📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的證明

福音的證明 第 4 章 第 4/5 段

希臘文原文.61 節.部分字詞可點開查義.本章太長已分段,此段為 4:16.5–4:17.3(全章共 261 節)

← 第 3 章第 5 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
4:16.5
εἰ γὰρ δὴ κἀκεῖνος ἐλθὼν τὰ ὅμοια πάθοι τῷ ἐληλυθότι, καὶ τί μὴ μᾶλλον ἐκείνῳ ἢ τούτῳ πιστευτέον ἢ ἀπιστητέον; εἰ δὲ ἐντεῦθεν ἀποκλεισθέντες ἐπὶ τὸν Δαβὶδ ἤ τινα τῶν ἐξ αὐτοῦ γενομένων βασιλέων τοῦ Ἰουδαίων ἔθνους ἀναφέροιεν τὸν χρησμὸν, καὶ οὕτω δεικτέον ὡς οὔτε Δαβὶδ οὔθ ἕτερός τις τῶν πώποτε παρ Ἑβραίοις διαφανῶν ἱστόρηται οὔθ υἱὸς χρηματίσας τοῦ θεοῦ οὔθ ὑπὸ τοῦ θεοῦ γεγενημένος, κατὰ τὸν ἐν τῷ Ψαλμῷ θεσπιζόμενον, οὐδ ἄρξας πάντων τῶν ἐθνῶν καὶ βασιλέων, ἀρχόντων τε καὶ λαῶν ἐπιβεβουλευμένος· εἰ δ οὐδεὶς ἐκείνων δείκνυται, αὐτοῖς δ ἔργοις συνίσταται ταῦτα πάντα, καὶ πάλαι μὲν ὑπομείνας, καὶ νῦν δὲ ἔτι καὶ σήμερον ὑπό τε βασιλέων καὶ ἀρχόντων ἐθνῶν τε καὶ λαῶν πολεμούμενος ὁ Χριστὸς τοῦ θεοῦ, τί τὸ ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι τὸν προφητευόμενον διὰ τοῦ φήσαντος λογίου παρέστησαν οἶ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοὐ Χριστοῦ αὐτοῦ· μόνῳ δὲ αὐτῷ καὶ τὰ ἐπιφερόμενα ἁρμόττοι ἂν τοῦ Ψαλμοῦ δι ὧν εἴρηται κύροις εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα γῆς
因為倘若那一位(他們所盼望的基督)來臨時,也遭遇與已經來臨者相同的境遇,那麼為何要更信這一位而不信那一位,或更不信那一位而信這一位呢?若他們被此逼得無路可走,轉而將這神諭歸諸大衛,或歸諸猶太民族中由他而出的某位君王,那麼也必須指明:無論大衛也好,或希伯來人中歷來任何其他顯赫人物也好,都未曾被記載為稱作神的兒子,也未曾如詩篇所宣稱的那樣由神所生,也未曾統治萬國萬王,也未曾遭掌權者與萬民所謀害。既然他們之中無人能證明合乎此言,而這一切卻都藉實際的作為,在神的基督身上得到印證——他從前既已忍受這些事,如今直到今日,仍遭列王、掌權者、萬國萬民所攻擊——那麼還有甚麼能阻擋,使人不能承認他正是那藉此神諭所預言的那一位呢?此神諭說:『地上的君王一齊起立,掌權者聚集商議,要抵擋耶和華並抵擋祂的基督。』惟獨他,才與詩篇接下去所說的話相合,其中說:『耶和華對我說:你是我的兒子,我今日生了你。你求我,我就將萬國賜你為基業,將地極賜你為產業。』
For if indeed that one too, when he comes, should suffer the same things as the one who has already come, why should the one be believed rather than the other, or the other disbelieved rather than the one? But if, being shut out from this line of reply, they should refer the oracle to David or to one of the kings who arose from him over the Judean nation, this too must be shown: that neither David nor any other of those ever renowned among the Hebrews is recorded either to have been styled son of God, or to have been begotten by God, according to what is proclaimed in the Psalm, nor to have ruled all nations and kings, and to have been plotted against by rulers and peoples. But if none of them can be shown to fit, while all these things are established in actual fact — the Christ of God having endured them long ago, and even now, still today, being warred upon by kings and rulers, nations and peoples — what stands in the way of his being the one prophesied through the oracle which said: 'The kings of the earth stood up, and the rulers gathered together, against the Lord and against his Christ'? To him alone would also fit what follows in the Psalm, where it is said: 'The Lord said to me: You are my Son; today I have begotten you. Ask of me, and I will give you the nations for your inheritance, and the ends of the earth for your possession.'
4:16.6
καὶ γὰρ καὶ ταῦτα ἀναμφίλεκτον ἐπὶ μόνου αὐτοῦ τὴν ἔκβασιν τῆς προφητείας ἀνείληφεν, ὅτε τῶν αὐτοῦ μαθητῶν εἰς πάσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν
事實上,這句話也毫無爭議地惟獨在他身上得到了預言的應驗,因當他門徒的聲音傳遍全地,他們的言語傳到世界的地極。
For indeed these words too, without dispute, have received their fulfillment in him alone, when the sound of his disciples went out into all the earth, and their words unto the ends of the world.
4:16.7
διαρρήδην δὲ τὸν Χριστὸν ὀνομάζει προαγορεύσας ὁ λόγος, ὡς ἂν ἐξ αὐτοῦ προσώπου διδάσκων αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, διὰ τοῦ κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. ᾧ παραθήσεις καὶ τὸ ἐν Παροιμίαις πάλιν ἐξ αὐτοῦ προσώπου ὧδέ πως εἰρημένον πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. τό τε ἐν ρθ Ψαλμῷ πρὸς τοῦ πατρὸς αὐτῷ προσπεφωνημένον κατὰ τὸ ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε
此論述明白地指名基督,如同以他自己的口吻教導他就是神的兒子,藉『耶和華對我說:你是我的兒子,我今日生了你』一語。你可將此與箴言中同樣以他的口吻所說的話並列,那裡如此說:『諸山未曾奠定,眾岡未有之先,他就生我。』又可並列第一百零九篇詩篇中父對他所說的話,即:『在晨星以先,我已從母腹中生了你。』
The discourse expressly names Christ in this prophecy, as though in his own person teaching that he is the Son of God, through the words: 'The Lord said to me: You are my Son; today I have begotten you.' To which you may set alongside also the passage in Proverbs, again spoken in his own person somewhat as follows: 'Before the mountains were established, and before all the hills, he begets me' — as well as the words addressed to him by the Father in the hundred and ninth Psalm, according to: 'Out of the womb, before the morning star, I have begotten you.'
4:16.8
ἐπίστησον δὲ ὡς ἴνα καὶ τὸν αὐτὸν ὀνομαστὶ Χριστὸν ὁμοῦ καὶ υἱὸν θεοῦ ὑπ ἀνθρώπων ἐπιβουλευόμενον, καὶ κλῆρον τὰ ἔθνη ληψόμενον, περάτων τε γῆς κρατήσοντα θεσπίζουσιν αἶ ἱεραὶ γραφαὶ, δυσὶ τεκμηρίοις τὴν εἰς ἀνθρώπους οἰκονομίαν αὐτοῦ σημαίνουσαι, διά τε τῆς κατ αὐτοῦ συσκευῆς καὶ διὰ τῆς ὑπ αὐτὸν τῶν ἐθνῶν ὑποταγῆς. Ψαλμοῦ ἴθ. Χριστὸς ὀιομαστὶ τῶν αἰτημάτων ἁπάντων παρὰ τοῦ πατρὸς τυγχάνων
你且留意,聖經如何以名稱明確宣稱,這同一位既是基督、又是神的兒子,是要遭人謀害的,又是要承受萬國為業、掌管地極的——藉兩項憑證表明祂對人類的經綸:一是那對抗祂的圖謀,二是萬國臣服於祂之下。取自第十九篇詩篇。基督被指名,從父那裡得著他一切所求的。
Observe, then, how the sacred Scriptures proclaim by name this same one, at once Christ and Son of God, plotted against by men, and destined to receive the nations for an inheritance, and to hold sway over the ends of the earth — signifying his dispensation toward mankind by two proofs, both through the plot against him and through the subjection of the nations under him. From the nineteenth Psalm. Christ named by name, obtaining all his petitions from the Father.
4:16.9
Πληρώσαι Πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου. νῦν ἔγνων ὅτι ἔσωσε κύριος τὸν Χριστὸν αὑτοῦ, ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὑτοῦ. Ἐπεὶ πρόκειται νῦν παραστῆσαι δι ὅσων ὀνομαστὶ ὁ Χριστὸς ἐν ταῖς προφητείαις ἀνηγόρευται, εἰκότως καὶ ταῦτα παρατίθεμαι ἐναργῶς κηρύττοντα τὸν Χριστόν
『願耶和華成全你一切所求。現在我知道耶和華救護他的基督,必從他的聖天上垂聽他。』既然如今要陳明基督在諸預言中,究竟藉多少處經文被指名宣告,我便恰當地引述這些話,它們明明白白地宣告了基督。
'May the Lord fulfill all your petitions. Now I know that the Lord has saved his Christ; he will hear him from his holy heaven.' Since it is now proposed to set forth through how many passages Christ has been proclaimed by name in the prophecies, I fittingly adduce these words also, which plainly proclaim Christ.
4:16.10
ὅλος δὲ ὁ Ψαλμὸς ἐκ προσώπου τῶν ἁγίων ἀνδρῶν εὐχὴν ἀναπέμπει εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον. ἐπειδὴ γὰρ δι ἡμᾶς καὶ ὑπὲρ ἡμῶν πᾶσαν ἀνεδέξατο ὕβριν ἐνανθρωπήσας, εὐχομένῳ αὐτῷ καὶ δεομένῳ τοῦ πατρὸς ὑπὲρ ἡμῶν διδασκόμεθα συνεύχεσθαι, οἷα δὴ τοὺς καθ ἡμῶν πολέμους, εἴτε ὁρατοὺς εἴτε καὶ ἀοράτους, ἀμυνομένῳ. διὸ καί φαμεν ἡμεῖς πρὸς αὐτὸν ἀπὸ τοῦ Ψαλμοῦ οὕτως ἔχοντα ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψτώς σου, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. ἐξαποστείλαι σοι βοήθειαν ἑ ξ ἁγίου, καὶ ἐκ Σιῶν ἀντιλάβοιτό σου
整篇詩篇都是以聖潔之人的口吻,向基督的位格獻上禱告。因為既然祂為我們、且為我們的緣故成為人,承受了一切凌辱,我們便被教導要與他一同祈求,當他向父祈禱懇求,為我們——正如同抵擋那對抗我們的戰爭,無論是有形或無形的——祈求。因此我們也從這詩篇向他這樣說:『願耶和華在你遭難的日子應允你,願雅各神的名保護你。願他從聖所差遣救助給你,從錫安扶持你。』
The whole Psalm sends up a prayer, in the person of holy men, addressed to the person of Christ. For since, having become man for our sake and on our behalf, he took upon himself every insult, we are taught to join in prayer with him as he prays and beseeches the Father on our behalf, warding off, as it were, the wars waged against us, whether visible or invisible. Wherefore we too say to him, from the Psalm, thus: 'May the Lord hear you in the day of your affliction; may the name of the God of Jacob shield you. May he send you help from his holy place, and support you out of Zion.'
4:16.11
Εἶτ ἐπειδήπερ ἐστὶν οἰκεῖον αὐτῷ ἅτε μεγάλῳ ὄντι ἀρχιερεῖ τὰς ἐν δοξολογίαις καὶ θεολογίαις πνευματικὰς ἱερουργίας ὑπὲρ ἡμῶν ἐκτελεῖν, καὶ ἐπειδήπερ οἷά τε ἱερεὺς αὐτός τε ἑαυτὸν καὶ ὅν ἀνειληφεν ἀπὸ γῆς ἄνθρωπον ὑπὲρ ἡμῶν ὁλοκαύτωμα προσανήνεγκε τῷ θεῷ καὶ πατρὶ, διὰ τοῦτό φαμεν αὐτῷ μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω
其次,既然身為偉大的大祭司,本就理當為我們獻上頌讚與神學性讚美中屬靈的祭司職事,又既然身為祭司,他將自己與那從地上所取的人性,一同作為全燔祭獻與神並父,為我們的緣故,因此我們對他說:『願他記念你一切的祭物,使你的燔祭肥美。』
Then, since it is fitting for him, being a great high priest, to perform on our behalf the spiritual priestly services in doxologies and theologies, and since, as a priest, he offered up to God and the Father, on our behalf, both himself and the man whom he had taken from the earth, as a whole burnt offering, for this reason we say to him: 'May he remember all your sacrifice, and make your burnt offering rich.'
4:16.12
καὶ ἐπεὶ πάντα ὅσα βουλεύεται σωτήριά ἐστι καὶ ὠφέλιμα ἐν τῷ κόσμῳ, εἰκότως ἐπιφωνοῦμεν αὐτῷ δῴη σοι κύριος κατὰ τὴν καρδίαν σου λέγοντες καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι
又因他所籌謀的一切都是為世界帶來救恩與益處的,我們便恰當地向他呼喊說:『願耶和華照你的心意賜給你』,並說:『成全你一切的籌算。』
And since all that he purposes is salutary and beneficial for the world, we fittingly exclaim to him: 'May the Lord grant you according to your heart,' saying also, 'and fulfill all your counsel.'
4:16.13
οἶς ἑξῆς τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ ὁμολογοῦντες φαμὲν ἀλαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου. σωτήριον γὰρ τοῦ Χριστοῦ τί ἂν ἕτερον νοοῖτο, εἰ μὴ ἡ ἐκ νεκρῶν ἀνάστασις αὐτοῦ, δι ἧς καὶ πάντας τοὺς πρὶν ἐκπεπτωκότας ἀνίστησιν; ὅθεν φαμὲν καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα, καὶ πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου
接著,我們承認他從死裡復活,便說:『我們要因你的救恩歡呼。』因為除了他從死裡復活之外,基督的『救恩』還能理解為別的甚麼呢?藉這復活,他使一切先前跌倒的人也一同復起。因此我們又說:『我們要奉我們神的名誇勝』,並說:『願耶和華成全你一切所求。』
To which, next, confessing his resurrection from the dead, we say: 'Let us exult in your salvation.' For what else could be understood by the 'salvation' of Christ, if not his resurrection from the dead, by which he also raises up all those who had previously fallen? Whence we also say: 'And in the name of our God we shall be magnified'; and, 'May the Lord fulfill all your petitions.'
4:16.14
ἐπὶ πάσι τούτοις διδασκόμεθα λέγειν τὸ νῦν ἔγνων ὅτι ἔσωσε κύριος τὸν Χριστὸν αὑτοῦ, μὴ πάλαι τοῦτο εἰδότες, εἰ μὴ ὅτε πρότερον τὸ σωτήριον αὐτοῦ συνήκαμεν τῆς ἀναστάσεως αὐτοῦ τὴν δύναμιν κατανοήσαντες. Ψαλμοῦ κζ΄ Χριστὸς ὀνομαστὶ κύριον τὸν πατέρα καὶ ὑπερασπιστὴν κεκτημένος. Κύριος Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστί
在這一切之後,我們被教導要說:『現在我知道耶和華救護他的基督』——這並非我們先前就已知曉,乃是當我們先前領悟到他的救恩、明白了他復活之能力時,方才知道的。取自第二十七篇詩篇。基督被指名,以耶和華為父並為護庇者。『耶和華是他百姓的力量,是他基督得救的護庇者。』
After all these things we are taught to say: 'Now I know that the Lord has saved his Christ' — not having known this before, except when we first came to understand his salvation, having comprehended the power of his resurrection. From the twenty-seventh Psalm. Christ named by name, having the Lord as his Father and protector. 'The Lord is the strength of his people, and the protector of the salvation of his Christ.'
4:16.15
Καὶ ὁ μετὰ χεῖρας Ψαλμὸς εἰς τὸν Χριστὸν ἀναφέρεται, αὐτοῦ δὴ τοῦ Χριστοῦ περιέχων εὐχὴν, ἣν παρὰ τὸν τοῦ πάθους προσηύξατο καιρόν. διὸ ἐν μὲν τῇ καταρχῆ̣ τοῦ Ψαλμοῦ φησι πρὸς πρὸς σὲ, κύριε, ἐκέκραξα· ὁ θεός μου μὴ παρασιωπήσῃς ἀπ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
而目前手邊這篇詩篇同樣是指向基督的,其中所載正是基督自己在受難之時所獻上的禱告。因此,在詩篇開頭便說:『耶和華啊,我曾向你哀求;我的神啊,求你不要向我靜默無聲,免得我像那些下到坑中的人一樣。』
And the Psalm now in hand also refers to Christ, containing the very prayer of Christ himself, which he prayed at the time of his passion. Wherefore, at the beginning of the Psalm, it says: 'To you, O Lord, I have cried; my God, be not silent toward me, lest I become like those who go down into the pit.'
4:16.16
πρὸς δὲ τῷ τέλει τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ θεσ·πίζει λέγων εὐλογητὸς κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου· κύριος βοηθός μου καὶ ὑπερασπιστής μου, ἐπ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου, καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. ἐφ οἶς τὸ θεῖον καὶ προφητικὸν πνεῦμα ἐπιλέγει κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστίν
但到了近末尾之處,便預言了他從死裡復活,說:『當稱頌耶和華,因他聽了我懇求的聲音。耶和華是我的幫助,是我的護庇者;我心倚靠他,我便得了幫助,我的肉體重新興旺,我要出於甘心向他稱謝。』就此,那神聖而具先知性的靈又接著說:『耶和華是他百姓的力量,是他基督得救的護庇者。』
But toward the end it prophesies his resurrection from the dead, saying: 'Blessed be the Lord, for he has heard the voice of my petition. The Lord is my helper and my protector; my heart has hoped in him, and I have been helped, and my flesh has flourished again, and with my own will I shall give thanks to him.' To which the divine and prophetic Spirit adds: 'The Lord is the strength of his people, and the protector of the salvation of his Christ.'
4:16.17
παιδεῦον ἡμᾶς ὅτι δὴ πάντα τὰ ἐν ταῖς θείαις γραφαῖς ἀνάδραπτα τοῦ Χριστοῦ θαυμάσια, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων γενόμενα, εἴτε οὖν μαθήματα εἴτε γράμματα εἴτε κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ μυστήρια νῦν ὀνομαζόμενα, νεύματι καὶ δυνάμει γεγένηται τοῦ πατρὸς ἐν ἅπασι τοῖς παραδόξοις καὶ σωτηρίοις λόγοις τε καὶ ἔργοις ὑπερασπίζοντός τοῦ ἰδίου Χριστοῦ. Ψαλμοῦ πγ΄. Χριστὸς ὀνομαστὶ τὸν θεὸν ἐπόπτην ἐπιγραφόμενος, μία τε ἡ τῆς ἀναστάσεως αὐτοῦ ἡμέρα, καὶ εἰς οἶκος θεοῦ ἡ ἐκκλησία αὐτοῦ
這教導我們:凡聖經中所記載、關乎基督的一切奇事——無論是為拯救人類而成就的教訓、文字,或如今稱為奧秘、與他從死裡復活相關的一切——皆是憑父的旨意與大能而成就,是父在一切非常且拯救人的言語與作為中,護庇著他自己的基督。取自第八十三篇詩篇。基督被指名,稱神為監察者;他復活的日子只有一日,他的教會是神獨一的居所。
Teaching us that all the recorded wonders of Christ in the divine Scriptures, which came about for the salvation of men — whether teachings or writings, or the mysteries now so named connected with his resurrection from the dead — came to pass by the nod and power of the Father, who in all the paradoxical and saving words and deeds protects his own Christ. From the eighty-third Psalm. Christ named by name, invoking God as overseer; the day of his resurrection being one, and his Church the one house of God.
4:16.18
Ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεὸς, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου. ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἀμαρτωλῶν·
『神啊,我們的護庇者,求你垂顧,看你基督的面。因在你院宇中的一日,勝過在別處的千日。我寧可在我神的殿中被拋棄,也不願住在惡人的帳棚裡。』
'Behold, O God our protector, and look upon the face of your Christ; for one day in your courts is better than thousands. I have chosen rather to be cast aside in the house of my God than to dwell in the tents of sinners.'
4:16.19
οἶ ἐπιστάμενοι τὸν Χριστὸν τοῦ θεοῦ ὄντα λόγον καὶ σοφίαν καὶ φῶς ἀληθινὸν καὶ ζωὴν, ἔπειτα τὴν ἐνανθρώπησιν αὐτοῦ συννοήσαντες κατεπλάγησαν τὸ παράδοξον τοῦ θελήματος, ὥστε ἀνειπεῖν καὶ εἲδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη
那些明白基督乃是神的道、智慧、真光與生命的人,繼而在思考他成為人這件事時,對此旨意之奇異感到驚訝,以致宣稱說:『我們看見他,他沒有佳形,也沒有美容,他的形貌被人輕視,且不如世人;他是多受痛苦、常經憂患的人,人所掩面不看的人,他被藐視。』
Those who know that Christ is the Word and Wisdom and true Light and Life of God, then, upon considering his incarnation, were astonished at the paradox of his will, so as to declare also: 'We have seen him, and he had no form nor beauty, but his form was without honor, and inferior to the sons of men — a man in affliction, and knowing how to bear sickness, because his face was turned away, he was dishonored.'
4:16.20
Εἰκότως παρακαλοῦσι τὸν θεὸν ἐπιβλέψαι εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ τὸ δι ἡμὰς ἠτιμωμένον καὶ καθυβρισμένον, ἵλεω τε ἡμῖν γενέσθαι δι αὐτὸν, ἐπεὶ τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται. ταῦτα δ ἱκετεύουσι, μονονουχὶ ποθοῦντες καὶ ἐν εὐχῇ τιθέμενοι τὸ πρόσωπον τῆς δόξης ἰδεῖν τοῦ Χριστοῦ, καὶ τὴν ἡμέραν τοῦ φωτὸς αὐτοῦ θεάσαθαι· αὕτη δὲ ἦν ἡ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, ἥντινα μίαν οὖσαν καὶ μόνην ὡς ἀληθῶς κυριαν οὖσαν καὶ κυριακὴν κρείττονα εἶναί φασι μυρίων ὅσων τῶν κοινοτέρως νοουμένων ἡμερῶν, ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐν ἑορταῖς καὶ νουμηνίαις καὶ σαββάτοις, ἃς σκιὰν εἶναι ἡμερῶν, ἀλλ οὐχ ἡμέρας ὁ θεῖος ἀπόστολος διδάσκει. μόνη δὲ αὕτη ἡ μία κυριακὴ τοῦ σωτῆρος ἡμῶν ἡμέρα οὐκ ἐν παντὶ τόπῳ φωτίζειν, ἀλλ ἐν μόναις ταῖς αὐλαῖς τοῦ κυρίου λέλεκται
他們如此懇求神垂顧基督的面容——那為我們的緣故蒙羞受辱的面容——並求神因祂的緣故向我們施恩,因祂已擔當了我們的罪,且為我們受痛苦。他們如此懇切祈求,幾乎是渴望地、以禱告的心,盼能得見基督榮耀的面容,並得見他光明之日——這正是他從死裡復活之日。這獨一無二、真正屬主、屬乎主日的一日,他們宣稱勝過無數尋常所謂的日子,也勝過摩西所頒律法中節期、月朔與安息日所定的日子——那神聖的使徒教導說,這些不過是諸日的影兒,而非本體。惟獨這獨一無二、屬乎我主的日子,經上並非說它在各處發光,而是說它惟獨在主的院宇中發光。
Fittingly, then, they beseech God to look upon the face of Christ, which was dishonored and outraged for our sake, and to become gracious to us for his sake, since he has taken up our sins and suffers pain on our behalf. And they entreat these things almost as if longing, and setting it before themselves in prayer, to see the face of the glory of Christ, and to behold the day of his light — and this was the day of his resurrection from the dead, which, being one and unique, and truly the Lord's and Lordly day, they declare to be better than countless thousands of the days ordinarily so reckoned, or than those legislated by Moses in feasts and new moons and sabbaths — which the divine apostle teaches to be a shadow of the days, but not the day itself. This alone, this one Lord's Day of our Savior, is said not to give light in every place, but in the courts of the Lord alone.
4:16.21
εἶεν δ ἂν αὗται αἱ κατὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Χριστοῦ ἐκκλησίαι, ἑνὸς οἴκου τοῦ θεοῦ τυγχάνουσαι αὐλαὶ, ἐν αἷς ἀγαπᾷ καὶ αἱρεῖται παραρριπτεῖσθαι ὁ τὰ τοιαῦτα εἰδὼς, παρὰ πολὺ κρείττονα τὴν ἐν ταύταις διατριβὴν ἀποφηνάμενος τῆς ἐν τοῖς σκηνώμασι τῶν ἁμαρτωλῶν· εἰ μὴ τὰς τῶν Ἰουδαίων συναγωγὰς τὸν Χριστὸν τοῦ θεοῦ ἀρνουμένας, ἢ καὶ τὰς τῶν ἀθέων ἑτεροδόξων καὶ τῶν ἄλλων ἀπίστων ἐθνῶν, πολὺ βελτίους εἶναι ἢ τὰς ἐκκλησίας τοῦ Χριστοῦ πᾶς ὁ ταύτας αἱρούμενος ἀποφαίνεται. Ψαλμοῦ πη΄. Χριστὸς ὀνομαστὶ ἐξουδενημένος, καὶ τὰ αἴσχιστα πεισόμενος, ἀντάλλαγμά τε αὐτοῦ λαὸς αὐτοῦ ὑπὸ τῶν ἐχθρῶν ὀνειδιξόμενος. Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ καὶ τὰ ἑξῆς. οἶς ἐπιλέγει μνήσθητι, μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, οὐ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου
這些便是遍佈全世界的基督眾教會,是屬乎神獨一居所的眾院宇,那明白這些事的人便甘願樂意在此被拋棄,宣稱寄居於此遠勝過住在惡人的帳棚裡——除非有人選擇否認這點,反倒宣稱猶太人的會堂——那否認神的基督的會堂——或那些無神論異端者及其他不信之外邦人的集會,遠勝過基督的眾教會。取自第八十八篇詩篇。基督被指名,遭人藐視,將受最可恥之事;他的百姓——他所付出的代價——遭仇敵所辱罵。『但你卻棄絕、藐視,你厭棄了你的基督,你廢棄了你僕人的約。你將他的聖所褻瀆於地』,等等。接著又說:『耶和華啊,求你記念,記念你僕人所受的羞辱,就是我懷中所承受、來自諸多外邦的羞辱;耶和華啊,你的仇敵所辱罵的,他們所辱罵的,就是你基督所付的代價。』
These would be the churches of Christ throughout the whole world, being the courts belonging to the one house of God, in which he who knew such things loves and chooses to be cast aside, declaring the sojourn in these to be far better than that in the tents of sinners — unless, that is, anyone who chooses them declares the synagogues of the Jews, which deny the Christ of God, or the assemblies of the godless heterodox and other unbelieving nations, to be far better than the churches of Christ. From the eighty-eighth Psalm. Christ named by name, treated with contempt and destined to suffer the most shameful things; his people, the price paid for him, being reproached by enemies. 'But you have cast off and rejected, you have put away your Christ; you have overturned the covenant of your servant. You have profaned his sanctuary to the ground' — and so on. To which it adds: 'Remember, remember, O Lord, the reproach of your servants, which I have borne in my bosom, of many nations; wherewith your enemies have reproached, O Lord, wherewith they have reproached the recompense of your Christ.'
4:16.22
Σαφῶς δὲ καὶ ἐν τούτοις ὁ Χριστὸς ὀνομαστὶ μνημονεύεται, καὶ ἡ κατὰ τὸ πάθος αὐτοῦ προφητευομένη περίστασις. ἐπὶ σχολῆς δὲ τὸν ὅλον Ψαλμὸν βασανίζοντες παραστήσομεν ὅτι ἐπὶ μηδέτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐφαρμόσαι ἂν τὰ προκείμενα
在這些話裡,基督也明明被指名提及,並且他受難時所預言的境況亦然。日後我們將從容細察整篇詩篇,證明這裡所陳述的話,既不適用於其他任何一人,惟獨適用於我們的救主和主。
Plainly, then, in these words too Christ is mentioned by name, and the circumstance prophesied concerning his passion. At leisure, examining the whole Psalm closely, we shall show that what is set forth applies to neither of the two alternatives but to our Savior and Lord alone.
4:16.23
ἀλλὰ καὶ δεύτερον Χριστὸς ὀνομαζόμενος τίνα ἄλλον ἢ τὸν αὐτὸν δηλοῖ, οὗ τὸ ἀντάλλαγμα, δηλονότι τὴν ἐκκλησίαν, ὠνείδισάν τε καὶ καὶ εἰσέτι νῦν ὀνειδίζουσιν οἱ λεγόμενοι τοῦ Χριστοῦ ἐχθροί; τὰ γοῦν τοῦ σωτῆρος ἡμῶν πάθη ἃ ὑπὲρ ἡμῶν ἀνεδέξατο, καὶ μάλιστα τὸν θάνατον καὶ τὸν σταυρὸν, πᾶς ὁ τῆς Χριστοῦ διδασκαλίας πολέμιος ἐπονειδίζειν ἡμῖν εἴωθεν. Ψαλμοῦ ρλα΄. Χριστὸς ὀνομαστὶ ἐκ σπέρματος Δαβὶδ ἀνιστάμενος, κέρας Δαβὶδ ὀνομαζόμενος, τοὺς Ἰουδαίους ἐχθροὺς κατ αἰσχύνων, τὸ ἁγίασμα τοῦ πατρὸς ἀνανεῶν. Ὤμοσε κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτὸν, ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου
基督之名在此第二次出現,除了同一位以外,還能指誰呢?他所付的代價,也就是教會,正是那些自稱為基督之仇敵的人所辱罵、且至今仍在辱罵的對象。因為我們救主為我們所承受的苦難——尤其是他的死與十字架——每一個反對基督教訓的敵人,向來都慣以此來加以辱罵我們。取自第一百三十一篇詩篇。基督被指名,出自大衛的後裔而興起,被稱為大衛的角,使猶太仇敵蒙羞,更新父的聖所。『耶和華向大衛起了真實的誓,決不背棄:我必使你身所生的坐在你的寶座上。』
And Christ, being named a second time, signifies whom else but the same one, whose recompense — namely, the Church — those called enemies of Christ have reproached, and still reproach even now? For indeed the sufferings of our Savior which he undertook on our behalf, and especially his death and the cross, every adversary of the teaching of Christ is accustomed to cast up to us as a reproach. From the hundred and thirty-first Psalm. Christ named by name, arising out of the seed of David, called the horn of David, putting the Jewish enemies to shame, renewing the sanctuary of the Father. 'The Lord swore truth to David, and he will not annul it: Of the fruit of your body I will set upon your throne.'
4:16.24
εἶθ ὑποβάς φησιν ἐκεῖ ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου
接著再往下說:『我要在那裡使大衛的角發生;我為我的基督豫備了燈。我要使他的仇敵披上羞辱,但我的聖所必在他身上發旺。』
Then, further on, it says: 'There I will make a horn to spring up for David; I have prepared a lamp for my Christ. I will clothe his enemies with shame, but upon him shall my sanctuary flourish.'
4:16.25
Κἀνταῦθα περὶ τοῦ ἐκ σπέρματος Δαβὶδ ὄμνυσιν ὁ κύριος, ὅπερ σπἐὸμα καὶ κέρας ὀνομάζει αὐτοῦ. καὶ πάλιν ὀνομαστὶ τὸν Χριστὸν ἀναγορεύων λύχνον φησὶν ἡτοιμακέναι αὐτῷ, τὸν προφητικὸν, ὡς εἰκὸς, λόγον, τὸν προωδευκότα τοῦ Χριστοῦ, ὃς μόνος ἡλιακοῦ φωτὸς δίκην τοῖς πᾶσι καθ ὅλης τῆς οἰκουμένης ἀνθρώποις ἀνατέταλκεν
這裡耶和華同樣是就那出自大衛後裔的一位起誓,也就是祂所稱的『後裔』與『角』。此外,經文再次明確指名基督,說神已為他豫備了燈——這大概是指那先於基督而行的預言之道,惟獨它如同太陽之光一般,向全世界普天下的人升起。
Here also the Lord swears concerning the one out of the seed of David, which seed he also calls his 'horn.' And again, naming Christ expressly, it says that he has prepared for him a lamp — that is, as is likely, the prophetic word which went before Christ, which alone has risen, in the manner of the light of the sun, upon all men throughout the whole world.
4:16.26
καὶ αὐτὸς δὲ ὁ Δαβὶδ λύχνος τῷ Χριστῷ προητοίμαστο, ὡς παραθέσει ἡλίου καὶ τελείου φωτὸς λύχνου τάξιν ἐπέχων. ἐκεῖ δὲ (φησὶν) ἐξανατελῶ κέρας, τὸν τόπον δηλῶν ἔνθα σημαίνει τὸν Χριστὸν γεννηθήσεσθαι
大衛自己,也早已被預備,作為基督的燈,在太陽與完全之光的對照下,佔有燈的地位。經上說『我要在那裡使角發生』,這是在指明基督將要誕生之處。
David himself, too, had been prepared beforehand as a lamp for Christ, holding, in comparison with the sun and perfect light, the rank of a lamp. 'And there,' it says, 'I will make a horn spring up,' indicating the place where it signifies that Christ would be born.
4:16.27
εὐξαμένῳ γὰρ τῷ Δαβὶδ τὸν τόπον τῷ πνεύματι προθεωρῆσαι τῆς γενέσεως τοῦ Χριστοῦ φήσαντί τε εἰ εἰσελμύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ ἀποκαλύπτει τὸ θεῖον πνεῦμα τὸν ἐν Βηθλεὲμ τόπον. διὸ ἐπιφέρει λέγων
因為當大衛祈求,願意藉那靈預先看見基督誕生之地時,他曾如此說:『我必不進我的居所,也不上我的床榻;我不容我的眼睛睡覺,也不容我的眼皮打盹,也不容我的太陽穴休息,直等我為耶和華尋得一個地方,為雅各的神尋得一個居所』——神聖的靈便向他啟示了伯利恆這地方。因此經文接著說:
For when David prayed to foresee, by the Spirit, the place of the birth of Christ, saying: 'Surely I will not go into the tent of my house, I will not go up upon the couch of my bed, I will not give sleep to my eyes, nor slumber to my eyelids, nor rest to my temples, until I find a place for the Lord, a dwelling for the God of Jacob' — the divine Spirit reveals to him the place, Bethlehem. Wherefore it goes on to say:
4:16.28
ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, (αὕτη δέ ἐστιν ἡ Βηθλεὲμ) εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἶ πόδες αὐτοῦ. εἰκότως οὖν μετὰ τὴν τούτων φανέρωσιν ἐπιλέγει ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου
『看哪,我們在以法他聽見這事』(此即伯利恆)『我們在田野的樹林中尋得了它。我們要進入他的居所,要在他腳所站之地敬拜。』因此,在披露這些事之後,經文恰如其分地接著說:『我要在那裡使大衛的角發生;我為我的基督豫備了燈。』
'Behold, we heard of it at Ephratha' (that is, Bethlehem); 'we found it in the fields of the wood. We will go into his dwellings; we will worship at the place where his feet stood.' Fittingly, then, after the disclosure of these things, it adds: 'There I will make a horn spring up for David; I have prepared a lamp for my Christ.'
4:16.29
τάχα ἴσως καὶ τὸ ἐπὶ τῆς Βηθλεὲμ ἀναληφθὲν τῷ Χριστῷ σῶμα καθ ἑτέραν ὑπόνοιαν σημαίνων, ἐπειδὴ διὰ τοῦ σώματος ὡς δι ὀστρακίνου σκεύους ἐνοικήσασα ἐν αὐτῷ ἡ θεία δύναμις ὡς διὰ λύχνου τὰς τοῦ θείου καὶ λογικοῦ φωτὸς μαρμαρυγὰς εἰς πάντας ἐξέλαμψεν ἀνθρωπους. Ἀπὸ τοῦ Ἀμώς. Χριστὸς ὀνομαστὶ ὑπὸ τοῦ θεοῦ καταγγελλόàενος, καὶ πᾶσι μὲν ἀνθρώποις γνωριξόμενος, τὸ Ἰουδαίων δ ἔθνος ἀφοσιούμενος
或許他也是以另一種涵義,暗指基督在伯利恆所取的身體;因為神聖的能力,如住在瓦器之中一般住在這身體裡,便如透過一盞燈那樣,將那神聖而理性之光的閃耀照射給眾人。錄自阿摩司書。基督蒙神指名宣告,為眾人所認識,猶太民族卻棄絕祂。
Perhaps, too, he is hinting under another sense at the body which was assumed at Bethlehem by Christ, since the divine power, dwelling in it as in a vessel of clay, shone forth, as through a lamp, the gleams of the divine and rational light unto all men. From Amos. Christ proclaimed by name by God, and made known to all men, while the nation of the Jews renounces him.
4:16.30
Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεὸν τοῦ Ἰσραὴλ, διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὑτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην ^ καὶ ἐπ ἴ β αἴνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς. κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. ἀκούσατε λόγον κυρίου, ὃν ἐγὼ λαμβάνω ἐφ ὑμὰς, θρῆνον. οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκοὐκέτι προσθήσει τοῦ ἀναστῆναι. παρθένος Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀνιστῶν αὐτὴν
你當豫備自己,呼求以色列的神;因為看哪,那立定雷霆、創造風、將祂的基督宣告給世人的那位,那使晨光與雲霧生成、踏在地的高處者──耶和華萬軍之神是祂的名。你們當聽耶和華的話,就是我為你們所發的哀歌:以色列家仆倒了,必不再起來;以色列的處女在自己的地上跌倒,無人扶她起來。
Prepare to call upon the God of Israel; for behold, he who establishes the thunder and creates the wind, and declares his Christ unto men, who makes the dawn and the mist, and treads upon the high places of the earth—the Lord God Almighty is his name. Hear the word of the Lord which I take up against you, a lamentation: the house of Israel has fallen, it shall no more rise again; the virgin of Israel has stumbled upon her own land, there is none to raise her up.
4:16.31
βδομον ἤδη τὸν Χριστὸν ὀνομαστὶ καταγγέλλῶν εἰς ἀνθρώπους ὁ θεὸς στερεοῦν βροντὴν καὶ κτίκτίζειν πνεῦμα λέγε αι, τοῦ εὐαγγελικοῦ κηρύγματος βροντῆς διὰ τὸ εἰς πάντας ἀνθρώπους ἐξάκουστον ὀνομαζομένου, ὁμοίως δὲ καὶ τοῦ τοῖς ἀποστόλοις ἐμπνεύσαντος Χριστοῦ πνεύματος δηλουμένου· ὃ καὶ σαφῶς ἐπὶ τι) τοῦ σωτῆρος ἡμῶν ἐπιδημίᾳ πεπλήρωπεπλήρωταί, ἐφ ᾗ ποιήσειν ὁ θεὸς ὄρθρον ὁμοῦ καὶ ὁμίχλην θεσπίζεται, τοῖς μὲν τὸ σωτήριον φῶς παραδ εξαμἐνοῖς τὸν ὄρθρον, τοῖς δὲ ἀπειθήσασιν εἰς αὐτὸν τῶν ἐκ περιτομῆς τοὐναντίον
這已經是第七次了,神藉此指名向世人宣告基督,被稱為「立定雷霆、創造風」者;雷霆之所以被稱為福音宣講之名,是因它為眾人所聞;同樣地,風也被表明為那感動使徒的基督之靈;這預言確實已在我們救主降臨之時應驗,因祂降臨之際,神豫言要造晨光又造雲霧──對那接受得救之光的人而言就是晨光,而對那些屬受割禮者中不肯順服祂的人而言,就恰恰相反。
This, then, is already the seventh instance in which God, proclaiming Christ by name unto men, is said to establish the thunder and create the wind—the thunder being named for the preaching of the gospel because of its being heard by all men, and likewise the wind being signified as the Spirit of Christ which breathed upon the apostles; which indeed has clearly been fulfilled at the coming of our Saviour, at which God is prophesied to make both dawn and mist together—for those who received the saving light, the dawn; but for those of the circumcision who disobeyed him, the contrary.
4:16.32
οἶς καὶ τὴν ἐσχάτην ἀπόφασιν ὁ λόγος προκηρύττει, θρῆνον ἐπιλέγων τοῦ Ἰουδαίων ἔθνους, τὸν καὶ μετελθόντα αὐτοὺς παραυ τίκα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ δυσσέβειαν
而神諭也預先向他們宣告了最終的判決,並加上一首為猶太民族所作的哀歌──這哀歌確實在他們對我們救主耶穌基督犯下不敬之罪後,立刻臨到了他們。
against whom the oracle also proclaims beforehand the final sentence, adding a lamentation over the nation of the Jews—a lamentation which indeed overtook them immediately after their impiety against our Saviour Jesus Christ.
4:16.33
ἐξ ἐκείνου γὰρ ἀληθῶς καὶ εἰς δεῦρο ὁ οἶκος Ἰσραὴλ πέπτωκεν, ὅρασίς τε ἅπαξ ὑπὸ τοῦ θεοῦ καὶ ἀπόφασις ἐξενήνεκται περὶ τοῦ πεσόντος αὐτῶν οἴκου τοῦ ἐν Ἰερουσαλὴμ, καὶ κατὰ παντὸς αὐτῶν τοῦ συστήματος, ὡς μηκέτ ἂν ἀναἀναστησομένων μηδὲ παρεῖναι τὸν ἀνιστῶντα αὐτούς. οὐκ ἔστι γοῦν, φησὶν, ὁ ἀνιστῶν αὐτήν
因為自那時起,直到如今,以色列家確實已經仆倒了;神已一次而永遠地發出異象與判決,論到他們在耶路撒冷仆倒的家,也論到他們整個群體,說他們必不再起來,也沒有人在那裡使他們起來。經上說:「無人扶她起來。」
For from that time truly, even to this day, the house of Israel has fallen; and a vision has been uttered once for all by God, and a sentence pronounced concerning their fallen house in Jerusalem, and against their whole community, to the effect that they shall no more rise again, nor is there anyone present to raise them up. 'There is none,' he says, 'to raise her up.'
4:16.34
ἐπεὶ γὰρ ἐλθόντα τὸν Χριστὸν τοῦ θεοῦ οὐ προσήκαντο, εἰκότως αὐτοὺς καταλιπὼν ἐπὶ πάντα μετέστη τὰ ἔθνη, τὸ αἴτιον τῆς μεταπτώσεως διδάξας δι ὣν ἀποκλαυσάμενος μονονουχὶ ἀπελογήσατο εἰπὼν Ἱερουσαλὴμ Ἰερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὑτήν· πολλάκις γὰρ ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία αὑτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε, ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Ἀπὸ τοῦ Ἀμβακούμ. Χριστὸς ὀνομαστὶ ὑπὸ κυρίου τοῦ πατρὸς σωζόμενος καὶ σώζων τοὺς ἑαυτοῦ Χριστούς. Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαιτοὺς Χριστούς σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον
因為既然他們在基督來臨之時不肯接待祂,祂便理所當然地離棄他們,轉向萬國;祂教導了這轉變的緣由,藉著這幾句話幾乎是含淚為自己辯白,說:「耶路撒冷啊,耶路撒冷啊,你殺害先知,又用石頭打死那奉差遣到你這裡來的人!我多次願意聚集你的兒女,好像母雞聚集小雞在翅膀底下,只是你們不願意!看哪,你們的家成為荒場,留給你們。」錄自哈巴谷書。基督蒙主──父──指名拯救,並且祂自己拯救祂的眾基督。「祢出來,為要拯救祢的百姓,為要拯救祢的眾基督;祢使死亡降在不法之人的頭上。」
For since they did not receive the Christ of God when he came, he fittingly forsook them and passed over to all the nations, having taught the cause of this change through the words wherein, weeping over them, he all but pleaded his defense, saying: 'Jerusalem, Jerusalem, who kills the prophets and stones those sent to her; how often I wished to gather your children together, as a hen gathers her chicks under her wings, and you were not willing! Behold, your house is left to you desolate.' From Habakkuk. Christ, named by name, saved by the Lord the Father, and himself saving his own Christs. 'You went forth for the salvation of your people, to save your Christs; you cast death upon the heads of the lawless.'
4:16.35
Ἀκύλας ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, εἰς σωτηρίαν λαοῦ σου σὺν Χριστῷ σου. ἐπειδὴ ὁ Ἀκύλας ἀντὶ τοῦ πληθυντικοῦ ἑνικῶς ἐξέδωκε, σὺν Χριστῷ φήσας τὴν σωτηρίαν τῷ λαῷ πεποιῆσθαι τὸν τῶν ὅλων θεὸν, εἰκότως παρεθέμεθα τὴν λέξιν σαφῶς τῷ προβλήματι παρισταμένην
阿奎拉譯本:「祢出來,為要拯救祢的百姓,為要與祢的基督一同拯救祢的百姓。」既然阿奎拉用單數代替了複數,說萬有之神是與祂的基督一同為百姓成就了拯救,我們便理所當然地援引這譯文,因為它清楚地與此問題相關。
Aquila: 'You went forth for the salvation of your people, for the salvation of your people with your Christ.' Since Aquila rendered it in the singular instead of the plural, saying that the God of all had wrought salvation for the people together with his Christ, we have fittingly cited the reading, as it clearly bears upon the question at hand.
4:16.36
εἶεν δὲ ἂν κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν πλείους οἶ ἐξ αὐτοῦ καὶ δι αὐτὸν Χριστοὶ χρηματίΦντες, περὶ ὧν εἲρηται μὴ μὴ ἅψησθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε, οἴ τε εἰς αὐτὸν πεπιστευκότες, καὶ τοῦ ἁγίου τῆς ἐν τῷ Χριστῷ παλιγγενεσίας χρίσματος κατηξιωμένοι, καὶ οἶ δυνάμενοι λέγειν ὁμοίως τῷ ἱερῷ ἀποστόλῳ μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν. Ἀπὸ τῶν Ἰερεμίου θρήνων. Χριστὸς ὀνομαστὶ ὑπὸ Ἰουδαίων ἐπιβουλευόμενος καὶ τοῖς ἔθνεσιν ἐπιγινωσκόμενος. Πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ, ζησόμεθα ἐν τοῖς ἒθνεσιν
然而按七十士譯本的解釋,會有許多因祂而稱為「基督」的人──論到這些人經上說:「不可觸摸我的眾基督,也不可惡待我的眾先知」──既包括那些信了祂、蒙算配得那在基督裡重生之聖膏的人,也包括那些能像那位聖使徒一樣說「我們已成了基督的有分之人」的人。錄自耶利米哀歌。基督蒙指名,被猶太人謀害,卻被外邦人所認識。「我們鼻中所出的氣、那位主基督,在他們所設的陷阱中被擒獲;我們曾論到祂說:我們必在祂的蔭下,在列邦中存活。」
But according to the interpretation of the Seventy, there might be many who are styled 'Christs' from him and because of him—concerning whom it is said, 'Touch not my Christs, and do no evil among my prophets'—both those who have believed in him and been deemed worthy of the holy anointing of the regeneration that is in Christ, and those who are able to say, like the sacred apostle, 'We have become partakers of Christ.' From the Lamentations of Jeremiah. Christ, named by name, plotted against by the Jews and recognized by the nations. 'The breath of our countenance, the Lord Christ, was seized in their pits, of whom we said, In his shadow we shall live among the nations.'
4:16.37
Οἶ θεσπέσιοι τοῦ θεοῦ προφῆται τὸ μέλλον θείῳ πνεύματι συνορῶντες ζήσεσθαι μὲν ἑαυτοὺς καὶ τοὺς ἑαυτῶν λόγους ὡς ἂν ζώντων ἐνεργήσειν ἐν τοῖς ἔθνεσιν, ἀλλ οὐκ ἐν τῷ Ἰσραὴλ, ἐθέσπιζον. τὸν Χριστὸν πάλιν ὀνομαστὶ, ὡς ἂν αὐτὸν ὄντα τὸν Χριστὸν παρ οὗ καὶ τὸ προφητικὸν αὐτοῖς κεχορήγητο πνεῦμα, συλληφθήσεσθαι ἔφασκον ἐν ταῖς διαφθοραῖς αὐτῶν
神的那些受神啟示的先知,藉神聖之靈預見未來,豫言他們自己以及自己的話語,將會如活著一般,在外邦人中間發生功效,卻不是在以色列中。他們又指名論到基督──既然祂正是那位曾將先知之靈賜給他們的基督──宣稱祂將在他們的陷阱中被擒獲。
The divinely-inspired prophets of God, foreseeing the future by the divine Spirit, prophesied that they themselves, and their own words, would live and would work as though alive among the nations, but not in Israel. Christ, again by name—as being himself the Christ from whom the prophetic Spirit had been supplied to them—they declared would be seized in their pits.
4:16.38
τίνων; ἢ δῆλον ὅτι τῶν ἐκ περιτομῆς ἐπιβουλευόντων αὐτῶ; τήρει δὲ κἀνταῦθα ὅπως ὁ λόγος τὸν Χριστὸν προαγορεύει συλληφθήσεσθαι, ὅπερ οὐκ ἂν ἐφαρμόσαι τῇ δευτέρᾳ τοῦ Χριστοῦ παρουσίᾳ, ἣν ἔνδοξον ἔσεσθαι καὶ μετὰ βασιλείας ἐνθέου προκηρύττουσιν οἱ προφητικοὶ λόγοι. διόπερ εἰκὸς τοὺς ἐκ περιτομῆς ἀποσφάλλεσθαι τὰ περὶ τῆς δευτέρας ἐπιφανείας αὐτοῦ ὡς ἐπὶ πρώτης ἀφίξεως ἐκλαμβάνοντας, οὐδαμῶς τοῦτο συγχωροῦντος τοῦ λόγου·
是誰的陷阱呢?豈不明顯是那些謀害祂的受割禮之人的陷阱嗎?在此也請留意,經文如何預言基督將被擒獲──這事絕不能適用於基督的第二次來臨,因為眾先知的話語都預先宣告,那次來臨必是榮耀的,並伴隨神聖的國度。所以,受割禮之人很可能是把論及祂第二次顯現的話,誤當作論及祂第一次來臨的話來理解;而經文絕不容許這樣的理解。
Whose pits? Is it not clear, those of the men of the circumcision who plotted against him? Observe here too how the text foretells that Christ would be seized—a thing which could not apply to the second advent of Christ, which the prophetic words proclaim beforehand will be glorious and accompanied by a divine kingdom. Wherefore it is likely that those of the circumcision go astray in taking what concerns his second appearing as though it referred to his first coming, since the text by no means allows of this.
4:16.39
ἐπεὶ μὴ οἶόν τέ ἐστιν ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἔνδοξον αὐτὸν καὶ ἄδοξον ὑποτίθεσθαι, καὶ ἔντιμον καὶ βασιλέα, καὶ πάλιν οὐκ ἔχοντα εἶδος οὐδὲ κάλλος, ἀλλ ἄτιμον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ αὖθις σωτῆρα καὶ λυτρωτὴν τοῦ Ἰσραὴλ, καὶ πάλιν ἐπιβουλευόμενον πρὸς αὐτῶν, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον ἀπό τε τῶν ἀνομιῶν αὐτῶν εἰς θάνατον παραδιδόμενον
因為不可能同時同樣地設想祂既是榮耀的又是不榮耀的,既是受尊崇的君王,卻又沒有佳形美容,反倒比世人更被藐視;又既是以色列的救主與救贖者,卻又被他們所謀害,像羊被牽到宰殺之地,並因他們的罪孽而被交付致死。
Since it is not possible to suppose him, at once and in the same respect, both glorious and inglorious, both honoured and a king, and again having no form nor comeliness, but dishonoured beyond the sons of men; and again a Saviour and Redeemer of Israel, and again plotted against by them, and led as a sheep to the slaughter, and delivered over to death because of their transgressions.
4:16.40
εὖ δὲ καθ ἡμᾶς, ὡς ἡ τῶν πραγμάτων ὄψις ἐπιδείκνυσιν, εἰς δύο τρόπους τῶν περὶ τοῦ Χριστοῦ προρρήσεων διαιρουμένων τὰ μὲν ἀνθρωπινώτερα καὶ σκυθρωπὰ κατὰ τὴν προτέραν ἄφιξιν αὐτοῦ πεπληρῶσθαι ὁμολογεῖται, τὰ δ ἐνδοξότερα καὶ θειότερα εἰσέτι νῦν προσδοκᾶται κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν
然而照我們的看法,正如事實的實際狀況所顯示的,論及基督的豫言可分為兩類:那些較屬人性、較為愁苦的,公認已在祂第一次來臨時應驗;而那些較為榮耀、較為神聖的,至今仍在期待祂的第二次來臨時應驗。
But rightly, according to our understanding, as the actual state of affairs shows, the prophecies concerning Christ being divided into two kinds—it is acknowledged that the more human and gloomy have been fulfilled at his first coming, while the more glorious and more divine are still now awaited at his second advent.
4:16.41
ἀπόδειξις δὲ τῆς προτέρας ἐναργὴς ἡ ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς ἔργον χωρήσασα δι αὐτοῦ θεογνωσία, ἣν διαφόρως μυρίαι θεσπίζουσι προφητικαὶ φωναὶ, ὥσπερ οὖν καὶ ἡ παροῦσα, δι ἧς εἴρηται οὗ εἴπομεν, ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι. Ἁπὸ τῆς πρώτης τῶν Βασιλειῶν. Χριστὸς ὀνομαστὶ ὑπὸ κυρίου τοῦ πατρός ὑψούμενος. Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας Χριστοῦ αὐτοῦ
而前者確鑿的證明,就是那藉著祂在萬國之中確實得以實現的認識神之道,這事有無數的先知之言以不同的方式預言,正如目前這一節經文,其中如我們已引述的那樣說:「我們必在祂的蔭下,在列邦中存活。」錄自列王紀上(撒母耳記上)。基督蒙指名,被主──父──所高舉。「耶和華升上諸天,打雷;祂必審判地極,將力量賜給我們的君王,高舉祂基督的角。」
And a clear proof of the former is the knowledge of God which has, through him, come to pass in deed among all the nations—which countless prophetic voices in various ways foretell, as indeed does the present one also, in which it is said, as we have quoted, 'In his shadow we shall live among the nations.' From the First Book of Kingdoms. Christ, named by name, exalted by the Lord the Father. 'The Lord went up into the heavens, and thundered; he himself shall judge the ends of the earth, and shall give strength to our kings, and shall exalt the horn of his Christ.'
4:16.42
Τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν αὖθις ὀνομαστὶ τοῦ Χριστοῦ ἢ καὶ θεοῦ λόγος ἐπινοεῖται, τήν τε ἐξάκουστον βροντῆς δίκην εἰς ἅπαντας διδασκαλίαν αὐτοῦ, καὶ τὴν μετὰ ταῦτα γενησομένην αὐτοῦ κατὰ πάντων κρίσιν ἡ θεία γραφὴ θεσπίζει. ἐξῆς δὲ τούτοις αὐτὸς ὁ κύριος δώσειν ἰσχὺν λέγεται τοῖς βασιλεῦσιν ἡμῶν. οὗτοι δ ἂν εἶεν οἱ ἀπόστολοι τοῦ Χριστοῦ, περὶ ὧν ἔχεις ἐν ξζ΄ Ψαλμῷ τὸ κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ
這裡所指的,又是指名論到基督──或者說神的道──升返諸天;而神聖的經文豫言,祂的教訓將如雷聲一般為眾人所聞,並豫言祂此後將要施行的審判臨到萬有。緊接著,經文說主自己要將力量賜給我們的君王。這些君王應當就是基督的使徒,論到他們,你在第六十七篇詩篇中讀到:「主必將話語賜給那報好信息的人,帶著極大的能力。」
The restoration into the heavens, again by name, of Christ—or, indeed, of the Word of God—is here intended; and the divine Scripture foretells both his teaching, resounding like thunder unto all, and his judgment upon all that is to take place thereafter. Following upon this, the Lord himself is said to give strength to our kings. These would be the apostles of Christ, concerning whom you have in the 67th Psalm: 'The Lord shall give the word to those who preach the gospel with great power.'
4:16.43
κἀν τούτῳ δὲ Χριστοῦ ὀνομαστὶ μνημονεύει, τοῦ κατὰ τὸν ἄνθρωπον νοουμένου σωτῆρος ἡμῶν, οὗ τὸ κέρας φησὶν ὑψωθήσεσθαι, τὴν ἐν αὐτῷ ἀόρατον δύναμιν καὶ τὴν βασιλείαν αὐτοῦ δηλῶν. ἔθος γοῦν τῇ γραφῇ τὴν βασιλείαν κέρας ὀνομάζειν. κεῖται δὲ καὶ ἐν τῷ πη Ψαλμῷ τὸ καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοὐ. Ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν. Χριστὸς ὀνομαστὶ οἶκον πιστὸν παρὰ τοῦ πατρὸς λαμβάνων τὴν ἐκκλησίαν αὐτοῦ, καὶ ἱερεὺς πιστὸς πάντα τὸν χρόνον τῆς ἐκκλησίας αὐτοῦ γνησίως προιστάμενος. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει, καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου, καὶ τὸ σπέρμα οἴκου πατρός σου· καὶ οὐκ ἔσται πρεσβύτης ἐν τῷ οἴκῳ σου
在此他也指名提到基督──就是按人性而被理解的、我們的救主──經上說祂的角必被高舉,這是指明在祂裡面那不可見的能力與祂的國度。因為經文素來習慣以「角」來稱呼國度。第八十八篇(八十九篇)詩篇中也記著:「他的角必因我的名被高舉。」錄自列王紀上(撒母耳記上)。基督蒙指名,從父那裡領受一個信實的家,就是祂的教會,並有一位信實的祭司,終生真誠地治理祂的教會。「看哪,日子將到,」祂說,「我必剪除你的後裔,和你父家的後裔;你家中必沒有一個老年人。」
And here too he makes mention of Christ by name—Christ conceived of according to the human nature, our Saviour—whose horn he says shall be exalted, signifying the invisible power that is in him and his kingdom. For it is the custom of Scripture to call the kingdom a horn. And this too is set down in Psalm 88 (89): 'And in my name shall his horn be exalted.' From the First Book of Kingdoms. Christ, named by name, receiving from the Father a faithful house—his church—and a faithful priest presiding genuinely over his church for all time. 'Behold, the days come,' he says, 'and I will utterly destroy your seed, and the seed of your father's house; and there shall not be an old man in your house.'
4:16.44
Ταῦτα πρὸς τὸν Ἤλει φήσας ὁ χρηματισμὸς ἐπιφέρει μεθ ἕτερα λέγων καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ έν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει, καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον Χριστοῦ μου πάσας τὰς ἡμέρας
這神諭向以利說了這些話之後,接著又說了其他的話,說:「我要為自己興起一位信實的祭司,他必照我心裡、我魂裡所有的去行;我要為他建立一個信實的家,他必在我的基督面前行走,直到永遠。」
Having spoken these words to Eli, the oracle proceeds, after other matters, saying: 'And I will raise up for myself a faithful priest, who shall do all that is in my heart and in my soul; and I will build for him a faithful house, and he shall walk before my Christ all the days.'
4:16.45
Μετάστασιν καὶ ἀποβολὴν ἀπειλήσας ὁ θεῖος λόγος τοῖς οὐ κατὰ τὸν ὀρθὸν τρόπον λειτουργοῦσιν, ἕτερον ἐξ ἑτέρου γένους καταστήσειν ἱερέα ἐπαγγέλλεται, ὃν καί φησιν διελεύσεσθαι ἐνώπιον Χριστοῦ αὐτοῦ, ἢ ἐμπεριπατήσειν εἰς πρόσωπον ἠλειμμένου αὐτοῦ, ὡς ὁ Ἀκύλας ἡρμήνευσεν, ἢ ὡς ὁ Σύμμαχος, ἀναστραφήσεσθαι ἔμπροσθεν τοῦ Χριστοῦ αὐτοῦ
神聖的話語向那些不按正道供職的人,威嚇要將他們罷黜革除,並應許要從另一個家族中興起另一位祭司,經文說他必在祂的基督面前行走;照阿奎拉的翻譯,是「必在祂受膏者的面前往來」;照西馬庫的翻譯,則是「必在祂的基督面前生活行事」。
Having threatened removal and rejection to those who did not minister in the right manner, the divine word promises to appoint another priest from another family, who, it says, shall walk before his Christ, or, as Aquila translated, 'shall walk about before the face of his anointed one,' or, as Symmachus renders it, 'shall be turned about before his Christ.'
4:16.46
τίς δ ἂν οὗτος εἴη; πᾶς ὁ εὐσεβῶς προσιὼν τῇ ἱερουργίᾳ τοῦ Χριστοῦ τοῦ θεοῦ, ᾧ τὸν τῆς ἐκκλησίας οἶκον, οἷα σοφὸς ἀρχιτέκτων καὶ οἰκοδόμος, αὐτὸς ὁ τῶν ὅλων θεὸς οἰκοδομήσειν ὑπισχνεῖται, οὐδ ἄλλον οἶκον σημαίνων ἢ τὴν καθ ὅλης τῆς οἰκουμένης τῷ Χριστῷ ὀνομαστὶ συστᾶσαν ἐκκλησίαν, ἔνθα πᾶς ὁ διὰ Χριστοῦ τοῦ θεοῦ ἱερωμένος κατὰ τὰς πνευματικὰς λειτουργίας τὰ καταθύμια καὶ τὰ κατὰ ψυχὴν τοῦ θεοῦ λέγεται ποιήσειν, τῶν δι αἵματος ταύρων καὶ τράγων κατὰ τὴν πάλαι τυπικὴν ἀγωγὴν ἐπιτελουμένων μεμισῆσθαι ὑπὸ τοῦ θεοῦ διὰ τῆς Ἡσαΐου προφητείας ὁμολογουμένων
那麼這位祭司會是誰呢?就是一切虔誠地親近神的基督之祭祀職事的人;萬有之神親自應許要為他建造教會之家,如同一位智慧的建築師和營造者;祂所指的家不是別的,正是那藉基督之名建立於普天之下的教會,在那裡,一切藉神的基督蒙立為祭司的人,都按屬靈的職事,行合乎神心意、悅乎神魂的事;至於那按古時預表性的作法藉公牛與山羊的血所獻的祭,則已藉以賽亞的預言承認為神所憎惡。
Who then would this be? Every man who piously approaches the priestly service of the Christ of God—for whom the God of all himself promises to build the house of the church, like a wise master-builder and architect—meaning by this house none other than the church established throughout the whole world by the name of Christ, where every man consecrated as priest through Christ of God is said to do, according to spiritual ministrations, the things pleasing to God's heart and soul; whereas the sacrifices of bulls and goats through blood, performed according to the old typical ordinance, are confessed, through the prophecy of Isaiah, to be hated by God.
4:16.47
Τοσαῦτα δι ὧν ὁ Χριστὸς ὀνομαστὶ προκεκήρυκτο· πλὴν ἀλλ ἐπεὶ διὰ τῶν πλείστων τὰ πάθη τοῦ Χριστοῦ συνῆπται τῇ αὐτοῦ προσηγορίᾳ, ἀναγκαῖον ἐπαναλαβεῖν τὰ προειρημένα περὶ τῆς κατ αὐτὸν θεότητος, ἣν ἐν τῷ μδ΄ Ψαλμῷ ἐπιγεγραμμένῳ ὑπὲρ τοῦ ἀγαπητοῦ φέρεσθαι προπαρεστήσαμεν, ἔνθα ὁ λόγος ἐν πρώτοις αὐτὸν ὑπομνήσας ὡς βασιλέα μεθ ἕτερα ἐπάγει περὶ τῆς θεότητος τοῦ Χριστοῦ ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
以上便是那藉以指名預先宣告基督的種種經文。然而,既然在大多數這些經文中,基督的受苦與祂的稱號連結在一起,就有必要重提我們先前已論及的、關乎祂神性的話,就是我們曾在題為「論所愛者」的第四十四(四十五)篇詩篇中已預先陳明的;在那裡,經文起初先提及祂為王,隨後又說到基督的神性:「神啊,祢的寶座是永永遠遠的;正直的杖是祢國度的權杖。祢喜愛公義,恨惡不法;所以神,祢的神,用喜樂之油膏了祢,勝過膏祢的同伴。」
So many are the passages through which Christ has been proclaimed beforehand by name. But since in most of them the sufferings of Christ are joined to his title, it is necessary to resume what has already been said concerning the deity that belongs to him, which we set forth above as contained in Psalm 44 (45), entitled 'Concerning the Beloved,' where the text, having first called him to mind as king, adds after other things, concerning the deity of Christ: 'Your throne, O God, is forever and ever; a sceptre of uprightness is the sceptre of your kingdom. You have loved righteousness and hated iniquity; therefore God, your God, has anointed you with the oil of gladness above your fellows.'
4:16.48
σαφῶς γὰρ ἐν τούτοις, ὡς ἤδη καὶ πρότερον προπαρεστήσαμεν, εἶς ὢν καὶ αὐτὸς ὁ δημούμενος θεὸς εἶναι λέγεται, ἠγαπηκὼς δικαιοσύνην καὶ μεμισηκὼς ἀδικίαν. καὶ τούτου χάριν ὑφ ἑτέρου μείζονος θεοῦ καὶ πατρὸς αὐτοῦ κεχρισμένος ἐλαίῳ κρείττονι καὶ διαφέροντι ἢ κατὰ τοὺς τύπους, τῷ καλουμένῳ τῆς ἀγαλλιάσεως
因為在這些話中,如我們先前已經指明的,這裡所論到的那一位,本身既是同一位,卻被稱為神,因祂喜愛公義、恨惡不法。也正因如此,祂蒙另一位更大的神──即祂的父──用一種比預表更優越、更迥異的油所膏,就是那被稱為「喜樂之油」的。
For clearly in these words, as we have already shown before, he who is here spoken of, being himself one person, is said to be God, having loved righteousness and hated iniquity. And for this reason he has been anointed by another, greater God, who is his Father, with an oil superior to and different from that of the types, namely, the oil called 'of gladness.'
4:16.49
ὁ δὲ τῷ τοιούτῳ χρισθεὶς ἐλαίῳ οὐ πρὸς ἀνθρώπων, οὐδὲ δι ἀνθρώπων, ἀλλ ὑπ αὐτοῦ τοῦ ἀνωτάτου θεοῦ, τί ἕτερον ἢ Χριστὸς εἰκότως ἂν ὀνομασθείη; οὐκοῦν ὁ αὐτὸς ὁμοῦ καὶ θεὸς δείκνυται ὠνομασμένος, ὥσπερ οὖν καὶ ἤδη πρότερον κατὰ τοὺς οἰκείους τόπους παρέστη. καὶ τοῦ Ἡσαΐου δὲ κἀνταῦθα πάλιν ὑπομνηστέον, ὃς ἔφησε πνεῦμα κυρίου ἐπ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν
而這位蒙如此之油所膏的,既不是被人所膏,也不是藉人所膏,而是被那至高之神親自所膏──除了「基督」之外,還能理所當然地稱祂為別的什麼呢?因此,同一位既被顯明為稱作神,正如我們先前已在相關之處所陳明的那樣。在此也當再次提到以賽亞,他曾說:「主的靈在我身上,因為祂膏了我;祂差遣我傳福音給貧窮人,醫治傷心的人,向被擄的宣告釋放,使瞎眼的得看見。」
But he who has been anointed with such an oil, not by men, nor through men, but by the Most High God himself—what else could he fittingly be called but Christ? Accordingly the same one is shown to be named God at once, just as has already been demonstrated earlier in its proper places. And here again mention must be made of Isaiah, who said: 'The Spirit of the Lord is upon me, wherefore he has anointed me; he has sent me to preach good tidings to the poor, to heal the brokenhearted, to preach release to the captives, and recovery of sight to the blind.'
4:16.50
Ἐδείκνυμεν καὶ ἐν τούτοις ὡς οἱ μὲν ἐξ ἀνθρώπων πάλαι πρότερον ἐπὶ τὴν τοῦ θείου θεραπείαν προσιόντες ἱερεῖς ἐλαίῳ ἐχρίοντο σκευαστῷ. ὁ δὲ διὰ τῆς προφητείας δηλούμενος τῇ ἐνθέῳ δυνάμει κεχρῖσθαι λέγεται
我們也在這些經文中指明,古時那些出身於人、前來服事神聖之事的祭司,是用調製的油所膏的;而這位藉先知豫言所指明的那一位,卻是用那神聖的能力本身所膏。
We have shown also in these passages that the priests among men in ancient times, when approaching the service of the Divine, were anointed with a prepared oil; but he who is signified through the prophecy is said to have been anointed with the divine power itself.
4:16.51
τοῦτο δὲ ὅλον ἐπὶ τὸν ἡμέτερον σωτῆρα ἀνεφέρετο, Ἰησοῦν τὸν μόνον ἀληθῆ Χριστὸν τοῦ θεοῦ, ὃς ἐπὶ τῆς τῶν Ἰουδαίων συναγωγῆς ποτὲ λαβὼν τὴν προφητείαν καὶ διελθὼν τὴν ἐκτεθεῖσαν περικοπὴν πεπληρῶσθαι εἰς ἑαυτὸν ἐδίδαξεν τὸ ἀνάγνωσμα
而這一切都是指向我們的救主──耶穌,那唯一真實的神的基督;祂曾一次在猶太人的會堂中,取了這先知書,讀完那擺在祂面前的一段經文之後,便教導人說,這段誦讀已在祂自己身上應驗了。
And all this was referred to our Saviour, Jesus, the only true Christ of God, who, on one occasion in the synagogue of the Jews, took the prophecy and, having read through the passage set before him, taught that the reading had been fulfilled in himself.
4:16.52
γέγραπται γὰρ ὡς ἄρα ἀναγνοὺς καὶ πτύξας τὸ βιβλίον καὶ ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων οἷ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ, ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν
因為經上記著說,祂讀完了,把書捲起來,交還執事,就坐下;會堂裡眾人的眼睛都定睛看祂。祂就對他們說:「今天這經應驗在你們耳中了。」
For it is written that, when he had read and closed the book, and given it back to the attendant, he sat down; and the eyes of all in the synagogue were fixed upon him. And he began to say to them, 'Today this scripture has been fulfilled in your hearing.'
4:16.53
ἐπὶ τούτοις ἅπασιν καὶ τὰ Μώσεως αὖθις παραθετέον, ὃς κατὰ τὸν δειχθέντα αὐτῷ τύπον τὸν ἴδιον ἀδελφὸν τὸν Ἀαρὼν ἀρχιερέα καταστησάμενος ἀκολούθως τῷ φήσαντι πρὸς αὐτὸν χρησμῷ ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὂρει δῆλός ἐστιν ὡς τοῖς τῆς διανοίας ὄμμασιν καὶ τῷ θείῳ πνεύματι συνιδὼν τὸν μέγαν τῶν ὅλων ἀρχιερέα, τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ, οὗ μετὰ τῆς ἂλλης σωματικῆς καὶ τυπικῆς λατρείας τὴν εἰκόνα διαγράφων τὸν δηλωθέντα τῇ τοῦ ἀληθοῦς Χριστοῦ προσωνυμίᾳ τετίμηκεν
除了這一切之外,還當再引述摩西的話。他按照那向他所顯示的模式,立自己的兄弟亞倫為大祭司,正遵照那向他所發的神諭:「你要照著在山上指示你的樣式,作成一切。」由此明顯可見,他是用心靈的眼睛,並藉神聖之靈,洞見了萬有的偉大大祭司,就是神真實的基督;他在描繪祂的形像的同時,也結合其餘身體性、預表性的敬拜禮儀,並用「真基督」這一稱號,尊崇了那所指明的那一位。
In addition to all this, the words of Moses must again be set forth, who, having established his own brother Aaron as high priest according to the pattern shown to him, in accordance with the oracle which said to him, 'You shall make all things according to the pattern shown you on the mountain,' is manifestly one who, with the eyes of his understanding and by the divine Spirit, discerned the great High Priest of all, the true Christ of God; and who, while sketching out his image together with the rest of the bodily and typical service, honoured the one thus indicated with the title of the true Christ.
4:16.54
τοῦτο δὲ παρίστησι καὶ ὁ θεῖος ἀπόστολος, λέγων περὶ τῶν κατὰ Μώσεως νόμων τὸ οἔτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. καὶ πάλιν σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν. καὶ πάλιν μὴ οὖν τις ὑμᾶς κρινέτω ἢ ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας, ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων
這一點,那位聖使徒也加以證實,他論到摩西所頒的律法說:「他們是照著天上事物的樣式和影兒事奉。」又說:「因為律法只是將來美事的影兒。」又說:「所以不拘在飲食上,或節期、月朔、安息日的事上,都不可讓人論斷你們,這些原是後來之事的影兒。」
This the divine apostle also affirms, saying concerning the laws given through Moses: 'who serve a copy and shadow of heavenly things.' And again: 'For the law has a shadow of the good things to come.' And again: 'Let no one therefore judge you in food or in drink, or with regard to a feast, or a new moon, or sabbaths, which are a shadow of things to come.'
4:16.55
εἰ γὰρ τὰ περὶ τῆς τῶν βρωμάτων ἀδιαφορίας καὶ τὰ περὶ ἑορτῶν καὶ σαββάτου νενομοθετημένα, ὡς ἂν σκιώδη ὄντα, ὑπογραμμὸν ἑτέρων ἀληθῶν καὶ μυστικῶν πραγμάτων ἔσωζεν, οὐκ ἀπεικότως ἐρεῖς καὶ τὸν ἀρχιερέα εἰς ἑτέρου ἀρχιερέως παρειλῆφθαι σύμβολον, καὶ Χριστὸν αὐτὸν ἐπωνομάσθαι, εἰς ἑτέρου τοῦ μόνου καὶ ἀληθῶς χριστοῦ· τοσοῦτόν γε μὴν λειπόμενον τοῦ ἀληθοῦς, καθ ὅσον ὁ μὲν ἀληθὴς Χριστὸς πρὸς τοῦ τῶν ὅλων θεοῦ ἀκούει κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. καὶ κατακυρίευε κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου
因為,倘若那些關於飲食無別、關於節期與安息日的律法規定,既是影兒性質的,卻保存了其他真實、奧祕之事的輪廓,那麼你若說:那位大祭司也是被取來作為另一位大祭司的象徵,並被稱為「基督」,是相對於另一位,那唯一、真正的基督而言的──這樣說並非不合理;只是他與那真實者的差距如此之大,以至於那位真正的基督,是從萬有之神那裡聽見:「你坐在我的右邊,等我使你的仇敵作你的腳凳」,又聽見:「你要在你仇敵中掌權。」
For if the laws concerning the indifference of foods, and concerning feasts and the sabbath, being shadowy, preserved an outline of other true and mystical realities, you would not be speaking amiss in saying that the high priest too was taken as a symbol of another high priest, and was named Christ with reference to another who is the sole and truly Christ; falling short of the true one to just this degree, that the true Christ hears from the God of all, 'Sit at my right hand, until I make your enemies a footstool for your feet'; and 'Rule in the midst of your enemies.'
4:16.56
καὶ ἐκ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. καὶ ὢμοσε κίριος, καὶ οὐ μεταμεληθήσεται. σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. δι ὧν σαφῶς γέννημα καὶ υἱὸς θεοῦ πρὸ ἑωσφόρου καὶ πρὸ πάσης δημιουργίας ὑποστὰς αἰώνιος ἀρχιερεὺς ἀναπέφανται
「從母腹中,在晨星之先,我已生了你。」「主起了誓,決不後悔:你永遠為祭司,是照著麥基洗德的等次。」由這些話,清楚顯明祂是神的兒女與兒子,在晨星之先、在一切受造之先便已存在,並顯明祂是一位永遠的大祭司。
'And from the womb, before the morning star, I begot you.' 'And the Lord has sworn, and will not repent, You are a priest forever, according to the order of Melchizedek.' By which words he is clearly shown to be the offspring and Son of God, having come into existence before the morning star and before all creation, and to be an eternal high priest.
4:16.57
ὁ δὲ Μωσέως Χριστὸς, οἶον ἐν δράματι τὸν τύπον ἐν βραχεῖ καθυποκρινάμενος χρόνῳ, κεῖται ἐν θνητοῖς λελογισμένος, ἑτέρῳ τὴν ἀλήθειαν τῷ μόνῳ καὶ ἀληθεῖ παραδούς. καὶ ὁ μὲν ἀληθὴς Χριστὸς οὐ δεηθεὶς τῆς κατὰ Μωσέα χρίσεως, οὐδ ἐλαίου σκευαστοῦ καὶ γεώδους ὕλης, ὅμως τῆς ἀρετῆς καὶ τῆς προσωνυμίας τῆς αὐτοῦ τὴν οἰκουμένην κατέπλησε, παρώνυμον αὐτοῦ τὸ Χριστιανῶν γένος ἐν πᾶσι τοῖς ἔθνεσι συστησάμενος
至於摩西的基督,他不過是如同在戲劇中一般,在短暫的時間裡扮演了這預表,如今躺臥在必死之人中間,已把真理交託給了另一位,那唯一而真實的基督。至於那位真實的基督,祂雖不需要照摩西那樣受膏,也不需要調製的油或屬地的材料,卻已憑著祂的德能與祂的名號,充滿了普天之下,在萬國之中建立了那以祂之名為名的族類,就是基督徒。
But the Christ of Moses, having, as it were in a play, enacted the type for a short time, is reckoned to lie among mortal men, having handed over the truth to another, the sole and true one. And the true Christ, though he had no need of the anointing according to Moses, nor of a manufactured oil and earthly matter, has nevertheless filled the inhabited world with his virtue and his title, establishing among all nations the race that is named after him—the Christians.
4:16.58
ὁ δὲ Μώσεως οὐδ ὅ τι ποτὲ ἐν ἀνθρώποις ὠνομάσθη δῆλος ἦν, εἰ μὴ διὰ τῆς Μώσεως γραφῆς· καὶ οὗτος μὲν ὀψέ ποτε μετὰ τὴν ἔξοδον τὴν ἀπὸ Αἰγύπτου περιρραντηρίοις τισὶ καὶ ταῖς δι αἱμάτων θυσίαις καθαρθεὶς ἐλαίῳ κέχριστο σκευαστῷ. Μώσεως αὐτὸν κεχρικότος
至於摩西的那一位,若不是藉著摩西的著述,人間根本無從得知他曾被如此稱呼;而他這人,直到離開埃及之後很久,才藉某些灑水禮和血祭得潔淨,並用調製的油受膏,是摩西親自膏立他的。
But Moses' Christ was not even known among men at all as having been so named, except through the writing of Moses; and he, indeed, only late in time, after the exodus from Egypt, having been purified by certain sprinklings and by blood sacrifices, was anointed with a manufactured oil, Moses himself having anointed him.
4:16.59
ὁ δὲ ἀρχέτυπος καὶ ἀληθὴς ἀρχῆθεν καὶ εἰς ἄπειρον αἰῶνα ὅλος δι ὅλου καὶ αὐτὸς αὑτῷ τὰ πάντα ὅμοιος μηδ ὁτιοῦν παραλλάττων Χριστὸς, ἦν ἀεὶ καὶ πρὸ τῆς ἐν ἀνθρώποις ἐπιδημίας, καὶ μετ αὐτὴν ὁμοίως, οὐ πρὸς ἀνθρώπου οὐδὲ δι ὕλης τῆς ἐν ἀνθρώποις, ἀλλὰ πρὸς τοῦ ἐπὶ πάντων θεοῦ τῆ ἀγενεῖ θεότητι κεχρισμένος
但那原型的、真實的基督,從起初直到無窮的世代,全然徹底、無論何處都與自己完全相同,絕無絲毫改變──祂始終存在,無論是在祂降臨人間之前,或在其後亦然;祂受膏不是被人所膏,也不是藉人間的材料所膏,而是被那超乎萬有之上的神,以那無生的神性本身所膏。
But the archetypal and true Christ, from the beginning and unto endless age, wholly through and through, and in every respect like unto himself, differing in nothing whatsoever—he always existed, both before his sojourn among men and likewise after it, anointed not by man nor by any matter that exists among men, but by the God who is over all, with the unbegotten deity itself.
4:16.60
καὶ ἐπειδήπερ τὸ τῆς προσηγορίας αὐτοῦ παρ ἡμῶν ἐξετάζεται, τῶν εἰρημένων ἁπάντων εἴη ἂν ἐπισφράγισμα τὸ παρὰ τῷ σοφωτάτῳ Σολομῶντι λόγιον φάσκον ἐν τῷ Ἄιλματι τῶν ᾀσμάτων μύρον ἐκκενωθὲν ὄνομά σου
既然我們在此探討的是祂的稱號,那麼那位極有智慧的所羅門所留下的話語,正可作為以上所論一切的印證,就是雅歌中所說:「祢的名如同倒出來的膏油。」
And since we are here examining his title, a fitting seal upon all that has been said would be the oracle found in the most wise Solomon, in the Song of Songs, which says: 'Your name is ointment poured forth.'
4:16.61
καὶ οὗτος γὰρ ἐνθέῳ σοφίᾳ κεχορηγημένος, καὶ καταξιωθεὶς ἀπορρητοτέρων περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας αὐτοῦ θεωρημάτων, καὶ τοῦ μὲν ὡς ἐπουρανίου νυμφίου, τῆς δὲ ὡς νύμφης αὐτοῦ μνημονεύσας, ἐπιζητουμένου τί ἄρα ἣν ὄνομα τῷ νυμφίῳ, ἐπιφωνεῖ ὡς πρὸς αὐτὸν λέγων, τὸ ὄνομά σου, νυμφίε, μύρον ἐστὶν, καὶ μύρον οὐχ ἁπλῶς, ἀλλὰ κεκενωμένον
因為他這人也蒙賦予神聖的智慧,並蒙算配得領受更為隱祕的、關乎基督與祂教會的默想;他既提及了那位作為屬天新郎的一位,也提及了那位作為祂新娘的一位;當人尋問新郎的名字究竟是什麼時,他便高聲呼喊,仿佛是對祂說話一般:「新郎啊,祢的名就是膏油」──而且不僅僅是膏油,更是傾倒出來的膏油。
For he too, being supplied with divine wisdom, and deemed worthy of more secret contemplations concerning Christ and his church, and having made mention of the one as the heavenly bridegroom and the other as his bride, when the question is raised as to what indeed the bridegroom's name was, cries out, speaking as it were to him: 'Your name, O bridegroom, is ointment'—and not simply ointment, but ointment poured out.
4:16.62
ποῖον δὲ ἂν· γένοιτο ὄνομα μύρου κεκενωμένου δηλωτικὸν ἢ τὸ τοῦ Χριστοῦ ὄνομα; οὐ γὰρ ἂν ἄλλως οὔτ ἂν γένοιτο οὔτ ἂν ὀνομασθείη Χριστὸς ἢ μύρου προσχυθέντος. ὁποῖόν δὲ τοῦτο ἦν τὸ μύρον, ᾧ χρισθεὶς ὁ δηλούμενος Χριστὸς ἀποπέφανται, διὰ τῶν πρόσθεν ἡμῖν ἀποδέδοται. τοσούτων περὶ τῆς τοῦ Χριστοῦ προσηγορίας διηγορευμένων φέρε καὶ περὶ τῆς τοῦ Ἰησοῦ διασκεψώμεθα
而還有什麼名稱,能比「基督」這名更能表明「傾倒出來的膏油」呢?因為若非藉膏油的傾澆,任何人都不可能成為或被稱為基督。至於這被稱為基督之人所受膏的膏油究竟是何種膏油,我們在前文已經闡明過了。既然我們已論及基督這一稱號如此之多,如今讓我們也來探討「耶穌」這一稱號。
But what name could be more signifying of ointment poured out than the name of Christ? For in no other way could one either become, or be named, Christ, except by the pouring on of ointment. And what kind of ointment this was, with which the one thus designated Christ has been shown to be anointed, has already been set forth by us above. Now that so much has been said concerning the title 'Christ,' let us also, in turn, examine that of 'Jesus.'
4:17.1
Πρῶτος πάλιν Μωσῆς πρὸς τὸν αὑτοῦ διάδοχον ἑτέρᾳ χρώμενος προσωνυμίᾳ Ἰησοῦν μετωνόμασεν. γέγραπται γὰρ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μώσης κατασκέψασθαι τὴν γῆν, καὶ ἐπωνόμασε Μώσης τὸν Ναυσὴν υἱὸν Ναυῆ Ἰησοῦν, καὶ ἀπέστειλεν αὐτούς
摩西又是第一個為自己的繼承者起了另一個稱號、將他改名為「耶穌」的人。經上記著說:「這些是摩西所差遣去窺探那地之人的名字;摩西給努業的兒子努森起名叫耶穌,就打發他們去了。」
Again, Moses was the first who, employing another title for his successor, renamed him Jesus. For it is written: 'These are the names of the men whom Moses sent to spy out the land; and Moses called Nausen the son of Naue, Jesus; and he sent them.'
4:17.2
ὅρα δὴ οὖν τίνα τρόπον οὐ μικρὰ νοήσας περὶ φύσεως ὀνομάτων ὁ προφήτης, ἀλλὰ καὶ πλεῖστα ὅσα περὶ τῶν παρ αὐτῷ μετονομαζομένων θείων ἀνδρῶν καὶ ὧν ἕνεκα μετονομάζονται φιλοσοφήσας εἰσάγει τὸν Ἀβραὰμ ἔπαθλον ἐπ ἀρετῇ ἀπολαμβάνοντα πρὸς τοῦ θεοῦ τὴν πατρὸς Ἀβραὰμ ἐντελῆ προσηγορίαν, ὅπερ τι ποτε δηλοῖ οὐ νῦν διασαφεῖν καιρός
那麼請看,這位先知關於名字的本質,並非只是略作思考,而是就那些蒙他改名的神聖之人、以及他們改名的緣由,作了極其廣泛的思辨;他敘述亞伯拉罕如何因德行而從神那裡領受了「亞伯拉罕」(意即「眾民之父」)這完整的稱號──這名字究竟意指什麼,現在還不是解說的時候。
Observe then in what manner the prophet, having conceived no small thoughts concerning the nature of names, but having philosophized at great length concerning the divine men who are renamed by him and the reasons for which they are renamed, introduces Abraham as receiving from God, as a prize for virtue, the complete title of 'Father Abraham'—a name whose meaning it is not now the moment to explain.
4:17.3
οὕτω δὲ καὶ τὴν Σαρὰν Σάρραν ἐπονομάσας, καὶ γέλωτα τὸν Ἰσαὰκ πρὸ γενέσεως ἐπικεκλημένον, καὶ τὸν Ἰακὼβ τῆς πάλης τὸ βραβεῖον διὰ τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας ἀναδούμενον, μυρία τε ἄλλα περὶ ὀνομάτων δυνάμεως τε καὶ φύσεως θειότερα ἢ κατ ἄνθρωπον ἐνθέῳ σοφίᾳ καὶ ἐπιστήμῃ διαλαβὼν, μηδενὸς τῶν πρὸ αὐτοῦ τῶν ἐξ αἰῶνος τῷ τοῦ Ἰησοῦ κεχρημένου ὀνόματι, πρῶτος αὐτὸς θείῳ πνεύματι θεοφορηθεὶς τὸν μέλλοντα αὑτοῦ διάδοχον τῆς ἀρχῆς τοῦ λαοῦ καταστήσεσθαι, ἑτέρῳ πρότερον ὀν·όματι κεχρημένον μεταβαλὼν, Ἰησοῦν καλεῖ, οὐκ ἀρκεῖν ἡγούμενος τὴν ἐκ προγόνων ἑπικληθεῖσαν αὐτῷ γεννωμένῳ προσηγορίαν· Ναυσῆν γὰρ αὐτὸν ἐφώνουν οἱ γεννήσαντες
摩西正是照著同樣的方式,將撒拉改名為「撒拉」,將以撒──在出生前便已被稱為「笑」──如此命名,又將雅各因摔跤的勝利而被賦予「以色列」這稱號;他還憑著超乎常人的神聖智慧與知識,論及無數其他關於名字之力量與本質的事──雖然在他之前,從古至今,沒有一人曾用過「耶穌」這個名字,他卻自己作為第一人,蒙神聖之靈感動,將那位將要繼承他、統領百姓的人(此人原先另有其名)改名,稱他為耶穌,認為他出生時從祖先所承襲的稱號還不夠;因為生他的父母原是稱他為努森的。
And so also, having renamed Sarah 'Sarra,' and Isaac, called 'laughter' before his birth, and Jacob, being crowned with the prize of the wrestling-match through the title 'Israel'—and having treated, with divine wisdom and understanding, ten thousand other matters concerning the power and nature of names, more divine than is fitting for man—Moses, though none before him from all ages had made use of the name Jesus, was himself the first who, being divinely inspired, changed the name of him who was to be established as his own successor in the leadership of the people, who had formerly borne another name, and calls him Jesus, not deeming sufficient the title given him at birth from his forebears; for his parents used to call him Nausen.
← 上一段下一段 →
← 第 3 章第 5 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。