📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的預備

福音的預備 第 13 章 第 1/6 段

希臘文原文.67 節.部分字詞可點開查義.本章太長已分段,此段為 13:praef.1–13:6.7(全章共 290 節)

← 第 12 章第 14 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
13:praef.1
Ἐπειδὴ πέφηνεν ἐν τοῖς πρὸ τούτου συγγράμμασια ἡ κατὰ Πλάτωνα φιλοσοφία κατὰ πλεῖστα Μωσέως καὶ τῶν παρ Ἑβραίοις ἱερῶν λόγων ἑρμηνείαν ὥσπερ ἐπὶ τὴν Ἑλλάδα φωνὴν περιέχουσα, ἔρχομαι νῦν ὁμοῦ καὶ τὰ λείποντα προσαποδοῦναι τῷ λόγῳ, καὶ τὰ τοῖς πρὸ ἡμῶν εἰς τοὺς τόπους εἰρημένα διελθεῖν, ὁμοῦ καὶ διαβολῆς εὐλόγου αἰτίαν ἀπολυσόμένος, εἰ δή τις ἡμῖν ἐπικαλῶν φαίη, τί δή ποτ οὖν, Μώσεως καὶ Πλάτωνος τὰ συνῳδὰ πεφιλοσοφηκότων, οὐχὶ τὰ Πλάτωνος, ἀλλὰ τὰ Μώσεως μέτιμεν, τοὔμπαλιν δέον, ὅτι δὴ πρὸς τοῖς ἴσοις δόγμασι προσήκων ἡμίν γένοιτ ἂν Ἕλλησιν οὖσιν ὁ Ἑλληνικὸς μᾶλλον ἢ ὁ βάρβαρος. ὀκνῶν δὲ ἀπαντήσαι πρὸς τοῦτο αἰδοῖ τῇ πρὸς τὸν φιλόσοφον, τοῦτον μὲν εἰς ὕστερόν ἀνατίθεμαι τὸν λόγον, τὰ δέ γε πρῶτά μοι λεχθέντα πρῶτα διασκέψομαι. λαβὼν οὖν ἀνάγνωθι ὁποίαν ἐπήγετο δόξαν ὁ Πλάτων περὶ τῶν Ἑλληνικῶν θεολόγων τε καὶ ποιητῶν, ὅπως τε πάσας τὰς πατρίους περὶ τῶν θεῶν ὑπολήψεις ἠθέτει καὶ τὴν ἐν αὐτοῖς ἀτοπίαν διήλεγχεν
既然在此書之前的諸卷中已然顯明,柏拉圖的哲學在極多方面,實含有對摩西以及希伯來人所奉之聖言的一種詮釋,彷彿是轉譯成希臘語一般;如今我便要進而補足這番論述中所欠缺的部分,並將前人在這些議題上所說過的話一一陳述,同時也藉此為自己開脫一項理當有的責難,倘若有人責問我們說:既然摩西與柏拉圖所論之哲理相互契合一致,為何我們不追隨柏拉圖的教訓,反倒追隨摩西的教訓呢?按理豈不該反過來嗎?因為教義既然相同,對身為希臘人的我們而言,希臘的教訓豈不比蠻族的教訓更為相稱嗎?我因對這位哲學家心懷敬意,一時猶豫不敢正面回應此一詰問,便將這番討論留待日後,如今且先來考察最初向我提出的那些議題。那麼,請你拿起來讀一讀,看看柏拉圖對希臘的神學家與詩人們持有怎樣的見解,以及他如何否棄了一切關於諸神的祖傳看法,並駁斥了其中的荒謬之處。
Since it has been shown in the treatises prior to this one that the philosophy of Plato, in very many respects, contains an interpretation of Moses and of the sacred writings held among the Hebrews, translated, as it were, into the Greek tongue, I now proceed both to render to the argument what remains lacking and to go through what has been said by those before us on these matters, at the same time freeing myself from a reasonable charge of slander, should anyone perhaps reproach us, saying: why then, when Moses and Plato have philosophized in harmony, do we not follow the doctrines of Plato rather than those of Moses -- the reverse being what is required -- since, given that the doctrines are equal, the Greek teaching would be more fitting for us, being Greeks ourselves, than the barbarian one? Hesitant to meet this objection out of the reverence I bear toward the philosopher, I defer this discussion to a later point, and shall first examine the matters that were first proposed to me. Take up, then, and read what opinion Plato held concerning the Greek theologians and poets, and how he set aside all the ancestral conceptions concerning the gods and refuted the absurdity found among them.
13:1.1
Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν τε καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ ἡμᾶς, πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὐσιν, ὡς ἔφασαν, σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους εἰδόσιν. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον
至於其餘諸神靈,要述說並知曉其起源,實非我等力所能及;我們理當信從那些先前已述說過此事的人——他們自稱是諸神的後裔,想必也清楚知道自己的先祖。既是諸神之子,便不可不信,縱然他們所言並無或然或必然的證明;但既然他們聲稱所報告的乃是自家之事,我們就當依循慣例而信從他們。
But concerning the other divinities, to speak and to know their origin is a task too great for us; we must instead trust those who have spoken of them before, who were, as they claimed, offspring of the gods, and who surely knew clearly their own ancestors. It is impossible, then, to disbelieve the children of the gods, even though they speak without probable or necessary proofs; but since they profess to report matters that are their own domestic affair, we must, in following custom, believe them.
13:1.2
οὕτως οὖν κατ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα [καὶ ὅσοι μετὰ τούτων,] ἐκ δὲ Κρόνου Ρέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους
既然如此,就讓我們依循他們所言,如此持守並陳述關於這些神明的世系:地與天所生之子是俄刻阿諾斯與忒堤斯;由這二者所生的是福耳庫斯、克洛諾斯與瑞亞,以及在他們之後的其餘諸神;由克洛諾斯與瑞亞所生的則是宙斯、赫拉,以及一切我們所知被稱為他們兄弟姊妹的諸神,還有由這些神明所出的其他後裔。
Thus, then, following them, let the genesis concerning these gods be held and stated by us as follows: Of Earth and Heaven were born Oceanus and Tethys, and of these, Phorcys, Cronos, and Rhea, and all who came after them; and of Cronos and Rhea were born Zeus and Hera, and all whom we know to be called their brothers and sisters, and still others descended from these.
13:1.3
Διὰ τούτων πιστεύειν τοῖς περὶ θεῶν μύθοις καὶ αὐτοῖς δὲ τοῖς τῶν μύθων ποιηταῖς ὡς δὴ θεῶν ἐκγόνοις οὖσι παρακελευσάμενος, πρῶτα μὲν διὰ τοῦ φάναι ἐκγόνους εἶναι τῶν θεῶν τοὺς ποιητὰς χλευάζειν μοι δοκεῖ, ὡς καὶ τῶν θεῶν ἀνθρώπων γεγονότων καὶ τοῖς ἐκγόνοις ὁμοίων τὴν φύσιν
他藉此番話,勸誡人相信關於諸神的神話,以及那些神話的詩人們——彷彿他們確是諸神的後裔;在我看來,他首先藉著宣稱那些詩人是諸神的後裔,實是在暗中嘲諷——彷彿諸神本身也曾變成過人,而且其本性也與其後裔相類似。
Having, by these words, urged us to believe the myths concerning the gods and the poets of these myths themselves, as being indeed offspring of the gods, he seems to me, first of all, by saying that the poets are offspring of the gods, to be mocking -- implying thereby that the gods themselves had become men, and were, in their nature, similar to their offspring.
13:1.4
διαβάλλει δ ἑξῆς ἄντικρυς τοὺς θεολόγους, οὓς ἐκγόνους ἔφησεν εἶναι θεῶν δι ὧν ἐπάγει φάσκων καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι δι ὧν τε προστίθησι τὸ ὡς ἔφασαν. παίζειν δ ἔοικε λέγων σαφῶς γἐπου τοὺς ἑαυτῶν προγόνους εἰδόσι· καὶ τὸ ἀδύνατον θεῶν παισὶν ἀπιστεῖν. καὶ τὸ παρὰ γνώμην δὲ ταῦτα λέγειν τῶν νόμων ἕνεκα διαρρήδην παρίστησιν, ὁμολογήσας ὅτι δέοι ἑπομένους τῷ νόμῳ πιστεύειν αὐτοῖς
接著,他又直截了當地貶低那些他先前稱為諸神後裔的神學家;這一點可從他所添加的話語看出:『縱然他們所言並無或然或必然的證明』,以及所補上的『他們自稱如此』一語。他說『想必也清楚知道自己的先祖』,顯然也是在戲謔;而『既是諸神之子,便不可不信』一語亦然。他更清楚顯明,自己說這些話並非出於自己真實的判斷,而是為了法律的緣故——因他自己承認,依循慣例便有必要信從他們。
Next he directly discredits the theologians, whom he had called offspring of the gods, through the words he adds, saying, 'though they speak without probable or necessary proofs'; and by adding the phrase 'as they claimed.' He seems clearly to be jesting also when he says 'who surely knew their own ancestors,' and in the statement 'it is impossible to disbelieve the children of the gods.' And he plainly reveals that he says these things contrary to his own judgment, for the sake of the laws, when he admits that it was necessary, in following custom, to believe them.
13:1.5
ὅτι δὲ ταῦτ ἐνόει ἐπάκουσον ὅπως γυμνῇ καὶ ἀκατακαλύπτῳ φωνῇ τοὺς δὴ θεολόγους ἅπαντας διαβάλλει, κόπτων ἐν ἐπινομίδι τούτοις τοῖς ῥήμασιν
至於他心中確實作此想法,你只需聽聽他在《伊庇諾米斯》中,如何以毫不掩飾、坦率直言的口吻,抨擊一切神學家,用下面這番話痛加撻伐,便可知曉。
And that this indeed was his thought, listen to how, in plain and unveiled speech, he discredits absolutely all the theologians, striking at them in the Epinomis with these words.
13:2.1
Θεογονίαν τοίνυν καὶ ζῳογονίαν ἀναγκαῖον, ὡς ἔοικεν, πρῶτόν μοι κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ὕστερον λόγον, ἀναλαβόντα ὃν πρὸς τοὺς ἀσεβεῖς ἐπικεχείρηκα λόγον
看來,既然先前的人對神譜與萬物的生成描繪得並不妥當,那麼在這篇稍後的論述中,我便有必要作出更好的描繪,重新拾起我先前針對不敬虔之人所展開的那番論證。
It is necessary, then, it seems, that I, since those before me have poorly portrayed the theogony and the generation of living beings, should portray it better in this later discussion, taking up again the argument I have undertaken against the impious.
13:2.2
Ὅτι δ εὐλόγως τὴν τῶν πρώτων θεολογίαν παραιτεῖται διδάσκει ἐν τῷ δευτέρῳ τῆς Πολιτείας, ἔνθα τὸν νοῦν ἐπιστῆσαι ἄξιον ὁπόσα καὶ οἷα περὶ τῶν αὐτῶν ποιητῶν τε καὶ θεολόγων τῶν γε ἐκ παλαιοῦ παραδεδομένων περὶ τῶν Ἑλληνικῶν θεῶν διέξεισιν, ὧδε ῥήμασιν αὐτοῖς φάσκων
至於他之所以有理由摒棄那些最早期作者的神學,他在《理想國》第二卷中已有明證;在那裡,值得我們留心的是,他就這些自古相傳、講論希臘諸神的詩人與神學家,論述了何等眾多、何等性質的事——他正是用以下這些原文所述說的。
That he rejects the theology of the earliest writers with good reason, he shows in the second book of the Republic, where it is worth fixing our attention on how many and what sort of things he sets forth concerning these same poets and theologians, those who from ancient times handed down accounts concerning the Greek gods, speaking in these very words.
13:3.1
Ἐν τοῖς μείζοσιν, ἦν δ ἐγὼ, μύθοις] ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει; ἔγωγε, ἴφη· ἀλλ οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας λέγεις. Οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην καὶ οἶ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους ψευδεῖς τοῖς ἀνθρώποις συντιθέντες ἔλεγόν τε καὶ λέγουσι
『在較大的神話中,』我說,『我們也將看到較小的神話。因為較大者與較小者理當屬於同一類型,且應具有同樣的效力。你不這樣認為嗎?』——『我也這麼想,』他說,『但我不明白你所謂較大的神話是指哪些。』——『就是,』我說,『赫西俄德與荷馬對我們所講述的那些,以及其他詩人所講述的。因為這些人,大抵是編造出虛假的神話講給世人聽——他們過去如此,現今也仍如此。』
'In the greater myths,' I said, 'we shall also see the lesser ones. For the same type must hold, and the same effect must be produced, by both the greater and the lesser.' -- 'I think so too,' he said; 'but I do not understand which you mean by the greater ones.' -- 'Those,' I said, 'which Hesiod and Homer used to tell us, and the other poets as well. For these, surely, composing false myths for men, used to tell them, and still tell them now.'
13:3.2
Ποίους δὴ, ἦ δ ὃς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις; Ὅπερ, ἦν δ ἐγὼ, χρὴ πρῶτόν τε καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο; Ὅταν εἰκάζῃ τις κακῶς οὐσίαν τῷ λόγῳ περὶ θεῶν τε καὶ ἡρώων, οἶοί εἰσιν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι. Καὶ γὰρ, ἔφη, ὀρθῶς ἔχει τὰ τοιαῦτα μέμφεσθαι. ἀλλὰ πῶς δὴ λέγομεν καὶ ποῖα
『你指的是哪些神話呢?』他問,『你又是因何指責它們?』——『正是那最應當、也最首先受到指責的過失,』我說,『尤其是當一個人撒謊撒得拙劣之時。』——『那是什麼樣的過失?』——『就是當一個人在言辭中,對諸神與英雄本來的真實面貌作了拙劣的描摹——好比一個畫師,畫出的東西與他原想描繪的對象毫不相似。』——『的確,』他說,『這樣的事理當受到指責。不過,我們究竟該怎麼說,又是指哪些事呢?』
'Which ones do you mean,' he said, 'and what fault do you find with them?' -- 'The very fault,' I said, 'that must be found first and most of all, especially when someone lies badly.' -- 'What is that?' -- 'When someone gives, in his account, a bad likeness of the true nature of gods and heroes, of what sort they really are -- like a painter who paints something in no way resembling the things he wished to portray.' -- 'Indeed,' he said, 'it is right to find fault with such things. But how exactly do we mean this, and what things?'
13:3.3
Πρῶτον μὲν δὴ, ἦν δ ἐγὼ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ] εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. τὰ δὲ δὴ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος, οὐδ ἂν εἰ ἦν ἀληθῆ, ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δ ἀνάγκη τις ἦν λέγειν, δι ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους, θυσαμένους οὐ χοῖρον, ἀλλά τι μέγα καὶ ἄπορον θῦμα, ὅπως ὡς ἐλαχίστοις συνέβη ἀκοῦσαι
『首先,』我說,『那最大的謊言,關乎最重大的事情,說得毫不高明——就是說烏拉諾斯做了赫西俄德所說他做的那些事,以及克洛諾斯又如何報復他。至於克洛諾斯的所作所為,以及他在其子手中所受的苦,即便真有其事,我也認為不應如此輕率地講給年少無知的人聽,而是理當儘量保持緘默;若確有必要講述,也應只讓極少數人在秘而不宣的情形下聽聞,並且要獻上的不是一頭豬,而是某種重大而難以取得的祭牲,好使聽聞此事的人儘可能地少。』
'In the first place, then,' I said, 'the greatest lie, and about the greatest matters, was told with no fine effect by him who said that Uranus did the things Hesiod says he did, and again that Cronos took vengeance on him in the way he describes. As for the deeds of Cronos, and what he suffered at the hands of his son, even if they were true, I should not think they ought to be so readily told to the young and thoughtless, but should rather, if possible, be passed over in silence; and if there were some necessity to tell them, they should be heard only by the fewest possible, under a pledge of secrecy, after sacrificing not a pig, but some great and hard-to-procure victim, so that as few as possible might happen to hear them.'
13:3.4
Καὶ γὰρ, ] δ ὃς, οὑτοί τοί γε οἶ λόγοι χαλεποί Καὶ οὐ λεκτέοι γε, ἔφην, ὧ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ πόλει. οὐδὲ λεκτέον νέῳ ἀκούοντι ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ, οὐδ αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι. Οὐ μὰ τὸν Δία, ἦ δ ὃς, οὐδεαὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν
『的確,』他說,『這些故事確實難以言傳。』——『阿德曼圖斯啊,』我說,『這些話在我們的城邦中是絕不可講的;也絕不可讓年輕人聽聞說,即使犯下極大的不義之事也沒什麼可驚訝的,又或說,若不惜一切手段懲罰行不義之事的父親,也不過是效法諸神中最先、最偉大者所行之事罷了。』——『的確,憑宙斯起誓,』他說,『這些話在我看來也確實不宜出口。』
'Yes indeed,' he said, 'these are difficult tales.' -- 'And they must not be told,' I said, 'O Adeimantus, in our city; nor must it be said in the hearing of a young man that in committing the utmost injustice he would be doing nothing to marvel at, nor again that in punishing an unjust father by every means, he would only be doing what the first and greatest of the gods did.' -- 'No, by Zeus,' he said, 'these things do not seem to me fit to be told either.'
13:3.5
Οὐδέ γε, ἦν δ ἐγὼ, τὸ παράπαν ὡς θεοὶ θεοῖς πολεμοῦσί τε καὶ ἐπιβουλεύουσι καὶ μάχονται · οὔτε γὰρ ἀληθῆ · εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάσσειν αἴσχιστον νομίζεῖν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας πολλὰς καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν, ἀλλ εἴ πως μέλλοιμεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ ἐστὶ τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς, καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γιγνομένοις, καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν
「絕不能,」我說,「完全不可以說神與神彼此交戰、圖謀、爭鬥;因為這些並非真實──若說那些將要護衛城邦的人,理應以彼此輕易結怨為最可恥的事。斷不可讓他們編造巨人之戰的神話,加以渲染,也不可講述諸神與英雄彼此對其親族骨肉所懷的種種仇恨;倘若我們要使人相信,從來沒有一個公民曾憎恨另一個公民,而且這樣做並不虔敬,那麼從孩童時期起,就該對他們講述這類故事,對年邁的老翁老嫗、以及漸漸年長的人也是如此,並且必須強令詩人依此類原則編寫故事。」
'Certainly not,' I said, 'not at all, that gods war against gods, and plot against them, and fight; for these things are not even true -- if indeed those who are to guard the city must consider it most shameful to fall out with one another lightly. Far from it: tales of the battle of the giants must not be told to them nor embroidered, nor the many and varied other enmities of gods and heroes against their own kindred and intimates; but if we are to persuade them that no citizen ever hated another, and that this is not holy, such things rather must be said to the children from the very first, and to the old men and old women, and to those growing older, and the poets must be compelled to compose stories close to this.'
13:3.6
Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρὸς, μέλλοντος τῇ μητρὶ ἀμύνειν τυπτομένῃ, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν, οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτ' ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπονοιῶν
至於赫拉被她兒子所綁縛,赫菲斯托斯因欲援救被毆打的母親而被父親擲出天外,以及荷馬所編造的種種諸神交戰之事,無論是否寓有隱義,都不可容許進入城邦。
Nor must the binding of Hera by her son, nor the hurling of Hephaestus by his father when he was about to defend his mother who was being beaten, nor the battles of the gods that Homer has composed, be admitted into the city, whether they are composed with hidden meanings or without hidden meanings.
13:3.7
ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν ὅ τι τε ὑπόνοια καὶ ὅ τι μὴ, ἀλλ ἃ ἂν τηλικοῦτος ὢν λάβῃ ἐν ταῖς δόξαις, δυσέκνιπτά τε καὶ ἀμετάστατα φιλεῖ γίγνεσθαι. ὧν δὴ ἴσως ἕνεκα περὶ παντὸς ποιητέον, ἃ πρῶτα ἀκούουσιν, ὅτι κάλλιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν
因為年輕人尚無能力判斷何者含有隱義、何者沒有,凡是在這個年紀所接受的見解,往往變得難以洗去、根深柢固。也許正因如此,最要緊的乃是:他們最先聽到的,應是那些為了德行而編織得最為美善的故事。
For the young are not able to judge what is a hidden meaning and what is not, but whatever opinions they take in at that age tend to become hard to wash out and unchangeable. For this reason, perhaps, it is of the utmost importance that what they hear first should be stories composed in the finest possible way with a view to virtue.
13:3.8
Ἔχει γὰρ, ἔφη, λόγον· ἀλλ εἴ τις αὖ καὶ ταῦτα ἐρωτῴη ἡμᾶς ἅττα ἐστὶ καὶ τίνες οἶ μῦθοι, τίνας ἂν φαῖμεν; καὶ ἐγὼ εἶπον, ὦ Ἀδείμαντε, οὐκ ἐσμὲν ποιηταὶ ἐγώ τε καὶ σὺ ἐν τῷ παρόντι, ἀλλ οἰκισταὶ πόλεως. οἰκισταῖς δὲ τοὺς μὲν τύπους προσήκει εἰδέναι ἐν οἷς δεῖ μυθολογεῖν τοὺς ποιητὰς, παρ οὓς ἐὰν ποιῶσιν οὐκ ἐπιτρεπτέον, οὐ μὴν αὐτοῖς γε ποιητέον μύθους
他說:「這話有理;但若有人再問我們,這些故事究竟是什麼、內容為何,我們該如何回答?」我便說:「阿德曼托斯啊,眼下你我並非詩人,而是城邦的創建者。作為創建者,理當知曉詩人編織故事時應依循的典範,若他們違背這些典範而作,便不可容許;然而創建者本身卻不必親自去編寫故事。」
'That is reasonable,' he said; 'but if someone should ask us again just what these things are and what the stories are, what should we say?' And I said, 'Adeimantus, you and I are not poets at present, but founders of a city. It is fitting for founders to know the patterns according to which the poets must compose their tales, and if they compose contrary to these, they must not be permitted; but the founders themselves are not to compose the tales.'
13:3.9
Ὀρθῶς, ἔφη· ἀλλ αὐτὸ δὴ τοῦτο οἷ τύποι περὶ θεολογίας τίνες ἂν εἶεν; Τοιοίδε πού τινες, ἦν δ ἐγὼ, οἷος τυγχάνει ὢν ὁ θεὸς, ἀεὶ δή που ἀποδοτέον, ἐάν τέ τις αὐτὸν ἐν ἔπεσι ποιῇ ἐάν τε ἐν μέλεσιν ἐάν τε ἐν τραγῳδίᾳ. Δεῖ γάρ. Οὐκοῦν ἀγαθὸς ὁ θεὸς τῷ ὄντι τε καὶ λεκτέον οὕτω
他說:「說得對;但關於神學,這些典範究竟該是怎樣的?」我說:「大概是這樣的:無論有人以史詩、抒情詩,或是悲劇的形式來描寫神,都必須始終依照神本來的樣子來呈現。」「確實應當如此。」「那麼,神豈不是真實地善?豈不應當如此陳述?」
'Rightly said,' he replied; 'but what exactly would the patterns concerning theology be?' 'Something like this, I suppose,' I said: 'god must always be represented as he really is, whether one composes about him in epic, in lyric, or in tragedy.' 'Yes, indeed.' 'Is not god good in reality, and must he not be so described?'
13:3.10
Τί μήν; Ἀλλὰ μὴν οὐδέν γε τῶν ἀγαθῶν βλαβερόν. ἦ γάρ; Οὔ μοι δοκεῖ. Ἄρ οὖν τὸ μὴ βλαβερὸν βλάπτει; Οὐδαμῶς. Ὃ δὲ μὴ βλάπτει, κακόν τι ποιεῖ; Οὐδὲ τοῦτο. ὁ δέ γε μηδὲν κακὸν ποιεῖ, οὐδ ἄν τινος εἴη κακοῦ αἴτιον. Πῶς γάρ; Τί δέ; ὠφέλιμον τὸ ἀγαθόν; Ναί. Αἴτιον ἄρα εὐπραγίας; Ναί
「當然。」「然而善的事物之中,豈有一樣是有害的呢?」「在我看來沒有。」「那麼不害人的東西,會害人嗎?」「絕不會。」「不害人的東西,會做出什麼惡事嗎?」「這也不會。」「既不做任何惡事,便不可能是任何惡的成因。」「怎麼可能是呢?」「那麼,善是有益的嗎?」「是的。」「因此它是幸福順遂的成因嗎?」「是的。」
'Of course.' 'But surely none of the good things are harmful, are they?' 'It does not seem so to me.' 'Then does what is not harmful do harm?' 'By no means.' 'And does what does no harm do any evil?' 'Not that either.' 'And what does no evil could not be the cause of any evil.' 'How could it?' 'Well then, is the good beneficial?' 'Yes.' 'It is therefore the cause of well-being?' 'Yes.'
13:3.11
Οὐκ ἄρα πάντων γε αἴτιοντὸ ἀγαθὸν, ἀλλὰ τῶν μὲν εὖ ἐχόντων αἴτιον, τῶν δὲ κακῶν ἀναίτιον. Παντελῶς γε, ἔφη. Οὐδ ἄρα, ἦν δ ἐγὼ, ὁ θεὸς, ἐπειδὴ ἀγαθὸς, πάντων ἂν εἴη αἴτιος, ὡς οἶ πολλοὶ λέγουσιν, ἀλλ ὀλίγων τοῖς ἀνθρώοις αἴτιος, πολλῶν δὲ ἀναίτιος · πολὺ γὰρ ἐλάττω τὰ ἀγαθὰ τῶν κακῶν ἡμῖν. καὶ τῶν μὲν ἀγαθῶν οὐδὲν ἄλλο αἰτιατέον, τῶν δὲ κακῶν ἄλλα ἄττα δεῖ ζητεῖν τὰ αἴτια, ἀλλ οὐ τὸν θεόν
「這樣說來,善並非萬事萬物的成因,而只是那些美好之事的成因,對於惡事則毫無干係。」他說:「完全如此。」我說:「所以神既然是善的,便不會像世人所說的那樣,是萬事萬物的成因,他只是人類少數幸事的成因,對大多數的事則毫無干係;因為對我們而言,好事遠比壞事來得少。凡是好事,不必再另尋別的成因;至於壞事,則須另尋其他成因,而不是歸咎於神。」
'The good, then, is not the cause of all things, but of those things that are well it is the cause, while of evils it is not the cause.' 'Entirely so,' he said. 'Then god,' I said, 'since he is good, would not be the cause of all things, as most people say, but of few things for men he is the cause, and of many he is not the cause; for the good things are far fewer for us than the evils. And for the good things no other cause is to be assigned, but for the evils some other causes must be sought, not god.'
13:3.12
Ἀληθέστατα, ἔφη, δοκεῖς μοι λέγειν. Οὐκ ἄρα, ἦν δ ἐγὼ, ἀποδεκτέον οὔτε Ομήρου οὔτε ἄλλου ποιητοῦ ταύτην τὴν ἁμαρτίαν περὶ τοὺς θεοὺς ἀνοήτως ἁμαρτάνοντος, καὶ λέγοντος ὡς δοιοὶ πίθοι κατακείαται ἐν Δῖός οὔδει κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν·
他說:「你所說的最是真確。」我說:「因此,不論是荷馬,還是任何其他詩人,若愚昧地在論及諸神時犯下這樣的錯誤──說是有兩個罈子放在宙斯的門檻旁,盛滿命運,一罈是善的,一罈是惡的──我們都不可接受。」
'You seem to me to be speaking most truly,' he said. 'Then we must not accept,' I said, 'from Homer or from any other poet, this foolish error committed concerning the gods, when he says that two jars lie at the threshold of Zeus, filled with fates, the one of good, the other of evil.'
13:3.13
καὶ ᾧ μὲν ἂν μίξας ὁ Ζεὺς ἀμφοτέρων δῷ, ἄλλοτε μέν γε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ ἐσθλῷ. ᾧ δ ἂν μὴ, ἀλλ ἄκρατα τὰ ἕτερα, τὸν δὲ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει ·
凡宙斯將兩者混合而賜予的人,便時而遭逢惡運,時而遭逢好運;至於宙斯只賜予其中一種、未加調和的人,若是那苦澀的一種,便有兇惡的飢餓驅趕他,流離於神聖大地之上。
And to whomever Zeus gives a mixture of both, that man meets sometimes with evil, sometimes with good; but to whomever he gives unmixed only the bitter portion, evil hunger drives him over the sacred earth.
13:3.14
οὐδ ὡς ταμίας ὁ Ζεὺς ἡμῖν ἀγαθῶν τε κακῶν τε τέτυκται. τὴν δὲ τῶν ὅρκων καὶ σπονδῶν σύγχυσιν, ἣν ὁ Πάνδαρος συνέχεεν, ἐάν τις φῇ δι Ἀθηνᾶς τε καὶ Δῖός γεγονέναι, οὐκ ἐπαινεσόμεθα· οὐδὲ θεῶν ἔριν τε καὶ κρίσιν διὰ Θέμιδός τε καὶ Δῖός · οὐδ αὖ, ὡς Αίσχύλος λέγει, ἐατέον ἀκούειν τοὺς νέους, ὅτι θεὸς μὲν αἰτίαν φύει βροτοῖς, ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ
也不可說宙斯是為我們分配善惡的司庫。至於潘達洛斯所破壞的誓約與休戰盟約,若有人說那是由於雅典娜與宙斯的緣故所致,我們也不會贊同;也不可說諸神的紛爭與裁決是由於忒彌斯與宙斯之故。此外,正如埃斯庫羅斯所言,也不可讓年輕人聽見這樣的話:『當神意欲徹底毀滅一個家族時,便在凡人中間種下罪因。』
Nor that Zeus has been made the dispenser to us of both good and evil. And as for the breaking of the oaths and the truce which Pandarus broke, if anyone says that this happened through Athena and Zeus, we shall not approve of it; nor that the strife and judgment of the gods came about through Themis and Zeus. Nor again, as Aeschylus says, must we allow the young to hear that 'god plants a cause among mortals when he wishes utterly to destroy a house.'
13:3.15
ἀλλ ἐάν τις ποιῇ ἐν οἶς ταῦτα τὰ ἰαμβεῖα ἔνεστι, τὰ τῆς Νιόβης πάθη ἤ τὰ Πελοπιδῶν ἤ τὰ Τρωϊκὰ ἤ τι ἄλλο τῶν τοιούτων, ἤ οὐ θεοῦ ἔργα ἐατέον αὐτὰ λέγειν, ἤ εἰ θεοῦ, ἐξευρετέον αὐτοῖς σχεδὸν ὅν νῦν ἡμεῖς λόγον ζητοῦμεν, καὶ λεκτέον ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο, οἱ δὲ ὠνίναντο κολαζόμενοι. ὡς δ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δὲ ὁ δρῶν ταῦτα θεὸς, οὐκ ἐκτέον λέγειν τὸν ποιητήν
但若有人創作含有這類抑揚格詩句的作品──無論是尼俄柏的苦難,或是佩洛普斯後裔的遭遇,或是特洛伊的事件,或任何諸如此類的事──要嘛不可讓人稱這些是神的作為,要嘛,若確是神的作為,詩人便須為它們尋出幾乎就是我們此刻所探求的這番道理,說神所行的是公義而美善的,而那些人是因受懲罰而蒙益。至於說那些受罰的人是可悲的,而做出這一切的正是神──這樣的話,決不可容許詩人說出。
But if anyone composes works containing these iambic verses, whether about the sufferings of Niobe, or of the descendants of Pelops, or the events at Troy, or anything else of that kind, either these events must not be allowed to be called the works of a god, or, if they are of a god, the poet must discover for them nearly the very account we are now seeking, and must say that god did what was just and good, and that they were benefited by being punished. But the poet must not be permitted to say that those who paid the penalty were wretched, and that it was god who did this.
13:3.16
ἀλλ εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι οἱ κακοὶ, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον
然而,若他們說惡人因需要懲罰而可悲,而在受罰之時卻蒙神使其得益,這樣的話便可以容許。
But if they say that the wicked were wretched because they needed punishment, and that in paying the penalty they were benefited by god, this may be allowed.
13:3.17
κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίγνεσθαι ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ, μήτε τινὰ ταῦτα λέγειν ἐν τῇ ἑαυτοῦ πόλει, εἰ μέλλει εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν, μήτε νεώτερον μήτε πρεσβύτερον, μήτε ἐν μέτρῳ μήτ ἄνευ μέτρου μυθολογοῦντα, ὡς οὔτε ὅσια ἄν λεγόμενα, εἰ λέγοιτο, οὔτε ξύμφορα ἡμῖν οὔτε ξύμφωνα αὐτὰ αὑτοῖς
至於說神雖是善的,卻成為某人身上惡事的成因──這種說法必須用一切方式加以駁斥;若這城邦要治理得法,無論年輕人或年長者,都不可講這種話,也不可聽這種話,無論是以韻文或散文的形式敘說,因為這樣的說法即便真被說出,既不虔敬,對我們也無益,更是自相矛盾。
But that god, being good, becomes the cause of evils to anyone -- this must be fought against by every means; no one, whether young or old, should say this or hear it said in his city, if it is to be well governed, whether told in verse or without verse, on the ground that such statements, if made, would be neither pious nor profitable to us nor consistent with themselves.
13:3.18
Ξύμψηφός σοι εἰμὶ, ἔφη, τούτου τοῦ νόμου, κάμοὶ ἀρέσκει. Οὖτος μὲν τοίνυν, ἦν δ ἐγὼ, εἶς ἄν εἴη τῶν περὶ θεοῦ νόμων τε καὶ τύπων, ἐν οἶς δεήσει τούς τε λέγοντας λέγειν καὶ τοὺς ποιοῦντας ποιεῖν μὴ πάντων αἴτιον τὸν θεὸν, ἀλλὰ τῶν ἀγαθῶν. Καὶ μάλα, ἔφη, ἀπόχρη
他說:「我贊同這條法則,我也十分認同。」我說:「那麼,這便是關於神的法則與典範之一,凡言說者、創作者都必須依此而行:神並非萬事萬物的成因,而只是善事的成因。」他說:「的確,這樣已經足夠了。」
'I vote with you on this law,' he said, 'it pleases me too.' 'This, then,' I said, 'would be one of the laws and patterns concerning god, according to which those who speak must speak and those who compose must compose -- namely, that god is not the cause of all things, but of the good.' 'And indeed,' he said, 'that is quite sufficient.'
13:3.19
Τί δὲ δὴ ὁ δεύτερος ὅδε; ἆρα γόητα τὸν θεὸν οἴει εἶναι, πκαὶ οἶον ἐξ ἐπιβουλῆς φαντάζεσθαι ἄλλοτε ἐν ἄλλαις ἰδεαις, τοτὲ μὲν αὐτὸν γιγνόμενον καὶ ἀλλάττοντα τὸ αὑτοῦ εἶδος εἰς πολλὰς μορφὰς, τοτὲ δὲ ἡμᾶς ἀπατῶντα καὶ ποιοῦντα περὶ αὑτοῦ τοιαῦτα δοκεῖν, ἤ ἁπλοῦν τε εἶναι, καὶ πάντων ἥκιστα τῆς αὑτοῦ ἰδέας πἐκβαίνειν; Οὐκ ἔχω, ἔφη, νῦν γε οὕτως εἰπεῖν
「那麼,這第二點又是什麼呢?你認為神是個行法術的人,能故意在不同時候幻化成不同的形貌,時而自己真的變化、將本相改換為千百種形態,時而又哄騙我們,使我們對他產生這樣的錯覺;還是說,他是單純的,在萬事之中最不可能脫離自己本來的形貌?」他說:「我現在還無法立即作答。」
'What then is this second point? Do you think god is a sorcerer, capable of appearing by design at different times in different forms, at one time actually becoming and changing his own shape into many forms, at another deceiving us and making us think such things about him; or is he simple, and of all things least likely to depart from his own form?' 'I cannot say, at least not offhand,' he replied.
13:3.20
Τί δὲ τόδε; οὐκ ἀνάγκη, εἴπερ τι ἐξίσταιτο τῆς αὑτοῦ ἰδέας, ἢ αὐτὸ ὑφ αὑτοῦ μεθίστασθαι, ἢ ὑπ ἄλλου; Ἀνάγκη. Οὐκοῦν ὑπὸ μὲν ἄλλου τὰ ἄριστα ἔχοντα ἥκιστα ἀλλοιοῦταί τε καὶ κινεῖται, οἶον σῶμα ὑπὸ σιτίων τε καὶ ποτῶν καὶ πόνων, καὶ πᾶν φυτὸν ὑπὸ εἰλήσεων τε καὶ ἀνέμων καὶ τῶν τοιούτων παθημάτων, οὐ τὸ ὑγιέσταστόν τε καὶ χαριέστατον ἥκισταἀλλοιοῦται; Πῶς δ οὔ
「再看這一點如何:凡有事物脫離其本來的形貌,豈不必定是,或由自身所致,或由他物所致?」「必定如此。」「那麼,凡處於最佳狀態的事物,受他物影響而改變、變動的程度豈不最小?譬如身體受飲食、勞苦所影響,又如每株植物受日曬、風吹以及諸如此類的作用所影響──最健全、最優美的,豈不受影響最小?」「怎麼會不是呢?」
'And what about this: is it not necessary, if anything departs from its own form, that it be changed either by itself or by something else?' 'Necessary.' 'Now is it not the case that things which are in the best condition are altered and moved least by another -- as, for example, a body by food and drink and exertion, and every plant by sunshine and winds and such affections -- and is it not the healthiest and finest that is altered the least?' 'Of course.'
13:3.21
Ψυχὴν δὲ οὐ τὴν ἀνδρειοτάτην καὶ φρονιμωτάτην ἥκιστ ἄν τι πάθος ἔξωθεν ταράξειέτε φρονιμωτάτην Ναί. Καὶ μήν που καὶ τά γε ξύνθετα πάντα σκεύη τε καὶ οἰκοδομήματα καὶ ἀμφιέσματα, κατὰ τὸν αὐτὸν λόγον, τὰ εὖ εἰργασμένα καὶ εὖ ἔχοντα ὑπὸ χρόνου τε καὶ τῶν ἄλλων παθημάτων ἥκιστα ἀλλοιοῦται. Ἒστι ταῦτα
「至於靈魂,豈不是最勇敢、最有智慧的靈魂,最不容易被外來的遭遇所擾亂?」「是的。」「再者,依照同樣的道理,一切複合而成的東西──器具、建築、衣物──凡是製作精良、狀態良好的,受時間及其他遭遇的影響而改變的程度也最小。」「確實如此。」
'And as for the soul, would not the most courageous and most prudent soul be least disturbed and troubled by any external affection?' 'Yes.' 'And indeed, by the same reasoning, all composite things -- implements, buildings, and garments -- when well made and in good condition, are altered least by time and other affections.' 'That is so.'
13:3.22
Πᾶν δὴ τὸ καλῶς ἔχον ἢ φύσει ἢ τέχνῃ ἢ ἀμφοτέροις ἐλαχίστην μεταβολὴνὑπ' ἄλλου ἐνδέχεται. Ἔοικεν. Ἀλλὰ μὴν ὁ θεός γε καὶ τὰ τοῦ θεοῦ πάντη ἄριστα ἔχει. Πῶς δ οὔ; Ταύτῃ μὲν δὴ ἥκιστ ἂν πολλὰς μορφὰς ἴσχοι ὁ θεός. Ἥκιστα δῆτα. Ἀλλ ἆρα αὐτὸς αὑτὸν μεταβάλλοι ἂν καὶ ἀλλοιοῖ; Δηλονότι, ἔφη, εἴπερ ἀλλοιοῦται
「那麼,凡是狀態良好的東西,無論是出於本性、技藝,或兩者兼備,受他物所致的改變都是最少的。」「看來如此。」「然而神,以及屬乎神的一切,豈不是在各方面都處於最佳狀態?」「怎會不是呢?」「照此說來,神就最不可能具有許多形貌了。」「的確最不可能。」「但他會不會親自改變、變化自己呢?」他說:「顯然,若他真會改變的話,就會如此。」
'So everything that is in a fine condition, whether by nature, by art, or by both, admits the least change from something else.' 'It seems so.' 'But surely god and what belongs to god are in every way in the best condition.' 'Of course.' 'In this respect, then, god would least of all take on many forms.' 'Least of all indeed.' 'But might he change and alter himself?' 'Clearly so,' he said, 'if indeed he is altered at all.'
13:3.23
Πότερον οὖν ἐπὶ τὸ βέλτιόν τε καὶ κάλλιον μεταβάλλει ἑαυτὸν, ἢ ἐπὶ τὸ χεῖρον καὶ αἴσχιον αὑτοῦ; Ἀνάγκη, ἔφη, ἐπὶ τὸ χεῖρον ἑαυτοῦ, εἴπερ ἀλλοιοῦται· οὐ γάρ που ἐνδεᾶ γε φήσομεν τὸν θεὸν κάλλους ἢ ἀρετῆς εἶναι. Ὀρθότατα, ἦν δ ἐγὼ, λέγεις. καὶ οὕτως ἔχοντος δοκεῖ ἄν τίς σοι, ὦ Ἀδείμαντε, ἑκὼν αὑτὸν χείρω ποιεῖν ὁπῃοῦν ἢ θεῶν ἢ ἀνθρώπων
「那麼,他是變得更好、更美,還是變得更差、更醜呢?」他說:「若真會改變,必定是變得更差,因為我們總不能說神在美善或德行上有所欠缺。」我說:「你說得極是。既然如此,阿德曼托斯啊,依你之見,無論是神還是人,豈會有人心甘情願地使自己在任何方面變得更差?」
'Does he then change himself for the better and more beautiful, or for the worse and more shameful?' 'It would necessarily be for the worse, if he is altered at all,' he said; 'for surely we shall not say that god is deficient in beauty or virtue.' 'You speak most rightly,' I said. 'And this being so, Adeimantus, does it seem to you that anyone, either god or man, would willingly make himself worse in any respect?'
13:3.24
Ἀδύνατον, ἔφη. Ἀδύνατον ἄρα, ἔφην, καὶ θεὸν ἐθέλειν αὑτὸν ἀλλοιοῦν, ἀλλ, ὡς ἔοικε, κάλλιστος καὶ ἄριστος ὢν εἰς τὸ δυνατὸν ἕκαστος αὐτῶν μένει ἀεὶ ἁπλῶς ἐν τῇ αὑτοῦ μορφῇ. Πᾶσα, ἔφη, ἀνάγκη ἔμοιγε δοκεῖ. Μηδεὶς ἄρα, ἦν δ ἐγὼ, ὦ ἄριστε, λεγέτω ἡμῖν τῶν ποιητῶν ὡς θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν, παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας
他說:「不可能。」我說:「那麼,神也不可能願意改變自己,而是看來,眾神各自都盡可能保持最美、最善,永遠單純地維持在自己本來的形貌之中。」他說:「在我看來,這是絕對必然的。」我說:「那麼,吾友啊,決不可讓任何一位詩人對我們說:『諸神化作異邦來客的模樣,變幻萬千,巡遊於城邑之間。』」
'Impossible,' he said. 'Then it is impossible,' I said, 'for god too to be willing to alter himself, but, as it seems, each of them, being the most beautiful and the best possible, remains forever simply in his own form.' 'That seems to me entirely necessary,' he said. 'Then let none of the poets tell us, my excellent friend, that "the gods, taking the likeness of strangers from foreign lands, appear in all sorts of forms, roaming through the cities."'
13:3.25
μηδὲ Πρωτέως τε καὶ Θέτιδος καταψευδέσθω μηδεὶς, μηδ ἐν τραγῳδίαις μηδ έν τοῖς ἄλλοις ποιἤμασιν εἰσαγέτω Ἥραν ἠλλοιωμένην, ὡς ἱέρειαν ἀγείρουσαν Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις
也不可讓任何人虛構關於普羅透斯與忒提斯的謊言,也不可在悲劇或其他詩作中,將赫拉描寫成變了形貌,化身為女祭司,為阿爾戈斯河神伊那科斯那賜予生命的子民募集捐獻。
Nor let anyone tell falsehoods about Proteus and Thetis, nor let anyone in tragedies or in other poems introduce Hera transformed, as a priestess collecting alms for the life-giving children of the Argive river Inachus.
13:3.26
καὶ ἄλλα τοιαῦτα πολλὰ μὴ ἡμῖν ψευδέσθωσαν. μηδ αὖ ὑπὸ τούτων ἀναπειθόμεναι αἶ μητέρες τὰ παιδία ἐκδειματούντων, λέγουσαι τοὺς μύθους κακῶς, ὡς ἄρα θεοίτινες περιέρχονται νύκτωρ πολλοῖς ξένοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, ἵνα μὴ ἅμα μὲν εἰς θεοὺς βλασφημῶσιν, ἅμα δὲ τοὺς παῖδας ἀπεργάζωνται δειλοτέρους. Μὴ γὰρ, ἔφη
也不可讓他們對我們編造許多諸如此類的謊言。同樣,也不可讓母親們受這類故事的影響,以拙劣的方式講述這些神話來嚇唬孩童,說什麼有些神明夜間四處遊蕩,化身為各式各樣的陌生人出現,以免她們一方面褻瀆諸神,一方面又使孩子變得更為怯懦。他說:「的確不可如此。」
And let them not tell us many other such falsehoods. Nor again, being persuaded by these, let mothers frighten their children, telling the stories badly, saying that certain gods go about by night appearing in the likeness of many strangers of all sorts, lest at the same time they blaspheme against the gods and also make the children more cowardly. 'No indeed, let them not,' he said.
13:3.27
Ἀλλ' ἆρα, ἦν δ ἐγὼ, αὐτοὶ μὲν οἶ θεοί εἰσιν οἷοι μὴ ματαβάλλειν, ἡμᾶς δὲ ποιοῦσι δοκεῖν σφᾶς παντοδαποὺς φαίνεσθαι ἐξαπατῶντες καὶ γοητεύοντες; Ἴσως, ἔφη. Τί δέ; ἦν δ ἐγώ· ψεύδεσθαι ὁ θεὸς ἐθέλοι ἂν ἢ λόγῳ ἢ ἔργῳ φαντάσματα προτείνων; Οὐκ οἶδα, ἦ δ ὅς
我說:「那麼,是不是諸神本身並不改變,卻設法使我們以為他們顯現出各式各樣的形貌,以此欺哄矇騙我們呢?」他說:「也許是這樣。」我說:「那又如何呢?神豈會願意說謊,無論是以言語或行為,呈現出虛幻的表象?」他說:「我不知道。」
'But is it, then,' I said, 'that the gods themselves are of such a nature as not to change, but make us think that they appear in all sorts of forms, deceiving us and playing tricks?' 'Perhaps,' he said. 'What then?' I said; 'would god be willing to lie, either in word or in deed, by putting forth appearances?' 'I do not know,' he said.
13:3.28
Οὐκ οἶσθα ἦν δ ἐγὼ, ὅτι τό γε ὡς ἀληθῶς ψεῦδος, εἰ οἷόν τε τοῦτ εἰπεῖν, πάντες θεοί τε καὶ ἄνθρωποι μισοῦσι; Πῶς, ἔφη, λέγεις; Οἶσθά που, ἦν δ ἐγὼ, ὅτι τῷ κυριωτάτῳ ἑαυτῶν ψεύδεσθαι καὶ περὶ τὰ κυριώτατα οὐδεὶς ἑκὼν ἐθέλει, ἀλλὰ πάντων μάλιστα φοβεῖται ἐκεῖ αὐτὸ κεκτῆσθαι. Οὐδὲ νῦν πω, ἦ δ ὃς, μανθάνω
我說:「你難道不知道,若可以這樣說的話,真正意義上的虛假,是為一切神與人所憎惡的嗎?」他說:「你這是什麼意思?」我說:「你大概知道,沒有人願意在自己最主要的部分、以及最重要的事情上自願受欺,反倒最害怕在那個地方懷有虛假。」他說:「我現在還是不明白。」
'Do you not know,' I said, 'that the true falsehood, if one may call it that, is hated by all gods and men?' 'What do you mean?' he said. 'You know, I suppose,' I said, 'that no one is willingly false in the most authoritative part of himself and concerning the most authoritative matters, but everyone fears above all to possess that falsehood there.' 'I still do not understand,' he said.
13:3.29
Οἴει γάρ τί με, ἔφην, σεμνὸν λέγειν · ἐγὼ δὲ λέγω ὅτι τῇ ψυχῇ περὶ τὰ ὄντα ψεύδεσθαί τε καὶ ἐψεῦσθαι καὶ ἀμαθῆ εἶναι καὶ ἐνταῦθα ἔχειν τε καὶ κεκτῆσθαι τὸ ψεῦδος πάντες ἥκιστ ἂν δέξαιντο καὶ μισοῦσι μάλιστα αὐτὸ ἐν τῷ τοιούτῳ
我說:「你以為我在說什麼高深的話;其實我要說的是,關於實存之事,在靈魂之中虛假、被欺、無知,並在那個地方存有、持守著虛假──這是人人最不願接受、也最為憎惡的事。」
'You think, I suppose, that I am saying something profound,' I said; 'but what I mean is that everyone would least of all accept, and hates most of all, being false and having been deceived in the soul concerning the things that are, and being ignorant, and holding and possessing falsehood there.'
13:3.30
Πολύ γ, ἔφη. Ἀλλὰ μὴν ὀρθότατά γ ἂν, ὃ νῦν δὴ ἔλεγον, τοῦτο ὡς ἀληθῶς ψεῦδος καλοῖτο, ἡ ἐν τῇ ψυχῇ τοῦ ἐψευσμένου ἄγνοια, ἐπεὶ τό γε ἐν τοῖς λόγοις μίμημά τι τοῦ ἐν τῇ ψυχῇ ἐστι παθήματος καὶ ὕστερον γεγονὸς εἴδωλον, οὐ πάνυ ἄκρατον ψεῦδος. ἢ οὐχ οὕτω; Πάνυ μὲν οὑν
他說:「的確如此。」「那麼,我剛才所說的那種東西──即受欺者靈魂中的無知──才最恰當地可稱為真正的虛假;因為言語中的虛假,不過是靈魂中那種情狀的一種摹本,是後來產生的一個影像,並非全然純粹的虛假。難道不是這樣嗎?」「的確如此。」
'Very much so,' he said. 'And indeed, most rightly, what I was just now saying might be called the true falsehood -- the ignorance in the soul of the one who has been deceived -- since that in words is a kind of imitation of the affection in the soul, and an image that comes into being afterward, not an altogether unmixed falsehood. Or is it not so?' 'Quite so.'
13:3.31
Τὸ μὲν δὴ τῷ ὄντι ψεῦδος οὐ μόνον ὑπὸ θεῶν, ἀλλὰ καὶ ὑπὸ ἀνθρώπων μισεῖται. Δοκεῖ μοι. Τί δὲ δή; τὸ ἐν τοῖς λόγοις ψεῦδος πότε καὶ ἐν τῷ χρήσιμον, ὥστε μὴ ἄξιον εἶναι μίσους; ἆρ οὐ πρός τε τοὺς πολεμίους καὶ τῶν καλουμένων φίλων, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γίγνεται
「那麼,真正意義上的虛假,不僅為諸神所憎惡,也為世人所憎惡。」「在我看來是如此。」「那又如何呢?言語中的虛假,在什麼時候、在什麼方面才算有用,以致不值得憎惡呢?豈不是在對付敵人時,以及在所謂的朋友之中,當他們因瘋狂或某種愚蠢而企圖做出某種惡事時,為了阻止他們,虛假才如同藥物一般派上用場嗎?」
'The falsehood that is truly such, then, is hated not only by gods but also by men.' 'It seems so to me.' 'What then? When and in what respect is the falsehood in words useful, so as not to be worthy of hatred? Is it not useful, as a kind of remedy, against enemies, and toward those called friends, when, through madness or some folly, they attempt to do something evil, then for the sake of turning them away from it?'
13:3.32
καὶ ἐν αἷς νῦν δὴ ἐλέγομεν ταῖς μυθολογίαις, διὰ τὸ μὴ εἰδέναι ὅπη τἀληθὲς ἔχει περὶ τῶν παλαιῶν, ἀφομοιοῦντες τῷ ἀληθεῖ τὸ ψεῦδος ὅτι μάλιστα, οὕτω χρήσιμον ποιοῦμεν; Καὶ μ ΄λα, ἦ δ ὃς, οὕτως ἔχει. Κατὰ τί δὴ οὖν τούτων τῷ θεῷ τὸ ψεῦδος χρήσιμον; πότερον διὰ τὸ μὴ εἰδέναι τὰ παλαιὰ ἀφομοιῶν ἂν ψεύδοιτο; Γελοῖον μέντἂν εἴη, ἔφη
「再看我們方才所論的那些神話,由於我們不知道古代之事的真相究竟如何,便盡可能將虛構的東西做得酷似真實,因而使之有用,豈不是這樣嗎?」他說:「的確如此。」「那麼,就這幾種情形而言,虛假對神有什麼用處呢?難道神會因不知道古代之事,而編造出相似的謊言嗎?」他說:「那未免太荒謬了。」
'And in the mythologies we were just now speaking of, because we do not know how the truth stands concerning ancient things, do we not, by making the falsehood as much as possible like the truth, thereby make it useful?' 'Yes, quite so,' he said, 'that is how it is.' 'In which of these respects, then, is falsehood useful to god? Would he lie by making a likeness because he does not know ancient things?' 'That would be ridiculous indeed,' he said.
13:3.33
Ποιητὴς μὲν ἄρα ἐν θεῷ ψευδὴς οὐκ ἔνι; Οὔ μοι δοκεῖ. Ἀλλὰ δεδιὼς τοὺς ἐχθροὺς ἂν ψεύδοιτο; Πολλοῦ γε δεῖ. Ἀλλὰ δι οἰκείων ἄνοιαν, ἢ μανίαν; Ἀλλ οὐδεὶς, ἔφη, τῶν ἀνοήτων καὶ μαινομένων θεοφιλής. Οὐκ ἄρα ἐστὶν οὗ ἕνεκα ἂν θεὸς ψεύδοιτο; Οὐκ ἔστι. Πάντη ἄρα ἀψευδὲς τὸ δαιμόνιόν τε καὶ τὸ θεῖον. Παντάπάσι μὲν οὖν, ἔφη
「那麼,神之中並沒有一個好編造謊言的詩人?」「在我看來沒有。」「那麼,他會因懼怕敵人而說謊嗎?」「絕不會。」「那會因親友的愚昧或瘋狂而說謊嗎?」他說:「但愚昧或瘋狂之人,沒有一個是神所喜愛的。」「那麼,並沒有任何緣故會使神說謊了?」「沒有。」「那麼,神明與神性便完全沒有虛假。」他說:「的確完全如此。」
'So there is no lying poet in god?' 'It does not seem so to me.' 'But might he lie out of fear of enemies?' 'Far from it.' 'But on account of the folly or madness of his kin?' 'But,' he said, 'none of the foolish or the mad is dear to god.' 'Then there is nothing for the sake of which god would lie?' 'There is not.' 'Then the divine and the godhead are altogether without falsehood.' 'Altogether so, indeed,' he said.
13:3.34
Κομιδῆ ἄρα ὁ θεὸς ἀπλοῦν καὶ ἀληθὲς ἔν τ ἔργῳ καὶ λόγῳ, καὶ οὔτε αὐτὸς μεθέσταται, οὔτε ἄλλους ἐξαπατᾷ, οὔτε κατὰ φαντασίας, οὔτε κατὰ σημείων πομπὰς, οὔθ ὕπαρ οὔτ ὄναρ. Οὕτως, ἔφη, ἔμοιγε καὶ αὐτῷ φαίνεται σοῦ λέγοντος. Συγχωρεῖς ἄρα, ἔφην, τοῦτον δεύτερον τύπον εἶναι ἐν ᾧ δεῖ περὶ θεῶν καἰ λέγειν καὶ ποιεῖν, ὡς μήτε αὐτοὺς γόητας ὄντας τῷ μεταβάλλειν ἑαυτοὺς μήθ ἡμᾶς ψεύδεσι παράγειν ἐν λόγῳ ἢ ἔν ἔργω; Συγχωρῶ
「那麼,神在言行兩方面完全單純而真實,他自己既不改變,也不藉幻象、藉徵兆的傳送、無論醒時或夢中,去欺騙他人。」他說:「聽你這麼說,我自己也是這樣認為的。」我說:「那麼,你是否同意,這便是關於諸神該當如何言說、如何創作的第二條典範──即諸神既非藉變化自身而行法術的人,也不會以言語或行為中的謊言來誤導我們?」「我同意。」
'God, then, is altogether simple and true both in deed and in word, and neither does he himself change, nor does he deceive others, either by apparitions, or by the sending of signs, whether waking or in dreams.' 'So it appears to me too,' he said, 'now that you have said it.' 'Do you agree, then,' I said, 'that this is a second pattern according to which one must speak and compose concerning the gods -- that they are neither sorcerers who change themselves, nor lead us astray by falsehoods in word or in deed?' 'I agree.'
13:3.35
Πολλὰ ἄρα Ὁμήρου ἐπανινοῦντες ἄλλα τοῦτο οὐκ ἐπαινεςόμεθα, τὴν τοῦ ἐνυπνίου πομπὴν ὑπὸ Διὸς τῷ Ἀγαμέμνονι· οὐδ Αἰσχύλου, ὅταν φῇ ἡ Θέτις, τὸν Ἀπόλλω ἐν τοῖς αὐτῆς γάμοις ᾄδοντα ἐνδατεῖσθαι τὰς ἑὰς εὐπαιδίας, νόσων τ απείρους καὶ μακραίωνος τύχας Παιὼν ἐπευφήμησεν, εὐθυμῶν ἐμέ. κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα ἤλιπζον εἶναι, μαντικῇ βρύον τέχνῃ. ὁ δ αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρὼν, αὐτὸς τάδ εἰπὼν, αὐτός ἐστιν ὁ κτανὼν τὸν παῖδα τὸν ἐμόν
因此,在稱讚荷馬諸多優點的同時,我們也絕不會稱讚這一點──即宙斯派遣夢境傳給阿伽門農之事;也不會稱讚埃斯庫羅斯,當忒提斯說阿波羅在她婚禮上歌唱,頌揚她子嗣的福澤:『無疾無病、享長壽之運』,並歌詠神明所賜的種種好運,使我心歡愉。我當時還以為福玻斯那神聖不虛的口,滿溢著預言的技藝。然而那同一位歌唱者,那同一位在筵席中在場者,那同一位說出這些話的,正是那殺死我兒子的人。
So, while praising Homer for many things, we shall not praise this -- the sending of the dream to Agamemnon by Zeus -- nor Aeschylus, when Thetis says that Apollo, singing at her wedding, celebrated the good fortune of her children, 'free from sicknesses and blessed with long life,' and, cheering my heart, hymned the fortunes granted by the gods. And I thought that the divine mouth of Phoebus, brimming with the art of prophecy, was free from falsehood. But he himself, the one who sang, the one who was present at the feast, the one who said these things -- he himself is the one who slew my son.
13:3.36
ὅταν τις τοιαῦτα λέγῃ περὶ θεῶν, χαλεπανομέν τε καὶ χορὸν οὐ δώσομεν, οὐδὲ τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἱ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίγνεσθαι, καθ ὅσον ἀνθρώπῳ ἐπὶ πλεῖστον οἷόν τε. Παντάπασιν, ἔφη, ἔγωγε τοὺς τύπους τούτους συγχωρῶ, καὶ ὡς νόμοις ἂν αὐτοῖς χρῴμην
當有人說出這樣關於諸神的話時,我們便要動怒,不給他合唱隊,也不容許教師用它來教育年輕人,若我們的護衛者將來要成為敬神、神聖的人──就人所能達到的最大程度而言。他說:「這些典範我完全贊同,我也願意將它們當作法律來遵行。」
When anyone says such things about the gods, we shall be angry and shall not grant him a chorus, nor shall we allow the teachers to use it for the education of the young, if our guardians are to become god-fearing and godlike, so far as it is possible for a man to be so to the greatest degree. 'I entirely agree with these patterns,' he said, 'and I would use them as laws.'
13:3.37
Ταῦτα μὲν ὁ Πλάτων. εὕροις δ ἂν τὴν Ἑβραίων γραφὴν οὐδαμῶς μὲν μύθους αἰσχροὺς περὶ Τοῦ τῶν ὅλων θεοῦ, ἀλλ οὐδὲ περὶ τῶν ἀμφ αὐτὸν θείων ἀγγέλων, οὐδέ γε περὶ τῶν θεοφιλῶν ἀνδρῶν ὁμοίως ταῖς Ἑλληνικαῖς θεολογίαις περιέχουσαν, τὸν δὲ ὑπὸ τοῦ Πλάτωνος ἐκτεθέντα τύπον, ὅτι τε ἀγαθὸς ὢν ὁ θεὸς τυγχάνει, καὶ τὰ πρὸς αὐτοῦ γεγονότα πάντα τοιαῦτα
以上乃是柏拉圖所言。至於希伯來人的經文,你會發現它絕不含有關於萬有之神的可恥神話,也不含有關於祂周圍那些神聖天使的可恥神話,更不含有關於蒙神喜愛之人的可恥神話,與希臘人的神學迥然不同;然而,它確實含有柏拉圖所陳述的那種典範──即神實在是善的,並且祂所造成的一切事物皆是如此。
This is what Plato says. But one would find that the Hebrew Scripture contains in no way shameful myths concerning the God of the universe, nor indeed concerning the divine angels around him, nor concerning men beloved of God, unlike the Greek theologies; but it does contain the pattern set forth by Plato -- that God is in fact good, and that all things brought into being by him are of this same character.
13:3.38
ἐφ ἑκάστῳ δ οὖν τῶν δημιουργημάτων ὁ θαυμάσιος Μωςῆς ἐπιλέγει καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. ἐπί τε πᾶσι τὸν περὶ πάντων συγκεφαλαιούμενος λόγον φηςὶ καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. δόγμα δ Ἑβραίων ἐστὶ καὶ τὸ μὴ εἶναι τὸν θεὸν κακῶν αἴτιον, εἰ δὴ ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον
在每一項造化工程之後,那位令人驚歎的摩西都加上一句:「神看著是好的。」而在一切造化完成之後,總結全部的敘述時,他又說:「神看他所造的一切都甚好。」希伯來人還有一項教義,就是神並非惡事的成因──因為「神並未造死亡,也不喜悅活人的滅亡」;因祂創造萬物,是要使其存在,世界的生成本是為了拯救;然而,死亡卻因魔鬼的嫉妒而進入了世界。
At each of the works of creation, the wondrous Moses adds, 'And God saw that it was good.' And concerning all of them, summing up the account of everything, he says, 'And God saw all that he had made, and behold, it was very good.' It is also a doctrine of the Hebrews that God is not the cause of evils -- for indeed 'God did not make death, nor does he delight in the destruction of the living'; for he created all things that they might exist, and the generative powers of the world are wholesome; but through the envy of the devil death entered into the world.
13:3.39
διὸ καὶ παρὰ τῷ προφήτῃ εἰσῆκται λέγων ὁ θεὸς πρὸς τὸν ἐξ οἰκείας προαιρέσεως κακὸν γεγενημένον. ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς τὰ ὀπίσω ἡ ἄμπελος ἡ ἀλλοτρία; εἰ δέ που λέγοιτο κακὰ τοῖς φαύλοις ἐκ θεοῦ συμβαίνειν, ὁμωνύμως ἀκουστέον, ὡς τῶν τιμωριῶν οὕτω κεκλημένων, ἃς ἀγαθὸς ὢν ὁ θεὸς οὐκ ἐπὶ βλάβῃ τῶν τιμωρουμένων, ἐπ ὠφελείᾳ δὲ καὶ συμφέροντι λέγεται ἐπάγειν· ὥσπερ ἂν καὶ ἰατρὸς ἐπὶ σωτηρίᾳ τῶν καμνόντων κακὰ νομίζοιτο προσφέρειν τὰς ἀλγεινὰς καὶ πικρὰς θεραπείας
因此,先知書中也記載神對那因自己的抉擇而變得邪惡之人如此說道:「我栽種你為多結果子的葡萄樹,全然真實;你怎麼變為外邦葡萄樹的枝子,轉離了正路?」倘若經上有處說惡事出於神、臨到惡人身上,這須以同名異義的方式來理解,因為懲罰也被如此稱呼;而這些懲罰,神雖是善的,卻被說成施加於人──並非為了傷害那受懲罰的人,而是為了他的益處與好處而施加,正如醫生也可能被認為是在為病人施行痛苦而苦澀的治療時,施加了「惡事」,為要使病人得救。
For this reason it is also recorded in the prophet, God saying to the one who had become evil by his own choice: 'I planted you a fruitful vine, wholly true; how have you turned back into a strange vine?' But if it is said anywhere that evils befall the wicked from God, this is to be understood equivocally, since the punishments are called by this name; these God, being good, is said to inflict not for the harm of those being punished, but for their benefit and advantage -- just as a physician too might be thought to administer the painful and bitter treatments as 'evils,' for the salvation of the sick.
13:3.40
διὸ καὶ ἐπὶ τῆς θείας γραφῆς ἔνθα εἴρηται κακὰ ἀνθρώποις ἐπάγεσθαι ὑπὸ τοῦ θεοῦ, τὰ παρὰ τῷ Πλάτωνι λεκτέον, ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο, καὶ ὅτε τὰ σκυθρωπὰ καὶ ἀνθρώποις κακὰ νενομισμένα τοῖς τούτων ἀξίοις ἐπῆγεν, οἱ δὲὤναντο κολαζόμενοι, οὐ μόνον κατὰ τὸν φιλόσοφον, ἀλλὰ καὶ κατὰ τὴν Ἑβραίων γραφὴν λέγουσαν ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται
因此,凡神聖經文中提到惡事由神加諸於人的地方,便當如柏拉圖所言那般理解──即神所行的是公義而美善的,當祂將那些世人視為凶險惡事的事臨到那些應得之人身上時,他們卻因受懲罰而蒙益;這不僅合乎那位哲學家的看法,也合乎希伯來經文所說的:「因為主所愛的,祂就管教;凡祂所收納的兒子,祂無不責打。」
Therefore, wherever it is said in the divine Scripture that evils are brought upon men by God, one must say what Plato says -- that God did what was just and good, and that when he brought upon those who deserved them the grim things reckoned evil by men, they were benefited by being punished -- not only according to the philosopher, but also according to the Hebrew Scripture, which says, 'For whom the Lord loves he disciplines, and he scourges every son whom he receives.'
13:3.41
ὧς δ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δ ὁ δρῶν ταῦτα ὁ θεὸς, οὐκ ἐατέον λέγειν τὸν ποιητὴν, ἀλλ εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι κακοὶ, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον· κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίνεσθαι, ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ
至於說那些受罰的人是可悲的,而做出這一切的正是神──這樣的話,決不可容許詩人說出;然而,若說惡人因需要懲罰而可悲,而在受罰之時卻蒙神使其得益,這樣的話便可以容許;至於說神雖是善的,卻成為某人身上惡事的成因,這種說法必須用一切方式加以駁斥。
But it must not be allowed for the poet to say that those who paid the penalty were wretched, and that it was God who did this; but if they say that the wicked were wretched because they needed punishment, and that in paying the penalty they were benefited by God, this is to be allowed; but that God, being good, becomes the cause of evils to anyone -- this must be fought against by every means.
13:3.42
ἀλλὰ καὶ περὶ τοῦ μὴ ἀλλοι ῦσθαι τὸν θεὸν ἡ παρ Εβραίὄις προφητεία ὧδέ πη ἐκ προσώπου τοῦ θεοῦ διδάσκει λέγουσα διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι. καὶ ἐν ταῖς θεολογίαις δὲ ὁ Δαβὶδ ἀναφωνεῖ λέγων πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δέο αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν
此外,關於神不改變這一點,希伯來人的先知書也曾以神自己的口吻教導道:「因為我是耶和華你們的神,並未改變。」而在詩篇的頌讚中,大衛也宣告說:「萬物都要像衣服漸漸舊了,你要將它們捲起,如同外袍一般,它們就都改變了;唯有你永不改變,你的年歲沒有窮盡。」
But also concerning God's not being subject to change, the prophecy among the Hebrews teaches in this way, speaking in the person of God: 'For I am the Lord your God, and I have not changed.' And in the theological hymns David also proclaims, saying, 'They all shall grow old like a garment, and like a cloak you shall fold them up, and they shall be changed; but you are the same, and your years shall not fail.'
13:3.43
εἰ δέ πη τὸν τοῦ θεοῦ λόγον εἰσάγουσιν ἐν εἴδει καὶ σχήματι ἀνθρωπείῳ παραφαινόμενον, λεκτέον ὡς οὐ κατὰ τοὺς Ἑλλήνων μύθους ὁμοίως Πρωτεῖ καὶ Θέτιδι καὶ Ἥρᾳ, οὐδ ὡς οἶ θεοὶ οἶ περιερχόμενοι νύκτωρ πολλοῖς ζῴοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, καὶ τὸν τοῦ θεοῦ λόγον ἀνθρώποις πεφηνότα εἰσάγουσιν οἱ Ἑβραίων λόγοι, ἀλλ ὡς αὐτὸς ὁ Πλάτων δεῖν ποτέ φησιν ἐπὶ φίλων εὐεργεσίᾳ, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γενέσθαι τὴν τοῦ θεοῦ εἰς ἀνθρώπους πάροδον
然而,若希伯來人的著作某處確實記載神的道以人的形貌樣式顯現,那就必須說,這並不像希臘神話中普羅透斯、忒提斯、赫拉那樣;希伯來人的話語所引入的、向人顯現的神的道,也不像那些夜間四處遊蕩、化身為各式各樣動物出現的諸神那樣;而是正如柏拉圖自己所言,有時為了朋友的益處,當他們因瘋狂或某種愚蠢而企圖做出某種惡事時,為了阻止他們,神降臨到人間便如同藥物一般發揮功用。
But if anywhere the Hebrew writings introduce the Word of God as appearing in human form and shape, one must say that this is not in the manner of the Greek myths, like Proteus and Thetis and Hera, nor as the gods who go about by night appearing in the likeness of many animals of all sorts do the Hebrew accounts introduce the Word of God as having appeared to men; but rather, as Plato himself says must happen at some point for the benefit of friends, when through madness or some folly they attempt to do something evil, then, for the sake of turning them away from it, the coming of God among men becomes useful like a remedy.
13:3.44
ἐπεὶ οὑν τῶν ἐπὶ γῆς ζῴων οὐδὲν ἢν θεοφιλέστερον γένος ἀνθρώπου, συγγενές τε καὶ οἰκεῖον τῷ τοῦ θεοῦ λόγῳ, παρ οὗ καὶ λογικὸς τὴν τῆς ψυχῆς φύσιν ἀπείργαστο, εἰκότως, οἷα φίλου ζῴου κηδόμενον, τὸν ἐπουράνιον λόγον ἥκειν ἐπὶ θεραπείᾳ φασὶ παντὸς τοὐ γένους, νόσον καὶ μανίαν ἔκτοπον ὑπομείναντος, ὡς μήτε τὸν πατέρα γινώσκειν θεὸν, μήτε τὴν οἰκείαν τῆς νοερᾶς φύσεως οὐσίαν, μήτ αὐ θεοῦ πρόνοιαν, σώτειραν τῶν ὅλων, εἰς ἀλόγου δὲ ζῴου σχεδὸν ὅσον παρατροπὴν ἥκοντος
既然如此,在地上一切活物之中,沒有一種族類比人類更蒙神所愛,因為人與神的道有著親屬般的關係、彼此相屬,人靈魂的本性也正是由這道所塑造成有理性的;因此,理所當然地,正如一個人顧念一位親愛的活物,人們說,那位屬天的道便前來醫治全人類,因為人類陷入了一種奇特的疾病與瘋狂,以致既不認識父神,也不認識自己那有理性本性的本質,更不認識那拯救萬有的神的護理,幾乎已經墮落到近乎無理性活物的地步。
Since, then, among the living creatures on earth none was more beloved of God than the race of man, being kindred and akin to the Word of God, by whom also the nature of its soul had been fashioned rational, it is fitting, as one caring for a friend among living creatures, that the heavenly Word, they say, came for the healing of the whole race, which had fallen into a strange sickness and madness, so that it neither knew God the Father, nor its own essence as of a rational nature, nor again the providence of God, the saviour of all things, but had come almost to the point of turning aside into an irrational creature.
13:3.45
διὸ δὴ τὸν σωτῆρα καὶ ἰατρὸν ἐπιστῆναι λέγουσιν, οὐ μὲν δὴ τῆς οἰκείας ἐκστάντα φύσεως, οὐδέ γε ψευσάμενον τοὺς ὁρῶντας, ἄμφω δὲ ἀληθῆ φυλάξαντα, τό τε ἀρανὲς καὶ τὸ ὁρώμενον. πῆ μὲν γὰρ ἀληθὴς ἄνθρωπος ἑωρᾶτο, πῆ δὲ θεοῦ λόγος ἦν ἀληθὴς, οὐ γοητεύων, οὐδὲ τοὺς θεωμένους ἐξαπατῶν, ἐπειδὴ τὸ θεῖον ἀψευδὲς καλῶς ἔχειν ἐδόκει καὶ Πλάτωνι
因此,人們說,救主兼醫治者親自來到,並未脫離自己本來的性情,也未曾欺哄那些見到祂的人,反而使不可見與可見的兩方面都保持真實。因為就一方面而言,祂被看見時確實是個真實的人;就另一方面而言,祂又確實是神的道──既不施行法術,也不欺哄那觀看祂的人,因為神性沒有虛假這一點,連柏拉圖也認為是理所應當的。
For this reason they say that the Saviour and Physician came near, not having departed from his own nature, nor having deceived those who saw him, but having kept both true -- the unseen and the seen. For in one respect he was seen as a true man, and in another he was truly the Word of God, not practicing sorcery, nor deceiving those who beheld him, since it seemed right also to Plato that the divine be without falsehood.
13:3.46
κομιδῇ ἄρα ὁ θεὸς λόγος ἁπλοῦς ὢν καὶ ἀληθὴς ἔν τε ἔργῳ καὶ λόγῳ, οὔτε αὐτὸς μεθίστατο, οὕτε ἄλλους ἐξηπάτα. οὔτε κατὰ φαντασίας, οὔτε κατὰ λόγους, οὔτε κατὰ σημείων πομπὰς, οὔθ'] οὐδ ὄναρ. πάντα γὰρ ὅσα τοιαῦτα, οἶα λογικῶν ψυχῶν ἰατρὸς, σωτηρίας ἕνεκα τοῦ παντὸς ἀνθρώπων γένους ἀληθῶς, ἀλλ οὐ δοκήσει δι οὗ ἀνείληφεν ἀνθρώπου διεπραγματεύσατο, τὴν πρὸς τὸν αὑτοῦ πατέρα φιλίαν τε καὶ ὑποστροφὴν διὰ τῆς κατηγγελμένης ὑπ αὐτοῦ θεογνωσίας τε καὶ ἀληθοῦς εὐσεβείας πᾶσιν ἡμῖν δωρούμένος
因此,神的道全然單純真實,無論在行為或言語上,祂自己既不改變,也不欺哄他人──既不藉幻象,也不藉言論,也不藉徵兆的傳送,甚至連夢中也不曾如此。因為凡此種種,祂作為理性靈魂的醫治者,乃是為了全人類真實的救恩──而非僅止於表象──藉著祂所取的那個人性,親身成就這一切,藉由祂所宣告的認識神之道與真實的敬虔,將與祂自己父神的友誼與歸向,賜給我們眾人。
Therefore the God-Word, being altogether simple and true in both deed and word, neither himself changed, nor deceived others -- not by apparitions, nor by discourses, nor by the sending of signs, nor even in a dream. For all such things, as a physician of rational souls, he truly worked for the salvation of the whole human race -- not in mere appearance -- through the man he had assumed, bestowing upon all of us friendship with, and return to, his own Father, through the knowledge of God and the true piety proclaimed by him.
13:3.47
καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα· τοῖς δὲ ἄλλως λέγουσι χαλεπανοῦμέν τε καὶ χορὸν οὐ δώσομεν, οὐδέ γε τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἶ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίνεσθαι, ὡς καὶ τῷ φιλοσόφῳ ἄριστα ἔχειν ἐδόκει
以上便是我們的立場;至於那些持不同說法的人,我們便要動怒,不給他們合唱隊,也不容許教師用這類東西來教育年輕人,若我們的護衛者將來要成為敬神、神聖的人──正如那位哲學家也認為這是最好的做法一樣。
Such, then, is our position; but toward those who speak otherwise we shall be angry and shall not grant them a chorus, nor shall we allow the teachers to use such things for the education of the young, if our guardians are to become god-fearing and godlike -- just as it also seemed best to the philosopher.
13:4.1
Αὐτοὶ γὰρ οἱ ἄνθρωποι τυγχάνουσι νομίζοντες τὸν Δία τῶν θεῶν ἄριστον καὶ δικαιότατον, καὶ τοῦτον ὁμολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι, ὅτι τοὺς υἱεῖς κατέπινεν οὐκ ἐν δίκῃ, καὶ ἐκεῖνόν γε αὖ τὸν αὑτοῦ πατέρα ἐκτεμεῖν δι ἕτερα τοιαῦτα· ἐμοὶ δὲ χαλεπαίνουσιν ὅτι τῷπατρὶ ἐπεξέρχομαι ἀδικοῦντι, καὶ οὕτως αὐτοὶ αὑτοῖς τὰ ἐναντία λέγουσι περί τε τῶν θεῶν καὶ περὶ ἐμοῦ
因為世人自己竟然相信宙斯是諸神中最善良、最公正的,卻又承認正是這位宙斯,因他父親不義地吞食自己的兒子,而將父親綑綁起來;而且那位父親自己,又因別的類似緣故而閹割了他自己的父親。可是他們卻對我動怒,因為我起訴我那行不義之事的父親;於是他們自己在論及諸神與論及我這件事上,竟自相矛盾。
For men themselves happen to believe that Zeus is the best and most just of the gods, and yet they admit that this same Zeus bound his own father because he unjustly swallowed his sons, and that Zeus in turn castrated his own father for other similar reasons; but they are angry at me because I prosecute my father for wrongdoing, and thus they say things contrary to themselves concerning both the gods and me.
13:4.2
Ἄρα γε, ὦ Εὐθύφρον, τοῦτ ἐστὶν οὗ ἕνεκα τὴν γραφὴν φεύγω ὅτι τὰ τοιαῦτα ἐπειδάν τις περὶ τῶν θεῶν λέγῃ, δυσχερῶς πως ἀποδέχομαι δι ἃ δὴ, ὡς ἔοικε, φήσει τίς με ἐξαμαρτάνειν. νῦν οὖν εἰ καὶ σοὶ ταῦτα συνδοκεῖ τῷ εὖ εἰδότι περὶ τῶν τοιούτων, ἀνάγκη δὴ, ὡς ἔοικε, καὶ ἡμῖν συγχωρεῖν. τί γὰρ καὶ φήσομεν, οἵ γε [καὶ]αὐτοὶ ὁμολογούμεν περὶ αὐτῶν μηδὲν εἰδέναι; ἀλλ;αμοι εἰπὲ πρὸς φιλίου, σὺ ὡς ἀληθῶς ἡγᾐ ταῦτα οὕτω γεγονέναι; Καὶ ἔτι τούτων θαυμασιώτερα, ὧ Σώκρατες, ἃ οἱ πολλοὶ οὐκ ἴσασι
「歐緒弗容啊,這豈不正是我之所以被告發的緣故──即每當有人說起關於諸神的這類事情時,我總覺得難以接受,而正因如此,看來有人便會說我犯了過錯。既然如此,若連你這位深諳此類事務的人也認同這些說法,那麼看來我們也不得不承認了。因為,連我們自己都承認對這些事一無所知,還能說什麼呢?但請你憑友誼之神的名義告訴我,你是否真的相信這些事真是如此發生的?」「蘇格拉底啊,還有比這些更令人驚奇的事,是眾人所不知道的呢。」
'Is this, then, Euthyphro, the reason I am prosecuted for the indictment -- that whenever anyone says such things about the gods, I somehow find it hard to accept, on account of which, it seems, someone will say I do wrong? Now then, if you too, who know well about such matters, agree with this, then it seems we too must necessarily concede it. For what indeed shall we say, we who ourselves confess to knowing nothing about these things? But tell me, in the name of the god of friendship, do you truly believe these things happened as they are told?' 'And things even more amazing than these, Socrates, which the many do not know.'
13:4.3
Καὶ πόλεμον ἄρα ἡγῇ [σὺ εἰναι] τῷ ὄντι ἐν τοῖς θεοῖς πρὸς ἀλλήλους, καὶ ἔχθρας γε δεινὰς καὶ μάχας καὶ ἄλλα τοιαῦτα πολλὰ, οἷα λέγεταί τε ὑπὸ τῶν ποιητῶν, καὶ ὑπὸ τῶν ἀγαθῶν γραφέων τά τε ἄλλα ἱερὰ ἡμῖν καταπεποίκιλται καὶ δὴ καὶ τοῖς μεγάλοις Παναθηναίοις ὁ πέπλος μεστὸς τῶν τοιούτων ποικιλμάτων ἀνάγεται εἰς τὴν ἀκρότπολιν. ταῦτα ἀληθῆ εἶναι φῶμεν, ὦ Εὐθύφρον
「那麼,你也相信諸神彼此之間確實有戰爭,以及可怕的仇恨、戰鬥,以及許多諸如此類的事,正如詩人們所述說的那樣,也正如那些優秀畫家為我們其他聖所所繪飾的那樣;而且,在盛大的泛雅典娜節上,那件繡滿此類圖案的長袍,也正是被抬上衛城的。歐緒弗容啊,我們該說這些是真的嗎?」
'And do you then believe that there really is war among the gods with one another, and terrible enmities and battles, and many other such things, as are told by the poets, and with which our other sacred places have been adorned by good painters, and indeed at the great Panathenaea the robe, full of such embroidered scenes, is carried up to the Acropolis? Shall we say these things are true, Euthyphro?'
13:4.4
Μὴ μόνα γε, ὦ Σώκρατες, ἀλλ ὅπερ ἄρτι εἶπον, καὶ ἄλλα σοι ἐγὼ πολλὰ, ἐάν περ βούλῃ, περὶ τῶν θεῶν διηγήσομαι, ἃ σὺ ἀκούων εὖ οἶδ ὅτι ἐκπλαγήσῃ. Ταῦτα ὁ Πλάτων ἐν τῷ Εὐθύφρονι. διασαφεῖ δὲ τὴν διάνοιαν ὁ Νουμήνιος ἐν τῷ περὶ τῶν παρὰ Πλάτωνι ἀπορρήτων ὧδέ πη λέγων
「蘇格拉底啊,不只這些,正如我方才所說的,若你願意,我還可以告訴你許多其他關於諸神的事,我深知你聽了必會大為驚訝。」以上是柏拉圖在《歐緒弗容篇》中所言。而努美尼烏斯在其《論柏拉圖的祕義》一書中,則對此思想加以闡明,大致說道:
'Not only these, Socrates, but, as I just said, I will also relate to you, if you wish, many other things about the gods, which I well know will astonish you when you hear them.' These things Plato says in the Euthyphro. And Numenius clarifies the meaning in his work On the Secret Doctrines in Plato, speaking somewhat as follows:
13:5.1
Εἰ μὲν γράφειν ὑποτεινάμενος ὁ Πλάτων περὶ τῆς θεολογίας τῆς τῶν Ἀθηναίων εἶτα ἐδυσχέραινεν αὐτῇ καὶ κατηγόρει ἐχούσῃ στάσεις μὲν πρὸς ἀλλήλους, τέκνων δὲ τῶν μὲν μίξεις, τῶν δὲ ἐδωδὰς, τῶν δὲ ἀντὶ τούτων πατράσι τιμωρίας ἀδελφῶν τε ἀδελφοῖς ὑμνούσῃ, καὶ ἄλλα τοιαῦτα· εἴπερ ὁ Πλάτων ταυτὰ λαβὼν εἰς τὸ φανερὸν κατηγόρει παρασχεῖν ἄν δοκεῖ μοι τοῖς Ἀθηναίοις αἰτίαν πάλιν κακοῖς γενέσθαι ἀποκτείνασι καὶ αὐτὸν, ὥσπερ τὸν Σωκράτην. ἐπεὶ δὲ ζῆν μὲν οὐκ ἂν προείλετο μᾶλλον ἢ ἀληθεύειν, ἑώρα δὲ ζῆν τε καὶ ἀληθεύειν ἀσφαλῶς δυνησόμενος, ἔθηκεν ἐν μὲν τῷ σχήματι τῶν Ἀθηναίων τὸν Εὐθύφρονα, ὄντα ἄνδρα ἀλαζόνα καὶ κοάλεμον καὶ εἴ τις ἄλλος θεολογεῖ κακῶς, αὐτὸν δὲ τὸν Σωκράτην ἐπ αὐτοῦ τε καὶ ἐν τῷ ἰδίῳ σχηματισμῇ ἐν ᾧπερ εἰωθότως ἤλεγχεν ἑκάστῳ προσο μίλων
若柏拉圖原本著手要論述雅典人的神學,其後卻對此深感不悅、加以指責,說其中含有彼此相爭之事、子女之間的苟合、有的被吞食,又有取而代之對父親施以懲罰、兄弟頌揚攻擊兄弟等等此類之事——倘若柏拉圖真把這些事拿來公開加以指責,在我看來,他必會再度給雅典人一個藉口,讓他們像殺死蘇格拉底那樣,也把他殺害以行惡。但既然他不願寧死也要說真話勝過苟活,卻又看出自己能夠既活命又安全地說出真話,於是他便在雅典人的角色中安置了歐緒弗容——一個自誇又愚蠢的人,藉以代表任何論神論得拙劣之人;而蘇格拉底本人,則以其自身、以其一貫的方式呈現,正如他素來與每個交談的人辯論駁詰時所慣用的那樣。
If Plato, having undertaken to write about the theology of the Athenians, then grew displeased with it and denounced it as containing mutual factions, unions between children, the devouring of some of them, and, in place of these things, punishments visited upon fathers, and brothers extolled against brothers, and other things of this kind — if indeed Plato had taken these matters and denounced them openly, it seems to me he would again have given the Athenians a reason to do evil by putting him too to death, as they did Socrates. But since he would not have chosen to live rather than to speak the truth, and yet saw that he would be able both to live and to speak the truth in safety, he set the figure of Euthyphro in the role of the Athenians — a boastful and foolish man, representing anyone else who speaks badly of the divine — while he presented Socrates himself, in his own person and in his own characteristic manner, in which he was accustomed to cross-examine each person he conversed with.
13:6.1
Ὠ φίλε Κρίτων, ἡ προθυμία σου πολλοῦ ἀξία, εἰ μετά τινος ὀρθότητος εἴη· εἰ δὲ μὴ, ὅσῳ μείζων, τοσούτῳ χαλεπωτέρα. σκοπεῖσθαι οὖν χρὴ ἡμᾶς, εἴτε ταῦτα πρακτέον εἴτε μὴ, ὡς ἐγὼ οὐ μόνον νῦν, ἀλλὰ καὶ ἀεὶ τοιοῦτος οἷος τῶν ἐμῶν μηδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνηται
親愛的克利同啊,你的熱心若能配上某種正當,便極為可貴;若非如此,則熱心越大,越難應付。所以我們必須考量,這些事究竟該不該做;因為我不僅是現在,而是向來都如此:凡屬於我自己的事,我只服從那經我思量後、在我看來最好的道理,而不服從別的任何東西。
My dear Crito, your eagerness is worth much, if it comes with a measure of rightness; but if not, the greater it is, the harder it becomes to deal with. We must therefore consider whether these things ought to be done or not, since I am a man who, not only now but always, is such as to obey nothing of my own affairs except the argument which, upon reflection, appears to me best.
13:6.2
τοὺς δὲ λόγους οὓς ἐν τῷ ἔμπροσθεν ἔλεγον οὐ δύναμαι νῦν ἐκβάλλειν, ἐπειδή μοι ἥδε ἡ τύχη γέγονεν, ἀλλὰ σχεδόν τι ὅμοιοι φαίνονταί μοι, καὶ τοὺς αὐτοὺς πρεσβεύω καὶ τιμῶ οὕσπερ καὶ πρότερον · ὧν ἐὰν μὴ βελτίω ἔχωμεν λέγειν ἐν τῷ παρόντι, εὖ ἴσθι ὅτι οὐ μή σοι συγχωρήσω, οὐδ ἂν πλείω τῶν νῦν παρόντων ἡ τῶν πολλόν δύναμις ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται, δεσμούς τε καὶ θανάτους ἐπιπέμπουσα καὶ χρημάτων ἀφαιρέσεις
但我先前所說的那些道理,如今遭逢此番境遇,我卻不能將之棄置;相反,它們在我看來幾乎依舊如故,我所尊崇、所敬重的仍是與從前相同的那些道理。若就此事我們拿不出比這些更好的說法,你要清楚知道,我絕不會向你讓步,即便群眾的勢力像嚇唬小孩子那樣,用比眼前更多的東西來恐嚇我們——加諸枷鎖、處死、剝奪財產——我也不會屈服。
But the arguments which I used to state before, I cannot now cast aside, now that this fortune has befallen me; rather, they appear to me much the same as before, and I esteem and honor the very same ones as formerly. And if we have nothing better to say than these in the present circumstance, know well that I will not concede to you, not even if the power of the multitude should terrify us like children with more than what now confronts us, sending upon us bonds and deaths and confiscations of property.
13:6.3
πῶς οὖν ἂν μετριώτατα. σκοποίμεθα αὐτά; εἰ πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβοιμεν, ὃν σὺ λέγεις, τὸν περὶ τῶν δοξῶν, πότερον καλῶς ἐλέγετο ἑκάστοτε ἢ οὒ, ὅτι ταῖς μὲν δεῖ τῶν δοξῶν προσέχειν τὸν νοῦν, ταῖς δὲ οὔ· ἢ πρὶν μέν με δεῖν ἀποθνήσκειν καλῶς ἐλέγετο, νῦν δὲ κατάδηλος ἄρα ἐγένετο ὅτι ἄλλως ἕνεκα λόγου ἐλέγετο, ἦν δὲ παιδιὰ καὶ φλυαρία ὡς ἀληθῶς
那麼,我們該如何最恰當地考察這些事呢?倘若我們先重提你所說的這個論點——關於各種意見的論點:究竟從前每次所說的、有些意見該加以留意、有些則不必,這話說得對不對;還是說,這話在我尚未面臨死亡之前說得還算對,如今卻已顯然只是為了辯論而說,其實不過是遊戲之言、真真正正的空談罷了。
How then might we examine these matters most fittingly? If first we should take up this argument which you mention, concerning opinions — whether it was rightly said on each occasion or not, that one ought to pay heed to some opinions but not to others; or whether it was rightly said before I had to die, but now it has become evident that it was said merely for the sake of argument, and was in truth nothing but child's play and idle talk.
13:6.4
ἐπιθυμῶ δ ἔγωγε ἐπισκέψασθαι, ὦ Κρίτων, κοινῇ μετὰ σοῦ, εἴ τί μοι ἀλλοιότερος φανεῖται, ἐπειδὴ ὧδ ἔχω, ἢ ὁ αὐτὸς, καὶ ἐάσομεν χαίρειν ἢ πεισόμεθα αὐτῷ. ἐλέγετο δέ πως, ὡς ἐγᾦμαι, ἑκάστοτε ὧδε ὑπὸ τῶν οἰομένων τι λέγειν ὥσπερ νῦν δὴ ἐγὼ ἔλεγον, ὅτι τῶν δοξῶν ἃς οἱ ἄνθωποι δοξάζουσι δέοι τὰς μὲν περὶ πολλοῦ ποιεῖσθαι, τὰς δὲ μή
克利同啊,我確實想要與你一同考察:如今我陷於此種境地,這論點在我看來會顯得有所不同呢,還是依然如故;我們究竟要對它置之不理,還是要遵從它。依我記憶,每逢那些自以為說得有道理的人——正如我方才所說的——總是這樣說:人們所持有的各種意見之中,有些應當十分看重,有些則不必看重。
I for my part desire, Crito, to examine together with you whether it will appear to me somehow different, now that I am in this condition, or the same as before, and whether we shall dismiss it or be persuaded by it. It was said, as I recall, in something like this way on each occasion by those who thought they were saying something, just as I myself was saying just now — that of the opinions which men hold, one ought to value some highly, but not others.
13:6.5
τοῦτο πρὸς θεῶν, ὦ Κρίτων, οὐ δοκεῖ καλῶς σοι λέγεσθαι; σὺ γὰρ, ὅσα γε τάνθρώπεια, ἐκτὸς εἶ τοῦ μέλλειν ἀποθνήσκειν αὔριον, καὶ οὐκ ἄν σε παρακρούοι ἡ παροῦσα συμφορά. σκόπει δή · οὐχ ἱκανῶς δοκεῖ σοι λέγεσθαι ὅτι οὐ πάσας χρὴ τὰς δόξας τὰς τῶν ἀνθρώπων τιμᾶν, ἀλλὰ τὰς μὲν, τὰς δ οὔ; οὐδὲ πάντων, ἀλλὰ τῶν μὲν, τῶν δ οὔ; τί φῄς; ταῦτα οὐχὶ καλῶς λέγεται; Καλῶς
克利同啊,憑諸神起誓,這話你難道不覺得說得對嗎?因為就人事而言,你並不會明日就要死去,眼前這場災難也不至於使你判斷失當。那麼請你想想:這話——並非人人的一切意見都該尊重,而是有些該尊重、有些不該;也並非所有人的意見都該如此,而是有些人的、不是所有人的——你難道不覺得說得夠好嗎?你怎麼說?這話不是說得對嗎?——說得對。
Now by the gods, Crito, does this not seem to you rightly said? For you, so far as human affairs go, are not about to die tomorrow, and the present misfortune would not lead you astray. Consider then: does it not seem to you sufficiently well said, that one ought not to honor all the opinions of men, but some, and not others; nor those of all men, but of some, and not of others? What do you say? Is this not well said? — Well said.
13:6.6
Οὐκοῦν τὰς μὲν χρηστὰς τιμᾶν, τὰς δὲ πονηρὰς μή; Ναί. Χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων, πονηραὶ δὲ αἱ τῶν ἀφρόνων; Πῶς δὲ οὔ; Φέρε δὴ, πῶς αὖ τὰ τοιαῦτα ἐλέγετο; γυμναζόμενος ἀνὴρ καὶ τοῦτο πράττων πότερον παντὸς ἀνδρὸς ἐπαίνῳ καὶ ψόγῳ καὶ δόξῃ τὸν νοῦν προσέχει, ἢ ἑνὸς μόνου ἐκείνου ὃς ἂν τυγχάνῃ ἰατρὸς ἢ παιδοτρίβης ὤν; Ενὸς μόνου
那麼,是不是該尊重良好的意見,而不尊重惡劣的意見呢?——是的。良好的意見不正是明智之人的意見,惡劣的意見則是無知之人的意見嗎?——豈能不然?那麼請說,這類事又是怎麼說的呢?一個從事鍛鍊的人,正在做這件事,他究竟該留意所有人的稱讚、責備與意見呢,還是只留意那唯一一位、剛好是醫生或體育教練的人呢?——只留意那一位。
Then ought one to honor the good opinions, but not the bad ones? — Yes. And are not the good ones those of the prudent, and the bad ones those of the imprudent? — How could it be otherwise? Come then, how in turn were such things put? Does a man in training, who practices this, pay attention to the praise and blame and opinion of every man, or of that one man alone who happens to be a physician or a trainer? — Of that one alone.
13:6.7
Οὐκοῦν φοβεῖσθαι χρὴ τοὺς ψόγους καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους τοὺς τοῦ ἑνὸς ἐκείνου, ἀλλὰ μὴ τοὺς τῶν πολλῶν. Δηλαδή. Ταύτῃ. ἄρα αὐτῷ πρακτέον καὶ γυμναστέον, καὶ ἐδεστέον γε καὶ ποτέον, ᾗ ἂν τῷ ἐνὶ δοκῇ τῷ ἐπιστάτῃ καὶ ἐπαί·οντι μᾶλλον ἢ ξύμπασι τοῖς ἄλλοις. Ἒστι ταῦτα. Εἷεν. ἀπειθήσας δὲ τῷ ἐνὶ καὶ ἀτιμάσας αὐτοῦ τὴν δόξαν καὶ τοὺς ἐπαίνους, τιμήσας δὲ τοὺς τῶν πολλόν καὶ μηδὲν ἐπαιόντων ἆρα οὐδὲν κακὸν πείσεται; Πῶς γὰρ οὔ; Τί δ ἐστὶ τὸ κακὸν τοῦτο; καὶ ποῖ τείνει, καὶ εἰς τί τῶν τοῦ ἀπειθοῦντος; Δηλονότι εἰς τὸ σῶμα · τοῦτο γὰρ διόλλυσι
那麼,該懼怕的難道不是那唯一一位的責備、該欣然接受的難道不是他的稱讚,而不是眾人的意見嗎?——顯然如此。既是如此,他行事、鍛鍊、飲食,都該依照那位監督者、那位懂行之人所認為對的方式,而不是依照其他所有人共同認為對的方式,是不是?——正是如此。好吧。若他違背了那唯一一位,輕視他的意見與稱讚,反倒尊崇眾人、那些一竅不通之人的意見,他豈不會因此遭受某種傷害嗎?——豈能不然?這傷害是什麼呢?它波及何處,觸及那不服從者的哪一部分呢?——顯然是身體;因為這正是身體所被毀壞之處。
Ought one then not to fear the censures and welcome the praises of that one man alone, and not those of the many? — Evidently. In this way, then, must he act and train, and eat and drink, in whatever manner seems best to the one who is his overseer and understands the matter, rather than as seems best to all the others together? — This is so. Well then. But if, having disobeyed that one man and dishonored his opinion and his praises, and having honored instead the opinions of the many who understand nothing, will he not suffer some harm? — How could he not? And what is this harm? And to what does it extend, and to which part of the disobedient man does it reach? — Clearly to the body; for this it destroys.
下一段 →
← 第 12 章第 14 章 →
123456789101112131415

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。