📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的證明

福音的證明 第 9 章 第 1/4 段

希臘文原文.61 節.部分字詞可點開查義.本章太長已分段,此段為 9:praef.1–9:5.9(全章共 213 節)

← 第 8 章第 10 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
9:praef.1
Τί δὴ λείπεται ἐπὶ τούτοις ἀλλ ἢ ταῖς ὑποσχέσεσιν ἀκολούθως διελθεῖν τὰ οἰκονομηθέντα ἐπὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δὴ τοῦ θεοῦ λόγου; περὶ οὑ τὰ προπεπονημένα ἐν ὀκτὼ τοῖς πρὸ τούτου συγράμμασι διεληλύθαμεν, τοτὲ μὲν τὴν κατ αὐτὸν θεολογίαν διερευνώμενοι, τοτὲ δὲ τὴν οὐρανόθεν εἰς ἡμᾶς κάθοδον καὶ τόν τε τρόπον ὁμοῦ καὶ τὴν προσηγορίαν καὶ τὸν χρόνον τῆς ἀφίξεως αὐτοῦ διασκοπούμενοι. ὧν ἀποδεδειγμένων καιρὸς ἤδη τὰ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ συνιδεῖν, παραστῆσαί τε ὅπως καὶ τούτων ἕκαστα παρ Ἑβραίοις προαναπεφώνητο
既是如此,除了依循我們先前的承諾,逐一探討神的道成為肉身時所施行的種種經綸之事以外,還剩下什麼呢?關於這位聖言,我們已在此書之前的八卷中詳述過先前的種種探討——時而探究關於祂的神學,時而考察祂從天降臨到我們這裡的事,並探討祂降臨的方式、稱謂與時期。既然這些事都已得到證明,如今便是時候一同考察祂顯現之時所發生的種種事情,並闡明這一切又是如何在希伯來人之中早已被預先宣告的了。
What, then, remains after this, but to go through, in accordance with our promises, the things dispensed at the incarnation of the very Word of God himself? Concerning whom we have gone through, in the eight books composed before this one, our previous labours -- at one time investigating the theology concerning him, at another examining the descent from heaven to us, together with both the manner and the appellation and the time of his coming. These things having now been demonstrated, it is time to consider together the events of his manifestation, and to set forth how each of these too had been proclaimed beforehand among the Hebrews.
9:praef.2
τό γε μὴν τῶν προρρήσεων ἀποτέλεσμα διὰ τῆς τῶν ἱερῶν εὐαγγελιστῶν μαρτυρίας καὶ τῆς δι αὐτῶν ἱστορηθείσης τῶν πραγμάτων ἀποβάσεως ἐπισφραγισθήσεται. πρῶτον οὖν ἁπάντῶν, ἐπειδὴ τὰ περὶ τῆς γενέσεως αὐτοῦ γένους τε καὶ φυλῆς καὶ σπέρματος ἀποδέδεικται, φέρε τὰ περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει αὐτοῦ νέου τινὸς καὶ ξενίζοντος παρὰ τοὺς συνήθεις ἀστέρος θεασώμεθα, ἐπεὶ καὶ τοῦτο πάλαι πρότερον ἐκ μακρόν ἄνωθεν χρόνων παρὰ Μωσεῖ βοώμενον τοῦτον ἱστόρηται τὸν τροπον·
至於預言的應驗,將藉聖福音史家的見證,以及藉他們所記載之事實的結果,得到確證。因此首先,既然關於他誕生之事——族類、支派與後裔——已經證明過了,讓我們現在來察看在他誕生時所顯現的、新奇且異乎尋常的星辰之事;因為這事早在遠古之時,已於摩西〔的著作〕中宣告,並如此記載:
The fulfillment of the predictions, moreover, will be confirmed by the testimony of the holy evangelists and by the outcome of the events narrated through them. First of all, then, since what concerns his birth -- his race, tribe, and seed -- has already been demonstrated, let us now examine what concerns the new and unaccustomed star that appeared at his birth, since this too was proclaimed long before, from far-off ages past, in Moses, and is recorded in the following manner:
9:1.1
Μώσης ἐν Ἀριθμοῖς περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν ἀστέρος φησὶ φησὶ Βαλαὰμ υἱὸς Βεῶρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ἀκούων λόγια θεοῦ, ἐπιστάμενος ἐπιστήμην ὑψίστου, καὶ ὅρασιν τοῦ θεοῦ ἰδὼν, ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἶ ὀφθαλμοὶ αὐτοῦ. δείξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακαρίζω, καὶ οὐκ ἐγγίζει. ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει πάντας υἱοὺς Σήθ. καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ, καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ, καὶ ἐξεγερθήσεται ἐξ Ἰακὼβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως
摩西在《民數記》中,論到我們救主誕生時所顯現的那顆星,說道:「比珥的兒子巴蘭說,真實看見異象的人說,聽見神言語的人,明白至高者知識的人,看見神異象的人,在睡夢中他的眼目開啟。我要指示他,卻不是現在;我稱他有福,卻不臨近。有星要從雅各出來,有人要從以色列興起,要打碎摩押的首領,要擄掠示特的眾子。以東必成為產業,仇敵以掃也必成為產業,以色列行事大有能力,必有一位從雅各興起,要毀滅城中的倖存者。」
Moses, in Numbers, concerning the star that appeared at the birth of our Savior, says: ‘Balaam son of Beor says, the man who truly sees says, hearing the oracles of God, knowing the knowledge of the Most High, and having seen a vision of God, his eyes being uncovered in sleep. I will show him, but not now; I bless him, but he is not near. A star shall rise out of Jacob, and a man shall arise out of Israel, and shall crush the princes of Moab, and shall despoil all the sons of Seth. And Edom shall be a possession, and Esau his enemy shall be a possession, and Israel wrought with might, and one shall be roused up out of Jacob, and shall destroy him that is preserved out of a city.’
9:1.2
Ἐπὶ ταύτῃ φησὶ τῇ προφητείᾳ κινηθέντας τοὺς διαδόχους Βαλαὰμ (σεσῶσθαι γὰρ αὐτὴν, ὡς καὶ ἦν εἰκὸς, παρ αὐτοῖς, ὁπηνίκα συνεῖδον ἐν οὐρανῷ ξενίζοντά τινὰ παρὰ τοὺς συνήθεις ἀστέρα, κατὰ κορυφῆς, ὡς ἂν εἴποι τις, καὶ κατὰ κάθετον τῆς Ἰουδαίας ἐστηριγμένον) σπουδὴν πεποιῆσθαι ἐπὶ τὴν Παλαιστίνων ἀφικέσθαι γῆν, ἱστορίας ἕνεκα τοῦ διὰ φανέντος ἀστέρος σημαινομένου βασιλέως
據說巴蘭的後裔因這預言而受感動(這預言理所當然地在他們中間保存了下來),當他們在天上看見一顆異乎尋常的星,可以說是垂直懸掛在猶太地正上方時,便急忙起身前往巴勒斯坦之地,為要探訪那顆顯現的星所預示的君王。
It is said that, moved by this prophecy, the successors of Balaam (for the prophecy had been preserved among them, as was natural, when they observed in heaven a star strange beyond the usual, fixed -- one might say -- directly overhead and vertically above Judea) made haste to come to the land of the Palestinians, for the purpose of inquiring after the king signified by the star that had appeared.
9:1.3
Μαρτυρεῖ τούτοις ὁ εὐαγγελιστὴς Ματθαῖος λέγων τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλῆμ λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ιουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ὅτε καὶ παραπαμφθέντες εἰς Βηθλεὲμ ἐπορεύθησαν, καὶ ἰδοὺ πάλιν ὁ αὐτὸς ἀστὴρ, ὃν εἶδον ἐν τῆ ἀνατολῇ προῆγεν αὐτοὺς, ἴως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μάριας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ
福音史家馬太為此事作見證,說:「當耶穌生在猶太的伯利恆、希律王的日子,看哪,有幾個博士從東方來到耶路撒冷,說:那生下來作猶太人之王的在哪裡?因為我們在東方看見他的星,特來拜他。他們被打發往伯利恆去,看哪,他們在東方所看見的那星,忽然在前頭引路,直行到小孩子的地方,就在上頭停住了。他們看見那星,就大大地歡喜;進了房子,看見小孩子和他母親馬利亞,就俯伏拜他。」
The evangelist Matthew bears witness to these things, saying: ‘Now when Jesus was born in Bethlehem of Judea, in the days of Herod the king, behold, magi from the east arrived in Jerusalem, saying, Where is he who has been born king of the Jews? For we saw his star in the east, and have come to worship him. And when they had been sent on to Bethlehem, they went their way; and behold, the same star which they had seen in the east went before them, until it came and stood over where the child was. And when they saw the star, they rejoiced with exceedingly great joy; and going into the house, they saw the child with Mary his mother, and falling down they worshiped him.’
9:1.4
Ταῦτα μὲν τὸ ἱερὸν εὐαγγέλιον. ὁ δέ γε τῆς προφητείας λόγος ἐπὶ τῇ τοῦ ἀστέρος ἐπιτολῇ καὶ τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσει τίνα φησὶν ἔσεσθαι συνιδεῖν ἄξιον, θραῦσιν ἀρχηγῶν Μωὰβ, καὶ προνομὴν υἱῶν Σὴθ, καὶ τῶν γε λοιπόν τοῦ Ἰουδαίων ἔθνους πολεμίων κληρονομίαν. οὗτοι δὲ ἦσαν Εδὼμ καὶ Ἠσαῦ
這是聖福音書所記的。至於那預言之言論及星辰升起與我們救主耶穌基督誕生之時將要發生何事,則值得細察:即摩押眾首領被打碎、示特眾子被擄掠,以及猶太民族其餘仇敵被據為產業。這些仇敵便是以東和以掃。
This, then, is what the holy Gospel says. But it is worth considering what the word of the prophecy says will come to pass at the rising of the star and the birth of our Savior Jesus Christ: the crushing of the princes of Moab, and the despoiling of the sons of Seth, and, further, the possession of the remaining enemies of the Jewish nation. These were Edom and Esau.
9:1.5
τί δὲ ᾐνίξατο διὰ τούτων ἢ διὰ μὲν τῶν ἀρχηγῶν· Μωὰβ τὴν τῶν ἀοράτων ἀρχόντων καθαίρεσιν, αὐτῶν δὴ τῶν πάλαι παρὰ τοῖς Μωαβίταις θεολογουμένων δαιμόνων; ἀλλ οὐχ ἑτέρων ἐμνήσθη, διὰ τὴν εἰδωλολατρίαν τοῦ Ἰσραὴλ τὴν ἐπὶ τῆς ἐρήμου γενομένην, ὅτε ἐτελέσθη ὁ λαὸς τῷ Βεελφεγώρ· (δαίμων δὲ ἦν οὗτος ὡς θεὸς τῷ βασιλεῖ Μωὰβ τῷ Βαλὰκ τιμώμενος.)
他藉此暗示了什麼呢?豈不是藉「摩押的首領」暗指那些看不見的統治者被廢除——即古時摩押人奉為神明的鬼魔嗎?他之所以只提到這些,而不提別的,乃是因為以色列人在曠野中所犯的拜偶像之罪,那時百姓歸附了巴力毘珥(此乃摩押王巴勒所尊為神明、加以崇拜的一個鬼魔)。
What, then, did he hint at by these things, except that by ‘the princes of Moab’ he meant the overthrow of the invisible rulers -- those demons of old who were accounted gods among the Moabites? And he made mention of no others, on account of the idolatry of Israel that took place in the wilderness, when the people were initiated to Beelphegor (this being a demon honored as a god by Balak, king of Moab).
9:1.6
ἐπεὶ οὖν νενίκητο ὁ Ἰσραὴλ κατὰ τοῦτο τοῦ καιροῦ πρὸς τῶν ἀοράτων ἀρχόντων τοῦ Μωὰβ, λέγω δὲ παρὰ τοῖς Μωαβίταις νενομισμένων θεῶν, εἰδωλολάτρησαν γοῦν καὶ προσεκύνησαν τοῖς γλυπτοῖς, ὥς φησιν ἡ γραφὴ καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ, δαίμων δὲ οὗτος τῶν Μωαβιτῶν ἦν, ὅτε καὶ ἐξεπόνευσαν εἰς τὰς Μωαβίτιδας·) εἰκότως τὸ μέλλον ἔσεσθαί ποτε καὶ τὴν εἰς τοὐναντίον τῶν πραγμάτων μεταβολὴν κατὰ καιρὸν ὁ Βαλαὰμ θεσπίζει λέγων ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει ἡγεμόνας Μωάβ·
既然以色列人在那時被摩押那些看不見的統治者——就是摩押人所奉為神明的那些——所勝,如經上所說,他們拜偶像,敬拜雕刻的像,並歸附巴力毘珥(此乃摩押人的一個鬼魔),那時他們也與摩押的婦女行淫;巴蘭便理所當然地預言將來必有一日、按其時候,事情要翻轉過來,說:「有星要從雅各出來,有人要從以色列興起,要打碎摩押的首領。」
Since, then, Israel had at that time been overcome by the invisible rulers of Moab -- I mean by those reckoned gods among the Moabites -- for they indeed practiced idolatry and worshiped the graven images, as Scripture says, and were initiated to Beelphegor, this being a demon of the Moabites, at the time when they also committed fornication with the women of Moab -- Balaam fittingly foretells that there would one day come, in due season, a change to the contrary of these things, saying: ‘A star shall rise out of Jacob, and a man shall arise out of Israel, and shall crush the rulers of Moab.’
9:1.7
ὡσεὶ σαφέστερον ἔλεγε τοὺς μεγαλαυχήσαντας κατὰ τοῦ Ἰσραὴλ δαίμονας τῶν Μωαβιτῶν ἐπὶ τῇ γενέσει τοῦ προφητευομένου θραῦσίν ποτε καὶ πτῶσιν παθεῖν, ὧν θραυσθέντων τοὺς υἱοὺς Σὴθ καὶ Ἠσαῦ καὶ τὰ λοιπὰ ἔθνη, ἃ διὰ τούτων σημαίνεσθαι ἡγοῦμαι, τὰ πάλαι καταδεδουλωμένα τῇ δαιμονικῇ πλάνῃ, μεταβαλόντα τῆς δεισιδαιμονίας οἰκεῖα τοῦ θεσπιζομένου γενήσεσθαι. καὶ ἔσται γάρ φησὶν Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ
這彷彿更明白地說:那些向以色列人誇大自誇的摩押鬼魔,將在那被預言者誕生之時,遭受打碎與傾覆;而當這些被打碎之後,示特的眾子、以掃,以及其餘我認為藉此所預表的列邦——那些古時被鬼魔迷惑所奴役的——都要轉離其迷信,成為那被預言者所屬之產業。因為經上說:「以東必成為產業,仇敵以掃也必成為產業。」
As if to say more plainly, that the demons of the Moabites, who had greatly boasted against Israel, would at the birth of him who was prophesied one day suffer a crushing and a fall; and that when these had been crushed, the sons of Seth and Esau and the remaining nations -- which I take to be signified by these names -- who had of old been enslaved to demonic error, would, having turned away from superstition, become the property of him who was prophesied. For, he says, ‘Edom shall be a possession, and Esau his enemy shall be a possession.’
9:1.8
οἶ γὰρ πάλαι ἐχθροὶ τοῦ θεοῦ καὶ τοῦ Ἰσραὴλ, φησὶ, γενήσονται κληρονομία τοῦ πὸοφητευομένου. αὐτὸς γὰρ ἦν ᾧ εἴρητο πρὸς τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ αἴτησαι παρ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. ὧν εἰς τὸν κλῆρον τῶν ἁγίων μεταστάντων τἀναντία τῷ Ἰσραὴλ ἔσεσθαι θεσπίζει
因為那些古時神與以色列的仇敵,經上說,將成為那被預言者的產業。因他正是那位曾蒙他的神與父對他說「你求我,我就將列邦賜你為業」的那一位。這些列邦既轉入聖徒的分中,他便預言將有與以色列相反的事臨到〔他們〕。
For those who were of old enemies of God and of Israel will, he says, become the inheritance of him who is prophesied. For he it was to whom it had been said by God his Father: ‘Ask of me, and I will give thee the nations for thine inheritance.’ And when these have passed over into the lot of the saints, he foretells that the contrary of what befell Israel shall come to pass.
9:1.9
φησὶ γοῦν καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ. ὁ δὲ ἐποίησεν ἐν ἰσχύι· τὴν πάντων μεγίστην ἀσέβειαν· διὸ ἐξεγερθήσεται ἀπ αὐτῶν καὶ ἐξαναστήσεται
故此經上也說:「以色列行事大有能力。」而他所「大有能力」行的,乃是眾罪中最大的不虔;因此,〔那被預言者〕必從他們中間被興起,並要起來〔攻擊他們〕。
Accordingly he says also, ‘And Israel wrought with might.’ Now what it ‘wrought with might’ was the greatest impiety of all; wherefore he shall be roused up from among them, and shall rise up.
9:1.10
τίς οὗτος ἢ ὁ προφητευόμενος τοῦ θεοῦ λόγος, ὃς καὶ ἀπώλεσε σωζόμενον ἐκ πόλεως; οἶμαι δὲ τὴν Ἰερουσαλὴμ αἰνίττεσθαι, ἐξ ἧς ὤλετο πᾶς σωζόμενος, ἢ καὶ τὸ πᾶν τοῦ ἔθνους αὐτῶν πολίτευμα. ταῦτα δὲ ὁποίου τέλους ἔτυχεν, ὁμοῦ τῇ τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐκλάμψει τῶν μὲν πρὶν εἰδωλολατρῶν ἐθνῶν εἰς τὸν αὐτῶν μεταστάντων κλῆρον, τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ τῆς μητροπόλεως αὐτῶν πεπονθότων ὁποῖα οὐδεπώποτε, οὐ μακρῶν δεῖν οἶμαι λόγων
這位還能是誰呢?豈不就是那被預言的神的道嗎?他也「毀滅了城中的倖存者」。我認為此語暗指耶路撒冷,凡自其中得存活者盡皆滅亡,或者也指他們整個民族的政體。這些事究竟得了何等結局,與我們救主向世人顯現之光同時發生——那些先前拜偶像的外邦人轉入了他們〔新〕的產業,而猶太民族及其首都所遭受的,乃是前所未有之事——我想這無需長篇大論。
Who is this but the prophesied Word of God, who also destroyed him that was preserved out of a city? I think he hints at Jerusalem, out of which every survivor perished, or at the whole commonwealth of their nation. What end these things met, together with the shining forth of our Savior upon mankind -- while the nations, once idolaters, passed over into their inheritance, and the Jewish nation and their mother-city suffered what they had never suffered before -- I do not think requires lengthy discourse.
9:1.11
Ἀλλὰ τὰ μὲν τῆς συμφωνίας τῆς τε προφητικῆς προρρήσεως καὶ τῆς εὐαγγελικῆς συμπεράνσεως ὧδέ πως ἐχέτω τέλους· τί δ ἦν τὸ αἴτιον τῆς ἐπιλάμψεως τοῦ φανέντος ἀστέρος συνιδεῖν ἄξιον. εἰς σημεῖά φησιν ὁ Μώσης καὶ εἰς καιροὺς τεθεῖσθαι τοὺς πάντας ἐν τῷ στερεώματι ὑπὸ τοῦ θεοῦ ἀστέρας· ξένος δὲ ἣν καὶ οὐ συνήθης, οὐδὲ τῶν πολλῶν καὶ γνωρίμων εἷς, ἀλλά τις καινὸς καὶ νέος ἀστὴρ ἐπιφανεὶς τῷ βίῳ σημεῖον ξένου φωστῆρος ἐδήλου καταλάμψαντος τῷ παντὶ κόσμῳ, ὃς ἦν ὁ Χριστὸς τοῦ θεοῦ, μέγας καὶ νέος ἀστὴρ, οὗ τὴν εἰκόνα συμβολικῶς ὁ φανεὶς τότε τοῖς μάγοις ἐπεφέρετο
至於預言之預告與福音書所述結論二者之間的一致,就在此告一段落。然而值得細察的,是那顯現之星光輝顯現的緣由何在。摩西說,神將天上所有的星都安置在穹蒼中,作為記號、定節令之用;但這顆星卻是奇異而不尋常的,並非眾多熟知的星辰之一,而是一顆嶄新奇異的星辰,向世界顯現,標示著一位奇異光體的記號,此光體已照耀全宇宙,那便是神的基督,一顆偉大而嶄新的星;當時向博士們顯現的那顆星,正是象徵性地承載著他的形像。
But let the discussion of the concord between the prophetic prediction and the conclusion given in the Gospel come to an end at this point. It is worth considering, however, what the cause was of the shining forth of the star that appeared. Moses says that all the stars were set in the firmament by God for signs and for seasons; but this star was strange and unaccustomed, not one of the many familiar ones, but a certain new and strange star that appeared to the world and indicated the sign of a strange luminary that had shone upon the whole world -- which was the Christ of God, a great and new star, whose image the star that then appeared to the magi symbolically bore.
9:1.12
ἐπειδὴ γὰρ καθ ὅλης τῆς ἱερᾶς καὶ θεοπνεύστου γραφῆς ὁ προηγούμενος τῆς διανοίας σκοπὸς μυστικώτερα καὶ θεῖα βούλεται παιδεύειν μετὰ τοῦ καὶ τὴν πρόχειρον διάνοιαν σώζεσθαι ἐν μέρει τῶν ἱστορικῶς πεπραγμένων, εἰκότως καὶ ἡ μετὰ χεῖρας πρόρρησις ἐπληροῦτο πρὸς λέξιν ἐπὶ τῇ τοῦ προαναφωνηθέντος ἀστέρος ἐπὶ τῆ γενέσει τοῦ σωτῆρος ἡμῶν προφητείᾳ
因為在整部聖潔且默示的經文中,其意義所預設的首要目的,乃是要教導更奧秘、更屬神聖的事,同時在部分歷史所載之事上,也保存了淺白的意思;因此,眼前這篇預言——即先前已預告、關乎我們救主誕生時所現之星的預言——照著字面應驗,也是理所當然的。
For since throughout the whole of the holy and inspired Scripture the leading purpose of its meaning intends to teach more mystical and divine things, while also preserving, in part, the plain sense concerning the things done in history, it was fitting that the prophecy now before us should also be fulfilled to the letter, in the prophecy concerning the star that had earlier been announced beforehand at the birth of our Savior.
9:1.13
γίγνονται μὲν οὖν καὶ ἐφ ἑτέρων ἐπιδόξων καὶ ἐπιφανῶν ἀνδρῶν ξενιζόντων ἀστέρων ἐκλάμψεις, οἶον τῶν καλουμένων παρά τισι κομητῶν, ἢ δοκίδων, ἢ πωγωνιῶν, ἤ τινων ἑτέρων τούτοις παραπλησίων ἐπὶ μεγάλοις πράγμασιν ἐξ ἔθους ἀναφαινομένων
誠然,在其他榮耀顯赫之人身上,也曾出現異乎尋常之星的顯現,例如某些人所稱的「彗星」、「光柱星」、「鬚髮星」,或其他與此類似、依習俗於重大事件時顯現的星象。
Now there occur, in connection with other men of glory and distinction also, appearances of strange stars -- such as those called by some ‘comets,’ or ‘beams,’ or ‘bearded stars,’ or certain others similar to these, which customarily appear in connection with great events.
9:1.14
ἀλλὰ τί γὰρ κρεῖττον ἢ μεῖζον τῷ παντὶ κόσμῳ γένοιτ ἂν ποτε ἢ τὸ διὰ τῆς σωτηρίου ἐπιφανείας πᾶσιν ὑπάρξαν ἀνθρώποις νοερὸν φῶς εὐσεβείας καὶ θεογνωσίας ἀληθοῦς κατάληψιν λογικαῖς ψυχαῖς κομιζόμενον; οὗ δὴ χάριν τὸ μέγα σημεῖον ὁ προφανεὶς ἐδήλου ἀστὴρ, μέγαν καὶ νέον φωστῆρα ἀπιλάμψαντα τῷ παντὶ κόσμῳ τὸν Χριστὸν τοῦ θεοῦ κᾶσιν αἰνιττόμενος
然而,還有什麼能比藉救主顯現而臨到全人類的那屬靈之光——即真實認識神之理性靈魂所領受的敬虔與知識——更美善、更偉大呢?正因如此,那預先顯現的星才彰顯了這偉大的記號,向眾人暗示著那照耀全宇宙的偉大而嶄新的光體,即神的基督。
But what could ever be better or greater for the whole world than the intellectual light of piety that came to exist for all men through the saving manifestation, bringing to rational souls the apprehension of true knowledge of God? For the sake of this, the star that appeared beforehand indicated the great sign, signifying to all a great and new luminary that had shone forth upon the whole world -- the Christ of God.
9:1.15
κατὰ τὸ αὐτὸ δὲ ἡ προφτεία ἄνθρωπον ὁμοῦ καὶ ἀστέρα θεσπίζει δι ὦν φησιν ἀνθρωπος ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, τὸν μὲν οὐράνιον φωστῆρα τὸν θεὸν λόγον εἶναι, τὸν αὐτὸν δὲ ἄνθρωπον ὀνομάζουσα. διαφόρως δὲ αὐτὸν καὶ ἐν ἑτέροις ἀνατολὴν ὁμοῦ καὶ ἥλιον δικαιοςύηνς ἀποκαλεῖ, ὡς ἐν τοῖς πρώτοις ἀπεδείξαμεν
同樣地,這預言也將「人」與「星」二者一併宣告,其言曰:「有星要從雅各出來,有人要從以色列興起」——稱那屬天的光體為神的道,卻又稱同一位為「人」。在其他地方,經文又以不同方式稱他為「東方」,並稱他為「公義的日頭」,正如我們在前書所已證明的。
In the same way the prophecy foretells both man and star together, in the words ‘a star shall rise out of Jacob, and a man shall arise out of Israel’ -- calling the heavenly luminary the divine Word, yet naming the same one also ‘man.’ And in various other places she calls him also, differently, both ‘dayspring’ and ‘sun of righteousness,’ as we demonstrated in the earlier books.
9:1.16
εἶτα τὸ μὲν ἐρχόμενον εἰς τὸν κόσμον, τῷ τῆς ἀνατολῆς ἐπεφήμισε προσρήματι ξήσας ἀνατελεῖ ἄστρον ἐξ Ἱακώβ. τὸν δὲ ἄνθρωπον, διὰ τὸ συμβὰν τερὶ αὐτὸν πάθος, ὡς ἄν πεπτωκότα ἀναστήσεσθαι θεσπίζει, ὁμοίως οἶς καὶ Ἡσαΐας περὶ αὐτοῦ φησι καῖ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνισιάμενος ἄρχειν ἐθνῶν, ἐπ αὐτῷ ἔθνη ἐλπιοῦσι. καὶ σαφές γε τίνα τρόπον τὸ φῶς τοῦ σωτῆρος ἠμῶν ἐκ τοῦ Ἰακὼβ ἀνατεῖλαν, τοῦτ ἔστιν άπὸ τοῦ ἐκ περιτομῆς λαοῦ, πᾶσι τοῖς ἔθνεσιν, ἀλλ οὐχὶ τῷ Ἰακῶβ, ὅθεν καὶ προῆλθεν, ἐξέλαμψε
於是,他將「東方」的稱號賦予那要來到世上的那一位,說:「有星要從雅各出來。」至於「人」,則因將要臨到他身上的受苦,他預言此人要如同跌倒者一般被興起,正如以賽亞論他所說:「耶西的根必然存在,那興起要治理列邦的,列邦都要仰望他。」由此也清楚可見,我們救主的光如何從雅各興起——即從受割禮之民而出——卻是照耀在萬邦身上,而非照耀在他所由出的雅各身上。
Then, he applied the appellation ‘dayspring’ to him who comes into the world, saying, ‘A star shall rise out of Jacob.’ But ‘man,’ on account of the suffering that would befall him, he foretells as being raised up, as one who had fallen -- in the same way that Isaiah also says of him, ‘And there shall be the root of Jesse, and he who rises up to rule the nations; on him shall the nations hope.’ And it is clear in what manner the light of our Savior, having risen out of Jacob -- that is, from the people of the circumcision -- shone forth to all the nations, but not to Jacob, from whom it had proceeded.
9:1.17
τοῦτο δὲ καὶ ἀπὸ πλείστων ἑτέρων πάρεστιν ἐκλαβεῖν προφητειῶν, ὡς πρὸς αὐτὸν φασκους[ων τὸν Χριστὸν ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν· οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν τοῦ γένους, εὶς φῶς ἐθνῶν, διὦν φησιν ἐξελεύσεται ἐκ τοῦ σπέρματος αὐτοῦ ἄνθρωπος, καὶ κυριεύσει ἐθνῶν πολλῶν
這事也可以從其他許多預言中得知,這些預言乃是向他——即基督——所說的:「看哪,我已立你作萬民的約,作外邦人的光。」不僅如此,還有出自〔論及〕本族之預言,論「作外邦人的光」,其中說:「必有一人從他的後裔而出,他必統管許多外邦。」
This it is also possible to gather from very many other prophecies, which speak to him, addressing the Christ: ‘Behold, I have appointed thee for a covenant of the race, for a light of the nations.’ And not only so, but also from the prophecies concerning the race -- ‘for a light of the nations’ -- in which it says: ‘There shall come forth from his seed a man, and he shall rule over many nations.’
9:1.18
τίνος δὲ ἐκ στέρματος ᾔ τοῦ Ἰσραὴλ, ὡς ἡ σύμφρασις παρέστηςε; καὶ δὴ κυριεέυας ἐθνῶν ὁ τοῦ σωτῆρος ἡμῶν λόγος ἀκολούθως τῇ προφητείᾳ τὰς πάλαι πρότερον αὐτῶν ἀρχούσὰς ἀοράτους καὶ μοχθηρὰς δυνάμεις καθεῖλε, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, τό τε στῖφος τὸ δαιμονικὸν, ἀρχηγοὺς Μωὰβ καὶ Σὴθ καὶ Ἐδὼμ καὶ Ἠσαῦ τροπικώτερον ἐν τοῖς μετὰ χεῖρας ὠνομασμένα
此後裔究竟出自何人,除以色列外,還能是誰呢?此乃上下文所明示的。既已統管外邦,我們救主的道便按著預言,廢除了那些古時轄制列邦的看不見的邪惡權勢,以及那屬靈的惡者、鬼魔的群黨——這些在本段經文中,以更為比喻性的方式,被稱為摩押、示特、以東、以掃的首領。
Whose seed, but that of Israel, as the context shows? And indeed, the Word of our Savior, ruling over the nations in accordance with the prophecy, overthrew the invisible and wicked powers that had of old ruled over them, and the spiritual hosts of wickedness, the demonic host -- named more figuratively in the passage before us as the princes of Moab and Seth and Edom and Esau.
9:1.19
ἀσαφῶς δὲ κείμενον παρὰ τοῖς ἑβδομήκοντα τὸ δείξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακαρίζω καὶ οὐκ ἐγγίζει, σαφέστερον ὁ μὲν Ἀκύλας ἐξέδωκεν ὄψομαι αὐτὸν, καὶ οὐ νῦν, προσκοπῶ αὐτὸν, ἀλλ οὐκ ἐγγύς· ὁ δὲ Σύμμαχος λευκότερον, φήσας ὁρῶ αὐτὸν, ἀλλ οὐκ ἐγγύς
七十士譯本中「我要指示他,卻不是現在;我稱他有福,卻不臨近」這句話含糊不清,阿奎拉的譯本則譯得較為清楚:「我要看見他,卻不是現在;我瞻望他,卻不臨近。」西馬庫則譯得更為明白,說:「我看見他,卻不臨近。」
The obscurely worded phrase in the Seventy, ‘I will show him, but not now; I bless him, but he is not near,’ Aquila rendered more clearly: ‘I shall see him, but not now; I regard him, but not near.’ Symmachus, still more plainly, said: ‘I see him, but he is not near.’
9:1.20
λέγοιτο δ ἂν ταῦτα ὑπὸ τοῦ Βαλαὰμ ὡς μακροῖς ὕστερον μετ αὐτὸν χρόνοις μελλόντων ἐπιτελεσθήσεσθαι τῶν δηλουμένων· μετὰ γοῦν δισχιλιοστὸν ἔτος τῆς προρρήσεως ἐπληροῦτο ταῦτα ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιδημίας. Ἀπὸ τοῦ Ἠσαίου
巴蘭所說的這些話,乃是指在他之後許久的時候才要應驗之事;事實上,這預言在約兩千年之後,於我們救主降臨人間之時得以應驗。錄自以賽亞書:
These things would be spoken by Balaam as of matters to be fulfilled in times long after him; and indeed, about two thousand years after the prediction, they were fulfilled at the coming of our Savior among men. From Isaiah:
9:2.1
Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Τὸ δ αἴτιον τοῦ τὸν κύριον ἥξειν εἰς Αἴγυπτον θεσπίζεσθαι τόδε μοι εἶναι δοκεῖ. πρῶτοι μὲν πάντων Αἰγύπτιοι τῆς πολυθέου καὶ δαιμονικῆς πλάνης ἀπάρξασθαι λέγονται, καὶ τοῖς λοιποῖς πᾶσιν ἀνθρώποις αἴτιοι καταστῆναι δεισιδαιμονίας, ἀλλὰ καὶ πάντων μᾶλλον περὶ τὰς δαιμονικὰς ἐνεργείας τε καὶ περιεργίας ἠσχολῆσθαι
「看哪,主坐在輕快的雲上,將要來到埃及,埃及人手所造的偶像必在他面前震動,他們的心也必在他們裡面驚潰。」至於預言主將要來到埃及的緣由,我認為是這樣的:據說埃及人是萬民中最先開始多神與鬼魔迷信之錯謬的,並成為其餘眾人迷信之因;不僅如此,他們比任何民族都更專注於鬼魔的作為與繁瑣的巫術。
‘Behold, the Lord sits upon a swift cloud, and shall come into Egypt, and the things made by hand of Egypt shall be shaken at his presence, and their heart shall be overcome within them.’ Now the reason why it is foretold that the Lord will come into Egypt seems to me to be this: the Egyptians are said to have been the very first of all to originate the error of polytheism and demon-worship, and to have become the cause of superstition for all the rest of mankind, and moreover to have been more occupied than any others with demonic operations and vain practices.
9:2.2
οὗτοι δὲ καὶ ὑπὸ τῆς ἐνθέου γραφῆς ἐχθροὶ τοῦ λαοῦ τοῦ θεοῦ ἄνωθεν καὶ ἐξ ἀρχῆς γεγονέναι μεμαρτύρηνται, καὶ ὅ γε παλαιὸς αὐτῶν βασιλεὺς ὁμολογῶν μὴ εἰδέναι τὸν κύριον ἀναγέγραπται, ὅτε δὴ ἔφασκεν οὐκ οἶδα τὸν κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω. τὸ δὴ οὖν μέγα θαῦμα τῆς ἐνθέου τοῦ Χριστοῦ δυνάμεως παραστῆσαι βουλόμενος ὁ λόγος θεσπίζει τοῦ κυρίου τὴν εἰς Αἴγυπτον ἄφιξιν, ἐφ ᾗ μεταβολὴν οὐ τὴν τυχοῦσαν τῶν Αἰγυπτίων ἔσεσθαι προφητεύει, λέγων ἑξῆς καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον, οἶ πρὶν μὴ εἰδότες αὐτὸν, καὶ εὔξονται τῷ κυρίῳ εὐχάς, καὶ τὰ τούτοις παραπλήσια
這民族也被受神默示的經文見證,自古以來、從起初便是神之百姓的仇敵;他們古時的王被記載為自認不認識主,那時他曾說:「我不認識主,也不放以色列人去。」故此,這道為要彰顯基督神聖大能的偉大奇事,便預言主要來到埃及,並在此預言埃及人將經歷非比尋常的改變,接著說:「埃及人必認識主,就是那先前不認識他的人,他們必向主許願」,以及與此相仿之語。
These are also testified by the inspired Scripture to have been, from of old and from the beginning, enemies of the people of God; and their ancient king is recorded as confessing that he did not know the Lord, when he said, ‘I know not the Lord, and I will not send Israel away.’ Wishing therefore to set forth the great wonder of the divine power of Christ, the Word foretells the Lord's coming into Egypt, upon which he prophesies that no ordinary change will come upon the Egyptians, saying next: ‘And the Egyptians shall know the Lord, they who before knew him not, and shall vow vows to the Lord’ -- and things similar to these.
9:2.3
ἀνωτέρω οὑν ἐν τῷ πρὸ τούτου κεφαλαίῳ κληρονομία τοῦ θεσπιζομένου Ἐδὼμ καὶ Ἠσαῦ ἐλέγετο, τῶν ἀλλοτρίων τοῦ Ἰσραὴλ οὕτω σημαινομένων· ἐνταῦθα δὲ ἡ Αἴγυπτος καὶ ὁ τῆς Αἰγύπτου λαὸς οὐκέτι τῶν εἰδώλων, ἀλλ αὐτοῦ παρὰ τοῖς Ἰουδαίων θεολογουμένου κυρίου θεσπίζεται
上文,即前一章中,曾說以東與以掃將成為那被預言者的產業,以此二名喻指凡與以色列疏遠之外族。而此處則預言埃及和埃及百姓,不再屬於偶像,而要歸屬那位在猶太人中被尊為神、被稱為主的那一位。
Above, then, in the chapter before this, Edom and Esau were said to be the inheritance of him who was prophesied, these being the names by which those who were foreign to Israel were signified. But here Egypt and the people of Egypt are foretold as belonging no longer to idols, but to him who is proclaimed as Lord and God among the Jews.
9:2.4
ἅπερ εἰ μὲν μὴ ὄψει συντελούμενα θεωρεῖται, οὐκ ἔστιν εἰπεῖν τὴν θεσπιζομένην ἄφιξιν τοῦ κυρίου εἰς τὴν Αἴγυπτον γεγονέναι· εἰ δὲ ὑπὲρ πάντα λόγον ἡ ἀλήθεια μαρτυρεῖ τοῖς πράγμασι, καὶ τοῖς ἀγνωμονεστάτοις ἐναργῶς δείκνυσιν αὐτοὺς Αἰγυπτίους τῆς μὲν ἐξ αἰῶνος πατροπαραδότου δεισιδαιμονίας ἀνακεχωρηκότας, οἰκειωθέντας δὲ τῷ θεῷ τῶν ταῦτα προαναφωνησάντων προφητῶν, καὶ τοῦτον μόνον σέβοντας, καὶ πάντα θάνατον ἀσπαζομένους ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας, ὥρα μὴ ἄλλως ταῦτα γεγονέναι συνομολογεῖν ἢ τοῦ κυρίου ἐληλυθότος εἰς Αἴγυπτον ἀκολούθως τῇ προκειμένῃ προρρήσει
這些事,若不能以肉眼觀見其應驗,便無法說主降臨埃及的預言已經成就;然而,若真理以無可辯駁之方式為此事實作見證,明明白白地向最頑固之人顯明:埃及人自己已經脫離了自古承襲祖傳的迷信,歸向了那預先宣告此事之眾先知所事奉的神,惟獨敬拜他,並為對他的敬虔甘願赴死——那麼,此時就應當承認,這些事若非主已按照眼前這篇預言降臨埃及,斷不能發生。
If, then, these things are not seen to be fulfilled to the eye, one cannot say that the foretold coming of the Lord into Egypt has taken place; but if the truth bears witness to the facts beyond all telling, and shows plainly, even to the most unreasonable, that the Egyptians themselves have withdrawn from the age-old, ancestral superstition, and have become akin to the God of the prophets who beforehand proclaimed these things, worshipping him alone, and embracing every kind of death for the sake of piety towards him, it is time to acknowledge that these things could not have come to pass otherwise than by the Lord's having come into Egypt in accordance with the prediction now before us.
9:2.5
ἔστι μὲν οὖν καὶ ἄλλως τὸν λόγον αἰνίττεσθαι τροπικῶς τὸν περίγειον κόσμον, εἰς ὃν ὁ λόγος προφητεύει τὸν κύριον ἐπὶ νεφέλης κούφης ἥξειν, οὕτω τὸν ἐκ παρθένου καὶ πνεύματος ἁγίου ληφθέντα αὐτῷ ἄνθρωπον αἰνιττόμενος· χειροποίητα δὲ Αἰγύπτου σεισθήσεσθαι, τὰ τῶν ἐθνῶν ξόανα καὶ τοὺς ἐν αὐτοῖς δαίμονας, ὡς αὖ πάλιν Αἰγυπτίους ἡττωμένους, πάντας τοὺς πάλαι πρότερον περὶ τὴν εἰδωλολατρίαν ἐπτοημένους
這段經文也可以有另一種理解:喻指世間塵世,道預言主將要「乘輕快的雲」來到此世,藉此暗指他所取用、出於童貞女及聖靈的那個人性;而「埃及人手所造的」要被震動者,則喻指列邦所雕刻的偶像及其中所居之鬼魔,「埃及人」被打敗,則喻指一切先前為拜偶像所惑亂的人。
It is also possible to understand the passage otherwise, as hinting figuratively at the earthly world, into which the Word prophesies that the Lord will come ‘upon a swift cloud’ -- thus hinting at the man taken to himself from a virgin and the Holy Spirit; and that ‘the things made by hand of Egypt’ that shall be shaken are the carved images of the nations and the demons dwelling within them, while ‘the Egyptians’ being overcome are, in turn, all those who had of old been fluttered about idolatry.
9:2.6
πλὴν ἀλλὰ καὶ σωματικῶς τοῦ σωτῆρος ἡμῶν ἐπικομισθέντος τῇ Αἰγυπτίων χώρᾳ ὅτε κατὰ τὸν χρησμὸν ἀναστὰς ὁ Ἰωσὴφ παρέλαβε τὴν Μαριὰμ καὶ τὸ παιδίον καὶ ἦλθεν εἰς Αἴγυπτον, ἀπορρήτῳ δυνάμει καὶ ἐνεργείᾳ τὰς αὐτόθι τὸ πρὶν οἰκούσας πονηρὰς δυνάμεις εἰκὸς οὐ μικρῶς κεκινῆσθαι, καὶ μάλιστα ὅτε διὰ τῆς μετέπειτα διδασκαλίας αὐτοῦ μυρία πλήθη τῶν τὴν Αἴγυπτον οἰκούντων, τῆς τῶν δαιμόνων ἀποφυγόντα πλανήσεως, ἔτι καὶ νῦν τὸν τῶν ὅλων ὁμολογεῖ μόνον εἰδέναι θεόν. τὰ δ ἐν τοῖς ἐξῆς ἐπιλεγόμενα, αἰνιγματώδη ὄντα πλείονός τε δεόμενα πραγματείας, ἐπ οἰκείας σχολῆς ἑρμηνεύσομεν. Ἀπὸ τῶν Ἀριθμῶν
然而,我們救主也曾在肉身上被帶到埃及地——那時約瑟按照神喻起身,帶著馬利亞和那孩子來到埃及;那原先居住在該地的邪惡權勢,想必因這不可言喻的能力與作為而大受震動;尤其後來因他的教導,無數居於埃及的人脫離了鬼魔的迷惑,直至今日仍承認惟獨認識萬有之神。至於下文所接續之言,因其含義隱晦,需更詳細的探討,我們將於適當之處另作解釋。錄自《民數記》:
Nevertheless, our Savior was also bodily brought into the land of Egypt, when Joseph, having risen up in accordance with the oracle, took Mary and the child and went into Egypt; and it is likely that the wicked powers formerly dwelling there were considerably disturbed by an ineffable power and energy -- and especially since, through his subsequent teaching, countless multitudes of those who inhabit Egypt, having fled from the deception of the demons, even now confess that they know the God of the universe alone. The things said next, being enigmatic and requiring a more extended treatment, we shall explain at their proper place. From Numbers:
9:3.1
Φησὶ Βαλαὰμ υἱὸς Βεῶς, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, φησὶν ἀκούων λόγια ἰσχυροῦ ἰσχυροῦ, ὅρασιν θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ, ὡς καλοὶ οἱ οἶκοί σου Ἰακὼβ, αἱ σκηναί σου Ἰσραὴλ, ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡς παράδεισος ἐπὶ ποταμῶν, καὶ ὡσεὶ σκηναὶ, ἃς ἔπηξε κύριος, ὡσεὶ κέδροι παρ ὕδατα. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ. θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ. ἔδεται ἔθνη ἐχθρῶν αὑτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυλιεῖ, καὶ ταῖς βολίσιν αὑτοῦ κατατοξεύσει ἐχθρόν. κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατηρανται
「比珥的兒子巴蘭說,真實看見異象的人說,聽見那大能者言語的人說,他在睡夢中看見神的異象,他的眼目開啟:雅各啊,你的帳幕何等華美!以色列啊,你的帷幕何其美好!如蔭涼的山谷,又如河邊的園子,又如主所支搭的帳幕,又如水邊的香柏樹。必有一人從他的後裔而出,他必統管許多外邦;歌革的國必被高舉,他的國必被增添。神領他出埃及,他的榮耀如同獨角獸。他必吞滅他仇敵的列邦,磨碎他們的脂油,用他的箭射穿仇敵。他蹲伏躺臥,如公獅,又如母獅之子;誰敢惹他起來呢?為你祝福的,必蒙祝福;咒詛你的,必受咒詛。」
‘Balaam son of Beor says, the man who truly sees says, he says, hearing the oracles of the Mighty One, he saw a vision of God in sleep, his eyes being uncovered: How goodly are thy dwellings, O Jacob, thy tents, O Israel! Like shady groves, and like a garden by rivers, and like tents which the Lord has pitched, like cedars beside the waters. There shall come forth a man from his seed, and he shall rule over many nations; and the kingdom of Gog shall be exalted, and his kingdom shall be increased. God led him out of Egypt; his glory is like that of a unicorn. He shall devour the nations of his enemies, and shall grind their fat, and shall shoot down the enemy with his arrows. He couched, he lay down as a lion, and as a lion's whelp; who shall rouse him up? Blessed are they that bless thee, and cursed are they that curse thee.’
9:3.2
Ἀνωτέρω διὰ τῆς προτεταγμένης προφητείας φήσας ὁ χρησμὸς τὸν κύριον ἥξειν εἰς Αἴγυπτον ἐδήλου τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν εἰς Αἴγυπτον αὐτῷ γενησομένην· ἐν τούτοις δὲ τὴν ἐπάνοδον ἑξῆς καὶ ἀκολούθως τὴν ἀπ Αἴγύπτου, ἣν ἅμα τοῖς γονεῦσιν εἰς τὴν γῆν τοῦ Ἰσραὴλ ἐποιήσατο, θεσπίζει λέγων θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου
前文那篇預言,藉著神喻宣告主將要來到埃及,乃是預表我們救主耶穌基督日後與其父母一同被帶往埃及之事;而此段經文則依序接續,預言了他日後與父母一同從埃及返回以色列地之事,說:「神領他出埃及。」
Above, in the preceding prophecy, the oracle, by saying that the Lord would come into Egypt, was signifying the conveyance of our Savior Jesus Christ into Egypt together with his parents that was to take place. In this passage, following in due order and sequence, it foretells his return from Egypt, which he made together with his parents into the land of Israel, saying: ‘God led him out of Egypt.’
9:3.3
μόνος δὲ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ὁ ἐκ τοῦ σπέρματος Ἰσραὴλ καὶ τοῦ Ἰουδαίων ἔθνους προελθὼν, καὶ πολλῶν κατακυριεύσας ἐθνῶν, ὥστε ἀναμφιλόγως ὁμολογεῖσθαι πέρας ἔχειν ἐπ αὐτῷ καὶ τὴν παροῦσαν πρόρρησιν διαρρήδην ἐκφωνοῦσαν ὅτι δὴ ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐξελεύσεταί τις ἄνθρωπος καὶ κυριεύσει ἐθνῶν πολλῶν
唯獨我們的救主與主耶穌,神的基督——沒有別人——是從以色列的後裔、猶太民族而出,並統管了許多外邦,以致必須無可爭辯地承認,眼前這篇明確宣告「必有一人從猶太民族而出,統管許多外邦」的預言,正是在他身上得以應驗。
But our Savior and Lord Jesus, the Christ of God, alone, and no other, proceeded from the seed of Israel and the Jewish nation, and gained dominion over many nations, so that it must be confessed without dispute that in him the present prediction also finds its fulfillment -- the prediction which plainly declares that there should come forth from the Jewish nation a certain man, and that he should rule over many nations.
9:3.4
ἢ λεγέτω ὁ βουλόμενος εἰ ἔχοι ἄλλον συστῆσαι τῶν πώποτε παρ Ἑβραίοις ἐνδόξων πολλῶν ἐθνῶν ἄρξαντα· ἀλλ οὐκ ἂν εἴποι τις, ὅτι μηδὲ γέγονεν. ἐπὶ δέ γε τοῦ σωτῆρος ἡμῶν, κἂν ἡμεῖς μὴ λέγωμεν, αὐτή γε ἡ ἀλήθεια βοήσει καὶ μέγα κεκράξεται, ἄντικρυς παριστῶσα ὅπως ἡ ἔνθεος αὐτοῦ δύναμις διὰ τοὺ ἀναληφθέντος αὐτῷ ἐκ σπέρματος Ἰσραὴλ τοῦ κατὰ σάρκα ἀνθρώπου ἐκυρίευσε, καὶ εἰσέτι νῦν κυριεύει ἐθνῶν πολλῶν
若有人願意,儘管指出希伯來人中曾有哪一位榮耀之人曾統管過許多外邦;但誰也說不出來,因為從未有過此事。然而論到我們的救主,即使我們不言,真理自身也必大聲呼喊,直截了當地表明:他那神聖的大能,藉著他所取自以色列後裔、按肉身而言的那個人,已經施行統管,並且直到如今仍統管著許多外邦。
Or let whoever wishes say, if he can name any other among the glorious men of the Hebrews who ever ruled over many nations; but no one could say so, since it never occurred. But in the case of our Savior -- even if we should say nothing -- the truth itself will cry out and shout aloud, showing directly how his divine power, through the man according to the flesh taken to himself from the seed of Israel, gained dominion, and even now still rules over many nations.
9:3.5
αὐτὸς ἄρα οὗτος ἐκεῖνος ἦν καὶ οὐδ ἄλλος, ὃν ἡ προφητεία προηγόρευσε, καθ ὃν καὶ ἡ Γὼγ ὑψώθη βασιτῆς Χριστοῦ δυνάμεως συναυξούσης. τοῦτον δ ἐνταῦθά φασιν αἰνίττεσθαι καθ Ἑβραίους τὸν τρόπον τὴν τῶν Ῥωμαίων βασιλείαν, ᾗ καὶ συνήκμασεν ἡ Χριστοῦ διδασκαλία
因此,正是他本人,並無別人,乃是這預言所預告的那一位;在他的時代,「歌革的國被高舉」,同時基督的權能也一同增長。據希伯來人所言,此處以此方式暗指羅馬帝國,基督的教導正是與之同時興盛的。
He, then, was that very one and no other, whom the prophecy foretold, in whose time also ‘the kingdom of Gog was exalted,’ while the power of Christ increased along with it. This, they say, according to the Hebrews, hints in this passage at the kingdom of the Romans, alongside which the teaching of Christ also flourished.
9:3.6
μέμνηται δὲ τοῦ Γὼγ καὶ ὁ προφήτης Ἰεζεκιὴλ ἄρχοντα Ῥὼς καὶ Θοβὲλ ὀνομάζων· διὰ μὲν τοῦ Ῥὼς τὴν Ῥωμαίων, ὡς ἔοικε, πόλιν αἰνιττόμενος, ἐπεὶ καὶ ἀρχὴ καὶ κεφαλὴ κατὰ τὴν Ἑβραίων φωνὴν διὰ τοῦ Ῥὼς δηλοῦται, διὰ δὲ τοῦ Μοσὁχ τὴν Μυσίαν καὶ τὰ πέριξ ταύτης ἔθνη, ὅσα νῦν οἰκεῖα Ῥωμαίων ἐστὶ, διὰ δὲ τοῦ Θοβὲλ τὴν Ἰβηρίαν ὁ Ἰώσηπος δηλοῖ, ἀπὸ τοῦ Θοβὲλ γεγονέναι φάσκων Θοβεήλους τοὺς Ἴβηρας· ὧν ἁπάντων ἄρχοντα τὸν Γὼγ ὑψωθήσεσθαί φησιν ἐπὶ τῆς τοῦ προφητευομένου Χριστοῦ παρουσίας, ὃν ὁ θεὸς ὡδήγησεν ἐξ Αἰγύπτου, ὅτε κατὰ τὸν Ματθαῖον ἐπιβουλεύοντος τοῦ Ἡρώδου παιδὶ ὄντι αὐτῷ χρηματισθεὶς τισθεὶς ὁ Ἰωσὴφ παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἐπανῆλθεν εἰς γῆν Ἰσραήλ. δόξα δὲ μονοκέρωτος αὐτῷ τῷ Χριστῷ παρῆν, διὰ τὸ ἐν αὐτῷ εὐδοκηκέναι κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος, κατὰ τὸν ἱερὸν ἀπόστολον
先知以西結也曾提及歌革,稱他為羅施與土巴的君王;藉「羅施」一詞,他似乎暗指羅馬城,因為按希伯來語,「起頭」與「首」正是由「羅施」一詞所表明的;藉「摩索革」,他暗指每西亞及其周圍諸邦,這些如今皆屬羅馬所轄;藉「土巴」,約瑟夫斯指出,他暗指伊比利亞,說伊比利亞人乃因土巴而得名「土巴利人」。他說,這一切的統治者歌革,將於那被預言的基督降臨之時被高舉——即照馬太所載,希律圖謀害尚在襁褓中的他時,約瑟受神喻警戒,帶著孩子和他的母親返回以色列地之時。而「獨角獸的榮耀」正屬於基督自己,因為按那聖使徒所言,父喜悅使一切神性的豐盛住在他裡面。
The prophet Ezekiel also makes mention of Gog, naming him prince of Rhos and Thobel; by ‘Rhos’ he hints, it seems, at the city of the Romans, since ‘beginning’ and ‘head’ are signified by ‘Rhos’ in the Hebrew tongue; by ‘Mosoch’ he signifies Mysia and the nations round about it, which are now subject to the Romans; and by ‘Thobel,’ Josephus shows, he signifies Iberia, saying that the Iberians came to be called Thobelites from Thobel. Of all these he says that Gog, their ruler, would be exalted at the coming of the prophesied Christ, whom God led out of Egypt -- when, according to Matthew, at the time Herod was plotting against him while he was still a child, Joseph, having been warned by an oracle, took the child and his mother and returned to the land of Israel. And ‘the glory of a unicorn’ belonged to Christ himself, because it was the Father's good pleasure that in him should dwell all the fullness of the Godhead, according to the holy apostle.
9:3.7
διόπερ ὡς κέρας ἐπιγραφόμενος τὸν τῶν ὅλων θεὸν καὶ πατέρα αὑτοῦ μονόκερως καὶ ἐν ἑτέραις γραφαῖς ὠνομάσθη. ὁ δ αὐτὸς τοῦ θεοῦ λόγος τοῖς νοητοῖς καὶ λογικοῖς αὑτοῦ βέλεσι τὸν ἐχθρὸν καὶ ἀντικείμενον αὑτῷ διάβολον πάσας τε τἀς ἀμφ αὐτὸν ἀοράτους καὶ πονηρὰς δυνάμεις διὰ κρείττονος καὶ ἀκαταμάχου δυνάμεως ἤλαυνεν, εἰσέτι τε νῦν κυριεύει ἐθνῶν πολλῶν, ὧν τὰ Πάχη καὶ τὸ φρόνημα τῆς σαρκὸς λεπτύνων ἐπὶ τὴν στενὴν ὁδὸν τῆς αἰωνίου ζωῆς ἐπιτηδείους κατασκευάζει
因此,他既以「角」自表——即以萬有之神、他自己的父為其角——故此在其他經文中,他也被稱為「獨角獸」。這同一位神的道,以其理智且屬靈的箭矢,藉著更為超越、無可抵擋的能力,驅逐了那與他為敵、抵擋他的仇敵魔鬼,以及環繞魔鬼的一切看不見的邪惡權勢;直到如今,他仍統管著許多外邦。
For this reason, as one who ascribes to himself, as a horn, the God of the universe and his own Father, he has also in other Scriptures been named ‘unicorn.’ And this same Word of God, with his intelligible and rational arrows, drove away the enemy and adversary set against him, the devil, and all the invisible and wicked powers about him, by a superior and unconquerable power; and even now he still rules over many nations.
9:3.8
ἀλλὰ καὶ κατακλιθεὶς αὐτὸς οὗτος ὁ ἐξ Ἰσραὴλ προελθὼν ἄνθρωπος, ὁ κατακυριεύσας ἐθνῶν πολλῶν, ἀνεπαύσατο, φησὶν, ὡς λέων, οὕτω δηλῶν ἣν ἐνεδέξατο οἰκονομίαν, καθ ἣν ὥσπερ τις βασιλικὸς καὶ θαρραλέος θὴρ ἀνεπαύσατο, μηδενὸς αὐτοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν μεταστήσασθαι δυναμένου, πάντες τε οἱ τὸν Χριστὸν εὐλογοῦντες, λόγῳ τε καὶ βίῳ σεμνύοντες τὴν ἀρετὴν τοὺ διδασκάλου, τὴς ἐκ θεοῦ μετειλήφασιν εὐλογίας, αὔξοντες ὁσημέραι καὶ πληθύνοντες, κατὰ τὸ αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, ἀληθέστερον ἐπ αὐτῶν καὶ θεοπρεπέστερον τῆς θείας ἐκτελουμένης φωνῆς· ὡς ἔμπαλιν οἱ ἀπὸ πρώτης τῆς κατ αὐτοῦ ἐπιβουλῆς εἰσέτι καὶ νῦν αὐτὸν ἐν τοῖς αὑτῶν συνεδρίοις ἀρώμενοι, τὴν ἐκ θεοῦ κατάραν ἐξ ἐκείνου καὶ εἰσέτι δεῦρο καθ ἑαυτῶν ἐπεσπάσαντο
再者,這位出自以色列、統管了許多外邦的人,經上說「他蹲伏,如同獅子安歇」,藉此表明他所承擔的經綸:按此經綸,他如同一頭尊貴而無畏的猛獸,安然歇息,無人能夠廢除他的權柄與國度。所有稱頌基督之人,以言語及生活尊崇其師長之德行,都已從神領受了祝福,日日增長、繁衍,正應驗了「要生養眾多,遍滿地面」這神聖的話語,在他們身上更真實、更合乎神的尊嚴地得以應驗。反之,那些從一開始就圖謀害他、直至如今仍在自己的公會中咒詛他的人,卻從那時直到現今,將神的咒詛引到自己身上。
Moreover, this same man who came forth from Israel, having gained dominion over many nations, having couched, ‘rested,’ it says, ‘as a lion’ -- thereby indicating the dispensation which he had undertaken, in accordance with which, like some kingly and bold beast, he rested, none being able to remove his rule and kingdom. And all who bless Christ, honoring by word and by life the virtue of their Teacher, have received a share of the blessing from God, increasing and multiplying day by day, in accordance with ‘increase and multiply, and fill the earth’ -- that divine utterance being fulfilled among them more truly and more in a manner befitting God. Whereas, on the contrary, those who from the very first plot against him, still even now cursing him in their own assemblies, have drawn upon themselves, from that time until this present, the curse from God.
9:3.9
Διὸ καὶ τὴν ἐσχάτην οὐ μόνον τῆς βασιλείας, ἀλλὰ καὶ τοῦ πάλαι σεμνοτάτου αὐτῶν ἁγιάσματος ἐρημίαν τε καὶ φθορὰν οὐ παύονται πρὸ ὀφθαλμῶν ὁρῶντες. ἄξιον δὲ παραθεῖναι τοῖς μετὰ χεῖρας τὴν πρὸς τὸν Ἰούδαν τοῦ Ἰακὼβ προφητείαν, ἣν καὶ αὐτὴν ἐναργέστατα εἰς τὸν ἡμέτερον σωτῆρα ἐφαρμόζειν προπαρεστήσαμεν, συνιδεῖν τε τὴν ἐν ἑκατέροις συμφωνίαν
因此,他們如今無時無刻不親眼目睹自己的國度、以及昔日極為尊崇的聖所,遭受徹底的荒涼與毀壞。此處值得將雅各論猶大的預言與本段經文並列比較——我們先前已極為明白地證明,該預言也應驗於我們的救主身上——並察看二者之間的一致。
Wherefore they do not cease to see before their eyes the utter desolation and destruction, not only of their kingdom, but also of their once most revered sanctuary. It is worthwhile to set beside the passage now before us the prophecy of Jacob concerning Judah, which we have earlier shown to apply most clearly to our Savior, and to observe the concord between the two.
9:3.10
ὡς γὰρ ἐνταῦθα εἴρηται ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ (δῆλον δ ὅτι τοῦ Ἰακώβ,) Οὕτω κἀκεῖ ἐκ βλαστοῦ υἱέ μου ἀνέβης εἰρητο ὑπ αὐτοῦ τοῦ Ἰακὼβ πρὸς τὸν προφητευόμενον
正如此處所言:「必有一人從他的後裔而出」(顯然是指從雅各的後裔而出),同樣地,另一處也說:「我兒,你從嫩枝而上」,此語乃雅各親自向那被預言者所說。
For just as it is said here, ‘There shall come forth a man from his seed’ (his seed, that is, plainly, of Jacob), so also there it was said, ‘From a shoot, my son, thou didst go up’ -- spoken by Jacob himself to him who was prophesied.
9:3.11
Καὶ ὡς ἐπὶ τοῦ Παρόντος λέγεται τὸ καὶ κυριεύσει ἐθνῶν πολλῶν ὁμοίως καὶ ἴν ἐκείνοις τὸ καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν. καὶ πάλιν ἐνταῦθα μὲν ἔδεται φησὶν ἔθνη ἐχθρῶν αὑτοῦ, καὶ ταῖς βολίσιν αὑτοῦ κατατοξεύσει ἐχθρόν·· ὡσαύτως δὲ καὶ ἐν ἐκείνοις αἶ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου ἐλέγετο
而正如此段經文所言「他必統管許多外邦」,同樣地,在另一段經文中也說:「他自己必成為外邦所仰望的」。此外,此處說「他必吞滅他仇敵的列邦,用箭射穿仇敵」,同樣地,在另一段經文中也說:「你的手必壓在你仇敵的頸背上」。
And just as in the present passage it is said, ‘and he shall rule over many nations,’ so likewise in those other prophecies it is said, ‘and he himself shall be the expectation of the nations.’ And again, here it says, ‘he shall devour the nations of his enemies, and shall shoot down the enemy with his arrows,’ while likewise in those other prophecies it was said, ‘thy hands shall be upon the back of thine enemies.’
9:3.12
καὶ τὸ σκύμνος λέοντος Ἰούδα καὶ τὸ ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν ἐν ἐκείνοις εἰρημένον οὐδέν μοι δοκεῖ διαφέρειν τῆς μετὰ χεῖρας λέξεως φασκούσης κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος, τίς ἀναστήσει αὐτόν; ταῦτα δὲ εἰκότως εἰς ταὐτὸν συνηγάγομεν, ἔν ὥσπερ ἐπὶ στόματος δύο μαρτύρων τῆς ἐν ταῖς προφητείαις συμφωνίας ἡ περὶ τοῦ σωτῆρος ἡμῶν ἀπόδειξις βεβαιοτέραν λάβοι τὴν κύρωσιν
另有「猶大是隻小獅子」,以及「你伏下身去,睡臥如公獅,又如母獅之子;誰敢惹他起來呢?」這句話,在我看來,與眼前這段經文所言「他蹲伏安歇,如公獅,又如母獅之子;誰能使他起來呢?」並無二致。我們理所當然地將這兩處經文並列一起,好使關於我們救主的證明,能如同藉兩個見證人的口,因這些預言之間的一致,得著更為堅固的確證。
And ‘a lion's whelp is Judah,’ and ‘having lain down, thou didst sleep as a lion, and as a lion's whelp; who shall rouse him up?’ spoken in those other prophecies, seems to me to differ in no way from the phrase now before us, which says, ‘having couched, he rested, as a lion, and as a lion's whelp; who shall raise him up?’ We have fittingly brought these together, so that, as it were by the mouth of two witnesses, the demonstration concerning our Savior might receive a more firm confirmation from the concord found in the prophecies.
9:3.13
πάντα δ οὖν τὰ εἰς τὴν τοῦ Ἰακὼβ πρόρρησιν τεθεωρημένα ἁρμόσειεν ἂν καὶ εἰς τὴν τοῦ Βαλαὰμ, τῆς ὁμοιότητος τῶν λεγομένων ἕνεκα. εἰ δὴ οὖν ἐκεῖνα διὰ πολλῆς ἀποδείξεως ἐπὶ τὸν ἡμέτερον σωτῆρα πεπληρωμένα συνέστη, ἀκόλουθον ἂν εἴη καὶ τὰ παρόντα ὁμολογεῖν. Ἀπὸ τοῦ Ὠσηὲ
那麼,凡在雅各的預言中所觀察到的一切,也都適用於巴蘭的預言,因二者所言彼此相似之故。既然前者已藉大量的證明,確立其應驗於我們的救主身上,那麼理當承認,眼前這些預言也同樣如此。錄自何西阿書:
All, then, that has been observed concerning the prediction of Jacob would also fit the prediction of Balaam, on account of the similarity of what is said. If, then, those former prophecies have been established through much demonstration as fulfilled in our Savior, it would follow that these present ones also must be acknowledged as fulfilled in him. From Hosea:
9:4.1
Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται, ὡς ἄρχων Σαλαμὰν ἐκ τοῦ οἴκου Ἱεροβοὰμ, ἐν πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν. οὕτω ποιήσω ὑμῖν οἶκος Ἰσραὴλ ἀπὸ προσώπου τῶν ἀδικιῶν ὑμῶν. ὄρθρου ἀπερρίφη βασιλεὺς Ἰσραὴλ, διότι νήπιος Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ
「毀滅必在你百姓中興起,你一切有牆圍護的城邑都必荒廢,如首領撒縵在耶羅波安家所遭遇的那樣,他們在戰爭中將母親摔在孩子身上。以色列家啊,我必因你們的不義如此待你們。以色列的王在黎明時被拋棄,因為以色列還是個嬰孩,我卻愛他,我從埃及召回他的兒女。」
‘And destruction shall arise in your people, and all your walled cities shall be undone, as the ruler Shalman was undone, from the house of Jeroboam, in war they dashed the mother upon the children. So will I do to you, O house of Israel, because of your unrighteousness. At dawn the king of Israel was cast off; for Israel was an infant, and I loved him, and out of Egypt I called back his children.’
9:4.2
Δουλεύσας τῷ Ἑβραικῷ ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου ἐξέδωκεν ὁ Ἀκύλας. ἀναγκαίως δὲ ῥητὸν ἐπεσημειωσάμην, ἐπείπερ καὶ ὁ Ματθαῖος τέθειται τὴν προφητείαν, ὁπηνίκα εἰς Αἴγυπτον διακομισθῆναι τὸν Ἰησοῦν κἀκεῖθεν ἐπανελθεῖν ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ ἐδήλου. εἰ δὲ ἐπιμέμφοιτό τις τῇ εἰς Αἴγυπτον ἀναχωρήσει τοῦ σωτῆρος ἡμῶν, ἴστω κατὰ λόγον αὐτὴν γεγονέναι
阿奎拉緊貼希伯來原文,將此譯作:「我從埃及召我的兒子出來。」我覺得有必要標注這個譯文,因為馬太也曾引用這篇預言,說明耶穌被帶往埃及,又從那裡返回以色列地。若有人責難我們救主逃往埃及一事,當知此事乃是合乎道理而發生的。
Aquila, keeping close to the Hebrew, rendered it: ‘Out of Egypt I called my son.’ I have found it necessary to note this reading, since Matthew also cited this prophecy, when he indicated that Jesus was carried into Egypt and from there returned to the land of Israel. But if anyone should find fault with our Savior's withdrawal into Egypt, let him know that it took place with good reason.
9:4.3
οὔτε γὰρ ἐπισχεῖν τὸν Ἡρώδην τῆς αὐτοπροαιρέτου κακίας προσῆκον ἦν οὔτ αὖ βρέφος ἔτ ὄντα τὸν σωτῆρα τῶν θαυμάτων ἀπάρξασθαι καὶ πρὸ καιροῦ τὴν θείαν ἐπιδείκνυσθαι δύναμιν, ὅπερ ἂν ἐπράχθη, εἰ παραδόξως ἐπιβουλεύοντα αὐτῷ τὸν Ἡρώδην μετῆλθεν, μηδαμῶς ὑπομείνας τὴν εἰς Αἴγυπτον ἅμα τοῖς γονεῦσιν ἀναχώρησιν
因為既不宜阻止希律那出於自己心意而生的邪惡,也不宜讓救主在尚為嬰孩之時,便開始行奇事、在時候未到之前顯出他神聖的大能——若他不肯與父母一同退往埃及,而正面對抗那出乎意料謀害他的希律,那正是勢必發生之事。
For it was not fitting either to check Herod's self-chosen wickedness, nor, on the other hand, for the Savior, while still an infant, to begin his miracles and display his divine power before the due time -- which is what would have happened, had he confronted Herod, who was plotting against him beyond all expectation, without in any way submitting to withdraw into Egypt together with his parents.
9:4.4
ἀλλὰ γὰρ ἦν τῆς κρείττονος οἰκονομίας ἐπὶ καιροῦ τοῦ προσήκοντος τῶν τῆς θεότητος ἀπάρξασθαι θαυμάτων ᾧ γε διὰ παντὸς τοῦ βίου τὸ πρᾶον καὶ ἀνεξίκακον μεμαρτύρηται, προχείρῳ μὲν εἰς τὰς εὐποιίας καὶ τὰς κοινὰς εὐεργεσίας γενομένῳ, μηδένα δὲ τῶν μὴ ἀκουόντων ἀμυνομένῳ, μηδ ὅτε ὡς ἐπὶ σφαγὴν ἤγετο καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος
因為按更美的經綸,理當在合宜的時候才開始他屬神的奇事——他這一生始終被見證是溫柔、忍耐的,隨時樂於行善、施予眾人恩惠,卻從不向那些不聽他的人施報復,即便在他被牽去如同待宰之羊、在剪毛的人面前默然無聲之時,也是如此。
But rather it belonged to the better dispensation to begin his divine wonders at the fitting time -- a wonder for whom throughout his whole life gentleness and long-suffering are attested, one ready for good deeds and common benefactions, yet who took vengeance on none of those who would not hear him, not even when he was led as to slaughter, and, like a lamb, was silent before its shearer.
9:4.5
πῶς οὖν εἰκὸς ἦν τὸν τοιοῦτον δεῖν ἐν παιδίῳ μὴ οὐχὶ ὑποχωρῆσαι τῇ τοῦ Ἡρώδου κακίᾳ, ᾧ καὶ ἐν ἀνδρὶ τὸ ἀναχωρεῖν καὶ τοὺς πονηροὺς ἐκκλίνειν μεμαρτύρηται, ἐπικρύπτεσθαί τε καὶ ὑποφεύγειν τὸν ἐπὶ ταῖς παραδοξοποιίαις ἔπαινον; παρῄνει γοῦν τοῖς ὑέ αὐτοῦ θεραπευομένοις μηδενὶ λέγειν
那麼,這樣一位——連在成年之時尚且被見證會躲避、迴避惡人,並隱藏、逃避人對他所行奇事的稱讚——在尚為孩童之時,豈不更理當躲避希律的邪惡嗎?他常吩咐那些被他醫治的人,不要告訴任何人。
How then was it fitting that such a one, while yet a child, should not withdraw from the wickedness of Herod, seeing that even as a grown man he is attested to have withdrawn and avoided the wicked, and to have hidden and shunned the praise attaching to his wondrous deeds? For he used to charge those whom he healed to tell no one.
9:4.6
εἰ δ ἐπὶ τὸν λαὸν τὴν προφητείαν ἀναφέροι τις, φάσκων περὶ τοῦ ἐκ σπέρματος τοῦ Ἰσραὴλ λαοῦ εἰρῆσθαι, ἐπιστησάτω τι] τοῦ λόγου ἀκολουθίᾳ, ταῦτα ἔσεσθαι φησάσῃ μετὰ τὸ εἰπεῖν ὡς πρὸς αὐτὴν τὴν Ἱερουσαλὴμ καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται
若有人將這篇預言歸諸於百姓,主張此言是論及出自以色列後裔之民而說的,那麼他當留意經文的上下文脈絡——該經文乃是在如同向耶路撒冷本身說了「毀滅必在你百姓中興起,你一切有牆圍護的城邑都必荒廢」之後,才宣告這些事將要發生的。
But if anyone should refer this prophecy to the people, asserting that it was spoken concerning the people from the seed of Israel, let him pay attention to the sequence of the text, which says that these things would come to pass after it had said, as though addressing Jerusalem herself, ‘And destruction shall arise in your people, and all your walled cities shall be undone.’
9:4.7
καὶ ἅπερ, φησὶν, ὁ τοιόσδε ἄρχων πέπονθεν κατὰ τὸν ἐπελθόντα αὐτῷ πόλεμον ἐν ᾧ μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, τὰ παραπλήσια καὶ ὑμῖν αὐτοῖς ποιήσω διὰ τἀς κακίας ὑμῶν. ὑμῖν δὲ τίσιν ἢ τοῖς καλουμένοις Ἰσραηλίταις, οἳ καὶ ἀπερρίφητε σὺν τῷ βασιλεῖ ὑμπῶν, τὸν Ἡρώδην αἰνιττόμενος
「而,」經上說,「那位首領在臨到他的戰爭中所遭受的,即他們把母親摔在孩子身上的事,我也要照樣待你們,因你們的邪惡。」向你們——即向那被稱為以色列人的——你們與你們的王一同被拋棄,此處暗指希律。
‘And what,’ he says, ‘such a ruler suffered in the war that came upon him, in which they dashed the mother upon the children, the like will I also do to you yourselves, because of your wickedness.’ And to you -- to whom, but to those called Israelites, who were also cast off together with your king -- hinting at Herod.
9:4.8
καὶ ταῦτά γε πάντα πεπόνθατε διότι παῖς φησὶν Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αιγύπτου ἐκάλεσα τὸν υἱόν μου. πῶς γὰρ οἶόν τε κατὰ τὸ αὐτὸ τοῖς αὐτοῖς ἐπιμέμφεσθαι καὶ πάλιν τοὺς αὐτοὺς ἐπαινεῖν; ἀλλ ἦν ὁ ἀληθὴς νοῦς ταύτην ἔχων τὴν θεωρίαν. Ἰσραὴλ γὰρ ὁ Χριστὸς καὶ καθ ἑτέρας ἀνηγόρευται προφητείας, ὥσπερ οὖν καὶ ἐπὶ τῆς παρούσης. ρούσης
「你們遭受這一切,」經上說,「乃是因為以色列是個孩子,我卻愛他,我從埃及召我的兒子出來。」因為既然同時同樣責備這些人、卻又稱讚這同一些人,這怎麼可能呢?其實真正的意思乃是這樣理解:基督在其他預言中也被稱為「以色列」,正如在此段經文中一樣。
‘And all this you have suffered because,’ he says, ‘Israel was a child, and I loved him, and out of Egypt I called my son.’ For how could it be that the same persons should at the same time be blamed and yet also again be praised? But the true meaning contained this understanding: Christ has been proclaimed ‘Israel’ also in other prophecies, just as, indeed, in the present one.
9:4.9
ἐπειδὴ τοίνυν οὗτος, φησὶν, ὑπήκοος μοι γενόμενος μορφὴν δούλου εἴληφε, καὶ γέγονε παιδίον ἀγαπητὸν ἐμοὶ, πᾶσαν τὴν ἐμὴν ἐκτελέσας βουλὴν, διὰ τοῦτο αὐτὸν μὲν ἀπὸ τῆς Αἰγύπτου εἰς ἣν ἐνανθρωπήσας κατελήλυθεν, οὕτω δηλουμένου τοῦ περιγείου τόπου, ἢ καὶ ἐξ αὐτῆς τῆς προχείρου, οἷα γνήσιον καὶ ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην· ὑμὰς δὲ, τοὺς πρὸς οὓς ὁ λόγος, σὺν καὶ τῇ ὑμετέρᾳ βασιλείᾳ ὄλεθρος καὶ ἀπώλεια παραλήψεται
「既然這一位,」經上說,「甘心順服於我,取了奴僕的形像,成為我所愛的孩子,成就了我一切的旨意,因此我便將他從埃及——即從他成為人而降臨的塵世,此處埃及乃是喻指塵世;或按其本義所指的埃及本身——如同對待一位真實所生、蒙愛的兒子那樣,召了回來。至於你們,就是這話所指的對象,你們連同你們的國度,都要被毀滅與滅亡所吞沒。」
‘Since, then,’ he says, ‘this one, having become obedient to me, has taken the form of a slave, and has become a child beloved of me, having accomplished my whole will, for this reason I have called him back from Egypt -- that is, from the world into which, having become man, he had descended, the earthly realm being thus signified -- or, indeed, from Egypt itself, taken in its plain sense -- as a genuine and beloved son. But you, to whom this word is addressed, together with your kingdom, ruin and destruction shall overtake.’
9:4.10
ταῦτα μὲν ἡ προφητεία· πρόδηλον δὲ ὅπως ἀπὸ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τοῦ Ἰουδαίων ἔθνους αὐτονομία τε καὶ ἀρχή
以上便是這篇預言所言。至於自我們救主以來,耶路撒冷如何被圍困、傾覆,猶太民族直到那時所存續的自治與統治權,如何被徹底廢除,這是顯而易見的。
This, then, is what the prophecy says. It is plain how, from the times of our Savior onward, Jerusalem was besieged and cast down, and the autonomy and rule of the Jewish nation, which had until then subsisted, was utterly cast off.
9:4.11
πλὴν ἀλλὰ τρίτον ἤδη τὰ περὶ τῆς Αἰγύπτου καὶ τῆς αὐτόθι ἀφίξεως αὐτοῦ πεπροφήτευται. εἰ δέ τις αὐτὰ μηδαμῶς ἐφαρμόζειν ἐπὶ τὸν ἡμέτερον λέγοι σωτῆρα, ἀλλά γε τῆς τοῦ Ματθαίου παραθέσεως ἀπὸ τῆς παρὰ Μωσεῖ μαρτυρίας αὐτῷ παρειλημμένα, ἣν καὶ ἀρτίως διεληλύθαμεν τὸ ὁ θεὸς ἐξ Αἰγύπτου διηγούμενοι, ἐπεὶ μηδ αὐτὸς ὁ εὐαγγελιστὴς ἀπὸ τῆς τοῦ Ὠσηὲ προφητείας εἰλῆφθαι αὑτῷ τὸ λόγιον ἔφησεν, ὡς δύνασθαι καὶ πόθεν ἐπιζητήσαντας εὑρεῖν αὐτὸ κείμενον, ὅθεν εἰκὸς τὸν εὐαγγελιστὴν πεποιῆσθαι αὐτοῦ τὴν ἔκθεσιν. Ἀπὸ τοῦ Ἡσαΐου
然而,這已是第三次論及埃及與他前往該地之事的預言了。若有人堅稱這些絲毫不適用於我們的救主,那麼仍有馬太所引用之經文,取自摩西著作中的見證,我們剛才在論述「神〔領他〕出埃及」時已作討論——因為福音史家本人並未明言其言論乃取自何西阿的預言,以致我們無從追查其確切出處;由此可見,福音史家很可能正是取材於此。錄自以賽亞書:
Nevertheless, this is now the third time that the matters concerning Egypt and his arrival there have been prophesied. But if anyone should say that these do not at all apply to our Savior, still there remains the citation in Matthew, taken from the testimony in Moses, which we have just now discussed while relating ‘God led him out of Egypt’ -- since the evangelist himself did not say that he had taken his saying from the prophecy of Hosea, so that we might be able to inquire and find where it is set down, whence it is likely that the evangelist made his citation from it. From Isaiah:
9:5.1
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. πάσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος, καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, αἱ τραχεῖαι εἰς ὁδοὺς λείας. καὶ ὀφθήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ, ὅτι κύριος ἐλάλησεν
「在曠野有人聲喊著說:預備主的道,修直他的路徑。一切山谷都要填滿,一切山嶺岡陵都要削低,彎曲的要變為正直,崎嶇的要成為平坦的道路。主的榮耀必要顯現,凡有血氣的都必看見神的救恩,因為這是主親口說的。」
‘A voice of one crying in the wilderness, Prepare the way of the Lord, make straight his paths. Every valley shall be filled, and every mountain and hill shall be brought low, and the crooked places shall become straight, and the rough places smooth ways. And the glory of the Lord shall be seen, and all flesh shall see the salvation of God, for the Lord has spoken.’
9:5.2
Ἔδει καὶ ταύτην ἐπὶ τῶν χρόνων τοῦ σωτῆρος ἡμῶν ἐπὶ πέρας ἐλθεῖν τὴν πρόρρησιν. διόπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν ἐν ἔτει πεντεκαιδεκάτῳ ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τῶν τούτῳ συναριθμουμένων, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην, τὸν τοῦ Ζαχαρίου υἱὸν, ἐν τῇ ἐρήμῳ· ὃς ἐλθὼν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐκήρυσσε βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. τούτοις δ οὖν ὁ εὐαγγελιστης ἐπιμαρτυρεῖ λέγων καθὼς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου καὶ τὰ ἑξῆς
這篇預言,理當在我們救主的時代得以應驗。因此,按福音史家路加所記,在提庇留凱撒在位第十五年,本丟彼拉多作猶太巡撫,以及與他同列的其他官長之時,神的話臨到撒迦利亞的兒子約翰,在曠野裡;他來到約旦河一帶全地,宣講悔改的洗禮,使罪得赦。福音史家便為此事作見證,說:「正如以賽亞先知書上所記:『在曠野有人聲喊著說:預備主的道』」,等等。
It was necessary that this prophecy too should come to fulfillment in the times of our Savior. Wherefore, according to the evangelist Luke, in the fifteenth year of the reign of Tiberius Caesar, Pontius Pilate being governor of Judea, and those reckoned along with him in office, the word of God came upon John, the son of Zacharias, in the wilderness; who, coming into all the region round about the Jordan, preached a baptism of repentance for the remission of sins. To these things, then, the evangelist bears witness, saying: ‘As it is written in the book of the words of Isaiah the prophet, A voice of one crying in the wilderness, Prepare the way of the Lord’ -- and so on.
9:5.3
τί δὴ οὖν ἐβόα ἡ διὰ τοῦ Ἰωάννου φωνὴ ἐπὶ τῆς ἐρήμου κηρύσσουσα, ἢ τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ αὐτοῦ, ὡς ἑρπετοῖς ἐρήμου τυγχάνουσιν, οἰκείως τῷ γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ἐμὶν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς πάλιν τε αὖ τἀς σκολιὰς ψυχὰς εἰς εὐθείας καὶ τὰς τραχείας εἰς ὁδοὺς λείας μετασκευάζουσα ἔφασκε τοῖς αὐτοῖς ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας
那麼,那藉約翰在曠野呼喊的聲音所宣告的,究竟是什麼呢?豈不正是呼召那些出來要受他施洗的群眾——他們正如曠野中的爬蟲,故此恰如其分地被稱作「毒蛇的種類」——要逃避將來的忿怒嗎?並且,這聲音又將彎曲的靈魂變為正直,將崎嶇的變為平坦的道路,向這同一批人說:「你們要結出與悔改相稱的果子來」嗎?
What, then, was that voice crying through John in the wilderness proclaiming, but that it summoned the multitudes going out to be baptized by him -- since they were, as it were, creeping things of the wilderness, fittingly addressed as ‘offspring of vipers’ -- to flee from the wrath to come; and again, transforming crooked souls into straight ones, and rough ones into smooth paths, it said to these same people, ‘Bring forth, therefore, fruits worthy of repentance’?
9:5.4
καὶ ταῦτά γε συνετελεῖτο προπαρασκευάζοντος Ἰωάννου τοὺς ὀψομένους τὴν δόξαν κυρίου, καὶ τὸ καλούμενον σωτήριον τοῦ θεοῦ, οὐκ ἄλλον ὅντα τοῦ Χριστοῦ, ὡς ἐμαρτύρει λέγων ἐγὼ μὲν ὑμὰς ὕδατι βαπτίζω, ἔρχεται δὲ ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὑ οὐκ εἰμὶ ἄξιος τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί
這些事確實已經成就,因約翰預先豫備了那些將要看見主的榮耀、以及那被稱為「神的救恩」——即基督本身——的人,正如他親自作見證所說:「我固然用水給你們施洗,但有一位在我以後來的,能力比我更大,我就是給他提鞋也不配;他要用聖靈與火給你們施洗。」
And these things were indeed accomplished as John prepared beforehand those who were to behold the glory of the Lord and that which is called the salvation of God -- which was none other than the Christ -- as he himself testified, saying: ‘I indeed baptize you with water, but there comes after me one mightier than I, whose sandals I am not worthy to carry; he himself shall baptize you with the Holy Spirit and with fire.’
9:5.5
ὃς καὶ ἰδὼν τὸν Ἰησοῦν ἐρχόμενον ἀνεφώνησεν ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονε. τὸν αὐτὸν δὲ εἶναι τὸ σωτήριον τοῦ θεοῦ καὶ ὁ Συμεὼν ἐμαρτύρησεν, ὃς λαβὼν ἐπὶ ταῖς ἀγκάλαις βρέφος ὄντα τὸν Ἰησοῦν ἔφη νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου; ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὁ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθυῶν
正是他,看見耶穌來到,便喊著說:「看哪,神的羔羊,除去世人罪孽的!這就是我曾說『有一位在我以後來的,反成了在我以前的』那一位。」而西面也為此同一位乃是「神的救恩」作見證:他抱著尚為嬰孩的耶穌,說:「主啊,如今可以照你的話,釋放僕人安然去世;因為我的眼睛已經看見你的救恩,就是你在萬民面前所預備的,是照亮外邦人的光。」
He it was who, seeing Jesus coming, cried out, ‘Behold the Lamb of God, who takes away the sin of the world. This is he of whom I said, After me comes a man who has come to be before me.’ And that this same one was ‘the salvation of God,’ Simeon also bore witness -- he who, taking the infant Jesus into his arms, said: ‘Now, Master, you release your servant, according to your word, in peace; for my eyes have seen your salvation, which you have prepared before the face of all peoples, a light for the revelation of the nations.’
9:5.6
οἷς συνᾴδει καὶ ὁ προφήτης καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ τὸ γὰρ πάσα σὰρξ ἀντὶ πάντων εἴρηται τῶν ἐθνῶν
先知的話也與此相合,說:「凡有血氣的都必看見神的救恩」——因為「凡有血氣的」乃是代指「萬民」而說的。
With these the prophet also agrees, saying, ‘And all flesh shall see the salvation of God’ -- for ‘all flesh’ is said in place of ‘all the nations.’
9:5.7
ὅπως δὲ ταῦτα τέλους ἔτυχε καὶ τὰ ἔθνη τὸν Χριστὸν ἐπέγνω τοῦ θεοῦ μακρῶν οὐ δεῖ λόγων. καὶ τὰ μὲν ῥητὰ τοῦτον ἐπληροῦτο τὸν τρόπον· τί δ ἦν τὸ αἴτιον τοῦ μὴ ἐν πόλεσι, μηδ ἐπ αὐτῆς τῆς Ἱερουσαλὴμ, ἀλλ ἐπὶ τῆς ἐρήμου Ἰωάννην παρελθόντα κηρύττειν; ὁ μέν τις φήσαι ἂν εἰς ἀποπλήρωσιν τῆς προφητείας τοῦτο αὐτὸν πεποιηκέναι
至於這一切事如何成就、外邦人如何認識了神的基督,實在無需長篇大論。以上這些話,便是如此得以應驗的。然而,約翰為何不在城中、甚至不在耶路撒冷本身,而在曠野出來傳講呢?有人或許會說,他這樣做,是為要應驗那篇預言。
As for how these things came to pass, and how the nations came to know the Christ of God, there is no need for lengthy discourse. And these words, then, were fulfilled in this manner. But what was the reason that John came forward to preach not in the cities, nor even in Jerusalem itself, but in the wilderness? One person might say that he did this for the fulfillment of the prophecy.
9:5.8
ἀλλ ὁ ἀκριβὴς εὐθέως ἐξετάζων, αὕτη δὲ ἡ προφητεία τί ποτ ἄρα σημαίνειν βουλομένη τὴν ἔρημον καὶ τὰ κατ αὐτὴν ἐδήλου, πεύσεται · πρὸς ὃν φήσομεν ὅτι καὶ τοῦτο σημεῖον ἦν καθαιρέσεως τῆς Ἱερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ θυσιαστηρίου, τῆς τε κατὰ τὸν Μώσεως νόμον λατρείας, ὅτε μηκέτ αὐτοῖς διὰ τῶν κατὰ νόμον θυσιῶν τὰ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν προυξενεῖτο, ἀλλὰ διὰ καθάρσεως λουτροῦ ἐπὶ τῆς πάλαι διψάδος καὶ ἐρήμου, λέγω δὲ τῆς τῶν ἐθνῶν ἐκκλησίας, παραδιδομένου, ἐν ᾗ καὶ ἡ προφητικὴ γενομένη φωνὴ ἑτοιμάζειν παρακελεύεται τὴν ὁδὸν κυρίου, τὰς μὲν κάτω που εἰς βάθος κακίας ὡς ἐν φάραγγι κειμένας ψυχὰς ἐπαρθήσεσθωι, τὰ δὲ πάλαι ὑψώματα τῆς Ἱερουσαλὴμ καὶ τῶν ἐπ αὐτῆς ἀρχόντων τε καὶ βασιλέων, ὄρη καὶ βουνοὺς ὀνομαζόμενα, ταπεινωθήσεσθαι θεσπίζουσα
然而,若有人更仔細地探究此事,便會立刻追問:這篇預言以「曠野」及其相關之事作為記號,究竟意指什麼?對此,我們要回答:這也是耶路撒冷及其中祭壇被毀、以及摩西律法所規定之敬拜方式被廢除的一個記號——因為那時,罪的赦免不再藉著律法所定的祭物臨到他們,而是藉著洗禮的潔淨,交託在那古時乾渴、荒涼之地——我意思是說,外邦人的教會——之上;那先知的聲音正是在其中發出的,勸勉人預備主的道,並預言那些如同躺在深谷之中、陷在罪惡深處的靈魂必被高舉,而耶路撒冷古時的崇高之處,以及其上的統治者與君王——被稱為山嶺與岡陵者——都必被削低。
But one who examines the matter more carefully will straightway ask what this prophecy could mean by signifying the wilderness and the things pertaining to it. To such a one we shall answer that this too was a sign of the destruction of Jerusalem, and of the altar within it, and of the worship according to the law of Moses -- since no longer through the sacrifices prescribed by the law was the remission of sins procured for them, but through the cleansing of a bath, this being handed over upon the ancient thirsty and desert place -- I mean, the church of the nations -- in which also the prophetic voice, coming to pass, exhorts men to prepare the way of the Lord, foretelling that the souls lying below, as it were, in the depth of wickedness, as in a valley, would be lifted up, while the ancient heights of Jerusalem and of the rulers and kings over her, called mountains and hills, would be brought low.
9:5.9
ὧν ἐπιτελεσθέντων φησὶ πᾶσα σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ, δῆλον δ ὅτι πᾶσα ἡ ἐν σαρκὶ ἐπὶ γῆς ἀναστρέφουσα ψυχὴ Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων καὶ πάντων ἁπαξαπλῶς τῶν ἐθνῶν, ἃ καὶ τῇ προρρήσει ἀκολούθως εἰς πέρας ἐλθόντα δείκνυται
這些事既已成就,經上便說「凡有血氣的都必看見神的救恩」——顯然是指凡在肉身中活於世上的每一個靈魂,無論希臘人或蠻族,總而言之,即所有的外邦人,這事已照著預言得以應驗,昭然可見。
When these things had been accomplished, it says, ‘all flesh shall see the salvation of God’ -- that is, plainly, every soul living in the flesh upon earth, both of Greeks and barbarians, and, in short, of all the nations, which are shown to have come to fulfillment in accordance with the prediction.
下一段 →
← 第 8 章第 10 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。