📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的證明

福音的證明 第 3 章 第 2/5 段

希臘文原文.57 節.部分字詞可點開查義.本章太長已分段,此段為 3:2.62–3:4.41(全章共 273 節)

← 第 2 章第 4 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
3:2.62
οὐ πᾶσι γὰρ ἐφεῖται τὸ μακρόβιον τοῦ Χριστοῦ σπέρμα συνιδεῖν ἢ μόνοις τοῖς ἐξομολογησαμένοις καὶ τὰ δῶρα τὰ ὑπὲρ ἁμαρτιῶν προσάγουσι τῷ θεῷ. μόνων γὰρ τούτων ἡ ψυχὴ ὄψεται σπέρμα μακρόβιον τὸ τοῦ Χριστοῦ, ἤτοι τὴν αἰώνιον ζωὴν αὐτοῦ, τὴν μετὰ τὸν θάνατον, ἢ τὸν καθ ὅλης τῆς οἰκουμένης ἐπισπαρέντα αὐτοῦ λόγον μακρόβιον ἐσόμενον καὶ εἰς τὸ ἀεὶ διαρκέσοντα
因為並非人人都能看見基督長壽的後裔,唯獨那些認罪、並將贖罪之禮物獻與神的人才能。因為唯獨這些人的靈魂能見到基督長壽的後裔——這或是指他死後永恆的生命,或是指他傳遍普天下、必要長壽並永遠延續的道。
For it is not granted to all to perceive the long-lived seed of Christ, but only to those who have confessed and who bring to God the gifts for sins. For only the soul of these will see the long-lived seed of Christ — that is, either his eternal life after death, or his word, sown throughout the whole world, which shall be long-lived and shall endure forever.
3:2.63
πάλιν ἀνώτερον εἰπὼν καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, νῦν μετὰ τὴν σφαγὴν καὶ τὸν θάνατον αὐτοῦ, φησὶν καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ δεῖξαι αὐτῷ φῶς. ἐπεὶ τοίνυν βεβούλευται κύριος ὁ τῶν ὅλων θεὸς καθαρίσαι αὐτὸν τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς, πάντως που βουληθεὶς πράξειεν ἂν ὃ ἐβουλήθη
先知在前面又說「我們也以為他在苦楚之中」,如今在他被殺、死後,卻說:「主願意使他脫離靈魂的痛苦,向他顯明光明。」既然那萬有之神、主,已定意要潔淨他脫離災病、並向他顯明光明,那麼,祂既已定意,就必然完全成就祂所定意的事。
Again, having said above, 'and we accounted him to be in trouble,' now, after his slaughter and death, he says: 'and the Lord wills to remove him from the anguish of his soul, to show him light.' Since, then, the Lord, the God of all, has willed to cleanse him of the plague and to show him light, surely, having willed it, he would in every way accomplish what he willed.
3:2.64
οὐδὲν γάρ ἐστιν ὃ μὴ γίνεται ὧν βούλεται· ἐβουλήθη δὲ αὐτὸν καὶ δεῖξαι αὐτῷ φῶς. ἐποίησεν ἄρα ταῦτα, καὶ καθαρίσας αὐτὸν ἔδειξεν αὐτῷ φῶς. καὶ ἐπεὶ ἐβουλήθη, καὶ βουληθεὶς ἀφεῖλε τὸν πόνον τῆς ψυχῆς αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ φῶς, εἰκότως ὁ προφήτης ἐπισυνάπτει λέγων διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦκα
因為凡祂所定意的事,沒有一件不成就;祂既定意要潔淨他,也定意要向他顯明光明。於是祂便如此行了,潔淨了他,向他顯明了光明。既然祂已定意,並在定意之後除去了他靈魂的痛苦,向他顯明了光明,先知便理所當然接著說:「因此他必承受多人為業,並要分取強者的擄物。」
For there is nothing among the things he wills that does not come to pass; and he willed also to show him light. He therefore did these things, and having cleansed him, showed him light. And since he willed it, and having willed it removed the anguish of his soul, and showed him light, fittingly the prophet adds, saying: 'Therefore he shall inherit many, and shall divide the spoils of the mighty.'
3:2.65
Ἔναθα λοιπὸν ἤδη καὶ τῆς κληρονομίας τοὐ Χριστοῦ μέμνηται τῷ δευτέρῳ συμφώνως ψαλμῷ, δι οὗ περὶ τῆς ἐπιβουλῆς τῆς κατ αὐτοῦ συσκευασθείσης ὀνομαστὶ θεσπίσας ὁ λόγος ἐν τῷ παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἶ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, ἑξῆς ἐπιλέγει κύριος εἶπε πρός με, υἱός μου εἷ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς
在此,先知已然提及基督的產業,這與第二篇詩篇相符合;在該篇詩篇中,道明確地預言了那企圖謀害他的陰謀,說:「地上的君王起來,首領聚集,一同抵擋主,並抵擋主的受膏者」,接著又說:「主對我說:你是我的兒子,我今日生了你。你向我求,我就要將列邦賜你為業,將地極賜你為產業。」
Here, then, he already makes mention also of the inheritance of Christ, in agreement with the second psalm, in which the Word, having expressly declared the plot conspired against him, in the words, 'The kings of the earth stood up, and the rulers gathered together, against the Lord and against his Christ,' goes on to add: 'The Lord said to me: You are my son; today I have begotten you. Ask of me, and I will give you the nations for your inheritance, and the ends of the earth for your possession.'
3:2.66
Ταῦτα δ οὖν τὰ ἔθνη καὶ ὁ προφήτης ἠνίξατο εἰπὼν διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς καὶ ἐπιλέγει καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα. τῶν γὰρ δυνάμεων τῶν ἀντικειμένων, αἱ πάλαι τῶν ἐθνῶν ἦρχον, τὰς ὑποχειρίους ῥυσάμενος ψυχὰς, οἷα δὴ τινα σκῦλα τοῖς οἰκείοις διένειμεν μαθηταῖς
先知在說「因此他必承受多人為業」,並接著說「又要分取強者的擄物」時,所暗指的正是這些外邦。因為他從那些昔日統治列邦的敵對勢力手中,拯救了受其轄制的靈魂,並將這些靈魂,如同一種擄物一般,分賜給了自己的門徒。
These same nations, then, the prophet also hinted at when he said, 'Therefore he shall inherit many,' and adds, 'and shall divide the spoils of the mighty.' For, having rescued the souls that were subject to the opposing powers which formerly ruled the nations, he distributed them, as a kind of spoils, to his own disciples.
3:2.67
διό φησιν ὁ Ἡσαΐας περὶ αὐτῶν καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὃν τρόπον οἶ διαιρούμενοι σκῦλα. καὶ ὁ ψαλμῳδὸς κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου σκῦλα
因此以賽亞論到他們說:「他們必在你面前歡樂,正如分擄物的人一樣。」詩篇作者也說:「主必賜一言與那傳好信息的人,大有能力。那眾軍之王,屬乎那蒙愛者——因家的華美——擄物。」
For this reason Isaiah says concerning them: 'And they shall rejoice before you, as those who divide spoils.' And the psalmist: 'The Lord shall give a word to those who preach good tidings, with great power. The king of the hosts of the beloved — by the beauty of the house — the spoils.'
3:2.68
Εἰκότως τοιγαροῦν καὶ ἐνταῦθα περὶ τοῦ Χριστοῦ φησιν διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς. καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα. διὰ ποῖον δὲ τοῦτο πάλιν ἑξῆς διδάσκει φήσας ἀνθ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη
因此,先知在此論到基督時理所當然地說:「因此他必承受多人為業,又要分取強者的擄物。」至於是為了甚麼緣故,先知接著又教導說:「因為他的靈魂被交付至死,又被列在罪犯之中;他親自擔當了許多人的罪,並因他們的罪被交付。」
Fittingly, then, here too he says concerning Christ: 'Therefore he shall inherit many, and shall divide the spoils of the mighty.' And for what reason, he again teaches next, saying: 'Because his soul was delivered up to death, and he was numbered among the lawless, and he himself bore the sins of many, and was delivered up because of their sins.'
3:2.69
ἀντὶ τούτων γὰρ ἀμειβόμενος αὐτὸν ὁ πατὴρ τῆς ὑπακοῆς καὶ τῆς ὑπομονῆς ἕνεκα δεδώρηται αὐτῷ τὰ ἐγκείμενα· γέγονε γὰρ ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου· νάτου· διὸ καὶ κληρονομήσειν πολλοὺς, καὶ οὐ πρότερον, ἀλλὰ μετὰ τὸ παραδοθῆναι εἰς θάνατον τὴν ψυχὴν αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις λογισθῆναι, θεσπίζεται. διὰ ταῦτα γὰρ εἴρηται κληρονομήσειν πολλοὺς καὶ τῶν ἰσχυρῶν μερίσειν τὰ σκῦλα
因為神為此回報他,因他的順服與忍耐,將所存留的一切賞賜給他;因他順服父,甚至於死。故此,經上宣告他要承受多人為業,而這並非在先,乃是在他的靈魂被交付至死、且被列在罪犯之中以後才成就的。正因這緣故,經上才說他要承受多人為業,且要分取強者的擄物。
For in return for these things, the Father, recompensing him for his obedience and endurance, has granted him the things laid up for him. For he became obedient to the Father unto death; wherefore also it is declared that he shall inherit many — and not before, but after his soul was delivered up to death and numbered among the lawless. For it was on this account that it was said he would inherit many and divide the spoils of the mighty.
3:2.70
ἡγοῦμαι δὲ ἀναμφιλόγως τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ προφητευομένου διὰ τούτων παρίστασθαι. πῶς γὰρ ἀχθέντα, καὶ ἀπὸ τῶν ἀνομιῶν τοῦ Ἰουδαίων λαοῦ θανάτῳ παραδοθέντα, καὶ μετὰ ἀνόμων λογισθέντα ταφῇ τε παραδοθέντα, εἶτα καθαριζόμενον ὑπὸ τοῦ κυρίου, καὶ φῶς παρ αὐτῷ ὀψόμενον, καὶ κληρονομοῦντα πολλοὺς, καὶ σκῦλα τοῖς οἰκείοις διανέμοντα; καὶ ἄλλως δὲ περὶ τῆς μετὰ τὸν θάνατον ἀναβιώσεως αὐτοῦ λέγει που προφητεύων ἐκ προσώπου τοῦ Χριστοῦ ὁ Δαβὶδ οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν
我認為,藉著這些話,無可置疑地已表明了這位受預言者要從死人中復活。因為,一個被帶去、因猶太民族的罪過而被交付至死、且被列在罪犯之中、又被交付埋葬的人,又怎能在此之後被主潔淨、從祂那裡見到光明、承受多人為業、並將擄物分賜給自己人呢?此外,大衛在別處也曾以基督的口吻預言他死後復生之事,說:「你必不將我的靈魂撇在陰間,也不叫你的聖者見朽壞。」
I hold, without dispute, that the resurrection from the dead of the one prophesied is established by these words. For how could he — having been led away, and delivered to death because of the transgressions of the Jewish people, and numbered with the lawless, and delivered to burial — how could he then be cleansed by the Lord, and see light from him, and inherit many, and distribute spoils to his own? And elsewhere too, concerning his return to life after death, David somewhere prophesies, speaking in the person of Christ: 'You will not abandon my soul to Hades, nor will you allow your holy one to see corruption.'
3:2.71
καὶ πάλιν κύριε, ἀνήγαγες ἐξ Ἅιδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. καὶ πάλιν ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου
又說:「主啊,你曾將我的靈魂從陰間領上來,你救我脫離那下入深坑的人。」又說:「那使我從死亡之門被高舉的,好叫我述說你一切的頌讚。」
And again: 'O Lord, you brought up my soul from Hades; you saved me from those who go down into the pit.' And again: 'He who lifts me up from the gates of death, that I may declare all your praises.'
3:2.72
Τούτοις δὲ πᾶσιν ἀντιβλέψαι δύνασθαι οὐδὲ τοὺς σφόδρα ἀγνωμονεστάτους ἡγοῦμαι. πλὴν ἀλλὰ τῆς Ἠσαίου προφητείας τὸ συμπέρασμα τὴν πάλαι στεῖραν καὶ ἔρημον θεοῦ ψυχὴν, ἢ καὶ μᾶλλον τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, εὐαγγελίζεται ἀκολούθως τῇ θεωρίᾳ τῶν εἰρημένων
我認為,即便是最不講理之人,也無法正視這一切。然而,以賽亞預言的結論,與前文所論之意相合,正是向那昔日荒涼、無神的靈魂——或者更確切地說,是向那出於外邦的教會——宣講好信息。
I do not think that even the most utterly unreasonable are able to look these things in the face. Yet the conclusion of Isaiah's prophecy proclaims good tidings, in accordance with the sense of what has been said, to the soul once barren and desolate of God — or rather, to the church of the nations.
3:2.73
ἐπειδὴ γὰρ τὰ πάντα δι αὐτὴν ὁ Χριστὸς ὑπέμεινεν, εἰκότως μετὰ τὰς περὶ αὐτοῦ προρρήσεις ἐπιφέρει λέγων εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. εἶπεν γὰρ κύριος, πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τὰς δέρρεις τῶν αὐλαιῶν σου πῆξον, μὴ φείσῃ· πλάτυνον τὰ σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον· ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει
因為基督為她忍受了一切,所以理所當然,在論及自己的預言之後,先知接著說:「不生育、不懷孕的,你要歡樂;未曾經歷產難的,你要放聲呼喊;因為荒涼婦人的兒女,比有丈夫者的兒女更多。」因為主說:「要擴張你帳幕的地方,張大你居所的幔子,不要限制;要拉長你的繩索,堅固你的橛子;還要向左右開展,因你的後裔必得列邦為業。」
For since Christ endured all things for her sake, fittingly, after the predictions concerning him, he adds, saying: 'Rejoice, O barren one who does not bear; break forth and cry out, you who are not in travail; for the children of the desolate are more than of her who has a husband.' For the Lord said: 'Enlarge the place of your tent, and fix the curtains of your dwellings; spare not; lengthen your cords, and strengthen your stakes; spread out still further to the right and to the left, and your seed shall inherit the nations.'
3:2.74
Ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καθ ὅλης τῆς οἰκουμένης ἐξηπλωμένην καὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν παρατείνουσαν ὁ λόγος εὐαγγελίζεται, σαφέστατα τοῦτο παριστὰς διὰ τοῦ καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει
這些話,道乃是向那出於外邦、遍佈普天下、從日出之地延伸至日落之地的教會宣講好消息,並藉著「你的後裔必得列邦為業」這句話,將此表明得最為清楚。
These things the Word proclaims as good tidings to the church of the nations, spread abroad throughout the whole inhabited world and extending from the rising of the sun to its setting, making this most plainly clear through the words 'and your seed shall inherit the nations.'
3:2.75
πλείονος δὲ ἐξεργασίας δεομένων τῶν κατὰ τὸν τόπον, ἀρκούντως ἐπὶ τοῦ παρόντος ταὐθ ἡμῖν ἐπιτετμήσθω· πλεῖστα δ ἂν καὶ αὐτὸς ἐπὶ σχολῆς ἀναλέξασθαι δύναιο περὶ τοῦ προκειμένου, καὶ ἡ παροῦσα δὲ πραγματεία τῆς Εὐαγγελικῆς Ἀποδείξεως κατὰ καιρὸν ἕκαστα παραδώσεταί τε καὶ ἑρμηνεύσει
由於此處所涉之事尚需更詳盡的闡述,就目前而言,我們姑且以此簡略之言為足;你自己在閒暇時,也可就此議題蒐羅甚多;而這部《福音之證明》的著作,也將在適當的時候,逐一傳授並解明各項細節。
Since the matters concerning this passage require fuller elaboration, let this suffice for us, cut short, for the present; you yourself, at your leisure, could gather a great many more things concerning the subject before us, and the present treatise of the Evangelical Demonstration will, in due course, hand down and explain each particular.
3:2.76
τέως δὲ ἐπὶ τοῦ παρόντος τῆς τῶν προφητῶν περὶ τῆς τοῦ σωτῆρος ἡμῶν προρρήσεως τε καὶ προγνώσεως, καὶ ὡς πᾶσιν ἀνθρώποις εὐηγγελίζετο, ἱκανῶς ἔχει τὰ εἰρημένα, προαναφωνοῦντα προφήτου τινὸς ἄφιξιν, καὶ εὐσέβειαν νομοθέτου Μωσεῖ παραπλησίου, γένος τε αὐτοῦ καὶ φυλὴν καὶ τόπον ὅθεν προελεύσεται, χρόνον τε καθ ὃν ἥξειν προφητεύεται, καὶ γένεσιν, καὶ καὶ ἀναβίωσιν, καὶ ἀρχὴν τὴν κατὰ πάντων ἐθνῶν, ἃ δὴ πάντα παρέστη
就目前而言,關於眾先知對我們救主的預言與預知,以及他如何向萬人宣講好消息,以上所言已足夠:先知們預先宣告了某位先知的來臨,宣告了一位如摩西般敬虔之立法者,宣告了他的家系與支派、以及他所出之地,宣告了他將要來臨的時候,以及他的降生、復生、以及他治理萬邦的權柄——這一切如今皆已陳明。
For the present, then, what has been said suffices concerning the prophets' prediction and foreknowledge of our Saviour, and how he proclaimed good tidings to all men — foretelling in advance the coming of a certain prophet, and the piety of a lawgiver like unto Moses, and his race and tribe and the place from which he would come forth, and the time at which he is prophesied to come, and his birth, and his return to life, and his rule over all nations — all of which have now been set forth.
3:2.77
καὶ ἔτι μᾶλλον διὰ τῶν ἑξῆς παραστήσεται ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν συμπεπερασμένα
並且在接下來的論述中,將更進一步表明,這一切唯獨在我們的救主和主身上得以應驗、成就。
And it will be shown still more, through what follows, that these things are concluded in none other than our Saviour and Lord alone.
3:2.78
ἀλλὰ ταῦτα μὲν ἀπὸ τῶν ἱερῶν λογίων τοῖς πιστεύουσιν αὐτοῖς παρατέθειται· τοῖς δ ἀπειθοῦσι ταῖς προφητικαῖς γραφαῖς ἰδίως ἀπαντήσομεν, ὡς περὶ ἀνδρὸς κοινοῦ καὶ τοῖς λοιποῖς παραπλησίου τέως τὴν ἐξέτασιν ποιούμενοι, ἵνα, ὁπόταν πάντων τῶν ἐξ αἰῶνος βοηθέντων ἐν ἀνθρώποις πολὺ κρείττων ἀσυγκρίτῳ ὑπεροχῇ καὶ διαφέρων ἀναφανῇ, τὸ τηνικάδε καὶ αὐτοῦ φύσεως κατὰ καιρὸν διαλάβωμεν, ἐξ ἐναργῶν τῶν ἀποδείξεων παριστῶντες ὡς οὐκ ἀνθρωπείας ἄρα ἦν φύσεως ἡ περὶ αὐτὸν δύναμις· οἶς ἀκολούθως καὶ τὰ τῆς κατ αὐτὸν θεολογίας, ὡς οἶόν τέ ἐστιν ἡμῖν ἐποπτεῦσαι, ποιησόμεθα. ἐπεὶ τοίνυν τῶν ἀπίστων οἱ πλείους γόητα καὶ πλάνον ἀποκαλοῦντες καὶ μυρίαις ἄλλαις κακηγορίαις βλασφημοῦντες αὐτὸν οὔπω καὶ νῦν παύονται, φέρε καὶ πρὸς τούτους ἀποκρινώμεθα οἴκοθεν, μὲν οὐδὲν, ἐξ αὐτῶν δὲ τῶν αὐτοῦ φωνῶν καὶ ἧς παρέδωκε διδασκαλίας τὰς παραθέσεις ποιούμενοι
以上這些,是根據聖言為那些相信它們的人陳明的;但對於那些不信先知經文的人,我們將另作回應:暫且將他當作一位與眾人相似的尋常之人來進行考察,好使當他顯明為遠遠超越、迥異於自古以來一切曾助益人類者、以無可比擬的卓越而顯出時,我們便可在適當的時候,進一步論及他自身的本性,藉明證確立他身上所彰顯的能力並非出於人的本性;隨後,我們也將盡我們所能,探究關於他的神學。既然大多數不信者仍不斷稱他為術士、騙子,並以無數其他誹謗褻瀆他,至今仍未止息,那麼,讓我們也來回應這些人:我們不憑己意,而是全然引用他自己的言語,以及他所傳授的教導。
But these things have been set forth from the sacred oracles for those who believe them; but to those who disbelieve the prophetic writings we shall respond separately, conducting our examination for the time being as though concerning an ordinary man similar to the rest, so that, when he shall be shown to be far superior to, and different from, all who have ever helped mankind throughout the ages, by an incomparable excellence, we may then in due course also treat of his own nature, establishing from clear proofs that the power at work in him was not, then, of human nature; and following upon this we shall also, as far as it is possible for us to survey it, treat of the theology concerning him. Since, then, most of the unbelievers, calling him a sorcerer and a deceiver, and blaspheming him with countless other slanders, do not even now cease from doing so, come, let us answer these men too, offering nothing of our own, but drawing our citations from his own very words, and from the teaching which he handed down.
3:3.1
Πευστέον δὴ αὐτῶν εἴ ποτέ τις ἄλλος τοιοῦτος πλάνος ἱστόρηται πραότητος καὶ ἐπιεικείας σωφροσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς διδάσκαλος τοῖς ἀπατωμένοις γεγονὼς αἴτιος, καὶ εἰ θεμιτὸν τούτοις ἀποκαλεῖν τοῖς ὀνόμασι τὸν μηδὲ ἐμβλέπειν μετὰ ἐπιθυμίας ἀκολάστου γυναιξὶν ἐπιτρέψαντα, καὶ εἰ πλάνος ὁ τὴν εἰς ἄκρον παραδοὺς φιλοσοφίαν ἐν τῷ τοὺς φοιτητὰς παιδεύειν τῶν ὑπαρχόντων ἐνδεέσι κοινωνεῖν καὶ τὸ φιλόπονον καὶ περὶ πολλοῦ τίθεσθαι, καὶ εἰ πλάνος ὁ τῆς πανδήμου καὶ ἀγελαίου καὶ θορυβώδους συνουσίας ἀνεγείρων, διδάσκων δὲ μόνην ἀσπάζεσθαι τὴν περὶ τὰ θεῖα λόγια σχολήν
必須質問他們:可曾有過另一個這樣的「騙子」,竟成了那些被他「欺騙」之人溫柔、謙和、節制及其他一切美德的導師?並質問是否可用這樣的名稱來稱呼一位甚至不許人以不潔慾念注視婦女的人?並質問若有人將哲學傳授至極致,在教導門徒時,教他們與匱乏者分享所有、又極重視勤勉,這樣的人是否是騙子?並質問那使人脫離眾人聚集、喧囂雜亂之群集生活,而教人唯獨珍愛專注於神聖聖言之閒暇者,是否是騙子?
We must ask them whether any other such deceiver has ever been recorded who became, for those deceived by him, a teacher of gentleness and fairness, of self-control and every other virtue; and whether it is right to apply these names to one who did not even permit men to look upon women with unchaste desire; and whether he is a deceiver who handed down philosophy at its very height, teaching his disciples, in their education, to share with those in want, and to value diligence highly; and whether he is a deceiver who roused men away from the common, herd-like, and tumultuous crowd, teaching them to embrace only the leisure devoted to the divine oracles.
3:3.2
ὁ δὲ παντὸς μὲν ψεύδους ἀποτρέπων, τὴν δ ἀλήθειαν πρὸ παντὸς τιμᾶν παραινῶν, ὡς μηδ εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν· ἔστω γὰρ ὑμῶν τὸ ναὶ ναί, τὸ οὒ οὔ· πῶς ἂν πλάνος ἐνδίκως ὀνομασθείη; καὶ τί με χρὴ πλείονα νῦν λέγειν, παρὸν ἐκ τῶν πρόσθεν εἰρημένων τίς ποτε ἦν ὁ τρόπος γνῶναι τῆς ὑπ αὐτοῦ κατασπαρείσης τῷ βίῳ πολιτείας, ἀφ ἧς οὐχ ὅπως πλάνον, ἀλλά τινα θεῖον ὡς ἀληθῶς καὶ θείας καὶ εὐσεβοῦς, ἀλλ οὐ τῆς κοινῆς καὶ πανδήμου φιλοσοφίας εἰσηγητὴν πᾶς ὁ φιλαλήθης αὐτὸν ὁμολογήσαι ἄν
那使人遠離一切虛謊、勸人凡事以真理為先——甚至無需起誓,更遑論違誓(因為要你們的「是」就說「是」,「不」就說「不」)——這樣的人,又怎能被公正地稱為騙子呢?如今我又何須多言?既然從前文所述,已足以知道他在世間所播下的那種生活方式究竟是何等模樣——凡愛真理者,都會從這種生活方式承認,他不是騙子,而確實是某種神聖的存在,是一種神聖敬虔哲學的引進者,而非那種平庸、世俗哲學的引進者。
And how could he who turns men away from every falsehood, and exhorts them to honour truth above all — so much so that there is no need even of oaths, far less of perjury (for let your 'yes' be 'yes,' and your 'no,' 'no') — how could he rightly be called a deceiver? And what need is there for me to say more now, when it is possible, from what has already been said, to know what manner of life this was that was sown by him among mankind — a life from which every lover of truth would confess him to be, not a deceiver, but truly a kind of divine being, and an introducer of a divine and pious philosophy, not of the common and vulgar kind?
3:3.3
τὸν γοῦν βίον τῶν πάλαι θεοφιλῶν Ἑβραίων ἤδη πως ἐξ ἀνθρώπων ἀπολωλότα μόνος ἀνανεωσάμενος οὐκ εἰς βραχεῖς καὶ μετρίους, ἀλλ εἰς ὅλον ἐφαπλῶσαι ἰὸν κόσμον ἀποδέδεικται διὰ τοῦ πρώτου συγγράμματος τῆς παρούσης ὑποθέσεως· δι οὗ πάρεστιν ἀνθρώποις ἐπὶ σπείρας τοῖς καθ ὅλης τῆς οἰκουμένης τὸν τῶν θεοφιλῶν ἐκείνων ἀμφὶ τὸν Ἀβραὰμ μυρίους τε ὅσους ζηλωτὰς οὐκ ἐξ Ἑλλήνων μόνον, ἀλλὰ καὶ βαρβάρων τῆς ἐκείνων θεοσεβοῦς πολιτείας ἀποδεῖξαι
他獨自一人,將那早已幾乎從世人中消逝的、昔日蒙神所愛之希伯來人的生活方式重新恢復;本書第一卷已經證明,他不僅使這種生活方式流傳於少數、有限之人,更使其普及全世界;藉此,如今遍佈全球各地、聚集成群的世人,都可以指出無數的效法者——不僅是希臘人,也包括蠻族——效法那些昔日蒙神所愛、生活於亞伯拉罕時代之人所奉行的敬虔生活方式。
He alone, indeed, renewed the manner of life of those Hebrews beloved of God long ago — a life already, as it were, perished from among men — and has been shown, through the first treatise of the present work, to have spread it abroad not to a few, moderate number, but over the whole world; by which it is now possible for men gathered in communities throughout the whole inhabited world to point to countless zealots, not from the Greeks only but from the barbarians as well, of the godly polity of those men beloved of God who lived in the time of Abraham.
3:3.4
ἀλλὰ τὰ μὲν ἠθικώτερα τῆς διδασκαλίας αὐτοῦ τοιαῦτα· φέρε δὲ σκεψώμεθα μὴ ἄρα ποτὲ ὁ πλάνος αὐτῷ περὶ τὰ κυριώτατατα τῶν δογμάτων κατεγίνετο
以上便是他教導中較屬倫理的部分。現在讓我們來考察,他的「欺騙」是否恰恰存在於他教義中最為核心的部分。
But such, then, are the more ethical aspects of his teaching. Come, let us examine whether perhaps his deception lay in the most essential of his doctrines.
3:3.5
ἆρ οὖν οὐχὶ μόνῳ τῷ παμβασιλεῖ θεῷ, τῷ καὶ οὐρανοῦ καὶ γῆς καὶ τοῦ σύμπαντος κόσμου δημιουργῷ, αὐτός τε ἀνακείμενος καὶ τοὺς φοιτητὰς προσάγων ἀναγέγραπται, εἰσέτι τε καὶ δεῦρο οἱ τῆς διδασκαλίας αὐτοῦ λόγοι πάντα Ἕλληνα καὶ βάρβαρον ἄνω τὴν διάνοιαν πρὸς τὸν ἀνωτάτω θεὸν ἀνάγουσι, πᾶσαν ὁρατὴν φύσιν ὑπερκύψαντα
豈不是有記載表明,他自己一心歸向那唯一的萬有之王、神——那創造天地與整個宇宙的造物主,並引領他的門徒也如此歸向祂?直到今日,他教導的話語仍引領每一位希臘人和蠻族,將心思超越一切可見的受造之物,向上仰望那至高之神。
Is it not recorded that he himself was devoted, and led his disciples, to the sole King of all, God, the maker of heaven and earth and the whole universe, and that even to this day the words of his teaching lead every Greek and barbarian to raise his mind upward toward the most high God, transcending all visible nature?
3:3.6
ἆρα οὖν μὴ οὗτος ἦν ὁ πλάνος, ἢ ὅτι μὴ καὶ πλείους σέβειν θεοὺς ἐκ τῆς ἀνωτάτω καὶ μόνης ἀληθοῦς θεολογίας τὸν ὡς ἀληθῶς πλάνον τραχηλισθέντα συγχωρεῖ; ἀλλ οὗτος οὐ νεώτερος οὐδ οἰκεῖος αὐτῷ λόγος, τοῖς δ ἐκ μακροῦ πάλαι θεοφιλέσιν Ἑβραίοις προσφιλὴς, ὥσπερ οὖν δέδεικται διὰ τῆς Προπαρασκευῆς, παρ ὧν ἤδη καὶ τῶν νέων φιλοσόφων παῖδες τὰ μεγάλα ὠφελημένοι τῷ δόγματι συνηρέσθησαν. σεμνύνονταί γέ τοι καὶ αὐτῶν Ἑλλήνων οἶ λογιώτατοι ἐπὶ χρησμοῖς τῶν οἰκείων θεῶν ὧδέ πως Ἑβραίων μνημονεύουσιν Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ ἄρ Ἑβραῖοι αὐτογένεθλον ἄνακτα, σεβαζόμενοι θεὸν ἁγνῶς
那麼,他所謂的「欺騙」,莫非就是:這位「真正被揭穿的騙子」竟不容許人敬拜眾多的神明,而堅持那唯一至高、真實的神學嗎?但這道理並非他所新創,也非他所獨有,反倒是昔日蒙神所愛之希伯來人自古以來所珍愛的,正如我們已在《福音之預備》中所示明的;而近代哲學家的門徒,也是從他們得了極大益處,才與這道理相合。事實上,希臘人中最為博學者,也常以自家神明的神諭為榮,其中曾如此提及希伯來人:「唯獨迦勒底人得著智慧,希伯來人也是如此,他們純潔地敬拜那自生的君王為神。」
Was this, then, his deception — that he, truly exposed as a deceiver, refuses to allow the worship of a plurality of gods, in departure from the one highest and true theology? But this doctrine is not new to him, nor peculiar to him alone, but was beloved of old, long ago, by the Hebrews who were dear to God, as has indeed been shown through the Preparation; from whom, moreover, the disciples of the more recent philosophers, having derived great benefit, came to share in this doctrine. Indeed, the most learned among the Greeks themselves pride themselves on the oracles of their own gods, wherein they make mention of the Hebrews somewhat in this fashion: 'The Chaldeans alone obtained wisdom, and the Hebrews too, worshipping in purity a self-begotten king as God.'
3:3.7
Χαλδαίους δὲ τοὺς αὐτοὺς διὰ τὸν Ἀβραὰμ ὠνόμασεν, ἐπεὶ Χαλδαῖος ἢν τὸ γένος, ὡς ἱστορεῖται. εἰ δὴ οὖν καὶ πρόπαλαι παῖδες Ἑβραίων τῶν δὴ μάλιστα καὶ πρὸς τῶν χρησμῶν ἐπὶ σοφίᾳ μεμαρτυρημένων ἐπὶ μόνον τὸν πάντων δημιουργὸν θεὸν ἀνῆγον τὸ σέβας, τί δεῖ πλάνον, οὐχὶ δὲ θαυμαστὸν εὐσεβείας διδάσκαλον ὁμολογεῖν τοῦτον, ὃς τὰ πρόπαλαι μόνοις τοῖς θεοφιλέσιν Ἑβραίοις ἐγνωσμένα εἰς πάντας ἀνθρώπους ἀοράτῳ καὶ ἐνθέῳ δυνάμει προαγαγὼν ἐξήπλωσεν, ὥστε μηκέτι κατὰ τὸ παλαιὸν βραχεῖς τινας καὶ ἀριθμῷ ληπτοὺς ὀρθὰς περὶ θεοῦ φέρειν δόξας, ἀλλὰ μυρία πλήθη βαρβάρων τῶν πάλαι θηριωδεστάτων, λογίων τε καὶ Ἑλλήνων ἀνδρῶν, οἳ τοῖς πάλαι προφήταις καὶ δικαίοις ἀνδράσιν εὐσεβεῖν ὁμοίως διὰ μόνης τῆς αὐτοῦ δυνάμεως ἐπαιδεύθησαν
這神諭之所以稱他們為迦勒底人,乃是因為亞伯拉罕的緣故,因據史書記載,他本是迦勒底人。既然古時希伯來人的子孫——此正是神諭本身特別見證其智慧者——便已將敬拜歸於那唯一創造萬有的神,那麼,這位人物又何必被稱為騙子,而不被承認為敬虔的奇妙導師呢?因為他將昔日唯獨蒙神所愛的希伯來人所知曉之事,藉著無形而神聖的能力,推廣傳揚至萬民,以至於如今不再像從前那樣,只有少數、屈指可數之人持有關於神的正確見解,反倒有無數的蠻族——那些昔日最為野蠻兇殘之人——以及博學的希臘人,都單單藉著他的能力,被教導如同古時的先知與義人一般敬虔度日。
The oracle called these same people Chaldeans because of Abraham, since he was Chaldean by race, as is recorded in history. If, then, even long ago the children of the Hebrews — who indeed have been especially attested for wisdom even by the oracles themselves — directed their worship to the sole creator God of all, why must we call a deceiver, and not rather confess as a wondrous teacher of piety, this man, who took what was long ago known only to the Hebrews beloved of God, and, by an invisible and divine power, brought it forward and spread it abroad to all men — so that no longer, as of old, do only a few, countable in number, hold right opinions concerning God, but countless multitudes of barbarians, once the most savage, as well as learned Greek men, who have been taught to be pious in the same manner as the ancient prophets and righteous men, through his power alone?
3:3.8
ἀλλὰ δὴ τὸ τρίτον σκεψώμεθα, μή ποτ ἄρα τοῦτ ἦν δι ὃ πλάνον αὐτόν φασιν, ὅτι μὴ βουθυσίαις μηδὲ ζῴων ἀλόγων σφαγαῖς μηδ αἷμασι καὶ πυρὶ μηδὲ τοῖς ἀπὸ γῆς ἀναθυμιωμένοις τὸ θεῖον τιμᾶν διετάξατο, ταπεινὰ μὲν καὶ γεώδη ταῦτα καὶ τῆς ἀθανάτου φύσεως οὐδαμῶς οἰκεῖα λογισάμενος, κρίνας δὲ πάσης θυσίας προσηνεστάτην καὶ ἡδεῖαν εἶναι τῷ θεῷ τὴν τῶν οἰκείων ἐντολῶν κατόρθωσιν, δι ὧν αὐτῷ σώματι καὶ ψυχῇ κεκαθαρμένους, νῷ τε διαυγεῖ καὶ δόγμασιν εὐσεβέσιν κεκοσμημένους, τὴν πρὸς τὸν θεὸν ἐξομοίωσιν ἀπομιμεῖσθαι ἐδίδασκεν, διαρρήδην φάσκων ἔσεσθε τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν τέλειός ἐστιν
但讓我們來考察第三點:他們稱他為騙子,是否正是因為他並未規定要以宰牛獻祭、以無理性動物的殺戮、以血與火、或以地上所焚燒冒煙之物來尊崇神明?他認為這些是卑微、屬地之事,絲毫不合乎那不朽的本性;反倒判定,遵行祂自己所頒佈的誡命,才是獻給神最為馨香、最蒙悅納的祭;藉著這些誡命,他教導人,在身體與靈魂上都得潔淨,以清明之心思與敬虔之教義為裝飾,效法與神相似的樣式,並明白地說:「你們要完全,如同你們的天父是完全的。」
But let us examine the third point, whether perhaps this was the reason they call him a deceiver — that he did not ordain that the divine be honoured with sacrifices of oxen, nor with the slaughter of irrational animals, nor with blood and fire, nor with things burnt in offering from the earth, judging these to be lowly and earthly things, in no way proper to the immortal nature; but judging that the fulfilment of his own commandments was the most agreeable and pleasing sacrifice of all to God — commandments by which he taught men, purified in body and soul, adorned with a clear mind and pious doctrines, to imitate likeness to God, expressly saying: 'You shall be perfect, as your Father is perfect.'
3:3.9
εἰ δὴ ταῦτά τις Ἑλλήνων αἰτιῷτο, ἴστω μὴ φίλα τοῖς οἰκείοις διδασκάλοις φρονῶν, οἵ γε, ὡς εἰκὸς, ἐξ ἡμῶν ὠφελημένοι, ἐπεὶ μεθ ἡμᾶς γεγόνασι τοῖς χρόνοις, λέγω δὲ μετὰ τὴν προβεβλημένην ἡμῖν ὑπὸ τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν, οἷα δὴ ἐγγράφως ὡμολόγουν, ἄκουε. Ἀπὸ τῶν Πορφυρίου περὶ ἐμψύχων ἀποχῆς
若有希臘人因此而加以指責,當知他所思所想,與他自己的老師們並不一致;因為這些老師,既是在我們之後才出現於世——我是指在我們救主向我們宣講的教導之後——理當是得益於我們的,正如他們自己也曾以文字承認的那樣,你即將聽到。摘自波菲利《論戒食有生命之物》。
If, then, any of the Greeks should find fault with these things, let him know that he does not think in accord with his own teachers, who, as is likely, having profited from us, since they came after us in time — I mean, after the teaching set forth for us by our Saviour — confessed as much in writing, as you shall hear. From Porphyry's On Abstinence from Animate Beings.
3:3.10
Θεῷ μὲν τὸ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες μήτ ἐπονομάζοντες· νομάζοντες· οὐδὲν γὰρ ἔνυλον, ὅ μὴ τῷ ἀύλῳ εὐθύς ἐστιν ἀκάθαρτον· διὸ οὐδὲ λόγος αὐτῷ ὁ κατὰ φωνὴν οἰκεῖος, οὐδ ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος) διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύσομεν αὐτόν. δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὑτῶν ἀγωγὴν θυσίαν ἱερὰν προσαγαγεῖν θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς, τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται. Ἐκ τῆς Ἀπολλωνίου τοῦ Τυανέως θεολογίας
對那位在萬有之上的神——正如某位智者所言——我們既不當焚香,也不當以感官所能察覺之物來稱呼祂;因為凡屬物質之物,對那非物質者而言,立即便是不潔的;因此,即便是口中所發出的言語,對祂而言也並非合宜之事,甚至連內心的言語,每當它被靈魂的情慾所玷污時,也是如此。我們當以純淨的靜默,以及關於祂之純淨的意念來敬拜祂。因此,我們必須與祂聯合、與祂相似,將自己的生活方式作為聖潔的祭獻與神;而這祭,同時也是頌讚,也是我們的救恩。故此,這祭乃是在靈魂免於情慾、並默觀神之中方能成就。摘自提亞納之阿波羅尼奧斯的神學論。
To the God who is over all, as a certain wise man said, we should offer neither burning incense nor naming aloud any of the things perceived by sense — for nothing material fails to be immediately impure to that which is immaterial; wherefore neither is speech uttered aloud proper to him, nor even inward speech, whenever it is defiled by passion of the soul — but we shall worship him through pure silence and pure thoughts concerning him. It is necessary, therefore, that we, being joined to him and made like him, should offer our own manner of life as a sacred sacrifice to God — the same being both a hymn and our salvation. It is in the soul's freedom from passion, then, and in the contemplation of God, that this sacrifice is accomplished. From the Theology of Apollonius of Tyana.
3:3.11
Ὅὕτως τοίνυν μάλιστα ἂν τις τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου, τυγχάνοι τε αὐτόθεν ἵλεω τε καὶ εὐμενοῦς αὐτοῦ παρ ὁντιναοῦν ἀνθρώπων, εἰ θεῷ μὲν, ὃν δὴ φαμὲν τοῦτον, ἑνί τε ὄντι καὶ κεχωρισμένῳ πάντων, μεθ ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι τὴν ἀρχὴν, μήτε ἀνάπτοι πῦρ μήτε τι καθόλου τῶν αἰσθητῶν ἐπονομάζοι· δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ τῶν κρειττόνων ἤπερ ἡμεῖς ἐσμεν, οὐδ ἔστιν ὃ τὴν ἀρχὴν γῆ ἀνίησι φυτὸν ἢ τρέφει ζῷον ἢ ἀὴρ, ᾧ οὐ πρόσεστί γε μίασμα·) μόνῳ δὲ χρῷτο πρὸς αὐτὸν ἀεὶ τῷ κρείττονι λόγῳ, λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι, παρὰ δὲ τοῦ καλλίστου τῶν ὄντων διὰ τοῦ καλλίστου τοὐ ἐν ἡμῖν αἰτοίη τὰ ἀγαθά· νοῦς δέ ἐστιν οὗτος ὀργάνου μὴ δεόμενος
如此一來,人便能以最恰當的方式關切神明之事,並藉此自然而然,從任何世人那裡都能蒙得祂仁慈與恩惠——即:對於這位我們如此稱呼的神——那唯一、且與萬有分別開來、必須在認識祂之後才能認識其餘一切者——若人根本不向祂獻上任何祭物,不燃點任何火,也不向祂稱述任何感官所能察知之物;因為祂毫無所需,甚至也不需要比我們更卓越的存在之物;地上所生長的植物,動物所養育之物,或空氣所產生之物,沒有一樣是不沾染污穢的;人應當始終唯獨以那更高的理性向祂表達——我是指那不經口而出的理性——並藉著我們內在最美善之物,向那萬有中最美善者祈求美善之事;而這內在最美善之物,正是那不需要任何器官的心智。
Thus, then, one would best exercise the proper care for the divine, and would from that very act obtain the divine's favour and goodwill from any man whatsoever, if to the God — that is, the one we call by this name, being one and separate from all things, after whom it is necessary that the rest be known — he should offer no sacrifice at all, nor kindle fire, nor name any perceptible thing whatsoever; for he needs nothing, not even from beings greater than ourselves, nor is there anything at all which the earth sends up as a plant, or which an animal nourishes, or the air produces, to which impurity does not attach; but let a man always use toward him alone the higher reason — I mean, the one that does not proceed through the mouth — and let him ask for good things from the fairest of beings through the fairest thing within us; and this is the mind, which needs no instrument.
3:3.12
Εἰ δὴ οὖν ταῦτα καὶ πρὸς τῶν παρ Ἕλλησι διαπρεπῶν φιλοσόφων τε καὶ θεολόγων ὁμολογεῖται, πῶς ἂν εἴη πλάνος ὁ μὴ μόνον λόγους, ἀλλ ἔργα τῶν λόγων πολὺ πρότερον τοῖς φοιτηταῖς ἐκτελεῖν παραδοὺς, δι ὧν κατὰ τὸν ὀρθὸν λόγον ἔμελλον θεραπεύειν τὸ θεῖον; ὅπως δὲ καὶ τίσι λόγοις οἱ παλαιοὶ Ἑβραῖοι θύειν μνημονεύονται διειληφότες ἐν τῷ πρώτῳ συγγράμματι τῆς παρούσης ὑποθέσεως, ἐκείνοις ἀρκεσθησόμεθα
既然這些道理連希臘傑出的哲學家與神學家們也都承認,那麼這位不僅傳授言論,更早在此之前,就已將這些言論所對應的實際行為交付門徒去實行的人,又怎能是騙子呢?藉著這些行為,門徒們得以按正理侍奉神明。至於古時希伯來人是本著怎樣的道理獻祭,此事我們已在本書第一卷中詳細分辨陳明,我們就以彼處所述為滿足了。
If, then, these things are also acknowledged by the distinguished philosophers and theologians among the Greeks, how could he be a deceiver, who handed down to his disciples, to carry out, not merely words but — long before this — the very deeds corresponding to these words, by which, according to right reason, they were to worship the divine? And as for how, and with what reasoning, the ancient Hebrews are recorded to have sacrificed — this we have already set forth distinctly in the first treatise of the present work, and with that we shall be content.
3:3.13
ἐπεὶ δὲ πρὸς τοῖς ἐξητσμένοις ἔγνωμεν παρὰ τοῦ Χριστοῦ μαθόντες ὅτι γεννητὸς ὁ κόσμος, καὶ ὅτι οὐρανὸς αὐτὸς καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα ἔργα θεοῦ τυγχάνει, καὶ ὅτι χρὴ μὴ ταῦτα, ἀλλὰ τὸν ποιητὴν αὐτῶν σέβειν, σκέψασθαι δεῖ μὴ ἄρα ἠπατήμεθα, τοῦτον παρ αὐτοῦ διδαχθέντες φρονεῖν τὸν τρόπον
此外,除了以上所考察之事,我們還從基督那裡學到:這世界是被造的,天本身、日、月、星辰皆是神的作為,人當敬拜的不是這些受造之物,而是它們的創造者。我們必須考察,我們是否因受他如此教導而被欺騙了。
But since, in addition to what has been examined, we have learned, having been taught by Christ, that the world is created, and that heaven itself and the sun and moon and stars are works of God, and that it is necessary to worship, not these, but their maker — we must consider whether perhaps we have been deceived in coming to think in this way, having been taught it by him.
3:3.14
καὶ μὴν Ἑβραίων καὶ οὗτος ἦν ὁ λόγος, καὶ φιλοσόφων δὲ οἱ μάλιστα διαφανεῖς τοῖς αὐτοῖς συνηνέχθησαν, γεννητὸν καὶ αὐτὸν τὸν οὐρανὸν, καὶ ἥλιον, καὶ σελήνην, καὶ ἄστρα, καὶ τὸν σύμπαντα κόσμον πρὸς τοῦ τῶν ὅλων ποιητοῦ γεγονότα ἀποφηνάμενοι. ἀλλὰ καὶ συντέλειαν καὶ μεταβολὴν τὴν ἐπὶ τὰ κρείττω τοῦδε τοῦ παντὸς ἔσεσθαι προσδοκᾶν ἐδίδαξεν, ταῖς Ἑβραίων καὶ τοῦτο ἀκολούθως γραφαῖς
其實,這也正是希伯來人的教訓,而哲學家中最為卓越者,也同意這一觀點,宣稱天本身、日、月、星辰,以及整個宇宙,都是由萬有的創造者所造成的。此外,他也教導我們,當期待這整個宇宙將有終結,且要有一次向更美好境地的變化——這一點,同樣也是與希伯來經文相符合的。
And indeed, this was also the doctrine of the Hebrews, and the most eminent of the philosophers agreed with the same, declaring that heaven itself, and the sun, and moon, and stars, and the whole universe had come into being by the maker of all things. But he also taught us to expect that there would be an end and a change for the better of this universe — this too in accordance with the Hebrew scriptures.
3:3.15
τί οὖν; οὐχὶ καὶ ὁ Πλάτων φύσεως λυτῆς καὶ φθαρτῆς οἶδεν αὐτόν τε οὐρανὸν καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, εἰ καὶ μὴ λυθήσεσθαί φησι ταῦτα, τῷ μὴ τὸν συμπήξαντα βούλεσθαι
那又如何呢?柏拉圖豈不也承認,天本身、日、月及其餘星辰,其本質皆是可解散、可朽壞的,儘管他說這些不會被解散,只因那將它們構造在一起者不願意它們解散?
What then? Does not Plato too know heaven itself, and the sun and moon and the rest of the stars, to be of a nature that is dissoluble and perishable, even though he says that they will not be dissolved, because he who framed them together does not will it?
3:3.16
εἰ δ ἄρα βουληθείη εἶναι φύσεως τοιαύτης, ψυχὴν δὲ ἀθάνατον ἔχειν ἡμᾶς κατ οὐδὲν μὲν ἐμφερῆ τοῖς ἀλόγοις ζῴοις, τῶν δὲ τοῦ θεοῦ δυνάμεων φέρουσαν ἀπεικονίσματα διδάξας ἡγεῖσθαι, οὕτως τ ἔχειν καὶ διακεῖσθαι καὶ φρονεῖν πάντα βάρβαρον καὶ ἰδιώτην παιδεύσας, ἆρ οὐχὶ σοφωτέρους ἀπείργασται τοὺς καθ ὅλης τῆς οἰκουμένης τὰ αὐτοῦ φρονοῦντας τῶν τὰς ὀφρῦς ἀνεσπακότων, οἳ μηδὲν κατὰ τὴν οὐσίαν διαφέρειν ἀπεφήναντο ἐμπίδος τε καὶ εὐλῆς καὶ μυίας τὴν ἐν ἀνθρώποις ψυχὴν, ἀλλὰ καὶ ὄφεως καὶ ἐχίδνης ἄρκτου τε καὶ παρδάλεως καὶ συὸς ψυχῆς κατ οὐδὲν, ὅσον ἐπὶ λόγῳ φύσεως τε καὶ οὐσίας, τὴν σφῶν αὐτῶν τῶν φιλοσοφωτάτων ψυχὴν διαλλάττειν
然而,若他確實願意宇宙具有這樣的本性——同時又教導我們持守:我們擁有不朽的靈魂,絲毫不類於無理性的動物,卻帶有神各樣能力的影像——並訓練了每一個蠻族與凡夫俗子都如此看待、如此思想,那麼,他豈不是使遍及全世界、持守他這教導之人,比那些揚眉自負者更為明智嗎?那些人竟宣稱,人的靈魂就其本質而言,與蚊蟲、蛆蟲、蒼蠅的靈魂毫無分別;甚至宣稱,就連他們當中最愛智慧者自己的靈魂,就本性與本質的道理而言,與蛇、毒蛇、熊、豹、或豬的靈魂,也毫無二致。
But if indeed he willed the universe to be of such a nature — and having taught us to hold that we have an immortal soul, in no way resembling irrational animals, but bearing images of the powers of God, and having trained every barbarian and common man to be thus disposed and to think in this way — has he not thereby made those throughout the whole inhabited world who think as he taught wiser than those supercilious ones, who declared that the soul in men differs in no way, as regards its essence, from that of a gnat, a worm, or a fly — nay, that the soul even of the most philosophical among themselves differs not at all, so far as the reasoning of its nature and essence is concerned, from the soul of a serpent, a viper, a bear, a leopard, or a swine?
3:3.17
καὶ θείου δὲ πρὸς τούτοις δικαιωτηρίου συνεχῶς ὑπομιμνήσκων καὶ μελλούσης ἔσεσθαι κρίσεως, κολάσεις τε καὶ τιμωρίας ἀπαραιτήτους τοῖς ἀσεβέσιν ὑπογράφων, τοῖς τε εὐσεβέσιν ἐπαγγελίας θεοῦ αἰωνίου ζωῆς καὶ οὐρανῶν βασιλείας καὶ σὺν θεῷ μακαρίας διαγωγῆς, τίνα ἂν πλανήσειεν, οὐχὶ δὲ μᾶλλον προτρέψαιτο σπεύδειν μὲν ἐπ ἀρετὴν, τῶν προσδοκωμένων ἕνεκα τοῖς εὐσεβέσιν ἐπάθλων, ἀποτρέπεσθαι δὲ πάσης κακίας διὰ τὰς ἐπηρτημένας τοῖς ἀσεβέσι τιμωρίας
此外,他還不斷提醒人有神聖的審判之所,有將要來臨的審判;他向不虔敬者描述那無可逃避的懲罰與刑罰,又向虔敬者應許神所賜的永生、天國、以及與神同在的蒙福生活——這樣的教導,能欺騙誰呢?豈不是反倒激勵人,為了虔敬者所期盼的獎賞而急切追求美德,並因不虔敬者所面臨的懸而未決之刑罰而遠離一切邪惡嗎?
And moreover, in addition to these things, constantly reminding us of the divine tribunal, and of the judgment that is to come, and describing inescapable punishments and penalties for the impious, and, for the pious, God's promises of eternal life and the kingdom of the heavens and a blessed life spent with God — whom could he possibly deceive by this? Would he not rather urge them to hasten toward virtue, for the sake of the rewards awaited by the pious, and to turn away from all wickedness because of the punishments hanging over the impious?
3:3.18
ἐν τοῖς δογματικοῖς τῶν αὐτοῦ λόγων παρειλήφαμεν εἶναί τινας μετὰ τὸν ἀνωτάτω θεὸν δυνάμεις, ἀσωμάτους τὴν φύσιν καὶ νοερὰς, λογικάς τε καὶ παναρέτους, τὸν παμβασιλέα χορευούσας, ὧν πλείους καὶ μέχρι ἀνθρώπων νεύματι τοῦ πατρὸς διά τινας σωτηρίους οἰκονομίας ἀπεστάλθαι· ἃς δὴ γνωρίζειν καὶ τιμᾶν κατὰ τὸ μέτρον τῆς ἀξίας ἐδιδάχθημεν, μόνῳ τῷ παμβασιλεῖ θεῷ τὴν σεβάσμιον τιμὴν ἀπονέμοντες
在他教義性的言論中,我們得知:在至高神之後,存在著某些能力,其本性是無形、理性、有靈智、且充滿各樣美德的,環繞侍立於萬王之王身旁;其中有許多,更是奉父的旨意,為了某些拯救性的經綸而被差遣,直至人間。我們被教導要按其應得的程度去認識、尊重這些能力,同時,唯獨將那當受敬拜的尊榮歸給那萬王之王、神自己。
In the doctrinal part of his teachings we have received that there exist certain powers after the most high God, incorporeal in nature and intellectual, rational and possessed of every virtue, dancing in attendance upon the King of all — many of whom, moreover, have been sent even as far as men, by the nod of the Father, for certain saving dispensations; and these we have been taught to acknowledge and honour according to the measure of their worth, while assigning the reverent honour that belongs to worship to the King of all, God, alone.
3:3.19
ἔτι πρὸς τούτοις ἔγνωμεν παρ αὐτοῦ μαθόντες πολεμίας τινὰς καὶ ἐχθρὰς τοῦ ἀνθρωπείου γένους ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτᾶσθαι, καὶ σὺν τοῖς πονηροῖς διατρίβειν δυνάμεις δαιμόνων, καὶ πνευμάτων πονηρῶν, καὶ τῶν ἐν τούτοις ἀρχόντων, οὓς παντὶ σθένει φεύγειν πεπαιδεύμεθα, εἰ καὶ ὅτι μάλιστα θεῶν προσηγορίας καὶ τιμὰς ἑαυτοῖς ὑφαρπάζουσιν, ταύτης δ οὖν ἔτι μᾶλλον τῆς θεομαχίας καὶ τῆς θεοεχθρίας ἕνεκεν ἀποτρεπτέας εἷναι, καθ ἃς ἐν τῇ Προπαρασκευῇ πεποιήμεθα διὰ πλείστων ἀποδείξεις. τοιαῦτα ἄττα τυγχάνει καὶ ἐν τοῖς δογματικοῖς μαθήμασι τοῦ σωτῆρος ἡμῶν ἀναφερόμενα, Ἑβραίων τῶν πάλαι θεοφιλῶν ἀνδρῶν τε καὶ προφητῶν ἄντικρυς εὐσεβῆ παιδεύματα
除此之外,我們還從他那裡得知:有一些與人類為敵、心懷仇恨的勢力,在環繞大地的空氣中飛翔遊蕩;有惡魔的能力、邪惡的靈、以及在其中掌權者,與惡人同住;我們被教導要竭盡全力逃避這些,儘管他們最喜以神明的名號與尊榮攫為己有;正因為這種抵擋神、與神為敵的緣故,這些勢力更當被人所遠避——關於這一點,我們已在《福音之預備》中作了大量的論證。這些,便是我們救主教義性教導中所包含的一些內容,而它們與昔日蒙神所愛之希伯來人與眾先知敬虔的教訓,實在完全一致。
Furthermore, in addition to these things, we have come to know, having learned it from him, that certain powers hostile and inimical to the human race fly about in the air surrounding the earth, and that powers of demons and evil spirits, and their rulers among them, dwell together with the wicked — whom we have been trained to flee with all our strength, even though above all they usurp for themselves the titles and honours belonging to gods; and that, precisely because of this warfare against God and enmity toward God, they are all the more to be shunned — concerning which we have furnished proofs at great length in the Preparation. Such, then, are some of the things found among the doctrinal teachings of our Saviour — teachings plainly identical with the pious instruction of the Hebrews, those men beloved of God, and the prophets, of old.
3:3.20
εἰ δὴ οὖν ταῦτα σεμνὰ, εἰ ὠφέλιμα, εἰ φιλόσοφα, εἰ ἀρετῆς μεστὰ, τίσιν εὐλόγως ἂν ὁ τούτων διδάσκαλος ἐπιγραφείη τὸ τοῦ πλάνου ὄνομα; ἀλλὰ ταῦτα μὲν ὡς περὶ κοινοῦ τὴν φύσιν ἀνθρώπου τέως ἐξητάσθω, παραστατικὰ τῆς σεμνῆς καὶ βιωφελοῦς διδασκαλίας αὐτοῦ τυγχάνοντα· φέρε δὴ καὶ τὰ θειότερα σκεψόμεθα
既然這一切都是莊嚴的、有益的、合乎哲理的、充滿美德的,那麼,教導這一切的人,又怎能合理地被冠上「騙子」之名呢?以上這些,姑且就當作論及一位本性平凡之人來加以考察,作為證明他那莊嚴而有益人生之教導的憑證;如今,讓我們接著來考察更屬神聖的事。
If, then, these things are dignified, if beneficial, if philosophical, if full of virtue, on what reasonable grounds could the teacher of these things be inscribed with the name of deceiver? But let these matters, for the present, be examined as concerning a man of common nature — these being things that serve to demonstrate his dignified and life-benefiting teaching; come, then, let us also consider the more divine matters.
3:4.21
Καὶ δὴ σκεψώμεθα ὅσων καὶ οἵων σὺν ἀνθρώποις τὰς διατριβὰς πεποιημένος παραδόξων γέγονε ποιητὴς ἔργων, τοτὲ μὲν λεπροὺς τὸ σῶμα δυνάμει θείᾳ καθαίρων, τοτὲ δὲ προστάγματι λόγου τοὺς ἐν ἀνθρώποις δαίμονας ἐλαύνων, καὶ ἄλλοτε πάλιν νοσηλευομένοις καὶ παντοίοις ἀσθενειῶν εἴδεσι καταπονουμένοις τὴν ἴασιν ἀφθόνως δωρούμενος
現在讓我們來考察,他與世人同住之時,究竟成就了何等眾多、何等奇妙的作為:他時而以神聖的能力潔淨身患痲瘋之人,時而僅憑一句話的命令便驅逐附在人身上的鬼魔,又有時毫不吝惜地將醫治賜給病人,以及各種疾病所苦之人。
Let us now consider, then, how many and what kind of marvellous works he became the doer of, while spending his time among men — at one time cleansing lepers in body by divine power, at another driving out by the mere command of his word the demons that were in men, and at other times again bestowing healing without stint upon the sick and upon those afflicted with every kind of infirmity.
3:4.22
καὶ ποτὲ μὲν ἔφησε παραλυτικῷ ἀναστὰς ἆρον τὸν κράβατόν σου, καὶ περιπάτει, ὁ δὲ τὸ κελευσθὲν ἐποίει
有一次,他對一個癱瘓的人說:「起來,拿起你的床,行走吧!」那人便照他所吩咐的去行。
And on one occasion he said to a paralytic: 'Rise, take up your bed, and walk' — and he did as he was commanded.
3:4.23
τυφλοῖς δὲ πάλιν ἄλλοτε τὰ βλεπτικὰ τοῦ φωτὸς ἐχαρίζετο· ἤδη δέ ποτε καὶ αἱμορροοῦσα γυνὴ μακραῖς ἐτῶν περιόδοις πρὸς τοῦ πάθους κατατρυχομένη, ἐπειδὴ ἑώρα μυρία πλήθη κυκλοῦντα αὐτὸν, καὶ μηδαμῶς ἐπιτρέποντα αὐτῇ γονυπετῆσαι προσελθούσῃ τοῦ τε πάθους τὴν ἀπαλλαγὴν ἐξαιτήσασθαι, ἀλλὰ καὶ ἄκρου τοῦ ἱματίου προσψαῦσαι μόνον διανοηθεῖσα ὑποδύνει, καὶ τοῦ κρασπέδου ἐπιλαβομένη ὁμοῦ καὶ τῆς τῶν κακῶν ἰάσεως ἐπελάβετο, παραχρῆμά τε ὑγιὴς ἦν, τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως δεῖγμα μέγιστον ἐπικομιζομένη
他又曾在別的場合,將視力的恩賜賜給瞎眼之人;又有一次,一個患血漏之疾多年、被此病症折磨殆盡的婦人,因她看見有無數的群眾環繞著他,絲毫不可能讓她上前跪下、求他免去這病症;於是她便打定主意,只要摸到他衣服的邊緣即可,便從人群中潛身而入,一抓住衣裳的繸子,便同時抓住了她病痛的醫治,當下便痊癒了;她因此帶回了我們救主內具神性大能之至大明證。
And to the blind, again at other times, he granted the faculty of sight. Then there was also, once, a woman with a flow of blood, worn out by her affliction over long periods of years; since she saw the countless multitude surrounding him, and that it would in no way permit her to draw near, fall at his knees, and beg for release from her affliction, she resolved instead only to touch the hem of his garment, and slipped in beneath the crowd; and having taken hold of the fringe, she at the same time laid hold of the healing of her ills, and was immediately made whole, bearing away the greatest proof of the power of our Saviour's indwelling divinity.
3:4.24
ἄλλος δέ τις βασιλικὸς ἀνὴρ κακῶς ἔχοντα τὸν παῖδα προσπεσὼν τῷ Ἰησοῦ παραχρῆμα σῶον ἀπελάμβανεν· καὶ θυγατέρα πάλιν ἄλλος, Ἰουδαίων δὲ ἀρχισυνάγωγος ἦν, ἀλλ οὗτος ἤδη καὶ θανοῦσαν
又有一位王室官員,為他患病的兒子俯伏在耶穌面前,立刻便得回一個痊癒的兒子;又有另一人,是猶太人會堂的管理者,為他的女兒求告,但這女兒當時甚至已經死了。
And a certain other man of royal rank, falling before Jesus on behalf of his son who was ill, immediately received him back sound; and another again, for his daughter — this one was a ruler of a synagogue of the Jews — but in his case she had already even died.
3:4.25
τί δεῖ λέγειν ὡς τεταρταῖος ἄλλος δυνάμει τοῦ Ἰησοῦ νεκρὸς ἠγείρετο; ἢ ὡς ἐπὶ θαλάττης, οἷα ἐπὶ λεωφόρου γῆς, τὰς πορείας ἤνυεν ποιούμενος, τῶν αὐτοῦ μαθητῶν ἐμπλεόντων, καὶ ὡς χειμασθέντων ἐπετίμησε τῇ θαλάσσῃ καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις, καὶ πάντα γε ἔστη παραχρῆμα, οἷα δεσπότου φωνὴν καταπτήξαντα
何須再說,另有一人已死了四天,卻藉耶穌的能力復活了?又何須再說,他行走於海面之上,如同行走於陸地的大道一般,當時他的門徒正乘船航行;又何須再說,當他們遭遇風暴之時,他斥責海洋、波濤與狂風,一切便立刻靜止,彷彿在主人的聲音前俯伏戰慄一般?
What need is there to say how another man, four days dead, was raised by the power of Jesus? Or how he made his way over the sea, as though upon a highway on land, while his disciples were sailing, and how, when they were caught in a storm, he rebuked the sea and the surge and the winds, and everything immediately stood still, as though cowering before the voice of its master?
3:4.26
πέντε δὲ χιλιάδας ἀνδρῶν συνεπιπαρόντος μυρίου ἄλλου γυναικῶν τε καὶ παίδων πλήθους ἐκ πέντε τὸν ἀριθμὸν ἄρτων εἰς κόρον πληρώσας, ὡς καὶ περιττὰ τοσαῦτα, ὅσα ἱκανὰ ἦν πληρῶσαι δώδεκα κοφίνους λαβεῖν, τίνα οὐκ ἂν ἐκπλήξειεν ^ καὶ ἐπὶ ζήτησίν γε εἰκότως τῆς κατ αὐτὸν ἀπορρήτου δυνάμεως ἐκκαλέσεται; ἀλλ ἔνα μή μοι τὰ νῦν ὁ λόγος εἰς μακρὸν μῆκος ἐκτείνοιτο, ἐπὶ πᾶσιν ἐκκείσθω ὁ αὐτοῦ θάνατος, οὐ κοινὸς τοῖς λοιποῖς ἀνθρώποις γεγενημένος
他曾以五個餅,使五千個男子——連同同在場的無數婦女與孩童——都吃飽,甚至剩下的零碎還足以裝滿十二個籃子。這樣的事,有誰能不為之驚訝呢?這豈不理當引人去探究他身上那不可言喻的能力嗎?但為免此刻的論述拖得太長,就讓一切之上,他的死也被陳明出來——那並非與其餘世人相同的死。
And having satisfied to the full five thousand men, with a countless further multitude of women and children besides present with them, from five loaves in number — so that even the leftover fragments were enough to fill twelve baskets — whom would this not astonish? And would it not rightly call forth an inquiry into the ineffable power at work in him? But, lest my discourse should now be drawn out to great length, let his death, above all things, be set forth — a death which was not common, as that of the rest of mankind.
3:4.27
οὐ γὰρ νόσῳ διαφθαρεὶς, ἀλλ οὐ δ̀ βρόχῳ ἢ πυρὶ, οὐδὲ μὴν κατ αὐτὸ τοῦ σταυῥοῦ τὸ τρόπαιον ὁμοίως τοῖς λοιποῖς κακούργοις ὑποτμηθεὶς σιδήρῳ τὰ σκέλη, οὐδὲ ὅλως πρός τινος ἀνθρώπων παθών τι τῶν ἀναιρεῖν εἰωθότων βίαιον ὑπέμνε τελευτὴν, ἀλλ ὡς αὐτὸ μόνον ἑκὼν παρεδίδου τοῖς ἐπιβουλεύουσι τὸ σῶμα ἀνωρθοῦτο μὲν ἀπὸ γῆς αὐτίκα, κἄπειτα ἐπὶ τοῦ ἰκρίου φωνήσας μέγα, καὶ τῷ πατρὶ παρατιθεὶς τὸ πνεῦμα, εἰπὼν αὐτοῖς ῥήμασιν πάτερ εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου, οὕτως ἄφετος καὶ ἐλεύθερος αὐτὸς ἀφ ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο
因為他既非因疾病而喪命,也非因繩索或火而死,甚至也不像其餘的惡人那樣,在十字架這同一標記上,被人用鐵器打斷雙腿;他也絕非因任何慣於殺人者施加的暴力而遭致死亡;相反地,唯獨是他自願將身體交付給那些謀害他的人:他的身體才剛從地面被豎立起來,他便在木架上大聲呼喊,將自己的靈魂交託給父,用這樣的話說:「父啊,我將我的靈魂交在你手裡。」他就這樣,全然出於自己、自由自主地,親自完成了靈魂離開身體之事。
For he was destroyed neither by disease, nor by the noose, nor by fire, nor was he, on that very trophy of the cross, having his legs broken with iron in the manner of the other malefactors, nor did he in any way at all suffer a violent death at the hands of any of those accustomed to put men to death; but only in this way — that he willingly delivered up his body to those who plotted against him: as soon as it was raised up from the ground, he then, crying out with a loud voice upon the gibbet, and commending his spirit to the Father, saying in these very words, 'Father, into your hands I commend my spirit,' thus, of his own accord, released and free, made his own departure from the body.
3:4.28
εἶτα δὲ τοῦ σώματος αὐτοῦ ληφθέντος πρὸς τῶν γνωρίμων καὶ τῇ προσηκούσῃ παραδοθέντος ταφῇ, τριταῖος αὖθις ἀπελάμβανε τοῦτο, ὁ πρὶν ἀναχωρήσας ἑκών
其後,他的身體被相識之人領去,得以合宜安葬;到第三天,那先前自願離去者,又重新取回了這身體。
Then, when his body had been taken by his acquaintances and given over to a fitting burial, on the third day he who had previously departed of his own will took it up again.
3:4.29
καὶ δείκνυσί γε πάλιν αὐτὸς ἑαυτὸν ἔνσακρον, ἔνσωμον, αὐτὸν ἐκεῖνον οἷος καὶ τὸ πρὶν ἢν τοῖς οἰκείοις μαθηταῖς, οἶς καὶ ἐπὶ βραχὺ ὁμιλήσας, καί τινα συνδιατρίψας χρόνον, ἄνεισιν ὅθεν καὶ παρῆν, ὑπ ὀφθαλμοῖς αὐτῶν τὴν εἰς οὐρανοὺς πορείαν στειλάμενος· οἷς δὴ καὶ ὑποθήκας περὶ τῶν πρακτέων παραδοὺς διδασκάλους τῶν ἐθνῶν ἁπάντων τῆς ἀνωτάτω θεοσεβείας ἀπέφηνεν
他又再次向自己的門徒顯現自己,是有血肉之軀、有形有體的,正是先前那同一位;他與他們簡短交談,並同住了一段時間之後,便升上他原先所來之處,在他們眼前展開了升天的行程。他也向他們留下了應當如何行事的訓示,並任命他們為萬邦傳授那至高敬神之道的教師。
And again he showed himself, in the flesh, in the body, that very same one, such as he had also been before, to his own disciples; and having conversed with them a short while, and spent some time together with them, he ascended again to the place from which he had also come, making, before their very eyes, his journey to the heavens. And to them, moreover, having handed down instructions concerning what they must do, he appointed them teachers of the highest reverence for God to all the nations.
3:4.30
τοιαῦτα ἢν τοῦ σωτῆρος ἡμῶν τὰ πολυύμνητα τῆς ἀρετῆς θαύματα· ταῦτα τῆς ἐν αὐτῷ θεότητος τὰ τεκμήρια· ταῦτα καὶ αὐτοὶ λογισμῷ σώφρονι τεθαυμάκαμεν, βεβασανισμένῃ τε καὶ ἐξητασμένῃ τῇ κρίσει κατεδεξάμεθα
以上便是我們救主那備受頌揚的德能所行的奇事;這些便是他自身神性的證據;我們自己也是以清醒的思慮讚嘆這些事,並以經過反覆審察、驗證的判斷接受了這一切。
Such, then, were the much-celebrated wonders of the virtue of our Saviour; these are the proofs of the deity within him; these we ourselves have admired with sober reasoning, and have accepted with a judgment that has been tested and examined.
3:4.31
ἐξήτασται παρ ἡμῖν καὶ βεβασάνισται ταῦτα καὶ δι ἑτέρων πραγμάτων ἐναργῶν πάντα ἀνακαλυπτόντων λόγον, δι ὧν αὐτὸς ὁ κύριος ἡμῶν εἰσέτι καὶ νῦν οἷς ἂν κρίνειεν μικρά τινα τῆς αὐτοῦ δυνάμεως παραφαίνειν εἴωθε, πλὴν ἀλλὰ καὶ τῆς λογικωτέρας μεθόδου, ἣν προσάγειν εἰώθαμεν τοῖς οὐ παραδεχομένοις τὰ προειρημένα, ἀλλ ἤτοι παντελῶς ἀπιστοῦσιν αὐτοῖς καὶ μηδὲν καθόλου γεγονέναι τοιοῦτον πρὸς αὐτοῦ φάσκουσιν, ἢ γεγονέναι μὲν, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων, ὡς ἂν ὑπ ἀνδρὸς πλάνου, ἐπιθέσθαι. εἰ δὲ χρὴ καὶ ἐπὶ τοῦ παρόντος βραχέα πρὸς τοὺς δεδηλωμένους ἐνστῆναι, οὐκ ἀπολειψόμεθα σπουδῆς, ἄλλως δέ πως αὐτοῖς ἀπαντήσομεν., Εἰ δὲ λέγοιεν μηδὲν τὴν ἀρχὴν πεποιηκέναι τὸν σωτῆρα ἡμῶν θαυμαστὸν μηδέ τι παράδοξον ὣν ἐμαρτύρησαν οἶ γνώριμοι, σκεψώμεθα εἰ πιθανὸς ὁ λόγος αὐτοῖς ἔσται, μὴ τὴν αἰτίαν ἔχουσιν ἀποδιδόναι, δι ἣν οἶ μὲν μαθηταὶ, ὁ δὲ διδάσκαλος ἐχρημάτισαν. ὅ τε γὰρ διδάσκων ἐπαγγελίαν μαθήματός τινος ἐπαγγέλλεται, οἵ τε αὖ μαθηταὶ, μαθημάτων ὀριγνώμενοι, σφᾶς αὐτοὺς τῷ διδασκάλῳ προσφέροντες ἐπιτρέπουσι
這些事,我們也已藉著其他清楚顯明一切真情的事情,加以考察並驗證——藉此,我們的主直到如今,仍照祂所判斷合宜之人,習慣稍稍顯出祂能力的一些小小徵兆。然而,我們也慣常使用一種更合乎理性的方法,用來對付那些不接受前述之事的人,這些人要不是完全不信、宣稱他根本沒有行過任何這樣的事,就是承認確有其事,卻另外將其歸因於巫術,說那是為了欺哄旁觀者所行,彷彿出於一個騙子之手。若在此刻也有必要對上述之人作簡短的駁斥,我們也絕不會怠於此事,只是要以另一種方式來回應他們。若他們說,我們的救主根本未曾行過任何奇妙、非凡之事——那是他的相識之人所見證的——那麼讓我們考察一下,他們的說法是否站得住腳,因為他們無法解釋這樣一個緣故:門徒之所以為門徒、老師之所以被稱為老師,其緣由何在。因為教導者總要宣告某種學問的教授,而門徒們,既渴求學問,便將自己交付、委身於這位教師。
These things have been examined and tested by us also by means of other matters clearly revealing, in every case, the true account of them — matters by which our Lord himself, even now still, is accustomed to display, to those whom he may judge fit, some small tokens of his power. Yet still, there is also the more rational method, which we are accustomed to bring to bear against those who do not accept what has been said, but either disbelieve it altogether and assert that no such thing whatsoever was done by him, or admit that it happened, but attribute it otherwise to sorcery, practised for the deception of onlookers, as though wrought by a man who was a deceiver. And if it is necessary, on the present occasion also, to press briefly against those who have been described, we shall not fall short in earnestness, but shall answer them in a different manner. If they should say that our Saviour did nothing at all wonderful or marvellous, of the things his acquaintances testified to, let us consider whether their argument will be plausible, seeing that they cannot give the reason why the ones became disciples, and the other came to be called teacher. For the one who teaches makes a promise of some subject of instruction, and the disciples, in turn, desiring instruction, offer and entrust themselves to the teacher.
3:4.33
τίνα οὖν ἔστιν εἰπεῖν αἰτίαν τῶν τοῦ Ἰησοῦ μαθητῶν τῆς σὺν αὐτῷ διατριβῆς, καὶ τί τὸ ἀναγκαῖον τῆς περὶ αὐτὸν σπουδῆς, τίνων δὲ καὶ διδάσκαλον ἐπεγράφοντο μαθημάτων; ἢ τοῦτο μὲν δῆλον; πάντως γάρ που ὧν παρ αὐτοῦ μαθόντες εἰς ἑτέρους ἐξήνεγκαν· παραγγελίαι δ ἦσαν αὐτῷ φιλοσόφου βίου, ὃν ὑπογράφων αὐτοῖς ἔλεγεν μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδόν, καὶ τὰ τοιαῦτα, τῇ δὲ πάντα διοικούσῃ προνοίᾳ αὑτοὺς ἀναθέντας μηδὲν μεριμνᾶν τῶν χρειῶν ἕνεκα, παρῄνει δ αὐτοῖς καὶ τῶν Ἰουδαίοις ὑπὸ Μώσεως παρηγγελμένων κρείττονα φρονεῖν
那麼,我們可以指出耶穌門徒與他同住的緣由是甚麼?他們對他如此熱切追隨的必要性又何在?他們又是以何種學問而尊他為師呢?這豈不是很清楚嗎?他們必定是把從他所學之事傳授給了他人;而他給他們的教訓,正是一種哲學式的生活方式;他為他們如此規劃道:「不要為腰帶預備金銀,行路也不要帶口袋」,以及諸如此類的話——教導他們既已將自己託付於那治理萬有的天命,就當為所需之事毫無憂慮。他也勸勉他們,要存比摩西所吩咐猶太人更高尚的心志。
What cause, then, can be given for the disciples of Jesus spending their time with him, and what was the necessity of their devotion to him, and of what teachings did they inscribe him as their teacher? Or is this indeed clear? For surely they proclaimed to others the very things they had learned from him. And his instructions to them concerned a philosophical way of life, which he sketched out for them, saying: 'Do not acquire gold or silver for your belts, nor a bag for the road,' and such like things — that, having committed themselves to the providence that governs all things, they should be anxious about nothing for the sake of their needs; and he exhorted them also to think more highly than what had been commanded to the Jews by Moses.
3:4.34
τὸν μὲν γὰρ οἶα προχείροις εἰς ἀνδροφονίας νομοθετῆσαι μὴ φονεύειν· ὡσαύτως δὲ καὶ μὴ μοιχεύειν, οἶα λαγνιστάτοις καὶ καταφερεστάτοις, καὶ αὖ πάλιν μὴ κλέπτειν, οἷα δουλοπρεπεστάτοις, αὐτοὺς δὲ δεῖν τούτους μὲν ἡγεῖσθαι μὴ προσήκειν αὑτοῖς τοὺς νόμους, τὸ δ ἀπαθὲς τῆς ψυχῆς περὶ πολλοῦ προτιμᾶν, κάτωθεν ἐκ βάθους αὐτῆς διανοίας ὥσπερ ἀπὸ ῥιζῶν τὰ τῆς κακίας ἀποτέμνοντας βλαστήματα, καὶ κρατεῖν μὲν ὀργῆς καὶ πάσης αἰσχρὰς ἐπιθυμίας πειρᾶσθαι, μᾶλλον δὲ μηδὲ ὀργίζεσθαι δι ἄκραν ψυχῆς ἀπάθειαν ^ μηδὲ προσβλέπειν γυναῖκα μετὰ ἐπιθυμίας ἀκολάστου, τοῦ δὲ κλέπτειν τοὐναντίον καὶ τὰ οἰκεῖα προἵεσθαι τοῖς δεομένοις, ἀλλὰ μηδὲ σεμνύνεσθαι ἐπὶ τῷ μὴ ἀποστερεῖν ἀλλήλους, ἀλλ ἐπὶ τῷ τοὺς σφᾶς ἀποστερεῖν προηγουμένους ἀμνησικάκως φέρει
摩西所立的法律『不可殺人』,是彷彿為那些容易動殺念之人而立的;同樣,『不可姦淫』,是彷彿為那極其淫蕩、極易墮落之人而立的;又『不可偷盜』,是彷彿為那心性最為卑賤如奴之人而立的。而耶穌卻教導他們,應當認為這些律法本不適用於自己,反倒應當高度珍視靈魂免於情慾之自由,從心思最深之處,如同從根拔除般,斬斷邪惡的萌芽;並教導他們,應當努力克制忿怒與一切羞恥的慾念,甚或更進一步,因靈魂達到極致的無情慾之境,而根本不動怒;也不可帶著不潔的慾念注視婦女;至於偷盜,則恰恰相反,要將自己所擁有的,慷慨地施予有需要的人;甚至不應以自己不欺詐他人為榮,反倒應當在別人先欺詐自己時,毫無怨恨地忍受下來。
For Moses had legislated 'not to murder' as though for men prone to homicide; and likewise, 'not to commit adultery,' as for the most lustful and most given to lechery; and again, 'not to steal,' as for men of the most slavish disposition — whereas Jesus taught that they must consider these laws as not properly applicable to themselves, and instead value highly the freedom of the soul from passion, cutting off, from the very depths of the mind, as if from the roots, the shoots of wickedness; and that they must try to master anger and every shameful desire — or rather, not even feel anger at all, because of the utmost freedom of the soul from passion — nor even look upon a woman with unchaste desire; and, as for stealing, he taught the opposite: to give freely of one's own possessions to those in need; and moreover not even to pride themselves on not defrauding one another, but rather to bear patiently, without resentment, the wrongs of those who defraud them first.
3:4.35
καὶ τί με δεῖ συναγαγεῖν πάνθ ὅσα ὁ μὲν ἐδίδασκεν, οἱ δ ἐμάνθανον; παρή̣νεῖ δ αὐτοῖς πρὸς τοῖς ἄλλοις τῆς ἀληθείας οὕτως ἔχεσθαι ὡς μηδ εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν ^ παρασκευάζειν δὲ τὸν τρόπον παντὸς ὅρκου πιστότερον φαίνεσθαι, μέχρι τοῦ ναί καὶ τοῦ οὔ χωροῦντας ^ σὺν ἀληθείᾳ τοῖς ῥήμασι χρωμένους
我又何須將他所教、門徒所學的一切逐一列舉呢?他曾勸勉他們,除了別的事以外,要如此持守真理,以至於連合法的起誓都不需要,更遑論違誓;反倒要使自己的品行養成,比任何誓言都更值得信賴,只需說到「是」與「不是」即可,並使自己的言語總與真理相稱。
And why should I need to gather together all the things which he taught and they learned? He exhorted them, among other things, to hold so firmly to truth that they would have no need even of lawful oaths, far less of perjury; but rather so to prepare their character that it might appear more trustworthy than any oath — going only so far as 'yes' and 'no,' using words together with truth.
3:4.36
πευστέον τοίνυν τίνα ἂν ἔχοι λόγον τοὺς τῶν τοιωνδὶ ἀκροατὰς ^ ἤδη δὲ καὶ διδασκάλους τῶν αὐτῶν φύνφύντας μαθημάτων ^ πεπλάσθαι ὑπονοεῖν ὅσα διαπράξασθαι τὸν διδάσκαλον ἐμαρτύρησαν
因此必須追問:既然這些人聽了如此教訓,並且他們自己後來也成了同樣教義的教師,那麼,認為他們捏造了他們所見證其師所行的一切,這樣的推測究竟有甚麼合理根據呢?
It must, then, be asked what reasonable account there could be for supposing that the hearers of such teachings — who moreover themselves became teachers of these very same doctrines — fabricated the things which they testified their teacher had accomplished.
3:4.37
τί δὲ τὸ πιθανὸν τοῦ νομίζειν συμφώνως ἅπαντας ψεύσασθαι, δώδεκα μὲν ὄντας τὸν ἀριθμὸν τοὺς ἐκκρίτους, ἑβδομήκοντα δὲ τοὺς λοιποὺς, οὓς καὶ ἀποστεῖλαι λέγεται ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πάντα τόπον καὶ χώραν οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι,. ἀλλ οὐδεὶς αἱρεῖ λόγος ἀπιστεῖσθαι τοσοῦτο πλῆθος ἀνδρῶν εὐσεβῆ καὶ σεμνὸν βίον ἀσπασαμένων ^ καἰ πάντων μὲν τῶν οἰκείων ὠλιγωρηκότων, ἀντὶ δὲ τῶν φιλτάτων, γυναιγυναικὸς λέγω καὶ παίδων καὶ παντὸς γένους, τὸν ἀκτήμονα τρόπον ἑλομένων, καὶ τήν περὶ τοῦ διδασκάλοῦ μαρτυρίαν σύμφωνον ὡς ἀφ ἑνὸς στόματος εἰς πάντας ἀνθρώπους ἐξενηνοχότων
而說他們眾人一致同謀說謊,這又有甚麼可信之處呢?其中特選出十二人,其餘還有七十人,據說他曾差遣他們二人一組,在他自己之前,前往一切他將要去的地方與區域。然而,沒有任何道理能讓人不信這樣一大群人:他們選擇了敬虔而莊重的生活方式,捨棄了自己所有的一切,並且不惜捨去至親至愛的——我是說妻子、兒女、以及一切親族——而選擇了一無所有的生活;而他們對這位老師的見證,卻異口同聲,彷彿出自一人之口,傳遍了萬民。
What plausibility is there in supposing that they all agreed together to lie — the chosen ones being twelve in number, and the rest seventy, whom he is said to have sent out, two by two, before his face, into every place and region where he himself was about to come? But no reasoning permits us to disbelieve so great a multitude of men, who had embraced a pious and dignified way of life, who had disregarded all their own possessions, and who, in place of their dearest things — I mean wife, and children, and every kin — chose a life of poverty, and who, with one accord, as though from a single mouth, carried forth to all mankind a testimony concerning their teacher.
3:4.38
ὁ μὲν οὖν κύριος καὶ πρῶτος καὶ ἀληθὴς λόγος εἴη ἂν οὑτος· σκεψώμεθα δὲ καὶ τὸν ἐναντίον. ἔστω γὰρ ὁ μὲν διδάσκαλος, οἱ δὲ μαθηταί· εἶθ ὡς ἐν ὑποθέσει λόγου ὁ μὲν μὴ τὰ προλελεγμένα διδασκέτω, τὰ δ ἐκείνοις ἐναντία, παρανομεῖν δηλαδὴ, καὶ ἀσεβεῖν, καὶ ἀδικεῖν, καὶ πλεονεκτεῖν, καὶ ἀποστερεῖν, καὶ εἴ τι ἕτερον κακὸν λέγοιτο, λανθάνειν δ ἐπὶ πᾶσι τούτοις σπουδάζειν, καὶ τὸ ἦθος μάλ εὐφυῶς ἐπικρύπτεσθαι προσχήματι σεμνῆς διδασκαλίας καὶ εὐσεβείας ἐπαγγελίᾳ καινῇ· οἱ δὲ ταῦτα μετερχέσθων, καὶ τὰ τούτων ἔτι μοχθηρότερα, διὰ τὸ προαλὲς τῆς κακίας καὶ αὐτοδίδακτον αὐτῆς· ἐπὶ μέγα δὲ πλαστοῖς ῥήμασιν ἐπαιρόντων τὸν διδάσκαλον, μηδενὸς ψευδοῦς φειδόμενοι λόγου· πάντα δὲ αὐτῷ τὰ παράδοξα καὶ τὰς θαυματουργίας πεπλασμένως ἐπιγραφόντων, ὡς ἂν θαυμάζοιντο καὶ αὐτοὶ καὶ μακαρίζοιντο, οἷα μαθηταὶ τοιοῦδε γενέσθαι ἠξιωμένοι
以上這個,便是首要、根本而真實的說法。但讓我們也來考察其反面的假設。姑且設有一位老師,及若干門徒;然後,如同論證中的一個假設那樣,姑且讓這位老師不教前面所說的那些,反倒教與之相反的:違法、不虔、不義、貪婪、欺詐,以及其他任何可稱為邪惡之事;並讓他在這一切事上竭力隱瞞,極其巧妙地以莊重教訓的外表與嶄新虔誠的宣稱,來掩飾自己的品行;讓門徒們也追隨同樣的惡行,甚至比這些更為敗壞——因邪惡本身的躁進與其無師自通的特性;並讓他們用虛構的言詞極力吹捧這位老師,毫不吝惜任何虛假的言論;讓他們將一切奇事與神蹟妄自捏造,歸於他名下,好使他們自己也能因此受人讚嘆、被人稱有福,彷彿他們配得成為這樣一位人物的門徒一般。
This, then, would be the principal, first, and true account. But let us consider also the contrary hypothesis. Let there be, then, a teacher, and disciples; then, as in a hypothesis of argument, let the one not teach what has been said above, but the opposite of it — that is, to break the law, to be impious, to act unjustly, to be covetous, to defraud, and whatever other evil might be named — and let him take pains to keep this hidden in all these things, and let him very cleverly conceal his character under the pretence of dignified teaching and the fresh profession of piety; and let the disciples pursue these same things, and things even more depraved than these, because of the impetuosity of wickedness and its being self-taught; and let them exalt their teacher to a great degree with fabricated words, sparing no false statement; and let them ascribe to him, falsely, all the marvels and wonder-workings, so that they themselves too might be admired and counted blessed, as having been deemed worthy to become disciples of such a man.
3:4.39
φέρε οὖν ἴδωμεν εἰ τοιοῖσδε οὖσιν αὐτοῖς συστῆναι οἷόν τε ἦν τὸ ἐπιχείρημα. κακῷ δὴ κακὸν οὔ φασιν εἶναι φίλον, ἀλλ οὐδὲ ἀγαθῷ. πόθεν οὖν ἐν πλήθει τοσῶνδε ἀνδρῶν ἡ τῶν κακῶν εὕρηται συμφωνία; πόθεν ἡ περὶ τῶν αὐτῶν ἐν πᾶσιν αὐτοῖς ὁμόφωνος μαρτυρία, ἡ μέχρι θανάτου ὁμοφροσύνη; ἀνδρὶ δὲ γόητι τοιάδε διδάσκοντι καὶ τοιάδε ἐπαγγελλομένῳ τίς ἂν τὴν ἀρχὴν προσέσχε τὸν νοῦν; εἴποις ἂν ὅτι γόητες ἄλλοι τοῦ καθηγητοῦ κατ οὐδέν. ἆρ οὖν οἵδε τὸ τέλος οὐ συνεωράκεσαν τοῦ διδασκάλου καὶ οἵῳ κέχρητο θανάτῳ; τί δῆτα οὖν καὶ μετὰ τὸ αἴσχιστον ἐκεῖνο τέλος αὐτοῦ ἐπέμενον, τὸν ἐν νεκροῖς θεολογοῦντες, ἢ τί ἄρα ποθοῦντες, τὰ ἴσα παθεῖν; καὶ τίς πώποτ ἐπ οὐδενὶ λόγῳ πρόδηλον ἕλοιτο ἂν τοιαύτην τιαωρίαν
那麼,讓我們來看看,這些人若真是如此,這樣的圖謀是否真能得逞。人說:惡與惡不能為友,甚至惡與善也不能為友。那麼,在如此眾多的人當中,這樣一致的邪惡,究竟從何而來呢?他們眾人對同一件事那異口同聲的見證,那甚至至死不渝的同心,又從何而來呢?對於一個教導這樣的事、宣稱這樣的事的騙子,起初又有誰會理睬他呢?你或許會說,其餘那些人也不過是與這位首領同類的騙子罷了。那麼,這些人豈不曾親眼目睹他們老師的結局、以及他所遭受的死亡是何等模樣嗎?那麼,在他那最為可恥的結局之後,他們為何仍然堅持下去,宣揚一個死人為神呢?他們究竟渴求甚麼,以至甘願遭受同樣的苦難呢?又有誰會毫無緣由地,事先便甘願選擇這樣顯而易見的懲罰呢?
Come then, let us see whether, being such as this, the attempt could actually have succeeded for them. It is said that evil is not a friend to evil, nor even to good. Whence, then, in so great a multitude of men, was such a harmony of evil ever found? Whence such unanimous testimony concerning the same things among them all — a unanimity of mind extending even unto death? To a man who is a charlatan, teaching such things and promising such things, who would from the very outset have paid any heed at all? You might say that the others were charlatans, in nothing different from their leader. Then, did these men not witness together the end of their teacher, and what kind of death he suffered? Why then, after that most shameful end of his, did they persist, proclaiming as God one who was among the dead — or what, then, could they have desired, that they should suffer the like? And who, ever, for no reason at all, would choose so manifest a punishment beforehand?
3:4.40
καὶ μὴν δεδόσθω τιμᾶν αὐτὸν συνόντα ἔτι καὶ σὺν αὐτοῖς διατρίβοντα, καὶ δι ἀπάτης αὐτοὺς, ὡς ἂν φαίη τις, ἀποπλανῶντα, τί οὖν, ὅτι καὶ μετὰ τὴν τελευτὴν, καὶ πολὺ μᾶλλον τότε ἢ πρότερον, αὐτὸν τεθειάκασιν, ἐπεὶ σὺν ἀνθρώποις μένοντα λέγονται καὶ ἀπολελοιπέναι καὶ ἀπηρνῆσθαί ποτε, ὅτε αὐτῷ τὰ τῆς γε ἐπιβουλῆς ἐσκευώρητο, μετὰ δὲ τὸ ἐξ ἀνθρώπων γενέσθαι ἀσμένως αὐτοὶ θνήσκειν μᾶλλον ᾑροῦντο, ἢ τῆς ὑπὲρ αὐτοῦ μαρτυρίας ἀγαθῆς ἐξίστασθαι
而且,就算容許他們在他還與他們同在、共同生活之時,如某人所可能說的,因受他的欺騙而被誘導,尊崇他也罷;那麼,何以在他死後——甚至比先前更加如此——他們竟將他奉為神呢?要知道,據記載,他們在他還活在世人之中時,曾一度離棄他,甚至否認他,那正是在陰謀策劃害他之時;然而,在他離世之後,他們反倒甘願慷慨赴死,也不願背棄他們對他良善的見證。
And yet, let it be granted that they honoured him while he was still present and living among them, and, as one might say, being led astray by him through deception — what then of the fact that, after his death, and far more then than before, they made him a god? Since it is said that, while he was still living among men, they at one point even abandoned him and denied him, at the time when the plot against him was being contrived; but after he had departed from among men, they were themselves glad rather to die than to renounce their good testimony concerning him.
3:4.41
εἰ δὴ οὖν μηδὲν ἀγαθὸν συνεγνωκότες τῷ διδασκάλῳ, μὴ βίον, μὴ μάθημα, μὴ πρᾶξιν, μὴ ἔργον ἐπαίνου ἄξιον, μηδὲ μὴν κατά τι ὠφελημένοι πρὸς αὐτοῦ, ἢ ὅσον πονηρίαν καὶ ἀνδρῶν πλάνην, πῶς ἔθνησκον προθύμως τὰ σεμνὰ καὶ ἐπίδοξα περὶ αὐτοῦ μαρτυροῦντες, παρὸν ἑκάστῳ ζῆν ἀπραγμόνως, καὶ ἐπὶ τῆς οἰκείας ἑστίας μετὰ τῶν φιλτάτων τὸν ἀκίνδυνον διάγειν βίον
既然如此,若說門徒們對他們的老師一無所知有何美善之處——無論是生活方式、教訓、行為、或任何值得稱讚的作為——甚至根本未曾從他得著任何益處,除了邪惡與欺哄世人以外,那麼,他們又怎會如此樂意赴死,見證關於他那莊嚴、榮耀之事呢?要知道,他們原本大可各自安然度日,在自己的爐灶旁,與至親至愛之人共度無所危難的生活。
If, then, they knew of nothing good in their teacher — neither a manner of life, nor teaching, nor deed, nor any work worthy of praise — nor had been benefited by him in any respect at all, save only wickedness and the deception of men, how then did they die so readily, testifying to dignified and glorious things concerning him, when it was possible for each of them to live free from trouble, and, at their own hearth, together with their dearest ones, to pass a life free from danger?
← 上一段下一段 →
← 第 2 章第 4 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。