📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的證明

福音的證明 第 5 章 第 4/4 段

希臘文原文.56 節.部分字詞可點開查義.本章太長已分段,此段為 5:14.1–5:30.3(全章共 228 節)

← 第 4 章第 6 章 →
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
5:14.1
Εἶπε δὲ κύριος πρὸς Μωσῆν, ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσι. καὶ ἑξῆς ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδὸν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρὸς, τοῦ φαίνειν αὐτοῖς. καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης
耶和華對摩西說:「看哪,我要在雲柱中臨到你那裡,使百姓聽見我與你說話,也可以永遠信你。」接著又說:「神白晝在雲柱中引導他們,為要指示他們路;夜間在火柱中,為要光照他們。」耶和華又在雲柱中降臨。
And the Lord said to Moses, 'Behold, I come to you in a pillar of cloud, that the people may hear me speaking to you, and may believe you.' And next: 'And God led them by day in a pillar of cloud, to show them the way, and by night in a pillar of fire, to give them light.' And the Lord came down in a pillar of cloud.
5:14.2
καὶ ἡνίκα δ ἂν εἰσῆλθεν Μώσης εἰς τὴν σκηνὴν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τὰς θύρας τῆς σκηνῆς, καὶ ἐλάλει τῷ Μωσεῖ, καὶ ἐώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς. καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν, ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. αὐτοῦ
每逢摩西進入會幕,雲柱就降下來,立在會幕門前,與摩西說話;全體百姓也都看見雲柱立在會幕門前。眾百姓就站起來下拜,各人在自己帳棚的門口下拜。
And whenever Moses entered into the tabernacle, the pillar of cloud would come down and stand at the doors of the tabernacle, and it would speak with Moses; and all the people saw the pillar of cloud standing at the doors of the tabernacle. And all the people stood and worshiped, each from the door of his own tent.
5:14.3
Ὁ μὲν οὖν λαὸς ἐώρα τὸν στῦλον τῆς νεφέλης, Μωσεῖ δ ἐλάλει. τίς δ ἐλάλει; ἦ δῆλον ὅτι ὁ στῦλος τῆς νεφέλης, ὁ πρότερον τοῖς πατράσιν ἐν ἀνθρώπου φανεὶς σχήματι. προαποδέδεικται δὲ ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς οὗτος ἦν, ἕτερος δὲ ὃν θεοῦ λόγον ὑπάρχοντα Χριστὸν ἡμεῖς προσαγορεύομεν, ὃς καὶ τότε τοῦ πλήθους ἕνεκεν Μωσεῖ τε αὐτῷ καὶ τῷ λαῷ ἐν στύλῳ νεφέλης ἐθεωρεῖτο, διὰ τὸ μὴ χωρεῖν αὐτοὺς ὁμοίως τοῖς πατράσιν ἐν ἀνθρώπου σχήματι ὁρᾶν αὐτόν
百姓看見的是雲柱,但那說話的對象卻是摩西。那麼,究竟是誰在說話呢?顯然正是那雲柱,也就是先前曾以人的形貌向列祖顯現的那一位。我們先前已經證明過,那並非萬有之上的神,而是另一位,我們稱之為基督,是神的道;那時,他也因百姓眾多之故,在摩西和百姓面前以雲柱的樣式被觀看,因為他們不能像列祖那樣,以人的形貌看見他。
The people, then, saw the pillar of cloud, but it was to Moses that it spoke. But who was speaking? Plainly it was the pillar of cloud, the same who had earlier appeared to the fathers in human form. It has been demonstrated beforehand that this was not the God over all, but another, whom we call Christ, being the Word of God — who at that time also, for the sake of the multitude, was beheld by Moses himself and by the people in a pillar of cloud, because they were not able, as the fathers had been, to see him in human form.
5:14.4
τελείων γάρ τοι ἦν τὸ προορᾶν δύνασθαι τὴν μέλλουσαν ἔσεσθαί ποτε εἰς ἀνθρώπους ἔνσαρκον ἐπιφάνειαν αὐτοῦ, ἣν ἐπεὶ μηδὲ τότε οἷός τε ἦν ὁ πᾶς λαὸς χωρεῖν, εἰκότως τοτὲ μὲν αὐτοῖς διὰ πυρὸς φόβου χάριν καὶ καταπλήξεως, τοτὲ δὲ διὰ νεφέλης, ὡς ἂν ἐπεσκιασμένως καὶ κεκαλυμμένως νομοθετῶν αὐτοὺς ὁρῷτο, ὁμοίως δὲ καὶ τῷ Μωσεῖ δι αὐτούς
因為唯有那些成熟完全的人,才能夠預見他日後將要臨到世人的道成肉身之顯現;既然那時全體百姓還無法領受這樣的顯現,他便理所當然地時而藉火向他們顯現,使他們心生畏懼與震懾,時而又藉雲彩,彷彿在遮蔽、隱蔽之中向他們頒佈律法;對摩西也是同樣,都是為了他們的緣故。
For it belonged to the perfect to be able to foresee his incarnate manifestation that was one day to come to men; and since even then the whole people was not able to take this in, it was fitting that he should be seen by them at one time through fire, for the sake of fear and awe, and at another through a cloud, as one legislating for them in a shadowed and veiled manner; and likewise also to Moses, for their sake.
5:15.1
Εἶπε κύριος, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου μου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. πρόσεχε σαυτῷ καὶ εἰσάκουε αὐτοῦ, καὶ μὴ ἀπείθει αὐτῷ. οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ αὐτῷ. καὶ ἐν ἑτέρῳ τόπῳ εἶπε πρὸς Μωσῆν, βάδισον καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου. καὶ πάλιν καὶ εἶπε πρὸς Μωσῆν, πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός
主說:「看哪,我要差遣我的使者在你前面,在路上保護你,領你到我為你所預備的地方。你要謹慎,聽從他的話,不可違背他,因為他必不寬容你們的過犯;因我的名在他身上。」又在別處對摩西說:「你去,領這百姓往我對你所說的地方去;看哪,我的使者要在你前面行。」又對摩西說:「你和這百姓從這裡起行上去吧。」
The Lord said, 'Behold, I send my angel before your face, that he may guard you in the way, that he may bring you into the land that I have prepared for you. Give heed to yourself and listen to him, and do not disobey him; for he will surely not draw back from you, for my name is upon him.' And in another place he said to Moses, 'Go, and lead the people to the place I have told you; behold, my angel goes before your face.' And again he said to Moses, 'Go up, depart from here, you and the people.'
5:15.2
καὶ ἑξῆς καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου. αὗται ὅτι μὴ ἀγγέλου, μόνου δὲ θεοῦ γένοιντο ἂν φωναὶ, παντί τῳ πρόδηλον. θεοῦ δὲ τίνος ἢ τοῦ τοῖς προπάτορσιν ἑωραμένου, ὃν ἄγγελον θεοῦ σαφῶς προσεῖπεν ὁ Ἰακώβ; οὗτος δὲ ἦν ἡμῖν ὁ θεοῦ λόγος, ὡς ἂν καὶ θεοῦ παῖς καὶ αὐτὸς θεὸς καὶ κύριος ὠνομασμένος. Ἀπὸ τῆς Δεκαλόγου
接著又說:「我要差我的使者在你前面行。」這些話語顯然不可能是天使所說,而只能是神所說,這一點對任何人來說都是顯而易見的。但這是哪一位神呢?豈非就是那位曾向列祖顯現、被雅各明明稱為「神的天使」的那一位?這一位對我們而言,就是神的道,他也被稱為神的兒子,並且他自己也被稱為神和主。摘自《十誡》。
And next: 'And I will send my angel before your face.' That these words could not be the words of an angel, but only of God, is plain to everyone. But of what God, other than the one who had been seen by the forefathers, whom Jacob plainly addressed as 'angel of God'? And this was for us the Word of God, being also called Son of God, and himself named God and Lord. From the Decalogue.
5:16.1
Ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. καὶ ἑξῆς ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτής
「我是耶和華你的神,曾將你從埃及地、從為奴之家領出來的。除了我以外,你不可有別的神。」接著又說:「因為我耶和華你的神,是忌邪的神。」
'I am the Lord your God, who brought you out of the land of Egypt, out of the house of bondage. You shall have no other gods besides me.' And next: 'For I am the Lord your God, a jealous God.'
5:16.2
καὶ οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. κἀνταῦθα αὐτὸς ὁ κύριος ἑτέρου κυρίου τὰ προκείμενα διδάσκει. εἰπὼν γοῦν ἐγώ εἰμι κύριος ὁ θεός σου ἐπιλέγει οὐ λήψῃ ὄνομα κυρίου τοῦ θεοῦ σου, περὶ τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων ὁ δεύτερος κύριος τὸν θεράποντα μυσταγωγῶν
「不可妄稱耶和華你神的名,因為妄稱耶和華名的,耶和華必不以他為無罪。」在此,這位主本身也在教導其僕人有關另一位主的事。因為他既說「我是耶和華你的神」,接著又說「不可妄稱耶和華你神的名」——這位第二位的主,正是在向這位僕人開示有關父、萬有之神的奧秘。
'And you shall not take the name of the Lord your God in vain; for the Lord will surely not hold guiltless him who takes his name in vain.' Here too the Lord himself teaches the foregoing things concerning another Lord. For having said, 'I am the Lord your God,' he adds, 'You shall not take the name of the Lord your God' — the second Lord thus instructing his servant concerning the Father and God of all.
5:16.3
εὕροις δ ἂν καὶ ἄλλα μυρία δι ὅλης τῆς ἱερᾶς γραφῆς παραπλησίως τούτοις ἐξενηνεγμένα, δι ὧν ὁ θεὸς ὡς περὶ ἑτέρου θεοῦ καὶ αὐτὸς ὁ κύριος ὡς περὶ ἑτέρου κυρίου τοὺς χρησμους ἐποιεῖτο
在整部聖經中,你還能找到無數與此相似的表述,在其中神論及另一位神、主本身論及另一位主而發出他的宣告。
One might find countless other passages throughout the whole of the sacred Scripture uttered in a similar manner, in which God speaks the oracles as concerning another God, and the Lord himself as concerning another Lord.
5:17.1
Καὶ εἶπε κύριος πρὸς Μωσῆν, καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω. εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας. καὶ εἶπε Μωσῆς, δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. καὶ εἶπεν, ἐγὼ προπορεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματί μου κύριον ἐναντίον σοῦ καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. καὶ μεθ ἕτερα ἐπιφέρει λέγων καὶ κατέβη ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνόματι κυρίου. καὶ παρῆλθε κύριος ἐν ὀνόματι αὐτοῦ, καὶ ἐκάλεσε, κύριε κύριε, ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. καὶ σπεύσας Μώσης κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν
耶和華對摩西說:「你所說的這件事,我也必照樣行;因為你在我面前蒙了恩,我按你的名認識你,勝過眾人。」摩西說:「求你將你的榮耀顯給我看。」他說:「我要先在你面前經過,顯出我的榮耀,並要在你面前,以我的名,宣告『耶和華』;我要恩待我所要恩待的,也要憐憫我所要憐憫的。」隔了幾句話,又接著說:「他在雲中降下,與他一同站在那裡,宣告『耶和華』的名。耶和華在他面前經過,宣告說:『耶和華,耶和華,是有憐憫、有恩典的神,不輕易發怒,並有豐盛的慈愛和誠實,為千萬人存留慈愛,赦免罪孽、過犯,和罪惡,萬不以有罪的為無罪,必追討他的罪,自父及子,直到三、四代。』」摩西急忙伏地下拜。
And the Lord said to Moses, 'This word too, which you have spoken, I will do; for you have found grace before me, and I know you beyond all others.' And Moses said, 'Show me your own glory.' And he said, 'I will go before you first in my glory, and will call, by my name, "Lord," before you; and I will show mercy on whomever I show mercy, and I will have compassion on whomever I have compassion.' And after other words he continues, saying: 'And he came down in a cloud, and stood there with him, and called by the name "Lord." And the Lord passed by before his face, and called out, "Lord, Lord, God, compassionate and merciful, longsuffering and abounding in mercy, and true, and keeping righteousness, showing mercy to thousands, taking away lawlessness and unrighteousness and sins, and will by no means clear the guilty, bringing the sins of the fathers upon the children, and the children's children, to the third and fourth generation."' And Moses made haste, and bowed down to the earth, and worshiped.
5:17.2
Ὅρα δὴ τίνα τρόπον καὶ νῦν αὐτὸς ὁ κύριος ὁ καταβὰς ἐκάλεσεν ἐν νεφέλῃ, καὶ τῷ Μωσεῖ παραστὰς ἐν ὀνόματι κυρίου, ἕτερον παρ ἑαυτὸν, συνήθως κατὰ ἀναδίπλωσιν δὶς κύριον ἐπικαλούμενον, ὡς ἂν καὶ ἑαυτοῦ καὶ τῶν λοιπῶν ἁπάντων δεσπότην θεολογούμενον, τὸν ἑαυτοῦ πατέρα, καὶ ὅτι γε ἐν τούτοις οὐ Μώσης, ὡς ἂν ὑπολάβοι τις, ἀλλὰ γὰρ αὐτὸς ὁ κύριος ἕτερον κύριον τὸν πατέρα καλεῖ, προλαβὼν αὐτὸς ὁ χρηματίζων τῷ Μωσεῖ φησιν ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι κυρίου
請留意,這裡那位降臨、在雲中呼喊的主自己,是以怎樣的方式站在摩西面前、以「耶和華」之名,呼求那與他自身有別的另一位——按照慣常的重複句法,兩次呼求「耶和華」——彷彿在宣揚神性,稱呼那既是他自己、也是其餘萬有之主宰者,即他自己的父。而這裡並非如人或許以為的那樣是摩西在說,而正是主自己稱父為「另一位耶和華」,這一點由他自己先前所說的話已表明:那向摩西曉諭者,事先便說:「我要先在你面前經過,顯出我的榮耀,並要以『耶和華』之名宣告。」
Observe, then, in what manner the Lord himself, who came down, called out in the cloud, and, standing by Moses in the name 'Lord,' invoked another besides himself, calling on 'Lord' twice, as is customary, by reduplication — as though proclaiming as deity both his own and everyone else's master, namely his own Father. And that in this it is not Moses, as one might suppose, but the Lord himself who calls the Father 'another Lord,' is shown by his own prior word, when he who was dealing with Moses says beforehand, 'I will go before you first in my glory, and will call out by the name "Lord."'
5:17.3
τοῦτο γοῦν εἰρηκότος ἐξῆς ἐπιλέγει ἡ γραφὴ διηγηματικῶς καὶ κατέβη κύριος π ἐν νεφέλη, καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνόματι κυρίου· οὔκουν αὐτὸς ὁ κύριος τὴν υποσχεσιν τὴν αὑτοῦ πληρώσων κάτεισι, καὶ ὥσπερ ὁ λόγος φησὶ, πρόεισι πρὸ προσώπου Μωσῇ
既說了這話,經文接著以敘述的方式補充道:「耶和華在雲中降下,與他一同站在那裡,以『耶和華』之名宣告。」於是,正是主自己降臨,來實現他自己的應許,並且,正如經文所說,他親自行在摩西的前面。
Having said this, then, the Scripture next adds, in narrative form: 'And the Lord came down in the cloud, and stood there with him, and called by the name "Lord."' It is, then, the Lord himself who comes down to fulfil his own promise, and, as the passage says, goes before the face of Moses.
5:17.4
καὶ αὐτὸς δὲ ὁ κύριος καλεῖ λέγων κύριε ὁ θεὸς οὐκτίρμων καὶ ἐλεήμων καὶ τὰ ἑξῆς, σαφῶς ὁ κύριος τὸν θεράποντα ἑαυτόν τε ὅστις εἴη καὶ τὴν τοῦ κρείττονος κυρίου γνῶσιν μυσταγωγῶν. τοῦτο δέ σοι παραστήσει ἔνθα προσευχόμενος ὑπὲρ τοῦ λαοῦ τῶν προκειμένων τοῦ κυρίου μνημονεύει φωνῶν τὸν κύριον ταῦτα εἰρηκέναι, ἀλλ οὐκ αὐτὸν, ἐν οἷς καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, κύριε, ὃν τρόπον εἶπας λέγων, κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἴως ἐπὶ τρίτην καὶ τετάρτην γενεάν
主自己呼喊說:「耶和華神,有憐憫、有恩典」等等,這顯然是那位主,一則在教導這位僕人他自己究竟是誰,二則在向他開示那更大之主的知識。這一點,將在摩西為百姓代求時的經文中向你證實:他記念方才這些話乃是主所說的,而非他自己所說,正如以下所記:「耶和華啊,現在求你彰顯你的大能,正如你曾說:『耶和華不輕易發怒,且有豐盛的慈愛和誠實,赦免過犯和罪惡,萬不以有罪的為無罪,必追討父的罪,自父及子,直到三、四代。』」
And the Lord himself calls out, saying, 'Lord God, compassionate and merciful,' and so on — plainly instructing his servant both as to who he himself is, and as to the knowledge of the greater Lord. This will be shown to you in the passage where, praying on behalf of the people, Moses recalls that it was the Lord who had spoken these foregoing words — not that they were his own — in the words: 'And now let your hand be exalted, O Lord, in the manner you spoke, saying, "The Lord is longsuffering and abounding in mercy, and true, taking away lawlessness and unrighteousness and sins, and will by no means clear the guilty, rendering the sins of the fathers upon the children, even to the third and fourth generation."'
5:17.5
ἐπιτήρει δὲ τίνα τρόπον ἐν τούτοις αὐτὸς ὁ κύριος τὸν πατέρα μακρόθυμον καὶ πολυέλεον έλεον ἐπειπὼν προστίθησι λέγων αὐτὸν καὶ ἀληθινὸν, συμφώνως τῷ ἔνα γιγνώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν, ἐν εὐαγγελίοις ὑφ ἑνὸς καὶ τοῦ αὐτοῦ σωτῆρος ἡμῶν είρημένῳ. μόνον γοῦν ἀληθινὸν θεὸν σφόδρα εὐσεβῶς ἀποκαλεῖ τὸν πατέρα, τὸ προσῆκον ἀπονέμων σέβας τῇ ἀγεννήτῳ φύσει, ἧς αὐτὸν εἰκόνα εἶναι καὶ γέννημα οἶ θεῖοι λόγοι παιδεύουσιν. Ἀπὸ τῶν Ἀριθμῶν. Ως τὸν θεὸν τῷ Ἰσραὴλ ὁρατὸν εἷναι ἡ θεία διδάσκει γραφὴ, τὸν τοῦ θεοῦ λόγον αἰνιττομένη
還請留意,這裡主自己在稱父為「不輕易發怒、且有豐盛慈愛」之後,又補上「誠實」一詞,這與福音書中我們同一位救主所說的「使他們認識你——獨一的真神」正相吻合。他如此極其虔敬地稱父為那獨一的真神,向那非受生的本性歸與應有的敬畏,而神聖的話語教導我們,他自己正是那本性的形像與所出者。摘自《民數記》。神聖的經文如何教導以色列人神是可見的,並暗指神的道。
Observe, moreover, in what manner, in these words, the Lord himself, having called the Father 'longsuffering and abounding in mercy,' adds, calling him also 'true' — in agreement with what is said in the Gospels, by one and the same Savior of ours, 'that they may know you, the only true God.' He calls the Father, then, the 'only true God' in a most devout manner, rendering the fitting reverence to the unbegotten nature, of which the divine oracles teach that he himself is the image and offspring. From Numbers. How the divine Scripture teaches that God is visible to Israel, hinting at the Word of God.
5:18.1
Ἐν τοῖς Ἀριθμοῖς ὁ Μώσης εὐχόμενός φησιν ὅτι σὺ εἶ κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ ὀφθαλμοὺς ὀπτάνῃ σὺ κύριε· ἀνθ οὗ ὁ μὲν Ἀκύλας ἐξέδωκεν ὅτι σὺ εἶ κύριος ἐν ἐγκάτῳ τοῦ λαοῦ τούτου, ὃς ὀφθαλμὸν ἐν ὀφθαλμοῖς ὁρᾷ σὺ κύριε. ὁ δὲ Σύμμαχος ὅτι σὺ εἶ κύριε
在《民數記》中,摩西禱告說:「你是在這百姓中的耶和華,是那眼對眼被人看見的,你,耶和華啊。」阿奎拉譯本則作:「你是在這百姓內裡的耶和華,是那眼對眼觀看的,你,耶和華啊。」西馬庫譯本則作:「你確實存在,耶和華啊。」
In Numbers, Moses praying says, 'That you are the Lord in the midst of this people, who are seen eye to eye, you, O Lord' — for which Aquila renders, 'that you are the Lord in the inward part of this people, who see eye in eyes, you, O Lord'; and Symmachus, 'that you are, O Lord.'
5:18.2
καὶ ἐν Ἐξόδῳ εἴρηται καὶ ἀνέβη Μώσης καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων τοῦ Ἰσραὴλ, καὶ εἶδον τὸν τόπον ὅπου ὁ θεὸς Ἰσραήλ. ἀνθ οὗ ὁ μὲν Ἀκύλας καὶ (φησὶ) τὸν θεὸν Ἰσραήλ, ὁ δὲ Σύμμαχος καὶ ὁράματι τὸν θεὸν Ἰσραήλ
《出埃及記》又記著說:「摩西、亞倫、拿答、亞比戶,並以色列的七十個長老,都上了山,看見了以色列神所在的地方。」阿奎拉譯本作:「看見了以色列的神」,西馬庫譯本則作:「在異象中看見了以色列的神。」
And in Exodus it is said: 'And Moses went up, and Aaron, and Nadab, and Abihu, and seventy of the elders of Israel, and they saw the place where the God of Israel stood.' For which Aquila has, 'and they saw the God of Israel,' and Symmachus, 'and, in a vision, the God of Israel.'
5:18.3
διὰ τὸ θεὸν ἑώρακε πώποτε τάχ ἄν τις ἐναντίαν εἶναι τῷ λόγῳ τὴν παροῦσαν ὑπολάβοι λέξιν, ὡς ὁρατὸν ὑποτιθεμένην τὸν τὴν φύσιν ἀόρατον. ἀλλ εἰ καὶ ταῦτα ἐπὶ τὸν λόγον τοῦ θεοῦ τὸν πολυμερῶς καὶ πολυτρόπως ὀφθέντα τοῖς πατράσιν ἐκλάβοις ὁμοίως τοῖς προαποδειχθεῖσιν ἡμῖν, οὐκέτ ἂν δόξοιο ἐναντίοις περιπίπτειν. θεὸν Ἰσραὴλ ἐνταῦθα ὁρώμενον αὐτὸν ἐκεῖνον εἶναι διδάσκει, ὃν καὶ τῷ Ἰσραὴλ ὀφθέντα, ὅτε ἐπάλαιεν ἄνθρωπος μετ αὐτοῦ, ὃς καὶ πρῶτος αὐτοῦ τὴν προσωνυμίαν ἐκ τοῦ Ἰακὼβ ἐπὶ τὸν Ἰσραὴλ μεταβέβληκεν εἰπὼν ὅτι θεοῦ ὅτε καὶ τῆς θείας αὐτοῦ δυνάμεως αἴσθησιν λαβὼν ὁ Ἰακὼβ ἐκάλεσε τὸν τόπον ἐκεῖνον εἶδος θεοῦ, εἰπὼν εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή, οὐχ ἕτερον ὑπάρχειν θεοῦ λόγου κατὰ τὸν οἰκεῖον καιρὸν παρεστήσαμεν. Ἀπὸ τοῦ Ἰησοῦ τοῦ Ναυῆ. Ὡς ὁ θεὸς λόγος, ὁ τῷ Μωσεῖ χρηματίζων, ὁμοίως τοῖς πάλαι προπάτορσιν ὤφθη καὶ Ἰησοῦ Μώσεως διαδόχῳ ἐν ἀνθρώπου σχήματι
因為有話說「從來沒有人見過神」,或許有人會以為眼前這段經文措辭自相矛盾,彷彿把那本性不可見者當作可見的了。但倘若你也照我們先前已證明的方式,將這些話理解為指那曾以多方多式向列祖顯現的神的道,你就不會再顯得陷入矛盾了。這段經文教導我們,這裡所見的「以色列的神」,正是那位曾向以色列(雅各)顯現、當時有一人與他摔跤的那一位——也正是那第一位將雅各的名字改為以色列的那位,並說這是因為神的緣故;那時,雅各也因感受到他的神聖大能,便將那地方稱為「神之形」,說:「因為我面對面見了神,我的性命仍得保全」——這一位不是別的,正是神的道,我們已在適當之處闡明過了。摘自《約書亞記》。神的道,就是那向摩西曉諭者,如何也像從前的列祖一樣,以人的形貌向摩西的繼承人約書亞顯現。
Because of the saying, 'No one has ever seen God,' one might perhaps suppose the present wording to be in conflict with reason, as though positing as visible the one whose nature is invisible. But if you should understand these words also as referring to the Word of God, who appeared to the fathers in many parts and many manners, just as we have previously demonstrated, you would no longer seem to fall into contradiction. It teaches that the 'God of Israel' seen here is that very one who also appeared to Israel when a man wrestled with him — the very one who first changed his name from Jacob to Israel, saying it was because of God; at which time also Jacob, perceiving his divine power, called that place 'Form of God,' saying, 'For I saw God face to face, and my soul was saved' — none other than the Word of God, as we showed at the proper time. From Joshua the son of Nun. How the Word of God, who dealt with Moses, appeared, like the ancient forefathers, also to Joshua, the successor of Moses, in the form of a man.
5:19.1
Καὶ ἐγενήθη ὡς ἦν Ἰησοῦς ἐν Ἰεριχὼ,κ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν ὁ Ἰησοῦς εἶπεν, ἡμέτερος εἷ, ἢ τῶν ὑπευναντίων; καὶ εἶπεν αὐτῷ, ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, δέσποτα τί προστάσσεις τῷ σῷ οἰκέτῃ; καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου, Ἰησοῦ, λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῇ ἁγία ἐστίν
約書亞在耶利哥的時候,舉目觀看,見一人站在他對面,手裡有拔出來的刀。約書亞就前去問他說:「你是幫助我們呢,還是幫助我們的敵人呢?」那人說:「不是的,我來是要作耶和華軍隊的元帥。」約書亞就俯伏在地下拜,對他說:「我主,有甚麼話吩咐僕人?」耶和華軍隊的元帥對約書亞說:「把你腳上的鞋脫下來,因為你所站的地方是聖地。」
And it came to pass, when Joshua was in Jericho, that he looked up and saw a man standing opposite him, with his sword drawn in his hand. And Joshua went up to him and said, 'Are you for us, or for our adversaries?' And he said to him, 'I have now come as commander-in-chief of the host of the Lord.' And Joshua fell on his face to the ground, and said to him, 'Master, what do you command your servant?' And the commander-in-chief of the Lord says, 'Joshua, loose the sandal from your feet; for the place on which you stand is holy ground.'
5:19.2
Αὐτὰ δὴ ταῦτα καὶ Μωσεῖ ἀρχομένῳ τῆς θεωρίας ἐπὶ τῆς βάτου πρὸς τοῦ κυρίου εἴρητο, ὡς δηλοῖ ἡ γραφὴ ὡς δὲ εἶδε κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ μέσου τοῦ βάτου λέγων, Μωσῆ Μωσῆ, μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα τῶν δῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας ἐπ αὐτοῦ γῆ ἁγία ἐστίν
正是這同樣的話語,也曾在摩西初見荊棘異象時,由主對他所說,正如經文所示:「耶和華見他前來觀看,就從荊棘中呼叫他說:『摩西,摩西,不要挨近這裡,把你腳上的鞋脫下來,因為你所站之地是聖地。』」
These very same words were spoken by the Lord to Moses also, at the beginning of the vision at the bush, as the Scripture shows: 'And when the Lord saw that he drew near to see, the Lord called to him out of the midst of the bush, saying, "Moses, Moses, do not draw near here; loose the sandal from your feet; for the place on which you stand is holy ground."'
5:19.3
Εἷς ἄρα καὶ ὁ αὐτὸς ἦν ὁ τοῖς ἀμφοτέροις χρηματίσας θεὸς, ὡς ἐκ τοῦ παραγγέλματος δείκνυται. ἀλλὰ νῦν μὲν διὰ τοῦ ἀρχιστρατήγου τῆς δυνάμεως αὐτοῦ, Μωσεῖ δὲ διὰ τοῦ ὀφθέντος ἀγγέλου στρατιῶν δὲ ὑπερουρανίων καὶ δυνάμεων ὑπερκο σμίων καὶ πνευμάτων ἀοράτων, ἀγγέλων τε θείων καὶ ἀρχαγγέλων τῷ παμβασιλεῖ καὶ πανηγεμόνι θεῷ λειτουργούντων, κατὰ τὸ εἰρημένον παρὰ τῷ Δανιὴλ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ, ὁ πάντων ἀνωτάτω τίς ἂν γένοιτο ἕτερος τοῦ θεοῦ λόγου καὶ τῆς πρωτοτόκου σοφίας τοῦ τε ἐνθέου γεννήματος; εἰκότως ἄρα καὶ ἀρχιστράτηγος δυνάμεως κυρίου ἐπὶ τοῦ παρόντος ἀνείρηται, ὡς καὶ μεγάλης βουλῆς ἄγγελος ἐν ἑτέροις, καὶ σύνθρονος τοῦ πατρὸς, αἰώνιός τε καὶ μέγας ἀρχιερεύς
由此可見,向這兩人曉諭的乃是同一位神,這由其所發的命令可以看出。只不過如今是藉著他大軍的元帥向約書亞顯現,向摩西則是藉著那被見的天使顯現。至於那些超乎諸天之上的大軍、超乎世界之上的權能,以及那些看不見的靈、諸神聖天使與大天使,他們都服事那萬王之王、統管萬有的神——正如但以理書所說:「事奉他的有千千,在他面前侍立的有萬萬。」——那麼,這位居於萬有元帥之首者,除了神的道、那長子智慧、那神聖所出之子以外,還能是誰呢?由此可見,他在此處理當被稱為「耶和華軍隊的元帥」,正如在別處被稱為「大謀略的天使」,與父同坐一位,是永恆而偉大的大祭司。
It was, then, one and the same God who dealt with both, as is shown from the command given. But now to Joshua he appeared as commander-in-chief of his host, whereas to Moses he appeared through the angel who was seen. Now of the hosts beyond the heavens, and the powers above the world, and the invisible spirits, and the divine angels and archangels who minister to the King of all and the universal Ruler, God — according to what is said in Daniel: 'A thousand thousands ministered to him, and ten thousand times ten thousand stood before him' — who could be the commander-in-chief highest of all, other than the Word of God, and the firstborn Wisdom, and the divinely-begotten offspring? Fittingly, then, he is also here called 'commander-in-chief of the host of the Lord,' just as elsewhere he is called 'Angel of Great Counsel,' and 'co-enthroned' with the Father, and 'eternal and great high priest.'
5:19.4
ἀποδέδεικται δὲ ὅτι καὶ κύριος καὶ θεὸς ὁ αὐτὸς, καὶ Χριστὸς ὑπὸ τοῦ πατρὸς ἐλαίῳ ἀγαλλιάσεως κεχρισμένος. τῷ μὲν οὖν Ἀβραὰμ παρὰ τῇ δρυὶ φανεὶς ἐν ἀνθρώπου εἴδει γαληνῷ καὶ εἰρηναίῳ σχήματι ἑαυτὸν ὑποδείκνυσι, τὴν σωτήριον εἰς ἀνθρώπους αὑτοῦ παρουσίαν ἐξ ἐκείνου προοιμιαξόμενος, τῷ δὲ Ἰακὼβ, ὡς ἀσκητῇ καὶ ἀγωνιστῇ παλαίειν πρὸς ἐχθροὺς καὶ ἀγωνίζεσθαι μέλλοντι, οἷα ἄνθρωπος, Μωσεῖ δὲ καὶ τῷ λαῷ ἐν εἴδει νεφέλης καὶ πυρὸς καθηγεῖτο, φοβερὸν ὁμοῦ καὶ ἐπεσκιασμένον παρέχων ἑαυτόν
已經證明,這位既是主,又是神,也是基督,是蒙父以喜樂之油所膏立的那一位,都是同一位。他向亞伯拉罕在橡樹旁顯現時,是以人的形貌、平靜安詳的樣式顯現,從那時起就預先描繪了他日後臨到世人的救贖性同在;向雅各顯現時,則是如一位即將與仇敵摔跤爭戰的操練者和競賽者一般,以人的樣式顯現;向摩西和百姓,則是以雲彩與火的形貌引路,同時顯出既可畏又被遮蔽的樣子。
It has been demonstrated that he is the same who is both Lord and God, and Christ, anointed by the Father with the oil of gladness. To Abraham, then, appearing by the oak, he showed himself in the form of a man, in a calm and peaceable manner, prefiguring from that time his saving presence among men. To Jacob, as to one who was an athlete and combatant about to wrestle with enemies and to contend, he showed himself as a man. To Moses and the people, he led the way in the form of cloud and fire, presenting himself both fearsome and overshadowed.
5:19.5
ἐπεὶ δὲ ὁ τοῦ Μώσεως διάδοχος Ἰησοῦς πολεμίοις ἔμελλε παρατάττεσθαι τοῖς τὸ πρὶν Παλαιστίνων γῆς οἰκήτορσιν, ἀλλοφύλοις ἔθνεσι καὶ ἀσεβεστάτοις, εἰκότως μετὰ ῥομφαίας ἐσπασμένης καὶ κατὰ τῶν πολεμίων ἠκονημένης ὑποφαίνεται, μονονουχὶ διὰ τῆς ὄψεως ἐπιδεικνὺς ὅτι δὴ αὐτὸς ἀοράτῳ ῥομφαίᾳ ἐνθέῳ δυνάμει τοὺς ἀσεβεῖς μετιέναι ἔμελλε, τοῖς οἰκείοις συστρατευόμενος καὶ συναγωνιζόμενος. διὸ κατὰ καιρὸν καὶ ἀρχιστράτηγον κυρίου ἑαυτὸν ἀνηγόρευσεν. Ἀπὸ τοῦ Ἰὼβ. Ως ὁμοίως τοῖς πατράσι καὶ τῷ Ἰὼβ αὐτὸς ὁ δημιουργὸς τῶν ὅλων θεὸς λόγος ἔχρησέ τε καὶ ὀφθαλμοῖς ἑωρᾶσθαι λέγεται
由於摩西的繼承人約書亞即將與敵人列陣爭戰——那些原先居住在巴勒斯坦地、外邦而極其不敬虔的民族——他便理所當然地以拔出、磨利以對抗敵人的刀劍之貌顯現,幾乎是藉著這外觀本身,表明他自己將要以不可見的刀劍、憑神聖的大能,出擊那些不敬虔的人,與自己的子民同征同戰。因此,他在恰當之時,也自稱為「耶和華的元帥」。摘自《約伯記》。萬有的創造者、神的道,如何也像對待列祖那樣,向約伯發出神諭,並且據說也曾被他的眼所見。
But since Joshua, the successor of Moses, was about to be drawn up in battle against enemies — the former inhabitants of the land of Palestine, foreign and most impious nations — he fittingly appeared with a sword drawn and sharpened against the enemy, showing almost by the very sight that he himself, with an invisible sword and by divine power, was about to go against the impious, campaigning and contending together with his own people. For this reason he also, in due course, proclaimed himself 'commander-in-chief of the Lord.' From Job. How the Word of God, the Creator of all things, similarly to the fathers, both gave oracles to Job and is said to have been seen by his eyes.
5:20.1
' Εἶπε δὲ κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν, ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δή μοι εἰ ἐπίστασαι σύνεσιν, τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας. καὶ ἐξῆς ὅτε ἐγενήθησαν, φησὶν, ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου· ἔφραξα δὲ θάλασσαν πύλαις
耶和華藉著旋風和雲彩對約伯說:「我立大地根基的時候,你在哪裡呢?你若曉悟明理,只管說吧!是誰定地的尺度呢?你若曉得,只管說吧!」接著又說:「眾星宿造成的時候,我的眾天使都大聲讚美我;我又為海洋定了門界。」
And the Lord said to Job, through a whirlwind and clouds, 'Where were you when I laid the foundations of the earth? Tell me, if you have understanding: who set its measures, if you know?' And next he says: 'When the stars came into being, all my angels praised me with a loud voice; and I enclosed the sea with gates.'
5:20.2
καὶ ἑξῆς ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωι·νόν; ἑωσφόρος δὲ ἐπεῖδε τὴν ἑαυτοῦ τάξιν
接著又說:「或是我藉你的命令派定了晨光?晨星曾察知自己的本位嗎?」
And next: 'Or did I appoint the morning light in your presence? And did the day-star see its own place?'
5:20.3
καὶ πάλιν ἢ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ τῆς γῆς; ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δ ὑπερηφάνων συνέτριψας; ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ Ἅιδου ἰδόντες σε ἔπτηξαν
又說:「或是你取地上的泥土塑造了一個活物,使牠能在地上說話呢?你可曾從不敬虔的人手中奪去光明,折斷了驕傲人的膀臂?你可曾來到海的泉源,行走在深淵的蹤跡之中?死亡的門戶可曾因懼怕你而為你開啟?陰間的守門者見了你,可曾戰慄畏縮?」
And again: 'Or did you take clay from the earth and mold a living creature, and set it speaking upon the earth? And have you taken away the light from the impious, and crushed the arm of the proud? And have you come to the spring of the sea, and walked in the tracks of the deep? And do the gates of death open to you in fear, and did the gatekeepers of Hades cower when they saw you?'
5:20.4
καὶ ἐπὶ τέλει τοῦ παντὸς χρησμοῦ ἀποκρίνεται ΄Ιὼβ τῷ κυρίῳ λέγων ἄκουσον δέ μου, κύριε, ἔνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε · διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν
在整篇神諭的末了,約伯回答耶和華說:「主啊,求你聽我,好叫我也說話;我要問你,求你指教我。我從前風聞有你,現在親眼看見你;因此我厭惡自己,且已消融,看自己不過是塵土和爐灰。」
And at the end of the whole oracle Job answers the Lord, saying: 'Hear me, Lord, that I too may speak; I will ask you, and you teach me. I had heard of you before by the hearing of the ear, but now my eye has seen you; therefore I have despised myself, and have melted away, and I count myself earth and ashes.'
5:20.5
Ὅτι μὲν οὖν κυρίου τοῦ δημιουργοῦ τυγχάνουσιν αἶ προκείμεναι φωναὶ οὐκ ἐκ τῶν προτεθέντων μόνον, ἀλλὰ καὶ ἐκ τῶν σοι φαινομένων διαγνῶναι ῥᾴδιον· ὅτι δὲ τὸ ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας καὶ τὸ ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ Ἅιδου ἰδόντες σε ἔπτηξαν, τὴν Ἅιδου τοῦ σωτῆρος ἡμῶν θεσπίζει κατὰ τὸν προσήκοντα καιρὸν ἀποδείξομεν, τοσοῦτον νῦν ἐπισημηνάμενοι, ὡς μᾶλλον τῷ θεῷ λόγῳ ἤπερ τῷ θεῷ τῶν ὅλων τὰ κατὰ τὸν τόπον ἀνατιθέναι προσήκει
至於以上這些話出自那位創造之主,這一點不僅從已陳述的內容,也從稍後將向你顯明的內容,都不難辨明;但「你來到海的泉源,行走在深淵的蹤跡之中」以及「死亡的門戶因懼怕你而開啟,陰間的守門者見了你便戰慄」這些話,是在預言我們救主下到陰間之事,我們將在適當之處加以證明;此刻只需指出這一點:這段經文所論之事,理當歸於神的道,而非萬有之神。
That the foregoing words belong to the Lord the Creator is easy to discern, not only from what has been set forth, but also from what will appear to you as we proceed. But that the words, 'You came to the spring of the sea, and walked in the tracks of the deep,' and 'Do the gates of death open to you in fear, and do the gatekeepers of Hades cower when they see you,' foretell our Savior's descent into Hades, we shall demonstrate at the proper time; for now we merely note this much, that it is more fitting to attribute the matters of this passage to God the Word than to the God of all.
5:20.6
ὁ γοῦν Ἰὼβ ἑξῆς ὁμοίως τοῖς πατράσιν αὐτὸν δὴ τοῦτον τὸν ἐν ἀρχαῖς διὰ λαίλαπος καὶ νεφῶν χρηματίζοντα αὐτῷ κύριον αὐτοψίᾳ τεθεωρηκέναι μαρτυρεῖ λέγων ἄκουσον δέ μου, κύριε, ἔνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε. διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν
約伯接著也像列祖一樣,見證他親眼目睹了那位起初藉著旋風和雲彩向他曉諭的主,說:「主啊,求你聽我,好叫我也說話;我要問你,求你指教我。我從前風聞有你,現在親眼看見你;因此我厭惡自己,且已消融,看自己不過是塵土和爐灰。」
Job, then, next testifies, like the fathers, that he had beheld with his own eyes this very Lord who had dealt with him at the beginning through the whirlwind and clouds, saying: 'Hear me, Lord, that I too may speak; I will ask you, and you teach me. I had heard of you before by the hearing of the ear, but now my eye has seen you; therefore I have despised myself, and have melted away, and I count myself earth and ashes.'
5:20.7
πῶς δ ἂν τὸν ἀνωτάτω θεὸν, τῶν ὅλων ἐπέκεινα, τὴν ἄτρεπτον καὶ ἀγέννητον οὐσίαν, σάρκα περιβεβλημένη ψυχὴ καὶ ὀφθαλμοὶ θνητῶν θεάσαιντο, εἰ μὴ ἄρα σαφῶς κἀνταῦθα ὑποβαίνοντα τοῦ οἰκείου μεγέθους τὸν θεὸν λόγον τὸν διαφόρως ἀποδεικνύμενον κύριον εἴποιμεν ἂν παρίστασθαι, ὡς ἔστι καὶ ἐξ αὐτῶν τῶν χρησμῶν μαθεῖν, δι ὧν αὖθις ὁ κύριος πρὸς τὸν Ἰὼβ τὰ περὶ τοῦ διαβόλου ὧς περὶ δράκοντος διιὼν ἐπεχείρει οὐ ὅτι ἡτοίμασταί μοι
那超乎萬有之上、超越一切、不變且非受生的至高神之本質,怎麼可能被那披著肉身的靈魂與必死者的肉眼所看見呢?除非我們確實承認,這裡也明明是神的道從他自身固有的偉大降卑下來,以種種方式顯明為「主」而在場——這一點也可以從神諭本身得知,其中主又向約伯論及那魔鬼,如同論及一條巨龍一般,開口說:「並非因為這是為我所預備的。」
But how could the Most High God, beyond all things, the unchangeable and unbegotten essence, be beheld by a soul clothed with flesh and by mortal eyes — unless indeed we say that here too it is plainly God the Word, descending from his own proper greatness, variously shown forth as Lord, who is present, as one may learn from the very oracles themselves, in which the Lord again, speaking to Job concerning the devil as concerning a dragon, undertook to say, 'Not because it has been prepared for me.'
5:20.8
δράκοντα γὰρ ποίῳ κυρίῳ προσήκει νομίζειν ἢ τῷ θεῷ λόγῳ καὶ σωτῆρι ἡμῶν; ὃς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου πάλαι πρότερον πολιορκοῦντα τὸ τῶν ἀνθρώπων γένος καθεῖλε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, ὁ καὶ αὐτὸς παρίστησι φήσας ἦλθες δ ἐπὶ πηγὴν θαλάσσης, δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας· ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ Ἅιδου ἰδόντες σε ἔπτηξαν
因為,論到那條巨龍,除了神的道、我們的救主之外,還有哪一位主更適合被視為與此有關呢?正是他,很久以前就制伏了那位長久圍困人類的今世之王,解開了死亡的痛苦鎖鏈;他自己也藉此話語表明了這一點,說:「你來到海的泉源,行走在深淵的蹤跡之中;死亡的門戶因懼怕你而開啟,陰間的守門者見了你便戰慄。」
For to which Lord does it befit us to think the dragon belongs, other than to God the Word and our Savior? — who long ago cast down the ruler of this age, who was besieging the race of men, loosing the pangs of death; which he himself also shows when he says, 'You came to the spring of the sea, and walked in the tracks of the deep; the gates of death open to you in fear, the gatekeepers of Hades, seeing you, cowered.'
5:20.9
ταῦτα δὲ εἰκότως πρὸς τὸν Ἰὼβ μετὰ τὸν μέγαν πειρασμὸν, ὃν ὑπέμεινε, καὶ ἀγῶνα, διδάσκων αὐτὸν ὅτι ὑπὲρ μέρους ἠγώνισται, τοὐ μείζονος καὶ κραταιοτέρου πολέμου καὶ ἀγῶνος αὐτῷ τῷ κυρίῳ πεφυλαγμένου κατὰ τὸν καιρὸν τῆς εἰς τὸν θάνατον αὐτοῦ παρουσίας. Ἀπὸ τοῦ Ψαλμοῦ. Ὡς δύο κυρίους καὶ ὁ προκείμενος οἶδε Ψαλμός
這些話語,是在約伯經歷了他所忍受的那場大試煉與爭戰之後,理所當然地對他說的,教導他說:他所爭戰的不過是一部分,因為那更大、更劇烈的爭戰,乃是為主自己所存留,要在他降至死地的時候親自經歷。摘自《詩篇》。以下這篇詩篇如何也知道有兩位主。
These things, then, were fittingly said to Job after the great trial and contest which he had endured, teaching him that he had contended only for a part, since a greater and mightier war and contest was reserved for the Lord himself, at the time of his coming unto death. From the Psalm. How the present Psalm also knows two Lords.
5:21.1
Ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρός σε κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, ἐπὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα
耶和華啊,你是我的盼望,你已將至高者當作你的避難所。禍患必不臨到你,災殃也不挨近你的居所。因為他必為你吩咐他的使者,在你所行的一切道路上保護你;他們要用手托著你,免得你的腳碰在石頭上。你要踹在虺蛇和毒蛇之上,也要踐踏獅子和大龍。
For you, O Lord, are my hope; you have made the Most High your refuge. No evils shall come upon you, and no scourge shall come near your dwelling. For he will command his angels concerning you, to keep you in all your ways; they shall bear you up on their hands, lest you dash your foot against a stone. You shall tread upon the asp and the basilisk, and you shall trample the lion and the dragon underfoot.
5:21.2
Ταύταις ὁ διάβολος ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται ταῖς λέξεσιν. ὅρα δὴ οὖν τίνα τρόπον ὁ Ψαλμὸς πρὸς αὐτὸν τὸν κύριόν φησιν ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. σὺ γὰρ αὐτὸς, φησὶν, ἡ ἐμὴ ἐλπὶς, ὦ κύριε, μείζονα σαυτοῦ τὸν θεὸν αὐτὸν τὸν ὕψιστον καὶ ἐπὶ πάντων καὶ σαυτοῦ πατέρα καταφυγὴν ἔθου· δι ὃν οὐ προσελεύσεται πρὸς σὲ κακὰ, πρὸς σὲ τὸν ἐμὸν κύριον, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου
這些正是魔鬼在試探我們救主時所引用的話語。那麼,請看這篇詩篇是以怎樣的方式向主本身說話:「耶和華啊,你是我的盼望,你已將至高者當作你的避難所。」它說:「主啊,我的盼望,你自己已將那比你更大的神——那位至高者、萬有之上者、你自己的父——當作你的避難所;正因為有他,禍患必不臨到你,我的主啊,不臨到你,災殃也不挨近你的居所。」
These very words the devil used in his temptation of our Savior. Observe, then, in what manner the Psalm speaks to the Lord himself: 'For you, O Lord, are my hope; you have made the Most High your refuge.' 'For you yourself,' it says, 'O Lord, my hope, have made your refuge the God who is greater than yourself, the Most High and God over all, and your own Father; on account of whom no evils shall come upon you, upon you, my Lord, and no scourge shall come near your dwelling.'
5:21.3
κἂν γὰρ ἀσεβεῖς ἄνδρες ἐπιχειρήσωσι ἐνανθρωπήσαντά σε μαστίζειν κἂν τῷ θανάτῳ παραδιδόναι, ἀλλ οὔτι γε ἡ ἐκ θεοῦ μάστιξ τῷ σῷ προσεγγιεῖ σκηνώματι, τοῦτ ἔστι σώματι, ὃ δηλονότι δι ἡμᾶς ἐνανθρωπήσας περιβέβλησαι. τούτοις ἀκολούθως ἐφαρμόσεις αὐτῷ τὰ δι ὅλου τοῦ Ψαλμοῦ δηλούμενα, ἃ καὶ αὐτοὶ κατὰ τὸν οἰκεῖον καιρὸν ἐπιθεωρήσομεν. Ἀπὸ τοῦ Ὠσηέ. Περὶ τοῦ θεοῦ λόγου καὶ τοῦ πατρὸς ὡς περὶ κυρίου
因為即便不敬虔的人企圖鞭打那道成肉身的你,甚至將你交付死亡,然而來自神的災殃卻絕不會挨近你的居所——也就是你的身體,那你顯然是為了我們的緣故成為人而披上的。依照這些原則,你可以將這篇詩篇通篇所顯明的一切,都應用在他身上,我們也將在適當之處逐一詳察。摘自《何西阿書》。論神的道與父,猶如論兩位主。
For even if impious men should attempt to scourge you, once you have become man, or even to hand you over to death, yet no scourge from God will come near your dwelling — that is, your body, which you have plainly put on, having become man for our sake. In keeping with these things, you shall apply to him what is declared throughout the whole Psalm, which we ourselves shall also examine in due course. From Hosea. Concerning God the Word and the Father, as concerning Lords.
5:22.1
οὑ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν ἱακὼβ,, ὅτι θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν · ὀπίσω κυρίου πορεύσομαι. Ταῦτα καὶ διὰ τούτων ὁ θεὸς λόγος ἐνανθρωπήσας πρὸς τοὺς ἄνθρωπον αὐτὸν ἅγιον, ἀλλ οὐ θεὸν εἶναι ὁμολογοῦντας, θεὸς ἐγώ εἰμι, φησὶ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος
「我斷不會撇棄雅各任其被塗抹,因為我是神,不是人,是在你們中間的聖者;我也不進城,我要跟隨耶和華而行。」這些話,是神的道成為人之後,向那些承認他為聖者、卻不承認他為神的人所說的,他說:「我是神」,不是人,「是在你們中間的聖者」。
'I will not utterly forsake Jacob to be blotted out, for I am God, and not man, the Holy One in you; and I will not enter into a city; I will go after the Lord.' These words, then, and through them, God the Word, having become man, speaks to those who confess him to be holy but not God, saying, 'I am God,' and not man, 'the Holy One in you.'
5:22.2
εἶτα θεὸν αὑτὸν εἰπὼν τὸν ἐπὶ πάντων κύριον καὶ θεὸν καὶ πατέρα αὑτοῦ δηλοῖ, ἐπιλέγων ὀπίσω κυρίου πορεύσομαι. τὸ δὲ οὐκ εἰσελεύσομαι εἰς πόλιν ἀρνουμένου ἂν εἴη τὴν κοινὴν καὶ δημώδη ἀνθρώπων πολιτείαν, ἧς καὶ τοὺς ἰδίους μαθητὰς ἀποτρέπων φησὶν εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ είσέλθητε. Ἀμώς. ὑοῦ Ἀμώς. Περὶ τοῦ σωτῆρος ἡμῶν ὡς περὶ κυρίου, καὶ τοῦ πατρὸς ὡς περὶ θεοῦ, καὶ τῆς Ἰουσαίων ἔθνους καταστροφῆς
接著,他稱自己為神之後,又表明那萬有之上的主與神即是他自己的父,補充說:「我要跟隨耶和華而行。」而「我不進城」一語,則是在否認人類共通、世俗的生活方式——正是這一點,他在勸阻自己的門徒時也曾說:「外邦人的路,你們不要走;撒瑪利亞人的城,你們不要進。」摘自《阿摩司書》,阿摩司之子阿摩司。論我們的救主猶如論主,論父猶如論神,並論猶太民族的傾覆。
Then, having called himself God, he indicates the Lord and God over all as his own Father, adding, 'I will go after the Lord.' And the words, 'I will not enter into a city,' would be a disavowal of the common and popular manner of life of men — the very thing about which, turning his own disciples away, he says: 'Do not go into the way of the Gentiles, and do not enter a city of the Samaritans.' Amos, son of Amos. Concerning our Savior, as concerning the Lord, and the Father, as concerning God, and the destruction of the nation of the Jews.
5:23.1
Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός. καὶ οὐδ οὕτως ἐπεστρέψατε πρός με, λέγει κύριος. Κἀνταῦθα αὐτὸς ὁ κύριος θεόν τινά φησι τὴν ἐπὶ Σοδόμων καταστροφὴν πεποιηκέναι, ἕτερος ὢν δηλαδὴ τοῦ πρὸς αὐτοῦ δηλουμένου
「我傾覆你們,如同神傾覆所多瑪、蛾摩拉一樣,你們就像從火中抽出來的一根柴;你們仍不歸向我,這是耶和華說的。」在此,主本身也說,是某一位神做成了對所多瑪的傾覆,顯然這一位與他自己所指的並非同一位。
'I overthrew you, as God overthrew Sodom and Gomorrah, and you became as a brand plucked out of the fire; and yet you did not return to me, says the Lord.' Here too, the Lord himself says that a certain God brought about the overthrow of Sodom, plainly being another than the one indicated by himself.
5:23.2
καὶ ἐν τῇ ἐπὶ Σοδόμων δὲ καταστροφῇ δύο κύριοι παρίστανται, ὅτε ἔβρεξεν ὁ κύριος πῦρ παρὰ κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα. ὁποίαν τοιγαροῦν, φησὶ, διὰ τἀς εκτόπους δυσσεβείας ὑπέμεινε καταστροφὴν τὰ Σόδομα, τοιαῦτα καὶ ὑμεῖς, ὦ οὗτοι, πείσεσθε, καὶ οὐδ οὕτως ἐπεστρέψατε πρός με. σύνηθες δὲ τῇ γραφῇ τὸ μέλλον ὡς παρεληλυθὸς δηλοῦν. ὥστε καὶ τὰ παρόντα ὁμοίως χρὴ νοεῖν, ἀντὶ μὲν τοῦ καταστρέψω μέλλοντος τοῦ παρῳχημένου εἰρημένου τοῦ κατέστρεψα, ἀντὶ δὲ τοῦ ἐπιστραφήσεσθε τοῦ ἐπεφτρέψατε κειμένου
在所多瑪的傾覆事件中,也顯出有兩位主,當時「耶和華將火從耶和華那裡降在所多瑪、蛾摩拉之上」。他說:所多瑪因其異乎尋常的不敬虔所遭受的那種傾覆,你們,這些人啊,也將要遭受同樣的傾覆,而你們竟仍不歸向我。經文素來習慣以過去式表達將來之事;所以此處也當照此理解:用過去式「我傾覆了」來代替未來式「我將要傾覆」,用「你們歸向了」來代替「你們將要歸向」。
And also at the overthrow of Sodom two Lords are set forth, when 'the Lord rained fire from the Lord upon Sodom and Gomorrah.' Whatever overthrow Sodom endured, then, on account of its outlandish impieties, such things, he says, you also, O these people, shall suffer, and yet you have not returned to me even so. Now it is customary with Scripture to indicate the future as though it were past; so that the present passage too must be understood in the same way — the past tense 'I overthrew' being used instead of the future 'I will overthrow,' and 'you returned' being set down instead of 'you will return.'
5:23.3
ταῦτα δὲ πρὸς τὸ Ἰουδαίων ἔθνος ἀποτείνεται, ἃ καὶ οὐδ ἄλλοτε ἢ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν εἰς αὐτοὺς ἐπληροῦτο. ὁ γοῦν ἱερὸς αὐτῶν καὶ τὸ πρὶν ἅγιος τόπος εἰς τοῦτο νῦν περιῆλθεν, ὡς κατὰ μηδὲν τῆς Σοδόμων καταστροφῆς ἀποδεῖν. πλὴν ὅμως καίπερ ἀκόλουθα τῇ προρρήσει πεπονθότες, οὔπω καὶ εἰς δεῦρο τὴν πρὸς τὸν Χριστὸν τοῦ θεοῦ, δι ὃν ταῦτα πεπόνθασιν, ἐπιστροφὴν ἐποιήσαντο· ὡς εἰκότως καὶ τοῦτο διὰ τῆς ἐν χερσὶ θεσπίζεσθαι προφητείας λεγούσης καὶ οὐδ ὣς ἐπεστρέψατε πρός με, λέγει κύριος. Ἀπὸ τοῦ Ἀβδίου. Περὶ τῶν δύο κυρίων, πατρὸς καὶ τῆς τῶν ἐθνῶν κλήσεως
這些話乃是針對猶太民族而發,而這些預言正是在他們謀害我們救主之後,才在他們身上得以應驗,此前從未如此應驗過。他們的聖殿,以及那從前神聖的地方,如今已淪落到絕不亞於所多瑪傾覆的地步。然而,儘管他們所遭受的一切與此預言完全吻合,他們至今卻仍未因此轉向那使他們遭受這一切的神的基督;這一點,也理當由眼前這篇預言所預言,其說:「你們仍不歸向我,這是耶和華說的。」摘自《俄巴底亞書》。論兩位主,父與子,並論外邦人的蒙召。
These things are directed toward the nation of the Jews, and were fulfilled upon them at no other time than after their plot against our Savior. Their temple, indeed, and the place once holy, has now come to such a state that it in no way falls short of the overthrow of Sodom. Yet, though they have suffered things consistent with the prediction, they have not, even to this day, made their turning to the Christ of God, on whose account they have suffered these things — as this too is fittingly foretold by the prophecy in hand, which says, 'And yet you did not return to me, says the Lord.' From Obadiah. Concerning the two Lords, the Father and the Son, and the calling of the nations.
5:24.1
Ὅρασις Ἀβδίου. τάδε λέγει κύριος τῇ Ἰδουμαίᾳ, ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλε. κύριος ὁ θεὸς ἀκοὴν ἤκουσε παρὰ κυρίου. καὶ αὕτη δὲ ἦν περὶ τῆς τῶν ἐθνῶν κλήσεως. Ἀπὸ τοῦ Ζαχαρίου. Ως ὁ θεὸς λόγος κύριος ὢν πρὸς τοῦ μείζονος ἀπεστάλθαι ὁμολογεῖκυρίου
俄巴底亞的異象。耶和華對以東如此說:「我從耶和華那裡聽見信息,並有使者被差往列國去。」——「主神從耶和華那裡聽見了信息。」這句話也是論及外邦人的蒙召。摘自《撒迦利亞書》。神的道雖為主,卻承認自己是被那更大的主所差遣。
The vision of Obadiah. Thus says the Lord to Idumea, 'I have heard a report from the Lord, and he has sent an envoy to the nations.' — 'The Lord God has heard a report from the Lord.' And this too concerned the calling of the nations. From Zechariah. How God the Word, being Lord, confesses that he has been sent by the greater Lord.
5:25.1
Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς. εἶτ ἐπιφέρει μετὰ βραχέα λέγων καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέ με. εἰ καὶ ὁ ἀποστέλλων κύριός ἐστι παντοκράτωρ, καὶ ὁ ἀπεστάλθαι λέγων ὡσαύτως, δύο ἄρα. σαφῶς δὲ ὁ ἀπεσταλμένος κύριος παντοκράτωρ ἐπὶ τὰ ἔθνη, φησὶν, ἀπέσταλκέ με
「萬軍之耶和華如此說:他隨著榮耀差遣我去責罰那擄掠你們的列國。」隨後不久又補充說:「你們就知道萬軍之耶和華差遣了我。」倘若那差遣者是萬軍之主,而那自稱被差遣者也同樣是主,那麼便有兩位了。而那被差遣者,經文明明說:「萬軍之耶和華差遣我去攻擊列國。」
'Thus says the Lord Almighty: After his glory he has sent me against the nations that plundered you.' Then a little later he adds, saying: 'And you shall know that the Lord Almighty has sent me.' If both the one sending is Lord Almighty, and the one saying he has been sent is likewise Lord, there are, then, two. And plainly the one who has been sent — 'The Lord Almighty,' he says, 'has sent me against the nations.'
5:26.1
Τέρπου καὶ εὐφραίνου θύγατερ Σιῶν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε καὶ τὰ ἐξῆς. οἷς μεθ ἕτερα ἐπιλέγει καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος
「錫安的女子啊,應當歡欣快樂,因為看哪,我來了,要住在你中間,這是耶和華說的。當那日,必有許多國歸附耶和華,作他的子民,我要住在你中間,你就知道萬軍之耶和華差遣我到你這裡來」等等。接著又補充說:「我必使他們倚靠耶和華他們的神,他們必因他的名而誇耀,這是耶和華說的。」
'Rejoice and be glad, O daughter of Zion; for behold, I come, and will dwell in the midst of you, says the Lord. And many nations shall take refuge in the Lord in that day, and shall become a people to him, and I will dwell in the midst of you, and you shall know that the Lord Almighty has sent me to you' — and so on. To which, after other words, he adds: 'And I will strengthen them in the Lord their God, and they shall boast in his name, says the Lord.'
5:26.2
Καὶ ταῦτα τοῖς προτέροις ὅμοια, τὴν τοῦ Χρισοῦ εἰς ἀνθρώπους παρουσίαν, καὶ τὴν γενομένην τῶν ἐθνῶν σωτήριον δι αὐτοῦ κλῆσιν ἀναφωνοῦντα. ἐγὼ μὲν οὖν αὐτὸς ὁ κύριος ἥξω, φησὶν, ἐπὶ δὲ τῇ ἐμῇ παρουσίᾳ οὐκέθ ὁ πάλαι ἰσραὴλ,, ἀλλ οὐδὲ ἓν μόνον ἐπὶ γῆς ἔθνος, ἔθνη δὲ πολλὰ καταφεύξονται ἐπὶ τὸν κρείττονα καὶ μέγαν κύριον, τὸν ἐμοῦ τε αὐτοῦ καὶ τῶν ὅλων θεὸν, ἐφ ὃν τὰ καταφεύγοντα ἔθνη τοσαύτης τεύξεται εὐεργεσίας, ὡς καὶ χρηματίσαι καὶ γενέσθαι λαὸν θεοῦ, κατοικῆσαί τε ἐν μέσῳ τῆς κα λουμένης θυγατρὸς Σιῶν. οὕτω δὲ τὴν ἐπὶ γῆς ἐκκλησίαν τοῦ θεοῦ, ὥσπερ τινὰ θυγατέρα τυγχάνουσαν τῆς ἐπουρανίου, τοῖς ἱεροῖς γράμμασι ἀποκαλεῖν φίλον
這些話也與前面相似,宣告了基督臨到世人,以及藉著他而成就的、外邦人蒙救贖的呼召。他說:「我這位主自己要來」;「但在我臨在之時,不再單單是從前的以色列,也不再單單是地上某一個民族,而是有許多國要投靠那位更偉大、更尊崇的主——就是我自己的神,也是萬有的神;那些前來投靠的萬國,將要得到極大的恩惠,甚至被稱為、並且成為神的子民,居住在那被稱為『錫安的女兒』之中。」照這樣,聖經素來喜歡把地上神的教會,稱作彷彿是那天上錫安的女兒一般。
These words too are like the former, proclaiming the presence of Christ among men, and the saving calling of the nations that came about through him. 'I myself, the Lord, will come,' he says; 'but at my presence, no longer the Israel of old, nor yet a single nation on earth, but many nations shall take refuge in the greater and mighty Lord, my own God and the God of all — upon whom the nations who take refuge shall obtain such great benefit as even to be styled and to become a people of God, and to dwell in the midst of her who is called "daughter of Zion."' It is thus the custom of the sacred writings to call the church of God on earth, being as it were a daughter of the heavenly Zion, by this name.
5:26.3
ταύτ ἢν δὲ καὶ εὐαγγελίζεται τὸ φάσκον λόγιον, χαῖρε καὶ εὐφραίνου θύγατερ Σιῶν, διότι ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου. ἐν μέσῳ γὰρ τῆς ἐκκλησίας τὸν θεὸν λόγον κατασκηνοῦν πεπιστεύκαμεν· ὡς γοῦν καὶ ἐπήγγελται φήσας ἰδοὺ ἐγὼ μεθ ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας, ἴως τῆς συντελείας τοῦ αὐῦνος
而這也正是這神諭所傳的喜訊:「錫安的女子啊,應當歡喜快樂,因為看哪,我來了,要住在你中間。」因為我們相信,神的道正是住在教會的中間,正如他也曾應許說:「看哪,我常與你們同在,直到世界的末了。」
And this is also what the oracle proclaims as good news, saying, 'Rejoice and be glad, O daughter of Zion; for behold, I come and will dwell in the midst of you.' For we believe that God the Word dwells in the midst of the church, just as he also promised, saying, 'Behold, I am with you all the days, even to the end of the age.'
5:26.4
καὶ ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν. ἐπειδὰν δὲ ἐγὼ, φησὶν, αὐτὸς ὁ κύριος ἐλθὼν κατασκηνώσω ἐν μέσῳ σου, μείζονα τότε γνῶσιν περὶ τοῦ θεοῦ τοὐ παντοκράτορος ἀναλήψῃ, ἐμοῦ τοῦ κυρίου τὴν αἰτίαν τῆς εἰς ἀνθρώπους ἀποστολῆς ἀνατιθέντος τῷ ἐξαποστείλαντί με πατρί
「因為無論在哪裡,有兩三個人奉我的名聚會,那裡就有我在他們中間。」他說:「當我這主自己來到,住在你中間之時,你將領受到有關全能神更大的知識,因為我這主,將我被差遣到世人這件事的緣由,歸功於那差遣我的父。」
'And where two or three are gathered together in my name, there am I in the midst of them.' 'When I,' he says, 'the Lord myself, have come and dwelt in the midst of you, then you shall receive a greater knowledge concerning God Almighty, since I, the Lord, ascribe the cause of my mission to men to the Father who sent me.'
5:26.5
γνώσῃ δὲ ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέ με πρός σε. καὶ ἑξῆς περὶ ἑτέρου κυρίου καὶ θεοῦ ὧδέ πως αὐτὸς ὁ κύριος ἐπιλέγει καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος. τίνες δὲ ἂν εἶεν οἱ ἐν τῷ κυρίῳ καυχώμενοι
「你就知道,萬軍之耶和華差遣我到你這裡來。」接著,論及另一位主與神,主自己又如此補充道:「我必使他們倚靠耶和華他們的神,他們必因他的名而誇耀,這是耶和華說的。」那麼,這些倚靠主而誇耀的,究竟會是誰呢?
'And you shall know that the Lord Almighty has sent me to you.' And next, concerning another Lord and God, the Lord himself adds, in this manner: 'And I will strengthen them in the Lord their God, and they shall boast in his name, says the Lord.' Who, then, would those be who boast in the Lord?
5:27.1
Καὶ ἔδειξέ μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου. καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπε κύριος πρὸς τὸν διάβολον, ἐπιτιμήσαι κύριος ἐν σοὶ, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ, ὁ ἐκλεξάμενος τὴν ἱερουσαλήμ
「耶和華又指示我,看見大祭司約書亞站在耶和華使者的面前,撒但也站在約書亞的右邊,要與他作對。耶和華就對撒但說:『撒但哪,耶和華責備你!那揀選了耶路撒冷的耶和華責備你!』」
'And the Lord showed me Joshua the high priest, standing before the face of the angel of the Lord; and the devil stood at his right hand, to oppose him. And the Lord said to the devil, "The Lord rebuke you, O devil; the Lord who has chosen Jerusalem rebuke you."'
5:27.2
Πἀλιν καὶ ἐνταῦθα ὁ κύριος ἕτερον κύριον ἐπιτιμήσειν τῷ διαβόλῳ φησὶν, οὐκ αὐτὸς ὁ προσδια λεγόμενος κύριος ἐπιτιμῶν, ἀλλ ἑτέρου μνημονεύων κυρίου. δι ὧν ἡγοῦμαι σαφῶς παρίστασθαι τὴν περὶ τῶν δύο κυρίων, τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων καὶ του μέτα τον πατέρα τὴν κάτα πάντων τῶν γεννητῶν Κυρείαν καὶ δεσποτείαν διειληφότος, ἀπόδειξιν. Ἀπὸ τοὐ Μαλαχίου. Ὡς ἄγγελον διαθήκης τὸν Χριστὸν, τὸν αὐτὸν δὲ καὶ κύριον ὁ παντοκράτωρ θεὸς ἀποκαλεῖ
在此,主又再一次表明,是另一位主要責備魔鬼——並非那正在說話的主自己執行責備,而是提到了另一位主。由此,我認為關於兩位主——即父、萬有之神,以及那在父之後承受了對一切受造之物之主權與宰制的那一位——的證明,已然清楚地確立了。摘自《瑪拉基書》。全能的神如何稱基督為約的使者,又稱這同一位為主。
Again, here too the Lord says that another Lord will rebuke the devil — it is not the Lord who is speaking who himself does the rebuking, but he mentions another Lord. By these words I hold that the demonstration concerning the two Lords is plainly established: the Father, and God of all; and the one who, after the Father, has received the lordship and mastery over all created things. From Malachi. How the Almighty God calls Christ the Angel of the covenant, and calls this same one also Lord.
5:28.1
Ἰδοὺ ἐξαποστέλλω τὸν ἄγγελόν καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίνης ἥξει εἰς τὸν ναὸν κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ
「看哪,我要差遣我的使者,在我面前預備道路;你們所尋求的主,必忽然進入他的殿;立約的使者,就是你們所仰慕的,看哪,他來了,這是萬軍之耶和華說的;他來的日子,誰能當得起呢?」
'Behold, I send forth my angel, and he shall survey the way before my face, and suddenly there shall come to his temple the Lord, whom you seek, and the angel of the covenant, whom you desire. Behold, he comes, says the Lord Almighty; and who shall endure the day of his coming?'
5:28.2
Ὅμοια καὶ ταῦτα τοῖς προτέροις. κύριος γὰρ αὐτὸς ὁ θεὸς ὁ παντοκράτωρ ἥξειν φησὶν εἰς τὸν ναὸν αὑτοῦ κύριον, περὶ ἑτέρου λέγων· δηλοῖ δὲ ἄρα τὸν θεὸν λόγον. μετὰ τοῦτο δὲ καὶ ἄγγελον τῆς διαθήκης ὀνομάζει, ὃν καὶ αὐτὸς ὁ παντοκράτωρ κύριος ἐξαποστέλλειν ἑαυτοῦ πρὸ προσώπου διδάσκει λέγων ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἄγγελόν μου πρὸ προσώπου μου
這些話也與前面相似。因為主,全能的神自己,說有一位主要來到他的殿——這是在論及另一位;由此顯然是指神的道。此後,他又稱之為「立約的使者」,而這位全能的主自己也教導說,他要差遣這位使者在他自己面前,說:「看哪,我要差遣我的使者在我面前。」
These words too are like the former. For the Lord God Almighty himself says that a Lord will come to his temple, speaking concerning another; and this plainly signifies God the Word. After this he also names him 'angel of the covenant,' whom the Lord Almighty himself also teaches that he sends before his own face, saying, 'Behold, I send my angel before my face.'
5:28.3
τὸν αὐτὸν δὲ τοῦτον, ὃν ἄγγελόν μου ἀπεκάλεσε, πάλιν ἑξῆς κύριον ὀνομάζει καὶ ἐξαίφνης ἥξει κύριος, ἐπιλέγων, καὶ ὁ ἄγγελος τῆς διαθήκης. ἴνα δὲ καὶ τὸν αὐτὸν προειπὼν ἐπιφέρει ἰδοὺ ἔρχκται, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; τὴν δευτέραν καὶ ἔνδοξον παρουσίαν αὐτοῦ σημαίνων. ὁ ταῦτα δὲ πάντα θεσπίζων κύριός ἐστι παντοκράτωρ ὁ τῶν ὅλων θεός
這位他先前稱為「我的使者」的,接著又再度稱他為「主」,並補充說:「主必忽然來到」,又說:「立約的使者」。而為要再度預言同一位,他又加上說:「看哪,他來了,他來臨的日子,誰能當得起呢?」——這是指他第二次、榮耀的降臨而言。宣告這一切的,乃是全能的主,萬有的神。
But this same one, whom he called "my angel," he next again names "Lord," adding, "and the Lord will suddenly come," and "the angel of the covenant." And that he might again foretell this same one, he adds, "Behold, he comes, and who will endure the day of his entering in?" — signifying his second and glorious coming. And he who proclaims all these things is the Lord Almighty, the God of the universe.
5:29.1
Καὶ ἀνατελεῖ τοῖς φοβουμένοις τὸ μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἔσται ἐν ταῖς πτέρυξιν αὐτοῦ. Ὁ πολλάκις ὀνομασθεὶς κύριος καὶ θεὸς καὶ ἄγγελος καὶ ἀρχιστράτηγος, Χριστός τε καὶ ἱερεὺς, καὶ λόγος καὶ σοφία θεοῦ καὶ εἰκὼν νῦν αὐτὸς οὗτος ἥλιος κέκληται δικαιοσύνης. τοῦτον δὴ οὖν αὐτὸν ὁ γεννήσας πατὴρ οὐ τοῖς πᾶσιν, ἀλλὰ μόνοις τοῖς τὸ ὄνομα αὐτοῦ φοβουμένοις ἀνατελεῖν ἐπαγγέλλεται, γέρας αὐτοῖς τοῦ εἰς αὐτὸν φόβου διδοὺς τὸ φῶς τοῦ τῆς δικαιοσύνης ἡλίου. εἴη δ ἂν οὗτος ὁ θεὸς λόγος, ὁ εἰπὼν ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὅπερ ἦν φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον
「凡敬畏我名的人,必有公義的日光為他們升起,其光線中有醫治之能。」這位屢次被稱為主、神、使者、元帥、基督、祭司、道、神的智慧、以及形像的那一位,如今本身也被稱為這「公義的日光」。這位生他的父,應許要使他升起,不是為眾人,而是單單為那些敬畏他名的人;把敬畏他所帶來的獎賞,就是公義日光的光,賜給他們。這位很可能就是神的道,他曾說:「我就是世界的光」;即那「照亮一切來到世上之人的真光」。
And unto those who fear my name shall the sun of righteousness arise, and healing shall be in his wings. He who has often been named Lord and God and Angel and Commander-in-chief, and Christ and Priest, and Word and Wisdom of God and Image, is now himself called this "sun of righteousness." This very one, then, the Father who begot him promises will arise not for all, but only for those who fear his name, giving them as the reward of their fear toward him the light of the sun of righteousness. And this would be God the Word, who said, "I am the light of the world"; which was "the true light that lights every man coming into the world."
5:29.2
τοῦτον δὴ οὑν, ἀλλ οὐ τὸν αἰσθητὸν, οὐδὲ τὸν προφανῆ τοῖς πᾶσι λογικοῖς τε καὶ ἀλόγοις ἥλιον, ἀλλὰ τὸν ἔνθεον καὶ νοερὸν καὶ πάσης ἀρετῆς καὶ δικαιοσύνης αἴτιον, μόνοις τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖν ἐπὶ τοῦ παρόντος ὁ θεός φησιν, ἀποκρύπτων αὐτὸν τῶν ἀναξίων. περὶ ὧν ἀλλαχόθι που λέγει καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου. Ἀπὸ τοῦ Ἱερεμίου. Ὡς ὁ θεὸς λόγος κύριος ὢν κυρίω τῷ πατρὶ εὐχὴν ἀναπέμπει, τὴν τῶν ἐθνῶν ἐπιστροφὴν θεσπίζων
這一位,並非那可感知的太陽,也不是那對一切有理性與無理性之物皆顯而易見的太陽,而是那屬神的、屬靈智的、乃眾德與公義之因的太陽;神說,在此時他只為敬畏他的人升起,並向不配的人隱藏他。關於這些不配的人,神在別處又說:「太陽必因那些迷惑我百姓的先知而落下。」選自耶利米書。論神的道,身為主,如何向作為父的主獻上禱告,預言外邦人的歸正。
This one, then — not the sensible sun, nor the sun that is visible to all rational and irrational creatures alike, but the divine and intelligible sun, the cause of all virtue and righteousness — God says shall arise, on the present occasion, only for those who fear him, hiding it from the unworthy. Concerning whom he says elsewhere also, "And the sun shall set upon the prophets who lead my people astray." From Jeremiah. How God the Word, being Lord, sends up a prayer to the Lord the Father, foretelling the conversion of the nations.
5:30.1
Κύριε ἡ ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεως, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει αὑτῷ ἄνθρωπος θεοὺς, καὶ οὗτοι οὐκ εἰσὶ θεοὶ, διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ἐγὼ κύριος
「主啊,你是我的力量、我的幫助、我在患難之日的避難所,外邦人必從地極來到你這裡,說:『我們的祖先所擁有的,實在是虛謊之物,就是偶像,在他們身上毫無益處。』人豈能為自己製造神?這些並不是神。因此,看哪,我要在這時候使他們知道我的手,使他們認識我的能力,他們就必知道我是耶和華。」
O Lord, my strength and my help and my refuge in the day of affliction, to you shall the nations come from the end of the earth, and they shall say, "Truly our fathers possessed false things, idols, and there is no profit in them." Shall a man make gods for himself, and these are no gods? Therefore, behold, I will make known to them in this time my hand, and I will make known to them my power, and they shall know that I am the Lord.
5:30.2
Κύριος ἑτέρῳ εὔχεται κυρίῳ, τῷ πατρὶ δηλαδὴ καὶ θεῷ τῶν ὅλων, ἐν οἶς ἀρχόμενός φησι κύριε ἰσχύς μου καὶ τὰ ἐξῆς. σαφῶς δὲ τὴν τῶν ἐθνῶν ἐκ τῆς πολυπλανοῦς εἰδωλολατρίας ἐπὶ τὴν εἰς τὸν θεὸν εὐσέβειαν μεταβολὴν θεσπίζει. καὶ αὕτη δὲ ἡ προφητεία μετὰ τὴν εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐναργέστατα δείκνυται πεπληρωμένη
主向另一位主禱告,那位顯然就是父、萬有的神;他開頭說:「主啊,我的力量」等等。他清楚地預言外邦人要從多方迷失的偶像崇拜轉變為敬虔事奉神。而這預言,在我們的救主耶穌基督降臨世人之後,極其明顯地顯明已經應驗。
The Lord prays to another Lord, namely the Father and God of all, in the words with which he begins, "O Lord, my strength," and what follows. And he clearly foretells the change of the nations from their much-erring idolatry to piety toward God. And this prophecy is shown most plainly to have been fulfilled after the coming of our Savior Jesus Christ among men.
5:30.3
Ἀλλὰ γὰρ δι ὅλων τριάκοντα προφητικῶν κεφαλαίων δεύτερον θεὸν μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσι τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸν τοῦ θεοῦ λόγον εἶναι μεμαθηκότες ἐφ ἑτέραν τῆς κατὰ αὐτὸν οἰκονομίας ὑπόθεσιν μεταβησόμεθα, αὐτὸν δὴ τοῦτον θεὸν εἰς ἀνθρώπους ἐλεύσεσθαι δεῖν ἐκ τῶν αὐτῶν παρὰ Ἑβραίοις ἱερῶν βίβλων συστήσοντες
既然我們已在整整三十章的先知論證中,得知我們的救主與主——神的道——乃是在那至高、超乎萬有之神以後的第二位神,我們現在便要轉入另一個主題,論及祂經綸的事,並要從希伯來人同一批聖書中,證明這位神必要降臨到世人中間。
But since, through the whole thirty prophetic chapters, we have learned that our Savior and Lord, the Word of God, is a second God after the Most High and God over all, we shall now pass on to another topic concerning his dispensation, establishing from those same sacred books of the Hebrews that this same God must come among men.
← 上一段
← 第 4 章第 6 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。