📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的證明

福音的證明 第 8 章 第 3/5 段

希臘文原文.65 節.部分字詞可點開查義.本章太長已分段,此段為 8:2.30–8:2.94(全章共 273 節)

← 第 7 章第 9 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
8:2.30
ἀντὶ δὲ τοὐ καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην κυριώτερόν μοι δοκεῖ πεποιηκέναι ὁ Ἀκύλας εἰπὼν καὶ τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην. οὐ ἀποκλεῖσαι καὶ ὥσπερ σφραγίσαι τὰς προφητικὰς ὁράσεις ἐπιδεδήμηκεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὅς γε καὶ πάλαι οὔσας ἀσαφεῖς καὶ κατεσφραγισμένας ὥσπερ ἐπικειμένας περιελὼν σφραγῖδας, ἀνέῳξέ τε καὶ ἀνήπλωσε, τοῖς ἑαυτοῦ μαθηταῖς τὸν νοῦν τῶν θείων παραδιδοὺς γραμμάτων
而對於「要封住異象和先知」這句話,我認為阿奎拉的譯法更為準確,他譯作「要成全異象和先知」。因為我們的救主與主,並非來要封閉、彷彿封印那些先知的異象;反倒是除去了那些原本模糊不清、被封印所覆蓋的印記,將它們打開、展現出來,把神聖經卷的意涵傳授給了自己的門徒。
And instead of 'and to seal vision and prophet', Aquila seems to me to have rendered it more accurately, saying, 'and to complete vision and prophet.' For our Savior and Lord did not come to shut up and, as it were, seal the prophetic visions; rather, having removed the seals that lay upon them as they were formerly obscure and sealed up, he opened and unfolded them, delivering to his own disciples the meaning of the divine writings.
8:2.31
ὅθεν ἰδοὺ φησὶν, ἐνίκησεν ὁ λέων ὁ ἐκ φυλῆς Ἰούδα, καἰ αὐτὸς ἤνοιξε τὰς σφραγῖδας τὰς ἐπικειμένας τῷ βιβλίῳ, κατὰ τὴν Ἀποκάλυψιν Ἰωάννου. ποίας δὲ σφραγῖδας ἢ τῶν προφητῶν τὰς ἀσαφείας; ἃς εὖ μάλα ἐπιστάμενος ἀκριβῶς καὶ ὁ Ἡσαΐας ἔλεγε καὶ ἔσονται οἱ λόγοι οὗτοι ὡς οἶ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου
因此經上說:「看哪,猶大支派中的獅子已經得勝,他親自打開了那覆蓋在書卷上的印」,這是按約翰的啟示錄所記。而所謂印記,豈不正是眾先知話語中的隱晦難明之處嗎?以賽亞對此深知其詳,也曾說:「這一切的話在你們看來,如同封了的書卷上的話一樣。」
Whence it says: 'Behold, the Lion of the tribe of Judah has conquered, and he himself has opened the seals that lay upon the book', according to the Revelation of John. And what seals but the obscurities of the prophets? Which, knowing full well and exactly, Isaiah too said: 'And these words shall be as the words of a sealed book.'
8:2.32
οὐκ ἄρα τοῦ ἀποκλεῖσαι ὅρασιν καὶ προφήτην ἐλήλυθεν ὁ Χριστὸς τοῦ θεοῦ, μᾶλλον δὲ ἀναπετάσαι καὶ εἰς φῶς ἀγαγεῖν. ὅθεν δοκεῖ μοι κυριώτερον ὁ Ἀκύλας φάναι τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην
神的基督降臨,並非要封閉異象和先知,反倒是要打開它們,將它們帶入光明之中。因此我認為阿奎拉所言「要成全異象和先知」更為準確。
Christ of God, then, did not come to shut up vision and prophet, but rather to throw them open and bring them to light. Wherefore it seems to me that Aquila speaks more accurately, saying, 'to complete vision and prophet.'
8:2.33
ὃ καὶ συνᾴδει τῷ οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι, πρὸς αὐτοῦ τοῦ σωτῆρος εἰρημένῳ. τέλος γὰρ νόμου Χριστὸς, καὶ πᾶσαί γε αἶ περὶ αὐτοῦ προφητεῖαι ἀπλήρωτοι καὶ ἀτελεῖς ἔμενον εἰς ὅτ αὐτὸς ἐπιστὰς ἐπιτέθεικεν ἅπασι τέλος τοῖς περὶ αὐτοῦ προαναπεφωνημένοις
這也與救主自己所說的相合:「我來不是要廢掉律法和先知,乃是要成全。」因為基督是律法的總結,而一切關乎他的預言,在他親自到來之前,都一直未曾應驗、未曾完成,直到他自己顯現,才在一切先前所宣告論到他的事上,畫下了句點。
This also agrees with what was said by the Savior himself: 'I did not come to destroy the law or the prophets, but to fulfill them.' For Christ is the end of the law, and all the prophecies concerning him remained unfulfilled and incomplete until he himself, appearing, set an end upon all the things previously proclaimed concerning him.
8:2.34
δύναται δὲ καὶ κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν τοιαύτην ἔχειν διάνοιαν τὸ σφραγίσαι ὅρασιν καὶ προφήτην, ἐπεὶ ὁ νόμος καὶ οἶ προφῆται μέχρις Ἰωάννου διήρκεσαν, ἐξ ἐκείνου τε διαλελοίπασιν οἱ πάλαι παρὰ τῷ Ἰουδαίων ἔθνει πνευματοφορούμενοι καὶ τὰς περὶ Χριστοῦ προρρήσεις ἀνακηρύττοντες, καὶ οἱ τὰς ἐν τοῖς ἱεροῖς λόγοις ὁράσεις ὑγιῶς ἐποπτεύοντες, οἳ καὶ ἅτε ἀποκλεισθείσης αὐτῆς τῆς θείας χάριτος καὶ σφραγῖσιν ὥσπερ καταδεθείσης ἐξέλιπον· διὸ συμβαίνει ἐξ ἐκείνου μηκέτι προφήτην ἐνεργεῖν μηδὲ ὁρῶντα χρηματίζειν ἐν αἠτοῖς, ἀπὸ τῶν δηλουμένων χρόνων καὶ εἰς ἡμᾶς τούτων ἀπάντων διαλελοιπότων
然而,按七十士譯本的譯法,「要封住異象和先知」也可作如此理解:因為律法和先知直到約翰為止;從那時起,那些從前在猶太民族中受聖靈感動、宣告關乎基督之預言的人便已止息,那些健全地洞察聖言中異象的人也是如此——他們確實已經終止,因為神聖的恩典自身已被封閉,彷彿被印記所捆綁;因此便有這樣的結果:從那時起,再無先知在他們中間發揮作用,也再無人在他們中間被稱為先見;從所指明的那些時候直到我們如今,這一切都已止息。
But 'to seal vision and prophet' can also, according to the interpretation of the Seventy, bear such a sense as this: since the law and the prophets lasted until John, and from that time those who were formerly borne along by the Spirit among the nation of the Jews, and who proclaimed the predictions concerning Christ, have ceased, as have those who soundly beheld the visions in the sacred writings — who indeed came to an end, the divine grace itself having been shut up and, as it were, bound with seals; wherefore it comes about that from that time no prophet has been active among them, nor is anyone called a seer among them, all these things having ceased from the times indicated even down to us.
8:2.35
τούτοις ἐπιφέρει τοῦ χρῖσαι ἅγιον ἁγίων. καὶ τοῦτο δὲ αὐτόθεν πρόδηλον ὡς μέχρι τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων ἅγιοι ἁγίων οἶ παρ Ἑβραίοις ἀρχιερεῖς ἐχρίοντο, κατὰ τὴν κατὰ τὸν τοῦ Μώσεως νόμον ἐπιτελουμένην ἁγιστείαν· ἐξ ἐκείνου δὲ καὶ οὗτοι διαλελοίπασι καταλλήλως τῇ προφητείᾳ
接著他又補上「要膏至聖所」。這一點也是即刻顯而易見的:直到我們救主的時代,希伯來人中的大祭司一直照著摩西律法所行的聖禮受膏,被稱為「至聖」;但從那時起,這事也已止息,正合乎此預言。
To these he adds 'to anoint the Holy of Holies.' And this too is immediately evident: that up to the times of our Savior, the high priests among the Hebrews were anointed 'holy of holies', according to the sacred rite performed under the law of Moses; but from that time these also have ceased, in accordance with the prophecy.
8:2.36
ἡ μὲν οὖν τοῦ Ἰακὼβ πρὸς τὸν Ἰούδαν ἀναφώνησις ἡγουμένων καὶ ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἔκλειψιν ἐδήλου κατὰ τὰ προτεταγμένα
雅各向猶大所發的宣告,正是照著前文所述,預示了猶太民族的領袖與官長之衰微斷絕。
The proclamation of Jacob addressed to Judah, then, signified the eclipse of the leaders and rulers of the nation of the Jews, according to what has been set forth above.
8:2.37
ἐπειδὴ δὲ τὰ τῆς προστασίας τοῦ λαοῦ προφητῶν καὶ ἱερέων πάλαι πρότερον ἤρτητο, ἀκολούθως προθεσπίσας ὁ λόγος διὰ τῆς προπαρατεθείσης προφητείας τὴν τῶν ἀρχόντων καὶ ἡγουμένων τοῦ Ἰουδαίων ἔθνους καθαίρεσιν ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ, διὰ τῆς μετὰ χεῖρας προφητείας τὴν τῶν προφητῶν καὶ τῶν ἱερέων τῶν παρ αὐτοῖς πάλαι διαπρεπόντων ἔκλειψιν ἀναφωνεῖ, ὡς καὶ τούτων ἐπὶ τῇ τοῦ Χριστοῦ ἐπιφανείᾳ διαλειψόντων, ὁ καὶ αὐτὸ τοῖς ἔργοις ἡ παρουσία τοῦ σωτῆρος ἡμῶν ἐπιστώσατο
然而,既然百姓的統管從前一向倚賴眾先知與祭司,那麼,這番論述既已藉著前面所引的預言,預告猶太民族的官長與領袖將於基督降臨之時傾覆,如今又藉著眼前這段預言,宣告那些從前在他們中間顯赫一時的先知與祭司也將衰竭——暗示這些也將在基督顯現之時止息;而我們救主的降臨,確實以其實際的作為印證了這一點。
But since the leadership of the people had formerly depended on prophets and priests, the discourse, having accordingly foretold, through the prophecy already cited, the destruction of the rulers and leaders of the nation of the Jews at the coming of Christ, now, through the prophecy in hand, proclaims the failing of the prophets and priests who formerly flourished among them — implying that these too would cease at the manifestation of Christ, which indeed the coming of our Savior confirmed by its very works.
8:2.38
ἐπεὶ δὲ ὁ Ἀκύλας τοῦ ἀλεῖψαι ἡγιασμένον ἡγιασμένων ἐξέδωκεν, οἰήσεται μέν τις τὸν πάλαι παρὰ Ἰουδαίοις ἀρχιερέα δηλοῦσθαι, τῶν μὲν τούτῳ ὑποβεβηκότων πολλῶν ἱερέων ἁγίων προσαγορευομένων, ἁγίου δὲ ἁγίων μόνου τοῦ ὑπὲρ πάντας ἀρχιερέως, ἐπειδὴ τοῦτο καὶ προχείρως νοούμενόν ἐστιν ἀληθές
然而,既然阿奎拉將此譯作「要膏那被分別為聖者中的至聖者」,人或許會以為這是指從前猶太人中的大祭司,因為在他之下的眾多祭司被稱為「聖」,唯獨那位居於萬人之上的大祭司才是「聖中之聖」——因為即使按字面淺顯的意思來理解,這也是真實的。
But since Aquila rendered 'to anoint the sanctified one of holy ones', one might suppose that the high priest of old among the Jews is thereby indicated, since the many priests subordinate to him were called 'holy', but only the high priest set above all was 'holy of holy ones' — since this too, understood in its plain sense, is true.
8:2.39
μέχρι γὰρ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων οἱ ἀνέκαθεν κατὰ διαδοχὴν ἀρχιερεῖς ὁμοῦ καὶ τοῦ παντὸς ἡγοῦντο λαοῦ, καὶ τὰ τῆς τοῦ θεοῦ θεραπείας ἀκολούθως τῇ παρὰ Μωσεῖ νενομοθετημένῃ λατρείᾳ διαρκῶς ἐπετέλουν· ἀπὸ δὲ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πρῶτον μὲν συνεχύθη καὶ ἡ κατὰ τούτους τάξις, μικρὸν δὲ ὕστερον καὶ παντελῶς ἀπέσβη
因為直到我們救主的時代,那些自古以來代代相承的大祭司,同時也統領著全體百姓,並持續按著摩西所立的敬拜律例,履行事奉神之職;然而,自我們救主的時代起,這套秩序起初便已陷入混亂,不久之後,就完全熄滅了。
For up to the times of our Savior, the high priests, who had succeeded one another from of old, at the same time also led the whole people, and continually performed the service of God in accordance with the worship legislated by Moses; but from the times of our Savior, first the order pertaining to them was thrown into confusion, and a little later it was utterly extinguished.
8:2.40
ἀλλ ἔγωγε τῆς θείας γραφῆς οὐδαμοῦ εὑρὼν τὸν παρὰ Ἰουδαίοις ἀρχιερέα ἅγιον ἁγίων ὠνομασμένον, ἡγοῦμαι ἐν τούτοις μόνον αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ λόγον δηλοῦσθαί τε κυρίως καὶ ἀληθῶς ταύτης ἄξιον τῆς ἐπωνυμίας. τοῖς μὲν γὰρ ἐξ ἀνθρώπων προκεκοφόσι καὶ εἰς τὸ ἐφικτὸν ἀρετῆς χωρήσασιν ἀγαπητὸν ἁγίοις ποτὲ χρηματίσαι, μετὰ μετοχὴν καὶ μετουσίαν τοῦ φήσαντος ἅγιοι ἔσεσθε, ὅτι ἅγιος ἐγὼ κύριος·
但我自己在神聖經典中從未找到猶太人中的大祭司被稱為「至聖者」(聖中之聖),因此我認為唯獨在此才真正而確實地指明並配得此稱號的,是神獨生的道。因為對於從人類中有所長進、達到德行所能企及之極致的人而言,能藉著分享、參與那位說「你們要成為聖潔,因為我主是聖潔的」者,而在某個時候被稱為「聖者」,已是可喜可貴之事。
But I myself, having nowhere found in divine Scripture the high priest among the Jews called ‘Holy of Holies,’ consider that by this phrase only the Only-begotten Word of God is properly and truly signified and is worthy of this title. For it is a welcome thing for men who have advanced from among mankind and attained to the limit of virtue open to them, to be styled ‘holy’ at some point, by participation and partaking in him who said, ‘You shall be holy, for I the Lord am holy.’
8:2.41
ἁγίων δὲ ἅγιος τίς ἂν κυρίως ἐν ὀνομασθείη ἢ μόνος ὁ ἠγαπημένος τοῦ ἁγίου παῖς, ὥσπερ βασιλεὺς βασιλέων καὶ κυρίων κύριος, οὕτω καὶ ἁγίων ἅγιος ἀνηγορευμένος; μόνῳ γοῦν αὐτῷ, ἅτε διαφερόντως παρὰ τοὺς πώποτε Μώσεως ἐλαίῳ γεώδει καὶ σκευαστῷ κεχρισμένους, εἴρητο ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
除了那唯一蒙愛的聖者之子,還有誰能真正被稱為「聖中之聖」呢?正如他被稱為「王中之王」、「主中之主」,照樣他也被稱為「聖中之聖」。因為唯獨對他──他與歷來凡按摩西之例、用取自塵土、人手所調製的油受膏者截然不同──經上才說:「你喜愛公義,恨惡不法;所以神,你的神,用喜樂的油膏你,勝過膏你的同伴。」
But who could properly be called ‘Holy of Holies’ except the beloved Child of the Holy One alone — proclaimed ‘Holy of Holies,’ just as he is ‘King of kings’ and ‘Lord of lords’? To him alone, then — inasmuch as he differs from all who were ever anointed with Moses’ earthly and manufactured oil — it was said, ‘You have loved righteousness and hated iniquity; therefore God, your God, has anointed you with the oil of gladness above your companions.’
8:2.42
ᾧ χρισθεὶς ἐξ ἰδίου προσώπου καὶ αὐτός φησιν ἐν Ἠσαίᾳ πνεῦμα κυρίου ἐπ ἐμὲ, οὑ εἵνεκεν ἔχρισέ με. ἐπεὶ καὶ πνευματικῷ, μᾶλλον δὲ θεότητος χρίσματι μόνος παρὰ τοὺς πώποτε ὁ ἡμέτερος σωτὴρ κεχρῖσθαι μεμαρτύρηται, εἰκότως ἅγιος ἁγίων, ὡς ἄν τις εἴποι, ἀρχιερεὺς ἀρχιερέων ὠνόμασται καὶ ἡγιασμένος ἡγιασμένων κατὰ τὸν τοῦ Γαβριὴλ χρησμόν
蒙此膏立,他也親自以自己的身分在以賽亞書中說:「主的靈在我身上,因為他膏了我。」既然唯獨我們的救主,超乎歷來一切受膏者,被見證是以屬靈的、或者更確切地說是以神性的膏抹所膏立,他就理所當然地──可以這樣說──被稱為「聖中之聖」、「大祭司中的大祭司」,並照著加百列的神諭被稱為「被分別為聖者中蒙分別為聖者」。
With this [oil], being anointed, he himself also says in his own person, in Isaiah, ‘The Spirit of the Lord is upon me, because of which he has anointed me.’ Since, then, our Savior alone, above all who were ever anointed, is testified to have been anointed with a spiritual anointing — or rather, with the anointing of the Godhead — he is fittingly named, as one might say, ‘Holy of Holies,’ ‘High Priest of high priests,’ and ‘Sanctified of the sanctified,’ according to the oracle given through Gabriel.
8:2.43
ταῦτα δὲ πάντα συμπεραιουμένων τῶν ἑβδομήκοντα ἑβδομάδων τέλος ἐλάμβανεν οὐκ ἄλλοτε ἢ ἐπὶ τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. ἐπειδὴ τοίνυν ταῦθ οὕτως ἔσεσθαι ὁ προδηλωθεὶς ἄγγελος κεφαλαιωδῶς ἐθέσπιζε τῷ προφήτῃ, αὖθις ἐπαναλαμβάνει τὸν περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων λόγον, διδάσκων κατὰ μέρος ἕκαστα ἀκριβῶς ὅθεν ἀπάρχεσθαι δεῖ τῆς τῶν χρόνων ἀπαριθμήσεως, καὶ τίνα κατὰ τοὺς δηλουμένους καιροὺς ἀπαντήσεται
這一切事,都在七十個七滿了的時候得以應驗,而那時刻不是別的,正是我們救主顯現的時候。既然前述的天使曾向先知概括宣告這些事必如此發生,他便再次提起關於七十個七的話語,逐項精確教導:這年數的計算應從何處開始,以及在所指明的各個時期將會發生何事。
All these things reached their fulfillment at the completion of the seventy weeks, at no other time than in the days of the manifestation of our Savior. Since, then, the angel mentioned above had proclaimed to the prophet, in summary form, that these things would so come to pass, he takes up again the discourse concerning the seventy weeks, teaching precisely, point by point, whence the reckoning of the times must begin, and what will occur at the several periods indicated.
8:2.44
λέγει δ οὖν καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλὴμ, ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξηκονταδύο, καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος. ἐν οἷς δοκεῖ μοι καλῶς ἔχειν καὶ τὴν τοῦ πρὸ ἡμῶν εἰς τοὺς τόπους θεωρίαν μὴ ἀποκρύψασθαι, παραθεῖναι δὲ καὶ ταύτην ὡς οἰκείαν τοῖς ἐντευξομένοις. κοινὰ γοῦν καλῶς εἴρηται τὰ τῶν φίλων
他這樣說:「你當知道、當明白:從有話出去、要應答並建造耶路撒冷起,有七個七,又有六十二個七;城必歸回,街市與城牆都必建造。」關於這些話,我認為最好不要隱瞞在我之前的人對此處的看法,也將其陳列出來,作為對讀者有益的參考。俗語說得好:「朋友的東西是共有的。」
He says, then: ‘And you shall know and understand, from the going forth of the word to answer and to build Jerusalem, seven weeks and sixty-two weeks; and it shall return, and the broad place and wall shall be built.’ In regard to these matters, it seems good to me not to conceal the interpretation of these passages given by one before us, but to set it forth also as suitable for those who will read this — for it has been well said that the possessions of friends are held in common.
8:2.45
καὶ ἐπειδὴ προσήκει συγχρῆσθαι μὲν εὐγνωμονοῦντας τοῖς καλῶς ὑφ ἑτέρων εἰρημένοις, μὴ μὴν ἀποστερεῖν τοὺς πατέρας τῶν ἐκγόνων, μηδὲ τοὺς πρώτους φύντας τῶν οἰκείων σπερμάτων, τὰς αὐτοῦ παραθήσομαι λέξεις
既然理當懷著感恩之心,使用他人所說的美好之言,卻不可剝奪父親對其後裔、亦不可剝奪最初生育者對其親生種子的所有權,我便要在此陳列他本人的原話。
And since it is fitting, while gratefully making use of what has been well said by others, not to deprive the fathers of their offspring, nor those who first begot them of their own seed, I will set forth his very words.
8:2.46
φέρονται δὲ αὗται Ἀφρικανοῦ ἐν τῷ πέμπτῳ τῶν Χρονογραφιῶν, τοῦτον ἔχουσαι τὸν τρόπον· Η μὲν οὖν περικοπὴ οὕτω πως ἔχουσα πολλά τε καὶ παράδοξα σημαίνει· νῦν δὲ ὧν χρεία περὶ τοὺς χρόνους καὶ τὰ τούτοις συντείνοντα τὸν λόγον ποιησόμεθα
這些話出自阿非利加努斯《編年史》第五卷,其文如下:「這段經文既是如此,便蘊含許多奇妙的意義;但如今我們只就有關年代及與此相關之事,作必要的論述。」
These words are found in the fifth book of Africanus’s Chronographies, and run in this manner: ‘This passage, then, being of this sort, signifies many marvelous things; but for now we shall confine our discourse to what is needed concerning the times and the matters bearing upon them.’
8:2.47
ὅτι μὲν οὑν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας λέγεται ταῦτα μετὰ ἑβδομάδας ἑβδομήκοντα μέλλοντος ἐπιφαίνεσθαι δῆλον. ἐπὶ γὰρ τοῦ σωτῆρος, ἢ ἀπὸ τούτου, τά τε παραπτώματα παλαιοῦται καὶ αἱ ἁμαρτίαι συντελοῦνται· διὰ δὲ τὴν ἄφεσιν αἵ τε ἀνομίαι ἐξιλασμῷ μετὰ τόν ἀδικιῶν ἐξαλείφονται, δικαιοσύνη τε αἰώνιος καταγγέλλεται παρὰ τὴν ἐκ νόμου, ὁράσεις τε καὶ προφητεῖαι μέχρις Ἰωνάννου, χρίεται δὲ ἅγιος ἀγίων. πρὸ γὰρ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας οὐκ ὄντα ταῦτα προσεδοκᾶτο μόνον
那麼,這些話顯然是論到基督的降臨,就是要在七十個七之後顯現的那位。因為正是在救主身上、或說是從他開始,過犯變舊,罪惡終結;且因著赦免,眾不法之事藉著在諸般不義之後的贖罪得以塗抹,永恆的公義(有別於出於律法的義)得以宣告,異象和預言延續直到約翰,聖中之聖受膏。因為在我們救主降臨之前,這些事尚未存在,只是被期盼而已。
That these things, then, are said concerning the coming of Christ, who was to appear after seventy weeks, is plain. For it is in the case of the Savior, or from him, that the transgressions grow old and the sins are brought to an end; and on account of the forgiveness, both the iniquities are blotted out by propitiation after the wrongdoings, and an everlasting righteousness is proclaimed, surpassing that which is of the Law; and visions and prophecies continue until John; and the Holy of Holies is anointed. For before the coming of our Savior these things did not yet exist, but were only expected.
8:2.48
ἄρξασθαι δὲ τῶν ἀριθμῶν, τουτέστι τῶν ἑβδομήκοντα ἑβδομάδων, ἅ ἐστιν ἔτη τετρακόσια ἐνενήκοντα, ὁ ἄγγελος ὑποτίθεται, ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλήμ· συνέβη δὲ ταῦτα ἐπὶ Ἀρταξέρξου τοῦ Περσῶν βασιλεύοντος εἰκοστῷ ἔτει. Νεεμίας γὰρ ὁ τούτου οἰνοχόος δεηθεὶς ἀποκρίσεως ἔτυχεν οἰκοδομηθῆναι Ἰερουσαλὴμ, καὶ λόγος ἐξῆλθε κελεύων ταῦτα. μέχρι μὲν γὰρ ἐκείνοῦ τοῦ χρόνου ἡ πόλις ἠρήμωτο
天使的意思是,這數目──即七十個七,也就是四百九十年──應從那有話出去要應答並建造耶路撒冷之時算起。而此事發生在波斯王亞達薛西在位第二十年。因為他的酒政尼希米曾祈求得回應,蒙准建造耶路撒冷,於是有詔命發出,吩咐此事。直到那時為止,這城一直荒涼。
The angel proposes that the number, that is, of the seventy weeks — which are four hundred and ninety years — begins from the going forth of the word to answer and to build Jerusalem. Now this took place in the twentieth year of Artaxerxes, king of the Persians. For Nehemiah, his cupbearer, having made petition, obtained an answer that Jerusalem should be built, and a word went forth commanding this. For up until that time the city had lain desolate.
8:2.49
Κύρου γὰρ μετὰ τὴν ἑβδομηκονταετίαν τῆς αἰχμαλωσίας τῶν βουλομένων ἕκαστον ἐκουσιαστὶ καταπέμψαντος, οἱ μετὰ Ἰησοῦ τοῦ μεγάλου ἱερέως καὶ Ζοροβάβελ κατελθόντες, καὶ οἶ ἐπὶ τούτοις ἅμαἜσρᾳ, τὸν νεὼν οἰκοδομεῖν ἐκωλύοντο τὰ πρῶτα, καὶ τεῖχος τῇ πόλει περιβαλεῖν, ὡς οὐ κεκελευσμένου τούτου
因為在被擄七十年之後,古列讓凡願意的人都可自願下去,於是與大祭司耶穌和所羅巴伯同去的人,以及在他們之後與以斯拉同去的人,起初被阻止建造聖殿,也不准為城築起城牆,理由是此事並未奉命許可。
For after the seventy years of the captivity, Cyrus having sent down, of his own free will, each of those who wished [to return], those who came down with Jesus the great priest and Zerubbabel, and those after them together with Ezra, were at first prevented from building the temple and from throwing a wall around the city, on the ground that this had not been commanded.
8:2.50
ἔμεινεν οὖν ἴως Νεεμίου καὶ βασιλείας Ἀρταξέρξου καὶ τῆς Περσῶν ἡγεμονίας ἔτους πεντεκαιδεκάτου καὶ ἑκατοστοῦ· ἀπὸ δὲ τῆς ἁλώσεως Ἰερουσαλὴμ ἑκατὸν ὀγδοήκοντα πέντε ἔτη γίνεται. καὶ τότε βασιλεὺς Ἀρταξέρξης ἐκέλευσεν οἰκοδομηθῆναι τὴν πόλιν. Νεἐμίας δὲ καταπεμφθεὶς τοῦ ἔργου προέστη, ἡ δὲ ᾠκοδομήθη πλατεῖα καὶ περίτειχος, ὡς προεφητεύθη. κἀκεῖθεν ἀριθμοῦσιν ἡμῖν ἑβδομήκοντα ἑβδομάδες εἰς τὸν Χριστὸν συντελοῦνται
於是這狀況一直持續,直到尼希米,即亞達薛西在位、波斯統治第一百一十五年;自耶路撒冷淪陷算起,共為一百八十五年。就在那時,亞達薛西王下令建造此城。尼希米奉派下去,主持這項工程,於是街市與周圍城牆都照著預言建造起來了。從那時起,我們據以計算,七十個七便可算至基督為止。
So it remained thus until Nehemiah and the one hundred and fifteenth year of the reign of Artaxerxes and of the dominion of the Persians; and from the capture of Jerusalem this comes to one hundred and eighty-five years. And then King Artaxerxes commanded the city to be built. Nehemiah, having been sent down, presided over the work, and the broad place and the surrounding wall were built, as had been prophesied. And reckoning from that point, the seventy weeks are completed for us, [leading] to Christ.
8:2.51
εἰ γὰρ ἄλλοθέν ποθεν ἀριθμεῖν ἀρξαίμεθα καὶ οὐκ ἐντεῦθεν, οὔτε ὁ χρόνος συνδραμεῖται καὶ πλεῖστα ἄτοπα ἀπαντήἀπαντήσει. ἐάν τε γὰρ ἀπὸ Κύρου καὶ τῆς πρώτης καταπομπῆς τὴν ἀρχὴν ποιησώμεθα τῆς ἀριθμήσεως τῶν ἑβδομάδων, εἰς ἔτη ἑκατὸν καὶ προσέτι περισσεύει, πλείων δὲ χρόνος, εἰ ἀφ ἧς ἡμέρας τῷ Δανιὴλ ὁ ἄγγελος προεφήτευσε, πολλῷ δὲ πλείων, εἰ ἀπ ἀρχῆς τῆς αἰχμαλωσίας
因為若我們從別的起點開始計算,而不是從此處開始,那麼年代就無法吻合,並會產生極多荒謬之處。因為若我們從古列及首次遣返算起,作為七個七計算的起點,就會多出一百餘年;若從天使向但以理發預言之日算起,時間更長;若從被擄之初算起,時間就更長得多了。
For if we should begin our reckoning from some other point and not from here, the time will not agree, and very many absurdities will result. For if we make the beginning of the reckoning of the weeks from Cyrus and the first sending-down, it exceeds by a hundred years and more; and the time is even greater if reckoned from the day on which the angel prophesied to Daniel; and much greater still, if from the beginning of the captivity.
8:2.52
εὑρίσκομεν γὰρ τὴν Περσῶν βασιλείαν ἔτεσι διακοσίοις τριάκοντα περιγραφομένην, τήν τε Μακεδόνων εἰς ἔτη τριακόσια ἑβδομήκοντα] παρατείνουσαν, κἀκεῖθεν ἐπὶ τὸ Τιβερίου Καίσαρος ἑκκαιδέκατον ἔτος εἰς ἔτη ἐξήκοντα
因為我們發現,波斯王國共計二百三十年,馬其頓王國延續至三百七十年,此後直到提庇留該撒在位第十六年,又計六十年。
For we find that the kingdom of the Persians is comprised within two hundred and thirty years, and that of the Macedonians extends to three hundred and seventy years, and from that point to the sixteenth year of Tiberius Caesar, sixty years [more].
8:2.53
ἀπὸ δὲ Ἀρταξέρξου αἶ ἑβδομήκοντα ἑβδομάδες εἰς τὸν ἐπὶ Χριστοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς. ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπὸ Ἀρταξέρξου τὴν Ἰερουσαλὴμ ἀνοικοδομήσων ἐπέμφθη, ἔτει πεντεκαιδεκάτῳ καὶ ἑκατοστῷ τῆς Περσῶν βασιλείας, αὐτοῦ τε Ἀρταξέρξου βασιλείας εἰκοστῷ ἔτει, καὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς τρίτης ἔτει τετάρτῳ, ἐπὶ τοῦτον τὸν χρόνον, ὃς ἦν Ὀλυμπιάδος διακοσιοστῆς δευτέρας ἔτος δεύτερον, Τιβερίου δὲ Καίσαρος ἡγεμονίας ἔτος ἑκκαιδέκατον, ἔτη συνάγεται τετρακόσαι ἑβδομήκοντα ἅπερ Ἑβραïκὰ τετρακόσια ἐνενήκοντα γίνεται, κατὰ τὸν σεληνιαῖον δρόμον τοὺς ἐνιαυτοὺς ἐκείνων ἐξαριθμουμένων, ὥς ἐστι πρόχειρον εἰπεῖν, ἡμερῶν τριακοσίων πεντήκοντα τεσσάρων, τοῦ ἡλιακοῦ κύκλου ὑπάρχοντος ἡμερῶν τριακοσίων ἐξήκοντα πέντε τετάρτου· τὴν γὰρ κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν ἡμέραις ἕνδεκα καὶ τετάρτῳ
但按猶太人的算法,從亞達薛西起,七十個七便滿至基督的時代。因為從尼希米──他奉亞達薛西差遣,前去重建耶路撒冷,時為波斯王國第一百一十五年,也是亞達薛西在位第二十年,第八十三屆奧林匹克運動會第四年──直到此時,即第二百零二屆奧林匹克運動會第二年,亦即提庇留該撒在位第十六年,共計得四百七十年;而若按希伯來曆計算,則成為四百九十年,因為他們是照月亮運行計算年歲的,簡單地說,是三百五十四日;而太陽週年則為三百六十五又四分之一日;因為按月亮計算的十二個月,要少十一又四分之一日。
But from Artaxerxes the seventy weeks are completed unto the time of Christ, according to the reckoning of the Jews. For from Nehemiah, who was sent by Artaxerxes to rebuild Jerusalem, in the one hundred and fifteenth year of the Persian kingdom, and in the twentieth year of Artaxerxes’ own reign, and in the fourth year of the eighty-third Olympiad — down to this present time, which was the second year of the two hundred and second Olympiad, and the sixteenth year of the reign of Tiberius Caesar — four hundred and seventy years are gathered, which, reckoned as Hebrew years, come to four hundred and ninety, since their years are numbered according to the lunar course — as is easy to state — of three hundred and fifty-four days, whereas the solar cycle consists of three hundred sixty-five and a quarter days; for the twelve lunar months fall short by eleven and a quarter days.
8:2.54
διὰ τοῦτο Ἕλληνες καὶ Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἔτεσιν ὀκτὼ παρεμβάλλουσιν. ὀκτάκις γὰρ τὰ ἕνδεκα καὶ τέταρτον ποιεῖ τρίμηνον. τὰ τοίνυν τετρακόσια ἑβδομήκοντα πέντε ἔτη ὀκταετηρίδες γίνονται πεντήκοντα ἐννέα καὶ μῆνες τρεῖς. ὡς τριμήνου δὲ ἐμβολίμου τῇ ὀκταετίᾳ γινομένης, ἔτη πεντεκαίδεκα ὀλίγων ἡμερῶν ἀποδέοντα γίγνονται. ταῦτα δὲ πρὸς τοῖς τετρακοσίοις σίοις ἑβδομήκοντα πέντε ἔτεσιν αἶ ἑβδομήκοντα ἑβδομάδες συντελοῦνται
因此希臘人和猶太人每八年便插入三個閏月。因為十一又四分之一乘以八,恰為三個月。於是四百七十五年便成為五十九個八年周期又三個月。既然每個八年周期都插入三個月的閏月,這便合共十五年,只差幾天。將此數加在四百七十五年之上,七十個七便告完成。
For this reason the Greeks and the Jews insert three intercalary months every eight years. For eight times eleven and a quarter makes three months. The four hundred and seventy-five years, then, come to fifty-nine periods of eight years and three months. And since an intercalation of three months occurs for every eight-year period, this amounts to fifteen years, lacking a few days. These, added to the four hundred and seventy-five years, complete the seventy weeks.
8:2.55
Ταῦτα μὲν οὖν Ἀφρικανός. εἰ δὲ χρὴ καὶ ἡμὰς οἰκείαν εἰς τοὺς τόπους ἀπόδοσιν εἰς μέσον ἀγαγεῖν, φημὶ μὴ μάτην μηδὲ ὧς ἔτυχε τὴν διαίρεσιν πεποιῆσθαι τὸν λόγον τῶν ἑβδομήκοντα ἑβδομάδων. διελὼν γὰρ αὐτὰς εἰς πρώτας ἑπτὰ, ἔπειθ ἑτέρας ἐξήκοντα δύο, καὶ μετὰ πλεῖστα τὰ μεταξὺ ἐπιλεγόμενα τὴν μίαν ἐπιθεὶς, οὕτω τὸν ἀριθμὸν τῶν ἑβδομήκοντα ἑβδομάδων ἀφωρίσατο
以上便是阿非利加努斯所言。但若我們也應提出對此段經文自己的詮釋,那麼我要說:關於七十個七的這段話,其劃分並非徒然,也非隨意而為。因為經文將其分為首先七個七,其後另外六十二個七,又在其間插入極多話語之後,再加上最後那一個七,如此便劃定了七十個七的數目。
This, then, is what Africanus says. But if it is necessary for us also to bring forward our own interpretation of these passages, I say that the discourse concerning the seventy weeks has not made its division in vain or at random. For having divided them into a first seven, then another sixty-two, and, after a very great deal said in between, having added the final one, it thus marked off the number of the seventy weeks.
8:2.56
λέγει δ οὖν καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου, τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱεροθσαλὴμ ἕως ἡμουμένου, ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξηκονταδύο. εἶθ ἕτερά τινα μεταξὺ ἐπαγαγὼν τὴν τελευταίαν προστίθησι φήσας καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία
他這樣說:「你當知道、當明白:從有話出去,要應答並建造耶路撒冷,直到一位領袖,有七個七,又有六十二個七。」隨後,在其間又提及若干其他事之後,他加上最後那一個七,說:「他必與許多人堅定盟約:一個七。」
He says, then: ‘And you shall know and understand, from the going forth of the word, to answer and to build Jerusalem, until a leader: seven weeks and sixty-two weeks.’ Then, having introduced certain other things in between, he adds the last one, saying, ‘And he shall strengthen a covenant with many: one week.’
8:2.57
ταῦτα δὲ ὅτι μὴ μάτην, μηδ ἄνευ τῆς θείας ἐπιπνοίας ἐσχεδίασται, πάνθ ὅντιν οὖν τῶν ὡς θεοῦ ῥήμασιν αὐτοῖς προσεχόντων ὁμολογήσειν ἡγοῦμαι
我認為,凡是把這些話當作神的話語來留心察看的人,都必承認:這一切絕非徒然而作,也絕非出於神聖默示之外的隨意編造。
And that these things have not been composed in vain, nor apart from divine inspiration, I consider that everyone who attends to them as the words of God will acknowledge.
8:2.58
τοῦτο μὲν οὖν πρῶτον ἡμῖν καλῶς ἔδοξεν ἐπισημήνασθαι, καταλιπεῖν τε τοῖς ἐντυγχάνουσι τὴν τοῦ ζητηθέντος ἀκριβῆ λύσιν. εἰ δὲ χρὴ καὶ ἡμὰς τὸ ἐπεισιὸν μὴ ἀποκρύψασθαι, φημὶ καθ ἑτέραν διάνοιαν ἤτοι ἐκδοχὴν τὸν ἐν τῇ προκειμένῃ γραφῇ δηλούμενον χριστὸν ἡγούμενον, κατὰ τὰ ἀπὸ ἐξόδου λογου, τοῦ ἀποκριθῆναι καὶ τοὐ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου, οὐκ ἄλλον εἶναι τοῦ καταλόγου τῶν μετὰ τὴν προφητείαν καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον ἡγησαμένων τοῦ λαοῦ ἀρχιερέων, οὓς χριστοὺς ἔθος ἀποκαλεῖν τῇ γραφῇ
這一點,我們認為首先應當如此指明,其餘則留待讀者去作精確的解決。但若我們也不應隱瞞自己心中所想,我要說,按照另一種理解或詮釋,此段經文中所指的「受膏的領袖」──即「從有話出去,要應答並建造耶路撒冷,直到受膏的領袖」這句話中所指者──其實正是此預言之後、從巴比倫歸回之後、率領百姓的大祭司名單中的一位,經上素來慣稱這些人為「受膏者」(基督)。
This, then, we have thought good to note first of all, leaving to those who read it the precise resolution of the question that has been raised. But if we too must not conceal what occurs to us, I say that, according to another understanding or interpretation, the ‘anointed leader’ indicated in the passage before us — in the words ‘from the going forth of the word, to answer and to build Jerusalem, until an anointed leader’ — is none other than one drawn from the list of high priests who led the people after this prophecy and after the return from Babylon, whom Scripture is accustomed to call ‘anointed ones’ (christs).
8:2.59
μόνους γὰρ τούτους καθηγήσασθαι τοῦ ἔθνους, ἀρξαμένους ἀπὸ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, τοῦ ἱερέως τοῦ μεγάλου, μετὰ τὴν ἀπὸ βυλὠνος ἐπάνοδον, καὶ μέχρι τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας παρειλήφαμεν
因為我們所領受的傳統是:唯獨這些人領導了這個民族,從約撒答的兒子、大祭司耶穌開始,即從巴比倫歸回之後,直到我們救主耶穌基督降臨的時代為止。
For we have received that these alone led the nation, beginning from Jesus [Jeshua] the son of Jozadak, the great priest, after the return from Babylon, and down to the times of the coming of our Savior Jesus Christ.
8:2.60
οἶμαι γοῦν τὸν μεταξὺ χρόνον τῆς τούτούτων προστασίας, καθ ὃν ἡγήσαντο, δηλοῦσθαι διὰ τοῦ ἀπὸ ἐξόδου λόγου, τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου, ἐβδοἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἐξηκονταδύο τῶν ἐτῶν δὲ — τὰς ἑβδομάδας συναγομένας εἰς ἔτη τετρακόσια ὀγδοήκοντα τρία ἀπὸ τῆςΚύρου βασιλείας ἐπὶ τὴν Ῥωμαίων παρεκτείνεσθαι ἀρχὴν, καθ ἣν Πομπήιος Ρωμαίων — στρατηγὸς ἐπιστὰς τοῖςἹεροσολύμοις εἷλε μὲνπολιορκίᾳ τὴν πόλιν, τὸ δὲ πὰν ἔθνος δοῦλον Ῥωμαίοις κατεστήσατο, ὡς καὶ φόρους ἐξ ἐκείνου τελεῖν καὶ τοῖς Ῥωμαίων πειθαρχεῖν ἐπιτάγμασιν
因此我認為,這些人執掌管治的中間那段時期,即他們作領袖的年日,正是由這句話所指明:「從有話出去,要應答並建造耶路撒冷,直到受膏的領袖,有七個七,又有六十二個七」年──這些七加總起來,共為四百八十三年,從古列王朝一直延續到羅馬人的統治,就是羅馬將軍龐培兵臨耶路撒冷、圍城攻取此城之時;他使全民族淪為羅馬人的奴隸,自那時起,他們便向羅馬人納貢,並服從羅馬人的號令。
I think, then, that the intervening time of their presiding office, during which they governed, is signified by the words, ‘from the going forth of the word, to answer and to build Jerusalem, until an anointed leader: seven weeks and sixty-two weeks’ of years — the weeks, when totaled, coming to four hundred and eighty-three years, extending from the reign of Cyrus down to the dominion of the Romans, under which Pompey, the Roman general, having come upon Jerusalem, took the city by siege, and reduced the whole nation to servitude under the Romans, so that from that time they paid tribute and were obedient to the commands of the Romans.
8:2.61
ἐπὶ τοῦτον γοῦν τὸν χρόνον ὁ τῶν τετρακοσίων ὀγδοήκοντα τριῶν ἐτῶν περιορίζεται ἀριθμὸς ἐφ ὃν καὶ κατέλῆξαν οἱ κατὰ τὸν Μώσεως νόμον ἐκ πατέρων διαδιαδοχῆς τὴν προστασίαν τοῦ ἔθνους καὶ τὴν ἱερωσύνην διειληφότες, οὓς χριστὸν ἡγούμενον τὴν θείαν ἐπὶ τοῦ παρόντος γραφὴν ὀνομάζειν ὑπολαμβάνω
於是,四百八十三年這個數目便以此為界限,正是那些按摩西律法、世代相承其父輩、掌管此民族與祭司職分之人告終之時;我推測,正是這些人,經文在此處稱之為「受膏的領袖」。
It is up to this time, then, that the number of four hundred and eighty-three years is bounded — the time at which those who, according to the law of Moses, had received by succession from their fathers the presidency of the nation and the priesthood, came to an end; and it is these, I suppose, whom the divine Scripture in the present passage calls ‘the anointed leader.’
8:2.62
εἰ δὲ χρὴ καὶ τὸν κατάλογον ἐκθέσθαι τῆς τῶν ἀρχιεῥέων διαδοχῆς, τῶν ἐν τῷ δηλουμένῳ μεταξὺ χρόνῳ διαγενομένων, καὶ τοῦτο οὐδεὶς φθόνος εἰς παράστάσιν τῆς τῶν εἰρημένων ἀληθείας ποιήσασθαι. πρῶτος τοίνυν μετὰ τὴν τοῦ Δανιὴλ προφητείαν, ἐπὶ Κύρου τοῦ βασιλέως Περσῶν, μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, Ἰησοῦς ὁ τοῦἸωσεδὲκ, ὁ ἱερεὺς ὁ μέγας χρηματίσας, ἅμα Ζοροβάβελ ἄνεισιν ἀπὸ τῆς αἰχμαλωσίας, καὶ θεμελίους καταβάλλεται τοῦ ἱεροῦ, ἀλλ ἐπισχεθέντος τοῦ ἔργου ὑπὸ τῶν περιοίκων, αἶ πρῶται ἑπτὰ ἑβδομάδες τῶν ἐτῶν αἶ διὰ τοῦ προφήτου δηλούμεναι συμπεραιοῦνται, καθ ἃς ἀτελὲς διέμενε τὸ ἔργον τῆς τοῦ ναοῦ οἰκοδομῆς
但若也應當列出大祭司世系的名單──即在所指明的這段中間時期中相繼在世者──這也不妨一併陳明,以印證所言之真實。那麼,在但以理預言之後、波斯王古列在位時、從巴比倫歸回之後,首先是被稱為大祭司的約撒答之子耶穌,與所羅巴伯一同從被擄之地上來,開始奠立聖殿的根基;然而工程卻因周圍鄰邦的阻撓而停頓,於是先知所指明的頭七個七之年便告完結,而在這期間,聖殿建造之工始終未能完成。
But if it is necessary also to set out the catalogue of the succession of high priests who lived in the intervening time referred to, there is no reason to grudge doing this too, in order to establish the truth of what has been said. First, then, after the prophecy of Daniel, in the time of Cyrus, king of the Persians, after the return from Babylon, Jesus [Jeshua], son of Jozadak, who had been styled the great priest, goes up from the captivity together with Zerubbabel, and lays the foundations of the temple; but the work having been hindered by the surrounding peoples, the first seven weeks of years indicated through the prophet are completed, during which the work of the building of the temple remained unfinished.
8:2.63
διόπερ ὁ θεῖος λόγος τῆς συναφῆς τῶν λοιπῶν ἑβδομάδων ἀφορίζει τὰς πρώτας ἑπτὰ, εἰπὼν ἑβδομάδας ἑπτὰ, ἔπειθ ἐξῆς μετὰ διαστολῆς ἐπαγαγὼν καὶ ἑβδομάδες ἐξήκοντα δύο. ἑπτὰ γοῦν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν συμπλήρωσιν τῆς τοῦ ἱεροῦ οἰκοδομῆς ἑβδομάδες ἐτῶν εὑρίσκονται
正因如此,神聖的話語將頭七個七與其餘的七劃分開來,先說「七個七」,然後才在其後、經過一個停頓,接著加上「又六十二個七」。於是,從古列直到聖殿建造完成,恰好是七個七年。
For this reason the divine word marks off the first seven from their connection with the remaining weeks, saying ‘seven weeks,’ and then, next, adding, after a pause, ‘and sixty-two weeks.’ Seven weeks of years, then, are found from Cyrus to the completion of the building of the temple.
8:2.64
ἔνθεν ὁρμώμενοι τῷ σωτῆρι ἡμῶν ἔλεγον οἱ Ἰουδαῖοι τεσσαράκοντα καὶ ἕξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; ἀλλ οὗτοι μὲν τεσσαράκοντα καὶ ἕξ ἔτεσιν ᾠκοδομῆσθαι τὸν ναὸν ἔφασαν. τοσαῦτα γὰρ ἀπὸ πρώτου Κύρου βασιλείας, ὃς πρῶτος ἀνῆκε τῆς Βαβυλῶνος τοὺς βουλομένους τῶν Ἰουδαίων εἰς τὴν οἰκείαν γῆν ἐπανιέναι, ἐπὶ τὸ ἕκτον ἔτος τῆς Δαρείου βασιλείας συνάγεται, καθ ὃν τὸ πᾶν ἔργον τῆς οἰκοδομῆς τέλος εἴληφεν
由此出發,猶太人曾對我們的救主說:「這殿是四十六年建成的,你三日內就能把它建立起來嗎?」這些人聲稱聖殿是用四十六年建成的。因為從古列王朝元年──他是第一位讓願意的猶太人從巴比倫返回本土的人──直到大流士在位第六年為止,恰好是這個數目,而正是在大流士第六年,整項建造工程才告完成。
Setting out from this, the Jews said to our Savior, ‘This temple was built in forty-six years, and will you raise it up in three days?’ But these men declared that the temple had been built in forty-six years. For that is the number of years reckoned from the first year of Cyrus’s reign — who was the first to release from Babylon those of the Jews who wished to return to their own land — down to the sixth year of Darius’s reign, in which the whole work of the building was brought to completion.
8:2.65
ὅ γε μὴν ἐξ Ἑβραίων Ἰώσηπος καὶ ἄλλον τριετῆ χρόνον εἰς τὴν τῶν ἔξωθεν τῶν ἀμφὶ τὸν ναὸν κατασκευασμάτων συμπλήρωσιν ἔφησεν, ὥστ εἰκότως διὰ ταῦτα τὰς ἑπτὰ πρώτας εἰς ἴτη ἐννέα καὶ τεσσαράκοντα συντεινούσας ἀφωρίσθαι κατὰ τὸν τῆς προφητείας λόγον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ Δαρείο υκαταριθμεῖσθαι βασιλείας συμβαίνει, καθ ὅν αὖθις Ἰησοῦς ὁ τοῦ Ιωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ εἰς ἐκεῖνο τὴν ζωὴν παρατείνοντες ἄμφω προέστησαν τῆς τοῦ ἱεροῦ ἀνανεώσεως, προφητευόντων καὶ Ζαχαρίου, μεθ οὓς Ἔσρας καὶ Νεεμίας, ὁμοίως ἐκ Βαβυλωνος ἀνελθόντες, τὸ τεῖχος ἐδείμαντο τῇ πόλει, τὴν ἀρχιερωσύνην διέποντος Ἰωακείμου· παῖς δέ οὗτος ἦν Ἰησοῦ τοῦ Ἰωσεδὲκ, μεθ ὃν· διαδέχεται τὴν ἀρχιερωσύνην λιασοῦβος, ἔπειτα Ἰωδαὲ, μεθ ὃν Ἰωνάθης, μεθ ὃν Ἰαδδοῦς
然而,出身希伯來人的約瑟夫則說,聖殿周圍外部建築的完成又用了另外三年,因此頭七個七、共四十九年,理當按照預言之言劃分出來;而其餘六十二個七,則自大流士在位開始計算──正是在此時,約撒答之子耶穌與撒拉鐵之子所羅巴伯二人,皆延續其壽命至此,共同主持聖殿的重建,撒迦利亞也在此時說預言。此後,以斯拉和尼希米同樣從巴比倫上來,為城築起城牆,當時約雅金掌理大祭司職分──他是約撒答之子耶穌的兒子。他之後,以利亞實接任大祭司職,其後是約雅大,之後是約拿單,再之後是押杜。
Josephus, however, a Hebrew by birth, states that another three years were needed for the completion of the external structures around the temple, so that it is reasonable that for this reason the first seven weeks, extending to forty-nine years, should have been marked off according to the word of the prophecy, while the remaining sixty-two are reckoned to begin from the reign of Darius — in which, once again, Jesus [Jeshua] son of Jozadak and Zerubbabel son of Salathiel, both prolonging their lives to that point, presided together over the renewal of the temple, while Zechariah also prophesied. After them, Ezra and Nehemiah, likewise having come up from Babylon, built the wall of the city, while Joakim held the high priesthood — he being the son of Jesus [Jeshua] son of Jozadak. After him Eliasib succeeded to the high priesthood, then Jehoiada; after him Jonathan; after him Jaddus.
8:2.66
τούτων μέμνηται καὶ ἡ Ἔσρα γραφὴ λέγουσα καὶ Ἰησοῦς ἐγέννησε τὸν Ἰωακεὶμ, καὶ Ἰωακεὶμ ἐγέννησε τὸν Ἐλιασὶβ, καὶ Ἐλιασὶβ ἐγέννησε τὸν Ἰωδαὲ, καὶ Ἰωδαὲ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ Ἰωνάθαν ἐγέννησε τὸν Ἰαδδοῦ
以斯拉記的經文也提及這些人,說:「耶穌生約雅金,約雅金生以利亞實,以利亞實生約雅大,約雅大生約拿單,約拿單生押杜。」
The Scripture of Ezra also mentions these, saying, ‘And Jesus begot Joakim, and Joakim begot Eliasib, and Eliasib begot Jehoiada, and Jehoiada begot Jonathan, and Jonathan begot Jaddus.’
8:2.67
κατὰ τοῦτον τὸν Ἰαδδοῦ ὁ Μακεδὼν Ἀλέξανδρος Αλεξάνδρειαν κτίζει, ὡς Ἰώσηπος ἱστορεῖ, ἀφικόμενός τε εἰς τὰ Ἱεροσόλυμα τῷ θεῷ προσκυνεῖ
就在此押杜在世之時,馬其頓的亞歷山大建立了亞歷山大城──如約瑟夫所記載──並且他來到耶路撒冷,敬拜神。
In the time of this Jaddus, Alexander the Macedonian founded Alexandria, as Josephus records, and, having come to Jerusalem, worshiped God.
8:2.68
τελευτᾷ δὲ τὸν βίον Ἀλέξανδρος ἐν ἀρχῇ τῆς ἑκατοστῆς καὶ τεσσαρεσκαιδεκάτης Ὀλυμπιάσδος, μετὰ ἔτη διακόσια τριάκοντα ἕξ Κύρου, ὃς ἐβασίλευσε Περσῶν κατὰ τὸ πρῶτον ἔτος τῆς πέμπτης καὶ πεντηκοστῆς Ὀλυμπιάδος
亞歷山大於第一百一十四屆奧林匹克運動會之初辭世,距古列即位二百三十六年;古列於第五十五屆奧林匹克運動會元年成為波斯王。
Alexander ended his life at the beginning of the one hundred and fourteenth Olympiad, two hundred and thirty-six years after Cyrus, who became king of the Persians in the first year of the fifty-fifth Olympiad.
8:2.69
μετὰ δὲ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος καὶ μετὰ τὸν δηλωθέντα ἀρχιερέα Ὀνίας ἡγεῖται τοῦ ἔθνους, τῆς τῶν ἀρχιερέων καὶ αὐτὸς ἐπειλημμένος τιμῆς· καθ ὃν Σέλευκος Βαβυλῶνα κρατήσας τὸ τῆς Ἀσίας περιτίθεται διάδημα, ἔτει δωδεκάτῳ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν, καθ ὃν συνάγεται ὁ πᾶς χρόνος ὁ ἀπὸ Κύρου εἰς ἔτη διακόσια τεσσαρακονταοκτώ
馬其頓的亞歷山大死後,繼前述的大祭司之後,是敖尼亞領導這個民族,他自己也獲得了大祭司之尊榮。就在他任內,塞琉古掌控了巴比倫,加冕為亞細亞的君王,時為亞歷山大死後第十二年;至此,自古列以來的全部年數共為二百四十八年。
After the death of Alexander the Macedonian and after the aforementioned high priest, Onias led the nation, having himself also laid hold of the honor of the high priesthood. In his time Seleucus, having gained control of Babylon, put on the diadem of Asia, in the twelfth year after the death of Alexander, at which point the whole time from Cyrus amounts to two hundred and forty-eight years.
8:2.70
ἐντεῦθεν τὴν Ἑλλήνων βασιλείαν ἡ τῶν Μακκαβαίων γραφὴ καταριθμεῖσθαι ἄρχεται. μετὰ δὲ τὸν Ὀνίαν ἡγεῖται τόν Ἰουδαίων ἀρχιερεὺς Ἐλεάζαρος, καθ ὃν οἱ ἑβδομήκοντα τὰς θείας ἑρμηνεύσαντες γραφὰς ταῖς κατὰ Ἀλεξάνδρειαν βιβλιοθήκαις ἀνατεθείκασι
從此,《馬加比書》便開始計算希臘人的王國年代。敖尼亞之後,大祭司以利亞撒領導猶太人;正是在他任內,七十位譯者將神聖經典翻譯出來,奉獻於亞歷山大城的圖書館中。
From this point the Scripture of the Maccabees begins to reckon the kingdom of the Greeks. After Onias, the high priest Eleazar leads the Jews; in his time the Seventy, having translated the divine Scriptures, dedicated them to the libraries at Alexandria.
8:2.71
μεθ ὃν ἕτερος Ὀνίας, ὃν διαδέχεται Σίμων, καθ Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, ὁ τὴν καλουμένην πανάρετον Σοφίαν συντάξας. μεθ ὃν ἕτερος ὁμώνυμος τοῖς πρόσθεν Ὀνίας ἡγεῖται, καθ ὃν Ἀντίοχος τοὺς Ἰουδαίους πολιορκήσας ἑλληνίζειν κατηνάγκαζε
他之後,是另一位敖尼亞,繼任者為西門,正是在此時,撰寫所謂《總德智慧書》的息辣之子耶穌漸為人知。他之後,又有一位與前者同名的敖尼亞領導;正是在他任內,安提阿古圍困猶太人,強迫他們希臘化。
After him, another Onias, whom Simon succeeds, in whose time Jesus son of Sirach became known, who composed the work called ‘All-Virtuous Wisdom.’ After him, yet another Onias, bearing the same name as those before, leads; in his time Antiochus, having besieged the Jews, was compelling them to adopt Greek customs.
8:2.72
μεθ ὃν προστὰς τῶν πραγμάτων Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος ἐξεκάθηρεν τῶν ἀσεβῶν τὴν χώραν· ὃν ὁ ἀδελφὸς Ἰωνάθης διαδέχεται. καὶ πάλιν Σίμων, οὑ κατὰ τὴν τελευτὴν ἕβδομον καὶ ἑβδομηκοστὸν καὶ ἑκατοστὸν ἔτος ἐξαριθμεῖται τῆς κατὰ Συρίαν ἀρχῆς ἡ πρώτῃ καλουμένη τῶν Μακκαβαίων βίβλος, εἰς τοῦτο τοῦ χρόνου καταλύσασα τὴν ἱστορίαν·
他之後,猶大掌理政事,人稱馬加比者,他清除了地上不虔敬之人;其兄弟約拿單繼任。此後又有西門,在他去世之時,稱為《馬加比一書》者,計算出敘利亞政權的第一百七十七年,該書的敘事便在此時終結。
After him, having taken charge of affairs, Judas, surnamed Maccabeus, cleansed the land of the impious; his brother Jonathan succeeds him. And again Simon, at whose death the book called First Maccabees reckons the one hundred and seventy-seventh year of the Syrian dominion, bringing its narrative to a close at this point in time.
8:2.73
ὥστε συνάγεσθαι ἀπὸ πρώτου ἔτους Κύρου καὶ Περσῶν βασιλείας ἐπὶ τὸ τέλος τῆς τῶν Μακκαβαίων γραφῆς καὶ ἐπὶ τὴν Σίμωνος τοῦ ἀρχιερέως τελευτὴν ἔτη τετρακόσια εἰκοσιπέντε· μεθ ἃ Ἰωνάθης τὴν ἀρχιερωσύνην, ὡς ὁ Ἰώσηπός φησι, διαδέχεται ἐπὶ ἔτεσιν ἐννέα καὶ εἴκοσι. μεθ ὃν Αριστόβουλος ἐνιαυτὸν ἡγεῖται, ὃς πρῶτος μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον διάδημα βασιλικὸν περιτίθεται πρὸς τῇ ἀρχιερωσύνῃ
於是,從古列元年及波斯王國建立,直到《馬加比書》的結尾及大祭司西門的去世,共計四百二十五年。此後,約拿單──如約瑟夫所言──繼任大祭司職二十九年。他之後,亞里斯多布勒斯領導一年,他是巴比倫歸回之後,第一位在大祭司職之外,又加戴王冕者。
So that, from the first year of Cyrus and the Persian kingdom to the end of the Scripture of the Maccabees and to the death of Simon the high priest, four hundred and twenty-five years are gathered. After this, Jonathan, as Josephus says, succeeds to the high priesthood for twenty-nine years. After him, Aristobulus leads for one year — the first, after the return from Babylon, to put on the royal diadem in addition to the high priesthood.
8:2.74
τοῦτον διαδέχεται Αλέξανδρος, βασιλεὺς ἅμα καὶ ἀρχιερεὺς, ἔτεσι καὶ αὐτὸς ἑπτὰ καὶ εἴκοσι προστὰς τῶν προαγμάτων· εἰς ὃν συνάγεται τὰ πάντα ἀπὸ πρώτου ἔτους βασιλείας Κύρου καὶ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τοῦ Ἰουδαίων ἔθνους ἔτη τετρακόσια ὀγδοήκοντα δύο, οὑ προέστησαν ἀρχιερεῖς, οὓς ἡγοῦμαι χριστὸν ὴγούμενον ὑπὸ τῆς προφητείας ὀνομάζεσθαι
繼任者為亞歷山大,他身兼君王與大祭司,也統理政事二十七年。至此,從古列在位元年及猶太民族從巴比倫歸回算起,累計共四百八十二年,在此期間有大祭司相繼主持政務,我認為正是這些人,被預言稱為「受膏的領袖」。
Alexander succeeds him, king and high priest at once, he too having presided over affairs for twenty-seven years. Down to him, the total gathered from the first year of the reign of Cyrus and the return of the Jewish nation from Babylon is four hundred and eighty-two years, during which high priests presided, whom I consider to be called by the prophecy ‘the anointed leader.’
8:2.75
μεθ οὓς τελευτήσαντος τοῦ ὑστάτου αὐτῶν ἀρχιερέως Ἀλεξάνδρου ἄναρχα καὶ ἀπροστάτητα τὰ τοῦ Ἰουδαίων ἔθνους ἀπολείπεται, ὥστε εἰς γυναῖκα περιστῆναι τὴν βασιλείαν αὐτῶν. τῶν δὲ δύο παίδων Ἀριστοβούλου Υρκανοῦ στασιασάντων πρὸς ἀλλήλους ἐπιστὰς τοῖς Ἱεροσολύμοις Πομπήιος, Ῥωμαίων στρατηγὸς ὢν, αἱρεῖ μὲν πολιορκίᾳ τὴν πόλιν, μιαίνει δὲ τὰ ἅγια, μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθών
這些人之後,隨著他們最後一位大祭司亞歷山大去世,猶太民族的政事便無君無主,以致他們的王位竟落入一名婦人手中。及至亞里斯多布勒斯和許爾堪這兩位兒子彼此爭鬥不休,羅馬將軍龐培兵臨耶路撒冷,圍城攻取,並褻瀆聖所,甚至深入聖殿的至聖之處。
After these men, when their last high priest, Alexander, died, the affairs of the Jewish nation were left without a ruler and without a leader, so that their kingdom passed over to a woman. And when the two sons, Aristobulus and Hyrcanus, fell into factional strife with one another, Pompey, the Roman general, having come upon Jerusalem, took the city by siege, and defiled the holy things, going forward even into the innermost sanctuary of the temple.
8:2.76
καὶ ταῦτα συμβαίνει ἔτους πρώτου τῆς ἑκατοστῆς ἑβδομηκοστῆς ἐνάτης Ὀλυμπιάδος, μετὰ τετρακόσια ἐνενήκοντα πέντε ἔτη τῆς Κύρου βασιλείας, ἥτις ἤρξατο ἐπὶ τῆς πεντηκοστῆς πέμπτης Ὀλυμπιάδος
此事發生於第一百七十九屆奧林匹克運動會元年,距古列即位四百九十五年;古列是在第五十五屆奧林匹克運動會時開始執政的。
And this took place in the first year of the one hundred and seventy-ninth Olympiad, four hundred and ninety-five years after the reign of Cyrus, which began in the fifty-fifth Olympiad.
8:2.77
τότε δ οὖν ὁ Πομπήιος ἑλὼν κατὰ κράτος Ιερουσαλὴμ, τὸν προειρημένον Ἀριστόβουλον ἐκπέμψας δέσμιον ἐπὶ Ῥώμης, τῷ τούτου ἀδελφῷ Ὑρκανῷ τὴν ἀρχιερωσύνην παραδίδωσι, τό τε πᾶν ἔθνος ἐξ ἐκείνου ὑποτελὲς Ῥωμαίοις κατεστήσατο
於是,龐培強行攻取耶路撒冷之後,將前述的亞里斯多布勒斯作為俘虜遣送至羅馬,並將大祭司職交給他的兄弟許爾堪;自那時起,他使全民族向羅馬人納貢稱臣。
Then, therefore, Pompey, having taken Jerusalem by force, sent the aforementioned Aristobulus away to Rome as a prisoner, and delivered the high priesthood to his brother Hyrcanus; and from that time he made the whole nation tributary to the Romans.
8:2.78
μεθ ὃν Ἡρώδης ὁ Ἀντιπάτρου παῖς Ὑρκανὸν ἀνελὼν τὴν τόν Ἰουδαίων βασιλείαν ὑπὸ τῆς Ῥωμαίων συγκλήτου βουλῆς ἐγχειρίζεται, πρῶτός τε αὐτὸς ἐξ ἀλλοφύλου γένους βασιλεύει τοῦ ἔθνους, τὴν τῶν ἀρχιερέων κατὰ τὸν Μῶσ ἕως νόμον διαφθείρας τάξιν
他之後,安提帕特的兒子希律殺了許爾堪,從羅馬元老院手中接掌猶太人的王位;他是第一位出身外族而作此民族之王者,他敗壞了摩西律法所定立的大祭司制度。
After him, Herod, the son of Antipater, having killed Hyrcanus, receives from the Roman senate the kingship of the Jews at his hand, and he himself is the first of a foreign race to rule as king over the nation, having corrupted the order of the high priests as established by the law of Moses.
8:2.79
ὁ μὲν γὰρ θεῖος νόμος διὰ βίου ἱερᾶσθαι τῷ θεῷ τὸν ἀνωτάτω προστάττει ἀρχιερέα· ὁ δ Ἡρώδης οὐ τοῖς ἀπὸ γένους οὐδ οἷς προσῆκον ἦν ἀπεδίδου τὴν λειτουργίαν, ἀπεξενωμένοις δέ τισι καὶ ἀλλοτρίοις τῆς τῶν ἀρχιερέων διαδοχῆς, καὶ οὐδὲ τούτοις διαρκῶς, πρὸς βραχὺν δέ τινα καὶ περιωρισμένον χρόνον, ἄλλοτε ἄλλοις τὴν τιμὴν ἀντιδωρούμενος, ὥστε τὰς μὲν πρώτας ἑπτὰ ἑβδομάδας ἀπὸ Κύρου καὶ ἐπὶ Δαρεῖον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ Δαρείου καὶ ἐπὶ Πομπήιον τὸν Ῥωμαίων στρατηγὸν περιορίζεσθαι
因為神聖的律法規定,最高位的大祭司當終身侍奉神為祭司;但希律卻沒有把這職務交給那家族出身的人,也沒有交給那些理當承受此職的人,反倒交給一些與大祭司世系毫無淵源、與之疏遠的外人;甚至對這些人也不是長久不變,而是給予短暫、有限的一段時期,時而將此尊榮轉贈給不同的人──正如頭七個七是從古列到大流士為界,其餘六十二個七則是從大流士到羅馬將軍龐培為界一般。
For the divine law commands that the high priest of the highest rank should serve God as a priest for life; but Herod did not assign this office to those of the [priestly] family, nor to those to whom it was fitting, but to certain men estranged and alien to the succession of the high priests, and not even to these permanently, but for some brief and limited time, granting the honor in turn to different men at different times — so that the first seven weeks are bounded from Cyrus to Darius, and the remaining sixty-two from Darius to Pompey, the Roman general.
8:2.80
καὶ κατὰ τρίτην δὲ θεωρίαν εὕροις ἂν ἄλλως ἀπαριθμούμενος τοὺς χρόνους τῶν ἑπτὰ καὶ ἐξήκοντα δύο ἑβδομάδων, αἳ συντείνουσιν εἰς ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ἐπ αὐτὸν Αὔγουστον καὶ ἐπὶ Ἡρώδὴν τὸν πρῶτον ἐξ ἀλλοφύλου γένους βασιλεύσαντα, καθ οὓς ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γἐνεσις ἱστορεῖται περιγραφομένη, εἰ ἀρξάμενος ἀπὸΔαρείου καὶ τῆς συμπληρώσεως τοῦ ναοῦ τὸν δηλούδηλούμενον ἀριθμὸν ἀναλογίσῃ
若按第三種觀點來看,你會發現,另一種計算年代的方式,是把七個七與六十二個七──共為四百八十三年──算到奧古斯都本人及第一位出身外族而為王的希律為止;正是在他們的時代,我們救主耶穌基督的誕生見於史載;此乃若你從大流士及聖殿完工之時開始計算所指明之數目所得的結果。
And, according to a third way of considering it, you would find, reckoning the times differently, that the seven and sixty-two weeks, which extend to four hundred and eighty-three years, [come down] to Augustus himself and to Herod, the first to reign who was of a foreign race, in whose time the birth of our Savior Jesus Christ is recorded as taking place, if you calculate the number indicated beginning from Darius and the completion of the temple.
8:2.81
Δαρείου γὰρ κατὰ τὸ δεύτερον ἔτος τὸν ἑβδομηγονταετῆ χρόνον τῆς ἐρημώσεωςἹερουσαλὴμ συμπεπεράνθαιὁ προφήτηςΖαχαρίας δηλοῖ λέγων τῇ τετράδι καὶ εἰκάδι, τῷ ἑνδεκάτῳ μηνὶ, αὐτός ἐστι Σαβὰτ, ἐν τῷ δευτέρῳ ἔτει Δαρείου, ἐγένετο λόγος κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου
因為先知撒迦利亞指明,耶路撒冷荒涼七十年的期限,是在大流士第二年完滿的,他說:「二十四日,十一月,就是細罷特月,大流士第二年,主的話臨到比利家的兒子撒迦利亞。」
For the prophet Zechariah indicates that the seventy-year period of the desolation of Jerusalem was completed in the second year of Darius, saying, ‘On the twenty-fourth day, in the eleventh month, that is Shebat, in the second year of Darius, the word of the Lord came to Zechariah son of Berechiah.’
8:2.82
εἶθ ἐξῆς ἐπιλέγει καὶἀπεκρίθη ὁ ἄγγελος κυρίου, καὶ εἶπεν, κύριε παντοκράτωρ, ἴως τίνος οὐ μὴ ἐλεήσῃς τὴνἹερουσαλὴμ καὶ τὰς πόλειςἸούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος; τοῦτον δὴ οὖν αὐτὸν τῷ θείῳ πνεύματι θεωρήσας ὁ Δανιὴλ τὸν χρόνον σημειοῦται λέγων ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ἰερεμίαν τὸν προφήπροφήτην, εἰς συμπλήρωσιν ἐρημώσεως Ἰερουσαλὴμ, ἐβδοἑβδομήκοντα ἔτη, καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύῥίον τὸν θεόν μου, τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν
隨後他又接著說:「主的天使便回答說:全能的主啊,你不憐憫耶路撒冷和猶大的城邑,輕看它們這七十年,要到幾時呢?」正是這同一時段,但以理藉著神聖的靈察見,並將其記下,他說:「我但以理從書卷中明白年數,就是主的話臨到先知耶利米論耶路撒冷荒涼期滿的七十年;我便向主我的神轉臉,尋求禱告懇求。」
Then next he adds, ‘And the angel of the Lord answered and said, Lord Almighty, how long will you not have mercy on Jerusalem and the cities of Judah, which you have disregarded these seventy years?’ It was this very period, then, that Daniel, having beheld it by the divine Spirit, notes down, saying, ‘I, Daniel, understood in the books the number of the years concerning which the word of the Lord came to Jeremiah the prophet, for the fulfillment of the desolation of Jerusalem, seventy years; and I set my face toward the Lord my God, to seek prayer and supplication.’
8:2.83
εἶτα μετὰ τὴν εὐχὴν ἐπιφανεὶς αὐτῷ ὁ ἄγγελος θεσπίζει τὰ περὶ τῶν ἑβδομήκοντα ἑβδομάδῶν, καὶ τὸν χρόνον ὅθεν δεῖ ἄρχεσθαι ἀριθμεῖν σημαίνει λέγων καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομήσαι Ἱερουσαλὴμ ἴως χριστοῦ ἡγουμένου. γέγονε μὲν οὖν ἀπόκρισις πρώτη Κύρου οἰκοδομηθῆναι τὴν Ἰερουσαλὴμ, οὐ μὴν εἰς ἔργον ἐχώρησε, τῶν περιοίκων κεκωλυκότων
隨後,禱告之後,天使向他顯現,宣告了關於七十個七的事,並指明計算年數應從何時開始,說:「你當知道、當明白:從有話出去,要應答並建造耶路撒冷,直到受膏的領袖。」於是,最初的回應是在古列的時代,關於建造耶路撒冷;然而此事並未真正付諸實行,因為周圍的鄰邦加以阻撓。
Then, after the prayer, the angel, appearing to him, proclaims the things concerning the seventy weeks, and signifies the time from which the reckoning must begin, saying, ‘And you shall know and understand, from the going forth of the word, to answer and to build Jerusalem, until an anointed leader.’ Now the first answer, that Jerusalem should be built, came in the time of Cyrus, but it did not proceed to actual work, since the surrounding peoples had prevented it.
8:2.84
Δαρείου δὲ μετὰ ταῦτα κελεύσαντος καὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ κατ αὐτὸν συντελεσθείσης ἡ τοῦ Λανιηλ εντεύθεν προφητεία τήν καταρχήν τής έκβάσεως έλάμβανεν, ή τε φάσκουσα άπο έξόδον λόγον τού άποκριθήναι καϊ τού οίκοδομήσαι 'ίερουύαλήμ καϊ δι ης είρηται εγώ Λανιήλ συνήκα έν ταίς βίβλοις τον αριθμόν τών έτών, ός έγενήθη λόγος κυρίου προς Ιερεμίαν τον προφήτην, εις συμπλήρωσαν έρημώσεως Ιερουσαλήμ, έβδομήκοντα έτη
但此後,大流士下令,聖殿建造在他任內完成之後,但以理的預言便從此處開始其應驗──那預言說:「從有話出去,要應答並建造耶路撒冷」,並藉此說:「我但以理從書卷中明白年數,就是主的話臨到先知耶利米論耶路撒冷荒涼期滿的七十年。」
But afterward, when Darius commanded, and the building of the temple had been completed under him, the prophecy of Daniel took from this point the beginning of its fulfillment — the prophecy which says, ‘from the going forth of the word, to answer and to build Jerusalem,’ and through which it is said, ‘I, Daniel, understood in the books the number of the years concerning which the word of the Lord came to Jeremiah the prophet, for the fulfillment of the desolation of Jerusalem, seventy years.’
8:2.85
κατά γούν το δεύτερον έτος Λαρείου η συμπλήρωσις τής εβδομηκονταετηρίδος άποδέδεικται περαιωθεΐσα, ώστε έξ άπαντος άρχεσθαι δει ν ημάς τών έβδομήκοντα εβδομάδων από τής εξηκοστής καϊ έκτης 'Ολυμπιάδος και από δευτέρου έτους Λαρείου, έν ω τά τής οικοδομής περαιούται
於是,在大流士第二年,七十年期限的滿足已見證完成,因此我們必須無論如何都從第六十六屆奧林匹克運動會、亦即大流士第二年──即建造之事完成之時──開始計算七十個七。
In the second year of Darius, then, the fulfillment of the seventy-year period is shown to have been accomplished, so that we must in every way begin the seventy weeks from the sixty-sixth Olympiad and from the second year of Darius, in which the matters of the building were completed.
8:2.86
έντεύθεν γούν εί τους έπομένους χρόνους άριθμήσειας, εύροις άν έπ' ι αυτόν Ήρώδην μόναρχόν τε Ρωμαίων Αυγουστον, καθ' ους η τού σωτήρος ημών έπέφανε τω βίω γένεσις, τά τετρακόσια όγδοήκοντα τρία έτη, αϊ είσιν επτά καϊ έξήκοντα δύο εβδομάδες, κατά τήν τού Δανιήλ προφητείαν περιοριζόμενα
由此起算,若你計算其後歷年,你便會發現,直到希律本人以及羅馬獨掌大權的君主奧古斯都──正是在他們的時代,我們救主的誕生顯現於世──共為四百八十三年,即七個七加六十二個七,按但以理的預言劃定其界限。
From this point, then, if you were to number the succeeding years, you would find, down to Herod himself and Augustus, sole ruler of the Romans, in whose time the birth of our Savior appeared to the world, the four hundred and eighty-three years, which are seven and sixty-two weeks, bounded according to the prophecy of Daniel.
8:2.87
άπο γάρ τής εξηκοστής και έκτης 'Ολυμπιάδος έπϊ τήν εκατοστή ν όγδοηκοστήν έκτην γίνονται Ολυμπιάδες μεταξύ εκατόν είκοσι μία, έτη τετρακόσια όγδοήκοντα τέσσαρα, τετραετίαν τής Ολυμπιάδος έπεχούσης, καθ* όν καιρόν Αύγουστος 'Ρωμαίων βασιλεύς πεντεκαιδέκατον έτος τής βασιλείας έπέχων Αιγύπτου κρατεί κάί τής λοιπής οικουμένης, ύφ ου πρώτος άλλόφυλος Ηρώδης τήν τών 'Ιουδαίων έγχειρίξεται βασιλείαν, γεννάται ό σωτήρ καϊ κύριος ημών 'Ιησούς ό Χριστός τού θεού, κατά το αυτό συντρεχόντων τών χρόνων τής γενέσεως αύτού καϊ τής συμπληρώσεως τών παρά τω Λανιήλ επτά καϊ έξήκοντα δύο έβδομάδων' μεθ' άς διηρημένης καϊ μακράν άπεσχοινισμένης μετα πλεῖστα ὅσα τὰ μεταξὺ προφητευόμενα τῆς λειπούσης μιᾶς ἑβδομάδος, τὰ λοιπὰ πάντα διὰ μέσου τῆς τοῦ χρησμοῦ προρρήσεως εἰρημένα ἐπιτελεῖται, ἃ καὶ αὐτὰ τοῦτον ἔχει τὸν τρόπον μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ. καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς
因為從第六十六屆奧林匹克運動會到第一百八十六屆,中間相隔一百二十一屆奧林匹克運動會,即四百八十四年,每屆奧林匹克運動會含四年之期──此時羅馬王奧古斯都在位第十五年,掌控埃及及天下其餘各地,在他治下,希律作為第一位出身外族者,接掌猶太人的王位,而我們的救主與主、神的基督耶穌,便在此誕生──他誕生的時刻,恰與但以理書所記六十二個七加七個七的滿足時刻同時發生。此後,這數目便被分開,且相距甚遠;在其間有極多預言之後,關於那所餘的一個七,其餘一切藉著這神諭預言之言所說的事,便得以應驗──這些事是這樣說的:「六十二個七加七個七之後,受膏者必被剪除,他毫無罪責;他必與那將要來的領袖一同毀滅這城與聖所,他們必如遭洪水沖沒般被剪除,直到戰爭的終局,荒涼的事已被註定。」
For from the sixty-sixth Olympiad to the one hundred and eighty-sixth, there come, between them, one hundred and twenty-one Olympiads, [that is] four hundred and eighty-four years, each Olympiad comprising a four-year period — at which time Augustus, king of the Romans, in the fifteenth year of his reign, held sway over Egypt and the rest of the inhabited world, under whom Herod, the first of a foreign race, received in hand the kingdom of the Jews, and our Savior and Lord, Jesus the Christ of God, was born — the times of his birth and the completion of the sixty-two and seven weeks recorded in Daniel coinciding at the very same point. After these, once divided off and set far apart, after very many things prophesied in the interval concerning the one remaining week, all the rest, spoken through the midst of the oracle’s prediction, is accomplished — matters which run in this manner: ‘And after the sixty-two and seven weeks an anointed one shall be cut off, and there is no judgment in him; and he shall destroy the city and the holy place together with the coming leader, and they shall be cut off in a flood, and even to the end of the war it is decreed with desolations.’
8:2.88
καὶ ταῦτα δὲ ἐναργῆ τὴν ἔκβασιν εἴληφε κατ αὐτὸν Αὔγουστον καὶ Ἡρώδην, εἰς οὓς τὰς προειρημένας ἑπτὰ ἑβδομάδας συγκεφαλαιοῦσθαί φαμεν. ὁδῷ γοῦν καὶ τάξει τοῦ κατὰ τὴν ἀρχιερωσύνην χρίσματος μέχρι τῶν Ἡρώδου καὶ Αὐγούστου χρόνων διαρκέσαντος, τῆς τε διαδοχῆς τῶν πάλαι ἀρχιερέων ἐπὶ Ἀλέξανδρον τὸν Ὑρκανοῦ πατέρα περιγραφείσης, Ἡρώδης τὸν Ὑρκανὸν ἀνελὼν οὐκέτι τοῖς ἐκ πατέρων διαδόχοις ἐπιτρέψαι λέγεται τὴν λειτουργίαν, ἀλλά τισιν ἀσήμοις μοις καὶ ἀφανέσιν ἀνθρώποις
這些事,也在奧古斯都與希律的時代得以明顯應驗,我們說,前述的七個七正是在他們身上總結完成。原來按著次序,大祭司職分的膏立一直延續到希律與奧古斯都的時代;而古代大祭司的世系,則以許爾堪之父亞歷山大為終結。希律殺了許爾堪之後,據說便不再把這職務交給父傳子承的繼承人,而是交給一些不知名、無聲望的人。
And these things too have received a clear fulfillment in the time of Augustus himself and of Herod, in whom we say the aforementioned seven weeks are summed up. In due course and order, then, the anointing pertaining to the high priesthood having continued until the times of Herod and Augustus, and the succession of the ancient high priests having been marked off as ending with Alexander, the father of Hyrcanus, Herod, having killed Hyrcanus, is said no longer to have entrusted the ministry to those who succeeded by descent from their fathers, but to certain obscure and undistinguished men.
8:2.89
τοῦτο δὲ καὶ ὁ χρησμὸς προλαβὼν ἐθέσπισεν εἰπὼν καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἐξήκοντα δύο ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ
這事,神諭也早已預先宣告,說:「七個七與六十二個七之後,膏抹必被剪除,他毫無罪責。」
And this the oracle also foretold in advance, saying, ‘And after the seven and sixty-two weeks an anointing shall be utterly destroyed, and there is no judgment in him.’
8:2.90
ὅπερ σαφῶς καὶ οἶ λοιποὶ τεθείκασιν ἑρμηνευταί· ὁ μὲν Ἀκύλας φήσας καὶ μετὰ τὰς ἑπτὰ ἑβδομάδας καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται ἠλειμμένος καὶ οὐκ ἔστιν αὐτῷ· ὁ δὲ Σύμμαχος καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἐξήκοντα δύο ἐκκοπήσεται χριστὸς, καὶ οὐχ ὑπάρξει αὐτῷ ὅθεν μάλιστα παρίστασθαί μοι δοκεῖ χριστὸς ἡγούμενος εἶναι ὁ κατὰ τὴν ἡμετέραν ἀπόδοσιν δεδηλωμένος
這一點,其餘的譯者也明白地表達過:阿奎拉譯作:「七個七與六十二個七之後,受膏者必被剪除,他一無所有。」西馬庫譯作:「七個七與六十二個七之後,受膏者必被剪除,他將無所存留。」由此看來,在我看來,這尤其足以證明「受膏的領袖」正是按照我們的詮釋所指明的那位。
This the other translators have also clearly set down: Aquila, saying, ‘And after the seven weeks and sixty-two an anointed one shall be utterly destroyed, and there is nothing for him’; and Symmachus, ‘And after the seven weeks and sixty-two an anointed one shall be cut off, and there shall be nothing existing for him.’ From which it seems to me especially to be established that ‘the anointed leader’ is what has been shown according to our interpretation.
8:2.91
μετὰ γοῦν τὴν τῶν εἰρημένων ἑβδομάδων συμπλήρωσιν ἐξολοθρευθήσεται χριστός φησί. τίς δὲ οὗτος ἢ ὁ ἡγούμενος καὶ ὁ κατὰ διαδοχὴν ἐξ ἱερατικοῦ γένους τοῦ ἔθνους προεστώς; διέμενε γοῦν οὗτος εἰς ὅσον οὔπω τὰ τῶν ἑβδομάδων ἐπληροῦτο· ἐπειδὴ δὲ τέλος ἐλάμβανον αὗται, ἀκολούθως τῇ προφητείᾳ ἐξεκόπη ὁ ἐκ διαδοχῆς γένους τοῦ ἔθνους προεστώς. οὗτος δὲ ἦν Ὑρκανὸς, ὃν αὐτὸς Ἡρώδης ἀνελὼν τὴν κατὰ τοῦ ἔθνους βασιλείαν μηδὲν αὐτῷ διαφέρουσαν ὑφαρπάζει, πρῶτός τε αὐτὸς ἀλλόφυλος ἡγεῖται
那麼,在所述諸七滿足之後,「受膏者必被剪除」,經上如此說。這位受膏者是誰呢?豈不正是那位領袖──即按世系承接、出於祭司家族而統理此民族者嗎?此人一直存留,直到諸七尚未滿足之時;但當這些七數告終之時,按著預言,那按家族世系繼承而統理此民族者便被剪除了。此人便是許爾堪,希律親手將他殺害,篡奪了那與他毫無干係的此民族之王位,並成為第一位以外族人身分統治此民族者。
After the completion of the aforesaid weeks, then, ‘an anointed one shall be utterly destroyed,’ it says. Who is this but the leader — the one who, by succession, presided over the nation from the priestly family? This man, then, continued as long as the number of the weeks was not yet fulfilled; but when these came to their end, in accordance with the prophecy, the one who presided over the nation by succession of family was cut off. This was Hyrcanus, whom Herod himself, having slain him, seized the kingship over the nation — which was of no concern to him [by right] — and was himself the first foreigner to rule.
8:2.92
οὐ μόνος δὲ ἄρα ὁ Ὑρκανὸς χριστὸς ὢν καὶ τῶν πάλαι ἀρχιερέων ὕστατος ἐξεκόπη, ἀλλὰ καὶ ἡ ἐκ προγόνων ἄνωθεν ἐκ τῶν πρόπαλαι ἀρχιερέων κατιοῦσα διαδοχὴ, αὐτό τε τὸ κατὰ νόμους χρῖσμα οὐκέτι κατὰ κρίσιν γινόμενον, ἀτάκτως δὲ καὶ συγκεχυμένως, οὐ κατὰ τὰ παρὰ Μωσεῖ νενομοθετημένα· συνέτρεχε δὲ ὁμοῦ πάντα ἀκολούθως τῇ προφητείᾳ φησάσῃ ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ
於是,並非只有許爾堪──他是一位受膏者,也是古代大祭司的末位──被剪除,那從遠古先祖、從歷代大祭司相傳而下的世系,也一同被剪除,甚至按律法而立的膏立本身,也不再按公正的裁斷而行,而是無秩序、混亂地進行,不再依循摩西所立的律法。這一切事都同時發生,正應驗了預言所說:「膏抹必被剪除,他毫無罪責。」
It was not, then, Hyrcanus alone, being an anointed one and the last of the ancient high priests, who was cut off, but also the succession descending from the ancestors of old, from the high priests of ancient time, together with the very anointing according to the laws, which no longer came about according to just judgment, but disorderly and in confusion, not according to what had been legislated by Moses. All these things coincided together, in accordance with the prophecy which said, ‘An anointing shall be utterly destroyed, and there is no judgment in him.’
8:2.93
μάρτυς ἀξιόχρεως τούτων ὁ ἐξ αὐτῶν Ἑβραίων Ἰώσηπος, ὧδέ πως ἱστορῶν τὰ κατὰ τοὺς χρόνους ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαικῆς Ἀρχαιολογίας τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους, οὗτοι δὲ ἦσαν οἱ καλούμενοι Μακκαβαῖοι, καθίστησιν ἀρχιερεῖς, ἀλλά τινας ἀσήμους καὶ μόνον ἐξ Ἑβραίων ὄντας, πλὴν ἑνὸς Ἀριστοβούλου, ὃν Ὑρκανοῦ υἱὸν ὄντα καταστήσας ἀρχιερέα τῇ ἀδελφῇ αὐτοῦ συνῴκησε Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς αὐτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην
對此的可信見證人,正是希伯來人約瑟夫本人,他在《猶太古史》第十八卷中如此記述當時之事:「希律從羅馬人手中接掌王位之後,便不再委任出自哈斯摩尼家族者──即所謂馬加比家族者──為大祭司,而是委任一些沒沒無聞、僅具希伯來血統的人,唯有亞里斯多布勒斯例外;他既是許爾堪之子,希律便立他為大祭司,並娶了他的妹妹瑪利亞美,藉著對許爾堪的懷念,博取民眾對自己的好感。」
A trustworthy witness of these things is Josephus, himself a Hebrew, who records the events of these times in this manner, in the eighteenth book of the Jewish Antiquities: ‘But Herod, having received the kingship from the Romans, no longer appointed as high priests those of the Hasmonean family — these were the ones called Maccabees — but certain obscure men, who were only Hebrews, except for one, Aristobulus, whom, being the son of Hyrcanus, he appointed high priest, and married his sister Mariamme, seeking to win over to himself the goodwill of the multitude on account of the memory of Hyrcanus.’
8:2.94
εἶτα δεδιὼς μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν ἀνεῖλεν αὐτόν ἐν Ἱεριχοῖ, πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν. μετὰ τοῦτον οὐκέτι τοῖς ἐκγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν·. ἔπραξε δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων Ἀρχέλαος τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦτον Ῥωμαῖοι τὴν τῶν Ἰουδαίων βασιλείαν παρειληθότες
「隨後,希律恐怕眾人都轉向亞里斯多布勒斯,便設計害死他,在耶利哥使其游泳時被淹死,這一點我們已述及。此後,希律便不再將大祭司職委託給哈斯摩尼諸子的後裔。他的兒子亞基老在委任大祭司一事上,也做了同樣的事;亞基老之後,接管猶太人王位的羅馬人也是如此。」(此段應以引號承接 8:2.93 開啟的約瑟夫引文,直至此段結尾)
‘Then, fearing lest all should incline toward Aristobulus, he did away with him at Jericho, having contrived that he should be drowned while swimming, as we have already shown. After him, he no longer entrusted the high priesthood to the descendants of the sons of Hasmoneus. And his son Archelaus did likewise, in the matter of the appointment of high priests, and after him the Romans, having taken over the kingdom of the Jews.’ (continue the Josephus quotation opened in 8:2.93 with opening/closing quotation marks bracketing this whole paragraph)
← 上一段下一段 →
← 第 7 章第 9 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。