📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的證明

福音的證明 第 3 章 第 4/5 段

希臘文原文.58 節.部分字詞可點開查義.本章太長已分段,此段為 3:5.104–3:7.12(全章共 273 節)

← 第 2 章第 4 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
3:5.104
οἱ δὴ οὖν μηδὲν τῆς ἀληθείας ἐν τοῖς ἀπεμφαίνουσι καὶ σκυθρωποῖς παραχαράξαντες πῶς οὐκ ἂν εἶεν ἄξιοι καὶ ἐν τοῖς λοιποῖς, οἶς ἐμαρτύρησαν αὐτῷ τὰ παράδοξα, φαύλης ἐκτὸς ὑπονοίας καθεστάναι; αὐτάρκης μὲν οὖν καὶ ἡ τῶνδε τυγχάνει περὶ τοῦ σωσωτῆρος ἡμῶν μαρτυρία. οὐδὲν δὲ οἷον ἐκ περιουσίας καὶ τῷ ἐξ Ἑβραίων Ἰωσήπῳ μάρτυρι χρήσασθαι, ὃς ἐν τῷ ὀκτωκαιδεγͅάτῳ τῆς ἸουδαΙ·κής Ἀρχαιολογίας τὰ κατὰ τοὺς Πιλάτου χρόνους ἱστορῶν μέμνηται τοῦ σωτῆρος ἡμῶν ἐν τούτοις
那麼,這些人既在那些違逆情理、令人愁苦之事上絲毫沒有竄改真相,他們又怎能不在其餘的事上——即他們就他的超乎尋常之事所作的見證上——也被判定為毫無不良嫌疑呢?這些人有關我們救主的見證,本身已足夠充分。但若能格外多加援引出身希伯來人的約瑟夫作見證,也是再好不過的事;他在《猶太古史》第十八卷中,記述彼拉多當政時期的史事時,曾如此提及我們的救主:
Those, then, who falsified nothing of the truth in the discordant and sorrowful matters -- how could they not be judged worthy, in the remaining matters also, in which they bore witness to his extraordinary works, to be free of any base suspicion? The testimony of these men concerning our Savior is, then, sufficient in itself. But there is nothing like also making use, over and above what is needful, of Josephus the Hebrew as a witness, who, in the eighteenth book of his Jewish Antiquities, narrating the events of the times of Pilate, makes mention of our Savior in the following terms:
3:5.105
Γίνεται δὲ κατ ἐκεῖνον τὸν χρόνονἸησοῦς, σοφὸς ἀνὴρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή. ἦν γὰρ παραδόξων ἔργων ποιητὴς, διδάσκαλος ἀνθρώπων τἀληθῆ σεβομένων. καὶ πολλοὺς μὲν τοῦ Ἰουδαικοῦ, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν· καὶ αὐτὸν ἐνδείξει τῶν παρ ἡμῖν ὰρχόντῶν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες
『那時興起了一位耶穌,一位智者——若可以稱他為人的話。因為他是超乎尋常作為的成就者,是那些樂於接受真理之人的教師。他吸引了許多猶太人,也吸引了許多希臘人。這人就是基督。當我們的官長們控告他,彼拉多判他釘十字架時,那些起初就愛他的人並沒有停止(愛他)。』
'Now there arose about this time Jesus, a wise man, if indeed one ought to call him a man; for he was a doer of extraordinary works, a teacher of men who receive the truth with pleasure. And he drew to himself many of the Jews, and many also of the Greek nation. This man was the Christ; and when, upon the indictment of the leading men among us, Pilate had condemned him to the cross, those who had loved him from the first did not cease [to do so].'
3:5.106
ἐφάνη γὰρ αὐτοῖς τρίτην ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ εἰρηκότων. ὅθεν εἰσέτι νῦν ἀπὸ τοῦδε τῶν Χριστιανῶν οὐκ ἐπέλιπε τὸ φῦλον
『因為到第三日,他又活著向他們顯現,正如那些神聖的先知早已論及他而說了這些事,以及無數其他的事。因此,直到如今,那從他而得名的基督徒一族,仍未消亡。』
'For he appeared to them alive again on the third day, the divine prophets having spoken these things and countless other things concerning him. Whence, even to this day, the tribe of the Christians, so named from him, has not disappeared.'
3:5.107
Εἰ τοίνυν καὶ κατὰ τὸν ἱστορικὸν μαρτυρεῖμαρτυρεῖταί οὐ μόνον τοὺς δώδεκα ἀποστόλους οὐδὲ τοὺς ἑβδομήκοντα μαθητὰς ἐξῳκειωμένος, ἀλλὰ πολλοὺς μὲν τοῦ Ἰουδαϊκοῦ, πολλοὺς δὲ τοῦ Ἑλληνικοῦ προσαγόπροσαγόμενος, δῆλος ἂν εἴη περιττόν τι κεκτημένος παρὰ τοὺς λοιποὺς ἀνθρώπους
既然如此,如果連這位史家也作見證,說他所感召歸附的,不僅是十二使徒,也不僅是七十門徒,更吸引了許多猶太人與許多希臘人前來歸附,這便清楚顯明,他確實擁有某種超越其餘眾人之處。
If, then, it is testified also by the historian that he had won over to himself not only the twelve apostles nor only the seventy disciples, but had drawn to himself many of the Jewish and many of the Greek nation, it would be clear that he possessed something surpassing other men.
3:5.108
πῶς γὰρ ἂν ἄλλως προσήγετο τοῦ ἸουδαΙ·κοῦ καὶ τοῦ Ἑλληνικοῦ πλείους, εἰ μή τισι θαυμαστοῖς καὶ παραδόξοις ἔργοις καὶ ξενιζούσῃ κέχρητο διδασκαλίᾳ; μαρτυρεῖ δὲ καὶ ἡ τῶν Πραξέων τῶν ἀποστόλων γραφὴ, ὅτι πολλαὶ μυριάδες ἦσαν Ἰουδαίων ἀνδρῶν πεπεισμένων αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ὑπὸ τῶν προφητῶν κατηγγελμένον. καὶ ἡ ἱστορία δὲ κατέχει ὡς καὶ μεγίστη τις ἦν ἐκκλησία Χριστοῦ ἐν τοῖς Ἱεροσολύμοις ὑπὸ Ἰουδαίων συγκροτουμένη μέχρι τῶν χρόνων τῆς κατ Ἀδριανὸν πολιορκίας
因為若非憑藉某些奇妙超乎尋常的作為,以及一種新奇而使人驚異的教訓,他又怎能吸引到猶太人與希臘人的絕大多數呢?《使徒行傳》一書也作見證說,有許多萬猶太人相信他就是神的基督,就是眾先知所宣告的那一位。史書也記載,在耶路撒冷曾有一個由猶太人所組成、極為龐大的基督教會,一直存留到哈德良圍城的時代為止。
For how else could he have drawn to himself the greater part of the Jewish and the Greek nation, unless he had employed certain marvelous and extraordinary works, and a strange and startling teaching? And the writing of the Acts of the Apostles also bears witness that there were many myriads of Jewish men persuaded that he was the Christ of God, the one proclaimed by the prophets. And history likewise records that there was a very great church of Christ in Jerusalem, composed of Jews, down to the times of the siege under Hadrian.
3:5.109
λέγονται γοῦν οἱ πρῶτοι κατὰ διαδοχὴν προστάντες αὐτόθι ἐπίσκοποι Ἰουδαῖοι γεγονέναι, ὧν καὶ τὰ ὀνόματα εἰσέτι νῦν παρὰ τοῖς ἐγχωρίοις μνημονεύεται· ὡς καὶ ἐκ τούτων λελύσθαι πᾶσαν τὴν κατὰ τῶν μαθητῶν αὐτοῦ διαβολὴν, ὅτε καὶ πρὸς αὐτῶν καὶ δίχα τῆς αὐτῶν μαρτυρίας μυρία ὁμολογεῖται πλήθη Ἰουδαίων τε καὶ Ἑλλήνων αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ δι ὧν ἐπετέλει παραδόξων ἔργων ὑφ ἑαυτὸν πεποιημένος
據說,最初在此接續擔任主教之職的,乃是猶太人,他們的名字至今仍為當地居民所記念;因此,由此也可駁倒一切對他門徒的中傷,因為無論是憑他們自己的見證,還是撇開他們的見證不論,皆有公認之事,即耶穌基督——神的基督——藉著他所成就的種種超乎尋常的作為,使無數猶太人與希臘人歸服於自己。
It is said, at any rate, that the first bishops who successively presided there were Jews, whose very names are still remembered to this day by the local inhabitants; so that from these facts too every slander against his disciples is refuted, since it is acknowledged, both by them and apart from their testimony, that Jesus himself, the Christ of God, brought countless multitudes of Jews and Greeks under his own sway through the extraordinary works he performed.
3:5.110
Ἀλλὰ τούτων ἡμῖν ἐπὶ τοσοῦτον εἰρημένων πρὸς τὸ πρῶτον τῶν ἀπίστων τάγμα, φέρε καὶ πρὸς τὸ δεύτερον στῖφος ἐνστῶμεν. τοῦτο δὲ ἦν τὸ τῶν συνομολογούντων μἐν τὸν Ἰησοῦν τὰ παράδοξα πεποιηκέναι, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων, οἶα θαυματουργὸν ἢ φαρμακέα τινα, θαυμαστῶσαι τοὺς παρόντας
然而,既然我們已就第一類不信之人論述至此,來罷,讓我們也來對付第二群人。這一類人,雖然承認耶穌成就了那些超乎尋常之事,卻主張他不過是憑術士的手法,藉此迷惑觀者,如同某個行奇術者或行邪術之人一般,使在場的人感到驚異罷了。
But since we have said this much to us against the first order of unbelievers, come, let us now take our stand also against the second band. This was the class of those who, while conceding that Jesus performed his extraordinary works, [held] that he did so, rather, by sorcery, to the deception of onlookers, astonishing those present as some wonder-worker or magician might.
3:6.1
Καὶ δὴ τούσδε πρῶτον ἀπάντων ἐρωτητέον τίνα φαῖεν πρὸς τὰ προωδευμένα; ἆρα γὰρ ἐπινοῆσαι δυνατὸν, ἄνδρα διδάσκαλον σεμνῆς καὶ παναρέτου πολιτείας, ὑγιῶν τε καὶ ἀληθῶν δογμάτων, οἵων προδιήλθομεν, γόητα τὸν τρόπον γεγονέναι,. εἰ δὲ δὴ μαγγανευτής τις ἦν καὶ φαρμακεὺς, ἀπατεών τε καὶ γόης, πῶς ἂν τοιαύτης διδασκαλίας πᾶσι τοῖς ἔθνεσι κατέστη αἴτιος, οἵας αὐτοῖς ὁρῶμεν ὀφθαλμοῖς καὶ ἀκοαῖς εἰς δεῦρο παραλαμβάνομεν; ποῖος δὲ καὶ αἱρήσεται τὰ ἀσύνακτα συνάγειν; γόης μὲν γάρ τις ὡς ἀληθῶς ἀνόσιος καὶ μιαρὸς τὸν τρόπον, ἀπειρημένοις καὶ ἀνοσίοις ἐγχειρῶν, πάντα πράττει αἰσχροῦ καὶ ῥυπαροῦ κέρδους χάριν
首先,我們必須追問這些人:對前面已述之事,他們有何話可說?試問,能否設想一個具備莊重、全德生活方式,以及我們先前所述那樣健全而真實教義的教師,其性情竟是個術士呢?然而,倘若他果真是某種行邪術者、施藥者、騙子與術士,那他又怎能成為這種教訓的緣由,使之遍及萬國萬民呢——正是我們自己至今仍親眼所見、親耳所聞、代代相傳的這種教訓?又有哪一種人,會選擇去湊合那些本不可能湊合在一起的事物呢?因為術士這種人,性情確實是不虔不潔的,從事著被禁止、不虔的勾當,一切所行,都是為了可恥而骯髒的利益。
And, first of all, these men must be asked what they would say to what has gone before. For is it possible to conceive that a man who was a teacher of a dignified and altogether virtuous manner of life, and of sound and true doctrines, such as we have already described, was in character a sorcerer? But if he really was some kind of trickster and magician, an impostor and a charlatan, how could he have become the cause of such teaching for all the nations -- the sort of teaching which we ourselves behold with our own eyes and receive with our ears down to the present day? And what sort of man would even choose to gather together things that cannot be gathered together? For a sorcerer, being in truth a man of impious and abominable character, engaged in forbidden and impious practices, does everything for the sake of shameful and sordid gain.
3:6.2
μή τι οὖν καὶ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς, ὁ Χριστὸς τοῦ θεοῦ, τοιοῖσδέ τισιν ἔνοχος ἦν; πόθεν, ἢ πῶς, ὁ τοῖς ἑαυτοῦ μαθηταῖς, ὡς πρὸς αὐτῶν μεμαρτύρηται, εἰρηκὼς μὴ κτήσησθε χρυσὸν μηδ ἄργυρον εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδ ὑποδήματα; δ ἂν ἐπείθοντο λέγοντι καὶ ἐν ἀπομνημονεύμασιν ἐγγράφοις ταῦτα παραδιδόναι ἠξίουν, εἰ χρηματιζόμενον τὸν διδάσκαλον ἑώρων καὶ τἀναντία οἷς ἑτέρους ἐδίδασκε μετιόντα
難道我們的救主與主耶穌——神的基督——竟也犯了這樣的過失嗎?他怎麼可能會是這樣的人呢?他曾對自己的門徒說——正如門徒自己所見證的——『腰袋裡不要帶金、帶銀,行路不要帶口袋,也不要帶鞋』;假若他們曾親眼見到自己的教師聚斂錢財、行的正與他所教導他人的相反,他們又怎會聽從他這話,又怎會認為理當把這些話載入書面的紀事之中流傳下去呢?
Was then, perhaps, our Savior and Lord Jesus, the Christ of God, guilty of any such things? How, or in what way, could he be -- he who, as has been testified concerning him by his own disciples, said to them, 'Do not acquire gold nor silver for your belts, nor a bag for the journey, nor sandals'? Would they have obeyed him when he said this, and would they have thought it right to hand these things down in written memoirs, if they had seen their teacher making money for himself, and pursuing the opposite of what he taught others?
3:6.3
πάλαι δ ἂν καταγελάσαντες αὐτοῦ καὶ τῶν λόγων καταπτύσαντες ἀνεχώρησαν τῆς μαθητείας εἰκότως, εἰ αὐτοῖς μὲν τοιαῦτα σεμνῶς νομοθετοῦντα ἑώρων, αὐτὸν δὲ τὸν νομοθέτην κατ οὐδένα τρόπον ἑπόμενον τοῖς οἰκείοις λόγοις
若他們看見他莊嚴地為他們制定這些法規,而立法者本人卻絲毫不遵行自己的教訓,他們理當早已嘲笑他、唾棄他的言論,並離棄他的門徒之列了。
Long ago they would rightly have laughed him to scorn, and spat upon his words, and withdrawn from his discipleship, had they seen him solemnly legislating such things for them, while the lawgiver himself in no way followed his own precepts.
3:6.4
πάλιν ὁ μὲν γόης καὶ ὡς ἀληθῶς πλάνος τοῖς ἀπειρημένοις καὶ τοῖς ἀνοσίοις ἑαυτὸν ἐπιδίδωσιν ἀνοσίων καὶ ἀθεμίτων ἡδονῶν ἕνεκεν θήρας, ὥστε ἤδη διὰ τὰς μαγγανείας γύναιά τινα καταβάλλειν καὶ ὑποσύρειν τῇ αὐτοῦ κακίᾳ· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐδ ἔστιν εἰπεῖν ὅπως ἀνέστραπται περὶ σωφροσύνην, ὁπότε πάλιν οἶ μαθηταὶ μαρτυροῦσι παραινεῖν μηδ ἐμβλέπειν γυναικὶ μετ ἐπιθυμίας ἀκολάστου, φήσαντα ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ
再者,行邪術者與真正的迷惑者,為了追逐不敬虔、不合法的快樂,將自己交付於被禁止、不聖潔的事,以致他竟藉著法術使某些婦女墮落、被他的邪惡所誘拐;但論到我們的救主和主,簡直無法形容他在貞潔一事上是何等自守,因為他的門徒又見證他曾勸誡人不可懷著放縱的情慾看婦女,說:『古人有話說,不可姦淫;只是我告訴你們,凡看見婦女就動淫念的,這人心裡已經與她犯姦淫了。』
Again, the sorcerer and truly deceiving impostor gives himself over to forbidden and unholy things for the sake of hunting unholy and unlawful pleasures, so that already through his magic arts he casts down and seduces certain women by his own wickedness; but as for our Savior and Lord, one cannot even say how he conducted himself with regard to chastity, since again his disciples bear witness that he exhorted them not even to look upon a woman with unbridled desire, saying: 'It was said to the men of old, You shall not commit adultery; but I say to you that everyone who looks at a woman so as to desire her has already committed adultery with her in his heart.'
3:6.5
καί ποτε ἀναγκαίως ἐπὶ ὠφελείᾳ καὶ σωτηρίᾳ πολλῶν Σαμαρείτιδι γυναικὶ διαλεγόμενον αὐτὸν τεθεαμένοι ἐθαύμαζον, ὅτι μετὰ γυναικὸς ἐλάλει, καὶ ἄλλοτε πρότερον. συνίστη δὲ ἄρα ὁ λόγος τοῦ σωτῆρος ἡμῶν τὸ ἐμβριθὲς καὶ αὐστηρὸν τοῦ τρόπου· σωφροσύνης δὲ αὐτοῦ μέγα δεῖγμα ἦν κἀκείνη ἡ διδασκαλία, δι ἧς ἁγνεύειν ἐξ αὐτοῦ τοῦ τῆς διανοίας βάθους τὰς ἐμπαθεῖς ὀρέξεις ἀποτέμνοντας ἐδίδασκε λέγων εἰσὶν εὐνοῦχοι οἵτινες ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἐαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν
又有一次,人們看見他因著必須使許多人得益處、得拯救,而與一個撒瑪利亞婦人談話,就希奇他竟與婦人說話——先前也曾有一次如此。而我們救主此事的記載,正顯出他性情的莊重與嚴謹;另有一項教訓,也是他貞潔的大明證:他教導人當從心思的深處割除有情慾的慾望,藉此保守自潔,他說:『有生來是閹人的,也有被人閹的閹人,並有為天國的緣故自閹的閹人。』
And once, when out of necessity, for the benefit and salvation of many, he was seen conversing with a Samaritan woman, they marveled that he spoke with a woman -- as also on another occasion before. Now the account of our Savior thereby established the gravity and severity of his character; and a great proof of his chastity was also that teaching by which he taught that men should be chaste by cutting off passionate desires from the very depth of the mind, saying: 'There are eunuchs who were born so from their mother's womb, and there are eunuchs who were made eunuchs by men, and there are eunuchs who have made themselves eunuchs for the sake of the kingdom of heaven.'
3:6.6
πάλιν ὁ μὲν γόης καὶ ἀ·ληθῶς λαοπλάνος πάντα ἐγχειρεῖ καὶ πράττει δοξοκοπῶν τὰ πολλὰ καὶ φαντασιοκοπῶν, καὶ πλέον τι παρὰ τοὺς πολλοὺς εἰδέναι καὶ ἔχειν μεγαλαυχούμενος· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν, ὅτι μὴ δοξομανὴς καὶ ἀλαζὼν καὶ φαντασιοκόπος ἦν, ἀφ ὧν ἰώμενος παρῄνει μηδενὶ φράζειν μηδὲ εἰς πολλοὺς αὐτὸν ἐκφαίνειν, γένοιτ ἂν ἔκδηλος ἀπό τε τοῦ τὰς ἐν ὄρεσι διατριβὰς καὶ τὰς ἀναχωρήσεις διώκειν καὶ φεύγειν τὰς κατὰ πόλεις τῶν πολλῶν ἐπιβλαβεῖς ὁμιλίας
再者,行邪術、真正迷惑百姓的人,凡事都要嘗試、去做,多半是為了博取虛榮、炫耀聲勢,並誇口自己所知所有勝過眾人。但我們的救主和主並非熱衷虛名、自誇自大、好作虛飾之人,這一點從以下事實顯而易見:他醫治人時吩咐不可告訴人,也不可使他張揚於眾人之前;又從他追求山中的靜修與隱退、逃避城中群眾那有害的交往,亦可清楚看出。
Again, the sorcerer and truly people-deceiving impostor attempts and does everything, chasing after glory and show in most of his deeds, and boasting that he knows and possesses more than the many. But that our Savior and Lord was not mad for glory, nor a braggart, nor a show-off, is made evident both by the fact that, when he healed people, he charged them to tell no one and not to make him known to many, and by his pursuing retreats and withdrawals in the mountains and fleeing the harmful gatherings of the multitudes in the cities.
3:6.7
εἰ μήτε τοιγαροῦν δόξης μήτε χρημάτων μήτε ἡδονῆς ἕνεκεν ἐπιβέβλητο τῇ διδασκαλίᾳ, τίς ἔτι χώρα περιλείπεται ὑπονοίας τοῦ πλάνον αὐτὸν καὶ γόητα νομίζειν; σκέψαι δὲ καὶ ταῦτα πάλιν· γόης, ὅταν ἑτέροις τὰ τῆς κακίας μεταδιδῶ, ὁποίους ἄνδρας κατασκευάζει· ἆρ οὐχὶ γόητας καὶ πλάνους καὶ φαρμακέας αὐτῷ κατὰ πάντα παραπλησίους; τίς οὖν ἤδη πώποτε τὸ πᾶν Χριστιανῶν γένος ἐκ τῆς ἐκείνου διδασκαλίας γοητεῦον ἢ φαρμακεῦον κατείληφεν
既然他從事教導既非為了虛名,也非為了錢財,也非為了享樂,那麼還有什麼餘地可以疑心他是迷惑者和行邪術的人呢?再想想這一點:行邪術的人若把邪惡傳給別人,他所造就出來的會是怎樣的人?豈不都是行邪術、迷惑人、下毒害人的人,在各方面都與他相似嗎?那麼,究竟有誰曾發現整個基督徒群體因著他的教導而行邪術或下毒害人呢?
If then he applied himself to teaching neither for the sake of glory, nor of money, nor of pleasure, what room is left for suspecting him to be a deceiver and a sorcerer? Consider this too again: when a sorcerer imparts his wickedness to others, what sort of men does he produce? Are they not sorcerers and deceivers and poisoners, in all respects like himself? Who then has ever yet found the whole race of Christians, on the basis of his teaching, practicing sorcery or poisoning?
3:6.8
ἀλλ οὐκ ἔστιν εἰπεῖν, ἔμπαλιν δὲ λόγους φιλοσόφους μετιὸν, ὡς ἀποδέδεικται. ὁ δὴ οὖν ἑτέροις σεμνοῦ καὶ σώφρονος βίου εὐσεβείας τε τῆς ἀνωτάτω παραίτιος γεγενημένος τίς ἂν ἐνδίκως νομισθείη ἢ φιλοσόφων ὁ πρώτιστος καὶ εὐσεβῶν ἀνδρῶν διδάσκαλος; καὶ γὰρ ἂν εἴη βελτίων δή που πᾶς ὁ διδάσκων τῶν μαθητευομένων φιλόσοφος ἄρα καὶ ἀληθῶς εὐσεβὴς, πολλοῦ δεῖ πλάνος καὶ γόης, ὁμολογοῖτ ἂν ὁ σωτὴρ καὶ κύριος ἡμῶν
然而事實並非如此,反倒相反,他們所從事的是哲學的言論,正如前面已經證明的。那麼,那位成為別人莊重、自守生活與最崇高敬虔之緣由的人,除了說他是哲學家中的第一人、敬虔之人的教師之外,還能被公正地視為別的什麼呢?因為凡教導人的,總必勝過他所教導的門徒;如此,我們的救主和主就當被承認是哲學家,也真是敬虔之人,絕非迷惑者和行邪術者。
But it cannot be said [that they do]; rather, on the contrary, they pursue philosophical discourses, as has been demonstrated. He, then, who has become for others the cause of a solemn and sober life and of the loftiest piety -- who could rightly be reckoned other than the very first of philosophers and a teacher of pious men? For surely every teacher is better than those he teaches; therefore our Savior and Lord would be confessed to be a philosopher and truly pious -- far from being a deceiver and a sorcerer.
3:6.9
εἰ δὴ οὖν τοιόσδε τις ἦν, πῶς ἂν ἄλλως ἐπεχείρει ταῖς θαυματουργίαις ἢ θείᾳ καὶ ἀπορρήτῳ δυνάμει καὶ τῇ ἀνωτατῶ περὶ τοῦ τῶν ὅλων θεοῦ εὐσεβείᾳ ^ ὃν οἶα πατέρα τιμῶν καὶ σέβων τὰ μάλιστα ἀποδείκνυται ἐκ τῶν περὶ αὐτοῦ λόγων; ἐπὶ τοσοῦτον δὲ ἄρα οἴ τε ἀρχῆθεν αὐτῷ προσεσχηκότες μαθηταὶ αὐτοῦ καὶ οἱ μετὰ ταῦτα τῆς ἐκείνων διατριβῆς διάδοχοι, πορρωπορρωτάτω καθεστήκεσαν φαύλης καὶ πονηρὰς ὑπονοίας, ὡς μηδὲ τοῖς νοσηλευομένοις ἐπ ἴτ ῥ ἐπ ἑ ἱν,^ οἷα πολλοὶ πολλὰ δρᾶν ἐπιχειροῦσιν ^ ἢ πετάλων ἐπιγραφαῖς καὶ περιάμμασι χρῆσθαι ^ ἢ τοῖς κατεπᾴδειν ἐπαγγελλομένοις προσέχειν τὸν νοῦν, ἢ ῥιζῶν καὶ βοτανῶν θυμιάμασι καί τισιν ἄλλοις τοιουτοτρόποις ἀκέσεις τῶν παθῶν ἑαυτοῖς πορίζειν
既然他是這樣一個人,他若不是靠著神聖而不可言喻的能力,並靠著對萬有之神最崇高的敬虔——從他論及那神的話語中,可見他將祂尊為父,極其尊崇敬拜——他又怎能以別的方式從事那些奇妙的作為呢?他從起初就跟隨他的門徒,以及此後承續他們事業的人,離卑劣邪惡的嫌疑竟是如此之遠,以致他們甚至不為病人念咒(如同許多人所嘗試的種種作法),也不使用刻有字樣的葉片和護身符,也不理會那些自稱能施咒治病之人,也不藉草根、藥草的薰香及其他類似之物為自己謀求疾病的療法。
If, then, he was a man of this sort, how else could he have undertaken his wonder-working except by a divine and ineffable power, and by the loftiest piety toward the God of the universe, whom he shows himself, from his own sayings about him, to have honored and revered exceedingly as a father? To such a degree, indeed, were both his disciples who from the beginning attached themselves to him, and their successors afterward in that same discipline, removed farthest of all from base and wicked suspicion, that they did not so much as chant incantations over the sick, as many attempt to do many such things, nor make use of inscriptions on leaves and amulets, nor give heed to those who profess to charm away [illness], nor procure for themselves cures for their sufferings by fumigations of roots and herbs and certain other such devices.
3:6.10
ταῦτα γοῦν πάντα τῆς Χριστοῦ διδασκαλίας ἐξελήλαται ^ οὐδ ἔστιν πώποτε Χριστιανὸν περιάμματι χρώμενον θεάσασθαι, οὐδ ἐπιλαλιαῖς, ἢ πετάλων τινῶν περιέργων ἐπιγραφαῖς, οὐδ ἄλλοις, ὧν τὴν χρῆσιν ἀδιάφορον οἱ πολλοὶ νενομίκασι
凡此種種,都已被逐出基督的教導之外;從來看不見有基督徒使用護身符,或念誦咒語,或用某些奇異葉片上的刻字,或用其他眾人視為無關緊要之物。
All these things, at any rate, have been banished from the teaching of Christ; nor can one ever see a Christian using an amulet, or incantations, or the inscriptions of certain curious leaves, or the other things whose use the many have reckoned indifferent.
3:6.11
τίς οὑν αἱρεῖ λόγος τοὺς τοιοῦδεδιδασγ̣άλου γόητος καὶ πλάνου μαθητὰς γεγονέναι νομίνομίζειν; καὶ μὴν παντὸς ἐπαγγελλομένου τι μέγας ἔλεγχος ἡ τῶν φοιτητῶν συνουσία
那麼,有什麼道理能使人認定,這樣一位教師的門徒竟成了迷惑者、行邪術之人的門徒呢?其實,凡自稱有所專精的人,其學生的品行都是極大的明證。
What argument, then, would lead one to think that the disciples of such a teacher had become disciples of a sorcerer and a deceiver? And indeed, for anyone who professes anything, the character of his students is a great proof.
3:6.12
ἄνδρες γοῦν ἔντεχνοι καὶ ἐπιστήμονες πάντως που τὸν αἴτιον αὐτοῖς τῆς ἐπιστήμης πολὺ κρείττονα σφόν αὐτῶν ἀποφαίνουσιν, ὥσπερ οὖν ἰατρικοὶ μὲν τῆς τοῦ διδασκάλου περὶ τὸ μάθημα κατορθώσεως εἶεν ἂν μάρτυρες, γεωμετρικοὶ δὲ τὸν ἄρχοντα τίνα ἄλλον ἢ γεωμέτρην ἐπιγράψονται καὶ ἀριθμητικοὶ τὸν ἀριθμητικόν; κατὰ τὰ αὐτὰ δὲ καὶ γόητος ἀνδρὸς μέγιστοι ἂν εἶεν μάρτυρες οἱ φοιτηταὶ, τὰ ὅμοιά που τῷ διδασκάλῳ καὶ αὐτοὶ μετιόντες
凡精通某項技藝或學問的人,總必顯明教導他們那技藝的人遠勝過他們自己;正如醫者可為其師在醫術上的高超作見證,幾何學者所稱的宗師必是幾何學家,算術學者所稱的宗師必是算術家。同理,行邪術之人最有力的見證,也必是他的學生——因為他們自己也追求與其師相似之事。
Men skilled in a craft or a science, at any rate, invariably show that the one responsible for their skill is far superior to themselves; just as physicians would be witnesses to their teacher's excellence in the discipline, and geometers would inscribe as their master none other than a geometer, and arithmeticians an arithmetician. In the same way, the greatest witnesses to a man being a sorcerer would be his students, themselves pursuing the same things as their teacher.
3:6.13
ἀλλὰ οὐδείς πω τοσούτων ἐτῶν γόης πέφανται τοῦ Ἰησοῦ μαθητὴς, καίτοι διὰ βασάνων πείρας τῶν κατὰ χρόνους ἡγεμόνων τε καὶ βασιλέων ἀκριβῆ τῶν καθ ἡμᾶς πραγμάτων τὴν ἐξέτασιν πεποιημένων
然而,經過這麼多年,卻從未見有耶穌的門徒被證明是行邪術之人,儘管歷代的長官與君王都曾藉著酷刑的試煉,對我們的事情作過嚴密的審查。
But no disciple of Jesus has yet, in all these many years, been shown to be a sorcerer, although the governors and kings of successive periods have made a precise examination of our affairs through the trial of torments.
3:6.14
οὕτως δὲ ἄρα οὐδεὶς ἣν γόης, ὡς ἐλεύθερον ἀφεῖσθαι καὶ παντὸς ἐκτὸς κινδύνου τὸν αὐτὸ μόνον τὸ θῦσαι πρὸς αὐτῶν βεβιασμένον. εἰ δὲ οὐδεὶς πώποτε τῶν καθ ἡμᾶς οὔτε τῶν παλαιῶν ἐκείνων τοῦ Ἰησοῦ μαθητῶν γοητείας ἥλω, οὐδὲ ὁ διδάσκαλος ἦν ἄρα τοιοῦτος. ἔνα δὲ μὴ ἐξ ἀγράφων ὁ λόγος ἡμῖν ὁδεύοι, δέχου τὰς ἀποδείξεις καὶ ἀπὸ ἱστορίας ἐγγράφου
如此看來,竟沒有一人是行邪術的,以至於當他們僅僅被強逼獻祭時,就能被釋放,得享自由,全然脫離危險。既然我們這時代的人,以及耶穌那些古時的門徒,從來沒有一人被定罪犯了邪術之罪,那麼那位教師想必也不是這樣的人。但為使我們的論述不至僅憑未見於文字的依據,請接受來自書面歷史的證明。
And indeed no one was so much a sorcerer that, once compelled by them merely to sacrifice, he could be released free and altogether beyond danger. And if none of those in our time, nor of those ancient disciples of Jesus, was ever convicted of sorcery, then the teacher too was not such a man. But so that our argument may not proceed from unwritten sources, receive the proofs also from written history.
3:6.15
οἱ δὴ πρῶτοι τοῦ Ἰησοῦ μαθηταὶ ἐν τῇ βίβλῳ τῶν ἰδίων Πραξέων ἱστοροῦνται τοὺς ἐξ ἐθνῶν τῇ διδασκαλίᾳαὐτῶν προσιόντας** ὥστε πολλοὺς τῶν πρότερον περὶ γοητείαν διαβεβλημένων εἰς τοσοῦτον μεταβαλεῖν τὸν ἑαυτῶν τρόπον ὡς εἰς μέσον ἀγαγεῖν τολμῆσαι τὰς ἀπηγορευμένας βίβλους, καὶ ταύτας ἐνώπιον πάντων πυρὶ παραδοῦναι
耶穌最早的門徒,在他們自己所記的《使徒行傳》一書中,被記載為使那些從外邦來歸向他們教導的人如此改變,以至於許多先前涉於行邪術之名的人,竟大大改變了自己的行徑,甚至敢將那些被禁止的書卷公然拿出來,當眾付之一炬。
The first disciples of Jesus are recorded, in the book of their own Acts, to have so affected those who came to their teaching from among the nations, that many who had formerly been implicated in sorcery so changed their own way of life as to dare to bring forth the forbidden books into the open and hand them over to the fire before all.
3:6.16
ἐπάκουσον δὲ ὅπως ἡ γραφὴ περιέχει ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνεισενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε
且聽經文如何記載:『行邪術的人也不少,紛紛把自己的書帶來,在眾人面前焚燒;他們又計算書價,共計得銀五萬。』
Hear also how the Scripture relates it: 'And many of those who had practiced curious arts brought their books together and burned them in the sight of all; and they reckoned up the value of them, and found it fifty thousand pieces of silver.'
3:6.17
Τοιοῦτοι δή τινες οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ τοσαύτην δύναμιν προφέροντες λόγων ἐν ταῖς πρὸς τοὺς ἀκροωμένους ὁμιλίαις, ὡς καθικνεῖσθαι τοῦ βάθους τῆς ψυχῆς αὐτῶν, καθάπτεσθαί τε καὶ τιτρώσκειν τὸ ἑκάστου συνειδὸς, ὡς μηκέτι στέγειν ἀποκρύπτοντας, εἰς φανερὸν δὲ ἄγειν τὰ ἀπόρρητα, ἐλέγχους τε αὐτοὺς ἑαυτῶν καὶ τῆς προτέρας αὐτῶν μοχθηρίας ἀπεργάζεσθαι
我們救主的門徒竟是如此,他們在向聽眾講論時,發出如此強大的言語能力,直達聽者靈魂深處,觸動並刺傷各人的良心,使他們再也無法忍受隱藏,反而將隱密之事公開出來,成為控告自己、揭露自己往日惡行的人。
Such, then, were the disciples of our Savior, displaying such power of speech in their discourses to their hearers that they reached the very depth of their souls, laying hold of and wounding the conscience of each one, so that they could no longer bear to conceal it, but brought their secret things into the open, becoming accusers of themselves and of their former wickedness.
3:6.18
τοιοῦτοι δὲ καὶ οἶ πρὸς αὐτῶν μαθητευόμενοι καθαροὶ καὶ γνήσιοι τὰς διαθέσεις, ὡς μηδὲν ὕπουλον ἐν αὐτοῖς λανθάνειν, ἐνσεμνύνεσθαι δὲ καὶ παρρησιάζεσθαι ἐπὶ τῇ τῶν κρειττόνων ἀπὸ τῶν χειρόνων μεταβολῇ
凡受他們教導而作門徒的人也是如此:心志純淨、真誠,毫無詭詐藏於其中,反倒因自己從惡轉向善的改變而感到榮耀、坦然無懼地公開宣揚。
And such too were those who became their disciples: pure and genuine in disposition, so that nothing deceitful lay hidden in them, but rather they took pride and spoke openly of their change from the worse to the better.
3:6.19
οἱ δὴ οὖν πυρὶ παραδόντες τὰς μαγικὰς βίβλους καὶ παντελῆ φθορὰν αὐτῶν ψηφισάμενοι πῶς οὐκ ἂν εἶεν πρόδηλοι τοῖς πᾶσιν ὅτι μηδεμίαν ἔχοιεν τοῦ λοιποῦ περὶ γοητείαν σπουδὴν, καθαροὶ δὲ ἐξ ἐκείνου πάσης τῆς περὶ τούτου ὑπονοίας ἐτύγχανον; ὅτε τοίνυν οἶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν πεφήνασι γεγονότες τοιοῦτοι, πῶς οὐ πολὺ πρότερον ὁ διδάσκαλος
既然他們親手將那些法術之書付之一炬、判定其徹底毀滅,他們豈不因此向眾人顯明,他們此後對邪術再無絲毫熱衷,並且自那時起就全然潔淨、脫離對此事的一切嫌疑嗎?那麼,既然我們救主的門徒已顯明是如此,那教師本人豈不更是遠在他們之先就已如此嗎?
Those, then, who handed over the magic books to the fire and decreed their utter destruction -- how could they not be manifest to all as having no further zeal for sorcery, and as being from that time pure of all suspicion concerning it? If, then, the disciples of our Savior have been shown to have become such, how much more, and before them, was the teacher himself?
3:6.20
εἰ δὲ ὅλως ἀπὸ τῶν γνωρίμων τὸν προστάτην ὁποῖός τις ἦν βούλει διαγιγνώσκειν, ἔχεις τοῦ Ἰησοῦ τῶν λόγων μαθητὰς εἰσέτι νῦν μυρίους, ὧν πλεῖστα μὲν ἀνδρῶν τυγχάνει πλήθη παραταξαμένων μὲν πρὸς τὰς φυσικὰς τοῦ σώματος ἡδονὰς, ἄτρωτον δὲ καὶ τὴν διάνοιαν παντὸς αἰσχροῦ πάθους φυλαξάντων, οἱ καὶ τὸν πάντα βίον ἐν ἐγκρατείᾳ καταγηράσαντες τῆς ἐκ τῶν λόγων αὐτοῦ τροφῆς λαμπρὰ τεκμήρια παρεστήσαντο
但如果你想完全從熟識他之人來辨明這位領袖是怎樣的人,那麼直到如今,你仍能找到耶穌之道無數的門徒,其中大多數的人都曾與肉體天然的慾念相抗爭,並保守自己的心思不被任何可恥的情慾所傷;他們終身在節制中度過,直到年老,由此為他們從他的話語所得的滋養提供了明亮的證明。
But if you wish to discern altogether, from those who know him, what sort of man the leader was, you have even now countless thousands of disciples of the words of Jesus, of whom the very great majority of men have arrayed themselves against the natural pleasures of the body, and have kept their mind unwounded by every base passion -- men who, growing old their whole life long in self-restraint, have furnished brilliant proofs of the nourishment they received from his words.
3:6.21
οὐ μόνον δὲ ἄνδρες παρὰ αὐτῷ τοῦτον φιλοσοφοῦσι τὸν τρόπον, ἀλλὰ καὶ γυναικῶν οὐδ ἔστιν εἰπεῖν ὅσαι μυριάδες καθ ὅλης τῆς οἰκουμένης, οἷά τινες ἱέρειαι τοῦ τῶν ὅλων θεοῦ, τὴν ἀνωτάτω σοφίαν ἀσπασάμεναι, οὐρανίου τε σοφίας ἔρωτι ληφθεῖσαι, τῶν μὲν σαρκὸς ἐκγόνων ἠλόγησαν, ψυχῆς δὲ πᾶσαν ἐπιμέλειαν πεποιηκυῖαι ὅλας αὑτὰς αὐτῷ σώματι καὶ ψυχῇ τῷ παμβασιλεῖ καὶ θεῷ τῶν ὅλων ἀνατεθείκασιν, ἁγνείαν παντελῆ καὶ παρθενίαν ἀσκήσασαι
不僅男子在他門下如此修習哲學,就連婦女,也無法說出她們的數目,遍及全地竟有無數萬人,如同某位萬有之神的女祭司一般,擁抱最崇高的智慧,被對天上智慧的渴慕所擄獲,輕看肉體所生的子嗣,全心照顧自己的靈魂,將自己整個身心都獻給那萬王之王、萬有之神,並持守完全的貞潔與童貞。
Nor is it only men who practice this philosophy with him; one cannot even say how many tens of thousands of women, throughout the whole inhabited world, embracing the loftiest wisdom like priestesses of the God of the universe, and seized by a longing for heavenly wisdom, have disregarded the offspring of the flesh, and, giving all their care to the soul, have dedicated their whole selves, in body and soul, to him, the great King and God of the universe, practicing complete purity and virginity.
3:6.22
ἔνα μὲν οὖν μηλόβοτον καταλιπόντα τὴν ἑαυτοῦ χώραν προφάσει φιλοσοφίας ἄγουσιν ὧδε κἀκεῖσε περιφέροντες Ἑλλήνων παῖδες· Δημόκριτος αὐτοῖς οὗτος ἢν. καὶ Κράτης εἷς παρ αὐτοῖς θαυμάζεται, ὅτι δὴ τὴν οὐσίαν καταλιπὼν τοῖς πολίταις αὐτὸς ἑαυτὸν Κράτης Κράτητα ἠλευθέρου κομπάζων
希臘的子孫誇耀、四處傳揚一人,他藉口追求哲學,捨棄自己的田產,任其成為牧羊之地——這就是他們的德謨克利特。他們當中還有一位克拉底斯受人讚賞,因為他將財產留給同鄉之人,自誇是克拉底斯釋放了克拉底斯自己。
The children of the Greeks, then, extol and parade about here and there one man who, on the pretext of philosophy, left his own land to become pasture for sheep -- this was their Democritus. And a certain Crates is likewise admired among them, because, having left his property to the citizens, Crates boasted of thereby freeing Crates.
3:6.23
οἱ δὲ τῶν Ἰησοῦ λόγων ζηλωταὶ μυρίοι τὸν ἀριθμὸν, ἀλλ οὐχ εἷς οὐδὲ δύο, τὰς κτήσεις ἀπεμπολήσαντες πένησι καὶ ἐνδεέσι μεταδεδώκασιν, ὧν καὶ αὐτοὶ τυγχάνομεν μάρτυρες συγγενόμενοι τοιούτοις, καὶ αὐτοῖς ἔργοις, ἀλλ οὐ λόγοις μόνοις τῆς τοῦ Ἰησοῦ μαθητείας συνιδόντες τὰ κατορθώματα
然而,熱心追隨耶穌之道的人,其數目卻是無數,而非僅僅一兩位;他們變賣所有的產業,分給貧窮匱乏的人,這一點我們自己也親眼作見證,因為我們曾與這樣的人相處,並非僅憑言語,而是親身以事實見證了耶穌門徒之道所成就的美事。
But the zealots of the words of Jesus are countless in number -- not one or two -- who have sold off their possessions and given them to the poor and needy, of whom we ourselves also happen to be witnesses, having been in the company of such men, and having beheld with our own eyes, not merely heard in words, the achievements of discipleship to Jesus.
3:6.24
τί χρὴ λέγειν ὁπόσαι μυριάδες καὶ αὐτῶν βαρβάρων, οὐχὶ δὲ μόνον Ἑλλήνων, ἐκ τῶν Ἰησοῦ λόγων πᾶσαν μὲν ὑπερεκκῦψαι πολύθεον πλάνην, τὸν δὲ πατέρα καὶ δημιουργὸν τοῦδε τοὐ παντὸς μόνον εἰδέναι θεὸν ἐμαρτύρησαν; ὃν πάλαι φιλοσόφων εἷς μόνος ὁ Πλάτων εἰδὼς εἰς πάντας ἐκφέρειν ὡμολόγει μὴ τολμᾶν, διαρρήδην φάσκων τὸν μὲν οὖν πατέρα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν
又何須再說,究竟有多少萬計的人,不僅是希臘人,連外邦人也一樣,藉著耶穌的話語超脫了多神的謬妄,見證他們只認識萬有的父與創造者為神呢?古時哲學家中,唯獨柏拉圖一人雖然認識這位神,卻承認自己不敢向眾人宣示,明言道:『要尋見這宇宙的父與創造者實在是件難事,即便尋見了,也不可能向眾人述說。』
What need is there to speak of how many tens of thousands, even of barbarians and not only of Greeks, have testified that, through the words of Jesus, they have risen entirely above the error of polytheism, and know as God only the Father and Maker of this universe -- whom, of old, Plato alone among the philosophers, though he knew him, confessed he did not dare to declare to all, plainly saying: 'To find the Father and Maker of this universe is a task, and having found him, it is impossible to speak of him to all.'
3:6.25
ἀλλὰ ἐκείνῳ μὲν καὶ ἔργον εὑρεῖν ἐδόκει τὸ πρᾶγμα, καὶ ἦν ὡς ἀληθῶς μέγιστον, ἀδύνατον δὲ ἦν αὐτῷ λέγειν εἰς πάντας, ὅτι μὴ παρῆν αὐτῷ τοσαύτη τις εὐσεβείας δύναμις ὅση τοῖς Ἰησοῦ μαθηταῖς, οἷς διὰ τῆς τοῦ διδασκάλου συνεργίας τὸν πατέρα καὶ δημιουργὸν τῶν ὅλων εὑρεῖν τε καὶ γνῶναι ῥᾴδιον γέγονε, καὶ εὑροῦσιν εἰς πᾶν γένος ἀνθρώπων ἐξενεγκεῖν ἀνακαλύψαι τεκαὶ πληρῶσαι καὶ κηρῦξαι τὴν γνῶσιν πᾶσιν, ὥστε ἐκ τῆς αὐτόν ἐκείνων διδασκαλίας εἰσέτι νῦν κατὰ τὸν παρόντα καιρὸν ἐν ὅλοις τοῖς ἐπὶ γῆς ἔθνεσι μυρία πλήθη οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν καὶ παίδων, οἰκετῶν τε καὶ ἀγροίκων, τοσοῦτον τῷ τοῦ Πλάτωνος μὴ πείθεσθαι, ὡς τὸν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς μόνον θεὸν γνωρίζειν καὶ μόνον σέβειν καὶ μόνον διὰ τοῦ Χριστοῦ θεολογεῖν. ταῦτ ἦν τοῦ νέου καὶ καινοῦ γόητος τὰ κατορθώματα, τοιαῦτα τοῦ νομιζομένου πλάνου τὰ γοητεύματα, καὶ τοιοίδε οἱ τοῦ Ἰησοῦ μαθηταὶ, ἀφ ὣν δεῖ τὸν διδάσκαλον ὁποῖός τις ἣν γνωρίζειν
然而在柏拉圖看來,尋得這事本身已是一項艱鉅的工作,而事實上這確實是極其重大的事;但要向眾人宣講,他卻做不到,因為他並不具有像耶穌門徒那樣的敬虔之能——藉著他們教師的協助,他們竟能輕易尋得並認識萬有的父與創造者,並且尋得之後,還能將這知識傳給全人類、揭示出來、使之充滿、並向萬人宣講;以至於直到如今,正因著他們當初的那教導,在地上所有的萬邦中,竟有無數的人——不僅是男人,還有婦女、孩童、僕婢和鄉野之人——如此不肯聽從柏拉圖的話,反倒只認識這宇宙的創造者與工匠為獨一的神,唯獨敬拜祂,並且唯獨藉著基督來述說神的事。這些就是這位嶄新又新奇的『行邪術者』的成就,這就是被視為迷惑者之人的『邪術』,而耶穌的門徒竟是如此——由此就當認識,那位教師究竟是怎樣的人。
But to him it seemed even a task to find the matter, and it truly was a very great one; yet it was impossible for him to declare it to all, because he did not possess so great a power of piety as did the disciples of Jesus, for whom, through the cooperation of their teacher, it became easy both to find and to know the Father and Maker of the universe, and, having found him, to bring the knowledge forth to every race of mankind, to unveil it, to fulfill it, and to proclaim it to all -- so that from that very teaching of theirs, even now at the present time, throughout all the nations upon the earth, countless multitudes not only of men but also of women and children, of servants and rustics, so refuse to be persuaded by Plato's saying, that they recognize as the only God the Maker and Creator of this universe, worship him alone, and speak of God only through Christ. These were the achievements of the new and novel sorcerer; such were the sorceries of him who is reckoned a deceiver; and such were the disciples of Jesus, from whom one must recognize what sort of man the teacher was.
3:6.26
Φέρε δ ἔτι καὶ ταύτῃ τὸν λόγον διερευνησώμεθα. γόητα φὴς αὐτὸν, ὦ οὗτος, ἀλλὰ καὶ φαρμακέα δεινὸν καὶ ἀπατεῶνα καλεῖς. ἀρ οὖν πρῶτος αὐτὸς καὶ μόνος εὑρετὴς κατέστη τοῦ πράγματος, ἣ πάντως που κατὰ τὸ ἀκόλουθον εἰς διδασκάλους ἀναπέμπειν χρὴ τὰ αἴτια; εἰ μὲν γὰρ μηδενὸς διδάξαντος αὐτὸς πρῶτος καὶ μόνος εὑρετὴς γέγονε τῆς ἐπιχειρήσεως, μηδὲν μηδαμῶς παρ ἑτέρων μαθὼν, μηδὲ ἐκ παλαιῶν ἐρανισάμενος, πῶς οὐ θείας φύσεως χρῆν ὁμολογεῖν αὐτὸν, ὃς ἂν ἄνευ βίβλων καὶ λόγων καὶ διδασκάλων αὐτοδίδακτος καὶ αὐτομαθὴς τοιούτων πραγμάτων εὑρετὴς ἀναπέφηνεν; καὶ μὴν οὔτε βαναύσου τέχνης οὔτε λογικῆς ἐπιστήμης, οὐδέ γε τῶν πρώτων στοιχείων τὴν μάθησιν δίχα ποδηγοῦ καὶ διδασκάλου τινὸς ἀναλαβεῖν δυνατὸν, μὴ οὐχὶ τὴν κοινὴν ἐκβεβηκότα φύσιν
來,讓我們再從這個角度來探究這論題。你這位朋友,你稱他為行邪術者,還稱他為可怕的下毒者和騙子。那麼,他是這件事的第一位、也是唯一的發明者呢?還是照理說,必須把原因歸到某些教師身上呢?若無人教導他,他卻是這行動的第一位、也是唯一的發明者,絲毫沒有從別人學來,也沒有從古人那裡拾取,那麼豈不該承認他具有神聖的本性嗎?他竟能不憑書卷、言論、教師,靠自學、自悟,成為這類事情的發明者!況且,無論是低賤的手藝,還是理性的學問,甚至最初步的知識,若無人引導、無某位教師,也是不可能學得的——除非那人已經超越了普通人的本性。
Come, let us examine the argument further in this way too. You call him a sorcerer, my friend, and moreover you call him a terrible poisoner and a deceiver. Was he, then, himself the first and sole discoverer of the matter, or must the causes, following the natural sequence, altogether be traced back to teachers? For if, with no one having taught him, he himself became the first and sole discoverer of the undertaking, having learned nothing whatsoever from others nor having gathered anything from the ancients, how should one not confess him to be of a divine nature -- he who, without books and discourses and teachers, self-taught and self-instructed, has been shown to be the discoverer of such things? And indeed it is not possible to acquire the learning even of a menial craft, or of rational science, or even of the first rudiments, without a guide and some teacher, unless one has transcended common nature.
3:6.27
οὐδεὶς γοῦν τῶν πώποτε αὐτοδίδακτος ἡμῖν γραμματικῆς παρῆλθε διδάσκαλος, οὐδέ γε ῥήτωρ μὴ μεμαθηκὼς, οὐδὲ αὐτοφυὴς ἰατρὸς, οὐδὲ τέκτων, οὐδ ἑτέρας δημιουργὸς τέχνης · καίτοι μικρὰ ταῦτα καὶ ἀνθρώπεια· τὸ δὲ φάναι τὸν τῆς ἀνθρώπων εὐσεβείας ἀληθοῦς διδάσκαλον τοιαῦτα τεθαυματουργηκότα καθ ὃν ἐπεδήμει τῷ βίῳ χρόνον, καὶ τοιαύτας παραδόξους τερατείας πεποιηκότα, ἃς ἀρτίως διεξήλθομεν, ἐκ τοῦ αὐτομάτου τοιοῦτον φῦναι, μήτε παρὰ παλαιῶν ἐρανισάμενον μήτ ἐκ νέων διδασκάλων ὠφελημένον τὰ ὅμοια καὶ πρὸ αὐτοῦ πεποιηκότων, τί ἄλλο ἢ μαρτυρούντων ἐστὶ καὶ ὁμολογούντων θεῖον ἀληθῶς χρῆμα γεγονέναι, καὶ πᾶσαν ἀνθρώπου φύσιν ὑπερβεβηκέναι τὸν δηλούμενον
我們從未見過有自學成才的文法教師,也沒有未經學習的修辭家,沒有天生的醫師,沒有天生的建築師,也沒有天生精於其他技藝之人;然而這些都不過是些微小、屬人的事罷了。但若說那位人類真正敬虔的教師,在他寄居於世的年日行了如此的奇事,成就了我們剛才所述的那些超乎尋常的異能,竟是自然而然生來如此——既未從古人那裡拾取什麼,也未得益於在他之前作過類似事情的近代教師——這豈不正是見證並承認,這裡所描述的那位確實成了一件神聖的事物,並且超越了人類的整個本性嗎?
No one, at any rate, ever came before us as a self-taught teacher of grammar, nor a rhetor without having learned, nor a physician by nature alone, nor a builder, nor a craftsman of any other art; and yet these are small, human matters. But to say that the true teacher of human piety, having worked such wonders during the time he sojourned in this life, and having performed such astonishing marvels as we have just recounted, arose to be such a man of his own accord, neither having gathered anything from the ancients nor having profited from recent teachers who had done similar things before him -- what else is this than to bear witness and to confess that the one so described has truly become a divine thing, and has surpassed the whole nature of man?
3:6.28
ἀλλὰ διδασκάλοις αὐτὸν φὴς προσεσχηκέναι πλάνοις), μηδὲ λαθεῖν αὐτὸν τὰ σοφὰ τῶν Αἰγυπτίων καὶ τῶν πάλαι παρ αὐτοῖς λεγομένων τὰ ἀπόρρητα, παρ ὦν συλλεξάμενον ἄνδρα τοιοῦτον, οἶον ὁ λόγος παρίστησιν, ἀποδειχθῆναι. τί δῆτα οὖν, ἤ τινες ἄλλοι κρείττους αὐτοῦ πεφήνασι καὶ πρότεροι τῷ χρόνῳ καὶ αὐτοῦ διδάσκαλοι, εἴτ ἐπ Αἰγύπτου εἴθ ὅπη δή
但你或許會說,他曾受教於行騙的教師,埃及人的智慧,以及埃及人古時所傳授的奧秘,他都無所不知;正是從他們那裡搜集而來,才成就了論述中所呈現的這樣一個人。那麼究竟如何呢?可曾有別的什麼人,比他更卓越,年代又在他之先,並且是他的教師呢——不論是在埃及,還是在別的什麼地方?
But you say that he applied himself to deceiving teachers, and that the wisdom of the Egyptians, and the secret things anciently spoken among them, did not escape him -- from whom, having gathered his learning, he was shown to be such a man as our account represents. What then? Have certain others been shown to be greater than he, and prior to him in time, and his teachers, whether in Egypt or wherever it might be?
3:6.29
τί οὖν οὐχὶ κἀκείνων πρὸ τῆς τούτου κατηγορίας ἔφθασεν εἰς πάντας ἀνθρώπους ἡ φήμη, ἢ τί μὴ οὐχὶ κἀκείνων εἰσέτι νῦν τὸ κλέος ᾄδεται τῷ ἡμετέρῳ παραπλησίως; τίς δὲ τῶν ἀπ αἰῶνος πώποτε γόης, βάρβαρος ἢ Ἕλλην, τοιούτων κατέστη διδάσκαλος φοιτητῶν καὶ τοιούτῶν νόμων καὶ λόγων αὐθέντης, οἵων ἡ τοῦ σωτῆρος ἡμῶν ἐπιδέδεικται δύναμις, ἰάσεις δὲ τοσάσδε καὶ παραδόξους εὐεργεσίας τοιάσδε, οἵας ὁ ἡμέτερος πεποιηκὼς μνημονεύεται, τίς πώποτε διαπραξάμενος ἱστορεῖται
那麼,為何在他受人指控之前,那些人的名聲並未先傳遍萬民?又為何直到如今,他們的聲譽也未如我們這位一樣被廣為傳頌?自古以來,不論是外邦人還是希臘人,有哪一個行邪術之人曾成為這樣門徒的教師,成為這樣律法與教訓的權威,如同我們救主所顯明的能力那樣?又有誰曾被記載成就過如此眾多的醫治,以及如此奇妙的恩惠,如同我們這位所行、被人紀念的那樣呢?
Why then did the fame of those men not reach all mankind before this man's accusation, or why is their renown not even now sung as widely as that of our own? What sorcerer, ever, from the beginning of time, barbarian or Greek, has become the teacher of such disciples, and the author of such laws and words, as the power of our Savior has displayed; and who is ever recorded as having accomplished such healings and such marvelous benefactions as our own teacher is remembered to have performed?
3:6.30
τίνος δὲ οἶ γνώριμοι καὶ τῶν πραγμάτων αὐτόπται διὰ πυρὸς καὶ σιδήρου δοκιμῆς τὴν ὑπὲρ ὧν ἐμαρτύρησαν ἀλήθειαν ἐπιστώσαντο ὥσπερ οὖν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ, πάσας μὲν αἰκίας ἀνατλάντες, πάσας δὲ βασάνων ἰδέας ὑπομείναντες, καὶ τέλος διὰ τοῦ ἰδίου αἵματος τὰ περὶ αὐτοῦ μαρτυρηθέντα αὑτοῖς πιστωσάμενοι
又有誰的熟識者和親眼目睹之人,曾藉著火與鐵的試煉,證實他們所見證之事的真實性,如同我們救主的門徒那般——他們忍受了種種凌辱,承受了各式各樣的酷刑,最終更以自己的血,親自證實了他們所見證有關他的那些事呢?
Whose acquaintances and eyewitnesses of the facts have confirmed, through the trial of fire and iron, the truth of what they testified -- as did the disciples of our Savior, who endured every kind of outrage and underwent every form of torment, and in the end, by their own blood, confirmed for themselves the things testified concerning him?
3:6.31
ἔτι πρὸς τούτοις ὁ τῷ δι ἐναντίας ἡμῖν λόγῳ παριστάμενος λεγέτω τίς τῶν πώποτε γοήτων κἂν εἰς νοῦν ἐβάλλετο νέου ἔθνους ἐπὶ οἰκείῳ ὀνόματι σύστασιν ποιήσασθαι. τὸ δὲ μὴ μόνον ἐννοῆσαι τοῦτο, ἀλλὰ καὶ κατορθῶσαι τὸ βουληθὲν, πῶς οὐ πᾶσαν ἀνθρώπου καλύπτοι ἂν φύσιν; βασιλέων δὲ δόγμασι καὶ παλαιῶν νομοθετῶν φιλοσόφων τε καὶ ποιητῶν καὶ θεολόγων ἐξ ἐναντίας θέσθαι νόμους τοὺς κατ εἰδωλολατρίας, καὶ τούτους κρατῦναι, ἀμάχους τε καὶ ἀηττήτους εἰς μακρὸν ἐπιδεῖξαι αἰῶνα, τίς πώποτε γοήτων διανενόηται; ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐκ ἐνενόησε μὲν, οὐ τετόλμηκε δὲ ἐπιχειρῆσαι· ἀλλ οὐδὲ ἐπεχείρησε μὲν, οὐ κατώρθωσε δέ
再者,讓那與我們論點相反的人來說說看:古今有哪一個行邪術之人,曾經想過要以自己之名建立一個新的民族?而不僅僅想到這事,更要達成所願的,這豈不遠遠超越了人類的整個本性嗎?要制定違背歷代君王、古之立法者、哲學家、詩人、神學家教義的法律,來對抗偶像崇拜,並使這些律法穩固確立,經過長久的世代,顯出它們無可匹敵、無法征服——這樣的事,有哪一個行邪術之人曾經構想過?然而我們的救主和主,不僅構想了此事——也並非只是不敢嘗試而已——他更並非僅僅嘗試而未能成功。
Still further, let him who stands forth on behalf of the opposing argument tell us: which of the sorcerers of any age ever so much as conceived the thought of forming a new nation under a name of its own? And that he should not only conceive this, but also accomplish what he had willed -- how would this not surpass every human nature? To set down, against the decrees of kings and ancient lawgivers, philosophers, poets, and theologians, laws directed against idolatry, and to establish these firmly, and to show them, for a long age, unassailable and unconquered -- which sorcerer ever devised such a thing? But our Savior and Lord not only conceived it -- nor was it that he did not dare to attempt it -- but neither did he merely attempt it without accomplishing it.
3:6.32
ἐνὶ δὲ ῥήματι καὶ μιᾷ φωνῇ φήσας πρὸς τοὺς ἑαυτοῦ μαθητὰς πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, ἔργον ἐπῆγε τῷ λόγῳ, αὐτίκα τε ἐμαθητεύετο ἐν ὀλίγῳ πᾶν γένος Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, καὶ νόμοι πᾶσι τοῖς ἔθνεσι κατεσπείροντο ἐναντίοι τῇ τῶν παλαιῶν δεισιδαιμονίᾳ, νόμοι δαιμόνων πολέμιοι καὶ πάσης ἐχθροὶ πολυθέου πλάνης, νόμοι Σκυθῶν καὶ Περσῶν καὶ τῶν ἄλλων βαρβάρων σωφρονισταὶ, ἐπιστρεπτικοί τε πάσης ἐκθέσμου καὶ θηριώδους διαίτης, νόμοι τῶν ἐξ αἰῶνος παρ αὐτοῖς Ἕλλησιν ἐθῶν ἀνατρεπτικοὶ, καινῆς δὲ καὶ ἀληθοῦς εὐσεβείας καταγγελτικοί
他只用一句話、一個聲音,對自己的門徒說:『你們要往普天下去,奉我的名使萬民作我的門徒,教訓他們遵守我所吩咐你們的一切。』他隨即使事實隨著這話而成就;於是不久之間,希臘人和外邦人各族頓時皆成了門徒,各種法律被撒播在萬邦之中,與古人的迷信相對;這些律法與鬼魔為敵,與一切多神的謬妄相仇;這些律法矯正了西徐亞人、波斯人和其他外邦人,使他們從一切不法、野蠻的生活方式回轉;這些律法推翻了希臘人自古以來的風俗,卻宣揚一種嶄新而真實的敬虔。
With one word and a single utterance, saying to his own disciples, 'Go, make disciples of all the nations in my name, teaching them to keep all that I have commanded you,' he immediately joined deed to word; and forthwith, in a short time, every race of Greeks and barbarians alike was made disciples, and laws were sown among all the nations contrary to the superstition of the ancients -- laws hostile to demons and enemies of every polytheistic error, laws that corrected the Scythians and the Persians and the other barbarians, and turned them from every lawless and bestial manner of life, laws that overthrew customs held from time immemorial among the Greeks themselves, and proclaimed a new and true piety.
3:6.33
τί δῆτα οὖν τοῖς πάλαι γόησι πρὸ τῶν τοῦ Ἰησοῦ χρόνων, ἢ καὶ μετὰ ταῦτα, τοιοῦτον ἢ καὶ παραπλήσιον τετόλμηται, ὡς εἰκότως φάναι αὐτὸν παρ ἑτέρων ὠφελῆσθαι τὰ τῆς γοητείας; εἰ δ οὐδένα ἄν τις ἔχοι λέγειν αὐτῷ γεγονέναι ὅμοιον, οὐδεὶς γὰρ ἦν αὐτῷ αἴτιος τῆς τοσαύτης ἀρετῆς, ὥρα τοιγαροῦν ὁμολογεῖν ξένην τινὰ καὶ θείαν φύσιν ἐπιδεδημηκέναι τῷ βίῳ, ᾗ μόνῃ καὶ πρώτῃ τὰ μηδεπώποτε παρ ἀνθρώποις μνημονευθέντα κατώρθωται. ἀλλὰ καὶ ταῦτα μὲν ὧδε τέλος ἐχέτω
那麼,古今行邪術之人,無論在耶穌之前還是之後,有誰曾做過如此、或與此相仿的事,以至於可以合理地說他是從別人那裡受益於邪術之道呢?若無人能指出有誰與他相似——因為根本沒有人是他如此大德的緣由——那麼,此時就當承認,有一種奇特而神聖的本性已寄居於世,唯獨藉著這本性,且是首次,成就了人類從未有過記載之事。這一部分的論述,就到此為止吧。
What then, among the sorcerers of old, before the time of Jesus or even afterward, has been dared that is such as this, or even comparable to it, so that one might reasonably say that he profited from others in the arts of sorcery? But if no one can name any who has been like him -- for no one was the cause of so great a virtue in him -- then it is time to confess that a certain strange and divine nature has sojourned in this life, by which alone, and for the first time, things never before recorded among men have been accomplished. But let this matter, then, have its conclusion here.
3:6.34
Πάλιν δὲ ἐπὶ τὸν δι ἐναντίας ἰτέον, τε εἴ ποτε ὀφθαλμοῖς εἶδεν ἢ ἀκοῇ ἔγνω γόητάς τε καὶ φαρμακέας δίχα σπονδῶν καὶ θυμάτων καὶ δαιμόνων ἐπικλήσεως τε καὶ παρουσίας γοητεύοντας. μή τι οὖν καὶ κατὰ τοῦ σωτῆρος ἡμῶν, ἢ κατὰ τῶν αὐτοῦ λόγων, ἢ κατὰ τῶν εἰσέτι νῦν ζηλούντων τὸν αὐτοῦ βίον, ἔχει τις τοιαύτην ἐπιφέρειν διαβολήν; οὐχὶ καὶ τυφλῷ δῆλον ὡς πᾶν τοὐναντίον τούτοις ἡμεῖς οἶ τὰ Ἰησοῦ φρονοῦντες ἐπιτηδεύομεν, θᾶττον μὲν θανάτῳ τὴν ψυχὴν ἢ δαίμοσι θυσίαν προέσθαι τολμῶντες, θᾶττον δὲ τῆς ζωῆς ἐξιστάμενοι ἢ τοῖς πονηροῖς δαίμοσι δουλωθῆναι ὑπομένοντες
讓我們再回到那持反對論者這一方,問他:他可曾親眼見過或聽聞過,有行邪術和下毒的人在沒有奠酒、獻祭、以及呼求邪靈臨在的情況下施行邪術的呢?那麼,是否有人能對我們的救主、或對他的教訓、或對如今仍效法他生活的人,提出這樣的指控呢?我們這些懷有耶穌心志的人所行的,豈不是與此完全相反——甚至連瞎子也看得出來嗎?我們寧可捨命於死,也不敢向鬼魔獻祭;寧可脫離今生,也不肯屈服於邪惡的鬼魔為奴。
Let us go back again to our opponent, and ask whether he has ever seen with his own eyes, or heard by report, sorcerers and poisoners working sorcery apart from libations and sacrifices and the invocation and presence of demons. Can anyone, then, bring such an accusation against our Savior, or against his words, or against those who even now emulate his manner of life? Is it not clear even to a blind man that we who hold the mind of Jesus practice altogether the opposite of these things -- daring to give up the soul to death sooner than offer sacrifice to demons, and choosing to depart from life sooner than submit to being enslaved to the wicked demons?
3:6.35
τίς δὲ οὐκ οἶδεν ὅπως σὺν αὐτῇ τῇ τοῦ Ἰησοῦ προσηγορίᾳ καὶ σὺν εὐχαῖς καθαρωτάταις πᾶν τὸ δαιμόνων ἔργον ἀπελαύνειν ἡμῖν φίλον ἐστίν; οὗτος ὁ τοῦ Ἰησοῦ λόγος καὶ ἡ παρ αὐτοῦ διδασκαλία πολὺ κρείττους τῆς ἀοράτου ταύτης δυνάμεως πάντας ἡμᾶς ἀπειργάσατο, ἐχθρούς τε δαιμόνων καὶ πολεμίους, ἀλλ οὐ φίλους οὐδὲ συνήθεις, πολλοῦ δεῖ ὑπηκόους καὶ ὑποχειρίους εἶναι παρεσκεύασεν
誰不知道,我們是喜愛靠著耶穌這名,並藉著最純潔的禱告,來驅逐一切鬼魔作為的呢?正是這耶穌之道與他的教訓,使我們眾人都遠遠勝過這不可見的權勢,使我們成為鬼魔的仇敵和對頭,而絕非牠們的朋友或熟識——更談不上使我們順服、受制於牠們。
And who does not know how it is our custom, by the very name of Jesus together with the purest prayers, to drive away every work of demons? This word of Jesus, and the teaching from him, has made us all far superior to this invisible power, rendering us enemies and foes of the demons -- and far, far indeed from being their friends or intimates, or being made subject and submissive to them.
3:6.36
ὁ δὴ τοιούτους ἡμᾶς προαγαγὼν πῶς ἂν αὐτὸς δοῦλος ἐγεγόνει δαιμόνων; πῶς δ ἂν τοῖς πονηροῖς πνεύμασ ἱν ἔθυσεν; ἢ πῶς βοηθοὺς δαίμονας ἐπεκαλέσατο ἐν ταῖς παραδοξοποιίαις, ὁπότε εἰσέτι δεῦρο πᾶς δαίμων καὶ πᾶν ἀκάθαρτον πνεῦμα, ὥς τι τῶν κολαστικῶν καὶ βασανιστικῶν τῆς οἰκείας φύσεως, τοῦ Ἰησοῦ τὸ ὄνομα φρίττει, ὑπεξίσταταί τε καὶ παραχωρεῖ τῇ τῆς προσηγορίας δυνάμει
既然是他將我們帶到如此的境地,他本人又怎麼可能是鬼魔的奴僕呢?他又怎麼可能向邪惡的靈獻祭呢?他行奇事時,又怎麼可能呼求鬼魔相助呢?要知道,直到如今,每一個鬼魔和每一個污穢的靈,一聽見耶穌的名,仍舊戰慄,彷彿那名是懲罰、折磨自己本性之物一般,退避、讓步於這名的能力之前。
How, then, could he who has brought us forward to be such as this have himself become a slave of demons? How could he have sacrificed to evil spirits? Or how could he have called upon demons as helpers in his wonder-workings, when even to this day every demon and every unclean spirit shudders at the name of Jesus, as though it were something punitive and tormenting to its own nature, and withdraws and yields before the power of that name?
3:6.37
ὥσπερ οὖν καὶ πάλαι καθ ὃν ἐπεδήμει τῷ βίῳ χρόνον, μὴ φέροντες αὐτοῦ τὴν παρουσίαν, ἄλλος ἄλλοθεν ἐβόα ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἀνὴρ δ ὅλως γοητείᾳ προσέχων τὸν νοῦν, καὶ πάντως γέ που ἀπειρημένοις πράγμασιν ἐγχειρῶν, ἆρ οὐκ ἂν εἴη δῆλος ἀνόσιος ὢν τὸν τρόπον, καὶ μιαρὸς καὶ αἰσχρὸς καὶ ἄθεος καὶ ἄδικος καὶ ἀσεβής., τοιοῦτος δὲ ὢν πόθεν ἢ πῶς τὰ περὶ εὐσεβείας διδάξειεν ἂν ἑτέρους, ἢ τὰ περὶ σωφροσύνης, ἢ τὰ περὶ θεοῦ γνώσεως, ἢ τὰ περὶ δικαιωτηῥίου καὶ κρίσεως τοῦ ἐπὶ πάντων θεοῦ; οὐχὶ τούτων ἁπάντων τὰ ἐναντία πρεσβεύει, ἀκόλουθα τῇ αὐτοῦ μοχθηρίᾳ πράττων, καὶ θεὸν μὲν ἀρνήσεται καὶ θεοῦ πρόνοιαν καὶ θεοῦ κρίσιν, χλευάσει δὲ τοὺς περὶ ἀρετῆς καὶ τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους
正如從前他寄居於世之時,那些鬼魔無法忍受他的臨在,紛紛從四面八方喊叫:『唉,耶穌,神的兒子,我們與你有什麼相干?你來是要在時候未到以先就叫我們受苦嗎?』但一個一心專注於邪術、又完全從事被禁止之事的人,豈不顯然是品行不聖潔、污穢、可恥、無神、不義、不虔敬的嗎?既然如此,這樣的人又能從何、又怎能教導別人論敬虔的事,或論貞潔的事,或論認識神的事,或論那萬有之神審判台與審判的事呢?他豈不正好倡導這一切事情的反面,行事順從自己的邪惡,否認神、否認神的護理、否認神的審判,並嘲笑有關美德與靈魂不朽的言論嗎?
Thus, indeed, even long ago, in the time when he sojourned in this life, unable to bear his presence, one demon after another cried out from here and there: 'Ah! What have we to do with you, Jesus, Son of God? Have you come before the time to torment us?' But a man wholly given over to sorcery in his mind, and altogether occupied in forbidden practices -- would he not evidently be unholy in character, and vile and shameful and godless and unjust and impious? Being such, how or from where could he teach others concerning piety, or concerning chastity, or concerning the knowledge of God, or concerning the tribunal and judgment of the God over all? Does he not rather advocate the opposite of all these things, acting in accordance with his own wickedness -- denying God, and God's providence, and God's judgment, and mocking discourse about virtue and about the immortality of the soul?
3:6.38
εἰ μὲν δὴ τοιαῦτά τινα ἦν ἰδεῖν καὶ περὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν, οὐδὲν ἂν ἦν εἰπεῖν· εἰ δ ἐφ ἑκάστῳ πράγματι καὶ λόγῳ τὸν πάντων δημιουργὸν πατέρα θεὸν ἀνακαλούμενος ἀποδείκνυται, καὶ τοὺς φοιτητὰς τοιούτους εἶναι παρασκευάζων, καὶ εἰ σώφρων αὐτὸς καὶ σωφρόνων λόγων διδάσκαλος, καὶ εἰ ποιητὴς καὶ κῆρυξ δικαιοσύνης καὶ ἀληθείας καὶ φιλανθρωπίας καὶ ἀρετῆς ἀπάσης καὶ θεοσεβείας εἰσηγητὴς τοῦ παμβασιλέως θεοῦ, πῶς οὐχ ἕπεται τούτοις τὸ μηδὲν μὲν ἡγεῖσθαι κατὰ γοητείαν αὐτὸν τῶν παραδόξων πεποιηκέναι, δυνάμει δ ἀπορρήτῳ καὶ ὡς ἀληθῶς ἐνθέῳ συνομολογεῖν
若我們的救主和主身上真能看見這樣的事,那便無話可說;但若他在每一件事、每一句話上都顯明是呼求那萬有的創造者為神、為父,並使他的門徒也預備成為這樣的人;若他本人是貞潔的,又是貞潔言論的教師;若他是公義、真理、仁愛以及一切美德的實行者與宣告者,並是萬王之王上帝之敬虔的傳授者——那麼,由此豈不當得出這樣的結論:他所行的奇事,絕非藉著邪術而成,反倒當一致承認,那是藉著不可言喻、真正屬神的能力所成就的嗎?
If, then, such things as these were to be seen also in the case of our Savior and Lord, there would be nothing to say; but if he is shown, in every deed and word, to be calling upon the Father, the Maker of all, as God, and preparing his disciples to be such as this too; and if he himself is chaste and a teacher of chaste discourses, and if he is a doer and herald of righteousness and truth and philanthropy and every virtue, and an instructor in the piety of the all-sovereign God, how does it not follow from these things that one should think he has done none of his marvels by sorcery, but should agree that they were done by an ineffable and truly divine power?
3:6.39
ἀλλ εἰς τοσοῦτον ἐλαύνεις ἀπηνείας ὡς μὴ λογισμοῖς σώφροσι λόγων τε ἀκολουθίᾳ προσέχειν τὸν νοῦν, μηδὲ πείθεσθαι τοῖς εἰκόσι τεκμηρίοις, ὑπονοῶν τάχα που τοὺς λέγοντας ἡμᾶς. ἀλλὰ σύ γε κἂν τῶν σαυτοῦ δαιμόνων, αὐτῶν δὴ τῶν χρησμῳδῶν θεῶν, ἄκουε τῷ σωτῆρι ἡμῶν οὐχ ὥσπερ σὺ γοητείαν, ἀλλ εὐσέβειαν καὶ σοφίαν καὶ εἰς οὐρανοὺς ἄνοδον μαρτυρούντων. τίς δ ἂν γένοιτό σοι τούτων ἀξιόπιστος ὁμολογία μᾶλλον τῆς τοῦ καθ ἡμῶν πολεμίου γραφῆς, ἣν ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ἐν τρίτῳ συγγράμματι τέθειται, ὧδέ πως ἱστορῶν κατὰ λέξιν
然而你竟固執到這樣的地步,以致不肯用清醒的思辨、依循言論的條理去思考,也不肯被恰當的證據所說服,或許是因為你懷疑我們這些說話的人。那麼,你至少該聽聽你自己那些鬼魔——正是那些發神諭的神——是怎樣為我們的救主作見證的:牠們所見證的並非如你所說的邪術,而是敬虔、智慧,以及升入諸天。對你來說,還有什麼比我們的敵人自己所寫的話更可信的見證呢?那正是他在題為《出自神諭的哲學》第三卷中所記載的,大略照原文如此敘述:
But you drive your harshness to such a point that you do not attend your mind to sober reasonings and the coherence of the argument, nor do you yield to fitting proofs, perhaps suspecting us who speak. Well then, at least listen to your own demons -- those very oracle-speaking gods of yours -- bearing witness concerning our Savior, not of sorcery as you claim, but of piety and wisdom and ascent into the heavens. What confession of these things could be more trustworthy to you than the writing of that very enemy of ours, which he has set down in the third book of the treatise he entitled 'Philosophy from Oracles,' relating it there, more or less, word for word, as follows:
3:7.1
Παράδοξον ἴσως δόξειεν ἄν τισιν εἶναι τὸ μέλλον λέγεσθαι ὑφ ἡμῶν. τὸν γὰρ Χριστὸν οἱ θεοὶ εὐσεβέστατον ἀπεφήναντο καὶ ἀθάνατον γεγονότα, εὐφήμως τε αὐτοῦ μνημονεύουσι. καὶ ὑποβὰς ἐπιλέγει περὶ γοῦν τοῦ Χριστοῦ ἐρωτησάντων εἰ ἔστι θεὸς ἡ Ἑκάτη] φησὶν ὅττι μὲν ἀθανάτη ψυχὴ μετὰ σῶμα προβαίνει γιγνώσκεις, σοφίης δὲ τετμημένη αἰὲν ἀλᾶται· ἀνέρος εὐσεβίῃ προφερεστάτου ἐστὶν ἐκείνη ψυχή· εὐσεβέστατον ἄρα ἔφη αὐτὸν καὶ τὴν ψυχὴν αὐτοῦ, καθάπερ καὶ τῶν ἄλλων, μετὰ θάνατον ἀπαθανατισθῆναι, ἣν σέβειν ἀγνοοῦντας τοὺς Χριστιανούς. ἐπερωτησάντων δὲ διὰ τί ἐκολάσθη ἔχρησεν Σῶμα μὲν ἀδρανέσιν βασάνοις αἰεὶ προβέβληται· ψυχὴ δ εὐσεβέων εἰς οὐράνιον πέδον ἵζει
『我們接下來要說的話,在某些人聽來或許顯得離奇。因為眾神已宣告基督是極其敬虔的,並且已成為不朽者,他們對他也常懷敬意提及。』稍後他又補充說:『當人詢問基督是否為神時,赫卡忒回答說:「你確實知道,不朽的靈魂在肉身之後仍繼續前行,但若被割絕於智慧,就永遠漂泊流蕩;那靈魂屬於一位在敬虔上超群的男子。」』於是她便宣稱他是極其敬虔的,說他的靈魂,如同其他人的靈魂一樣,在死後被賦予不朽——而基督徒竟在無知中敬拜這靈魂。當人再問他為何受刑罰時,她發出這樣的神諭:『肉身固然常被交付於使人無力的酷刑之下,但敬虔之人的靈魂卻安坐於那天上的平原。』
'What is about to be said by us might perhaps seem paradoxical to some. For the gods have declared Christ to have been most pious, and to have become immortal, and they make honorable mention of him.' And a little further on he adds: 'When, at any rate, they asked concerning Christ whether he is a god, Hecate said: "That the immortal soul goes on after the body you know well, but cut off from wisdom it ever wanders; that soul belongs to a man surpassing in piety."' So she declared him most pious, and that his soul, like that of others, was made immortal after death -- a soul which the Christians, in ignorance, worship. And when they further asked why he was punished, she gave this oracle: 'The body indeed is ever exposed to enfeebling torments, but the soul of the pious settles in the heavenly plain.'
3:7.2
καὶ ἐπιλέγει μετὰ τὸν χρησμὸν ἑξῆς αὐτὁς οὖν εὐσεβὴς καὶ εἰς οὐρανοὺς, ὥσπερ οἱ εὐσεβεῖς, χωρήσὰς. ὥστε τοῦτον μὲν οὐ βλασφημήσεις, ἐλεήσεις δὲ τῶν ἀνθρώπων τὴν ἄνοιαν
在這神諭之後,他接著又補充說:『他本人是敬虔的,並且如同敬虔之人一樣,已經進入了諸天。所以你不可褻瀆他,只當憐憫世人的愚昧無知。』
And after the oracle he goes on to add: 'He himself, then, was pious, and passed into the heavens, as the pious do. So you will not blaspheme him, but will pity the folly of men.'
3:7.3
Ταῦτα καὶ νῦν ὁ Πορφύριος. ἆρ οὖν ἀπατεὼν οὗτος; κἂν τὰ φίλα σε δυσωπείτω τῶν οἰκείων ῥήματα. ἔχεις τοιγαροῦν τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν, τὸν Χριστὸν τοῦ θεοῦ, καὶ παρὰ τοῖς σαυτοῦ ὡμολογημένον οὐ γόητα οὐδὲ φαρμακέα, ἀλλ εὐσεβῆ καὶ δικαιότατον καὶ σοφὸν καὶ οὐρανίων ἀψίδων οἰκήτορα
以上就是波菲利本人到如今所說的話。他難道也是個騙子嗎?至少讓你自己人的友善言論使你感到羞愧吧。這樣,你便有了我們的救主耶穌,神的基督,連你自己的人也承認他不是行邪術者,也不是下毒的人,而是敬虔、極其公義、有智慧,並且是那諸天穹蒼的居住者。
This, then, is what Porphyry himself has said, even now. Is he, then, a deceiver? Let, at least, the friendly words of your own people put you to shame. You have, then, our Savior Jesus, the Christ of God, confessed even by your own people not to be a sorcerer nor a poisoner, but pious and most righteous and wise and a dweller in the heavenly vaults.
3:7.4
ὁ δὴ οὖν τοιοῦτος πῶς ἂν ἄλλως τῶν παραδόξων ἔργων γεγόνει ποιητὴς ἢ δυνάμει θείᾳ, ἣν καὶ τὰ ἱερὰ λόγια μαρτυροῦσιν αὐτῷ, θεοῦ λόγον καὶ θεοῦ δύναμιν τὴν ἀνωτάτω ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι, μᾶλλον δ ἐν αὐτῇ σαρκὶ καὶ σώματι κατοικῆσαι, καὶ πάσαν τὴν ἐν ἀνθρώποις οἰκονομίαν ἐπιτελέσαι μαρτυροῦντα
既然如此,這樣一個人若非藉著神聖的能力,又怎能成為那些奇妙作為的施行者呢?這正是那些聖言諭示所見證於他的能力——見證神的道、神那至高的能力,以人的形貌和形像居住,更確切地說,是居住於實在的肉身之中,並且成就了在世人中的整個經綸。
How then could such a man have become a worker of marvelous deeds other than by a divine power -- the very power that the sacred oracles also bear witness to in him, testifying that the Word of God and the loftiest power of God dwelt in the form and shape of a man, or rather in flesh and body itself, and accomplished the whole dispensation among men?
3:7.5
καὶ σὺ δ ἂν αὐτὸς καταμάθοις τὸ ἔνθεον τῆς περὶ αὐτοῦ δυνάμεως, εἰ λογίσαιο τίς ποτε ὢν ἄρα τὴν φύσιν καὶ πηλίκος ἄνδρας εὐτελεῖς ἐξ ἁλείας καὶ ταπεινοῦ βίου προσοικειωσάμενος, τούτοις κέχρηται διακόνοις ἐπὶ κατορθώσει πράγματος πάντα καλύπτοντος λόγον
你自己也可以親身認識到,那圍繞著他的能力是何等具有神聖性質,只要你思量一下:他究竟是何等本性、何等偉大之人物,竟能招聚一些出身卑微、以打魚為業、過著低賤生活的人,並任用這些人作為僕役,成就一件超乎一切言語所能形容之事。
And you yourself might learn the divine character of the power concerning him, if you were to consider what sort and how great a nature he must have possessed, in that, having attached to himself men of humble station from fishing and a lowly life, he made use of these as ministers for the accomplishment of an enterprise surpassing all description.
3:7.6
διανοηθὶς γὰρ ὃ μηδεὶς πώποτε νόμους οἰκείους καὶ ξένην διδασκαλίαν εἰς πάντα κατασπεῖραι τὰ ἔθνη, καὶ παντὸς γένους ἀνθρώπων διδάσκαλον εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ἑαυτὸν ἀποφῆναι, τοῖς πάντων ἀγροικοτάτοις καὶ εὐτελεστάτοις ἡγήσατο χρῆσθαι τῆς οἰκείας βουλῆς ὑπηρέταις, εἰκός τινα παραλογώτατα ταῦτα αὐτὸν πεποιηκέναι νομίσαι
因為他構想了一件從未有人構想過的事——要將自己的律法和一種陌生的教導播撒在萬邦之中,並要宣稱自己是全人類敬拜唯一萬有之神那敬虔之道的教師——他卻選擇使用一群最粗野、最卑微的人,作為執行自己旨意的僕役;照理來說,人們很可能認為他這樣做極其不合理。
For having conceived what no one had ever conceived before -- to sow his own laws and a foreign teaching among all the nations, and to declare himself the teacher of every race of mankind in the piety of the one God over all -- he thought fit to make use, as ministers of his own counsel, of the most rustic and lowly of all men; and one might reasonably suppose that in this he acted most irrationally.
3:7.7
πῶς γὰρ οἱ μηδὲ διᾶραι δυνάμενοι στόμα, κἂν ἑνός τινος διδάσκαλοι κατέστησαν, οὐχί γε ἀνδρῶν συλλόγου; πῶς δ ἂν πλήθει διειλέχθησαν οἶ πάσης ἐκτὸς γεγονότες παιδείας; ἀλλὰ τοῦτ ἦν ἄρα τὸ τῆς ἐνθέου βουλῆς καὶ τῆς ἐνεργούσης ἐν αὐτοῖς θείας δυνάμεως παραστατικόν. ἀνακαλέσας γοῦν αὐτοὺς τὰ μὲν πρῶτά φησι δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ὑμᾶς ἁλιεῖς ἀνθρώπων
試想,連口都幾乎不能開的人,怎能成為哪怕僅僅一個人的教師,更遑論成為許多人的教師呢?那些全然沒有受過任何教育的人,又怎能向群眾講論呢?然而正是這一點,恰恰彰顯出那神聖的旨意、以及在他們裡面運行的神聖能力。於是,他一開始召喚他們時說:『來跟從我,我要叫你們得人如得魚一樣。』
For how could men who could not even open their mouths have become teachers even of a single person, let alone of a gathering of men? How could those who were altogether without any education have addressed multitudes? But this, indeed, was precisely what demonstrated the divine counsel and the divine power working in them. Calling them, then, at first he said: 'Come, follow me, and I will make you fishers of men.'
3:7.8
ἐπειδὴ δὲ λοιπὸν αὐτοὺς ἀκολούθους ἐκτήσατο, ἐμπνεύσας αὐτοῖς δυνάμεως θείας, μένους τε καὶ θάρσους ἐμπλήσας, καὶ δὴ οἷά τις ἀληθῶς θεοῦ λόγος καὶ αὐτὸς θεὸς, τηλικούτων θαυμάτων ποιητὴς, νοερῶν αὐτοὺς καὶ λογικῶν ψυχῶν θηρευτὰς ποιήσας, ἔργον τε ἐπιθεὶς τῇ φωνῇ τῇ δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ὑμᾶς ἁλιεῖς ἀνθρώπων φησάσῃ, ὁμοῦ τε ἐργάτας καὶ διδασκάλους αὐτοὺς εὐσεβείας ἀπειργασμένους ἤδη καὶ εἰς πάντα τὰ ἔθνη διεπέμπετο, κήρυκας ἀναδείξας τῆς αὑτοῦ διδασκαλίας
而後,等他使他們成為自己的跟隨者後,便向他們吹入神聖的能力,使他們充滿勇氣與膽量,並且——他本身確實猶如真正的神之道、他自己就是神,是如此偉大奇事的施行者——使他們成為有靈性、有理性之靈魂的獵取者;他既將『來跟從我,我要叫你們得人如得魚一樣』這句話付諸實行,就使他們既成為工人,又成為敬虔之道的教師,隨即差遣他們到萬邦去,立他們作自己教導的傳令者。
And when he had thereafter made them his followers, breathing into them a divine power, and filling them with vigor and courage, being indeed, in truth, as it were a Word of God, and himself God, a doer of such great wonders, he made them hunters of intelligent and rational souls; and having joined deed to the utterance 'Come, follow me, and I will make you fishers of men,' having already made them at once workers and teachers of piety, he sent them out into all the nations, appointing them heralds of his own teaching.
3:7.9
καὶ τίς οὐκ ἂν ἐξεπλάγη καὶ ἠπίστησεν ἂν εἰκότως τῷ παραδόξῳ τοῦ θαύματος, ὅτε μηδεὶς μὲν τῶν πώποτε ἐν ἀνθρώποις γενομένων διαφανῶν, μὴ βασιλεὺς, μὴ νομοθέτης, μὴ φιλόσοφος, μὴ Ἕλλην, μὴ βάρβαρος, τοιοῦτόν τι διανοηθεὶς ἱστορεῖται, ἀλλ οὐδ εἰς φαντασίαν ἐλθων τοῦ παραπλησίου; ἀγαπητὸν γὰρ ἑκάστῳ ἣν, εἰ καὶ ἐπὶ μόνης τῆς οἰκείας γῆς τὸ οἰκεῖον ἐπάγγελμα συνεστήσατο, καὶ τοὺς καλῶς ἔχειν φανέντας νόμους κἂν ἐφ ἑνὸς τοῦ οἰκείου ἔθνους κρατῦναι οἶός τε ἦν· ὁ δὲ μηδὲν θνητὸν καὶ ἀνθρώπινον διανοηθεὶς ὅρα εἰ μὴ ὡς ἀληθῶς θεοῦ πάλιν προήκατο φωνὴν, αύτολεξεὶ φήσας τοῖς εὐτελεστάτοις ἐκείνοις αὐτοῦ μαθηταῖς πορευθένες μαθητεύσατε πάντα τὰ ἔθνη
誰能不對此奇事的荒謬感到震驚,並理所當然地感到難以置信呢——因為古來凡在人間顯赫者,無論是君王、立法者、哲學家,希臘人或外邦人,都從未有人被記載構想過如此的事,甚至連類似的念頭都不曾出現過。他們每一個人都只求能在自己本國之地確立自己的事業,能將看似良善的律法確立於自己一族之上,便心滿意足了。然而,他所構想的並非任何屬乎必死、屬人的事——請留意,這豈不正是再一次真正發出了屬神的話語嗎?他用這些字句對他那些最卑微的門徒說:『你們要去,使萬民作我的門徒。』
And who would not be astounded, and might reasonably disbelieve, at the paradox of the wonder, seeing that not one of those who have ever become illustrious among men -- no king, no lawgiver, no philosopher, whether Greek or barbarian -- is recorded to have conceived any such thing, nor even to have come so much as to the fancy of anything of the sort? For each of them would have thought it enough if he had established his own profession over his own land alone, and been able to establish the laws that seemed good even over a single, his own, nation. But he who conceived nothing mortal or human -- consider whether he did not indeed once more put forth a truly divine utterance, saying in these very words to those most lowly disciples of his: 'Go, make disciples of all the nations.'
3:7.10
καὶ πῶς, εἶπον ἂν οἱ μαθηταὶ τῷ διδασκάλῳ πάντως που ἀποκρινάμενοι, τοῦθ ἡμῖν ἔσται δυνατόν; πῶς γὰρ Ῥωμαίοις, φέρε, κηρύξομεν; πῶς δὲ Αἰγυπτίοις διαλεχθησόμεθα; ποίᾳ δὲ χρησόμεθα λέξει πρὸς Ἕλληνας, ἄνδρες τῇ Σύρων ἐντραφέντες μόνῃ φωνῇ
門徒們大概會這樣回答老師:『這事我們怎能做到呢?我們該怎樣向羅馬人宣講呢?又該怎樣與埃及人交談呢?我們這些只在敘利亞語中長大的人,該用什麼言語向希臘人講論呢?』
And how, the disciples might have altogether said in reply to the teacher, will this be possible for us? For how, tell me, shall we preach to the Romans? How shall we converse with the Egyptians? What manner of speech shall we use toward the Greeks -- we who have been brought up in the Syrian tongue alone?
3:7.11
Πέρσας δὲ καὶ Ἀρμενίους, καὶ Χαλδαίους, καὶ Σκύθας, καὶ Ἰνδοὺς, καὶ εἴ τινα βαρβάρων γένοιτο ἔθνη, πῶς πείσομεν τῶν μὲν πατρίων θεῶν ἀφίστασθαι, ἴνα δὲ τὸν πάντων δημιουργὸν σέβειν; ποίᾳ δὲ λόγων ἱκανότητι θαρσοῦντες ἐπὶ τοῦτο παρελευσόμεθα; ἢ τίς ἡμῖν ἐλπὶς ἔσται τοῦ κατορθώματος ἀντινομοθετεῖν τολμῶσι τοῖς πάντων ἐθνῶν περὶ τῶν οἰκείων θεῶν ἐξ αἰῶνος κειμένοις νόμοις; ἐπὶ ποίᾳ δὲ καὶ δυνάμει περιέσεσθαι ἔστι τοῦ τολμήματος
至於波斯人、亞美尼亞人、迦勒底人、西徐亞人、印度人,以及其他一切外邦民族,我們又怎能說服他們離棄祖傳的神明,轉而敬拜萬有的創造者呢?我們憑什麼有足夠的言辭、鼓起勇氣去承擔這使命呢?我們竟敢對抗萬邦自古以來就已確立、關乎各自神明的律法,另立新法——這樣我們還有什麼成功的指望呢?我們又憑著什麼能力,能在這樣大膽的嘗試中得勝呢?』
And as for the Persians, Armenians, Chaldeans, Scythians, Indians, and whatever other nations of barbarians there may be, how shall we persuade them to abandon their ancestral gods, and instead to worship the Maker of all? With what sufficiency of speech, taking courage, shall we come forward to this task? Or what hope shall we have of success, we who dare to legislate against the laws laid down from time immemorial by all the nations concerning their own gods? And by what power shall it be possible to prevail in this daring undertaking?
3:7.12
ταῦτα ἢ φησάντων ἂν κατὰ τὸ εἰκὸς ἢ διανοηθέντων τῶν τοῦ Ἰησοῦ μαθητῶν, μιᾶς προσθήκῃ λέξεως αὐτοῖς ὁ διδάσκαλος λύσιν τῶν ἀπορηθέντων ὑπέθετο, φήσας κατόρθωσιν ἐν τῷ ὀνόματί μου· οὐ γὰρ δὴ ἀπλῶς καὶ ἀδιορίστως μαθητεῦσαι πάντα τὰ ἔθνη προσέταττεν, μετὰ προσθήκης δὲ ἀναγκαίας τῆς ἐν τῷ ὀνόματι αὐτοῦ
耶穌的門徒,可以想見,或如此說了、或如此思量了這些話,於是那位教師只添上一句話,就為他們所困惑的問題提供了解決之道,他所給出的成功之道乃是說:『奉我的名。』因為他吩咐他們使萬民作門徒,並非單純、無限定地吩咐,而是附加了一個必不可少的條件——『奉他的名』。
When the disciples of Jesus had, reasonably enough, either said or thought these things, the teacher, by the addition of a single phrase, supplied them the solution to their difficulty, saying -- as the means of success -- 'in my name.' For he did not command them simply and without qualification to make disciples of all the nations, but with the necessary addition, 'in his name.'
← 上一段下一段 →
← 第 2 章第 4 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。