📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的證明

福音的證明 第 9 章 第 2/4 段

希臘文原文.63 節.部分字詞可點開查義.本章太長已分段,此段為 9:5.10–9:10.2(全章共 213 節)

← 第 8 章第 10 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
9:5.10
ζητῶν δὲ παρ ἐμαυτῷ τί ἄρα ἦν τὸ ἐκπλῆξαν τοὺς πολλοὺς ἐν τῷ Ἰωάννῃ, ὡς θαυμάσαι αὐτὸν καὶ κηρύττοντι βάπτισμα μετανοίας πιστεῦσαι, πάντας τε πανταχόθεν τὰ οἰκεῖα ἀπολιπόντας συρρεῖν ἐπὶ τὴν ἔρημον, μάλιστα ὅτε μηδεμίαν αὐτοῦ πρᾶξιν ἱστοροῦσιν οἱ λόγοι· οὔτε γὰρ νεκροὺς ἐγείρας οὔτε ἕτερα θαύματα πεποιηκὼς ἀναγέγραπται· τί δὴ οὖν ἦν τὸ ἐκπλῆξαν τοὺς πάντας; ἢ μήποτε ὁ ξένος καὶ παραλλάττων τοὺς πολλοὺς αὐτοῦ βίος; προῄει γὰρ ἐκ τῆς ἐρήμου ξένην ἠμφιεσμένος στολὴν, πάσαν δὲ τὴν κοινὴν ἀνθρώπων διατριβὴν ἐκτρεπόμενος οὔτε γοῦν εἰς κώμην οὔτε εἰς πόλιν οὔτε εἰς κοινὸν σύλλογον ἀνδρῶν παρέβαλλεν, ἀλλὰ οὐδὲ τῆς κοινῆς μετεῖχε τροφῆς·
我心中思索,究竟是什麼使群眾對約翰如此驚訝,以致他們對他感到驚奇,並相信他所宣講的悔改洗禮,且眾人紛紛從各處撇下自己的家業,湧向曠野——尤其這些記載並未記述他行過什麼〔神蹟之類的〕事蹟(因為並未記載他曾叫死人復活,或行過其他奇事)——那麼,究竟是什麼使眾人如此驚訝呢?莫非正是他那與眾不同、迥異於常人的生活方式?因為他從曠野出來,身穿奇特的衣裳,避開一切人群常聚之處,既不進入村莊,也不進入城市,也不參與任何人群的公共集會,甚至也不吃尋常的食物。
Now, inquiring within myself what it was that so astonished the multitudes concerning John, that they marveled at him and believed him as he preached a baptism of repentance, and that all people from every quarter, leaving their own homes, streamed together into the wilderness -- especially since the accounts record no deed of his in the way of miracles (for he is not recorded to have raised the dead, nor to have performed other wonders) -- what, then, was it that astonished them all? Was it not, perhaps, his strange manner of life, so different from that of the many? For he came forth from the wilderness clothed in a strange garment, and shunned every common resort of men, neither turning aside into village nor city nor any common gathering of men, nor even partaking of common food.
9:5.11
γέγραπται γοῦν ὡς ἐκ τῆς τοῦ παιδὸς ἡλικίας ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς Ἰσραήλ· ἀλλὰ καὶ τὸ ἔνδυμα αὐτοῦ ἦν ἐκ τριχῶν καμήλων πεποιημένον, ἡ δὲ τροφὴ αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον
經上記載,他自孩童時起,便住在曠野,直到他向以色列顯現的日子;此外,他的衣服是用駱駝毛做的,他的食物是蝗蟲與野蜜。
It is written, indeed, that from the age of a child he was in the deserts, until the day of his manifestation to Israel; and moreover, that his clothing was made of camel's hair, and his food locusts and wild honey.
9:5.12
μή πη οὖν ὁρῶντες ἄνδρα, ναζιραῖον μὲν θεοῦ τὴν τρίχα, θεοπρεπὲς δὲ πρόσωπον ὑποφαίνοντα, σχῆμά τε ξένον περιβολῆς ἠμφιεσμένον, ἀθρόως ποθὲν ἐξ ἀφανοῦς ἐρήμου φαινόμενον, καὶ μετὰ τὸ κήρυγμα πάλιν εἰς τὴν ἔρημον καὶ εἰς τὸ ἀφανὲς ὑποχωροῦντα, καὶ ἄποτον, ἄτροφον, ἀκοινώνητον τοῖς πολλοῖς, εἰκότως ἐξεπλήττοντο, μηδ ἄνθρωπον αὐτὸν ὑπονοοῦντες ὑπάρχειν; πῶς γὰρ οὐ τὸν μηδὲ ἒν χρείᾳ τροφῆς γινσμενον; διὸ καὶ ἄγγελον αὐτὸν ὑπειλήφεσαν εἶναι, τοῦτον αὐτὸν ἐκεῖνον τὸν διὰ τοῦ προφήτου δηλούμενον κατὰ τὸ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.· κέχρηται γοῦν τῇ παραθέσει καὶ ταύτης τῆς γραφής Μάρκος ὁ εὐαγγελιστής
難道不正是因為他們看見一個蓄髮如同拿細耳人歸給神、面容顯出神聖之相、身著奇特服飾之人,忽然從曠野某個隱秘之處顯現,宣講完畢後又退回曠野、隱沒不見,不飲、不食尋常之物、不與眾人來往——他們理所當然地感到驚駭,甚至不猜想他是個人嗎?因為,一個完全不需要食物的人,他們怎能不驚訝呢?因此,他們竟以為他是天使——正是那藉先知所預表的那一位,如經上所說:「看哪,我差遣我的使者在你前面,他必在你前面預備你的道路。」福音史家馬可也曾引用此段經文。
Was it not, then, that seeing a man who was a Nazirite of God in respect of his hair, showing forth a countenance befitting God, clothed in a strange manner of dress, appearing suddenly, coming from some unseen place in the wilderness, and after his preaching withdrawing again into the wilderness and into obscurity, drinking nothing, eating nothing ordinary, having no dealings with the multitude -- they were, not unreasonably, amazed, not even suspecting him to be a man? For how could they not marvel at one who had no need of food at all? Wherefore they had also supposed him to be an angel -- this same one who is signified through the prophet in the words, ‘Behold, I send my messenger before your face, who shall prepare your way before you’ -- of which passage the evangelist Mark has indeed made use in citation.
9:5.13
καὶ ὁ σωτὴρ δὲ μαρτυρεῖ λέγων ἦλθεν ὁ Ἰωάννης πρὸς ὑμὰς μήτε ἐσθίων μήτε πίνων, καὶ λέγετε, δαιμόνιον ἔχει
救主自己也曾作見證,說:「約翰來,也不吃也不喝,你們就說:他是被鬼附著的。」
The Savior himself also bears witness, saying: ‘John came to you neither eating nor drinking, and you say, He has a demon.’
9:5.14
τοὺς γὰρ ἀπιστοῦντας καὶ πρὸς. τὰ ἀληθῆ δυσχερεῖς καὶ δυσενδότους εἰκὸς ἦν διὰ τὸν εἰρημένον τοῦ Ἰωάννου βίον τοιαῦτα αὐτὸν βλασφημεῖν, ὡς ἔμπαλιν τοὺς συνῃσθημένους τῆς κατ αὐτὸν ἀρετῆς ἄγγελον ὑπολαμβάνειν. ταῦτα γοῦν ἡγοῦμαι τοῖς τὸν Ἰωάννην ὁρῶσι θαῦμα περὶ αὐτοῦ παρασχεῖν· διὸ καὶ συνέτρεχον πανταχόθεν ἐπὶ τὴν δι αὐτοῦ κηρυττομένην τῆς ψυχῆς χῆς κάθαρσιν
因為那些不信、心硬、頑抗真理之人,很自然地會因約翰上述的生活方式而如此褻瀆他——正如反過來,那些察覺他德行卓越的人,卻認為他是天使一樣。我認為,這正是使那些看見約翰之人對他心生驚異的緣故;因此,他們也才從四面八方湧來,接受藉他所宣講的靈魂潔淨之禮。
For it was natural that those who were unbelieving and hard and resistant toward the truth should, on account of John's aforementioned manner of life, blaspheme him in this way -- just as, conversely, those who perceived his excellence supposed him to be an angel. This, then, I consider to have furnished those who beheld John with amazement at him; wherefore also they flocked together from every quarter to the cleansing of the soul that was proclaimed through him.
9:5.15
μέμνηται δὲ τῆς κατ αὐτὸν ἱστορίας Ἰώσηπος ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας τοῦτον γράφων τὸν τρόπον τισὶ δὲ τῶν Ἰουδαίων ἐδόκει ὀλωλέναι τὸν Ἰουδαίων στρατὸν ὑπὸ τοῦ θεοῦ, καὶ μάλα δικαίως τιννυμένου κατὰ ποινὴν Ἰωάννου τοῦ καλουμένου βαπτιστοῦ. κτείνει γὰρ τοῦτον Ἡρώδης ἀγαθὸν ἄνδρα, καὶ τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκοῦσι καὶ τῇ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ πρὸς θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι. οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν ἀποδέκτην αὐτῷ φαίνεσθαι. Απὸ τοὐ αὐτοῦ
約瑟夫斯也在其《猶太古史》第十八卷中提及此人的事蹟,如此寫道:「但有些猶太人認為,猶太人的軍隊之所以被神所滅,實乃出於公正的報應,是為報復對那稱為施洗者約翰所施的懲罰。因為希律殺害了他,一個善良的人,他曾勸勉猶太人操練德行,彼此以公義相待,對神懷存虔敬,並藉洗禮聚集在一起;因為在他看來,洗禮如此便蒙悅納。」錄自同一位作者:
Josephus also makes mention of the history concerning him, in the eighteenth book of the Jewish Antiquities, writing in this manner: ‘But to some of the Jews it seemed that the army of the Jews had been destroyed by God, and that most justly, in requital for the punishment of John who was called the Baptist. For Herod killed him, a good man, who bade the Jews, practicing virtue and using both righteousness toward one another and piety toward God, to come together in baptism; for thus indeed did baptism appear acceptable to him.’ From the same author:
9:6.1
Εύφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει, καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου, καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, κα ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου
「乾渴的曠野啊,你要歡喜;沙漠要快樂,要如百合花開放;它必開花,約旦河的荒地也必歡喜快樂,黎巴嫩的榮耀已賜給了它,並迦密的尊榮;我的百姓必看見主的榮耀。」
‘Be glad, O thirsty wilderness, let the desert rejoice, and let it blossom as a lily; and it shall blossom forth, and the waste places of the Jordan shall rejoice, and the glory of Lebanon has been given to it, and the honor of Carmel; and my people shall see the glory of the Lord.’
9:6.2
οἶς ἐπιλέγει ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα, παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰδχύσατε, μὴ φοβεῖσθε. ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ άνταποδώσει. αὐτὸς ἤξει καὶ σώσει ἡμὰς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων· ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ
接著他又說:「你們要使軟弱下垂的手強壯起來,使無力戰兢的膝穩固;你們心中膽怯的人哪,要得安慰;要剛強,不要懼怕。看哪,我們的神施行審判,也必施行報應;他必親自來,拯救我們。那時,瞎子的眼必睜開,聾子的耳必聽見;那時,瘸子必跳躍如鹿,口吃者的舌頭必說話清楚;因為在曠野必有水湧出,在乾旱之地必有溪澗。」
To which he adds: ‘Be strong, you slackened hands and feeble knees; be comforted, you who are faint-hearted in mind; be strong, do not fear. Behold, our God renders judgment and will render recompense; he himself shall come and shall save us. Then shall the eyes of the blind be opened, and the ears of the deaf shall hear; then shall the lame man leap as a deer, and the tongue of the stammerers shall be clear; for water has broken forth in the wilderness, and a torrent-valley in the thirsty land.’
9:6.3
Καὶ ταῦτα διὰ τῶν τοῦ σωτῆρος ἡμῶν προφαως παραδόξων ἔργων ἐπληροῦτο μετὰ τὸ Ἰωάννου κήρυγμα. ὅρα τοιγαροῦν ὅπως τὴν ἔρημον εύαγγελίζεται, οὐχ ἁπλῶς, οὐδὲ τὴν τυχοῦσαν, ἀλλ ἐκείνην ἀφωρισμένως καὶ μόνην τὴν παρὰ τῷ Ἰορδάνῃ ποταμῷ. ταμῷ
這些事,也在約翰宣講之後,藉著我們救主明顯的奇異作為得以應驗。由此可以看出,得蒙福音所臨到的,乃是曠野——並非泛泛而言的任何曠野,而是特別劃定、唯獨那一處,即位於約旦河邊的那個曠野。
And these things too were fulfilled, after John's preaching, through the manifestly marvelous works of our Savior. Observe, then, how it is the wilderness that is evangelized -- not simply, nor any wilderness whatsoever, but that particular one, marked out and alone, namely the one beside the river Jordan.
9:6.4
ἐπειδήπερ παρὰ ταύτῃ διατρίβων ὁ Ἰωάννης ἐβάπτιζεν, ὡς ἡ γραφὴ μαρτυρεῖ λέγουσα ἐγένετο Ἰωάννης ἐν τῇ ἐρήμῳ βαπτίζων, καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ
因為約翰正是在那地方逗留,施行洗禮,正如經上所見證的:「約翰在曠野施洗,猶太全地和耶路撒冷的眾人,都出來到他那裡,在約旦河裡受他的洗。」
For it was there, tarrying in that place, that John baptized, as Scripture testifies, saying: ‘John was in the wilderness, baptizing, and all the country of Judea went out to him, and all those of Jerusalem, and were baptized by him in the Jordan.’
9:6.5
τὴν μὲν οὖν ἔρημον τῆς πάλαι πάντων τῶν κατὰ θεὸν ἀγαθῶν ἐρήμου, λέγω δὴ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, σύμβολον περιέχειν ἡγοῦμαι, τὸν δὲ ποταμὸν τὸν ἐπὶ τῆς ἐρήμου καθαίροντα πάντας τοὺς ἀπολουομένους ἐν αὐτῷ καθαρσίου τινὸς εἶναι κατὰ διάνοιαν θεωρουμένου εἰκόνα, περὶ οὗ διαλαλοῦσιν αἱ γραφαὶ λέγουσαι ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ
所以我認為,那曠野——那昔日缺乏一切屬神美善之物的曠野,我是指從外邦人中招聚而成的教會——含有一種象徵;而那流經曠野、潔淨一切在其中受洗者的河流,則是某種心智所思念的潔淨之表像,論到這河,經上如此宣講說:「河的支流使神的城歡喜。」
I think, then, that the wilderness — the wilderness once destitute of all good things pertaining to God, I mean the Church gathered from the nations — contains a symbol of this; while the river upon the wilderness, which cleanses all who are washed in it, is an image of a certain purification contemplated in the mind, concerning which the Scriptures speak, saying, "The streams of the river make glad the city of" [God].
9:6.6
σημαίνει δὲ τοῦτο τὴν ἀέναον ἐπιρροὴν τοῦ θείου πνεύματος ἄνωθεν πηγάζοντος καὶ τὴν τοῦ θεοῦ πόλιν ἄρδοντος, οὕτω καλουμένης τῆς κατὰ θεὸν πολιτείας. οὗτος δὴ οὖν ὁ ποταμὸς τοῦ θεοῦ καὶ μέχρι τῆς ἐρήμου κατελήλυθεν, δηλαδὴ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ταύτῃ τῶν ἐν αὐτῷ ζωτικῶν ναμάτων εἰσέτι νῦν ἐπιχορηγεῖ. πρὸς τούτοις ἡ προφητεία τῇ δηλωθείσῃ ἐρήμῳ δοθήσεσθαί φησι τὴν δόξαν τοῦ Λιβάνου καὶ τὴν τιμὴν τοῦ Καρμήλου
這象徵著神聖之靈那源源不絕、從上湧流而出、澆灌神之城的湧流;那按神而立的國度正是如此稱呼。這神的河流,於是就一直流到了曠野——顯然就是指從外邦人中招聚而成的教會——直到如今,仍供應它其中的活水泉源。此外,預言又說,黎巴嫩的榮耀與迦密的尊榮,將要賜給前面所提到的那曠野。
This signifies the ever-flowing outpouring of the divine Spirit, springing forth from above and watering the city of God — for such is the name given to the commonwealth that is according to God. This river of God, then, has come down even to the wilderness — that is, plainly, to the Church gathered from the nations — and even now still supplies it with the living waters that are in it. In addition to this, the prophecy says that the glory of Lebanon and the honor of Carmel will be given to the aforesaid wilderness.
9:6.7
τίς δ ἔστιν ἡ δόξα τοῦ Λιβάνου ἢ ἡ διὰ θυσιῶν κατὰ τὸν Μώσεως νόμον ἐπιτελουμένη λατρεία, ἣν παραιτησάμενος ὁ θεὸς διὰ τῆς λεγούσης προφητείας ἱνατί μοι λίβανον ἐκ Σαβᾶ φέρετε; καὶ τί μοι πλήθος τών θυσιών υμώνέπϊ τήν §ρημον τοῦ Ἰορδάνον μετατέθεικε τήν δόξαν τής Ιερουσαλήμ, τής κατ εύσέβειαν αγωγής ουκ έπι Ιερουσαλήμ, αλλ έπϊ τής έρημου Ουντελεΐσθαι άρξαμένης από τών Ιωάννου χρόνων
黎巴嫩的榮耀又是什麼呢?豈不就是按摩西律法藉獻祭所行的敬事嗎?神卻藉著這樣說的預言棄絕了它:「你們從示巴帶乳香來給我有何用?你們許多的祭物於我何益?」祂已將耶路撒冷的榮耀轉移到約旦河的曠野;因為按敬虔而行的生活方式,並非始於耶路撒冷,而是從約翰的時候起,開始在曠野中成就。
And what is the glory of Lebanon but the worship performed through sacrifices according to the law of Moses, which God rejected through the prophecy that says, "To what purpose do you bring me frankincense from Sheba? And what to me is the multitude of your sacrifices?" He has transferred the glory of Jerusalem to the wilderness of the Jordan, the course of life according to piety beginning to be accomplished not at Jerusalem, but at the wilderness, from the times of John.
9:6.8
ωσαύτως δ\ καϊ ή τιμή τού νομού τώντε κατ αυτόν σωματικωτερον νενομοθετημένων δέδοται τή έρήμω τού Ιορδανού δια τήν άποδοθείσαν αίτίαν, ότι μηκέτ έπϊ τήν Ιερουσαλήμ προσέφευγον οί τής κατά φνχήν θεραπείας δεόμενοι, αλλά έπι τήν όνομαξομένην έρημον, τής έν αυτή κηρυττομένης αφέσεως τών άμαρτημάτων ενεκεν
同樣地,律法的尊榮,以及依律法所訂立、較屬肉身層面的一切規條之尊榮,也都已被賜予約旦河的曠野,原因與前述相同:凡需要靈魂醫治的人,不再投奔耶路撒冷,而是投奔那名為曠野之地,因為在那裡宣講著罪得赦免的信息。
In the same way, also, the honor of the law, and of the things legislated in it more bodily [that is, in a more corporeal, ritual manner], has been given to the wilderness of the Jordan, for the reason already stated — namely, that those in need of the healing of the soul no longer took refuge at Jerusalem, but at the place called the wilderness, on account of the remission of sins there proclaimed.
9:6.9
οἶμαι δϊ καϊ τού ωτήρος ημών τήν έπϊ τό βάπτισμα παρουσία ν δηλούσθαι διά τού 'καϊ ο λαός μου όφεται τήν δόξα ν κυρίου καϊ τό ύφος τού θεού τότε γάρ και ώφθη τού ωτήρος ημών ή δόξα ότε βαπτισθείς άνέβη από τού ύδατος, καϊ άνεώχθηΟαν αύτώ οί ούρανοί, καϊ είδε τό πνεύμα τού θεού καταβαΐνον ώσεϊ περιστεράν, και μένον έπ' αυτόν, οτε καϊ φωνή έκ τών ουρανών ηκούσθη λέγουσα, ουτός έστιν ό υιός μου ό αγαπητός, έν ω ηύδόκησα. αλλά καϊ πάς ό γνησίως έπϊ τό τού λουτρού παριών μυΟτήριον, τήν περϊ τού Χριστού παραλαβών θεολογίαν, τήν δόξαν αύτού θεάσεται, λέξων αν ομοίως τω Παύλω (εί καϊ έγνώκαμεν κατά σάρκα ΧριΟτόν, άλλά νύν ούκέτι γινώσχομεν. Ἀπό τού Ψαλμού
我認為,我們救主前來受洗一事,也藉著這話得到了預示:「我的百姓必看見主的榮耀,並神的崇高。」因為正是在那時,我們救主的榮耀顯現了出來——就是祂受洗、從水中上來的時候,諸天為祂開了,祂看見神的靈彷彿鴿子降下、停在祂身上,那時也有聲音從天上傳來,說:「這是我的愛子,我所喜悅的。」然而,凡真誠地前來就近這洗禮奧祕、領受了關於基督之神學教訓的人,也必得見祂的榮耀,並會像保羅一樣說:「雖然我們曾按肉身認識基督,但如今卻不再這樣認識了。」錄自《詩篇》。
I think also that the coming of our Savior to baptism is signified by the words, "And my people shall see the glory of the Lord and the majesty of God." For then indeed was seen the glory of our Savior, when, having been baptized, he came up from the water, and the heavens were opened to him, and he saw the Spirit of God descending like a dove and remaining upon him, when also a voice was heard from the heavens, saying, "This is my beloved Son, in whom I am well pleased." Moreover, everyone who comes sincerely to the mystery of the washing, having received the theology concerning Christ, will behold his glory, and would say, like Paul, "Even though we have known Christ according to the flesh, yet now we know him so no longer." From the Psalm.
9:7.1
Ὁ κατσικών έν βοήθεια τού νφίστου έν σκέπη τού θεού τού ούρανού αυλισθησεται. έρεΐ τώ κυρίῳ, ἀντιλήπτωρ μου εἷ καὶ καταφυγή μου, ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ αὐτὸν, ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοὶ, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς
「住在至高者蔭庇下的人,必在天上神的護庇之中安居。他要對主說:『你是我的扶助者,我的避難所,我的神,我的幫助者,我要仰望祂;因為祂必救我脫離獵者的網羅,並脫離擾亂人的言語。祂必用祂的肩背遮蔽你,你必在祂的翅膀下有盼望。』」
"He who dwells in the help of the Most High shall lodge in the shelter of the God of heaven. He shall say to the Lord, 'You are my helper and my refuge, my God, my helper, and in him will I hope; for he shall deliver me from the snare of the hunters, and from the troublesome word. He shall overshadow you with his shoulders, and under his wings you shall hope.'"
9:7.2
ὅπλῳ κυκλώσει σε σε ἡ ἀλήθεια αὐτοῦ, οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. ὅτι σὺ, κύριε, ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου
「祂的真理必如盾牌環繞你;你必不怕黑夜的驚駭,不怕白日飛的箭,不怕黑暗中行走的事,也不怕正午的毀滅與魔鬼。雖有千人仆倒在你旁邊,萬人仆倒在你右邊,這災卻不得臨近你。你不過用眼觀看,親眼看見惡人遭報。因為你,主啊,是我的盼望;你已將至高者當作你的避難所。禍患必不臨到你,災殃也不得臨近你的帳幕。」
"His truth shall encompass you as with a shield; you shall not be afraid of the terror by night, of the arrow that flies by day, of the thing that walks in darkness, of destruction and the noonday demon. A thousand shall fall at your side, and ten thousand at your right hand, but it shall not come near you. Only with your eyes shall you behold, and shall see the reward of sinners. Because you, O Lord, are my hope; you have made the Most High your refuge. No evils shall come upon you, and no scourge shall come near your dwelling."
9:7.3
ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα
「因為祂必為你吩咐祂的使者,在你一切行的道路上保護你。他們要用手托著你,免得你的腳碰在石頭上。你要踏在虺蛇和幼獅身上,你要踐踏獅子和大蛇。」
"For he shall give his angels charge over you, to keep you in all your ways. They shall bear you up in their hands, lest you dash your foot against a stone. You shall tread upon the asp and the basilisk, and you shall trample the lion and the dragon underfoot."
9:7.4
Ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, καθ ὃ ἐνηνθρώπει ἐπινοούμενος, ὁ κατοικῶν λέγεται ἐν βοηθείᾳ τοῦ ὑψίστου, ἐν σκέπη τοῦ θεοῦ καὶ πατρὸς αὐλιζόμενος. οὗτος δὴ οὖν μόνον τὸν πατέρα καὶ οὐδ ἕτερον καταφυγὴν ἐν τῷ καιρῷ τοῦ κατὰ τὸν διάβολον πειρασμοῦ κεκτημένος ἐρρύσθη ποτὲ ἐκ τῶν παγίδων τῶν ἀντικειμένων δυνάμεων, θηρευτῶν νῦν ὀνομαζομένων, ὁπηνίκα, οἷά τις κοινὸς ἄνθρωπος ἀνήχθη εἰς τὴν ἔρημον, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν, ὡς ὁ εὐαγγελιστὴς μαρτυρεῖ, μετὰ τῶν θηρίων
我們的救主、神的基督耶穌,就其成為人這一點而言,被稱作「住在至高者蔭庇下的人」,安居於「神」與父的「護庇」之中。祂唯獨以父為避難所,在魔鬼試探的時候並無其他所倚靠,因而曾一度從敵對勢力(如今被稱為「獵者」)的網羅中得蒙拯救——那時,祂彷彿一介凡人一般被帶到曠野,受魔鬼的試探,在曠野四十晝夜受撒但試探;而且正如福音史家所見證的,祂「與野獸同在」。
Our Savior and Lord Jesus, the Christ of God, considered according to that in which he became man, is said to be "he who dwells in the help of the Most High," lodging "in the shelter of God" and the Father. He, then, having possessed the Father alone and no other as his refuge in the time of temptation by the devil, was on one occasion delivered from the snares of the opposing powers — now called "hunters" — at the time when, as though he were some common man, he was led up into the wilderness to be tempted by the devil, and was in the wilderness forty days and forty nights, being tempted by Satan; and he was, as the evangelist testifies, "with the wild beasts."
9:7.5
ποίων δὲ τούτων ἢ ὧν μνημονεύει ὁ μετὰ χεῖρας Ψαλμὸς, πρὸς τὸν ἐν βοηθείᾳ τοῦ ὑψίστου κατοικοῦντα λέγων ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. οὐ μόνον δὲ ἀπὸ τούτων ῥυσθήσεσθαι τὸν αὐτὸν, ἀλλὰ καὶ ἀπὸ λόγου ταραχώδους φησίν
這些又是什麼野獸呢?豈不正是我們手中這篇詩篇所提及的嗎?詩篇對那住在至高者蔭庇下的人說:「你要踏在虺蛇和幼獅身上,你要踐踏獅子和大蛇。」經文又說,他所要蒙拯救脫離的,不僅是這些,還有那「擾亂人的言語」。
And of what beasts, but those which the Psalm now before us mentions, saying to him who dwells in the help of the Most High, "You shall tread upon the asp and the basilisk, and you shall trample the lion and the dragon underfoot"? And it says that he shall be delivered not only from these, but also "from the troublesome word."
9:7.6
τίς δ ἂν εἴη καὶ οὗτος ἢ ὅνπερ αὐτῷ προύτεινεν ὁ πειράζων κατὰ τὸ ἱερὸν εὐαγγέλιον
這又會是什麼呢?豈不正是那試探者按照聖福音書向祂所提出的那話語嗎?
And what would this be but that which the tempter put before him, according to the holy Gospel?
9:7.7
Τὸ δ αἴτιον τοὐ πειράζεσθαι τὸν τηλικοῦτον σωτῆρα ἡμῶν σκοπῆσαι ἄξιον. μέλλων ἐξ ἀνθρώπων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τά τε ἐνοχλοῦντα πνεύματα καὶ τοὺς ἀκαθάρτους δαίμονας ἐξ αἰῶνος μακροῦ τῶν ἐπὶ γῆς πάντων διὰ τῆς πολυθέου δεισιδαιμονίας κεκρατηκότας ἐλαύνειν, οὐκ ἐκ τοῦ ἀφανοῦς ὥσπερ ἐπικρυπτόμενος ἐπὶ τὰ εἰρημένα παρῄει, τοῖς παρενοχλοῦσι δὲ πρότερον ἀοράτοις ἄρχουσι δι οὗ ἀνείληφεν ἀνθρώπου ἐπιστρατεύσας, καὶ εἰς μέσον αὐτοῦ τοῦ διαβόλου καὶ παντὸς τοῦ δαιμονικοῦ στίφους παρελθὼν, ἐπιβάς τε ἀσπίδι καὶ βασιλίσκῳ, καὶ καταπατήσας λέοντα καὶ δράκοντα, καὶ πολὺ πρότερον καθελὼν τῶν ἀρχοντικῶν ἐχθρῶν χιλιάδας καὶ μυριάδας, τὰς μὲν ἐκ τῶν δεξιῶν, τὰς δὲ ἐκ τῶν εὐωνύμων πολεμούσας, ἀρχάς τε καὶ ἐξουσίας, καὶ δὴ καὶ τοὺς λεγομένους κοσμοκράτορας τοῦ σκότους τούτου, τά τε πνευματικὰ τῆς πονηρίας, πάντα δὴ οὖν ταῦτα τὸ μηδὲν ἰσχύειν ἀπελέγξας, καὶ τέλος αὐτὸν τὸν τῶν κακῶν ἔξαρχον διάβολον τῷ λόγῳ τοῦ στόματος αὑτοῦ μακρὰν ἀποσοβήσας, διελθών τε καὶ ἐμπεριπατήσας τὴν ἀντικειμένην ἅπασαν δύναμιν, καὶ ἑαυτὸν μὲν παρασχὼν τοῖς θέλουσι προσιέναι καὶ πειράζειν, μηδενὸς δὲ στῆναι πρὸς αὐτὸν δεδυνημένου, οὕτως ἐπὶ τὴν τῶν ἀνθρώπων σωτηρίαν παρῄει. διὸ καὶ ὁρῶντες αὐτὸν οἶ δαίμονες ἐπεγίνωσκον ἀπὸ τῆς προδηλωθείσης κατὰ τὴν ἔρημον διατριβῆς, φάσκοντες αὐτῷ τί ἡμῖν καὶ σοὶ Ἰησοῦ υἱὲ τοῦ θεοῦ
值得思考的是,我們這樣偉大的救主為何受試探的緣由。祂即將從人類中間,驅逐一切疾病、一切軟弱,以及那些長久以來藉多神迷信轄制地上眾人的擾亂之靈與污穢鬼魔;祂並非彷彿隱藏在幽暗之中般悄然行此諸事,而是先向那先前擾害人的、看不見的執政者宣戰——藉著祂所取的那個人性——進入魔鬼本身與整個鬼魔軍旅的中央,踏在虺蛇和幼獅身上,踐踏獅子和大蛇;並且遠在此前,已擊倒了執政的仇敵千千萬萬——有些從右邊、有些從左邊來爭戰——就是那些執政的、掌權的,乃至所謂這黑暗世界的掌權者,以及那邪惡的屬靈勢力;祂如此駁斥這一切,證明它們毫無能力,最終更藉著祂口中的話語,將那罪惡的元凶魔鬼遠遠地驅逐;祂穿行、往來於整個敵對的勢力之中,任憑一切想要前來試探祂的都可就近祂,卻無一人能抵擋祂;祂就這樣前去成就人類的救恩。因此,鬼魔看見祂,也就從前面已提及的祂在曠野的居留認出了祂,對祂說:「耶穌,神的兒子,我們與你有什麼相干?」
It is worth considering the cause why so great a Savior as ours was tempted. Being about to drive out from mankind every disease and every infirmity, and the harassing spirits and unclean demons who, from a long age, had held mastery over all people on earth through polytheistic superstition, he did not proceed to the aforesaid works as one who hides himself, as it were, out of the unseen; but, having taken the field against the invisible rulers who had previously been vexing men, through the man he had assumed, and having gone into the very midst of the devil himself and the whole demonic host — treading upon the asp and the basilisk, and trampling the lion and the dragon underfoot, and having, long before, cast down thousands and ten thousands of the ruling enemies, some warring from the right and some from the left — the principalities and powers, and indeed the so-called world-rulers of this darkness, and the spiritual hosts of wickedness — having thus refuted all these as having no strength whatsoever, and at length having driven far away, by the word of his mouth, the devil himself, the chief instigator of evils, and having passed through and walked about among the whole of the opposing power, presenting himself to all who wished to approach and tempt him, while none was able to withstand him — thus he proceeded to the salvation of mankind. Wherefore also the demons, seeing him, recognized him from his sojourn already spoken of in the wilderness, saying to him, "What have we to do with you, Jesus, Son of God?"
9:7.8
Ταῦτα μὲν οὑν περὶ τῶνδε. τὰ δὲ ἐξῆς τοῦ Ψαλμοῦ πρὸς αὐτὸν ἀναπεφώνηται τὸν Χριστὸν ἀπὸ ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι, δηλονότι ὁ ὕψιστος καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. καὶ ἐπειδήπερ ἡμέραις τεσσαράκοντα καὶ ταῖς τοσαύταις νυξὶν ἐπειράζετο, περὶ μὲν τῶν ἀμφὶ τὰς νύκτας ἐπιόντων αὐτῷ λέλεκται οὐ φοβηθήσῃ ἀπὸ φόβου πολεμούντων περὶ δὲ τῶν ἀμφὶ τὰς ἡμέρας αὐτὸν πολεμούντων τὸ ἀπὸ βέλους πετομένου ἡμέρας
以上便是關於這些事。至於詩篇接下來的話,則是向基督本身宣告的,從「祂必用祂的肩背遮蔽你」(顯然是指至高者)「你必在祂的翅膀下有盼望,祂的真理必如盾牌環繞你」開始。既然祂受試探是四十晝、四十夜,那麼關於夜間攻擊祂的那些,經上便說:「你必不怕」夜間爭戰者的「驚駭」;至於日間攻擊祂的那些,則是「白日飛的箭」這句話所指。
These things, then, concerning these matters. But what follows in the Psalm has been proclaimed with reference to Christ himself, from the words, "He shall overshadow you with his shoulders" — that is, the Most High — "and under his wings you shall hope; his truth shall encompass you as with a shield." And since he was tempted for forty days and as many nights, concerning those who assailed him during the nights it is said, "You shall not be afraid of the terror" by night, of those warring against him; and concerning those warring against him during the days, the words "of the arrow that flies by day."
9:7.9
καὶ αὖθις περὶ μὲν τῶν ἐν νυκτὶ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· περὶ δὲ τῶν ἐν ἡμέρᾳ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ
又再者,關於那些在夜間的:「不怕黑暗中行走的事」;關於那些在白日的:「不怕正午的毀滅與魔鬼」。
And again, concerning those that assail by night: "of the thing that walks in darkness"; and concerning those by day: "of destruction and the noonday demon."
9:7.10
εἶτ ἐπείπερ ἐν τῷ πειράζειν δυνάμεις πονηραὶ ἐκύκλουν αὐτὸν, αἶ μὲν τὰ δεξιὰ πλευρὰ συνεῖχον αὐτοῦ, πολὺ δὲ πλείους τῶν ἀριστερῶν, ὡς ἂν κραταιότερα μέρη τὰ δεξιὰ, εἰκότως αὐτῷ ἐπιλέγεται πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· κλίτους ἀντὶ τοῦ ἀριστεροῦ ὠνομασμένου, παρασεσιωπημένου δὲ εἰκότως τοῦ ὀνόματος τοὐ ἀριστεροῦ, τῷ μηδὲν σκαιὸν μηδὲ ἀριστερὸν εὑρίσκεσθαι ἐν αὐτῷ. καὶ ἐπειδὴ ὅλη μυριὰς, ὁμοῦ δὲ καὶ χιλιὰς ἔκ τε τοῦ κλίτους αὐτοῦ καὶ ἀπὸ τῶν δεξιῶν πεσεῖσθαι λέγονται, εἰκότως ἐπὶ τούτοις ἐξῆς εἴρηται πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.·
其次,既然在試探中有邪惡的勢力環繞著祂,其中有些把守著祂的右側,但更多的是在左側,因為右側是較強的一方,所以恰如其分地接著對祂說:「雖有千人仆倒在你旁邊,萬人仆倒在你右邊,這災卻不得臨近你」——這裡用「旁邊」來代替「左邊」,恰當地略去了「左」這個名稱,因為在祂身上找不到任何邪僻、任何屬左的東西。既然說有整整一萬、連同一千,都要在祂的旁邊、以及在祂的右邊仆倒,所以接下來恰如其分地說:「你不過用眼觀看,親眼看見惡人遭報。」
Then, since evil powers surrounded him in the temptation, some holding his right side, but many more his left, inasmuch as the right side is the mightier part, it is fittingly added to him, "A thousand shall fall at your side, and ten thousand at your right hand, but it shall not come near you" — "side" being used in place of "left," the name "left" being fittingly passed over in silence, because nothing sinister or left-handed was to be found in him. And since a whole ten thousand, and along with it a thousand, are said to fall both at his side and at his right hand, fittingly it is next said concerning these, "Only with your eyes shall you behold, and shall see the reward of sinners."
9:7.11
καὶ ἔσται ταῦτα, φησὶ, περὶ σὲ τὸν Χριστὸν τοῦ θεοῦ, ἐπειδήπερ σὺ αὐτὸς, ὦ κύριε, ὃς τυγχάνεις ὢν ἡ ἐμὴ ἐλπὶς, τὸν ὕψιστον ἔθου καταφυγήν φυγήν σου
經文說:「這一切事都要臨到你身上,你這神的基督,因為你自己,主啊,你正是我的盼望,你已將至高者當作你的避難所。」
"And these things," it says, "shall be concerning you, O Christ of God, since you yourself, O Lord, who happen to be my hope, have made the Most High your refuge."
9:7.12
ἔνθα καὶ ἐπιστήσεις τίνα τρόπον ὁ προφήτης πρὸς αὐτὸν τὸν κύριόν φησιν ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου, διαιρῶν ἀκριβῶς ἕτερον ἰδίως κύριον καὶ τὸν τούτου πατέρα θεὸν ὕψιστον
在此也應當留意先知是以何種方式對主本身說話:「你,主啊,是我的盼望,你已將至高者當作你的避難所」——這清楚地區分了另一位獨具位格的主,與這位主的父、那至高的神。
Here you should also observe how the prophet says to the Lord himself, "You, O Lord, my hope, have made the Most High your refuge" — carefully distinguishing another, particular Lord, and the God who is his Father, the Most High.
9:7.13
διὸ ἐπειδήπερ αὐτὸν ὡς πατέρα καὶ θεὸν ὕψιστον καταφυγὴν ἑαυτοῦ ὁ Χριστὸς τέθειται, λέλεκται αὐτῷ τὸ οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου
因此,既然基督已將祂——身為父與至高神——當作自己的避難所,所以經上對祂說:「禍患必不臨到你,災殃也不得臨近你的帳幕;因為祂必為你吩咐祂的使者,在你一切行的道路上保護你。他們要用手托著你,免得你的腳碰在石頭上。」
Therefore, since Christ has made him, as Father and Most High God, his own refuge, it is said to him, "No evils shall come upon you, and no scourge shall come near your dwelling; for he shall give his angels charge over you, to keep you in all your ways. They shall bear you up in their hands, lest you dash your foot against a stone."
9:7.14
καὶ ἐπιμελῶς γε τήρει τίνα τρόπον ἐν τῷ ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου τὸ κύριε διὰ τοῦ τετραγράμμου ὀνόματος ἐν τῷ Ἑβραϊκῷ φέρεται, ὅπερ ἀνεκφώνητον εἶναι λέγοντες Ἑβραίων παῖδες ἐπὶ μόνου τοῦ θεοῦ παραλαμβάνειν εἰώθασιν, ἡμεῖς δὲ καὶ ἐπὶ τῆς τοῦ λόγου θεότητος ἐν πλείσταις κείμενον γραφαῖς προαπεδείξαμεν, ὥσπερ καὶ ἐν τῷ μετὰ χεῖρας Ψαλμῷ, ὅς φησιν εἰς πρόσωπον αὐτοῦ τοῦ κυρίου ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου, μονονουχὶ λέγων ὅτι σὺ αὐτὸς, ὦ κύριε, ὃς ἐμοῦ τοῦ ταῦτα προφητεύοντος ἐλπὶς ὢν τυγχάνεις, μείζονα σαυτοῦ τὸν θεὸν τὸν ὕψιστον εἰδὼς ἐκεῖνον, αὐτὸν ἔθου καταφυγήν σου
也請仔細留意,在「你,主啊,是我的盼望,你已將至高者當作你的避難所」這句話中,「主」一詞在希伯來文中是以那四字聖名來表達的;希伯來人的子孫說這名不可宣讀出口,習慣上只用它來稱呼神獨自一位。而我們則早已在諸多經文之處指明,這名也用在道的神性上,正如這篇我們手中的詩篇一樣,它是以主本身的位格說話:「你,主啊,是我的盼望,你已將至高者當作你的避難所」——這幾乎等於在說:「你自己,主啊,你正是我這預言者的盼望,你既知那至高的神比你自己更大,便將祂當作了你的避難所。」
And observe carefully how, in the words, "You, O Lord, my hope, have made the Most High your refuge," the word "Lord" is rendered in Hebrew by the four-lettered Name, which the sons of the Hebrews, saying it is not to be pronounced, are accustomed to apply to God alone — and we too have already shown beforehand that it is found applied, in very many Scriptures, to the divinity of the Word, just as also in the Psalm now before us, which speaks in the person of the Lord himself: "You, O Lord, my hope, have made the Most High your refuge" — all but saying, "You yourself, O Lord, who happen to be the hope of me who prophesy these things, knowing that God the Most High is greater than yourself, have made him your refuge."
9:7.15
ὅθεν καὶ ἐν ἀρχῇ ἐλέγετο τοῦ Ψαλμοῦ περὶ τοῦ αὐτοῦ ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται, ἐρεῖ τῷ κυρίῳ, ἀντιλήπτωρ μου εἷ καὶ καταφυγή μου, ὁ θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ αὐτόν
因此,在這篇詩篇的開頭,也是這樣論到祂說:「住在至高者蔭庇下的人,必在天上神的護庇之中安居。他要對主說:『你是我的扶助者,我的避難所,我的神,我的幫助者,我要仰望祂。』」
Whence also, at the beginning of the Psalm, it was said concerning him, "He who dwells in the help of the Most High shall lodge in the shelter of the God of heaven. He shall say to the Lord, 'You are my helper and my refuge, my God, my helper, and in him will I hope.'"
9:7.16
ἐπειδὴ τοίνυν σὺ,, κύριε, τὸν ὕψιστον ἔθου καταφυγήν σου, τούτου χάριν αὐτὸς ὁ ὕψιστος φησὶ ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους, καὶ ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι. διόπερ τὴν τοιαύτην ἔχων πατρικὴν τοῦ ὑψίστου βοήθειαν οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ οὔτε ἀπό τινος τῶν προκατειλεγμένων, ἀλλὰ οὐδὲ ἐκ τῶν ἐξῆς ἐπιφερομένων
既然如此,主啊,你已將至高者當作你的避難所,因此經上說,至高者祂自己「必救你脫離獵者的網羅,並脫離擾亂人的言語,並用祂的肩背遮蔽你」。所以,既擁有至高者這樣父親般的幫助,你「必不怕夜間的驚駭」,也不怕前面所列的任何一項,甚至也不怕接下來所提出的那些。
Since, then, you, O Lord, have made the Most High your refuge, for this reason it says that the Most High himself "shall deliver you from the snare of the hunters, and from the troublesome word, and shall overshadow you with his shoulders." Wherefore, having such fatherly help from the Most High, "you shall not be afraid of the terror by night," nor of any of the things previously enumerated, nor yet of the things brought forward next.
9:7.17
'' ἐπεὶ γὰρ σὺ, κύριε, τὸν ὕψιστον ἔθου καταφυγήν σου, διὰ τοῦτο οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. μάστιγας δὲ τὰς ἀπὸ δαιμόνων ἐνεργείας καὶ ἐν τοῖς εὐαγγελίοις ὀνομαζομένας ἂν εὕροις, ἃς οὐδὲ πλησιάζειν τολμᾶν τῷ σκνηνώματι τοῦ Χριστοῦ, τουτέστι τῷ σώματι αὐτοῦ, δυνατὰς εἶναί φησι
「因為你,主啊,既已將至高者當作你的避難所,所以禍患必不臨到你,災殃也不得臨近你的帳幕。」而你會發現,在福音書中,那些出於鬼魔的作為也被稱作「災殃」;經上說,這些災殃甚至不敢靠近基督的「帳幕」,也就是祂的身體。
"For since you, O Lord, have made the Most High your refuge, for this reason no evils shall come upon you, and no scourge shall come near your dwelling." And you would find that in the Gospels the workings that come from demons are called "scourges," which, it says, are not able even to dare to approach the "dwelling" of Christ, that is, his body.
9:7.18
πῶς γὰρ ὅτε λόγῳ μόνον αὐτὰς ἐξ ἀνθρώπων ἤλαυνε; περὶ τούτου δὲ τοῦ σκηνώματος καὶ ὁ Δαβίδ ποτε ὤμοσε τῷ κυρίῳ, καὶ ηὔξατο τῷ θεῷ Ἰακὼβ λέγων εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἴως οὑ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ
因為既然祂僅憑一句話便將鬼魔從人身上驅逐出去,牠們又怎能靠近呢?論到這「帳幕」,大衛也曾向主起誓,向雅各的神許願,說:「我必不上我床榻,也不容我的眼睛睡覺、眼皮打盹、太陽穴安歇,直等到我為主找到一個地方,為雅各的神找到一個帳幕……」
For how could they, when he drove them out from men by a word alone? And concerning this "dwelling" also David once swore to the Lord, and vowed to the God of Jacob, saying, "If I go up upon the couch of my bed, if I give sleep to my eyes, and slumber to my eyelids, and rest to my temples, until I find a place for the Lord, a dwelling for the God of Jacob..."
9:7.19
καὶ τούτου γε ἕνεκα τοῦ σκηνώματος ἐλέγετο οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ· καὶ τὸ αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους· καὶ τὸ οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, καὶ ὅσα ἀνθρωπινώτερα περὶ αὐτοῦ λέλεκται, ὡς καὶ τὸ τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι δε, καὶ τὸ ἐπὶ χειρῶν ἀροῦσί σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου
也正是因為這「帳幕」,才有「你必不怕夜間的驚駭」之語;也才有「祂自己必救你脫離獵者的網羅,並脫離擾亂人的言語」之語;以及「禍患必不臨到你,災殃也不得臨近你的帳幕」之語;還有其他一切用更帶人性色彩的方式論到祂的話,諸如「祂必為你吩咐祂的使者,保護你」,以及「他們要用手托著你,免得你的腳碰在石頭上」。
And it was on account of this "dwelling," indeed, that it was said, "You shall not be afraid of the terror by night"; and "he himself shall deliver you from the snare of the hunters, and from the troublesome word"; and "no evils shall come upon you, and no scourge shall come near your dwelling"; and whatever else is said about him in more human terms, such as "he shall give his angels charge over you, to keep you," and "they shall bear you up in their hands, lest you dash your foot against a stone."
9:7.20
ταῦτα γὰρ οὐκ ἂν ὡς πρὸς θεὸν λέγεσθαι ἁρμόσαι, πρὸς δὲ τὸ σκήνωμα αὐτοῦ, ὅπερ δι ἡμὰς ἀνείληφεν, ὅτε ὁ λόγος σὰρξ ἐγένετο καὶ ἔσκήνωσεν ἐν ἡμῖν. δοκεῖ δέ μοι καλῶς ἔχειν ὑπὲρ ἀκριβοῦς βεβαιώσεως τῶν εἰρημένων καὶ τὰς τῶν λοιπῶν ἑρμηνευτῶν παραθεῖναι φωνάς · ὧν ὁ μὲν Ἀκύλας οὕτως ἔφησεν ὅτι σὺ, κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκας οἰκητήριόν σου
因為這些話並不適合當作論神而說,而是論到祂為我們緣故所取的那「帳幕」——即當道成了肉身、住在我們中間的時候。我認為,為了更精確地確立前面所說的話,將其餘譯者的譯文也一併陳列出來是件好事;其中阿奎拉如此譯道:「因為你,主啊,我的盼望,已將至高者立為你的居所。」
For these things would not be fittingly said as spoken with reference to God, but with reference to his dwelling, which he assumed on our account, when the Word became flesh and dwelt among us. It seems to me good, for the sake of confirming precisely what has been said, to set alongside it also the renderings of the other translators; of whom Aquila spoke thus: "Because you, O Lord, my hope, have made the Most High your habitation."
9:7.21
οὐ μεταχθήσεται πρὸς σὲ κακὰ, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου · ὅτι ἀγγέλοις αὑτοῦ ἐντελεῖται τοῦ φυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. ὁ δὲ Σύμμαχος σὺ γὰρ, κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου
「惡事必不轉移臨到你身上,「觸擊」也不得靠近你的蔭庇之中;因為祂吩咐祂的使者,在你一切行的道路上保護你。」而辛馬庫斯則譯作:「因為你,主啊,是我無所畏懼之因,你已使你的居所至高無上。」
"Evil shall not be transferred to you, and no touch shall come near in your shelter; for he charges his angels to keep you in all your ways." Symmachus, however, renders: "For you, O Lord, are my freedom from fear; you have made your dwelling most high."
9:7.22
οὐ κατισχύσει σου κακὸν, οὐδὲ ἁφὴ ἐγγιεῖ τῇ σκηνῇ σου. ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς. οὐκοῦν διὰ τούτων αὐτῶν τῷ κυρίῳ λέλεκται ὡς περὶ ἑτέρου μείζονος τὸ τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς. ἐπὶ χειρῶν ἀροῦσί σε δηλαδὴ σὲ τὸν κύριον) μήποτε σὺ ὁ κύριος προσκόψῃς πρὸς λίθον τὸν πόδα σου
「惡事必不勝過你,觸擊也不得靠近你的帳篷。因為祂為你吩咐祂的使者,在你一切行的道路上保護你。」因此,透過這些話語,正是向那「主」——彷彿論到另一位更大者——說:「祂為你吩咐祂的使者,在你一切行的道路上保護你。他們要用手托著你」(意即托著你這位主),「免得你這位主的腳碰在石頭上」。
"Evil shall not prevail over you, nor shall any touch come near your tent; for he charges his angels concerning you, to keep you in all your ways." Accordingly, by these very words it is said to the Lord, as concerning another who is greater, "He charges his angels concerning you, to keep you in all your ways. They shall bear you up in their hands" (that is, you, the Lord) "lest you, the Lord, dash your foot against a stone."
9:7.23
ταύταις δὲ καὶ ὁ διάβολος ταῖς λέξεσιν ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται ὅτε παραλαβὼν αὐτὸν εἰς τὴν ἁγίαν ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἷπεν αὐτῶ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω. γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. πρὸς ὃν ὁ κύριος ἡμῶν ἀποκριθεὶς εἷπε, γέγραπται, οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου
魔鬼正是用這些話語,在對我們救主的試探中加以引用,當牠帶祂到那聖城、叫祂站在聖殿的頂上,對祂說:「你若是神的兒子,就從這裡跳下去吧;因為經上記著:『祂必為你吩咐祂的使者,用手托著你,免得你的腳碰在石頭上。』」我們的主回答牠說:「經上又記著:『不可試探主你的神。』」
And the devil made use of these very words in the temptation against our Savior, when, having taken him to the holy city, he set him upon the pinnacle of the temple and said to him, "If you are the Son of God, throw yourself down from here; for it is written, 'He shall give his angels charge over you, and in their hands they shall bear you up, lest you dash your foot against a stone.'" To whom our Lord answered and said, "It is written, 'You shall not put the Lord your God to the test.'"
9:7.24
εἶτ ἐπεὶ ἐν τῷ πειρασμῷ μετὰ τῶν θηρίων, κατὰ τὸν εὐαγγελιστὴν, διέτριβε, ποίων δὲ οὐκ ἀναγέγραπται, σαφέστερον τοῦτο αὐτὸ ἡ τοῦ Ψαλμοῦ προφητεία τὰ εἴδη τῶν θηρίων αἰνιττομένη φησὶν ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα
再者,既然按福音史家所記,祂在受試探期間是「與野獸同在」,卻沒有記載是何種野獸,那麼詩篇的預言便把這一點說得更清楚,它以隱喻手法點出了這些野獸的種類,說:「你要踏在虺蛇和幼獅身上,你要踐踏獅子和大蛇。」
Then, since, according to the evangelist, he spent his time during the temptation "with the wild beasts," though of what kind is not recorded, this same point is made clearer by the prophecy of the Psalm, which, hinting at the species of these beasts, says, "You shall tread upon the asp and the basilisk, and you shall trample the lion and the dragon underfoot."
9:7.25
αὐτὸς μὲν οὖν τὰ ἀρχικώτατα τῶν νοητῶν θηρίων, λέοντα καὶ δράκοντα, ἀσπίδα τε καὶ βασιλίσκον, αὐτὸν δηλαδὴ τὸν διάβολον, καὶ τὰς μετ αὐτὸν ἀρχοντικὰς καὶ πονηρὰς δυνάμεις καταπατήσειν μεμαρτύρηται.. τοῖς δὲ τὴν ὁμοίαν ἀρετὴν αὐτῶ κεκτημένοις μαθηταῖς καὶ ἀποστόλοις αὑτοῦ τὴν ἐξουσίαν αὐτὸς τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων δωρεῖται οὐκ ἐῶν αὐτοὺς πειρασθῆναι ὑπὲρ ὃ δύναιντο μόνου γὰρ ἢν αὐτοῦ τὸ τὰς χείρους ὲν πονηρίᾳ δυνάμεις καὶ αὐτὸν δὴ τὸν πάντων ἄρχοντα καὶ τύραννον τοῦ αἰῶνος τούτου τῇ ἐνθέῳ αὐτοῦ δυνάμει καθαιρεῖν. Ἀπὸ τοῦ Ἠσαίου
祂自己因此被見證為踐踏了那些理性可知野獸中最首要的——「獅子和大蛇,虺蛇和幼獅」——也就是魔鬼本身,以及跟隨牠的執政與邪惡勢力。但對於那些已獲得與祂相似之德的門徒和使徒,祂親自賜下權柄,讓他們「踐踏在蛇和蠍子之上」,卻不許他們受試探過於他們所能承受的;因為唯獨祂自己,才能憑祂那神聖的能力,制伏那些在邪惡中更強大的勢力,以及這世代萬有的元首和暴君本身。錄自《以賽亞書》。
He himself, then, has been attested as trampling underfoot the chief among the intelligible beasts — "the lion and the dragon, the asp and the basilisk" — that is, the devil himself, and the ruling and evil powers that follow after him. But to his disciples and apostles, who have acquired a virtue like his own, he grants the authority himself "to tread upon serpents and scorpions," not permitting them to be tempted beyond what they are able; for it belonged to him alone to cast down, by his divine power, the worse powers in wickedness, and the ruler and tyrant himself of this age over them all. From Isaiah.
9:8.1
Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ, καὶ οἶ λοιποὶ οἷ τὴν παραλίαυ κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα, καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ ὑμᾶς. τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἄμη τῷ, καὶ ὃν τρόπον οἶ διαιρούμενοι σκῦλα · διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασε κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιὰμ, ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοὐ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, ἐξουσιαστὴς, θεὸς ἰσχυρὸς, πατὴρ τοῦ μέλλοντος αἰῶνος
「你們要先喝這個,要快快去行,西布倫地啊,拿弗他利地啊,以及住在沿海一帶其餘的人,並約旦河對岸,外邦人的加利利啊!那行在黑暗中的百姓,看見了大光;那住在死蔭之地的人,光要照耀在你們身上。你所領下的大多數百姓,必因你的喜樂而歡喜,他們必在你面前歡喜,好像收割時歡喜的人,又像分擄物的人歡喜一樣;因為那壓在他們身上的軛、以及那在他們頸項上的杖,都要被除去。因為主已經打散了那索取者的杖,如同在米甸的那日一樣;因為凡用詭詐所聚斂的衣袍、並外袍,他們都要藉著和解償還,甚至願自己曾被火焚燒。因為有一嬰孩為我們而生,有一子賜給我們,祂的政權必擔在祂的肩頭上,祂的名被稱為:大謀士的使者、和平的君、掌權者、大能的神、將來世代之父。」
"Drink this first; do it quickly, O land of Zabulon, land of Nephthalim, and the rest who dwell on the seacoast, and beyond the Jordan, Galilee of the nations, the people who walk in darkness — see a great light; and to those dwelling in a land and shadow of death, light shall shine upon you. The greater part of the people whom you brought down shall rejoice in your joy, and they shall rejoice before you, as those who rejoice in the harvest, and as those who divide spoils; because the yoke that lay upon them shall be removed, and the rod that was on their neck. For the Lord has scattered the rod of those who exacted, as on the day that was against Madian; because every garment gathered by deceit, and every mantle, they shall repay with a reconciliation, and shall wish that they had been burned with fire. For a child was born to us, a son also was given to us, whose government came to be upon his shoulder, and his name is called Messenger of Great Counsel, Ruler of Peace, Potentate, Mighty God, Father of the age to come."
9:8.2
Πρὸς ἅπασι τοῖς ἄλλοις ἐπληροῦτο καὶ ταῦτα ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοὐ θεοῦ, ὅτε κατὰ τὸν θαυμαστὸν εὐαγγελιστὴν ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, καὶ καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν Ζαβουλὼν καὶ Νεφθαλεὶμ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος, γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος σκότει φῶς εἶδε μέγα, καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. ἀπὸ τότε γοῦν ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, μετανοεῖτε, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν
除了其他一切之外,這件事也應驗在我們的救主、神的基督耶穌身上:正如那位可稱奇的福音史家所記,祂聽見約翰下了監,就退到加利利去,離開拿撒勒,來住在靠海的迦百農,就是西布倫和拿弗他利的地界;這是要應驗先知以賽亞所說的話:「西布倫地、拿弗他利地,沿海的路,約旦河外,外邦人的加利利啊,那坐在黑暗裡的百姓,看見了大光;那坐在死蔭之地的人,有光為他們升起。」從那時候起,耶穌開始傳道,說:「你們應當悔改,因為天國近了。」
In addition to all the other things, this too was fulfilled with reference to our Savior and Lord Jesus, the Christ of God, when, according to the admirable evangelist, having heard that John had been delivered up, he withdrew into Galilee, and, leaving Nazareth, came and dwelt in Capernaum by the sea, in the region of Zabulon and Nephthalim, that what was spoken through Isaiah the prophet might be fulfilled, saying, "Land of Zabulon and land of Nephthalim, the way of the sea, beyond the Jordan, Galilee of the nations — the people who sat in darkness saw a great light, and to those who dwelt in the region and shadow of death, light arose upon them." From that time, then, Jesus began to preach and to say, "Repent, for the kingdom of heaven is at hand."
9:8.3
παράγων δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε ἀδελφοὺς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν · ἤσαν γὰρ ἁλιεῖς · καὶ λέγει αὐτοῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων
祂沿著加利利海行走的時候,看見兩兄弟,西門那稱為彼得的、和他兄弟安得烈,正把網撒在海裡,因為他們是漁夫。祂就對他們說:「來跟從我,我要叫你們得人如得魚一樣。」
And walking by the sea of Galilee, he saw two brothers, Simon called Peter, and Andrew his brother, casting a net into the sea; for they were fishermen. And he said to them, "Come after me, and I will make you fishers of men."
9:8.4
οἷ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφοὺς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὑτῶν, καὶ ἐκάλεσεν αὐτούς· οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὑτῶν ἠκολούθησαν αὐτῷ
他們立刻撇下網,跟從了祂。祂又從那裡往前走,看見另外兩兄弟,西庇太的兒子雅各、和他兄弟約翰,同他們的父親西庇太在船上補網,就呼召他們;他們立刻撇下船和父親,跟從了祂。
And they immediately left their nets and followed him. And going on from there, he saw two other brothers, James the son of Zebedee, and John his brother, in the boat with Zebedee their father, mending their nets, and he called them; and they immediately left the boat and their father and followed him.
9:8.5
καὶ περιῆγεν ὁ Ἰησοῦς ὅλην τὴν Γαλιλαίαν, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ σαν μαλακίαν ἐν λαῷ, καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ^ ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους, καὶ σεληνιαζομένους, καὶ παραλυτικοὺς, καὶ ἐθεράπευσεν αὐτοὺς, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας
耶穌走遍加利利全地,在他們的會堂裡教訓人,傳天國的福音,醫治百姓中各樣的病症、各樣的軟弱;祂的名聲傳遍了敘利亞全地,人們就把一切害病的、被各種疾病和痛苦纏磨的、被鬼附的、癲癇的、癱瘓的,都帶到祂面前,祂就治好了他們;於是有許多群眾從加利利跟隨了祂。
And Jesus went about all Galilee, teaching in their synagogues, and preaching the gospel of the kingdom, and healing every disease and every infirmity among the people; and his fame went out into all Syria, and they brought to him all who were sick, afflicted with various diseases and torments, those possessed by demons, and lunatics, and paralytics, and he healed them; and great crowds followed him from Galilee.
9:8.6
ὅλα δὲ ταῦτα ἐκτέθειμαι τῆς προφητείας ἕνεκεν τῇ Γαλιλαίᾳ μέγα φῶς ἔσεσθαι ἐπαγγελλομένης, τῇ τε χώρᾳ Ζαβουλὼν καὶ Νεφθαλεὶμ, οὐδετέρᾳ τυγχανούσῃ τῆς Γαλιλαίας τῶν ἐθνῶν. διὰ τί δὲ ἐπὶ τῆς Γαλιλαίας τῶν ἐθνῶν τὰς πλείστας ἐποιήσατο διατριβάς; τῆς ἀπάντων τῶν ἐθνῶν κλήσεως προοίμια καταβαλλόμενος ἐντεῦθεν γοῦν ὁρμωμένους τοὺς αὑτοῦ μαθητὰς ἀνακέκλητο
我把這一切都陳述出來,是為了那應許西布倫和拿弗他利之地必有大光的預言——雖然西布倫和拿弗他利,本身並不是「外邦人的加利利」。那麼,祂為何在外邦人的加利利度過大部分時間呢?這是因為祂正在鋪陳召集萬邦的序幕;祂正是從這裡出身,召喚了祂自己的門徒。
I have set out all these things for the sake of the prophecy which promises that a great light will come to be for Galilee, and for the region of Zabulon and Nephthalim, neither of which happens to be Galilee of the nations. But why did he spend most of his time in Galilee of the nations? Because he was laying down the preliminaries of the calling of all the nations; it was from there, at any rate, that he called his own disciples, they being natives of that region.
9:8.7
διὸ μετὰ βραχέα τοὐ εὐαγγελίου εὑρήσεις ἀπὸ τῆς Γαλιλαίας τὸν Ματθαῖον κεκλημένον, καὶ ἐν ἑτέρῳ δὲ πάλιν τὸν Λευίν. καὶ ὁ Φίλιππος δὲ κατὰ τὸν Ἰωάννην ἀπὸ Βηθσαιδὰ ὡρμᾶτο ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου καὶ αὕτη δὲ τῆς Γαλιλαίας ἦν. ἀλλὰ καὶ παρ αὐτῷ τῷ εὐαγγελιστῇ γάμος ἐγένετο ἐν Εανᾷ τῆς Γαλιλαίας, ἔνθα παραδόξως ὁ κύριος τὸν ἐξ ὕδατος οΐνον μετασκενάσας αρχήν αυτόθι τών σημείων έποιήσατο, οτε καϊ έφανέρωσε τήν δόξαν αυτόν, καϊ έπίστενσαν οί μαθηταί
因此,在福音書稍後的地方,你會發現馬太是從加利利被召的,另一處又記載了利未。而按約翰所記,腓力是從伯賽大而來,那是安得烈和彼得的本城,這城也屬加利利。此外,同一位福音史家又記載,在加利利的迦拿曾有一場婚宴,主在那裡奇妙地將水變為酒,於此地行了祂神蹟的開端,那時祂也顯明了祂的榮耀,門徒就信了祂。
Wherefore, a little further on in the Gospel, you will find that Matthew was called from Galilee, and again, in another passage, Levi. And Philip, according to John, came from Bethsaida, the city of Andrew and Peter, and this too was in Galilee. But also, in that same evangelist, a marriage took place at Cana of Galilee, where the Lord, marvelously transforming water into wine, made there the beginning of his signs, when also he manifested his glory, and his disciples believed.
9:8.8
θέα δε εί μή αυτό τούτο πρώτον τού σωτήρος ημών θαύμα έν Κανά τής Γαλιλαίας γενόμενον έπϊ της τού οίνον μεταβολής θεσπίξων έν άρχη τής προφητείας παρίστησιν ό παρών λόγος, φάσκων τούτο πρώτον πίε, ταχύ ποίει, χωρα Ζαβονλών και γη Νεφθαλεϊμ, Γαλιλαία τών έθνών
試想,這眼前的經文在預言之首所預示的,會不會正是這一件事——就是我們救主在加利利的迦拿所行的第一個神蹟,將水變為酒——經文正是這樣說:「你們要先喝這個,要快快去行,西布倫地啊,拿弗他利地啊,外邦人的加利利!」
Consider whether it is not this very thing — the first miracle of our Savior, which took place at Cana of Galilee, concerning the changing of the water into wine — that the present text sets forth as a prophecy at the very beginning, when it says, "Drink this first; do it quickly, O land of Zabulon, and land of Nephthalim, Galilee of the nations."
9:8.9
εί σνμβολον ην τό παράδοξον μυστικωτέρου κράματος, μεταβληθέντος έκ τής σωματικωτέρας έπι τήν νοερά ν και πνενματική ν ευφροσύνην τού πιατικού τής καινής διαθήκης κράματος, όρα μήποτε και τούτο τοΐς περϊ τής Γαλιλαίας δηλονμένοις ακολούθως ηνίττετο, θεοπίξων ως άρα μελλήσουσιν έπϊ τη Χριστού παρουσία πρώτιστοι πάντων οί τήν Ζαβούλών και Νεφθαλεϊμ οίκούντες, άλλ' ούχ οί τήν ουδαίαν καϊ τήν Ιερουσαλήμ, τον πόματος τού εύαγγελικού κηρύγματος μεταλήφεσθαι
若這奇事是某種更奧祕的調和物之象徵,即從那較屬肉身層面的,轉變為新約飲品那屬理性與屬靈的喜樂,那麼且看,這是否也恰好與論及加利利的話語相呼應而被暗示了——預示著在基督降臨之時,將要首先分享福音宣講之飲的,並非猶太地和耶路撒冷的人,而是住在西布倫和拿弗他利的人。
If this marvel was a symbol of a more mystical mixture, changed from the more bodily kind to the intellectual and spiritual gladness of the drink-offering of the new covenant, see whether this too was not fittingly hinted at in the things declared concerning Galilee, prophesying that at the coming of Christ, first of all — before even those of Judea and Jerusalem — those who dwelt in Zabulon and Nephthalim would come to partake of the drink of the evangelical proclamation.
9:8.10
αίτίαν δε τούτοις τής ευφροσύνης φησϊ γενέσθαι τήν τού μεγάλου φωτός έκλαμφιν, οΐ προ τής παρουσίας έν σκότει καθεζόμενοι έν χώρα και σκιά θανάτου διήγον' άνατεταλκότος αύτοΐς τού σωτηρίου φωτός, τούτον ευφρανθήσονται τον τροπον, ως οί ευφραινομενοι έν αμητώ, καϊ όν τρόπον οί διαιρούμενοι σκύλα
經文說,他們喜樂的緣由乃在於那大光的照耀——因為在祂降臨以前,他們坐在黑暗中,度日於死蔭之地;如今救恩之光已為他們升起,他們必如此歡喜,好像收割時歡喜的人,又像分擄物的人歡喜一樣。
And the text says that the cause of their gladness was the shining forth of the great light — for before his coming they sat in darkness, passing their lives in a land and shadow of death; and now that the saving light has risen upon them, they will rejoice in this manner, as those who rejoice in the harvest, and as those who divide the spoil.
9:8.11
καϊ ταύτα δ\ έργω έπληρούτο, οτε τούς αποστόλους ὁ σωτήρ καϊ κύριΰς ημών από τής Γαλιλαίας προσκαλεσάμενος τά παράδοξα τών έργων καϊ τήν διδασκαλίαν αύτοΐς έπεδείκνυτο
這些事實實在在地應驗了,那時我們的救主和主從加利利呼召了使徒,向他們展現了祂那些奇妙的作為與教訓。
And these things indeed were fulfilled in deed, when our Savior and Lord, having called the apostles from Galilee, displayed to them the marvels of his works and his teaching.
9:8.12
εύφρανθήσεσθαι δε αύτούς έναντίον αύτού η προφητεία θεσπίζει δίκη ν τών εύφραινοιμένων έν άμητώ. ποίω δε τούτω ή περϊ οὗ διδάσκων αὐτὸς ἔλεγεν ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. ἐδήλου δὲ διὰ τούτων τὴν τῶν ἐθνῶν ἐπισυναγωγήν. περὶ τῶν αὐτῶν δὲ εἴρηται ὅτι εὐφρανθήσονται ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα
預言預示他們必在祂面前歡喜,如同收割時歡喜的人一樣。這又是什麼收割呢?豈不正是祂親自教導時所說的那話:「舉目觀看田地,都已經發白,可以收割了」?祂藉此指的正是外邦萬民的招聚。而論到這同一件事,經上又說:「他們必歡喜,好像分擄物的人歡喜一樣。」
The prophecy foretells that they will rejoice before him after the manner of those who rejoice in the harvest. And what harvest is this but the one concerning which he himself said, while teaching, "Lift up your eyes and see the fields, for they are already white for harvest"? By this he signified the gathering together of the nations. And concerning these same it was said that "they will rejoice, as those who divide the spoil."
9:8.13
διελόμενοι γοῦν εἰς ἀλλήλους τὰς χώρας τῶν ἐθνῶν καὶ τὴν ὑφ ἥλιον πᾶσαν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί τε καὶ εὐαγγελισταὶ μυρίους ὅσους ἐσκύλευσαν ἄρχοντας τοῦ αἰῶνος τούτου, τοὺς πρότερον τῶν ἐθνῶν κρατοῦντας. οὐ μὴν ἀλλὰ καὶ ἄλλο αἴτιον τοῦ εὐφρανθήσεσθαι αὐτούς φησι, τὸ ἦρθαι ἀπ αύτῶν τὸν σωματικὸν τοῦ νόμου ζυγὸν, τὸν πάλαι πρότερον ἐπικείμενον αὐτοῖς, ὃν οὔτε αὐτοὶ οὔτε οἱ πατέρες αὐτῶν ἠδυνήθησαν βαστάσαι
我們救主的門徒和福音傳道者,把普天之下萬邦的地域彼此分派,擄掠了不可勝數的、這世代的掌權者,就是那些先前轄制外邦人的。不僅如此,經文還說了他們歡喜的另一緣由,就是律法那屬肉身的軛——即先前長久壓在他們身上、他們和他們的祖先都無法承擔的那軛——已從他們身上被除去。
For the disciples and evangelists of our Savior, having divided among themselves the countries of the nations and the whole world under the sun, despoiled countless rulers of this age, who had previously held the nations in their power. Moreover, the text also states another cause of their gladness — namely, that the bodily yoke of the law, which had previously long lain upon them, and which neither they nor their fathers were able to bear, was lifted from them.
9:8.14
οὐ μόνον δὲ ὁ ζυγὸς ἀφῄρηται αὐτῶν, ἀλλὰ καὶ ἡ ῥάβδος τῶν ἀπαιτούντων, ἡ πρότερον ἐπὶ τοῦ τραχήλου αὐτῶν ἐπικειμένη. δηλοῖ δὲ τοὺς ἀπαιτοῦντας ἐν ἑτέρῳ λέγων λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καίοι ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν
不僅這軛已從他們身上除去,就連那先前壓在他們頸項上、索取者的杖,也一併除去了。經上在別處指明了這些索取者是誰,說:「我的百姓啊,你們的徵收者搜刮你們,索取者轄制你們。」
Not only has the yoke been taken away from them, but also the rod of those who exacted, which formerly lay upon their neck. And he indicates who these exactors are elsewhere, saying, "My people, your collectors glean you, and those who exact tribute rule over you."
9:8.15
ἀλλ οὗτοι μὲν οἶ ἀπὸ τῆς Ζαβουλὼν καὶ Νεφθαλείμ τὸ μέγα φῶς τεθεαμένοι εὐφρανθήσονται διὰ τὰ προειρημένα, οἱ δὲ πάλαι ἀπαιτοῦντες αὐτοὺς ἐκπραχθήσονται μέχρι κοδράντου ἐσχάτου πᾶσάν τε στολὴν καἲ πᾶν ἱμάτιον ἀποτίσαντες πυρίκαυστοι γενήσονται ἐν τῷ τῆς ἐκπράξεως καιρῶ
但這些從西布倫和拿弗他利之地目睹大光的人,必因前述諸事而歡喜;而先前那些索取他們的人,卻要被追討到最後一文錢,賠上一切衣袍、一切外袍,在索討之時被火焚燒。
But these, who beheld the great light from Zabulon and Nephthalim, will rejoice for the reasons already stated; whereas those who formerly exacted tribute from them will be made to pay to the last farthing, and, having repaid every garment and every mantle, will be burned with fire at the time of the exaction.
9:8.16
καὶ ταῦτά γε πάντα φησὶ πείσεσθαι, διότι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, ὁ τῆς μεγάλης βουλῆς ἄγγελος. τίσι δὲ ἡμῖν ἢ τοῖς εἰς αὐτὸν πεπιστευκόσι, καὶ πάσῃ δηλαδὴ τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν, οἶς τὸ μέγα φῶς ἀνατέταλκε; τί δὲ ἦν τοῦτο ἀλλ ἢ τὸ γεγεννημένον παιδίον καὶ ὁ παρὰ τοῦ θεοῦ δοθεὶς υἱὸς, μεγάλης βουλῆς ἄγγελος, καὶ ἄρχων εἰρήνης, καὶ ἐξουσιαστὴς, καὶ θεὸς ἰσχυρὸς, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος ὠνομασμένος; ταῦτα δὲ ἤδη φθάσαντες ἐπὶ μόνον ὠνομασμένος τὸν σωτῆρα καὶ κύριον ἡμῶν κατὰ τὸν οἰκεῖον καιρὸν προαπεδείξαμεν. Ἀπὸ Ψαλμοῦ ξζ΄
經文又說,這一切之所以要發生,是因為「有一嬰孩為我們而生,有一子賜給我們」,就是那大謀士的使者。這裡的「我們」是指誰呢?豈不正是指那些信了祂的人,也就是那整個外邦人的加利利,大光已在他們身上升起的那些人嗎?這又豈不正是那所生的嬰孩、那由神所賜下的兒子,被稱為大謀士的使者、和平的君、掌權者、大能的神、將來世代之父嗎?我們已在恰當之處,先前證明了這些名號唯獨用於我們的救主和主。錄自《詩篇》第六十七篇。
And it says that all these things will come to pass because "a child has been born to us, a son has been given to us," the Messenger of Great Counsel. And to whom — "to us" — but to those who have believed in him, that is, plainly, to the whole Galilee of the nations, upon whom the great light has risen? And what was this but the child that was born, and the son given by God, named Messenger of Great Counsel, and Ruler of Peace, and Potentate, and Mighty God, and Father of the age to come? These things we have already, at the proper time, previously demonstrated as named of our Savior and Lord alone. From Psalm 67.
9:9.1
Ἐθεωρήθησαν αἶ πορεῖαί σου, ὁ θεὸς, πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως, τοῦ ἐν τῷ ἁγίῳ · προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ. ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα, ἡγεμόνες αὐτῶν, τῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλείμ
「神啊,你的行進已被看見,我神我王的行進,就是在聖所中的那位。首領前行,與歌唱的人相接,在擊鼓的少女中間。你們要在會眾中稱頌神為主,你們這出於以色列泉源的人。在那裡有便雅憫,最年少的,在狂喜之中;有猶大的首領,他們的統領;有西布倫的首領,拿弗他利的首領。」
"Your goings have been seen, O God, the goings of my God, the King who is in the sanctuary. The rulers went before, joined with those who sang psalms, in the midst of young maidens playing on timbrels. Bless God the Lord in the assemblies, you who are of the fountains of Israel. There is Benjamin the younger in ecstasy, the princes of Judah their leaders, the princes of Zabulon, the princes of Nephthalim."
9:9.2
Κἀνταῦθα τοὺς δηλουμένους ἄρχοντας Νεφθαλεὶμ οὐκ ἄλλους ἡγοῦμαι τῶν ἀποστόλων τυγχάνειν. ἐνθένδε γὰρ αὐτοὺς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἀναλέλεκται κατὰ τὴν Ματθαίου παράθεσιν. τὴν εἰς ἀνθρώπους δὲ πορείαν καὶ τὴν ἔνσαρκον ἐπιδημίαν τοῦ θεοῦ λόγου θεσπίζουσα ἡ γραφή φησιν ἐθεωρήθησαν αἷ πορεῖαί σου, ὁ θεός καὶ τὰ ἑξῆς
在此我也認為,經文所指的「拿弗他利的首領」,不是別人,正是使徒;因為按馬太所記,我們的救主和主正是從那裡選召了他們。經文預言神之道往赴人間的行進、以及祂成肉身在世的寄居時,這樣說:「神啊,你的行進已被看見」,等等。
Here again I consider that the "princes of Nephthalim" referred to are none other than the apostles; for it was from there that our Savior and Lord chose them, according to Matthew's account. And the Scripture, prophesying the going forth of the divine Word to mankind and his enfleshed sojourn among us, says, "Your goings have been seen, O God," and so forth.
9:9.3
ταύτης δὲ τῆς ἐπιφανείας ὡσανεὶ πρόδρομοι γεγονότες οἶ πάλαι θεοφιλεῖς προφῆται διὰ ψαλτηρίου καὶ χορῶν καὶ παντοίων πνευματικῶν ὀργάνων κηρύττοντες καὶ ἀνυμνοῦντες προέφθασαν ἐν μέσῳ νεανίδων τυμπανιστριῶν
那些昔日蒙神喜愛的先知,彷彿作了這一顯現的先驅,藉著琴瑟、詩班以及各樣屬靈的樂器宣講和頌讚,「在擊鼓的少女中間前行」。
Having become, as it were, forerunners of this manifestation, the prophets who were beloved of God of old, proclaiming and hymning through the psaltery and choirs and all manner of spiritual instruments, "went before, in the midst of young maidens playing on timbrels."
9:9.4
πάντως γάρ που τῶν ἐκ περιτομῆς συναγωγῶν εἰς μέσον παριόντες οἶ θεῖοι προφῆται τὴν τοῦ Χριστοῦ προκατήγγελλον ἄφιξιν, οἶ δὲ αὐτοὶ τῷ θείω πνεύματι τοῖς τοῦ σωτῆρος ἡμῶν ἀποστόλοις προσεφώνουν λέγοντες ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραὴλ. πηγαὶ δὲ Ἰσραὴλ οἶ λόγοι ἂν εἷεν οἱ τῷ Ἰσραὴλ παραδεδομένοι. πρῶτοι γὰρ ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ, ὅθεν ἀντλοῦντας καὶ ἡμᾶς ἀρδεύειν δεήσει τὰς ἐκκλησίας τοῦ Χριστοῦ
因為神聖的先知們,無疑正是在受割禮者的會眾中間出來,預先宣告了基督的來臨;而這些先知,也正是藉著神聖的靈,向我們救主的使徒發言說:「你們要在會眾中稱頌神為主,你們這出於以色列泉源的人。」而「以色列的泉源」,指的就是託付給以色列的那些聖言;因為他們是最先被託付神的聖言的,我們也必須從那裡汲取,澆灌基督的眾教會。
For assuredly the divine prophets, coming forward in the midst of the assemblies of the circumcision, foretold the arrival of Christ; and these same, by the divine Spirit, addressed the apostles of our Savior, saying, "Bless God the Lord in the assemblies, you who are of the fountains of Israel." And the "fountains of Israel" would be the oracles that were entrusted to Israel; for they were the first to be entrusted with the sayings of God, and it is from these that we too must draw and water the churches of Christ.
9:9.5
νεάνιδας δὲ καὶ τυμπανιστρίας τὰς πάλαι σωματικώτερον κατὰ τὸν Μώσεως νόμον βιούσας ψυχὰς ᾐνίξατο, διὰ μὲν τὸ νεώτερον καὶ ἀτελὲς τοῦ φρονήματος νεάνιδας, διὰ δὲ τὸ περὶ σωματικὴν κατατρίβεσθαι θρησκείαν τυμπανιστρίας αὐτὰς ἀποκαλέσας. Ἀπὸ τοῦ Ἠσαίου
經文用「少女」和「擊鼓者」來暗指昔日那些按摩西律法過著較屬肉身生活的靈魂——之所以稱她們為「少女」,是因她們心思尚屬年幼、未臻成熟;之所以稱她們為「擊鼓者」,是因她們勞於屬肉身的宗教操練。錄自《以賽亞書》。
By "young maidens" and "timbrel-players" he hinted at the souls who lived of old more bodily, according to the law of Moses — calling them "young maidens" on account of the youthful and imperfect state of their understanding, and "timbrel-players" on account of their being worn out in bodily forms of religious observance. From Isaiah.
9:10.1
Πνεῦμα κυρίου ἐπ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως
「主的靈在我身上,因為祂膏了我;祂差遣我向貧窮人傳福音,醫治傷心的人,向被擄的宣告釋放,向瞎眼的宣告得見光明,宣告主所悅納的禧年,並報應的日子。」
"The Spirit of the Lord is upon me, because of which he has anointed me; he has sent me to preach good news to the poor, to heal the brokenhearted, to proclaim release to captives and recovery of sight to the blind, to call the acceptable year of the Lord, and the day of recompense."
9:10.2
Καὶ ταύτην αὐτὸς ὁ κύριος ἡμῶν τὴν πρόρρησιν εἰς ἑαυτὸν ὁμολογεῖ πεπληρῶσθαι, ὅτε ἐλθὼν εἰς τὴν Ναζαρὲθ, οὗ ἦν ἀνατεθραμμένος, εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγὴν, ἀναστάντι δὲ αὐτῷ ἐπεδόθη Ἡσαΐας ὁ προφήτης, οὑ καὶ ἀναπτύξας τὴν βίβλον, ἀνέγνω τὸ ἐγγεγραμμένον, πνεῦμα κυρίου ἐπ ἐμὲ, οὐ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, καλέσαι ἐνιαυτὸν κυρίου δεκτόν
而我們的主親自承認,這一預言正是在祂自己身上應驗了:祂來到拿撒勒,就是祂長大的地方,照祂平常的規矩,在安息日進了會堂;祂站起來的時候,有人把先知以賽亞的書遞給祂,祂就展開書卷,念到那寫著的話:「主的靈在我身上,因為祂膏了我;祂差遣我向貧窮人傳福音,向被擄的宣告釋放,向瞎眼的宣告得見光明,叫那受壓制的得釋放,宣告主所悅納的禧年。」
And our Lord himself confesses that this very prediction has been fulfilled with reference to himself, when, having come to Nazareth, where he had been brought up, he entered, as was his custom, into the synagogue on the sabbath day; and when he stood up, the book of Isaiah the prophet was given to him, and unrolling the book, he read what was written: "The Spirit of the Lord is upon me, because of which he has anointed me; he has sent me to preach good news to the poor, to proclaim release to captives and recovery of sight to the blind, to send forth the bruised in release, to call the acceptable year of the Lord."
← 上一段下一段 →
← 第 8 章第 10 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。