📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的證明

福音的證明 第 1 章 第 2/5 段

希臘文原文.68 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:3.18–1:6.9(全章共 277 節)

第 2 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:3.18
ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδὸς, καὶ μὴ δυνήσῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου, καὶ ἀποδώσεις αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν, καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντὸς οὑ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν, ἢ ἐπὶ προβάτοις, ἢ ἐπὶ οἴνῳ, ἢ ἐπὶ σικέρᾳ, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου
『倘若路途對你來說太遠,你無法將這些東西帶去,因為主你的神所選定、要使他的名被稱於其上的地方離你太遠——既然主你的神已賜福給你——你就可以把這些東西換成銀子,把銀子拿在手中,往主你的神所選定的地方去;你可以隨你心所願,用這銀子買牛、買羊、買酒、買濃酒,或任何你心所想要的,然後在主你的神面前,在那裡吃喝。』
'But if the way is too long for you, and you are not able to carry these things, because the place which the Lord your God shall choose for his name to be called there is far from you -- since the Lord your God will have blessed you -- then you shall turn them into money, and take the money in your hands, and go to the place which the Lord your God shall choose; and you shall spend the money on whatever your soul desires, on oxen, or on sheep, or on wine, or on strong drink, or on whatever your soul desires, and you shall eat there before the Lord your God.'
1:3.19
Καὶ αὖθις τὸν τόπον ἐπισφραγίζεται ὧδέ πως φάσκων πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν τοῖς βουσί σου, καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικὰ ἀποίσεις κυρίῳ τῷ θεῷ σου. οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου, καὶ μὴ κείρῃς τὸ πρωτότοκον τῶν προβάτων σου· ἐναντίον κυρίου τοῦθεοῦσου φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου, σὺ καὶ ὁ οἶκός σου
他又再次確立這地方的規定,這樣說:『你牛群羊群中所生頭一胎的公畜,你要分別出來歸給主你的神。頭生的牛犢不可用來耕作,頭生的羊也不可剪毛;你要每年在主你的神所選定的地方,在主你的神面前吃它,你和你全家都要如此。』
And again he seals the point concerning the place, speaking somewhat as follows: 'Every firstborn male that is born among your oxen and among your sheep, the males you shall set apart for the Lord your God. You shall not work with the firstborn of your bull, nor shear the firstborn of your sheep; you shall eat it before the Lord your God, year by year, in the place which the Lord your God shall choose, you and your household.'
1:3.20
Μετὰ ταῦτα πάλιν θέα τίνα τρόπον καὶ τὰ | περὶ τῶν ἑορτῶν διαστέλλει οὐκ ἄλλοθι γῆς ἀλλ ἢ ἐν μόνῳ τῷ δηλουμένῳ τόπῳ πανηγυρίζειν. λέγει δ οὖν φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα κυρίῳ τῷ θεῷ σου, πρόβατα καὶ βόας ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν
在此之後,再看看他如何進一步規定,關於節期,也不可在世上任何別的地方舉行,只可在他所指明的那唯一的地方慶祝。他這樣說:『你要謹守亞筆月,向主你的神守逾越節,用羊和牛,在主你的神所選定的地方獻上。』
After this, observe again how he specifies concerning the feasts too, that they are to be celebrated nowhere else on earth but only in that single, designated place. He says accordingly: 'Observe the month of the new grain, and you shall keep the Passover to the Lord your God, sheep and oxen, in the place which the Lord your God shall choose for himself.'
1:3.21
καὶπάλιν ὑπομιμνήσκει λέγων οὐ δυνήσῃ θῦσαιτὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεων σου, ὧν κύριος ὁ θεός σου δίδωσί σοι, ἀλλ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου, ἐκεῖ θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμαῖς ἡλίου, ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐκ γῆς Αἰγύπτου, καὶ ἑψήσεις, καὶ φαγῇ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου
他又再次提醒說:『你不可在主你的神所賜給你的任何一座城裡宰殺逾越節的祭牲,只可在主你的神所選定的地方,在傍晚日落之時,就是你出埃及地的那時候,宰殺逾越節的祭牲;你要煮熟,並在主你的神所選定的地方吃。』
And again he reminds them, saying: 'You shall not be able to sacrifice the Passover in any of your cities which the Lord your God gives you, but at the place which the Lord your God shall choose -- there you shall sacrifice the Passover in the evening, at the going down of the sun, at the time when you came out of the land of Egypt; and you shall boil it, and eat it in the place which the Lord your God shall choose.'
1:3.22
Ὁ μὲν δὴ τῆς τοῦ πάσχα ἑορτῆς νόμος τοιοῦτος· ὁ δὲ τῆς πεντηκοστῆς τί φησὶν ἄκουσον ἑπτὰ ἑβδομάδας ὁλοκλήρους ἐξαριθμήσεις σεαυτῷ, ἀρξαμένου σου δρέπανον ἐπ ἀμητὸν, καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων κυρίῳ τῷ θεῷ σου, καθὰ ἰσχύει ἡ χείρ σου, ὅσα ἂν δῷ σοι, καθ ὅτι εὐλόγηκέν σε κύριος ὁ θεός σου
逾越節的律法就是如此。至於五旬節,且聽他怎麼說:『你要為自己數算滿七個七日,從你開始拿鐮刀收割莊稼的時候算起;你要向主你的神守七七節,按你的力量、照他所賜給你的、按主你的神所賜的福,獻上甘心祭。』
Such, then, is the law concerning the feast of the Passover. But hear what he says concerning that of Pentecost: 'You shall number for yourself seven whole weeks, from the time you begin to put the sickle to the harvest; and you shall keep the feast of weeks to the Lord your God, according as your hand is able, according to what he shall have given you, according as the Lord your God has blessed you.'
1:3.23
καὶ εὐφρανθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ ἐν ὑμῖν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὑτῷ, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ τοῦ ἐκεῖ
『你和你的兒子、女兒、僕人、婢女,以及在你城中的利未人、寄居者、孤兒、你們中間的寡婦,都要在主你的神所選定、要使他的名被稱於其上的地方,在主你的神面前歡樂。』
'And you shall rejoice before the Lord your God, you, and your son, and your daughter, your manservant, and your maidservant, and the Levite who is in your cities, and the proselyte, and the orphan, and the widow who is among you, in the place which the Lord your God shall choose for himself, for his name to be called there.'
1:3.24
καὶ τὴν τρίτην δ ἑορτὴν ἔνθα προστάττει ἐκτελεῖν ἐπάκουσον τῶν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας, ἐν τῷ συναγαγεῖν σε ἀπὸ τῆς ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου, καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ἡ χήρα, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ
至於第三個節期,且聽他規定要在何處舉行:『你要為自己守住棚節七天,就是你從禾場和酒醡收藏之後;你和你的兒子、女兒、僕人、婢女,以及寡婦,都要在你的節期中歡樂,在主你的神所選定的地方。』
And as for the third feast, hear where he commands it to be kept: 'You shall keep the feast of tabernacles for yourself seven days, when you have gathered in from your threshing floor and from your winepress; and you shall rejoice in your feast, you, and your son, and your daughter, your manservant, and your maidservant, and the widow, in the place which the Lord your God shall choose for himself.'
1:3.25
Διὰ τοσούτων οὖν τὸν τόπον ἐπισημαινόμενος, τοσαυτάκις τε εἰπὼν εἰς αὐτὸν ἀπαντᾶν παγγενὶ καὶ πανοικὶ, πῶς ἂν ἥρμοζε τοῖς τῆς Ἰουδαίας καὶ ἐπὶ μικρὸν διεστῶσι, μή τί γε τοῖς καθ ὅλης τῆς οἰκουμένης ἔθνεσι; μάλιστα ὅτε οὐδὲ συγγνώμην τινὰ νέμει τοῖς παραβαίνουσι τὰ διωρισμένα, ἀρὰν δὲ κατὰ πάντων τῶν μὴ τὰ πάντα τηρούντων ἐπάγει, ῥήμασιν αὐτοῖς λέγων ἐπικατάρατος ὃς οὐκ ἐμμενεῖ πᾶσι τοῖς γεγραμμένοις ἐν τῷδε τῷ νόμῳ τοῦ ποιῆσαι ἀυτὰ
既然他藉著這麼多的指示,反覆指明這一個地方,而且屢次說眾人必須舉家舉族前往那裡朝見,這又怎能適用於那些即使只是稍微遠離猶太地的人,更何況是遍及全世界的萬邦呢?尤其是,他對於違犯這些規定的人絲毫不加寬恕,反倒對凡不遵守一切的人加以咒詛,他的原話是這樣說的:『凡不持守這律法書上所寫、遵行其中一切話的,必受咒詛。』
Since he thus, by so many indications, points to this place, and has said so many times that all must gather there with their whole clan and their whole household, how could this ever have suited those who lived even a little way from Judea, let alone the nations throughout the whole inhabited world? Especially since he grants no pardon whatsoever to those who transgress what has been laid down, but pronounces a curse against all who do not keep everything, saying in these very words: 'Cursed is he who does not abide by all the things written in this law, to do them.'
1:3.26
Θεώρησον δὲ καὶ ἄλλως τὰ ἀδύνατα πᾶσιν ἀνθρώποις τῆς Μώσεως νομοθεσίας. διαστειλάμενος τὰ ἑκούσια καὶ χαλεπὰ τῶν ἁμαρτημάτων, καὶ τιμωρίας περιθεὶς ἑκάστῳ τῶν μεγίστης κολάσεως ἀξίων, νόμους τίθησι, καθ οὓς ἑτέρῳ τρόπῳ καὶ τοὺς ἀκουσίως πλημμελοῦντας ἐπιστρέφει
再者,也請留意摩西律法中對所有人而言另一種難以達成之處。他既已區分出故意犯下的、嚴重的罪,並為每一種當受最大懲罰的罪加上刑罰,於是他又立下另一套律法,用不同的方式,使那些無心之過的人也得以回轉歸正。
Observe, further, in another respect too, the things impossible for all mankind in the legislation of Moses. Having distinguished the willful and grievous sins, and having attached, to each of those deserving the greatest punishment, its penalty, he lays down laws by which, in a different manner, he also turns back to right those who transgress unwillingly.
1:3.27
ὧν ὁ μὲν οὕτως ἔχει ἐὰν ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν, καὶ οἴσει δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν ἄμωμον θήλειαν οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν, ἐν τῷ τόπῳ οὗ σφάξουσι τὰ ὁλοκαυτώματα, καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος
其中一條是這樣的:『地上百姓中若有一人無心犯罪,做了主一切誡命中不可做的任何一件,因而有了過犯;他一旦知道自己所犯的罪,就要獻上自己的祭物,就是一隻無瑕疵的母山羊,為他所犯的罪獻上,帶到宰殺燔祭牲的地方;祭司要取些血。』
One of these laws runs thus: 'If one soul from the people of the land sin unwillingly, in doing any one of all the commandments of the Lord which ought not to be done, and shall transgress, and the sin which he sinned becomes known to him, he shall bring as his offering a female goat without blemish, he shall bring it for his sin which he sinned, to the place where they slaughter the whole burnt offerings, and the priest shall take of the blood.'
1:3.28
Καὶ ὅρα γε ὡς καὶ ἐνταῦθα τὸν πταίσαντά τι παρὰ γνώμην ἐν τῷ τόπῳ δεῖ ἀπαντᾶν οὗ σφάζουσι τὰ ὁλοκαυτώματα · οὗτος δὲ ἦν οὗ διὰ πλείστων ἤδη πρότερον ἐμνήσθη λέγων ὅν ἂν ἐκλέξηται κύριος ὁ θεός σου
請留意,即使在此,那無心失足犯罪的人,也必須前往宰殺燔祭牲的那一處地方——而這正是他先前已一再提及的地方,稱之為『主你的神所選定的』那一處。
And observe how, here too, one who has stumbled into some offense unintentionally must, all the same, come to the place where they slaughter the whole burnt offerings -- and this was the very place which he had already mentioned many times before, saying, 'which the Lord your God shall choose.'
1:3.29
Τοῦτο δ ὅτι μὴ δυνατὸν πρὸς ἁπάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἐκτελεῖσθαι καὶ αὐτὸς ὁ νομοθέτης συνιδὼν ἀκριβῶς ἐπεσημήνατο, οὐκ ἀορίστως κατὰ πάντων προαγαγὼν τὸν νόμον, ἀλλ ἐπειπὼν ἐὰν ψυχὴ ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς
而這一律法並非能為地上所有的人所遵行,立法者本人對此也有精準的洞察,並藉此加以標明;因為他並非泛泛地為所有人頒佈這律法,而是加上了『若地上百姓中有一人無心犯罪』這樣的限定語。
And that this could not be carried out by all men on earth, the lawgiver himself, having perceived it precisely, indicated as well, not proclaiming the law indefinitely for all, but adding, 'if a soul sin unwillingly, of the people of the land.'
1:3.30
Καὶ δεύτερον δὲ νόμον τίθησιν οὕτως ἔχοντα ἐὰν δὲ ψυχὴ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν. Τί οὖν χρὴ τοῦτον ποιεῖν ἀλλ ἢ λαβόντα μετὰ χεῖρας τὸ ἱερεῖον σπεύδειν ἐπὶ τὰ καθάρσια; ποῦ πάλιν ἀλλ ἢ ἐν τῷ τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα
他又立下第二條律法,是這樣的:『若有人聽見發誓的聲音,這人是見證者,無論是親眼看見或是知情,若不申報,就要擔當這罪。』那麼,這人該做什麼呢?豈不是要親手帶著祭牲,趕緊前去獻贖罪祭嗎?又是在哪裡呢?豈不還是在宰殺燔祭牲的那個地方嗎?
And he lays down a second law, running thus: 'And if a soul hears the voice of an oath, and this one is a witness, either having seen or having knowledge, if he does not report it, he shall bear the sin.' What, then, must this person do but take the victim in hand and hasten to make purification? And where again, but in the place where they slaughter the whole burnt offerings?
1:3.31
καὶ τρίτον πάλιν ψυχὴ, φησὶν, ἥτις ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ τῶν θνησιμαίων τῶν κτηνῶν τῶν ἀκαθάρτων, καὶ λάβῃ ἀπ αὐτοῦ, καὶ αὐτὸς μεμίανται, καὶ πλημμελήσῃ, ἢ ἅψηται ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτὸν, μετὰ δ ἔγνω καὶ πλημμελήσῃ
他又說了第三種情形:『若有人摸了任何不潔淨之物,或不潔淨牲畜的屍體,因而沾染其上,自己也就成了不潔淨,因而有了過犯;或是摸了人身上的不潔淨——無論是他哪一種不潔淨,一經觸摸便被玷污——當時他並不知情,後來才知道,因而有了過犯……』
And, again, a third: 'Or a soul,' he says, 'that touches any unclean thing, whether the carcass of unclean cattle, and takes from it, and is himself defiled and transgresses; or touches the uncleanness of a man, from any of his uncleanness by touching which he is defiled -- and it was hidden from him, but afterward he came to know it, and he transgressed --'
1:3.32
Τί δὴ οὑν καὶ τὸν μιανθέντα προσῆκον ἢν ποιεῖν ἀλλ ἢ ἀπαντὰν πάλιν ἐν τῷ τόπῳ, καὶ προσφέρειν περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτε θῆλυ ἀπὸ τῶν προβάτων, ἢ ἀμνάδα, ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας
那麼被玷污的人理當如何行呢?豈不是要再次前往那地方,為自己所犯的罪,獻上羊群中的母羊、或母羔羊、或山羊中的母山羊為贖罪祭嗎?
What then was it fitting for the one who had been defiled to do, but to come again to the place, and to offer for his sin which he had sinned a female from the flock, either a ewe-lamb, or a she-goat from the goats, for a sin offering?
1:3.33
ὁ δ αὐτὸς ἦν νόμος καὶ ἐπὶ ψυχῆς ἣ ἂν ὀμόσῃ διαστέλλουσα τοῖς χείλεσι κακοπιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα ὅσα ἂν διαστείλῃ ἄνθρωπος μεθ ὅρκου καὶ λάθῃ αὐτὸν, καὶ οὗτος γνῷ καὶ ἁμάρτῃ ἴν τι τούτων, καὶ ἐξαγορεύσῃ τὴν ἁμαρτίαν περὶ ἧς ἥμαρτε, καὶ οὗτος δῆτα, φησὶν, τὸ αὐτὸ λαβὼν ἱερεῖον σπευδέτω ἐν τῷ τόπω, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία
對於凡起誓、用嘴唇分明說出要行惡或行善——無論人起誓所分明說出的一切事——若這事在他心中遺忘了,後來他知道了、且在這些事上犯了罪,就當承認他所犯的罪;經上說,這人也當照樣取相同的祭牲,急速前往那地方,祭司就要為他因他的罪行贖罪禮,他的罪就必蒙赦免。
And the same law applied also concerning a soul who swears, pronouncing distinctly with the lips to do evil or to do good, according to all that a man may pronounce with an oath, and it escapes him, and he comes to know it and sins in any of these things, and confesses the sin concerning which he sinned — this person too, it says, taking the same offering, let him hasten to the place, and the priest shall make atonement for him concerning his sin, and the sin shall be forgiven him.
1:3.34
καὶ ἄλλος παρὰ τοὺς εἰρημένους νόμος ὧδέ πη διορίζει ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων κυρίου, καὶ εἰσοίσει κριὸν τῆς πλημμελείας αὐτοῦ τῶ κυρίῳ. οἴσει δὲ πάλιν παρὰ τὸν ἀρχιερέα ἐν τῷ τόπω δηλαδὴ τῷ ἐξειλεγμένῳ
除了上述之外,另有一條律法如此規定:凡因遺忘而忘記、無意中在耶和華的聖物上犯了罪的人,要為自己的過犯向耶和華獻上一隻公綿羊。他要將這祭牲再帶到大祭司那裡,也就是帶到那蒙揀選之地。
And another law, besides those mentioned, determines somewhat as follows: a soul who forgets through forgetfulness, and sins unwittingly against the holy things of the Lord, shall bring a ram for his trespass to the Lord. And he shall bring it again to the high priest, evidently at the chosen place.
1:3.35
Καὶ ἕκτον δὲ νόμον τούτοις προστίθησι λέγων ψυχὴ ἂν ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν ὣν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν αὐτοῦ, καὶ οἴσει πάλιν κριὸν τῷ ἀρχιερεῖ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἀγνοίας αὐτοῦ ἧς ἠγνόησεν, καὶ οὗτος οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ
又加上第六條律法,說:凡有靈魂犯罪,行了一切不可行的誡命中的一件,卻不知道,因而有了過犯,擔當自己的罪,他要再將一隻公綿羊帶到大祭司那裡,祭司就要為他因他所不知道的無知贖罪,他本不知道,這罪就必蒙赦免。
And to these he adds a sixth law, saying: a soul, if it sins and does one thing from all the commandments which ought not to be done, and did not know it, and transgresses, and bears his sin, he shall again bring a ram to the high priest, and the priest shall make atonement for him, concerning his ignorance in which he was ignorant, and he did not know it, and it shall be forgiven him.
1:3.36
Ἤδη δὲ ἕβδομόν φησι ψυχὴ ἂν ἁμάρτῃ, καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς κυρίου, καὶ ψεύσηται πρὸς τὸν πλησίον αὐτοῦ ἐν παρακαταθήκῃ, περὶ κοινωνίας ἢ ἁρπαγῆς, ἢ ἠδίκησέ τι τὸν πλησίον, ἢ εὑρεν ἀπώλειαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐὰν ποιήσῃ ἅνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις, καὶ ἡνίκα ἂν ἁμάρτῃ καὶ πλημμελήσῃ καὶ ἀποδῷ τὸ ἅρπαγμα ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα ὃ ἠδίκησεν, ἢ τὴν παρακαταθήκην ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν ἣν εὗρεν, ἀπὸ παντὸς πράγματος οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον
接著論到第七條,說:凡有靈魂犯罪,忽略又忽略耶和華的誡命,在寄存之物、或合夥、或搶奪之事上,向鄰舍說謊;或在某事上虧負了鄰舍,或拾得遺失之物卻在這事上說謊,又為所行的一切事中的任何一件不義地起誓,以致在這些事上犯了罪——那麼,當他犯罪、有了過犯,就要償還他所搶奪的搶奪物、或所虧負的虧負之事、或寄存在他那裡的寄存物、或他所拾得的遺失物,就是他曾不義起誓所論及的一切事物,他要如數償還本金,並加上五分之一。
Already, it says, as the seventh: a soul, if it sins, and overlooking overlooks the commandments of the Lord, and lies to his neighbor concerning a deposit, or concerning partnership, or robbery, or has wronged his neighbor in something, or has found a lost thing and lies about it, and swears unjustly concerning any one of all the things which a man may do so as to sin in these — then, when he has sinned and transgressed and shall restore the stolen thing which he stole, or the wrong which he did, or the deposit which was deposited with him, or the lost thing which he found, or anything at all concerning which he swore unjustly, he shall repay it in full, the principal, and add a fifth part to it.
1:3.37
Ἐχρῆν δ ἂν μετὰ τὸ ἐξαγορεῦσαι τὸ ἁμάρτημα καὶ μετὰ τὸ ἀποτίσαι σπεύδειν πάλιν πάντα ὑπερθέμενον εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς, καὶ προσφέρειν γε περὶ τῆς πλημμελείας κριὸν ἄμωμον, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου, κ αἰ ἀφεθήσεται αὐτῷ
在承認罪過並償還之後,他還必須放下一切事務,急速前往耶和華神所要揀選的地方,為自己的過犯獻上一隻無瑕疵的公綿羊,祭司就要在耶和華面前為他行贖罪禮,這罪就必蒙赦免。
And it was necessary that, after confessing the sin and after making restitution, he should again put everything aside and hasten to the place which the Lord God should choose, and offer for his trespass an unblemished ram, and the priest should make atonement for him before the Lord, and it should be forgiven him.
1:3.38
Ταῦτα καὶ περὶ τῶνδε ὁ θαυμάσιος Μώσης περί τε τῶν ἀκουσίως ἡμαρτηκότων καὶ περὶ τῶν κατ ἄγνοιαν ἐξηκριβώσατο πόρρωθεν τῶν κατὰ προαίρε— σιν πλημμελημάτων, ἐφ οἷς καὶ ἀπαραιτήτους ὁρίζει τιμωρίας τοὺς οἰκείους ἀναστέλλων
令人讚歎的摩西,就這些事情——無論是無意中犯罪的人,或是因無知而犯罪的人——都詳加規定;這些都遠遠有別於出於故意的過犯,對於後者,他則定下不可寬貸的刑罰,藉此約束自己的百姓。
These things, and concerning these matters, the admirable Moses set forth with precision, both concerning those who had sinned unwillingly and concerning those who sinned through ignorance — far removed from deliberate transgressions, for which also he fixes inexorable punishments, restraining his own people from them.
1:3.39
ὁ γὰρ ἐπὶ τοῖς ἀκουσίοις μὴ πρότερον νείμας συγγνώμην ἢ ἐξαγορεῦσαι τὸ ἁμάρτημα, κἄπειτα ὥσπερ μικρὰν τιμωρίαν ρίαν διὰ τῆς προστεταγμένης θυσίας εἰσπραξάμενος τὸν ἡμαρτηκότα, διά τε τῆς ἐπὶ τὸν ἁγνὸν τόπον ἀμελλήτου πορείας τὴν σπουδὴν ὁμοῦ καὶ τὸ εὐλαβὲς ἐπιτείνας τῶν κατ αὐτὸν θεοσεβεῖν προῃρημένων, πῶς οὐχὶ τῶν ἑκουσίως δρωμένων πολὺ πρότερον ἐπίσχοι ἂν τὰς ὁρμάς; τί δὴ οὖν πρὸς ταῦτα συλλογίζεσθαι χρῆν, ὅτε δὴ, ὡς εἴρηται, συγκεφαλαιούμενος τὰ πάντα ὁ Μώσης ἐπισκήπτει λέγων ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά
因為他對於無意的罪,尚且不肯先赦免,除非先承認過犯,然後又藉著所規定的祭物,彷彿向犯罪者索取一點微小的懲罰,並藉著毫不遲延地前往聖地的行程,同時加強了那些立志敬拜神之人的熱心與敬畏——那麼,對於出於故意所行的事,他豈不更要大大約束其衝動嗎?既然如此,對此我們該作何推論呢?正如前面所說,摩西總結一切、鄭重宣告說:「凡不持守律法上所記載的一切、不遵行的,必受咒詛。」
For he who, in the case of involuntary sins, did not grant pardon before the sin was confessed, and then, as it were exacting a small penalty from the sinner by means of the prescribed sacrifice, and by the unhesitating journey to the holy place intensified both the zeal and the reverence of those among his people who had chosen to worship God — how would he not have far more restrained the impulses of things done deliberately? What, then, ought one to conclude from this, when Moses, as has been said, summing up everything, solemnly charges, saying: ‘Cursed is everyone who does not abide by all the things written in the law, to do them’?
1:3.40
Ἄρα γὰρ τοὺς ἐκ περάτων γῆς μέλλοντας κατὰ Μωσέα θεοσεβεῖν, ὡς ἂν φύγοιεν μὲν τὴν κατάραν, τύχοιεν δὲ τῆς ἐπηγγελμένης πρὸς τὸν Αβραὰμ εὐλογίας, ταῦτα πάντα χρῆν πράττειν, καὶ τρὶς τοῦ ἔτους ἀπαντᾶν εἰς Ἱεροσόλυμα, καὶ τὰς ἐκ πάντων δὲ τῶν ἐθνῶν θεοσεβεῖν προῃρημένας γυναῖκας, ἄρτι τόκων καὶ ὠδίνων παυσαμένας, τοσαύτην στέλλεσθαι πορείαν, ὡς ἂν τὴν προστεταγμένην ὑπὸ Μώσεως θυσίαν ἐφ ἑκάστῳ τῶν γεννωμένων ἀνενέγκαιεν, ἢ τοὺς ἐφαψαμένους νεκροῦ σώματος, ἢ τοὺς ἐπίορκον ὀμωμοκότας, ἢ τοὺς ἀκούσιόν τι δεδρακότας, ἐκ περάτων γῆς ἥκειν, τρέχειν τε καὶ σπεύδειν ἐπὶ τὸν νενομοθετημένον καθαρισμὸν, ὡς ἂν ἐκφύγοιεν τὴν τῆς κατάρας ἐπίσκηψιν
因為若照摩西的規定,凡從地極而來欲敬拜神的人,為要逃避咒詛、得著應許給亞伯拉罕的祝福,就必須行盡這一切事:一年三次前往耶路撒冷;並且從萬國中立志敬拜神的婦女,才剛生產、脫離產難,也要動身作如此長途的旅程,為每個所生的孩子獻上摩西所規定的祭;又凡摸過死屍的人、起假誓的人、或無意中犯了什麼事的人,都要從地極而來,奔跑、急速趕赴所定的潔淨禮,以逃避咒詛的懲罰。
For indeed, those from the ends of the earth who were going to worship God according to Moses, so as to escape the curse and obtain the blessing promised to Abraham, would have had to do all these things: to come to Jerusalem three times a year; and the women from all the nations who had chosen to worship God, just having ceased from childbirth and travail, would have had to undertake so long a journey in order to offer up, for each child born, the sacrifice prescribed by Moses; and those who had touched a dead body, or those who had sworn falsely, or those who had done anything unwittingly, would have had to come from the ends of the earth, and run and hasten to the appointed purification, so as to escape the visitation of the curse.
1:3.41
ἀλλὰ συνορᾷς ὡς καὶ αὐτοῖς τοῖς ἀμφὶ τὰ Ἱεροσόλυμα κατοικοῦσι καὶ ἐπὶ μόνης τῆς Ἰουδαίας τὰς διατριβὰς ποιουμένοις ὁ κατὰ Μωσέα βίος δυσκατόρθωτος ἦν, μή τί γε δυνατὸς ἐπιτελεῖσθαι καὶ τοῖς λοιποῖς ἔθνεσιν · ἔνθεν εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ υἱὸς τοὐ θεοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς αὐτοῦ μαθηταῖς εἰπὼν μαθητεύσατε πάντα τὰ ἕθνη ἐπιλέγει διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν
但你可以看出,即使對那些居住在耶路撒冷附近、僅在猶太地度日的人而言,按摩西的方式生活都難以完全遵行,更何況要讓其餘萬邦都能實行呢?因此,我們的救主、主耶穌、神的兒子,在從死裡復活之後,理所當然地對他的門徒說:「使萬民作門徒」,接著又說:「教訓他們遵守我所吩咐你們的一切。」
But you perceive how, even for those who dwelt around Jerusalem itself and spent their lives in Judea alone, the life according to Moses was hard to accomplish — let alone that it could be fulfilled by the rest of the nations. For this reason our Savior and Lord Jesus, the Son of God, after the resurrection from the dead, fittingly said to his disciples, ‘Make disciples of all the nations,’ and adds, ‘teaching them to observe all things that I have commanded you.’
1:3.42
Οὐ γὰρ τὰ Μώσεως νόμιμα διδάσκειν πάντα τὰ ἔθνη παρεκελεύσατο, ἀλλ ὅσα αὐτὸς ἐνετείλατο· ταῦτα δ ἦν τὰ ἐν τοῖς εὐαγγελίοις αὐτοῦ φερόμενα. εἰκότως οὖν καὶ οἶ αὐτοῦ μαθηταὶ καὶ οἶ ἀπόστολοι ἐν τῇ περὶ τῶν ἐθνῶν σκέψει ὁμολογοῦσι μὴ δύνασθαι τὰ Μώσεως νόμιμα τοῖς ἔθνεσιν ἐφαρμόζειν, ὅτε μήτε αὐτοῖς μήτε τοῖς πατράσιν αὐτῶν εὐκατόρθωτα γέγονεν. λέγει δ οὖν ἐν ταῖς Πράξεσιν ὁ Πέτρος νῦν οὖν τί πειράζετε τὸν θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἶ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι
因為他所吩咐要教導萬民的,不是摩西的律例,而是他自己所吩咐的一切;這些就是記載在他福音書中的教訓。因此,他的門徒與使徒們在商議萬邦之事時,理所當然地承認不可能將摩西的律例施行於萬邦,因為連他們自己和他們的祖宗都未能輕易遵行。彼得在使徒行傳中就這樣說:「現在你們為什麼試探神,要把我們祖宗和我們所不能負的軛,放在門徒的頸項上呢?」
For he did not command that the laws of Moses be taught to all the nations, but whatever he himself commanded; and these were the things contained in his Gospels. Fittingly, then, his disciples and the apostles too, in their deliberation concerning the nations, confess that it is not possible to apply the laws of Moses to the nations, since they were not easily accomplished even by themselves or by their fathers. Peter accordingly says in the Acts: ‘Now therefore why do you tempt God, to put a yoke upon the neck of the disciples, which neither our fathers nor we were able to bear?’
1:3.43
Εἰκότως δὲ καὶ αὐτὸς ὁ Μωσῆς τούτων αὐτῶν ἕνεκεν ἕτερον παρ ἑαυτὸν ἀναστήσεσθαι ἔφη προφήτην, καὶ τοῦτον νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ἀπάντων εὐαγγελίζεται, τὸν Χριστὸν αἰνιττόμενος, αὐτῷ τε πείθεσθαι τοῖς οἰκείοις παραινεῖ, ὧδέ πη καὶ τοῦτο θεσπίζων προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τόν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ ὑμῖν. ἔσται δὲ, πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς
因此,摩西自己正是為了這緣故,理所當然地說到將有另一位不同於他自己的先知興起,並宣告這位先知將成為萬國的立法者的好消息,暗指基督;他又勸勉自己的百姓要順從他,如此宣告道:「耶和華你的神要從你們弟兄中間,為你興起一位先知像我一樣,你們要聽從他,凡他所吩咐你們的一切話。凡不聽從那先知的,必從民中滅絕。」
Fittingly, then, Moses himself, precisely on account of these things, said that another prophet besides himself would arise, and proclaims as good news that this one would be lawgiver of all the nations, hinting at the Christ; and he exhorts his own people to obey him, declaring this also somewhat as follows: ‘The Lord God will raise up for you a prophet from among your brothers, like me; him you shall hear in all things that he shall speak to you. And it shall be that every soul which does not hear that prophet shall be utterly destroyed from among its people.’
1:3.44
Καὶ τοῦτον δὲ τὸν προφήτην, δηλονότι τὸν Χριστὸν, ἐξ Ἰουδαίων προελθόντα, πάντων τῶν ἐθνῶν ὢ κατακρατήσειν πάλιν ἀναφωνεῖ λέγων ὡς καλοὶ οἱ οἶκοί σου Ἰακὼβ, αἱ σκηναί σου Ἰσραὴλ, ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισος ἐπὶ ποταμὸν, ὡς σκηναὶ ἃς ἔπηξεν κύριος. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλόν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ
他又再次宣告,這位先知——也就是基督——將從猶太人中出來,要制勝萬邦,說:「雅各啊,你的帳幕何等華美;以色列啊,你的帳棚何等佳美!如同蔭蔽的山谷,又如河邊的園子,如同耶和華所支搭的帳棚。必有一人從他的後裔中出來,要治理多國,他的國度必被高舉。」
And again he proclaims that this prophet — namely, the Christ — having come forth from the Jews, would prevail over all the nations, saying: ‘How fair are your houses, O Jacob, your tents, O Israel! Like shady groves, and like a garden beside a river, like tents which the Lord has pitched. A man shall come forth from his seed, and shall rule over many nations, and his kingdom shall be exalted.’
1:3.45
Ἀλλὰ καὶ ἐξ ὁποίας φυλῆς, δώδεκα τῶν ὅλων παρ Ἑβραίοις οὐσῶν, ὅτι δὴ ἀπὸ τῆς Ἰούδα ὁ θεσπιζόμενος τῶν ἐθνῶν νομοθέτης Χριστὸς προελεύσεται, καὶ κατὰ ποίους χρόνους, ὅτι μετὰ τὴν ἔκλειψιν τῶν ἐκ προγόνων διαδοχῆς τοῦ Ἰουδαίων ἔθνους ἀρξάντων δηλοῖ λέγων οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν
此外,希伯來人共有十二支派,這位所預言、要作萬邦立法者的基督究竟出自哪一支派、又是在什麼時候,摩西也一併指明:他要出自猶大支派;至於時候,則是在那從祖先世代相承、統治猶太民族者的世系斷絕之後,如此說明:「執政者必不離猶大,領導者也不離他的腰間,直到那為他存留的事來到;他就是萬民所仰望的。」
But also from which tribe — out of the twelve altogether among the Hebrews — namely, that the foretold lawgiver of the nations, Christ, would come forth from Judah, and at what time, he makes clear, saying that it would be after the failure of the succession, from their forefathers, of those who ruled the nation of the Jews: ‘A ruler shall not fail from Judah, nor a prince from his loins, until the things stored up for him shall come; and he is the expectation of the nations.’
1:3.46
Ποῖα δὲ προσδοκία ἦν ἀλλ ἢ ἡ τῷ Ἀβραὰμ ἐπηγγελμένη περὶ τοῦ δεῖν εὐλογηθήσεσθαι ἐν αὐτό πάντα τὰ ἔθνη τῆς γῆς; πέφηνε τοιγαροῦν καὶ αὐτὸς ὁ Μώσης ἀκριβῶς ἐπιστάμενος τὴν μὲν πρὸς αὐτοῦ διαταγεῖσαν νομοθεσίαν ἐξασθενεῖν εἰς τὸ πᾶσιν ἐφαρμόσαι τοῖς ἔθνεσιν, εἰς ἐκπλήρωσιν δὲ τῶν πρὸς τὸν 'Αβραὰμ χρησμῶν ἑτέρου δεῖσθαι προφήτου
但這「仰望」豈是別的,不正是應許給亞伯拉罕、萬邦都要因他蒙福的那應許嗎?由此可見,摩西自己也清楚知道,他所頒布的律法乃是軟弱無力、不能施行於萬邦;為要應驗給亞伯拉罕的神諭,尚須有另一位先知。
But what expectation was there other than that promised to Abraham, that in him all the nations of the earth should be blessed? It is clear, then, that Moses himself knew precisely that the legislation ordained by him was too weak to be applied to all the nations, and that for the fulfillment of the oracles given to Abraham another prophet was needed.
1:3.47
οὗτος δ ἄρα ἦν, ὅν ἐξ Ἰούδα φυλῆς προελεύσεσθαι καὶ πολλῶν ἐθνῶνκυριεύσειν προμαρτυρόμενος εὐηγγελίζετο
這位就是摩西所預先見證、宣告為好消息的那一位——他要出自猶大支派,並要治理多國。
And this, then, was he whom, testifying beforehand that he would come forth from the tribe of Judah and would rule over many nations, he proclaimed as good news.
1:4.1
Διὰ δὴ οὖν ταῦτα ὡς ἂν τὰ περὶ ἡμῶν τῶν ἐθνῶν θεσπίσματα περιεχούσας τὰς παρ Ἑβραίοις ἱερὰς βίβλους, ἅτε καὶ ἡμῶν οἰκείας οὔσας, εἱλάμεθά τε καὶ ἐστέρξαμεν, ὅτε μάλιστα οὐ μόνον Μώσης περὶ τοῦ μετ αὐτὸν ἥξοντος νομοθέτου τῶν ἐθνῶν προανεφώνει,, ἀλλὰ καὶ οἱ μετ αἰτὸν προφῆται συλλήβδην εἰπεῖν ἅπαντες τὰ ὅμοια προεκήρυττον, ὥσπερ οὖν ὁ Δαβὶδ φάσκων κατάστησον, κύριε, νομοθέτην ἐπ αὐτοὺς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν
正因這些緣故,我們才揀選並珍愛希伯來人的聖書,視之為包含論及我們外邦人之神諭的典籍,因為它們本也是屬於我們自己的;尤其因為不僅摩西預先宣告了那將在他之後而來、作萬邦立法者之人,就連在他以後的眾先知,總而言之,也都同樣預先宣告了相同的事,正如大衛所說:「耶和華啊,求你為他們設立一位立法者,使外邦人知道自己不過是人。」
For these reasons, then, we have chosen and embraced the sacred books among the Hebrews as containing the oracles concerning us the nations, seeing that they are also our own, especially since not only did Moses foretell beforehand concerning the lawgiver of the nations who would come after him, but also the prophets after him, to speak collectively, all proclaimed beforehand the same things — as, for instance, David, saying: ‘Appoint, O Lord, a lawgiver over them, that the nations may know that they are men.’
1:4.2
Ὅρα ὡς δευτέρου μέμνηται καὶ οὗτος νομοθέτου ἐθνῶν. διὸ καὶ ἐν ἑτέρῳ τοῖς ἔθνεσι προσφωνεἵ νεῖ ᾄδειν οὐ τὸ παλαιὸν καὶ Μωσαϊκὸν ᾆσμα, ἀλλ ἕτερον καινὸν, λέγων ᾄσατε τῷ κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῳ κυρίῳ πάσα ἡ · ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς. ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν, ἐνέγκατε τῷ κυρίῳ αἶ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ
你看,大衛也提及一位第二位萬邦的立法者。因此他在另一處呼召萬邦所要唱的,不是那古老的、摩西的歌,而是另一首新歌,說:「你們要向耶和華唱新歌,全地都要向耶和華歌唱。要在列邦中傳揚他的榮耀,在萬民中傳揚他的奇事。因為耶和華為大,當受極大的讚美,他在萬神之上當受敬畏。因為萬邦的諸神都是鬼魔,惟獨耶和華創造諸天。萬邦的萬族啊,你們要將榮耀歸給耶和華,將當歸他名的榮耀歸給耶和華。」
See how he too mentions a second lawgiver of the nations. Therefore also, in another place, he calls upon the nations to sing not the old and Mosaic song, but another, a new one, saying: ‘Sing to the Lord a new song, sing to the Lord, all the earth. Declare his glory among the nations, his wonders among all peoples. For the Lord is great and greatly to be praised; he is fearsome above all gods. For all the gods of the nations are demons, but the Lord made the heavens. Bring to the Lord, O families of the nations, bring to the Lord glory due to his name.’
1:4.3
Καὶ πάλιν εἴπατε ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται
又說:「你們要在列邦中說:耶和華作王了;他堅立了世界,使地不得動搖。」
And again: ‘Say among the nations, The Lord reigns; for he has established the world, which shall not be shaken.’
1:4.4
καὶ πάλιν ᾄσατε τῷ κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν. ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ. ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε κάλυψε τὴν δικαιοσύνην αὐτοῦ. εἵδοδαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν
又說:「你們要向耶和華唱新歌,因為他行了奇妙的事。耶和華顯明了他的救恩,在列邦面前啟示了他的公義。地的四極都看見了我們神的救恩。」
And again: ‘Sing to the Lord a new song, for he has done marvelous things. The Lord has made known his salvation; before the nations he has revealed his righteousness. All the ends of the earth have seen the salvation of our God.’
1:4.5
Καὶ ὅρα τίνα τρόπον ἐν τούτοις τὸ καινὸν ᾆσμα οὐ τῷ Ἰουδαίων ἔθνει, ἀλλὰ τοῖς πᾶσιν ἔθνεσι καταυγέλλει, τοῦ διὰ Μώσεως παλαιοῦ μόνοις Ἰουδαίοις προσήκοντος τοῦτό τοι τὸ καινὸν ᾆσμα καινὴν διαθήκην Ἱερεμίας, ἕτερος Ἑβραίων προφήτης, ἀποκαλεῖ λέγων ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος. ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ Ἰσραὴλ, λέγει κύριος κύριος, διδοὺς νόμους μου ἐπὶ τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν γράψω, καὶ ἔσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός
你看,這首新歌是何以並非向猶太民族宣告,而是向萬邦宣告——因為那藉摩西所賜的舊歌,本是唯獨屬於猶太人的。這首新歌,希伯來人中另一位先知耶利米稱之為新約,說:「看哪,日子將到,耶和華說,我要與以色列家和猶大家另立新約,不照我拉著他們祖先的手、領他們出埃及地的日子與他們所立的約;因為他們不持守我的約,我也不理會他們,耶和華說。耶和華說,我與以色列所要立的這約乃是這樣:我要將我的律法放在他們的意念中,寫在他們的心版上,我要作他們的神,他們要作我的子民。」
And observe in what way, in these words, he proclaims the new song not to the nation of the Jews, but to all the nations — since the old song through Moses belonged to the Jews alone. This very new song Jeremiah, another Hebrew prophet, calls a new covenant, saying: ‘Behold, days are coming, says the Lord, and I will make with the house of Israel and with the house of Judah a new covenant, not according to the covenant which I made with their fathers in the day when I took hold of their hand to bring them out of the land of Egypt; for they did not abide in my covenant, and I disregarded them, says the Lord. For this is the covenant which I will make with Israel, says the Lord: I will put my laws into their mind, and write them upon their hearts, and I will be their God, and they shall be my people.’
1:4.6
Ὁρᾷς καὶ τοῦτον ὡς διαστελλόμενος δύο διαθήκας τὴν μὲν παλαιὰν ὀνομάζει, τὴν δὲ καινὴν, καί φησιν τὴν καινὴν οὐ κατὰ τὴν παλαιὰν ἔσεσθαι, ἣν διέθετο τοῖς πατράσιν; ἡ μὲν γὰρ τοῖς ἀποπεσοῦσι τῆς τῶν προγόνων εὐσεβείας Ἰουδαίοις, τὸν Αἰγυπτιακὸν δὲ βίον καὶ τρόπον ζηλώσασιν, ἐπί τε τὴν πολύθεον πλάνην καὶ τὴν ἀμφὶ τὰ εἴδωλα τῶν ἐθνῶν δεισιδαιμονίαν ὀλισθήσασιν, νενομοθέτητο, ὡς ἂν πεσόντας ἀνεγείρουσα καὶ ἀνορθοῦσα τοὺς πρηνεῖς κειμένους καταλλήλοις διδασκαλίαις. δικαίοις γὰρ, φησὶ, νόμος οὐ κεῖται. ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, καὶ τοῖς παραπλησίοις
你看他如何區分兩個約,一個稱為舊的,一個稱為新的,並說新約不會照著他與列祖所立的舊約;因為舊約原是為那些離棄了祖先虔敬、傾慕埃及生活方式與習俗、又墮入多神謬誤和外邦偶像迷信之中的猶太人所頒布的,為要藉著相稱的教導,扶起跌倒的人,扶正俯伏在地的人。因為經上說:「律法不是為義人設立的,乃是為不法和不服的人、不虔誠和犯罪的人、並與這一類人設立的。」
Do you see how he too, distinguishing two covenants, calls the one old and the other new, and says that the new will not be according to the old, which he made with the fathers? For the old was legislated for the Jews who had fallen away from the piety of their ancestors, and had come to emulate the Egyptian life and manner, and had slipped into the polytheistic error and the superstition surrounding the idols of the nations — legislated as though to raise up those who had fallen, and to set upright, by suitable teachings, those lying prostrate. ‘For law,’ it says, ‘is not laid down for the righteous, but for the lawless and disobedient, the impious and sinners, and their like.’
1:4.7
Ἠ δὲ καινὴ τοὺς διὰ τοῦ σωτῆρος ἡμῶν χάριτι καὶ δωρεᾷ θεοῦ ἀνεγηγερμένους ἐπὶ τὸ βαδίζειν καὶ σπεύδειν εἰς τὴν ἐπηγγελμένην τοῦ θεοῦ βασιλείαν χειραγωγεῖ, πάντας ἐπ ἴσης ἀνθρώπους εἰς μίαν καὶ τὴν αὐτὴν τῶν ἀγαθῶν μετουσίαν προκαλουμένη. ταύτην τὴν καινὴν διαθήκην αὖθις νόμον ὀνομάζει καινὸν Ἠσαίας, ἄλλος πάλιν Ἑβραίων προφήτης, λέγων ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ιερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἥξουσι πάντα τὰ ἔθνη, καὶ συναχθήσονται πάντες οἶ λαοὶ καὶ ἐροῦσι, δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ιακώβ
而新約則牽引那些藉著我們救主、因神的恩典與恩賜而被扶起、能行走並急切奔赴神所應許之國度的人,平等地呼召眾人同得同一份美好的分。這新約,另一位希伯來先知以賽亞又稱之為新律法,說:「因為律法必從錫安而出,耶和華的話必從耶路撒冷而出,他必在列邦中施行審判;萬邦都要前來,萬民都要聚集,說:來吧,我們登耶和華的山,到雅各神的殿去。」
But the new covenant leads by the hand those who, through the grace and gift of God given by our Savior, have been raised up to walk and hasten toward the promised kingdom of God, calling all men equally into one and the same participation in good things. This new covenant Isaiah, another Hebrew prophet, again calls a new law, saying: ‘For out of Zion shall go forth the law, and the word of the Lord from Jerusalem, and he shall judge between the nations; and all the nations shall come, and all the peoples shall be gathered together, and they shall say, Come, let us go up to the mountain of the Lord, and to the house of the God of Jacob.’
1:4.8
Τίς δ ἂν εἴη ὁ ἐκ Σιῶν προεληλυθὼς νόμος, ἕτερος ὢν τοῦ ἐπὶ τῆς ἐρήμου διὰ Μώσεως ἐν τῷ Σινᾶ ὄρει νενομοθετημένου, ἀλλ ἢ ὁ εὐαγγελικὸς λόγος ὁ διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ ἐκ τῆς Σιῶν προεληλυθὼς, καὶ διελθὼν πάντα τὰ ἔθνη; πρόδηλον γὰρ ὡς ἀπὸ τῆς Ἰερουσαλὴμ καὶ τοῦ ταύτῃ προσπαρακειμένου Σιῶν ὄρους, ἔνθα τὰς πλείστας διατριβάς τε καὶ διδασκαλίας ὁ σωτὴρ καὶ κύριος ἡμῶν πεποίητο, ὁ τῆς καινῆς διαθήκης αὐτοῦ ἀρξάμενος νόμος κἀκεῖθεν προελθὼν εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους, ἀκολούθως ταῖς αὐτοῦ φωναῖς, ἃς πρὸς τοὺς αὐτοῦ μαθητὰς πεποίητο φήσας πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν
那從錫安而出的律法,既有別於摩西在西奈山上、在曠野所頒布的律法,還能是什麼呢?豈不正是那藉著我們救主耶穌基督與他的使徒們、從錫安而出、傳遍萬邦的福音之道嗎?顯而易見,正是從耶路撒冷及與之毗鄰的錫安山——我們的救主與主在那裡度過大部分的居留與教訓之處——他新約的律法在那裡開始、從那裡出發,光照了萬人,這正應驗了他對門徒所說的話:「你們要去,使萬民作門徒,教訓他們遵守我所吩咐你們的一切。」
And who could this law be that has gone forth from Zion, being other than the one legislated in the wilderness on Mount Sinai through Moses, than the gospel word which, through our Savior Jesus Christ and his apostles, has gone forth from Zion, and passed through all the nations? For it is plain that, from Jerusalem and the Mount Zion adjoining it, where our Savior and Lord had made most of his sojournings and teachings, the law of his new covenant, having begun and gone forth from there, has shone forth to all men, in accordance with his own words which he addressed to his disciples, saying: ‘Go, make disciples of all the nations, teaching them to observe all things that I have commanded you.’
1:4.9
Τίνα δὲ ταῦτα ἦν ἀλλ ἢ τὰ τῆς καινῆς διαθήκης μαθήματά τε καὶ παιδεύματα; ἐπειδὴ τοίνυν ταῦθ οὕτως ἔχειν ἀποδέδεικται, ὥρα νῦν ἰδεῖν τὸν τρόπον τῆς καινῆς διαθήκης καὶ τοῦ προκεκηρυγμένου καινοῦ ᾄσματός τε καὶ νόμου
而這些教訓豈是別的,不正是新約的教義與訓誨嗎?既然這些事已如此得到證明,現在該來察看新約,以及那預先宣告的新歌與新律法,究竟是何種樣式了。
And what were these things but the teachings and instructions of the new covenant? Since, then, it has been demonstrated that these things are so, it is now time to see the manner of the new covenant and of the new song and law that has been proclaimed beforehand.
1:5.1
Ἡ μὲν δὴ παλαιὰ διαθήκη καὶ ὁ διὰ Μώσεως νόμος μόνῳ τῷ Ἰουδαίων ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς οἰκείας γῆς οἰκοῦντι, κατάλληλος ἀποδέδεικται, οὔτε δὲ τοῖς λοιποῖς ἔθνεσι τοῖς καθ ὅλης τῆς οἰκουμένης οὕτε τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀπῳκισμένοις Ἰουδαίοις· τὸν δὲ τῆς καινῆς διαθήκης τρόπον πᾶσιν ἔθνεσιν βιωφελῆ χρῆν δήπου καταστῆναι, ὡς μηδαμῶς μηδαμόθεν παραποδίζεσθαι τοὺς κατὰ τοῦτον πολιτεύεσθαι μέλλοντας, μήτ ἀπὸ χώρας μήτ ἀπὸ γένους μήτ ἀπὸ τόπου μήτε ἔκ τινος ἑτέρου τὸ σύνολον
舊約以及藉摩西所頒的律法,既已證明僅僅適用於猶太一族,而且僅限於居住在自己本土的猶太人;對於散居全地的其餘萬邦,或流寓異鄉的猶太人,都不相宜。至於新約的樣式,理當為萬邦都能有益於生活而設立,使凡要照此而生活的人,無論如何都不會因任何緣故受阻——無論是因國土、血統、地方,或其他任何緣故,一概不會。
The old covenant, then, and the law through Moses, has been shown to be suited only to the nation of the Jews, and to them only as dwelling in their own land — neither to the rest of the nations throughout the whole inhabited world, nor to the Jews who have settled abroad. But the manner of the new covenant must, surely, have been established as beneficial for life to all nations, so that those who were to live according to it would in no way, from any quarter, be hindered — neither by country, nor by race, nor by place, nor by anything else whatsoever.
1:5.2
τοιοῦτος δὲ πέφηνεν ὁ πρὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ νενομοθετημένος νόμος τε καὶ βίος, τὴν παλαιτάτην καὶ πρεσβυτέραν Μώσεως εὐσέβειαν ἀνανεούμενος, καθ ἣν ὁ θεοφιλὴς Αβραὰμ καὶ οἶ τούτου προπάτορες δείκνυνται πεπολιτευμένοι
而我們的救主耶穌基督所頒定的律法與生活方式,正顯明如此,它更新了那比摩西更古老、更悠久的虔敬——正是照著這虔敬,蒙神所愛的亞伯拉罕及其列祖,可見都曾如此生活。
And such has appeared the law and manner of life legislated by our Savior Jesus Christ, renewing the most ancient piety, older than that of Moses, according to which the God-beloved Abraham and his forefathers are shown to have lived.
1:5.3
εἰγοῦν ἐθελήσειας τόν τε Χριστιανῶν βίον καὶ τὴν ὑπὸ τοῦ Χριστοῦ πᾶσιν ἔθνεσι καταβεβλημένην θεοσέβειαν συνεξετάσαι τῷ τρόπῳ τῶν ἀμφὶ τὸν Αβραὰμ ἐπ εὐσεβείᾳ καὶ δικαιοσύνῃ μεμαρτυρημένων, ἴνα καὶ τὸν αὐτὸν εὑρήσεις
若你願意將基督徒的生活方式,以及基督為萬邦所奠定的敬神之道,與亞伯拉罕及其同輩、那些以虔敬和公義蒙見證之人的生活方式相比較,你會發現它們原是同一回事。
If, then, you should wish to examine together the life of Christians and the worship of God laid down by Christ for all the nations, alongside the manner of those around Abraham who are attested for piety and righteousness, you will find it to be the very same.
1:5.4
ἐκεῖνοί τε γὰρ τῆς πολυθέου πλάνης ἀποχωρήσαντες, καὶ τὴν περὶ τὰ ἀγάλματα δεισιδαιμονίαν ἀποστραφέντες, ὑπερκύψαντες δὲ καὶ τὴν ὁρωμένην ἅπασαν κτίσιν, καὶ μήθ ἥλιον μήτε σελήνην μήτε τι τῶν μερῶν τοῦ παντὸς θεοποιήσαντες, ἐφ ἔνα τὸν ἀνωτάτω θεὸν, αὐτὸν δὴ τὸν ὕψιστον τὸν οὐρανοῦ καὶ γῆς δημιουργὸν, ἑαυτοὺς ἀνήγαγον
因為他們遠離了多神的謬妄,摒棄了對偶像的迷信,超越了一切可見的受造之物,既不將日頭、也不將月亮,或宇宙中的任何一部分奉為神明,而是使自己歸向獨一至上的神,就是那至高者、天地的創造主。
For those men, having withdrawn from the error of polytheism, and having turned away from the superstition surrounding idols, and having risen above the whole visible creation, and having deified neither sun nor moon nor any of the parts of the universe, raised themselves up to the one supreme God, the Most High himself, the maker of heaven and earth.
1:5.5
ὃ καὶ συνίστησιν αὐτὸς ὁ Μώσης ἐν ταῖς τῆς ἀρχαιολογίας ἱστορίαις τὸν Αβραὰμ ἀναγράφων φάσκοντα ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν
摩西自己在古史的記載中也證實了這一點,記下亞伯拉罕說:「我要向那至高的神舉手,就是那創造天地的神。」
This too Moses himself confirms in the narratives of the ancient history, recording Abraham as saying: ‘I will stretch out my hand to God, the Most High, who created the heaven and the earth.’
1:5.6
Καὶ πρό γε τούτου εἰσάγων τὸν Μελχισεδὲκ, ὃν δή φησιν ἱερέα γεγονέναι τοῦ θεοῦ τοῦ ὑψίστου, τὸν Αβραὰμ ὧδέ πως εὐλογοῦντα εὐλογημένος Αβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γὴν
在此之前,摩西還引介了麥基洗德,說他曾作至高神的祭司,如此為亞伯拉罕祝福:「願亞伯拉罕蒙福於至高的神,就是那創造天地的神。」
And even before this, introducing Melchizedek, whom he says was priest of God Most High, blessing Abraham somewhat as follows: ‘Blessed be Abraham by God Most High, who created heaven and earth.’
1:5.7
Εὕροις δ ἂν καὶ τὸν Ἑνὼχ καὶ τὸν Νῶε δικαιωθέντας καὶ εὐαρεστήσαντας τῷ θεῷ κατὰ τὸν αὐτὸν τῷ Αβραὰμ τρόπον. ἀλλὰ καὶ ὁ Ιὼβ, ἄνθρωπος δίκαιος ἀληθινὸς, ἄμεμπτος. θεοσεβὴς. ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. πρὸ τῶν Μώσεως χρόνων μεμαρτύρηται· ὃς δὴ καὶ πεῖραν τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας δι ἀθρόας τῆς τῶν ὑπαρχόντων ἀποβολῆς ὑποσχὼν μέγιστον εὐσεβοῦς ϋπόδειγμα δεῖγμα τρόπου καὶ τοῖς μετ αὐτὸν ἀπολέλοιπεν, τὸν φιλόσοφον ἐκεῖνον ἐπιφωνήσας λόγον γυμνὸς ἐξὴλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι · ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον
你也會發現,以諾和挪亞都照著與亞伯拉罕相同的方式,被稱為義並蒙神喜悅。而約伯——一個真實、公義、無可指摘、敬畏神、遠避一切惡事的人——也在摩西之前的時代蒙見證;他因驟然喪失一切所有的財物,經歷了對萬有之神虔敬的試煉,為後人留下了敬虔之人最大的榜樣,並發出那句富有哲理的話:「我赤身出於母胎,也必赤身歸回;賞賜的是耶和華,收取的也是耶和華;耶和華的旨意怎樣,事就怎樣成就了。願耶和華的名是應當稱頌的。」
You would find also that Enoch and Noah were justified and were well-pleasing to God after the same manner as Abraham. But Job also — a man true and righteous, blameless, God-fearing, abstaining from every evil thing — is attested before the times of Moses; and having undergone the trial of piety toward the God of all through the sudden loss of his possessions, he has left behind for those after him the greatest example of the manner of a pious man, uttering that philosophic saying: ‘Naked I came forth from my mother’s womb, naked also shall I depart. The Lord gave, the Lord has taken away; as it seemed good to the Lord, so also it has come to pass. Blessed be the name of the Lord.’
1:5.8
Καὶ τὸν ἁπάντων κύριον σέβων ταύτας ἠφίει τὰς φωνὰς, ἃς προιὼν ὁ αὐτὸς διασαφεῖ δι ὧν φησι σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας, ὁ σείων τὴν ὑπ οὐρανὸν ἐκ θεμελίων, οἶ δὲ στῦλοι αὐτῆς σαλεύονται, ὁ λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος
他敬畏萬有之主,說出這些話,接著他自己又進一步闡明,說:「他心思智慧,大能又偉大,他使天下從根基震動,天的柱子也搖動;他吩咐日頭,日頭就不出來,又封閉眾星;他獨自鋪張諸天。」
And, revering the Lord of all, he uttered these words, which he himself further clarifies as he proceeds, saying: ‘For he is wise in mind, mighty and great, he who shakes what is under heaven from its foundations, and its pillars are shaken; who speaks to the sun, and it does not rise, and seals up the stars; who alone stretched out the heaven.’
1:5.9
Εἰ δὴ οὖν τοῦτον αὐτὸν ἐκεῖνον τῶν πάλαι καὶ πρὸ Μώσεως θεοφιλῶν θεὸν ἔναγχος πᾶσι τοῖς ἒθνεσιν ὁ Χριστοῦ λόγος ὁμοίως ἐκείνοις μόνον εὐσεβεῖν διετάξατο, πέφηνεν ὅπως κοινωνοὶ γεγενήμεθα τῆς ἴσης αὐτῶν ἐκείνων εὐσεβείας· τῆς δὲ εὐσεβείας μεταοχόντες δῆλον ὡς καὶ τῆς εὐλογίας μεταληψόμεθα
既然基督的道晚近吩咐萬邦要如那些古時、摩西之前、蒙神所愛之人一樣,單單敬拜這同一位神,由此可見我們已成為與他們同享同一虔敬的人;而既然分享了這虔敬,顯然我們也將分享那祝福。
If, then, the word of Christ has recently ordained that all the nations should worship, in like manner to them alone, this very same God whom those men of old, before Moses, who were beloved of God, worshiped, it has become clear how we have become sharers in the same piety as those men. And having partaken of that piety, it is plain that we shall also partake of the blessing.
1:5.10
ἀλλὰ καὶ τὸν τοῦ θεοῦ λόγον, ὃν δὴ Χριστὸν ἡμῖν προσαγορεύειν φίλον, ὁμοίως κἀκεῖνοι γνόντες ἐμαρτυρήθησαν · οἵ γε καὶ πολὺ διαφερόντως τῆς ἐμφανοῦς αὐτοῦ παρουσίας τε καὶ θεοφανείας ἠξιώθησαν
不僅如此,那被我們慣稱為基督的神之道,那些人同樣也認識,並蒙見證確曾認識他;他們甚至遠為顯著地蒙允配得見他明顯的臨在與神顯。
But also the Word of God, whom it is our custom to call Christ, those men likewise knew, and are attested as having known him; indeed, they were counted worthy, far more remarkably, of his manifest presence and theophany.
1:5.11
ἐπάκουσον γοῦν ὡς πάλιν αὐτὸς ὁ Μώσης τὸν ἐπιφανέντα τοῖς θεοφιλέσι καὶ πολλάκις χρηματίσαντα αὐτοῖς τὰ ἀναγεγραμμένα ποτὲ μὲν θεὸν καὶ κύριον, ποτὲ δὲ καὶ ἄγγελον θεοῦ προσαγορεύει, ἄντικρυς παριστὰς ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς οὗτος ἦν, ἀλλά τις δεύτερος, θεὸς μὲν καὶ κύριος τῶν θεοφιλῶν ἀνδρῶν ἀνηγορευμένος, ἄγγελος δὲ τοῦ ἀνωτάτου πατρός
你且聽,摩西自己又是如何稱呼那位向蒙神所愛之人顯現、屢次向他們發出被記載下來之神諭的那一位——有時稱他為神與主,有時又稱他為神的使者——這清楚表明,這一位並非那萬有之上的神,而是某一位次要者,他被稱為蒙神所愛之人的神與主,卻是那至高之父的使者。
Listen, then, how Moses himself again calls the one who appeared to those beloved of God, and who often gave them oracles that were recorded, at one time God and Lord, and at another time also angel of God — plainly showing that this was not the God over all, but a certain second one, styled God and Lord of the men beloved of God, yet angel of the Father who is above all.
1:5.12
λέγει δ οὖν αὐτοῖς ῥήμασι καὶ ἐπορεύθη Ιακὼβ εἰς Χαρὰν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἶ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον ἐπ αὐτήν
摩西用如下的言辭記載說:「雅各出發往哈蘭去,來到一個地方,就在那裡住宿,因為日頭落了;他就從那地方的石頭中拿一塊,放在頭下,在那地方躺臥睡了。他就做了一個夢,看哪,有一個梯子立在地上,梯子的頂端頂著天,神的使者在梯子上上去下來。」
He says, then, in these very words: ‘And Jacob went out to Haran, and he came to a place, and slept there, for the sun had set; and he took one of the stones of the place, and put it at his head, and slept in that place. And he dreamed, and behold, a ladder was fixed on the earth, whose top reached to heaven, and the angels of God were going up upon it.’
1:5.13
ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ αὐτῆς, καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς Αβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ισαάκ· μὴ φοβοῦ, ἡ γῇ, ἐφ ἧς σὺ καθεύδεις ἐπ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς
耶和華堅立在梯子之上,說:「我是耶和華,你父親亞伯拉罕的神,也是以撒的神;不要懼怕。你現在所躺臥的這地,我要賜給你和你的後裔,你的後裔必如地上的塵沙那樣多。」
And the Lord was firmly set upon it, and said: ‘I am the Lord, the God of Abraham your father, and the God of Isaac; do not fear. The land on which you are sleeping, to you I will give it, and to your seed, and your seed shall be as the sand of the earth.’
1:5.14
Οἷς ἑξῆς ἐπιλέγει καὶ ἀνέστη Ιακὼβ τὸ πρωὶ; καὶ ἔλαβε τὸν λίθον ὃν ὑπέθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην
接著又說:「雅各清早起來,把那塊放在頭下的石頭,立作柱子。」
To which he next adds: ‘And Jacob rose up in the morning, and took the stone which he had put under his head, and set it up as a pillar.’
1:5.15
Εἶτα προιὼν αὐτὸν δὴ τοῦτον τὸν ἐπιφανέντα αὐτῷ θεὸν καὶ κύριον ἄγγελον ὀνομάζει θεοῦ. φησὶ γοῦν ὁ Ιακὼβ καὶ εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ ὓπνον, Ιακώβ · ἐγὼ δὲ εἶπα, τί ἐστίν
接著,經文更進一步,將這位曾向雅各顯現、稱為神與主的那一位,稱為神的使者。雅各如此說:「神的使者在夢中對我說:雅各。我說:我在這裡。」
Then, proceeding further, he names this very same one who had appeared to him as God and Lord, angel of God. Jacob accordingly says: ‘And the angel of God said to me in a dream, Jacob; and I said, What is it?’
1:5.16
καὶ ἑώρακα, φησὶ, πάντα ὅσα λαβὰν ποιεῖ σοι. ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εύχήν., Ο δ αὐτὸς οὗτος καὶ τῷ Αβραὰμ παραφανεὶς θεὸς καὶ κύριος ἀνηγόρευται, μυσταγωγῶν τὸν θεοφιλῆ τὰς περὶ τοῦ πατρὸς αὐθεντίας, καί τινα ὡς περὶ ἑτέρου θεοῦ διδάσκων, ἃ καὶ κατὰ καιρὸν ἐπισκεψόμεθα
經上又說:「拉班向你所做的一切,我都看見了。我就是那在神的居所向你顯現的神,你在那裡用膏抹了柱子,又在那裡向我許了願。」而這同一位、也曾向亞伯拉罕顯現的,被稱為神與主,將那蒙神所愛之人引入有關父的權柄的奧秘,並教導他一些彷彿論及另一位神的事——這些事我們也將在適當時候加以考察。
‘And I have seen,’ it says, ‘all that Laban is doing to you. I am the God who appeared to you in the place of God, where you anointed a pillar to me there, and where you vowed a vow to me there.’ And this same one, who had also appeared to Abraham, is styled God and Lord, initiating the man beloved of God into the mysteries concerning the authority of the Father, and teaching certain things as concerning another God — matters which we shall also examine in due course.
1:5.18
ἀλλὰ καὶ τῷ Ἰὼβ οὐδένα ἢ τοῦτον εἶναι τὸν χρηματίσαντα μετὰ τὴν αὐτάρκη διαγυμνασίαν οὐ θεμιτὸν εἰπεῖν. πρότερον μὲν γὰρ διὰ λαίλαπος καὶ νεφῶν ἐπιφανεὶς αὐτῷ τὸν τῶν ὅλων θεὸν ἑαυτὸν ὄντα παρίστη, προιὼν δὲ ἐξῆς ἑαυτὸν ἐπιδείκνυσι, ὣστε φάναι τὸν Ἰὼβ ἂκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω. ἀκοὴν μὲν φωνῆς ἤκουόν σου τὸ πρὸτερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε
至於約伯,也不可說那在他經過充分的磨練之後、向他發出神諭的,是別的什麼人。因為起初,他藉著旋風與雲彩向約伯顯現,顯明自己就是萬有之神;接著,他更進一步顯明自己,以致約伯說:「求你聽我,主啊,容我也說話。我從前風聞有你,現在親眼看見你。」
But indeed, concerning Job also, it is not lawful to say that anyone other than this one was he who gave the oracles after the sufficient trial of discipline. For at first, appearing to him through a whirlwind and clouds, he showed himself to be the God of all; and then, proceeding further, he displayed himself, so that Job said: ‘Hear me, O Lord, that I too may speak. I had heard of you before by the hearing of the ear, but now my eye has seen you.’
1:5.19
Εἰ δὲ μὴ οἶόν τε τὸν ἐπέκεινα θεὸν, τὸν ἀόρατον καὶ ἀγέννητον καὶ παμβασιλέα τῶν ὅλων, θνητῆ̣ φάναι θεωρεῖσθαι φύσει, τίς ἂν ὁ δηλούμενος εἴη πλὴν τοῦ πρὸς ἡμῶν μετὰ τὸν πατέρα κυριολογουμένου θεοῦ λόγου; καὶ τί δεῖ πλείονα περὶ τούτου συναγαγεῖν, παρὸν ἐκ τῶν ἱερῶν βίβλων τὰς τούτων συστάσεις λαμβάνειν, ἃς καὶ αὐτοὶ κατὰ τὴν προκειμένην ὑπόθεσιν ἐπὶ σχολῆς ἀναλεξόμεθα, εἰς ἀπόδειξιν τοῦ μηδὲ ἄλλον ἢ τὸν τοῦ θεοῦ λόγον εἶναι τὸν τοῖς θεοφιλέσι προπάτορσιν ἑωραμένον
若說那超越萬有之神、那不可見、非受生、統管萬有的君王,能為必死的本性所目睹,這是不可能的事;那麼所指的這一位,除了我們慣於在父之後、以「神」為專稱的那道之外,還能是誰呢?關於此事,何須再多加搜羅?既然我們可以直接從聖書中取得這些論證,而我們自己也會依照眼前的論題,從容加以蒐集,以此證明那向蒙神所愛的列祖顯現的,不是別的,正是神的道。
But if it is not possible to say that the God who is beyond, the invisible and unbegotten and king of all, is beheld by mortal nature, who could the one indicated be, other than the Word of God, who by us is properly called God after the Father? And what need is there to gather more concerning this, when it is possible to take the proofs of these things from the sacred books, which we ourselves too, in accordance with the subject before us, shall at leisure select, as a demonstration that it was none other than the Word of God who was seen by the forefathers beloved of God?
1:5.20
οὐκοῦν μετὰ τὴν περὶ τοῦ τῶν ὅλων δημιουργοῦ δημιουργοῦ καὶ τὰ περὶ τοῦ Χριστοῦ κοινῶς ἡμῖν τε κἀκείνοις παραδέδοται · ἔνθεν καὶ Χριστοὺς αὐτοὺς δὴ ἐκείνους τοὺς πρὸ Μώσεως θεοφιλεῖς, ὥσπερ οὑν ἡμᾶς Χριστιανοὺς, εὕροις ἂν κεκλημένους. καὶ τοῦτο δὲ ἐπάκουσον ὥς φησι περὶ αὐτῶν ἐν Ψαλμοῖς τὸ λόγιον έν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ, καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον, οὐκ ἀφῆκεν ἂνθρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς λέγων, μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε
因此,繼論及萬有的創造者之後,關於基督的事,也是共同傳給我們與他們的;由此你會發現,那些摩西之前、蒙神所愛的人,正如我們被稱為基督徒一樣,他們自己也被稱為「受膏者」。你再聽聽詩篇中論及他們的話語:「他們人數稀少,寥寥可數,又在那地寄居,從這國遊到那國,從這邦遊到那族,他不容什麼人欺負他們,為他們的緣故責備君王說:不可觸摸我的受膏者,也不可惡待我的先知。」
Accordingly, then, after that concerning the Creator of all, the matters concerning Christ also have been handed down in common to us and to them; whence you would find that those very men beloved of God, before Moses, were themselves called ‘christs,’ just as we are called Christians. And hear this too, as the oracle says concerning them in the Psalms: ‘When they were few in number, very few, and sojourners in it, and passed from nation to nation, and from one kingdom to another people, he allowed no man to wrong them, and he rebuked kings for their sake, saying, Touch not my christs, and do my prophets no harm.’
1:5.21
ταῦτα γὰρ ἐπὶ τοῦ Αβραὰμ καὶ τοῦ Ισαὰκ καὶ τοῦ Ιακὼβ ἀνειρῆσθαι ἡπᾶσα σύμφρασις τοῦ λόγου παρίστησιν· ὣστε καὶ τῆς τοῦ Χριστοῦ προσηγορίας ἡμῖν ὁμοίως ἐκοινώνουν
因為整段經文的上下文清楚表明,這些話是論到亞伯拉罕、以撒和雅各說的;由此可見,他們也同我們一樣,共享了「基督」這一稱號。
For the whole context of the passage shows that these things were said concerning Abraham and Isaac and Jacob; so that they shared, in like manner to us, in the very appellation of Christ.
1:6.1
Αλλὰ καὶ ὁ κατ ἀρετὴν βίος ἥ τε κατὰ εύδέβειαν πολιτεία ὥσπερ τοῖς ἔθνεσιν ἅπασι διὰ τῆς τοῦ Χριστοῦ νουθεσίας κεκήρυκται δίχα τῆς κατὰ Μωσἐα διαταγῆς, οὕτως καὶ τοῖς παλαιοῖς ἐκείνοις ὁ αὐτὸς τῆς εὐσεβείας κατωρθοῦτο τρόπος
此外,正如活出美德的生活、以及按敬虔而立身的生活方式,是藉著基督的訓誨向萬邦宣告的,而與摩西的規定無關;同樣地,在那些古人之中,虔敬的方式也是以同樣的方式正確踐行的。
But also, just as the life of virtue and the manner of living according to piety have been proclaimed to all the nations through the admonition of Christ, apart from the ordinance according to Moses, so too among those men of old the same manner of piety was rightly practiced.
1:6.2
οὔγ οὖν σώματος αὐτοῖς περιτομῆς ἔμελεν, ὅτι μηδ ἡμῖν· οὔτε ἀποχῆς τῶν τοιῶνδε ζῴων βρώσεως, ὅτι μηδὲ ἡμῖν. αὐτίκα τὸν Μελχισεδὲκ ὁ Μώσης εἰσάγει ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, οὐ τὸ σῶμα περιτετμημένον, οὐ μύρῳ σκευαστῷ κατὰ Μωσέα κεχρισμένον, οὐ σάββατον τί ποτ ἐστὶν εἰδότα, οὐδ ὅλως τι τῶν μετὰ ταῦτα τῷ παντὶ Ἰουδαίων ἔθνει διὰ Μώσεως παρηγγελμένων ἐπαίοντα, ἄντικρυς δὲ κατὰ τὸ Χριστοῦ ὢ εὐαγγέλιον βιοῦντα
因此,肉身的割禮於他們並不相干,正如於我們也不相干;戒食某些種類的動物,也是如此,於他們不相干,於我們也不相干。摩西立刻就引介麥基洗德為至高神的祭司,他並未在肉身受割禮,也未按摩西的規矩用調製的膏油受膏,甚至不知安息日為何物,對摩西以後向猶太全族所頒布的任何一切規定也一無所知,卻是明明白白地按照基督的福音而生活。
Circumcision of the body, then, was of no concern to them, just as it is not to us; nor was abstinence from the eating of such-and-such animals, just as it is not to us. Straightaway, Moses introduces Melchizedek as priest of God Most High, not circumcised in body, not anointed with prepared myrrh according to Moses, not knowing at all what a Sabbath was, nor perceiving anything at all of the things afterward commanded through Moses to the whole nation of the Jews, but living plainly according to the gospel of Christ.
1:6.3
πλὴν ἀλλ ὅμως ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου φησὶν αὐτὸν ὁ Μώσης γεγονέναι, καὶ τοῦ Αβραὰμ κρείττονα. εἰσῆκται γοῦν τὸν Αβραὰμ εὐλογῶν. τοιοῦτός τις ἦν καὶ Νῶε, ἄνθρωπος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ, ὃν καὶ ζώπυρον σπέρμα τῷ γένει τῶν ἀνθρώπων ἐν τῇ τοῦ κατακλυσμοῦ φθορᾷ πάντων τῶν ἐπὶ γῆς ἀπολλυμένων ὁ τῶν ὅλων θεὸς διεφύλαξεν
然而,摩西卻說他已成為至高神的祭司,且比亞伯拉罕更為尊貴;經文正是這樣引介他為亞伯拉罕祝福。挪亞也是這樣的人,是他那世代中的義人,萬有之神在洪水毀滅地上一切之時,保存了他,作為人類這族類的一粒餘火般的種子。
Nevertheless, Moses says that he had become priest of God Most High, and greater than Abraham; he is accordingly introduced blessing Abraham. Such a man too was Noah, a righteous man in his generation, whom, as a spark-seed for the race of mankind, the God of all preserved amid the destruction of the flood, when all upon the earth were perishing.
1:6.4
οὐδὲν γοῦν οὐδὲ οὗτος τῶν Ιουδαϊκῶν ἐθῶν ἐπιστάμενος, οὔτε ἐν περιτομῇ σώματος οὔτ ἐν τοῖς ἄλλοις τοῖς ὑπὸ Μώσεως. διατεταγμένοις, ὅμως δίκαιος, εἰ καί τις ἄλλος, ἀνηγόρευται
這人同樣對猶太人的習俗一無所知,無論是肉身的割禮,或摩西所規定的其他一切事,他都不曉得,然而他卻被稱為義人,若說有誰配得此稱號的話。
This man too, then, knowing nothing of Jewish customs, neither in the circumcision of the body nor in the other things ordained by Moses, was nevertheless proclaimed righteous, if anyone ever was.
1:6.5
καὶ πρό γε τούτου ὁ Ενὼχ, ὃς καὶ λέγεται εὐηρεστηκέναι τῷ θεῷ καὶ μετατεθεῖσθαι ὡς μὴ εὑρίσκεσθαι αὐτοῦ θάνατον, τοιοῦτος δὲ καὶ οὗτος γεγονὼς οὔτε τὸ σῶμα περιτέτμητο οὔτ ἔτι τῆς Μώσεως μετῄει νομοθεσίας, ἄντικρυς δὲ Χριστιανικῶς, ἀλλ οὐχὶ Ιουδαϊκῶς ζῶν ἀναπέφηνε. καὶ αὐτὸς δ ὁ Αβραὰμ μετὰ τοὺς προωνομασμένους γεγονὼς καὶ νεώτερος παρ αὐτοὺς τοῖς χρόνοις, πρεσβύτης δὲ διὰ τὴν ἡλικίαν, διὰτοὺς μέλλοντας ἐξ αὐτοῦ φῦναι, ὥσπερ τινὰ σφραγῖδα τὴν περιτομὴν πρῶτος ὑπέμεινε τοῦ σώματος, γνώρισμα τῆς αὐτοῦ διαδοχῆς, τοῖς ἐξ αὐτοῦ κατὰ σάρκα γενησομένοις τουτὶ τὸ σημεῖον παραδιδοὺς φέρειν·
而在他之前,還有以諾,據說他也曾蒙神喜悅,並被接去,以致找不著他的死;他也是這樣的人,既未受肉身的割禮,也未曾遵循摩西的律法,卻明明顯出是按基督徒、而非猶太人的方式生活。至於亞伯拉罕本人,雖然是在前述二人之後、年代較晚出現,且因年歲已高而成了老人,但為了那將要從他而生的後裔的緣故,他率先領受了肉身的割禮,作為一種印記,作為他世系傳承的標記,將這記號交付給那些將從他按肉身而生的人承受。
And even before this man, Enoch, who is also said to have been well-pleasing to God and to have been translated so that his death was not found, being likewise such a man, was neither circumcised in body, nor did he pursue the legislation of Moses at all, but has plainly appeared to have lived in a Christian, not a Jewish, manner. And Abraham himself, who came after those already named and was younger than they in time, though an old man by reason of his age, on account of those who were to be born from him, was the first to undergo circumcision of the body, as a kind of seal, a mark of his succession, handing down this sign to be borne by those who would be born of him according to the flesh.
1:6.6
πρὸ δέ γε τῆς παιδοποιίας καὶ πρὸ τῆς περιτομῆς καὶ αὐτὸς διὰ τῆς τῶν εἰδώλων ἀναχωρήσεως, καὶ τῆς ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ὁμολογίας, καὶ διὰ μόνου τοῦ κατ ἀρετὴν βίου δείκνυται Χριστιανικῶς, ἀλλ οὐχὶ Ἰουδαικῶς βεβιωκώς
但在生育子嗣之前、在受割禮之前,他自己也已藉著遠離偶像、承認那獨一、統管萬有的神,並單單藉著美德的生活,顯明是按基督徒、而非猶太人的方式生活的。
But before the begetting of children and before circumcision, he himself too, through his withdrawal from idols, and his confession of the one God over all, and through the life of virtue alone, is shown to have lived in a Christian, not a Jewish, manner.
1:6.7
μεμαρτύρηται γοῦν τὰ προστάγματα καὶ τἀς ἐντολὰς τά τε δικαιώματα καὶ τὰ νόμιμα τοῦ θεοῦ πρὸ τῆς Μώσεως διαταγῆς πεφυλαγμένος. λέγει δ οὖν πρὸς τὸν Ἰσαὰκ ὁ χρηματίζων θεός καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευÁογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ ὧν ὑπήκουσεν Αβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰς ἐντολάς μου, καὶ τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου
因此,經上見證他在摩西的規定之前,就已遵守了神的訓令、誡命、律例和法度。神向以撒發出神諭,如此說:「我必將這一切地賜給你的後裔,地上萬邦都必因你的後裔蒙福,因為你父親亞伯拉罕聽從了我的話,遵守了我的誡命、我的訓令、我的律例、和我的法度。」
He is accordingly attested to have kept the ordinances and the commandments, and the statutes and the laws of God, before the ordinance of Moses. God, giving him oracles, says accordingly to Isaac: ‘And I will give to your seed all this land, and all the nations of the earth shall be blessed in your seed, because Abraham your father obeyed my voice, and kept my commandments, and my ordinances, and my statutes, and my laws.’
1:6.8
Ἠν γὰρ καὶ πρὸ τοῦ Μώσεως νόμου προστάγματα θεοῦ ἕτερα, καὶ δικαιώματα οὐχ ὅμοια τοῖς παρὰ Μωσεῖ, νόμιμά τε ἄλλα καὶ ἐντολαὶ Χριστοῦ, δι ὧν ἐδικαιώθησαν. ὅτι δ οὐ τὰ αὐτὰ ἦν τοῖς διὰ Μώσεως νομοθετηθεῖσι σαφῶς ὁ Μώσης παρίστησιν ἐν οἶς φησιν πρὸς τὸν λαόν ἄκουε Ισραὴλ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ, καὶ φυλάξασθε ποιεῖν αὐτά. κύριος ὁ θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς ἐν Χωρὴβ διαθήκην, οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο κύριος τὴν διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς
因為即使在摩西的律法之前,也已有神的其他訓令,和不同於摩西所頒的律例,以及基督的其他法度與誡命,人是藉此稱義的。至於這些並非與藉摩西所頒布的相同,摩西自己在對百姓所說的話中清楚表明了,說:「以色列啊,你要聽我今日在你們耳中所說的律例典章,你們要學習,謹守遵行。耶和華你們的神在何烈山與你們立了約;這約耶和華不是與你們的列祖立的,而是與你們立的。」
For even before the law of Moses there were other ordinances of God, and statutes not like those given by Moses, and other laws and commandments of Christ, through which they were justified. And that these were not the same as those legislated through Moses, Moses himself clearly shows in the words he speaks to the people: ‘Hear, O Israel, the statutes and the judgments which I speak in your ears this day, and you shall learn them, and take care to do them. The Lord your God made a covenant with you in Horeb; the Lord did not make this covenant with your fathers, but with you.’
1:6.9
Καὶ ὅρα γε ὅπως ἀκριβῶς φησι τὴν διαθήκην ταύτην, ἐπεὶ μὴ τὴν αὐτὴν τοῖς πατράσιν αὐτῶν διετέθειτο. εἰ δ οὖν ἀπολύτως μὴ δεδόσθαι τοῖς πατράσιν αὐτῶν διαθήκην εἰρήκει, ψευδὴς ἂν ἦν ὁ λόγος αὐτῷ δέδοται γοῦν τῷ Αβραὰ, διαθήκη καὶ τῷ Νῶε, ὡς τὰ ἱερὰ μαρτυρεῖ λόγια. διὰ τοῦτο μετὰ προσθήκης ὁ Μώσης οὐ ταύτην φησὶ δεδόσθαι τοῖς πατράσιν αὐτῶν, ἑτέραν αἰνιττόμενος τὴν κρείττω καὶ διαφέρουσαν, δι ἧς καἰ θεοφιλεῖς ἀπεφάνθησαν
你且留意,摩西如何精確地說「這約」,因為他並沒有與他們的列祖立過同一個約。因為若他絕對地說列祖從未蒙賜任何約,那句話便是虛假的了;因為亞伯拉罕確曾蒙賜約,挪亞也是如此,正如聖言所見證的。正因如此,摩西加上限定語,說並非「這」約是賜給他們列祖的,暗指另有一個更美、更為不同的約,藉著這約,他們也被顯明為蒙神所愛的人。
And observe how precisely he speaks of ‘this covenant,’ since he had not made the same one with their fathers. For if he had said absolutely that no covenant had been given to their fathers, his statement would have been false; for a covenant was indeed given to Abraham, and to Noah, as the sacred oracles testify. For this reason Moses says, with this qualification, that it was not ‘this’ one that had been given to their fathers, hinting at another, better and different covenant, through which they too were shown to be beloved of God.
← 上一段下一段 →
第 2 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。