華的道是正直的,惟有罪人必在其中跌倒。』
'for the ways of the Lord are straight, but the impious will stumble in them.'
1:350
εὐθεῖαι μὲν γάρ εἰσιν, ἀλλ' οἱ ἀσεβεῖς προσκόπτουσι ἐν ταῖς ὁδοῖς κυρίου, ἀναιτίων τούτων οὐσῶν ἀνθρώποις προσκόμματος
這些道路確實是正直的,只是不虔敬的人在耶和華的道路上跌倒,而這些道路本身對於使人跌倒是毫無過咎的。
For they are indeed straight, but the impious stumble in the ways of the Lord, these ways themselves being blameless of causing men to stumble.
1:351
οἱ γοῦν προσκόπτοντες τῷ λίθῳ τοῦ προσκόμματος ἀδιαφόρως προσκόπτουσι·
那些絆跌在絆腳石上的人,是不加分辨地絆跌的;
Those, then, who stumble at the stone of stumbling, stumble indiscriminately;
1:352
προσέκοψαν. γὰρ τῷ λίθῳ τοῦ προσκόμματος καὶ ἐσκανδαλίσθησαν
因為「他們絆跌在絆腳石上,就跌倒了」。
for "they stumbled at the stone of stumbling and were scandalized."
1:353
εὐθὺς μὲν γὰρ οἱ Ἰουδαῖοι ὁρῶντες τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ἐν σαρκὶ ἐληλυθότα θεοσημείας ἐργαζόμενον καὶ μὴ κατηξιωμένοι τῆς γνώσεως τῆς ἐπουρανίου ἔλεγον τίς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃς λαλεῖ βλασφημίας; καὶ ἄλλοτε εἰ ἦν ὁ ἄνθρωπος οὗτος ἐκ θεοῦ, οὐκ ἂν ἔλυε τὸ σάββατον
因為猶太人一見到神的獨生子已在肉身中降臨、行出神蹟,他們既不配得那屬天的知識,就立刻說:「這說僭妄話的是甚麼人呢?」又在別的時候說:「這人若是出於神,就不會犯安息日。」
For at once the Jews, seeing the only-begotten Son of God having come in the flesh and working divine signs, and not having been deemed worthy of the heavenly knowledge, said, "Who is this man who speaks blasphemies?" And at another time, "If this man were from God, he would not have broken the sabbath."
1:354
ἄρα οὖν τὴν θεότητα ἠγνόουν, ἄνθρωπον δὲ ψιλὸν. μόνον αὐτὸν ἐνόμιζον
由此可見,他們是不認識祂的神性,只以為祂僅僅是一個凡人而已。
So then they were ignorant of his divinity, and considered him to be a mere man only.
1:355
οἱ δὲ καὶ θεὸν αὐτὸν ἐγνωκότες, ἀγνοήσαντες δὲ τὴν τελείαν αὐτοῦ δόξαν, ἀκούσαντες τὰ ἐν βάθει περὶ αὐτοῦ εἰρημένα ῥήματα καὶ κατὰ τὴν εἰς ἡμῶν πραγματευθεῖσαν σωτηρίαν σαρκὸς οἰκονομίαν, σφαλλόμενοι εἰς τὴν αὐτοῦ θεότητα κακοδο. ξοῦσιν
然而另有些人,雖然已經承認祂是神,卻不曉得祂完全的榮耀;他們聽見那些論及祂、意蘊深奧的話語,以及為成就我們救恩所安排的肉身經綸,就因此失足,對祂的神性存有錯謬的見解。
But others, though they have indeed acknowledged him as God, yet not knowing his perfect glory, upon hearing the words spoken concerning him in their depth, and concerning the economy of the flesh transacted for our salvation, are misled and hold false opinion regarding his divinity.
1:356
ἔσφαλλε γὰρ αὐτοὺς ἡ διάνοια
因為他們的心思使他們失足了。
For their understanding led them astray.
1:357
ὡς γὰρ οἱ Ἰουδαῖοι ἐσφάλησαν ἀκούσαντες, οὕτω καὶ αὐτοὶ ἀκούοντες ἐσφάλλοντο
正如猶太人聽見就失足一樣,這些人聽見也照樣失足了。
For as the Jews, upon hearing, were led astray, so also these, upon hearing, were led astray.
1:358
ἐκεῖνοι γὰρ ἑώρων τὰ ἐν προφήταις προειρημένα, εἰς δὲ τὴν ἔνσαρκον Χριστοῦ. παρουσίαν πληρωθέντα ἀγνοοῦντες ἐταράχθησαν
因為前者(猶太人)看見先知豫先所說的事,卻不曉得這些事已在基督的肉身降臨中應驗,就因此驚惶失措。
For those (the Jews) saw the things foretold beforehand by the prophets, but being ignorant that they were fulfilled in Christ's coming in the flesh, were thrown into confusion.
1:359
καὶ οὗτοι πάλιν διὰ τὴν αὐτοῦ οἰκονομίαν τὰ προειρημένα ἀκούοντες, ψιλῶς δὲ αὐτὰ νοοῦντες ταράσσονται καὶ προβάλλονται εἰς τὴν ἑαυτῶν καταστροφὴν τὰ εἰς τὴν ἡμῶν οἰκοδομὴν εἰρημένα καὶ φασίν·
而這些人,也因聽見那為著祂的經綸而豫先說的話,卻只從字面膚淺地理解,就因此驚惶失措;他們竟把那些為造就我們而說的話,拿來作為自己毀滅的把柄,說:
And these, in turn, hearing the things foretold on account of his economy, but understanding them merely in a bare sense, are thrown into confusion, and to their own ruin they put forward the very words spoken for our edification, saying:
1:360
ἀπέρχομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν καὶ πατέρα μου καὶ πατέρα ὑμῶν·
「我要上去見我的父,也是你們的父,見我的神,也是你們的神。」
"I ascend to my God and your God, and my Father and your Father."
1:361
ὁρᾷς ὅτι καὶ αὐτὸς ἕν ἐστι τῶν κτισμάτων, βλασφημοῦντες τολμῶσι λέγειν
「你看,祂也不過是受造之物中的一個」——他們竟敢說出這樣褻瀆的話。
"You see that he too is one of the created things" — this they blasphemously dare to say.
1:362
Βλέπεις τοίνυν ὅτι σφάλλει αὐτοὺς ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία
由此可見,那道成肉身之降臨的經綸,使他們失足了。
You see, then, that the economy of the incarnate coming misleads them.
1:363
ἀναλάβωσι γὰρ ἐξ ὑπαρχῆς καὶ ἐρωτήσωσι χρόνους ἢ καιρούς·
讓他們從起頭重新查考,去探究那些時候與時期:
For let them take the matter up from the beginning, and inquire concerning the times or the seasons:
1:364
αἱ γὰρ διέξοδοι αὐτοῦ φησίν ἀφ' ἡμερῶν αἰῶνος
因為經上說:「祂的來歷是從亙古、從太初的日子而有的。」
for "his goings forth," it says, "are from the days of eternity."
1:365
ἴδωμεν τοίνυν τὰ πρὸ τούτων
那麼,讓我們來看看在這些事之前的情形。
Let us then see the things prior to these.
1:366
φησὶν ὁ πατήρ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ οὐκ εἶπε, ποιήσω ἄνθρωπον. κατ' εἰκόνα ἐμήν
父說:「我們要照著我們的形像、按著我們的樣式造人」,而不是說:「我要照著我的形像造人。」
The Father says, "Let us make man according to our image and likeness," and he did not say, "I will make man according to my image."
1:367
ἐλέγχθητι ὁ ἔχων πεπωρωμένην τὴν καρδίαν κατὰ τὸ γεγραμμένον ἀλλ' ἐπωρώθη ἡ καρδία αὐτῶν καὶ μάθε τὸν υἱὸν ὄντα ἀεὶ πρὸς τὸν πατέρα·
你這心地剛硬的人哪,要受此駁斥——正如經上所記:「他們的心倒是剛硬了」;你當曉得,聖子是常與父同在的。
Be refuted, you who have a hardened heart, according to what is written, "but their heart was hardened"; and learn that the Son is ever with the Father.
1:368
τὸ γὰρ εἰπεῖν ποιήσωμεν οὐχ ἑνός. ἐστι σημαντικόν, ἀλλὰ πατρὸς λέγοντος πρὸς τὸν υἱόν
因為說「我們要做」,並非指一個位格,而是指父在向子說話。
For to say "let us make" is not indicative of one person, but of the Father speaking to the Son.
1:369
ἐλέγχθητι καὶ ὁ λέγων τὸν υἱὸν ἀνόμοιον τῷ πατρί·
你這說聖子與父不同的人,也要受此駁斥:
Be refuted also, you who say the Son is unlike the Father:
1:370
ἐν τῷ γὰρ εἰπεῖν αὐτὸν κατ' εἰκόνα ἡμετέραν οὐ διέκρινεν ὁμοίωσιν υἱοῦ ἀπὸ πατρὸς οὐδὲ διεῖλέ τι τῆς ταυτότητος τοῦ πατρὸς πρὸς τὸν υἱόν
因為祂說「照著我們的形像」時,並沒有把子的樣式與父的樣式分開,也沒有把父與子之間同一性的任何部分割裂開來。
for in saying "according to our image," he did not distinguish the likeness of the Son from that of the Father, nor did he divide anything of the Father's identity with respect to the Son.
1:371
οὐ γὰρ εἶπε κατ' εἰκόνα ἐμὴν ἢ κατ' εἰκόνα σήν, ἀλλὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος μίαν οὐσίαν ἐδήλωσε καὶ θεότητα
因為祂並沒有說「照著我的形像」或「照著你的形像」,而是彰顯出父、子、聖靈同一的本質與神性。
For he did not say "according to my image" or "according to your image," but he made manifest the one essence and divinity of the Father, the Son, and the Holy Spirit.
1:372
φησὶ γάρ κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, ὡς εἶναι μὲν μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τὴν θεότητα, ἄνθρωπον δὲ γεγονέναι κατ' εἰκόνα τῆς μιᾶς θεότητος πατρὸς καὶ. υἱοῦ καὶ ἁγίου πνεύματος
因為祂說:「照著我們的形像、按著我們的樣式」,為要顯明父、子、聖靈的神性乃是同一的,而人乃是照著父、子、聖靈這同一神性的形像被造成的。
For he says, "according to our image and likeness," so that the divinity of the Father and the Son and the Holy Spirit is one, and man came to be according to the image of the one divinity of the Father and the Son and the Holy Spirit.
1:373
ἐλέγχθητι καὶ σύ, Ἄρειε, καὶ ἄκουε τὸν πατέρα λέγοντα τῷ υἱῷ ποιήσωμεν συνδημιουργὸν καλοῦντα τὸν υἱόν
亞流啊,你也要受此駁斥;你當聽父對子說「我們要做」,稱聖子為祂共同創造的同工。
Be refuted also, you, Arius, and hear the Father saying to the Son, "Let us make," calling the Son his fellow-creator.
1:374
πολλάκις γὰρ ἀκήκοά τινας λέγοντας, ὅτι ὁ υἱὸς ἐποίησεν οὐδέν, ἀλλὰ δι' αὐτοῦ ἐγένετο τὰ γενόμενα
因為我屢次聽見有人說:聖子並沒有創造甚麼,只是萬物是藉著祂而造成的。
For I have often heard some saying that the Son made nothing, but that through him the things that came to be, came to be.
1:375
εἰ δι' αὐτοῦ δὲ γέγονε,. καὶ αὐτὸς ἐποίησεν, ὡς σαφῶς ἀποδέδεικται
然而,若萬物是藉著祂而造成的,那麼祂自己也就是那創造者,這一點已經清楚地證明了。
But if it came to be through him, then he himself also made it, as has been clearly demonstrated.
1:376
ὁ γὰρ ἀρχιτέχνης Λόγος πάντων ἐστὶ ποιητὴς καὶ δι' αὐτοῦ πατὴρ ἐργάζεται
因為道,這位總工師,乃是萬物的創造者,父也是藉著祂作工。
For the Word, the master-craftsman, is the maker of all things, and it is through him that the Father works.
1:377
ἀκουέτωσαν γὰρ αὐτοῦ σαφῶς λέγοντος ὁ πατήρ μου ἐργάζεται ἕως ἄρτι, κἀγὼ ἐργάζομαι·
讓他們清楚聽見祂親口所說的:「我父作工直到如今,我也作工。」
For let them hear him clearly saying, "My Father works until now, and I work."
1:378
καὶ γὰρ ὧδε τὸν πατέρα ἑαυτοῦ συνδημιουργὸν καλεῖ ἐν. τῷ λέγειν τοῦτο
因為就在這句話裡,祂也稱自己的父為與祂一同作工的同工。
For here too, in saying this, he calls his own Father his fellow-worker.
1:379
ἀλλὰ πάλιν μή σε ἀπατάτω ἡ διάνοια καὶ προσέλθῃς τῷ υἱῷ ὡς δούλῳ καὶ μὴ ὡς ἀληθινῷ δεσπότῃ
但你切不可再讓自己的心思受迷惑,以致把聖子當作奴僕來對待,而不是當作真實的主來對待。
But again, let not your understanding deceive you, so that you approach the Son as a slave and not as a true Master.
1:380
εἰ γὰρ δοῦλος ἦν καὶ οὐκ ἀληθινὸς δεσπότης, πῶς μορφὴν δούλου ἀνέλαβεν ἐλθὼν ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων; πῶς δὲ ἐκένου ἑαυτόν, εἰ μὴ εἶχε τὸ τέλειον; ὡς θεῷ οὖν τελείῳ πρόσελθε τῷ υἱῷ καὶ ὡς υἱῷ γνησίῳ ὄντι παρὰ πατρός
因為祂若是奴僕,而非真實的主,那麼,那本有神形像的祂,降臨時怎能取了奴僕的形像呢?祂若沒有那完全的,又怎能倒空自己呢?所以,你當把聖子當作完全的神來親近,也當作那從父而出的真正的子來親近。
For if he were a slave and not a true Master, how did he, who existed in the form of God, take on the form of a slave when he came? And how did he empty himself, if he did not possess that which is perfect? Approach the Son, then, as a perfect God, and as a genuine Son who is from the Father.
1:381
Καὶ μὴ διὰ κακόνοιαν εἴπῃς·
你也不可存著惡意說:
And do not say, out of ill will:
1:382
ἀλλὰ ὁ πατὴρ εἶπε τῷ υἱῷ ποιήσωμεν, ὁ δὲ υἱὸς οὐκ εἶπε τῷ πατρί ποιήσωμεν καὶ ὁ υἱὸς οὐ λέγει ὅτι ἐγὼ ἐργάζομαι καὶ ὁ πατήρ μου ἐργάζεται, ἀλλὰ τὸν. πατέρα τάττει πρῶτον λέγοντα καὶ ἐργαζόμενον
「父對子說『我們要做』,子卻沒有對父說『我們要做』;子也沒有說『我作工,我父也作工』,反倒把父列在前面,說父先說話、先作工。」
"But the Father said to the Son, 'let us make,' yet the Son did not say to the Father, 'let us make'; and the Son does not say, 'I work, and my Father works,' but places the Father first as the one speaking and working."
1:383
τοῦτο γὰρ ἠλιθίως λέγεις καὶ πολλὰς ἀρχὰς θέλεις νοεῖν τὸ θεῖον
因為你這樣說是愚妄的,你這是想把神性看作有許多本原。
For you say this foolishly, and you wish to conceive the Godhead as having many first principles.
1:384
μία δέ ἐστιν ἀρχὴ καὶ ἡ αὐτὴ μία θεότης, οὐδαμοῦ δὲ ἐνταῦθα ὁ υἱὸς λέγει θεός μου
然而本原只有一個,就是同一個神性;在此經文中,聖子從未說過「我的神」這句話。
But there is one first principle, and it is the very same one divinity; and nowhere here does the Son say "my God."
1:385
οὐκ ἀρνούμενος δὲ τοῦ υἱοῦ τὴν πρὸς τὸν πατέρα τιμὴν. λέγω, ἀλλὰ πῶς ἔχει ἡ τῆς θεότητος ἀκολουθία
我這樣說,並非否認聖子對父所存的尊崇,乃是要說明神性的次序是如何的。
I say this not denying the honor which the Son has toward the Father, but explaining how the order of the divinity stands.
1:386
καὶ πάλιν ἤκουσεν Ἀδάμ φησί τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν·
又如經上說:「亞當聽見神在園中乘涼時行走的聲音。」
And again, "Adam," it says, "heard God walking in paradise in the cool of the day."
1:387
καὶ οὐδαμοῦ φησιν ὁ υἱὸς θεόν μου καὶ θεὸν ὑμῶν, ἀλλὰ θεὸν. αὐτοτελῆ ἐνταῦθα λέγει
在此經文中,聖子從未說過「我的神,也是你們的神」,而是在此稱神為自足、自全的神。
And nowhere here does the Son say "my God and your God," but here he speaks of God as absolute, complete in himself.
1:388
καὶ πάλιν καὶ ἐλάλησεν ὁ θεὸς τῷ Νῶε. καὶ οὐδαμοῦ ἐμφέρεται ἡ τοιαύτη λέξις
又如經上說:「神對挪亞說話」;在此也從未出現那樣的措辭。
And again, "And God spoke to Noah"; and nowhere does such an expression occur.
1:389
καὶ ὤφθη φησίν ὁ θεὸς τῷ Ἀβραάμ, καθεζομένου αὐτοῦ πρὸς τῇ δρυῒ τῇ Μαμβρή·
經上又說:「神向亞伯拉罕顯現」,那時他正坐在幔利的橡樹旁。
And "God appeared," it says, "to Abraham, as he was sitting by the oak of Mamre."
1:390
καὶ ἰδοὺ τρεῖς ἄνδρες, καὶ ἔδραμεν εἰς συνάντησιν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν·
「忽有三個人」——他就跑去迎接他們,俯伏在地下拜,說:
"And behold, three men" — and he ran to meet them and worshiped upon the ground, and said:
1:391
εἰ εὗρον χάριν ἐνώπιόν σου, ἵνα τὸν ἕνα δείξῃ θεόν,. τοὺς δὲ συνεπομένους αὐτῷ ἄλλους δύο ἀγγέλους αὐτοῦ
「我若在你眼前蒙恩」——這是為要顯明其中一位是神,而伴隨祂的另外兩位則是祂的天使。
"If I have found favor before you" — so as to show that the one is God, and the other two who accompanied him are his angels.
1:392
περὶ γὰρ τούτου καί φησιν ἀνέβη ὁ θεὸς ἀπὸ Ἀβραάμ·
因為關於這一位,經上也說:「神從亞伯拉罕那裡上升去了。」
For concerning this one it also says, "God went up from Abraham."
1:393
αὐτὸς δὲ ὁ ἐλθὼν πρὸς αὐτὸν λέγει μὴ κρύψω τι ἀπὸ τοῦ παιδός μου Ἀβραάμ; κραυγή φησί Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με καὶ τὰ ἑξῆς·
而那位親自來到他面前的,正是祂自己,說:「我所要作的事豈可瞞著我的僕人亞伯拉罕呢?」經上又說:「所多瑪和蛾摩拉的哀聲在我面前甚大」,等等。
And it is he himself, the one who came to him, who says, "Shall I hide anything from my servant Abraham?" "The outcry," it says, "of Sodom and Gomorrah has been multiplied against me," and so on.
1:394
καὶ οὐδαμοῦ ἐμφέρεται ἐν τοῖς χρόνοις τούτοις τὸ θεός. μου καὶ θεὸς ὑμῶν
而在這段時期裡,「我的神,也是你們的神」這句話從未出現。
And nowhere at this time does "my God and your God" occur.
1:395
ἀπολειφθέντος ἀπὸ τῶν δύο τῶν εἰσελθόντων εἰς Σόδομα ἐπὶ τῇ καταστροφῇ
祂與那進入所多瑪去施行毀滅的兩位分開、獨自留下——
he having been left behind, apart from the two who entered into Sodom for its overthrow —
1:396
περὶ δὲ τοῦ ἀναβεβηκότος φησὶν ἡ γραφή καὶ ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου πῦρ καὶ θεῖον·
而關於那位上升者,經上說:「耶和華將硫磺與火,從耶和華那裡降與所多瑪和蛾摩拉。」
but concerning the one who went up, Scripture says, "And the Lord rained down upon Sodom and Gomorrah fire and brimstone from the Lord."
1:397
καὶ οὐκ ἦν τῆς λέξεως χρεία. τοῦ εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν
而在那時,也沒有需要說出「我的神,也是你們的神」這句話。
And there was no need of the expression to say "my God and your God."
1:398
καὶ Μωυσῆς φησιν ἐν τῇ ᾠδῇ καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ
摩西也在頌歌中說:「神的眾使者都要拜祂。」
And Moses says in the ode, "And let all the angels of God worship him."
1:399
ἐὰν δὲ εἴπῃ ἄγγελοι θεοῦ καὶ πῦρ παρὰ κυρίου καὶ μὴ εἴπῃ ἄγγελοι μόνον, ἵνα δείξῃ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἓν βασίλειον, τῶν ἀγγέλων μὴ μεριζομένων εἰς ἀρχάς, ἀλλὰ θεοῦ ὄντων, προσκυνούντων δὲ τῷ υἱῷ καὶ θεῷ·
但經上既說「神的眾使者」,又說「從耶和華那裡來的火」,而不是單單說「眾使者」,這乃是要顯明父與子同屬一個國度,眾天使並非分屬不同的權柄,而是屬於神的,並且他們敬拜聖子為神;
But if it says "angels of God" and "fire from the Lord," and does not say "angels" alone, it is so as to show the one kingdom of the Father and the Son, the angels not being divided into separate dominions but belonging to God, and worshiping the Son as God;
1:400
ἄγγελος γὰρ ἀγγέλῳ οὐ προσκυνεῖ
因為天使是不敬拜天使的。
for an angel does not worship an angel.
1:401
καὶ οὐδαμοῦ ἐνταῦθα τὸ θεός μου καὶ θεὸς ὑμῶν
在此也從未出現「我的神,也是你們的神」這句話。
And nowhere here is "my God and your God."
1:402
κύριος, φησί, τῷ κυρίῳ μου·
經上說:「耶和華對我主說:」
"The Lord," it says, "said to my Lord:"
1:403
ἡ γὰρ οἰκονομία τῆς σαρκὸς οὔπω ἦν, ἧς χάριν χρεία ἦν εἰπεῖν αὐτὸν θεόν μου καὶ θεὸν ὑμῶν
因為那時肉身的經綸尚未發生,而正是為了這經綸的緣故,才有需要說出「我的神,也是你們的神」這句話。
for the economy of the flesh was not yet, for the sake of which there was need to say "my God and your God."
1:404
ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν ἑρμηνευόμενον μεθ' ἡμῶν ὁ. θεός·
「必有童女懷孕生子,你要給他起名叫以馬內利」,翻出來就是「神與我們同在」。
"Behold, the virgin shall conceive in the womb and shall bear a son, and you shall call his name Emmanuel," which, being interpreted, is "God with us."
1:405
καὶ οὔπω χρεία ἦν εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν
那時也還沒有需要說出「我的神,也是你們的神」這句話。
And there was not yet need to say "my God and your God."
1:406
καί σὺ Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, οὐκ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα·
「伯利恆以法他啊,你在猶大諸城中並不是最小的;」
"And you, Bethlehem, house of Ephrathah, are by no means least among the thousands of Judah;"
1:407
ἐκ σοῦ γάρ μοι ἐξελεύσεται εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ καὶ αἱ διέξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰώνων, καὶ κατὰ ἄλλα ἀντίγραφα καὶ σὺ Βηθλεὲμ οὐχὶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα·
「因為必有一位從你那裡出來,為我在以色列中作掌權者;祂的來歷從亙古、從太初的日子而有」;又按照另一些抄本作:「伯利恆啊,你在猶大諸首領中並不是最小的。」
"for out of you shall come forth to me one who is to be ruler in Israel, and his goings-forth are from the beginning, from the days of eternity"; and according to other copies, "And you, Bethlehem, are not the least among the leaders of Judah."
1:408
ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος καὶ ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ
「因為必有一位掌權者從你那裡出來,牧養我的百姓以色列。」
"For out of you shall come forth a leader, and he shall shepherd my people Israel."
1:409
καὶ ὁρᾷς ὅτι οὐδέπω χρεία ἦν εἰπεῖν θεόν μου καὶ θεὸν. ὑμῶν
你看,那時也還沒有需要說出「我的神,也是你們的神」這句話。
And you see that there was not yet need to say "my God and your God."
1:410
ὅτε δὲ ἡ προφητεία ἐπληροῦτο Ἰερεμίου καὶ Ἠσαΐου ὡσαύτως, τὸ ἐκ παρθένου γεννηθῆναι τὸν Λόγον καὶ σάρκα σχεῖν, καθάπερ Ἰερεμίας φησί καὶ ἄνθρωπός ἐστι
但當耶利米的豫言,以及以賽亞同樣的豫言,得以應驗之時——那就是道由童女所生、取了肉身之時——正如耶利米所說:「祂也是人,」
But when the prophecy of Jeremiah, and likewise of Isaiah, was being fulfilled — namely, that the Word was born of a virgin and took flesh — just as Jeremiah says, "and he is a man,"
1:411
καὶ τίς γνώσεται αὐτόν;, τότε μετασχὼν τῆς σαρκὸς καὶ εἰς ἑαυτὸν χωρὶς σπέρματος ἀνδρὸς ἀπὸ τῆς θεοτόκου Μαρίας ἀναπλάσας τὴν αὐτὴν ἁγίαν σάρκα κατὰ τὸ εἰρημένον γενόμενος ἐκ γυναικός καὶ μετασχὼν τοῦ ἡμετέρου διὰ. τὸ ἡμέτερον φησὶ θεόν μου·
「有誰能認識祂呢?」——那時,祂既已分受了肉身,並且無需男子的種子,就從聖母瑪利亞為自己塑造了那同一的聖潔肉身,正如經上所記:「為女子所生」;祂既已分受了屬我們的性情,就因這屬我們的緣故,說「我的神」。
"and who shall know him?" — then, having partaken of the flesh, and having formed for himself, without the seed of a man, from the Theotokos Mary, that same holy flesh, according to what is said, "having been made of a woman," and having partaken of what is ours — on account of what is ours, he says "my God."
1:412
διὰ δὲ τὸ ἀίδιον αὐτοῦ τῆς γνησιότητος κατὰ φύσιν λέγει πατέρα μου καὶ διὰ τὴν αὐτοῦ πρὸς τοὺς αὐτοῦ μαθητὰς χάριν πατέρα ὑμῶν, διὰ δὲ τὸ κατὰ φύσιν αὐτῶν τῶν μαθητῶν πρὸς τὴν αὐτοῦ θεότητα καὶ τοῦ ἀιδίου αὐτοῦ πατρός. θεὸν ὑμῶν
但因祂按本性而有的那永恆真實性,祂說「我的父」;又因祂向自己門徒所施的恩典,說「你們的父」;而因門徒本性上對祂的神性、以及對祂那永恆之父的關係,就說「你們的神」。
But on account of the eternal genuineness that is his by nature, he says "my Father"; and on account of his grace toward his own disciples, "your Father"; but on account of the disciples' own relation by nature toward his divinity and toward his eternal Father, "your God."
1:413
θεὸς γὰρ τῶν μαθητῶν, πατὴρ δὲ τοῦ κυρίου κατὰ φύσιν, τῶν δὲ μαθητῶν πατὴρ κατὰ χάριν·
因為父是門徒的神,卻按本性是主的父,而按恩典才是門徒的父;
For the Father is God of the disciples, but Father of the Lord by nature, and Father of the disciples by grace;
1:414
θεὸς δὲ τοῦ υἱοῦ ἐστιν ὁ πατὴρ διὰ τὴν σάρκα, πατὴρ δὲ διὰ τὸ ἀίδιον καὶ ἀκατάληπτον τῆς αὐτοῦ γεννήσεως καὶ γνησιότητος, ὅτι ἐν ἀληθείᾳ ἐστὶν αὐτοῦ πατήρ, γεννήσας αὐτὸν ἀχρόνως καὶ ἀνάρχως κατὰ τὴν θεότητα
父因肉身之故,是聖子的神;卻因祂那永恆而不可理解的、真實的誕生本質,而是聖子的父,因為祂確實是聖子的父,按著神性,無時間、無起始地生了祂。
and the Father is God of the Son on account of the flesh, but Father on account of the eternal and incomprehensible character of his begetting and genuineness, because he is truly his Father, having begotten him timelessly and without beginning according to the divinity.
1:415
θεὸν δὲ ἐδέησεν εἰπεῖν αὐτοῦ δι' ἣν δι' ἡμᾶς ἐποίησεν οἰκονομίαν, ὢν ἀεὶ πρὸς τῷ πατρί, γεννηθεὶς ἀνάρχως Λόγος, ἐν σαρκὶ δὲ ἀπὸ Μαρίας ἐπ' ἐσχάτου τῶν ἡμερῶν γεννηθεὶς κατὰ σάρκα, ἐκ Μαρίας δὲ τῆς αὐτῆς ἁγίας παρθένου διὰ πνεύματος ἁγίου
然而,之所以必須說「祂的神」,乃是因著祂為我們所成就的經綸——祂原是常與父同在的,作為道,無起始地被生出;但按肉身而言,卻是在末後的日子,藉著聖靈,從那同一位聖童貞女瑪利亞按肉身被生的。
But it was necessary to say "his God" on account of the economy which he wrought for our sake — he who is ever with the Father, having been begotten without beginning as the Word, but in the flesh, from Mary, having been begotten according to the flesh in the last of days — that same Mary, the holy virgin, through the Holy Spirit.
1:416
Νοείτωσαν τοίνυν τὰ βαθέα τῆς τοῦ θεοῦ πραγματείας καὶ μὴ τὴν χάριν εἰς ἀχαριστίαν τρέψωσιν, ἀδοξίαν λογιζόμενοι εἰς τὴν ἄφραστον καὶ ἀκατάληπτον τοῦ θεοῦ φύσιν τὴν εἰς ἡμᾶς σωτηρίαν
所以,讓他們明白神那經綸中深奧的事,不要把恩典變為忘恩,把那為我們成就的救恩,當作對神那不可言喻、不可理解之本性的羞辱。
Let them, then, understand the deep things of God's dispensation, and let them not turn grace into ingratitude, reckoning as dishonor to the ineffable and incomprehensible nature of God the salvation wrought for us.
1:417
ἀλλά, φασί, περὶ τοῦ θεοῦ γέγραπται οὐ πεινάσει οὐδὲ διψήσει οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ, περὶ δὲ τοῦ υἱοῦ, ὅτι ἐπείνασεν ἐν τῇ ἐρήμῳ κατὰ τὸν πειρασμόν
然而他們卻說:「經上論到神是這樣記著的:『祂必不飢餓,也不乾渴,祂的智慧也無法測度』;但論到聖子,卻說祂在曠野受試探的時候飢餓了。」
"But," they say, "it is written concerning God, 'He shall not hunger nor thirst, nor is there any searching out of his understanding'; but concerning the Son, that he hungered in the desert at the time of the temptation."
1:418
καί φησιν ὁ θεὸς ἡμῶν οὐ κοπιάσει, ὁ δὲ κύριος Ἰησοῦς ἐκοπίασεν ἐν τῇ ὁδοιπορίᾳ·
「經上又說:『我們的神必不困倦』,然而主耶穌卻在路途中困倦了;」
"And it says, 'our God shall not grow weary,' but the Lord Jesus grew weary on the journey;"
1:419
καί οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ, ὕπνωσε δέ,. φησίν, ὁ κύριος ἐν τῇ νηΐ
「又說:『那看守以色列的,也不打盹,也不睡覺』,然而經上卻說,主竟在船上睡著了。」
"and, 'he who keeps Israel shall neither slumber nor sleep,' yet the Lord slept," it says, "in the boat."
1:420
ὦ μάταιαι ὑπόνοιαι τῶν τὰ τοιαῦτα λογιζομένων
噢,那些如此推想之人的虛妄猜疑啊!
O vain suppositions of those who reason such things!
1:421
πρόσωπόν μου οὐκ ἀπέστρεψα. ἀπὸ αἰσχύνης ἐμπτυσμάτων
我並未轉開我的臉,避開唾污的羞辱。
My face I did not turn away from the shame of spittings.
1:422
ἀλλὰ καὶ ἔκλαυσε, ὡς κεῖται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ ἐν τοῖς ἀδιορθώτοις ἀντιγράφοις, – καὶ κέχρηται τῇ μαρτυρίᾳ ὁ ἅγιος Εἰρηναῖος ἐν τῷ κατὰ αἱρέσεων πρὸς τοὺς δοκήσει τὸν Χριστὸν πεφηνέναι λέγοντας, ὀρθόδοξοι δὲ ἀφείλαντο τὸ ῥητόν, φοβηθέντες καὶ μὴ νοήσαντες αὐτοῦ τὸ τέλος καὶ τὸ. ἰσχυρότατον–καὶ γενόμενος ἐν ἀγωνίᾳ ἵδρωσε, καὶ ἐγένετο ὁ ἱδρὼς. αὐτοῦ ὡς θρόμβοι αἵματος, καὶ ὤφθη ἄγγελος ἐνισχύων αὐτόν
他甚至哭了,正如《路加福音》未經校訂的抄本中所記載的——聖伊里奈烏在其《駁異端》一書中,針對那些主張基督只是「幻現」(似真而非真)的人,曾引用這段見證;但正統派因懼怕,又不明白其用意及其最有力之處,便將這話刪去了——他在極度痛苦中汗如雨下,他的汗珠如同血塊一般,且有天使顯現,堅固他。
But he also wept, as it stands in the Gospel according to Luke in the uncorrected copies—and the holy Irenaeus made use of this testimony in his work Against Heresies, against those who say that Christ appeared only in seeming; but the orthodox removed the saying, having been afraid and not understanding its purpose and its very great force—and being in an agony he sweated, and his sweat became as it were clots of blood, and an angel appeared, strengthening him.
1:423
τὰ τοιαῦτα πάντα ὑπέμεινεν ὑπὲρ ἡμῶν, ἵνα τὴν πᾶσαν ἀκολουθίαν τῆς δι' ἡμᾶς οἰκονομηθείσης ἐνανθρωπήσεως φυλάξας μὴ ἀφανίσῃ τὸν χαρακτῆρα τῆς ἀληθείας
這一切他都為我們忍受了,為要保守那為我們所安排的成人(道成肉身)之整個次序,不使真理的本相被抹去。
All such things he endured for our sake, so that, by preserving the whole sequence of the incarnation dispensed on our behalf, he might not obscure the very character of the truth.
1:424
Ἀλλ' ἵνα μὴ τὰς μαρτυρίας, ἃς παρηγάγομεν ὡς ἀπὸ προσώπου τῶν δι' ἐναντίας πρὸς τὴν ἀλήθειαν ἀντιλεγομένας ἐκ θείων γραφῶν συνάξαντες, κακῶς δὲ ὑπ' αὐτῶν νοουμένας, οὕτως ἐάσωμεν ἀνερμηνεύτους, ἑκάστης λέξω τὴν θεωρίαν τῆς ἐν αὐτῇ δυνάμεως,. δι' ἣν αἰτίαν ὡς ἀνθρωποπαθῶς εἴρηται·
但為了不使我們如此擱置那些見證而不加解釋——這些見證乃是我們從神聖經文中收集而來,是以那些反對真理者的口吻所說、卻被他們誤解的——我要就每一句,說明其中所含力量的道理,以及它為何是以擬人(合乎人情感受)的方式說出的。
But so that we may not leave uninterpreted in this way the testimonies which we have adduced—gathered from the divine Scriptures as spoken in the person of those who argue against the truth, though wrongly understood by them—I shall state, for each, the sense of the force it contains, and for what reason it has been spoken in a manner accommodated to human feeling:
1:425
καὶ αὖθις πάλιν ἐροῦμεν, πολλὰ ἤδη εἰς τὸ θεός μου καὶ θεὸς ὑμῶν εἰρηκότες, ὡς ἔχει † τῷ τὸν νοῦν ἔχοντι γνῶναι ἀπ' αὐτῆς τῆς ἀκολουθίας εὐλόγως εἰρῆσθαι
我們還要再一次論及——既然我們已就「我的神,也是你們的神」一語說了許多——對於有悟性的人而言,如何能從那話語本身的次第,明白此語乃是合理地說出的。
And again we shall say—having already spoken much concerning 'my God and your God'—how it stands, for one who has understanding, to know from the very sequence [of the passage] that it has been reasonably said.
1:426
ἄνθρωπος γάρ ἐστι, καὶ τίς γνώσεται αὐτόν; ἐν ταὐτῷ τὰ δύο ὑποφαίνει τὸ θεῖον γράμμα, ὁρατόν τε καὶ ἀόρατον, διὰ μὲν τὸ ὁρατὸν εὐλόγως τὸ θεός μου εἰρῆσθαι, διὰ δὲ τὸ ἀόρατον τὸ πατήρ μου λελέχθαι, μὴ ἀντιλεγομένης οὐδ' ὁποτέρας ποιήσεως τῷ λόγῳ
因為經上說:「他是人,誰能認識他呢?」在同一處,這神聖的經文同時暗示了兩種性質,可見的與不可見的:因著那可見的,理當說「我的神」;因著那不可見的,便說「我的父」——這兩種說法,都不能被指為將受造之「被造」歸給那道(聖言)。
For 'he is man, and who shall know him?' In this same place the divine writing intimates the two natures together, both the visible and the invisible: on account of the visible it was reasonably said, 'my God'; on account of the invisible, 'my Father' was spoken—neither expression being alleged to impute any creaturely making to the Word.
1:427
πῶς γάρ, εἰ ἦν ἄνθρωπος, οὐκ ἐγινώσκετο; εἰ δὲ οὐκ ἦν ἄνθρωπος,. πῶς ἄνθρωπος ἐλέγετο; πάντως γὰρ πᾶς τις ὁ ἐξ ἀνθρώπων γενόμενος ὑπὸ ἀνθρώπων γινώσκεται, ἀπὸ τῆς γεννησάσης ἀπὸ τῶν συγγενῶν ἀπὸ τῶν οἰκείων ἀπὸ τῶν γειτόνων ἀπὸ τῶν συσκήνων. ἢ συμπολιτῶν
因為,倘若他是人,怎會不被人認識呢?但倘若他不是人,又怎會被稱為人呢?因為凡從人所生的,總是被人所認識——被生他的母親、被親族、家人、鄰居、同帳篷者,或同邑之人所認識。
For how, if he was man, was he not known? But if he was not man, how was he called man? For assuredly every one who is born of human beings is known by human beings: by the one who bore him, by kinsfolk, by household members, by neighbors, by tent-companions, or fellow-citizens.
1:428
καὶ ἀδύνατον τοῦτο πληροῦσθαι εἰς ἄνθρωπον ψιλόν·
而這一點,是不可能應驗在一個僅僅是人的人身上的。
And it is impossible for this to be fulfilled in a mere man.
1:429
πληροῦται δὲ ἐν τῷ θεῷ Λόγῳ καὶ υἱῷ θεοῦ, ἐν τῷ εἰπεῖν ἄνθρωπός ἐστιν, ὅτι ἄνθρωπός ἐστιν ἐν ἀληθείᾳ καὶ τό τίς δὲ γνώσεται αὐτόν; ὅτι θεός ἐστι·
然而這卻應驗在身為神、道(聖言)並神之子的祂身上:說「他是人」,是因他確實真是人;而說「誰能認識他呢」,則是因他是神。
But it is fulfilled in God the Word, the Son of God: in the saying 'he is man,' because he truly is man; and in 'but who shall know him?' because he is God.
1:430
διότι συμμετέχει ἀνθρώποις καὶ θεός ἐστιν ἄγνω. στος ἀνθρώποις διὰ τὸ ἀκατάληπτον
因為他與世人有共通之處,同時他又是神,因其不可測度,而不為世人所認識。
Because he shares in common with human beings, and yet he is God, unknown to human beings because of his incomprehensibility.
1:431
ἄνθρωπος δὲ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ δίχα σπέρματος ἀνδρὸς γεγεννημένος·
而他也是人,確實是由馬利亞所生,並無男子的種子;
And he is man, truly born of Mary without the seed of a man;
1:432
καὶ ἡ παρθένος, φησί, τὸ γὰρ μέλλον πρὸ τοῦ χρόνου ἐκήρυττεν ὁ προφήτης ἐν γαστρὶ ἕξει. καὶ τὸ τέξεται υἱόν
「而那童貞女」——經上如此說,因為先知早在其時之先,就已預先宣告了將要發生的事:「必懷孕」,並且「要生一子」。
'and the virgin,' it says—for the prophet proclaimed beforehand, before the time, what was to come: 'shall have in the womb,' and 'shall bear a son.'
1:433
εἰ τοίνυν παρθένος, οὐκ ἐξ ἀνδρῶν ἡ οἰκονομία τῆς κυήσεως διὰ τὸ πρὸ τούτου τοῦ χρόνου εἰρῆσθαι τῷ Ἄχαζ αἴτησαι σεαυτῷ σημεῖον εἰς βάθος ἢ εἰς ὕψος·
既然如此是童貞女,那懷胎之奧秘經綸便不是出於男子;因為在此之前,早已對亞哈斯說過:「你可以自己求一個兆頭,或求在深處,或求在高處」;
If, then, she is a virgin, the dispensation of the conception is not from men, because before this time it had been said to Ahaz: 'Ask for yourself a sign, in the depth or in the height';
1:434
ὁ δὲ ταπεινοφρονῶν οὐ μὴ αἰτήσω οὐδ' οὐ μὴ πειράσω κύριον τὸν θεόν μου φησί, παραιτησά. μενος τὸ αἰτήσασθαι σημεῖον
但他心存謙卑,說:「我不求,也不試探耶和華我的神」,婉拒了求兆頭的請求。
but he, being lowly-minded, said, 'I will not ask, nor will I put the Lord my God to the test,' declining to ask for a sign.
1:435
εὐθὺς δὲ διὰ τὸ μὴ αἰτήσασθαι αὐτὸν σημεῖον δύο χαρίζεται ὁ τὰ μεγάλα δωρούμενος ἀνθρώποις θεὸς δῶρα, ἀπὸ ὕψους τὸν Λόγον ἰδίᾳ θελήσει καὶ αὐτοῦ τοῦ Λόγου ἰδίᾳ θελήσει πέμψας, ἀπὸ βάθους δὲ τὴν σάρκα εὐδοκίᾳ ἰδίᾳ σὺν αὐτῷ. τῷ Λόγῳ οἰκονομήσας
而正因他沒有求兆頭,那賜人以大恩的神,隨即賜下兩樣恩賜:從高處,依自己的旨意並道(聖言)自身的旨意,差遣了那道;又從卑微之處,依自己的美意,與道一同安排了肉身。
And immediately, because he did not ask for a sign, God, who bestows great gifts upon men, grants two gifts: sending the Word from on high by his own will and by the Word's own will, and dispensing the flesh from below by his own good pleasure together with the Word himself.
1:436
φησὶ γὰρ ὕστερον καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ
因為隨後經上說:「人要稱他的名為以馬內利」。
For afterward it says, 'and they shall call his name Emmanuel.'
1:437
καὶ οὐκ εἶπε καλέσω, ἀλλὰ καλέσουσιν·
而經上並非說「我要稱」,而是說「人要稱」;
And it did not say, 'I shall call,' but 'they shall call';
1:438
γὰρ ἀπεκαλύπτετο θεὸς ὁ ποτὲ παρ' αὐτοῖς ἀγνοηθείς
因為那位一度不為他們所認識的神,正在被顯明出來。
for God, who was once unknown among them, was being revealed.
1:439
ἀλλ' οὐ προσφάτως λαμβάνει τὸ ὄνομα·
然而他並非是最近才得著這名字的;
But he does not receive the name only recently;
1:440
οὐ γὰρ εἶπε καλέσω τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ἀλλὰ καλέσουσι
因為經上並未說「我要稱他的名為以馬內利」,而是說「人要稱他的名」。
for it did not say, 'I shall call his name Emmanuel,' but 'they shall call [it so].'
1:441
Τὸ δὲ γενόμενος ἐκ γυναικός, καθάπερ ἄνω μοι προδεδήλωται, ἵνα ἐν τῷ ἀπὸ γυναικὸς τὸ γενόμενος σὰρξ πληρωθῇ, ὁ δὲ Λόγος ἀίδιος πᾶσι σαφῶς ἀποφανθῇ
至於「由女子所生」一語,正如我在上文已表明過的,其用意乃是:在「由女子所生」之中,使「成了肉身」這事得以應驗;而那道則向眾人清楚宣示為永恆者。
As for 'made of a woman,' as has already been shown by me above, [it is said] so that in [the phrase] 'of a woman' the [fact of his] 'having become flesh' might be fulfilled, while the Word might be clearly declared to all as eternal.
1:442
εἰ δὲ καὶ τὸ οὐ διψήσει περὶ θεοῦ λόγος, περὶ δὲ υἱοῦ, ὅτι ἐπείνασε καὶ ἐδίψησεν, ἀναγκαῖον. ἡμῖν τοῦτο ᾠκονόμηται
而若說「他必不渴」,這話是論到神、道(聖言)而說的;至於論到子,卻說他曾飢餓、曾乾渴——這一切都是出於必要,為我們所安排的經綸。
And if indeed the saying, 'he shall not thirst,' is spoken concerning God the Word, while concerning the Son it is said that he hungered and thirsted, this has of necessity been dispensed for us.
1:443
πῶς γὰρ εὑρίσκετο ἡ οἰκονομία ἐν ἀληθείᾳ οὖσα, εἰ μὴ εἶχε τὴν τῆς ἐνανθρωπήσεως χρειώδη συνήθειαν; ἐν τούτῳ ἀπέδειξεν ἡμῖν πάντων τῶν ζητημάτων τῶν αἱρετικῶν. τὰς λύσεις
因為,這經綸若無成人(道成肉身)所必需之尋常經歷,又怎能顯明其真實呢?在此,他已向我們指明了解答一切異端問題的方法。
For how would the dispensation be found to be in truth, if it did not have the necessary customary experience of the incarnation? In this he has shown us the solutions to all the questions of the heretics.
1:444
εὐθὺς γὰρ ἔλυσεν ὑπόνοιαν Μανιχαίων·
因為他隨即就破除了摩尼教徒的臆想;
For at once he dissolved the notion of the Manichaeans;
1:445
ἐν τῷ γὰρ εἰπεῖν ἐσθίειν καὶ πίνειν σάρκα ἀληθινὴν ὑποδείκνυσιν
因為說他吃、他喝,就表明了他有真實的肉身。
for in saying that he eats and drinks, he indicates true flesh.
1:446
ἔλυσε Λουκιανι. στῶν τὸν τρόπον καὶ Ἀρείου τὴν δύναμιν·
他也破除了路吉安派的說法,以及亞流論證的力量;
He dissolved the manner of the Lucianists and the force of Arius' argument;
1:447
Λουκιανὸς γὰρ καὶ πάντες Λουκιανισταὶ ἀρνοῦνται τὸν υἱὸν τοῦ θεοῦ ψυχὴν εἰληφέναι, σάρκα δὲ μόνον φασὶν ἐσχηκέναι, ἵνα δῆθεν προσάψωσι τῷ θεῷ Λόγῳ ἀνθρώπινον πάθος, δίψαν καὶ πεῖναν καὶ κάματον καὶ κλαυθμὸν καὶ λύπην καὶ ταραχὴν καὶ ὅσαπερ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ ἐμφέρεται
因為路吉安以及一切路吉安派人士,都否認神的兒子曾取了靈魂,只聲稱他只有肉身——為要藉此將人性的種種苦難,諸如乾渴、飢餓、勞頓、哭泣、憂傷、煩擾,以及一切在他有肉身之顯現中所呈現的種種,強加於神、道(聖言)身上。
for Lucian and all the Lucianists deny that the Son of God took a soul, and say that he had only flesh, so that, forsooth, they might attach to God the Word a human suffering—thirst and hunger and toil and weeping and grief and disturbance, and whatever else appears in his fleshly presence.
1:448
εὔηθες δ' ἂν εἴη ταῦτα εἰς τὴν θεότητα τοῦ υἱοῦ τοῦ θεοῦ. λογίζεσθαι
然而,將這一切歸諸於神子的神性,實屬愚妄。
But it would be foolish to reckon these things to the deity of the Son of God.
1:449
ἀλλά, φασί, σὰρξ καθ' ἑαυτὴν οὖσα οὔτε ἐσθίει οὔτε πίνει οὔτε κάμνει οὔτε τὰ ἄλλα πράττει
然而他們卻說:「肉身若獨自存在,既不吃、也不喝、也不疲乏,也不能做其他這些事。」
'But,' they say, 'flesh, being by itself, neither eats nor drinks nor grows weary nor does the other things.'
1:450
καὶ αὐτὸς σύμφημι σάρκα. καθ' ἑαυτὴν μὴ ἔχειν ταῦτα
而我自己也同意,肉身若獨自存在,確實不具備這些經歷。
And I myself agree that flesh, by itself, does not have these [experiences].
1:451
ἔσχε δὲ πᾶσαν τὴν οἰκονομίαν ἐλθὼν ὁ Λόγος, καὶ σάρκα καὶ ψυχὴν καὶ ὅσαπέρ ἐστιν ἐν ἀνθρώπῳ·
但道(聖言)既已降臨,便具有整全的經綸——既有肉身,也有靈魂,以及凡在人裡面所有的一切;
But the Word, having come, possessed the whole dispensation—both flesh and soul, and whatever else is in man;
1:452
τῆς δὲ ψυχῆς καὶ τῆς σαρκὸς ἦν μέρη ἡ πεῖνα καὶ ὁ κάματος, ἥ τε δίψα. καὶ ἡ λύπη καὶ τὰ ἄλλα
而飢餓與勞頓,乾渴與憂傷,以及其餘種種,都是靈魂與肉身所固有的部分。
and hunger and toil, and thirst and grief and the rest, belonged as parts to the soul and to the flesh.
1:453
δακρύει μὲν γάρ, ἵνα ἐλέγξῃ τὴν πλάνην Μανιχαίου, ὅτι οὐ δοκήσει ἠμφίεστο τὸ σῶμα, ἀλλ' ἀληθείᾳ·
他確實哭泣,為要駁斥摩尼的謬誤,顯明他所披上的身體並非只是幻象,而是真實的;
For he weeps, in order to refute the error of Mani—that he was clothed with the body not in mere appearance, but in truth;
1:454
καὶ διψᾷ δέ, ἵνα δείξῃ μὴ μόνον τὴν σάρκα ἔχειν, ἀλλὰ καὶ τὴν ψυχήν
他也乾渴,為要顯明他所擁有的不僅是肉身,也有靈魂。
and he also thirsts, in order to show that he had not only flesh, but also a soul.
1:455
οὐ γὰρ ἡ αὐτοῦ θεότης ἐδίψησέ που, ἀλλὰ τῇ σαρκὶ καὶ τῇ ψυχῇ ἐδίψησε καὶ κεκοπίακεν ἀπὸ τῆς ὁδοιπορίας διὰ τὴν τῆς σαρκὸς καὶ ψυχῆς ἀκολουθίαν
因為他的神性絕不曾在任何地方乾渴;乃是憑著肉身與靈魂,他才乾渴,也因旅途勞頓而疲乏,這乃是肉身與靈魂所應有的自然結果。
For his deity certainly did not thirst anywhere; rather, it was by the flesh and by the soul that he thirsted and grew weary from the journey, in accordance with what naturally attends flesh and soul.
1:456
Ὅτι δὲ σῶμα ἔχων καὶ ψυχὴν ἦλθεν ὁ Λόγος, πεισάτωσαν αὐτοὺς αἱ θεῖαι γραφαὶ παλαιᾶς τε καὶ καινῆς
至於道(聖言)降臨時,確實兼具身體與靈魂,這一點,就讓舊約與新約的神聖經文來說服他們吧。
And that the Word came possessing both body and soul, let the divine Scriptures of both the Old and the New [Testament] persuade them.
1:457
οὐκ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν, ἵνα τὸ σύνθετον τοῦ κυριακοῦ ἀνθρώπου νοοῖτο καὶ σαφῶς περὶ τούτου γνῶσις ἡμῖν γένηται, ἵνα συστήσῃ ψυχὴν μὲν σὺν θεότητι τῷ τριημέρῳ συγκατατεθεῖσθαι, ἵνα τὴν σάρκα ὁσίαν ἀποδείξῃ, καὶ τὴν θεότητα σὺν τῇ ψυχῇ ἀκατασχέτως ἐν Ἅιδῃ τὸ. μυστήριον τετελειωκέναι
「你必不將我的靈魂撇在陰間,也不叫你的聖者見朽壞」——這是為了使人明白主基督之人性乃是身魂合一的,也使我們就此獲得明確的知識:好叫我們確知,靈魂在那三日之間,始終與神性同在,藉此顯明肉身是聖潔的;同時,神性也與靈魂一同,不受拘束地,在陰間完成了那奧秘。
'You will not leave my soul to Hades, nor will you allow your Holy One to see corruption'—so that the composite nature of the Lord's manhood might be understood, and that clear knowledge concerning this might come to us: so that it might establish that the soul, together with the deity, remained present through the three days, in order to show the flesh to be holy, and that the deity, together with the soul, unrestrained, accomplished the mystery in Hades.
1:458
ἔχει γάρ που καὶ ἄλλην μαρτυρίαν οὕτω λέγουσαν ἐν νεκροῖς ἐλεύθερος·
因為經文別處也有另一段見證,如此說道:「在死人中,成為自由的」。
For elsewhere it also has another testimony, saying thus: 'free among the dead.'
1:459
τὸ ἐλεύθερος τοῦ μὴ κυριεύειν αὐτοῦ τὸν Ἅιδην σημαντικόν, τῇ δὲ ἰδίᾳ θελήσει ἕως Ἅιδου καταβεβηκέναι σὺν τῇ ψυχῇ
「自由」一詞表明陰間並未轄制他,而是他憑自己的旨意,偕同靈魂,一直降到陰間。
The word 'free' signifies that Hades did not hold dominion over him, but that by his own will he had descended, together with the soul, as far as Hades.
1:460
φησὶ δὲ ὁ Πέτρος καθότι οὐκ ἦν δυνατὸν. κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ, τουτέστιν ὑπὸ τοῦ Ἅιδου
而彼得也說:「因為他不能被死亡(即陰間)拘禁」。
And Peter says, 'because it was not possible for him to be held by it,' that is, by Hades.
1:461
καὶ αὐτὸς δὲ ὁ σωτήρ φησιν ἐξουσίαν ἔχω λαβεῖν τὴν ψυχήν μου καὶ θεῖναι αὐτήν καί ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων καί ἡ ψυχή μου τετάρακται φησί καὶ τί εἴπω; ὡς ἐπ' ἀμφιβόλῳ λέγων τί εἴπω; πάτερ, σῶσόν με ἀπὸ τῆς. ὥρας ταύτης·
救主自己也說:「我有權柄取回我的靈魂,也有權柄捨棄它」;又說:「我是好牧人,好牧人為羊捨命」;又說:「我心裡憂愁,我可說甚麼呢?」——彷彿處於猶疑之中而言:「我可說甚麼呢?父啊,救我脫離這時候」;
And the Savior himself says, 'I have power to take my soul, and to lay it down'; and 'I am the good shepherd, who lays down his soul for the sheep'; and 'my soul is troubled,' he says, 'and what shall I say?'—speaking as though in uncertainty: 'What shall I say? Father, save me from this hour';
1:462
ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, ἵνα δείξῃ ὅτι ἑκοῦσα ἡ αὐτοῦ θεότης εἰς τοῦτο ἐλήλυθε·
「但我原是為這時候來的」——為要顯明他的神性乃是甘心自願地來到這地步;
'but for this cause I came to this hour'—in order to show that his deity had willingly come to this;
1:463
τὸ δὲ τετάρακται, ἵνα τὸ εἶδος τῆς ἀληθείας τῆς ἐνσάρκου αὐτοῦ παρουσίας μὴ παρα. χαραχθῇ
而「憂愁」一語,則是為了使他有肉身之顯現的真實樣式不致被竄改失真。
and the [word] 'is troubled,' so that the form of the truth of his fleshly presence might not be falsified.
1:464
νῶτα διδόντος καὶ ἀποδιδράσκοντος, ἕως ὁ ἐχθρὸς λαβὼν θάρσος κατεπιθῆται ὡς δειλοῦ καὶ ἀδυνάτου τοῦ βασιλέως καὶ διώξῃ αὐτόν, ὁ δὲ βασιλεὺς στραφεὶς αἰφνιδίως μετὰ τῆς αὐτοῦ δυνάμεως ὅλον ὑποχείριον δέξηται τὸν ἀσθενῆ καὶ. ὑπεναντίον, οὕτως καὶ ὁ κύριος ἡμῶν οὐκ ἐφοβήθη τὸν θάνατον, ὁ πρὸ τοῦ ἐλθεῖν αὐτὸν εἰς τὸ παθεῖν σημάνας ἐν τῇ ὁδοιπορίᾳ ὅτι μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι καὶ τοῦ Πέτρου λέγοντος ἵλεώς σοι, κύριε·
猶如一位君王,佯裝敗退,轉身逃跑,直到敵人壯膽,以為此王懦弱無能,便乘勝追擊;然而那君王卻突然回身,率其大軍,將這軟弱又敵對的一方,完全收於掌控之中——我們的主也是如此,並不懼怕死亡:正是他,在赴難受苦之前,已在路途中預先指明:人子將要被交付、被釘十字架,且在第三日復活;而當彼得說:「主啊,萬不可如此」(意即「願神憐憫你,不容此事臨到你」)——
as [a king] who gives his back and flees, until the enemy, having taken courage, sets upon him as though the king were cowardly and weak, and pursues him—but the king, suddenly turning about with his own force, receives the weak and hostile [enemy] wholly into his power—so also our Lord did not fear death: he who, before he came to his suffering, had signified on the journey that the Son of man was about to be betrayed and crucified and to rise on the third day; and when Peter said, 'God be merciful to you, Lord' (far be it from you)—
1:465
οὐ μὴ ἔσται σοι τοῦτο ἐπιτιμήσας, ὕπαγε ὀπίσω μου, σατανᾶ εἰπών. ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων
「這事必不臨到你身上」——主便斥責他,說:「撒但,退到我後面去!」因為「你所體貼的,不是神的意思,乃是人的意思」。
'this shall never happen to you'—he rebuked him, saying, 'Get behind me, Satan,' because 'you are not minding the things of God, but the things of men.'
1:466
ὁ οὖν ταῦτα προλέγων καὶ διὰ τοῦτο αὐτὸ ἥκων πῶς ὕστερον εὔχεται παρελθεῖν τὸ ποτήριον, ἵνα μὴ πίῃ; ὁ εἰπὼν πρὸ τοῦ θανεῖν περὶ τοῦ θανάτου κἂν διὰ τὸ μὴ ὑποληφθῆναι ψεύστην αὐτὸν οὐκ. ἠδύνατο εὔξασθαι παρελθεῖν τὸ ποτήριον·
既然他早已如此預言,又正是為此而來——他後來又怎能祈求那杯離開他,使他不用喝呢?他既在死之前就已論及自己的死,那麼——即使只是為了不使自己被視為說謊者——他也不可能是真心祈求那杯離開;
He, then, who foretold these things, and who had come precisely for this purpose—how does he afterward pray that the cup might pass, that he might not drink it? He who spoke, before his death, concerning his death—even so as not to be supposed a liar, he could not [truly] have prayed that the cup might pass;
1:467
ἀλλὰ προκαλεῖται διὰ τοῦ τοιούτου προσώπου τὸν ἀντίδικον, ἵνα ἐκείνου ὑπολαβόντος δεδιέναι τὸν σωτῆρα τὸν θάνατον ἐπαγάγῃ αὐτῷ τὸν θάνατον εἰς. σωτηρίαν τοῖς θνῄσκουσι διὰ τῆς οἰκονομίας
而是他藉著這樣的姿態,激動那對頭(仇敵),使那對頭誤以為救主懼怕死亡,因而向他施加死亡——如此,藉著這經綸,反倒為那將死之人帶來了救恩。
but he provokes the adversary by means of this very persona, so that, the adversary supposing the Savior to fear death, might bring death upon him—unto salvation for those who die, through the dispensation.
1:468
ἀλλὰ κἂν ἀκούσῃς ὅτι τέθνηκεν ὁ κύριος, γνῶθι τὸ πάθος τοῦ θανάτου ποῦ πεπλήρωται
然而,即使你聽見主已經死了,也當明白,死亡的痛苦究竟是在何處得以完成的。
But even if you hear that the Lord has died, know where the suffering of death has been fulfilled.
1:469
ἑρμηνεύει γάρ σοι ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος τὴν περὶ τοῦ θανάτου αὐτοῦ ὑπόθεσιν λέγων θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι
因為使徒中最為首的彼得,已為你解明了關於他死亡的道理,說:「在肉身裡被治死,卻在靈裡復活(得生)」。
For Peter, the most preeminent of the apostles, interprets for you the matter concerning his death, saying, 'put to death in the flesh, but made alive in the spirit.'
1:470
ἡ γὰρ αὐτοῦ θεότης ἀναδεξαμένη τὸ ἐν σαρκὶ παθεῖν ἀπαθής ἐστι καὶ ἀπαθὴς ἦν καὶ ἀπαθὴς διέμεινε, μὴ τραπείσης τῆς ἀπαθείας μηδὲ ἀλλοιωθείσης τῆς ἀιδιότητος
因為他的神性,雖承受了在肉身中受苦,卻是不受苦的;過去不受苦,如今仍不受苦,且將永遠不受苦——其不受苦的本性未曾改變,其永恆性也未曾變異。
For his deity, having undertaken to suffer in the flesh, is impassible, and was impassible, and remained impassible, its impassibility not being altered nor its eternity being changed.
1:471
Πάλιν τε ἐὰν εἴπωσιν οἱ κενόδοξοι·
而若那些虛妄自負之人再次說道:
And again, if the vain-minded should say:
1:472
οὐκ ἀπὸ τῶν τοιούτων ῥημάτων δύνασαι ἡμᾶς πεῖσαι τὸν Χριστὸν ψυχὴν ἐσχηκέναι
「你們不能憑這樣的話語,說服我們相信基督有靈魂」,
'You cannot persuade us from such words that Christ had a soul,'
1:473
εὑρήκαμεν γὰρ ἄνω ἐν ταῖς θείαις γραφαῖς, ὥς φησιν Ἠσαΐας ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς περὶ τοῦ μονογενοῦς οὗτός ἐστιν ὁ υἱός μου. ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, ὃν ἠγάπησεν ἡ ψυχή μου
我們已在上文的神聖經文中尋得,正如以賽亞以神、父的口吻,論到那獨生子所說的:「這是我的愛子,我所喜悅的,是我心(我的靈魂)所愛的」。
we have found above in the divine Scriptures, as Isaiah says in the person of God the Father concerning the Only-begotten: 'This is my beloved Son, in whom I am well pleased, whom my soul has loved.'
1:474
τί νοήσομεν περὶ πατρός, ψυχὴν εἰληφέναι ἐν ἑαυτῷ ἢ ψυχὴν ἔχειν; τίς δὲ ληρῶν τοῦτο νοήσει περὶ τοῦ πατρός; τί οὖν φασι; τροπικώ. τερον εἰρῆσθαι τὸ ῥῆμα δηλονότι
那麼,我們該如何理解論到父的這話呢——是說他在自身裡取了靈魂,還是說他有靈魂?然而,有誰會胡言亂語地如此理解父呢?那麼他們究竟怎麼說呢?顯然,他們會說這話是較為比喻性地說出的。
What shall we understand concerning the Father—that he has taken a soul in himself, or that he has a soul? But who, talking foolishness, would understand this of the Father? What then do they say? Evidently, that the word has been spoken more figuratively.
1:475
εἰ τοίνυν περὶ πατρὸς τροπικώτερον εἰρῆσθαι λέγουσιν, ἄρα καὶ περὶ υἱοῦ τὸ αὐτὸ λαμβάνειν χρή
既然他們主張論及父時,此話是較為比喻性地說出的,那麼論及子時,也理當同樣理解。
If, then, they say that it is spoken more figuratively concerning the Father, then it is necessary to understand the same [figuratively] also concerning the Son.
1:476
κἄν τε γὰρ εἴπῃ ὅτι ἡ ψυχή μου τετάρακται καί ἐξουσίαν ἔχω τὴν ψυχήν μου δοῦναι καὶ λαβεῖν αὐτήν, οὐκ εἶχε, φασί, ψυχήν,. ἀλλὰ τροπικώτερον εἴρηται
因為即便他說:「我心(靈魂)憂愁」,又說:「我有權柄捨棄我的靈魂,也有權柄再取回它」,他們仍會說:「他並沒有靈魂,這只是較為比喻性的說法罷了」。
For even if he says, 'my soul is troubled,' and 'I have power to give my soul, and to take it again,' 'he did not have a soul,' they say, 'but it has been spoken more figuratively.'
1:477
καὶ δοκεῖ τὸ συλλογιστικὸν αὐτῶν φρόνημα λέγειν τι, τῆς ἀληθείας αὐτοσυστάτου οὔσης ἐκ πολλῶν τεκμηρίων
他們那套三段論式的推論,看似言之有理,然而真理本身,已由眾多明證而自足彰顯了。
And their syllogistic reasoning seems to say something, though the truth stands self-evident from many proofs.
1:478
ἀπὸ γὰρ τοῦ εἴδους λαμβάνεται ἕκαστος τρόπος
因為每一種修辭手法,都是取自其所屬的那個本相而來的。
For each figure of speech is taken from the [proper] form to which it belongs.
1:479
ἐπὶ μὲν γὰρ τῷ πατρὶ οὐ τολμητέον ἐστίν, διότι οὐδὲ σάρκα ἐφόρεσεν
因為就父而言,人不可貿然如此斷言,因為他甚至未曾披上肉身;
For in the case of the Father, one must not dare [to speak literally of a soul], because he did not even bear flesh;
1:480
ὁμολογουμένης δὲ τῆς σαρκὸς παρὰ τοῖς Λουκιανισταῖς εἴτουν. Ἀρειανοῖς, οὐκ ἔνι ἀμφιβολία
然而,既然肉身在路吉安派——亦即亞流派——之間是被承認的,那便沒有含糊可疑的餘地了。
but since flesh is acknowledged among the Lucianists, that is, the Arians, there is no room for ambiguity.
1:481
ὁ Λόγος σὰρξ ἐγένετο, καὶ οὐκ εἶπεν ὁ Λόγος σὰρξ καὶ ψυχὴ ἐγένετο
「道成了肉身」——經上並未說「道成了肉身與靈魂」。
'The Word became flesh,' and it did not say, 'The Word became flesh and soul.'
1:482
πρὸς δὲ τὴν αὐτῶν ἀμαθῆ οὖσαν ἀντιλογίαν κἀγὼ λέγω ὅτι ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, ἀπὸ δὲ τοῦ ἔπλασε τὰ πάντα συμπεριείληφε καὶ ἀπὸ τοῦ ὁ Λόγος σὰρξ ἐγένετο τὰ πάντα. περιέχει
然而,針對他們那無知的辯駁,我也要說:「神用地上的塵土,摶造了人」——而「摶造」一詞,已將萬有一併涵括在內;同樣,「道成了肉身」一語,也涵蓋了一切。
But against their contention, which is ignorant, I too say: 'God formed man, taking dust from the earth'—and from the [word] 'formed' he has encompassed all things together, and from [the phrase] 'the Word became flesh' he embraces all things.
1:483
κατὰ γὰρ τὸν αὐτὸν λόγον ἀνθυποφέρομεν αὐτοῖς καὶ αὐτοὶ λέγοντες·
因為依循同樣的道理,我們也可以反過來如此質問他們:
For by the same reasoning we in turn bring this against them, likewise saying:
1:484
ἰδοὺ λέγει ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, καὶ οὐκ εἶπεν·
看哪,經上說:「神造了人」,卻並未說:
Behold, it says, 'God formed man,' and it did not say:
1:485
ἐποίησεν αὐτῷ ἧπαρ ἢ πνεύμονα ἢ καρδίαν ἢ φλέβας ἢ νεῦρα ἢ τὰ ἄλλα ὅσαπέρ ἐστιν ἐν τῷ σώματι
「他為他造了肝、造了肺、造了心、造了脈管、造了筋腱,或身體裡其他一切的部分。」
'he made for him a liver, or lungs, or a heart, or veins, or sinews, or whatever else there is in the body.'
1:486
παρὰ τοῦτο νοήσομεν ἕν τι εἶναι ὁλοσφύρητον τὸν ἄνθρωπον, διὰ τὸ μὴ λεπτομερῶς τὴν σύνθεσιν τοῦ παντὸς ζῴου τὴν γραφὴν λεπτολογῆσαι; οὐ πάντως
難道我們就因此要認為人是渾然一體、不可分辨的整體,僅僅因為經文沒有細緻地一一列舉整個活物的組成部分嗎?絕非如此。
Shall we, on this account, suppose that man is some single, undifferentiated whole, simply because Scripture did not minutely detail the composition of the whole living being? Not at all.
1:487
ὡς γοῦν ἀπὸ τοῦ ἑνὸς εἴδους τὰ ὅλα συμπεριείληφεν, οὕτω καὶ ἀπὸ τῆς σαρκὸς τὴν ψυχὴν εἰληφέναι τὸν σωτῆρα εὖ ἐστι δῆλον
既然如此,正如經文從那單一的用詞,便已涵括了整體,同樣地,也顯而易見:救主既有「肉身」,也當理解他同樣取了靈魂。
Just as, then, from the one term used it has comprehended the whole, so also it is quite evident that the Savior, from [the mention of] flesh, is understood to have taken a soul as well.
1:488
κοπιάσῃ καὶ πεινάσῃ καὶ. ὅσαπερ τῷ ἀνθρώπῳ εἰσὶ χρειώδη
使他得以疲乏、飢餓,以及經歷凡是人所必經之種種需要。
that he might grow weary and hunger, and [experience] whatever else is necessary to man.
1:489
καὶ ὅτι ὁ θεὸς οὐ κοπιάσει οὐδ' ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ, κεκοπιακὼς δὲ ὁ σωτὴρ εὑρίσκεται, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἄνωθεν κατελθὼν ὁ Λόγος
至於論到「神必不疲乏,他的智慧無法測度」,然而救主卻確實顯出疲乏——這並不因此就表示,那從上而降的道(聖言),便不是出於父的本質。
And as for the fact that 'God will not grow weary, nor is there any searching out of his understanding,' while the Savior is found to have grown weary—it is not on this account that the Word, who has come down from above, is not from the essence of the Father.
1:490
οὐ γὰρ ἄνω κεκοπίακεν, ἀλλ' ἐν σαρκί
因為他並非在上(於其神性之中)疲乏,乃是在肉身之中疲乏。
For it was not above [in his divine state] that he grew weary, but in the flesh.
1:491
ἔδει γὰρ τὴν σάρκα κοπιάσαι, ἵνα μὴ δοκήσει νομίζηται, ἀλλ' ἀληθείᾳ·
因為肉身必須勞累,免得被認為只是幻影,而非真實。
For it was necessary that the flesh should grow weary, lest it be reckoned to exist in mere semblance, but in truth.
1:492
καὶ τὰ ἄλλα ὅσαπερ τοιαύτην ἔχει δύναμιν, τὸ νυστάξαι τὸ ὑπνῶσαι, ἀνθρώπου ἐστὶν ὑποφαντικὰ καὶ τὸ ὑπὸ ἁφὴν
其餘凡具有同樣意義之事——打盹、睡眠——皆顯示乃是人,可被觸摸亦然。
And the other things too, as many as have such force, the nodding, the sleeping, are indicative of a man, as is being subject to touch.
1:493
ἔλαβε γὰρ ταῦτα καὶ. ἄνθρωπος εὑρέθη
因為祂取了這些,且被認出是人。
For he took these things, and was found to be a man.
1:494
εὑρήκαμεν, γάρ φησιν, Μεσσίαν, ὃν ἔγραψε Μωυσῆς
他說:「我們遇見了摩西所寫的那位彌賽亞。」
"For we have found," he says, "the Messiah, of whom Moses wrote."
1:495
οἱ δὲ εὑρόντες αὐτὸν διὰ τῆς ἀκαταλήπτου φύσεως, τουτέστι τῆς ἐνσάρκου
但那些尋得祂的人,乃是藉那不可理解的本性尋得祂的,也就是藉那道成肉身的本性。
But those who found him did so through the incomprehensible nature — that is, the enfleshed nature.
1:496
ἐπειδὴ γὰρ ἐπὶ τῇ ἀκαταληψίᾳ οὐχ ηὑρίσκετο, διὰ τοῦτο ὑπὸ γραμματέων συλλαμβάνεται καὶ τὸν νῶτον αὐτοῦ ἔδωκεν εἰς μάστιγας καὶ τὸ πρόσωπον αὐτοῦ οὐκ ἀπέστρεψεν ἀπὸ αἰσχύνης. ἐμπτυσμάτων, ἔκλαυσε καὶ ὅσαπερ ἄλλα περὶ αὐτοῦ·
因為既然祂在不可理解之中無法被尋得,所以祂被文士捉拿,將背任人鞭打,不因羞辱唾面而轉臉,祂哭泣,以及關於祂所記載的其餘種種。
For since he was not to be found in his incomprehensibility, for this reason he was seized by the scribes, and gave his back to the scourges, and did not turn his face away from the shame of spittings, he wept, and whatever else is written concerning him.
1:497
τίς δὲ ἠδύνατο τὸν θεὸν Λόγον ἐν οὐρανῷ μαστίζειν ἢ ῥαπίζειν ἢ καταπτύειν τοῦ τοιούτου ἀφράστου καὶ ἀκαταλήπτου; εἰ δὲ ταῦτα πέπονθεν ὁ ἀπαθὴς τοῦ θεοῦ Λόγος, ἄρα τὸ πάθος σωματικόν ἐστιν, ἐκτὸς τῆς αὐτοῦ ἀπαθείας καὶ οὐκ ἐκτὸς πάλιν διὰ τὸ εὐδοκῆσαι·
然而,誰能在天上鞭打、掌摑或唾棄如此不可言喻、不可理解的神─道呢?倘若神那無所感受苦難的道竟受了這些苦,那麼這苦難乃是屬身的,在祂的無苦難性之外;然而又並非在其外,因祂甘願如此。
But who could scourge or slap or spit upon God the Word in heaven, being such — ineffable and incomprehensible? But if the impassible Word of God suffered these things, then the suffering is bodily, outside his impassibility, and yet again not outside it, on account of his good pleasure.
1:498
καίτοι γε μὴ πάσχοντος αὐτοῦ εἰς ἑαυτὸν τὸ πάθος λελόγισται
縱然祂自己並未受苦,這苦難仍被歸算於祂自己。
And yet, although he himself did not suffer, the suffering has been reckoned to himself.
1:499
καὶ καθάπερ ἐν ἱματίῳ σπῖλος τὸ σῶμα τοῦ φοροῦντος οὐ φθάνει, ὁ δὲ σπῖλος τοῦ ἱματίου εἰς τὸν φοροῦντα λογίζεται, οὕτως ὁ θεὸς πέπονθεν ἐν τῇ σαρκί, τῆς θεότητος αὐτοῦ μηδὲν παθούσης
正如衣服上的污漬並不觸及穿衣者的身體,然而衣服上的污漬卻被歸算於穿衣者身上,神也照樣在肉身中受苦,而祂的神性卻毫無所受。
And just as a stain on a garment does not reach the body of the one wearing it, but the stain of the garment is reckoned to the wearer, so God suffered in the flesh, his divinity having suffered nothing.
1:500
εἰς δὲ τὴν θεότητα τὸ πάθος τῆς σαρκὸς ὑπὸ τῆς θεότητος φορουμένης ἐλογίσθη, ἵνα ἐν τῇ θεότητι ἡμῖν ἡ σωτηρία γένηται
而肉身的苦難,因是被神性所披戴的,便歸算於神性,好叫救恩藉神性臨到我們。
But the suffering of the flesh, being worn by the divinity, was reckoned unto the divinity, so that in the divinity salvation might come to be for us.
1:501
Μέμνημαι δὲ τοῦ ῥητοῦ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ οὐ βούλομαι αὐτὸ ἐᾶσαι ἀνερμήνευτον, τὸ γεγραμμένον ὅτι γενόμενος ἐν ἀγωνίᾳ ἵδρωσε καὶ ἐγένετο αὐτῷ ὁ ἱδρὼς ὡς θρόμβοι αἵματος
我又記得《路加福音》中那句話,且不願讓它不加解釋地擱置——經上記著:祂陷入極大的掙扎中,汗如雨下,祂的汗珠變得彷彿血滴一般。
But I remember the saying in the Gospel according to Luke, and I do not wish to leave it uninterpreted — that which is written, that having come to be in agony he sweated, and his sweat became as it were clots of blood.
1:502
ὤφθη δὲ ἄγγελος κυρίου ἐνισχύων αὐτόν
有主的天使向祂顯現,加添祂的力量。
And there appeared an angel of the Lord strengthening him.
1:503
τὰ βαθύτερα δὲ τῶν λόγων ὡς εἰώθαμεν λέγειν καὶ τὰ ἀναγκαῖα οἱ μὴ τὴν δύναμιν νοοῦντες, ἀντὶ ἀγαθῶν τῇ κακίᾳ ἀνατρέπουσιν ἑαυτούς·
至於這些話語較深的意涵,如我們慣常所言,以及那些必要之事——那不明白其真義的人,非但不得益處,反倒因惡而顛覆了自己。
But the deeper things of these words, as we are accustomed to say, and the necessary things — those who do not understand their force overturn themselves unto evil instead of good.
1:504
οὐδὲν. γὰρ τούτου καιριώτερον
因為沒有比這更為切要之事了。
For nothing is more crucial than this.
1:505
ἐν τῷ γὰρ εἰπεῖν γέγονεν ἐν ἀγωνίᾳ τὸν κυριακὸν ἄνθρωπον ἀληθινὸν ἄνθρωπον ὄντα δείκνυσι
因為說「祂陷入掙扎」,正顯明主的人性乃是真實的人性。
For in saying "he came to be in agony," he shows that the man of the Lord was a true man.
1:506
καὶ ἵνα δείξῃ ὅτι ἀληθινὸς ἦν ἄνθρωπος καὶ οὐκ ἀπὸ τῆς θεότητος ἡ ἀγωνία γέγονε, φησίν ἵδρωσε καὶ ἐγένετο αὐτῷ ὁ ἱδρὼς ὡς θρόμβοι. αἵματος
而為要顯明祂是真實的人,且這掙扎並非出於神性,經上便說:「祂流汗,汗珠變得彷彿血滴一般。」
And in order to show that he was a true man, and that the agony did not arise from the divinity, it says: "he sweated, and his sweat became as it were clots of blood."
1:507
σωματικόν ἐστι τὸ εἶδος καὶ οὐχὶ πνευματικόν
這現象是屬身的,而非屬靈的。
The phenomenon is bodily, and not spiritual.
1:508
ὤφθη δὲ ἄγγελος κυρίου ἐνισχύων αὐτόν, οὐχ ὅτι τῆς ἰσχύος τοῦ ἀγγέλου ἐπεδέετο ὁ μείζων ἀγγέλων, ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, θεῷ ὄντι ἀεὶ Λόγῳ καὶ πρὸς τῷ πατρὶ ὄντι ἀεὶ καὶ ἐξ αὐτοῦ γεγεννημένῳ, ἀλλ' ἵνα πληρώσῃ τὸ ἐν τῇ ᾠδῇ τῇ μεγάλῃ Μωυσέως ἐν τῇ ἐρήμῳ ᾀσθείσῃ, ἐν ᾗ ἔλεγε προσκυνήσουσιν αὐτῷ πάντες υἱοὶ θεοῦ, καὶ ἐνισχυσάτωσαν αὐτὸν ἄγγελοι. θεοῦ
有主的天使向祂顯現,加添祂的力量——這並非因那超乎眾天使、一切天上、地上、地底之物都要向祂屈膝跪拜的那位,那永遠是神─道、永遠與父同在、且由父所生的那位,缺乏天使的力量,乃是為要應驗摩西在曠野所唱的大歌中所說的話:「神的眾子都要敬拜祂,願神的眾天使加添祂的力量。」
And there appeared an angel of the Lord strengthening him — not because he who is greater than the angels, to whom every knee bows, of things heavenly and earthly and under the earth, being ever God the Word and ever with the Father and begotten of him, had need of the angel's strength, but that he might fulfill what was sung in the great song of Moses in the wilderness, in which it said, "All the sons of God shall worship him, and let the angels of God strengthen him."
1:509
τό ἐνισχυσάτωσαν αὐτόν, οὐχ ὡς παρέχοντες αὐτῷ ἰσχύν·
「當加添祂力量」這句話,並非指供給祂力量。
The phrase "let them strengthen him" — not as though they were supplying him with strength.
1:510
ἀλλ' ἐπειδὴ ἴσχυεν ἡ δοξολογία ἐν τούτοις δοξάζειν τὸν θεόν, ὑπὸ ἀγγέλων μὲν εὐθὺς ἄνω καὶ πνευματικῶν ζῴων βοώντων καὶ λεγόντων σή ἐστιν ἡ δύναμις, σόν ἐστι τὸ κράτος, σή ἐστιν ἡ ἰσχύς, ἐν τούτῳ δείκνυσι τὸ προσκυνεῖν καὶ ἐνισχύειν, τουτέστι διδόναι αὐτῷ τὸ ἴδιον τῆς ἰσχύος κράτος, ὡς καὶ ὁ ἄγγελος ὤφθη. ἐνώπιον τῶν μαθητῶν προσκυνῶν τὸν αὐτοῦ δεσπότην·
但因這頌讚之辭本身即在於此彰顯榮耀歸與神——即那在上的眾天使,以及呼喊說「能力是屬你的,權能是屬你的,力量是屬你的」的靈活受造物——由此顯明了敬拜與加力,也就是將力量所固有的權能歸給祂,正如那天使也曾在門徒面前顯現,敬拜自己的主一般。
But since the doxology had force in these words to glorify God — by the angels indeed at once above, and by the spiritual living creatures crying out and saying, "Thine is the power, thine is the might, thine is the strength" — in this it shows the worshiping and the strengthening, that is, the giving to him of the might proper to strength, just as the angel also appeared, in the presence of the disciples, worshiping his own Master.
1:511
μὴ ἀγνοῶν τὴν ὑπερβολὴν τῆς αὐτοῦ φιλανθρώπου οἰκονομίας, θαυμάζων δὲ τὴν τοσαύτην ἐν αὐτῷ γεγενημένην πραότητος πραγματείαν, τὴν τὸν διάβολον ἡττήσασαν, τὴν τὸ κέντρον τοῦ θανάτου συντρίψασαν, τὴν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας θριαμβεύσασαν, τὴν τὴν ἁμαρτίαν. θραύσασαν
他並非不知曉祂那充滿仁愛之施恩經綸的浩大,卻是驚嘆於祂身上所成就那如此偉大的溫柔作為——那擊敗魔鬼的作為、那粉碎死亡毒鉤的作為、那凱旋勝過執政掌權者的作為、那破碎罪惡的作為。
Not being ignorant of the excess of his loving-kindly dispensation, but marveling at the so great work of meekness that had come to be in him — that which defeated the devil, that which crushed the sting of death, that which triumphed over the principalities and powers, that which shattered sin.
1:512
καὶ διὰ τὴν ὑπερβολὴν τῆς θαυμασιότητος ἐν τῇ δοξολογίᾳ ὁ ἄγγελος ἔλεγε προσκυνῶν·
又因這奇妙之事無比浩大,天使便在頌讚中敬拜說:
And on account of the excess of the wonder, the angel said, worshiping, in the doxology:
1:513
σή ἐστιν ἡ ἰσχύς, δέσποτα·
「主啊,力量是屬你的。」
"Thine is the strength, O Master."
1:514
σὺ γὰρ ἴσχυσας κατὰ θανάτου καὶ κατὰ Ἅιδου καὶ κατὰ διαβόλου, συντρῖψαι τὸ κέντρον αὐτοῦ καὶ ἐκβαλεῖν ἀπὸ τῆς ἀνθρωπότητος
「因為你已經勝過死亡、勝過陰間、勝過魔鬼,粉碎了它的毒鉤,並將它從人類中驅逐出去。」
"For you have prevailed against death and against Hades and against the devil, to crush his sting and to cast him out from humanity."
1:515
Ἐὰν δὲ πάλιν εἴπῃ ποῦ τεθείκατε Λάζαρον; ἀνθρωποπαθῶς λέγων καὶ περὶ τῆς αἱμορροούσης τίς μου ἥψατο; ἤ τίνα ζητεῖτε; ἤ τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; ἤ τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο ἤ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ ἤ πρὸ τοῦ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, οὐχ ὁρᾷς ἀπ' αὐτῆς τῆς ὑποθέσεως τὸ ὑπερβάλλον τῆς. γνώσεως, ὅτι ἐκ σαρκὸς καὶ ἀνθρωπότητος τὰ διηγήματα; ὅσα γὰρ ἐν τῇ παλαιᾷ διαθήκῃ ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς ὑποκατερχόμενά εἰσιν εἰς πειθὼ τῶν ἀνθρώπων, ἀγνωσίας ἐχόμενα, οὐκ ὄντα δὲ ἄγνωστα τῷ θεῷ, ταῦτα ἐλθὼν ὁ Λόγος πεπλήρωκεν, ἵνα πληρώσῃ τὸ εἰρημένον ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ. ἐργάζομαι
然而,若祂又說「你們把拉撒路放在哪裡?」,是以合乎人性受苦之情而說的;又論及那患血漏的婦人,說「誰摸了我?」;或說「你們找誰?」;或說「人子,人們說我是誰?」;或說「那孩子漸漸長大,強健起來」;或說「祂在身量和智慧上漸漸增長」;或說「在那孩子還不知道叫父親或母親之前」——你豈不從這假設本身看出那超越尋常的知識,即這些敘述乃出於肉身與人性嗎?因為凡在舊約中,從神與父的位格而發、為要說服眾人而俯就下來、屬乎似乎無知之範疇、然而對神而言並非真無知的話語,這一切,那道降臨後都已成就,為要應驗所說的:「我父做工直到如今,我也做工。」
But if again he should say, "Where have you laid Lazarus?" — speaking after the manner of human passibility — or, concerning the woman with the flow of blood, "Who touched me?" or "Whom do you seek?" or "Whom do men say that I, the Son of Man, am?" or "the child grew and waxed strong," or "he advanced in stature and wisdom," or, "before the child knew how to call father or mother" — do you not see, from this very supposition, the surpassing character of the knowledge at work, namely that these narratives derive from flesh and humanity? For as many things as in the Old Testament, spoken from the person of God and the Father, condescend for the persuasion of men, partaking of an appearance of ignorance, yet not being unknown to God — these the Word, having come, has fulfilled, so that he might fulfill what was said: "My Father works until now, and I work."
1:516
ποῦ τεθείκατε τὸν Λάζαρον; ἠρώτα ἐγγὺς τοῦ τόπου γενόμενος·
「你們把拉撒路放在哪裡?」祂問這話,是在接近那地方之時。
"Where have you laid Lazarus?" he asked, having come near the place.
1:517
πρὸ δὲ τοῦ ἐλθεῖν εἰς τὸν τόπον ὑπὸ μηδενὸς ἀκούσας ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται
但在來到那地方之前,並未從任何人聽聞,祂就對門徒說:「我們的朋友拉撒路已經睡了。」
But before coming to the place, having heard from no one, he said to his disciples, "Lazarus our friend has fallen asleep."
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。