📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的預備

福音的預備 第 15 章 第 1/5 段

希臘文原文.67 節.部分字詞可點開查義.本章太長已分段,此段為 15:1.1–15:6.2(全章共 447 節)

← 第 14 章
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
15:1.1
Τὴν πολύθεον τῶν ἐθνῶν ἀπάντων πλάνην ἐν ἀρχαῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπελέγξαι πρὸ πολλοῦ θέμενος ἐπὶ συστάσει καὶ ἀπολογίᾳ τῆς ἐξ αὐτῶν ἀναχωρήσεως, ἣν μετ εὐλόγου πεποιήμεθα, οὐ μόνον τοὺς μύθους, οὓς δὴ περὶ τῶν οἰκείων θεῶν παῖδες τῶν παρ αὐτοῖς θεολόγων τε καὶ ποιητῶν κεκωμῳδήκασιν, ἀλλὰ καὶ τούτων τὰς σεμνοπρεπεῖς δὴ καὶ ἀπορρήτους φυσιολογίας, ἄνω που εἰς οὐρανὸν καὶ τὰ κόσμου μέρη πρὸς τῆς γενναίας φιλοσοφίας μετενηνεγμένας, πρώτιστα πάντων ἐν τρισὶ τοῖς πρώτοις συγγράμμασι διηρευνησάμην, καίτοι μηδὲν τὸ παράπαν ἐν τούτοις χρῆναι σεμνολογεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων
早在《福音之預備》的開篇,我便立意要駁斥萬邦諸族的多神謬誤,以此作為我們有充分理由離棄這些謬誤的立論與辯護;為此,我首先在最初的三卷著作中,仔細考究了不僅是那些關於他們各自神明、連他們自己的神學家與詩人的子弟們都曾加以嘲弄戲謔的神話,也考究了這些神話那看似莊嚴神聖、隱祕難言的『自然學』寓意——即那高貴的哲學把這些神話向上轉移、附會到天上與宇宙各部分之中所作的解釋——儘管他們自己的神學家早已宣稱,這些神話中根本沒有什麼值得莊重看待之處。
Having proposed long ago, at the beginning of the Evangelical Preparation, to refute the polytheistic error of all the nations, for the establishment and defense of our withdrawal from them — a withdrawal which we have made with good reason — I investigated first of all, in the first three treatises, not only the myths which the very children of their own theologians and poets have ridiculed concerning their national gods, but also the solemn and secret 'natural' allegories of these myths, transferred up somewhere to heaven and to the parts of the cosmos by the noble philosophy — even though their own theologians have declared that there is nothing at all in these myths that ought to be spoken of solemnly.
15:1.2
τηρητέον γοῦν ὡς ὅτι μάλιστα οἶ πρεσβύτατοι τῶν παρ αὐτοῖς θεολόγων οὐδέν τι πλέον τῆς ἱστορίας εἰδότες, μόνοις δὲ τοῖς μύθοις προσανέχοντες ἐμαρτυρήθησαν· ὅθεν εἰκότως ἐν πάσαις πόλεσί τε καὶ κώμαις κατὰ τὰς τῶν παλαιῶν διηγήσεις θεῶν τελεταὶ καὶ μυστήρια σύμφωνα τοῖς τῶν προτέρων μυθικοῖς διηγήμασι παραδέδοται, ὡς εἰσέτι καὶ νῦν τῶν θεῶν γάμους καὶ παιδοποιίας, θρήνους τε καὶ μέθας, καὶ τῶν μὲν πλάνας, τῶν δ ἔρωτας, τῶν δὲ ὀργὰς, τῶν δὲ ἑτέρας παντοίας συμφοράς τε καὶ περιστάσεις, ἀκολούθως τοῖς ὑπὸ τῶν παλαιτάτων μνημονευομένοις, κατά τε τὰς τελετὰς, ἔν τε τοῖς ὕμνοις, καὶ ταῖς εἰς τοὺς θεοὺς αὐτοὺς πεποιημέναις ᾠδαῖς παραλαμβάνειν
因此必須留意,他們當中最古老的神學家,除了傳說故事之外一無所知,只是固守著神話,卻仍被人奉為權威見證;因此理所當然地,在各城邦鄉鎮中,依照古人的敘述,諸神的祭儀與奧祕便與前人的神話傳述相合而流傳下來,以致直到如今,眾神的婚配與生育、哀悼與醉宴,有些神明的漂泊、有些的情愛、有些的忿怒,還有其他各式各樣的災難與遭遇,都依照最古老作者所記載的,在祭儀中、在頌歌中,以及在為諸神所作的詩歌裡被沿用承襲。
One must therefore observe that the most ancient of their theologians, knowing nothing more than the traditional narrative and clinging to myths alone, were nonetheless attested as authorities; whence it naturally came about that in all cities and villages, following the accounts of the ancients, rites and mysteries of the gods have been handed down in agreement with the earlier mythical narratives, so that even now the marriages and begettings of the gods, their lamentations and drunken revels, the wanderings of some, the love-affairs of others, the wraths of others, and the countless other misfortunes and predicaments of others, are received in keeping with what has been recorded by the most ancient writers, both in the rites, in the hymns, and in the odes composed to the gods themselves.
15:1.3
πλὴν ὅμως ἐκ περιουσίας καὶ τούτων αὐτῶν τὰς τετραγῳδημένας ἐν φυσικαῖς ἀποδόσεσι κομπείας τάς τε τῶν σοφιστῶν καὶ φιλοσόφων εὑρεσιλογίας εἰς φανερὸν ἤγαγον· οὐ ἀλλὰ καὶ τὸν περὶ τῶν βοωμένων χρηστηρίων λόγον, τήν τε παρὰ τοῖς πολλοῖς διατεθρυλημένην περὶ εἱμαρμένης ψευδῆ δόξαν ἐν ἑτέροις τρισὶ τοῖς ἐξῆς μετὰ τὰ πρῶτα συγγράμμασι λευκοῖς τοῖς ἐλέγχοις ἀπεγύμνωσα, οὐ μόνοις τοῖς οἴκοθεν ἐπιχειρήμασιν, ἀλλὰ καὶ ταῖς αὐτῶν μάλιστα τῶν παρ Ἕλλησι φιλοσόφων φωναῖς εἰς τὸν κατ αὐτῶν ἔλεγχον συγκεχρημένος
然而,我還從豐富的材料中,將這些人在自然說明上誇大其詞的浮誇之言,以及詭辯家與哲學家們的巧言詭辯公諸於世;不僅如此,關於那被廣為傳頌的神諭之論述,以及在眾人之間喋喋流傳、有關命運的虛妄見解,我也在第一部之後接續的另外三部著作中,以明白的駁斥予以揭穿——所用的不僅是我自己的論證,更特別借助希臘哲學家們自己的言論,來對他們加以駁斥。
Nevertheless, out of abundance I have also brought into the open the tragic pretensions of these same men in their explanations of nature, and the sophistical ingenuities of the sophists and philosophers; not only this, but in three further treatises following after the first, I have stripped bare with clear refutations the account concerning the much-vaunted oracles, and the false opinion about fate so widely bruited among the many—employing for their refutation not only arguments of my own devising, but especially the very utterances of the philosophers among the Greeks themselves.
15:1.4
μεταβὰς δὲ ἐκεῖθεν ἐπὶ τὰ Ἑβραίων λόγια, τίσι ποτὲ λογισμοῖς τὴν ἐν τούτοις περιεχομένην δογματικὴν θεολογίαν, τήν τε κατὰ τούσδε ἱστορίαν ἅπασαν, καὶ πρὸς αὐτῶν Ἑλλήνων μεμαρτυρημένην, ἐν ἰσαρίθμοις αὖ πάλιν λόγων συντάξεσι παρεστησάμην
然後,我從那裡轉向希伯來人的神諭,在同等數目的著作中一一闡明我依憑何種論證,來說明其中所含的教義神學,以及與此相關、連希臘人自己也曾見證過的全部歷史。
Then, passing on from there to the oracles of the Hebrews, I have set forth in an equal number of treatises in turn by what reasonings I presented the dogmatic theology contained in them, together with the whole history concerning them—a history attested even by the Greeks themselves.
15:1.5
εἶθ ἑξῆς τὸν Ἑλληνικὸν ἀπελέγξας τρόπον, ὅπως τε πάντα παρὰ βαρβάρων ὠφέληντο, καὶ ὡς οὐδὲν οἴκοθεν σεμνὸν ἐπάγονται μάθημα, καὶ τήν γε τῶν χρόνων ἀντιπαράθεσιν, καθ οὓς Ἑλλήνων τε οἱ βοώμενοι Ἑβραίων τε οἶ προφήται γεγόνασιν, εἰς φῶς ἀγαγών· αὖθις διὰ τῶν μετὰ ταῦτα τριῶν τὴν τῶν παρ Ἕλλησιν εὐδοκίμων φιλοσόφων πρὸς Ἑβραίων δόξας συνδρομὴν ὑπέδειξα, αὐτὰς πάλιν τὰς οἰκείας τῶν ἀνδρῶν φωνὰς μάρτυρας ποιησάμενος
接著,我駁斥了希臘人的作風,指出他們如何在一切事上都得益於蠻族,卻不曾自行帶來任何值得尊崇的學問,並且揭示了希臘那些被稱頌之人與希伯來眾先知在年代上的對照;此後,我又藉著隨後的三部著作,指出希臘負有盛名的哲學家們的見解與希伯來人的見解相互吻合,並再次以這些人自己的言論作為見證。
Then next, having refuted the Greek way of life, showing how they profited in everything from barbarians and brought forward no venerable learning of their own, and having brought to light the comparison of the times in which the vaunted men of the Greeks and the prophets of the Hebrews lived—again, through the three treatises that follow these, I demonstrated the agreement of the opinions of the celebrated philosophers among the Greeks with those of the Hebrews, once more making the very utterances proper to these men my witnesses.
15:1.6
οὐ μὴν ἀλλὰ καὶ τοὺς ἑτεροδοξοῦντας ἡμῖν τῶν παρ Ἕλλησι φιλοσόφων οὐ πρὸς ἡμὰς μόνους, ἀλλὰ καὶ πρὸς τοὺς σφῶν οἰκείους διεστῶτας ὑπό τε τῶν γνωρίμων ἀνατετραμμένους ἐν τῷ πρὸ τούτου συγγράμματι κατεφώρασα· διὰ τούτων ἁπάντων τῆς ἡμετέρας γνώμης τὸ κριτήριον ἀδέκαστον ἔπιδ ἐπιδεικνὺς τοῖς ἐντυγχάνουσιν, ἔργοις τε, ὡς ἔπος εἰπεῖν, καὶ αὐτοῖς πράγμασι τὰς ἀποδείξεις τοῦ μὴ ἀσκόπως ἡμᾶς, κεκριμένῳ δὲ καὶ σώφρονι λογισμῷ πρὸ τῆς Ἑλλήνων τὴν Ἑβραίων ὁμοῦ παλαιὰν καὶ ἀληθῆ φιλοσοφίαν τε καὶ εὐσέβειαν ἐπανῃρῆσθαι παρασχόμενος· ὃ καὶ συνέστη διὰ τῆς τῶν Ἑλληνικῶν φωνῶν παραθέσεως
不僅如此,我在此前的一部著作中,也已揭發那些與我們見解不合的希臘哲學家們——他們不僅與我們立場相異,甚至與自己的同道也彼此對立,並被自己的門人所推翻。藉著這一切,我向讀者展示了我們判斷的準則毫不偏私,可以說是以事實本身、以行動作為證明,表明我們並非漫無目的,而是憑著審慎清明的思量,寧取希伯來人古老而真實的哲學與敬虔,也不取希臘人的一切——這一點,也已藉著引述希臘人自己的言論而得到證實。
Moreover, in the treatise before this one I also exposed those among the Greek philosophers who differ from us in opinion—not only standing apart from us, but at variance even with their own kindred, and overturned by their own disciples. Through all these things I have shown to my readers the incorruptible standard of our judgment, offering, so to speak, by deeds and by the very facts themselves, proof that it was not without purpose, but by a considered and sober reasoning, that we chose the ancient and true philosophy and piety of the Hebrews in preference to that of the Greeks—a point which has also been established through the citation of the Greeks' own words.
15:1.7
ἧς εἰσέτι δεῦρο τὸν ὕστατον ἐπέχοντες λόγον, πεντεκαιδίκατον ὄντα τῆς ἐν χερσὶ πραγματείας, τὸ λεῖπον τοῖς διεξωδευμένοις ἀποδώσομεν, τὰ σεμνὰ τῆς γενναίας τῶν λλήνων φιλοσοφίας ἔτι καὶ νῦν εἰς φῶς ἕλκοντες, πρὸ ὀφθαλμῶν τε τοῖς πᾶσι τὴν ἐν αὐτοῖς ἀχρηστομάθειαν ἀπογυμνοῦντες, καὶ πάντων γε πρότερον παριστῶντες ὅτι μὴ ἀγνοίᾳ τῶν παρ αὐτοῖς θαυμαζομένων, ὀλιγωρίᾳ δὲ τῆς ἐν αὐτοῖς ἀνωφελοῦς σχολῆς, ἥκιστα αὐτῶν πεφροντίκαμεν, τῆ τῶν κρειττόνων ἀσκήσει τὰς ἑαυτῶν ἀναθέντες ψυχάς
如今我仍在進行這番論述的最後一段,也就是這部著作的第十五卷,我將補足先前所遺漏的部分,繼續把希臘高貴哲學中那些堂皇之處攤在光天化日之下,向眾人揭露其中無益的學問,並且首先要說明:我們之所以對他們的學說毫不在意,並非出於對他們所推崇之事的無知,而是出於對其中無益的空談之輕視,因為我們已將自己的心靈奉獻給更美好之事的操練。
Since I am still now, up to this point, holding to the last discourse of this work, being the fifteenth of the treatise in hand, I shall render what remains lacking to what has already been traversed, still now dragging into the light the venerable things of the noble philosophy of the Greeks, stripping bare before the eyes of all the useless learning found in it, and establishing before all else that it was not through ignorance of the things admired among them, but through disregard for the unprofitable pastime found in them, that we have given them so little thought, having devoted our own souls to the practice of better things.
15:1.8
τούτου δὴ οὖν σὺν θεῷ διὰ τῆς ἀληθείας ἡμῖν ἐπισφραγισθέντος, τὰ μὲν τῆς Προπαρασκευῆς ἐνταῦθά μοι περιγραφήσεται· μεταβὰς δὲ ἐπὶ τὴν ἐντελεστέραν ὑπόθεσιν τῆς Εὐαγγελικῆς Ἀποδείξεως, ἀπὸ τοῦ λείποντος τῆς καθ ἡμῶν κατηγορίας σκέμματος τὴν καταρχὴν τῆς δευτέρας ἐπισυνάψω πραγματείας
既然靠著神的幫助,這一點藉著真理已在我們心中得到印證,《福音的預備》一書就在此為我告一段落;至於轉向更完整的《福音的證明》這一主題,我將從對我們的指控中所剩下的一點考察開始,接續進入第二部著作。
Since this, then, has by God's help been sealed for us through the truth, the matter of the Preparation shall here be brought to its close for me; and passing on to the more complete subject of the Evangelical Demonstration, I shall attach the beginning of the second treatise, starting from the remaining point in the accusation made against us.
15:1.9
Ἠν δὲ τοῦτο ἐπιμεμφόμενον ἡμῖν, ὅτι δὴ τὰ Εβραίων λόγια τῶν πατρίων προτιμήσαντες οὐ τὸν ὅμοιον τῷ Ἰουδαίων βίον ζηλοῦντες προειλόμεθα· πρὸς ὃ μετὰ τὴν τοῦ παρόντος λόγου συμπλήρωσιν, θεοῦ συνεργοῦντος, ἀπαντῆσαι πειράσομαι. ταύτῃ γὰρ ἡγοῦμαι τοῖς πρώτοις τὰ δεύτερα ὥσπερ ὑφ ἑνὶ δεσμῷ συμπλακέντα μίαν τὴν καθόλου διάνοιαν τοῦ παντὸς ἀποτελέσειν λόγου
這正是加諸我們身上的責難:說我們既然把希伯來人的神諭看得比祖傳的習俗更為寶貴,就不該不效法猶太人相似的生活方式而選擇了另一條路。對此,在本篇論述完結之後,靠著神的協助,我將設法予以回應。因為我認為,這樣一來,後半部就會與前半部彷彿被同一條紐帶繫結在一起,使整篇論述形成一個統一而全面的思想。
Now this was the reproach cast at us: that having preferred the oracles of the Hebrews to our ancestral customs, we did not likewise choose to emulate a manner of life similar to that of the Jews. To this, after the completion of the present discourse, with God's cooperation, I shall attempt to respond. For in this way I believe that the second part, bound as it were by a single bond to the first, will bring about one comprehensive understanding of the whole discourse.
15:1.10
τό γε μὴν παρὸν, ἐπειδὴ πέφηνεν ἐν τοῖς πρὸ τούτου συγγράμμασιν ἡ κατὰ Πλάτωνα φιλισοφία τοτὲ μὲν τοῖς Ἑβραίων συμφωνοῦσα λόγοις, τοτὲ δὲ πρὸς αὐτοὺς διεστῶσα, ἐν οἷς ἐλήλεγκται καὶ πρὸς τὰ αὐτὴ ἀρέσκοντα διαφωνοῦσα· τὰ δὲ κατὰ τοὺς ἄλλους τοὺς δὴ φυσικοὺς ἐπικληθέντας φιλοσόφους, τά τε τῆς Πλάτωνος διαδοχῆς καὶ τὰ κατὰ Ξενοφάνην τε καὶ Παρμενίδην καὶ ἔτι Πύρρωνα καὶ τοὺς τὴν ἐποχὴν εἰσηγουμένους τούς τε ἄλλους ἐξῆς ἅπαντας, ὧν τὰς δόξας ὁ προλαβὼν ἀπήλεγξε λόγος, τοῖς Ἑβραίων ὁμοῦ καὶ τοῖς Πλάτωνος δόγμασιν αὐτῇ τε ἀληθείᾳ ἐξ ἐναντίας ἱστάμενα, οὐ μὴν ἀλλὰ καὶ τὸν ἔλεγχον τοῖς σφῶν αὐτῶν βέλεσιν ἀπενηνεγμένα
至於眼前這一卷,既然在此前的諸卷著作中已經顯明,柏拉圖的哲學有時與希伯來人的教訓相合,有時卻與之相異——在這相異之處,甚至被證明連他自己所贊同的觀點也彼此矛盾;至於其餘被稱為自然哲學家的那些人的學說,無論是柏拉圖學派的傳人,還是色諾芬尼、巴門尼德,乃至皮浪與那些倡導懸置判斷者,以及其餘依次而來的所有人——他們的見解已被前一卷的論述所駁斥——這些學說既與希伯來人和柏拉圖的教義相悖,也與真理本身正相對立,甚至還遭到他們自己所用的武器反過來將自己駁倒。
As for the present treatise, since it has already appeared in the works before this one that the philosophy of Plato is at times in harmony with the doctrines of the Hebrews, and at other times at variance with them—in which respect it has been shown to be convicted of disagreeing even with what it itself prefers—while the doctrines of the others, those called the natural philosophers, both those of Plato's succession and those of Xenophanes and Parmenides, and further Pyrrho and those who introduced the suspension of judgment, and all the rest in order after them, whose opinions the preceding discourse has refuted, stand opposed both to the doctrines of the Hebrews together with those of Plato and to truth itself, and moreover have brought upon themselves refutation by their own weapons...
15:1.11
ὤρα καὶ τὸν ἄλλον τῦφον τῶν ἀπ Ἀριστοτέλους τῶν τε Στωϊκῶν φιλοσόφων ἄνωθεν ὡς ἀπὸ σκηνῆς κατοπτεῦσαι, καὶ τὴν λοιπὴν δὲ πᾶσαν φυσιολογίαν τῶν τὰς ὀφρῦς ἀνατεινομένων συνιδεῖν, ὡς ἂν μάθοιμεν καὶ τὰ παρὰ τοῖσδε σεμνολογούμενα, τά τε πρὸς αὐτοὺς αὖ πάλιν ὑπὸ τῶν οἰκείων ἀντιλεγόμενα
現在該從高處,彷彿從舞台之上,俯瞰亞里斯多德與斯多噶學派哲學家們其餘的狂妄自大,並且審視那些揚眉自得之人所提出的其餘一切自然學說,好讓我們既能明白他們當中被鄭重宣揚的內容,也能明白這些內容又如何反過來被他們自己的同道所反駁。
It is time to survey from above, as though from a stage, the further conceit of the followers of Aristotle and of the Stoic philosophers, and to examine all the remaining natural philosophy of those who arch their brows in pride, so that we may learn both the things solemnly proclaimed among them, and again the objections raised against them in turn by their own associates.
15:1.12
οὕτω γὰρ καὶ τῆς τούτων ἀναχωρήσεως τὸ παρ ἡμῖν κεκριμένον εὐλόγου πάσης ἀπολύοιτ ἂν κατηγορίας, ὅτι δὴ μὴ ἀγνοίᾳ τῶν παρ αὐτοῖς σεμνῶν, ἐξητασμένῃ δὲ καὶ βεβασανισμένῃ κρίσει, τὴν παρὰ τοῖς νενομισμένοις βαρβάροις ἀλήθειάν τε καὶ εὐσέβειαν τῶν Ἑλληνικῶν ἁπάντων προτετιμήκαμεν
因為這樣一來,我們對脫離這些學說所作的判斷,就能免除一切合理的指控,證明我們並非出於對他們所尊崇之事的無知,而是憑著經過審察、經過檢驗的判斷,才把那些被視為蠻族之人所擁有的真理與敬虔,看得比希臘的一切都更為寶貴。
For thus our judgment concerning our withdrawal from these men would be freed from every reasonable charge, since it would be shown that it was not through ignorance of the venerable things among them, but by a judgment examined and thoroughly tested, that we have preferred the truth and piety found among those reckoned as barbarians to all that belongs to the Greeks.
15:1.13
ἄρξομαι δὲ ἀπὸ τῶν Ἀριστοτέλους. ἄλλοι μὲν οὖν τὸν βίον τἀνδρὸς διαβεβλήκασι, φιλόσοφοι δὲ καὶ ἄλλως οὐκ ἀφανεῖς τινες ἦσαν καὶ οὗτοι. ἐμοὶ δ οὐ φίλον τὸν ἄνδρα οὐδ αὐταῖς ἀκοαῖς ἀνέχεσθαι κακῶς πρὸς τῶν οἰκείων ἀγορευόμενον. διόπερ τὰς ὑπὲρ αὐτοῦ μᾶλλον ἐκθήσομαι ἀπολογίας ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περιπατητικοῦ, ὃς ἐν τῷ ἑβδόμῳ Περὶ φιλοσοφίας τάδε περὶ αὐτοῦ γράφει
我將從亞里斯多德的學說開始。誠然,有些人詆毀過這個人的生平,這些人本身也是不無名氣的哲學家。但我並不樂於,即便只是耳聞,容忍這個人被自己的同道惡意中傷。因此,我寧可引述逍遙學派的亞里斯托克勒斯為他所作的辯護,此人在其《論哲學》第七卷中如此寫道:
I shall begin with the doctrines of Aristotle. Now others have indeed slandered the man's life, though they too were philosophers not otherwise obscure. But it is not pleasing to me even to endure with my own ears this man being ill spoken of by his own associates. Therefore I shall rather set forth the defenses made on his behalf by Aristocles the Peripatetic, who in the seventh book of his On Philosophy writes as follows concerning him:
15:2.1
Πῶς γὰρ οἷόν τε, καθάπερ φησὶν Ἐπίκουρος ἐν τῇ περὶ τῶν ἐπιτηδευμάτων ἐπιστολῇ, νέον μὲν ὄντα καταφαγεῖν αὐτὸν τὴν πατρῴαν οὐσίαν, ἔπειτα δὲ ἐπὶ τὸ στρατεύεσθαι συνῶσαι, κακῶς δὲ πράττοντα ἐν τούτοις ἐπὶ τὸ φαρμακοπωλεῖν ἐλθεῖν, ἔπειτα ἀναπεπιαμένου τοῦ Πλάτωνος περιπάτου πᾶσι παραβαλεῖν αὐτόν
誠如伊比鳩魯在其論生活方式的書信中所說:一個人年輕時揮霍盡了父親的家產,接著被逼去從軍,在軍中際遇不佳,於是轉去賣藥,然後等柏拉圖的學園重新開放時,又厚著臉皮混跡於眾人之間——這怎麼可能呢?
For how is it possible, as Epicurus says in his letter concerning ways of life, that he, while still young, devoured his father's estate, then was pushed into military service, and faring badly in this, turned to selling drugs, and then, when Plato's school had reopened, thrust himself in among everyone there?
15:2.2
ἢ πῶς ἄν τις ἀποδέξαιτο Τιμαίου τοῦ Ταυρομενίτου λέγοντος ἐν ταῖς ἱστορίαις ἀδόξου θύρας αὐτὸν ἰατρείου καὶ τὰς τυχούσας ὀψὲ τῆς ἡλικίας κλεῖσαι
又或者,怎能相信陶羅美尼翁的提麥歐在其史書中所說,說他到晚年才關閉一間名聲不佳、尋常無奇的醫館之門呢?
Or how could one accept what Timaeus of Tauromenium says in his histories, that he closed the doors of an undistinguished doctor's surgery and its ordinary practice only late in life?
15:2.3
τίς δ ἂν πεισθείη τοῖς ὑπ Ἀριστοξένου τοῦ μουσικοῦ λεγομένοις ἐν τῷ βίῳ τοῦ Πλάτωνος; έν γὰρ τῇ πλάνῃ καὶ τῇ ἀποδημίᾳ φησὶν ἐπανίστασθαι καὶ ἀντοικοδομεῖν αὐτῷ τινας Περίπατον ξένους ὄντας. οἴονται οὐν ἔνιοι ταῦτα περὶ Ἀριστοτέλους λέγειν αὐτὸν, Ἀριστοξένου διὰ παντὸς εὐφημοῦντος Ἀριστοτέλην
誰又能相信音樂家亞里斯托克塞諾斯在其《柏拉圖傳》中所說的話呢?他說,在柏拉圖漂泊在外之際,有些外邦人起來反對他,另立了一個逍遙學派與之對抗。因此有些人以為他這話是在說亞里斯多德,殊不知亞里斯托克塞諾斯向來都對亞里斯多德讚譽有加。
Who could be persuaded by what is said by Aristoxenus the musician in his Life of Plato? For he says that during Plato's wandering and sojourn abroad, certain foreigners rose up against him and built a rival Peripatos [Walk] of their own. Some therefore suppose he is saying this about Aristotle, though Aristoxenus everywhere speaks well of Aristotle.
15:2.4
καταγέλαστα δ εἰκότως εἶναι φαίη τις ἂν καὶ τὰ ἀπομνημονεύματα τὰ Ἀλεξίνου ἐριστικοῦ. ποιεῖ γὰρ Ἀλέξανδρον παῖδα διαλεγόμενον τῷ πατρὶ Φιλίππῳ, καὶ διαπτύοντα μὲν τοὺς τοῦ Ἀριστοτέλους λόγους, ἀποδεχόμενον δὲ Νικαγόραν, τὸν Ἑρμῆν ἐπικληθέντα
詭辯家亞歷西諾斯的那些回憶錄,同樣理當被視為荒唐可笑。因為他描寫年幼的亞歷山大與其父腓力交談,對亞里斯多德的言論嗤之以鼻,卻讚賞那位被稱作「赫爾墨斯」的尼卡哥拉斯。
One might justly say that the memoirs of Alexinus the eristic are likewise ridiculous. For he represents Alexander as a boy conversing with his father Philip, spitting on the arguments of Aristotle, but approving of Nicagoras, who was surnamed Hermes.
15:2.5
καὶ Εὐβουλίδης δὲ προδήλως ἐν τῷ κατ αὐτοῦ βιβλίῳ ψεύδεται, πρῶτον μὲν ποιήματα ψυχρὰ προφερόμενος, ὡς γεγραφότων ἄλλων περὶ τοῦ γάμου καὶ τῆς πρὸς Ἑρμείαν οἰκειόητος αὐτῷ ἔπειτα Φιλίππῳ φάσκων αὐτὸν προσκόψαι, καὶ τελευτῶντι Πλάτωνι μὴ παραγενέσθαι, τά τε βιβλία αὐτοῦ διαφθεῖραι
歐布利德斯在他那本針對亞里斯多德的書中,也明顯在撒謊:他先是引出一些平淡無味的詩篇,彷彿是別人所作,內容關於亞里斯多德的婚姻及其與赫爾米亞斯的親密關係;接著又聲稱他觸怒了腓力,未曾在柏拉圖臨終時前去探視,並且毀壞了柏拉圖的著作。
And Eubulides too, in his book against him, plainly lies: first bringing forward frigid poems, as though written by others, concerning his marriage and his intimacy with Hermias; then claiming that he offended Philip, did not attend Plato at his death, and destroyed his books.
15:2.6
τὴν μὲν γὰρ Δημοχάρους κατηγορίαν κατὰ τῶν φιλοσόφων τί χρὴ λέγειν; οὐ γὰρ Ἀριστοτέλην μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους κακῶς εἴρηκεν. ἔτι γε μὴν αὐτὰς τὰς διαβολὰς σκοπῶν ἄν τις ληρεῖν αὐτὸν φαίη. λέγει γὰρ ἐπιστολὰς Ἀριστοτέλους ἁλῶναι κατὰ τῆς πόλεως τῆς Ἀθηναίων, καὶ Στάγειρα τὴν πατρίδα προδοῦναι Μακεδόσιν αὐτόν· ἔτι δὲ κατασκαφείσης Ὀλύνθου μηνύειν ἐπὶ τοῦ λαρυροπωλίου Φιλίππω τοὺς πλουσιωτάτους τῶν Ὀλυνθίων
至於德摩卡瑞斯對哲學家們的指控,又何須多言呢?因為他不僅惡言相向於亞里斯多德,對其他人也同樣如此。再者,只要仔細審視這些誹謗本身,人便會說他是在胡言亂語。他說,有亞里斯多德反對雅典城的書信被查獲;又說他把自己的祖國斯塔基拉出賣給了馬其頓人;還說在奧林托斯城被夷平之後,他在奴隸市場向腓力告發了奧林托斯人當中最富有的那些人。
As for the accusation of Demochares against the philosophers, what need is there to speak of it? For he spoke ill not of Aristotle alone, but of the others as well. Moreover, if one examines the slanders themselves, one would say he is talking nonsense. For he says that letters of Aristotle were seized as being directed against the city of the Athenians, and that he betrayed his native Stagira to the Macedonians; and further, that when Olynthus had been razed, he informed Philip at the slave-market of the wealthiest of the Olynthians.
15:2.7
ἠλίθια δὲ διαβέβληκεν αὐτὸν καὶ Κηφισόδωρος, ὁ Ἰσοκράτους μαθητὴς, τρυφερὸν καὶ τένθην καὶ ἄλλα τὰ τοιαῦτα λέγων αὐτὸν εἶναι
伊索克拉底的門生克菲索多羅斯,也曾愚蠢地誹謗過他,說他生活奢靡、貪饕好食,以及其他諸如此類的話。
Cephisodorus too, the disciple of Isocrates, has foolishly slandered him, calling him self-indulgent and gluttonous, and other such things.
15:2.8
πάντα δ ὑπερπαίει μωρίᾳ τὰ ὑπὸ Λύκωνος εἰρημένα, τοῦ λέγοντος εἷναι Πυθαγορικὸν ἑαυτόν. φησὶ γὰρ θύειν Ἀριστοτέλην θυσίαν τετελευτηκυίᾳ τῇ γυναικὶ τοιαύτην ὁποίαν Αθηναῖοι τῇ Δήμητρι, καὶ ἐν ἐλαίῳ θερμῷ λουόμενον τοῦτο δὴ πιπράσκειν· ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας εὑρεῖν ἐν τῷ πλοίῳ λοπάδια χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα
但一切荒謬皆不及呂孔所言之荒唐,此人自稱是畢達哥拉斯學派的信徒。他說亞里斯多德為亡妻所獻的祭,如同雅典人獻給德墨忒耳的祭一般,並且在熱油中沐浴之後,竟把這油拿去出售;又說他前往哈爾基斯時,海關人員在他船上搜出七十四個銅製小鍋。
But everything is surpassed in folly by what was said by Lycon, who claims to be a Pythagorean himself. For he says that Aristotle offered a sacrifice for his deceased wife such as the Athenians offer to Demeter, and that he used to bathe in warm oil and then sell it off; and that when he was departing for Chalcis, the customs officials found in his ship seventy-four bronze pots.
15:2.9
καὶ σχεδὸν οἶ μὲν πρῶτοι διαβαλόντες Ἀριστοτέλην τοσοῦτοι γεγόνασιν· ὣν οἱ μὲν κατὰ τοὺς αὐτοὺς ἦσαν χρόνους, οἶ δὲ μικρὸν ὕστερον ἐγένοντο· πάντες δὲ σοφισταὶ καὶ ἐριστικοὶ καὶ ῥήτορες, ὧν καὶ τὰ ὀνόματα καὶ τὰ βιβλία τέθνηκε τῶν σωμάτων μᾶλλον. τοὺς μὲν γὰρ μετὰ ταῦτα γεγονότας, εἶτα δὲ τὰ ὑπ ἐκείνων εἰρημένα λέγοντας, παντάπασιν ἐὰν δεῖ χαίρειν, καὶ μάλιστα τοὺς μηδ ἐντετυχηκότας τοῖς βιβλίοις αὐτῶν, ἀλλ αὐτοσχεδιάζοντας, ὁποῖοί εἰσι καὶ οἱ λέγοντες τριακοσίας ἔχειν λοπάδας αὐτόν. οὐδεὶς γὰρ ἂν εὑρεθείη περὶ αὐτοῦ τοιοῦτον οὐδὲν εἰρηκὼς τῶν τότε ὄντων ὅτι μὴ Λύκων. οὗτος μέντοι, καθάπερ ἔφην, εἴρηκεν εὑρῆσθαι λοπάδια πέντε καὶ ἑβδομήκοντα
這些人,大致就是最先誹謗亞里斯多德的那批人;其中有些與他同時,有些則稍晚出現;但全都是詭辯家、好辯之徒與修辭家,他們的名字與著作,比他們的肉身死得更徹底。至於那些後來出現、又轉述這些人所言之人,實在應當一概置之不理,尤其是那些連他們的著作都未曾讀過、只是信口開河的人,就像那些說他擁有三百個小鍋的人一樣。因為當時的人中,除呂孔之外,找不到任何一人曾說過這樣的話。而呂孔如我所說,也不過是說找到了七十五個小鍋而已。
Such, more or less, were those who first slandered Aristotle: some of them lived in the same times as he, others came a little later; but all were sophists, eristics, and rhetoricians, whose names and books are more dead than their bodies. As for those who came after them and merely repeat what those men said, one should altogether bid them farewell, especially those who have not even encountered their books but improvise—such as those who say he had three hundred pots. For no one among those who lived at that time could be found to have said any such thing about him except Lycon; and he, as I said, said that seventy-five little pots were found.
15:2.10
οὐ μόνον δὲ καὶ ἐκ τῶν χρόνων καὶ ἐκ τῶν διαβεβληκότων τεκμήραιτό τις ἂν ὅτι ψευδῆ πάντα τὰ εἰρημένα ἐστὶν, ἀλλὰ κἀκ τοῦ μὴ πάντας τὰ αὐτὰ διαβάλλειν, ἀλλ ἕκαστον ἴδιά τινα λέγειν· ὧν εἴπερ ἦν ἕν ὁτιοῦν ἀληθὲς, ἐχρῆν δήπου ἀλλ οὐχ ἅπαξ αὐτὸν ὑπὸ τῶν τότε ἀπολωλέναι
人不僅可以從年代、也可以從誹謗者本身推斷出這一切說法都是虛假的,還可以從一個事實看出來,那就是:他們並非人人都誹謗同一件事,而是各說各的;倘若這些說法之中有任何一項是真的,那麼理應如此收場——可是他終究一次也未曾被當時的人置於死地。
One might conjecture that all these statements are false, not only from the dates and from the slanderers themselves, but also from the fact that they do not all slander him for the same things, but each says something peculiar to himself; whereas if any one of these things were true, it surely ought to have followed—yet he was never once destroyed by the men of that time.
15:2.11
φανερὸν οὑν ὅτι καθάπερ πολλοῖς καὶ ἄλλοις, οὕτω καὶ Ἀριστοτέλει συνέβη, διά τε τὰς πρὸς τοὺς βασιλεῖς φιλίας καὶ διὰ τὴν ἐν τοῖς λόγοις ὑπεροχὴν ὑπὸ τῶν τότε σοφιστῶν φθονεῖσθαι. δεῖ δὲ τοὺς εὖ φρονοῦντας μὴ εἰς τοὺς διαβάλλοντας ἀποβλέπειν μόνον, ἀλλὰ καὶ εἰς τοὺς ἐπαινοῦντας καὶ ζηλοῦντας αὐτόν· μακρῷ γὰρ πλείους καὶ βελτίους εὑρεθεῖεν ἂν οὗτοί γε
由此可見,正如許多其他人所遭遇的那樣,亞里斯多德也同樣如此:因著他與諸王的交誼,以及他在學問上的卓越超群,遭到了當時詭辯家們的嫉妒。凡明理之人,不應只注視那些誹謗他的人,也當注視那些稱讚並仰慕他的人;因為這些人無論在數量上,還是在品質上,都遠遠勝過前者。
It is evident, then, that just as happened to many others, so it happened also to Aristotle: on account of his friendships with kings and his preeminence in learning, he was envied by the sophists of that time. But those who think rightly ought not to look only at those who slander him, but also at those who praise and emulate him; for these would be found far more numerous and far better.
15:2.12
τὰ μὲν οὑν ἄλλα προδήλως πέπλασται· δύο δὲ ταῦτα δοκεῖ πιστεύεσθαι δι ἃ ψέγουσί τινες αὐτόν· ἓν μὲν, ὅτι Ἐρμείου γήμειε φύσει μὲν ἀδελφὴν, θετὴν δὲ θυγατέρα Πυθιάδα, κολακεύων αὐτόν· (Θεόκριτος γοῦν ὁ Χῖος ἐποίησεν ἐπίγραμμα τοιοῦτον Ἑρμείου εὐνούχου τε καὶ Εὐβούλου τόδε δούλου μνῆμα κενὸν κενόφρων θῆκεν Ἀριστοτέλης· ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν ἀντ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς.) ἕτερον δὲ, ὅτι ἠχαρίστησε Πλάτωνι
其餘的指控顯然都是捏造的;但有兩件事似乎確有其事,是有些人藉以譴責他的:其一,他娶了赫爾米亞斯血緣上的妹妹、名義上的養女皮提亞絲,以此奉承赫爾米亞斯(希俄斯的忒奧克里托斯就曾為此作了這樣一首銘文:「這座空墓,是空虛之心的亞里斯多德,為閹人赫爾米亞斯、歐布洛斯的奴隸所立;此人因腹欲難以自制,寧願住在污水橫流之處,也不願住在學園。」);其二,他辜負了柏拉圖的恩德。
The other charges, then, have plainly been fabricated; but these two seem to be believed, for which some find fault with him: one, that he married Pythias, sister by nature but adopted daughter of Hermias, thereby flattering him (Theocritus of Chios indeed composed an epigram to this effect: 'This empty tomb was set up by empty-minded Aristotle for Hermias, the eunuch, slave of Eubulus, who, on account of his belly's incontinent nature, chose to dwell by the outflow of a sluggish stream rather than in the Academy'); the other, that he was ungrateful toward Plato.
15:2.13
περὶ μὲν οὖν Ἑρμείου καὶ τῆς Ἀριστοτέλους πρὸς αὐτὸν φιλίας ἄλλοι τε πολλοὶ συγγεγράφασι καὶ δὴ καὶ Ἀπελλικῶν, οὗ τοῖς βιβλίοις ὁ ἐντυχὼν πεπαύσεται βλασφημῶν αὐτούς
關於赫爾米亞斯以及亞里斯多德與他的情誼,許多人都曾撰文論及,尤其是阿佩利孔——凡是讀過他著作的人,都會停止對他們的毀謗。
Concerning Hermias and the friendship of Aristotle toward him, many others have written, and especially Apellicon, whose books, once read, will make anyone cease from reviling them.
15:2.14
περὶ δὲ τοῦ γάμου τοῦ Πυθιάδος ἀποχρώντως αὐτὸς ἐν ταῖς πρὸς Ἀντίπατρον ἐπιστολαῖς ἀπολελόγηται. τεθνεῶτος γὰρ Ἑρμείου, διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν ἔγημεν αὐτὴν, ἄλλως μὲν σώφρονα καὶ ἀγαθὴν οὖσαν, ἀτυχοῦσαν μέντοι διὰ τὰς καταλαβούσας συμφορὰς τὸν ἀδελφὸν αὐτῆς
至於與皮提亞絲的婚姻,亞里斯多德本人在他寫給安提帕特的信中已作了充分的辯解。因為赫爾米亞斯去世之後,他出於對赫爾米亞斯的情誼而娶了她——她本是端莊賢淑之人,只是因兄長所遭遇的不幸而命途多舛。
As for the marriage to Pythias, he himself has given a sufficient defense in his letters to Antipater. For when Hermias had died, he married her out of goodwill toward him—she being in other respects modest and good, but made unfortunate by the calamities that had befallen her brother.
15:2.15
Εἶθ ἑξῆς Μετὰ δὲ τὴν Πυθιάδος τῆς Ἑρμείου τελευτὴν Ἀριστοτέλης ἔγημεν Ἐρπυλλίδα Σταγειρῖτιν, ἐξ ἧς υἱὸς αὐτῷ Νικόμαχος ἐγένετο. τοῦτον δέ φασιν ὀρφανὸν τραφέντα παρὰ Θεοφράστῳ καὶ δὴ μειρακίσκον ὄντα ἀποθανεῖν ἐν πολέμῳ
接著又說:「皮提亞絲,即赫爾米亞斯之妹,去世之後,亞里斯多德娶了斯塔基拉的赫爾皮利斯,並由她生下一子,名叫尼各馬可。據說這孩子自幼失怙,由塞奧弗拉斯托斯撫養長大,尚在少年之時便戰死沙場。」
Then next: 'After the death of Pythias, sister of Hermias, Aristotle married Herpyllis of Stagira, from whom a son, Nicomachus, was born to him. They say that this son, raised as an orphan under Theophrastus, died in war while still a young lad.'
15:2.16
Ἀλλὰ ταῦτα μὲν ἐκ τῆς δηλωθείσης Ἀριστοκλέους ἐκκείσθω γραφῆς· ἤδη δὲ καὶ τὴν δογματικὴν Ἀριστοτέλους φιλοσοφίαν θεωρῆσαι καιρός
以上這些內容,就取材自前述亞里斯托克勒斯的著作;如今是時候該來考察亞里斯多德教義性的哲學了。
Let these things, then, be set forth from the aforementioned writing of Aristocles; it is now time to examine the dogmatic philosophy of Aristotle.
15:3.1
Μώσεως καὶ τῶν παρ Ἑβραίοις προφητῶν τέλος εἶναι τοῦ μακαρίως ζῆν τὴν τοῦ τῶν ὅλων θεοῦ γνῶσίν τε καὶ φιλίαν δι εὐσεβείας συντελουμένην ὑποθεμένων, εὐσέβειάν τε εἶναι ἀληθῆ διδαξάντων τὴν διὰ πάσης ἀρετῆς τῷ θεῷ εὐαρέστησιν, (ταύτην γὰρ εἶναι τῶν ἀγαθῶν αἰτίαν, ἐπὶ μόνῳ γὰρ τῷ θεῷ τὰ πάντα κεῖσθαι καὶ παρ αὐτοῦ τὰ πάντα τοῖς θεοφιλέσι χορηγεῖσθαι) τοῦ τε Πλάτωνος τὰ συνῳδὰ τούτοις ὁριζομένου καὶ τέλος εὐδαιμονίας τὴν ἀρετὴν τὴν ἀποφαινομένου, τὴν ἑτέραν ὁδεύσας ὁ Ἀριστοτέλης οὐκ ἄλλως εὐδαίμονά τινά φησιν ἔσεσθαι ἢ καὶ διὰ τῆς τοῦ σώματος εὐπαθείας καὶ τῆς τῶν ἐκτὸς περιουσίας, ὦν ἄνευ μηδὲ τὴν ἀρετὴν ὠφελεῖν. πρὸς ὃν ὅπως ἐνέστησαν διεψευσμένην αὐτοῦ τὴν ὑπόληψιν ἀπελέγχοντες οἶ Πλάτωνος γνώριμοι πάρεστι μαθεῖν διὰ τούτων
摩西以及希伯來人中的眾先知,既已立定前提,認為蒙福生活的終極目的,乃是藉著敬虔而成就的、對萬有之神的認識與情誼;又教導人說,真正的敬虔就是憑藉一切美德來討神的喜悅(因為這正是一切美善的緣由,因萬事全都繫於神一人,而神也將萬事供應給那些蒙祂喜愛的人);而柏拉圖也界定了與此相和諧的觀點,宣稱美德便是幸福的目的;亞里斯多德卻走上了另一條路,說人若不同時具備身體的安適與外在事物的豐足,便無從獲得幸福,若缺少這些,即便有美德也無益。至於柏拉圖的門人如何起而反對他,駁斥他這一虛妄的臆測,可從下文得知。
Moses and the prophets among the Hebrews, having laid down the premise that the end of living blessedly is the knowledge and friendship of the God of the universe, brought to completion through piety, and having taught that true piety consists in pleasing God through the whole of virtue (for this, they said, is the cause of all good things, since all things depend on God alone, and all things are supplied by him to those who love God)—while Plato too defined matters in harmony with these, declaring virtue to be the end of happiness—Aristotle, having traveled a different road, says that no one will be happy otherwise than through bodily well-being as well as an abundance of external goods, without which not even virtue is of profit. How the disciples of Plato opposed him on this point, refuting his mistaken supposition, may be learned from what follows.
15:4.1
Τῆς γὰρ συμπάσης φιλοσοφίας κοινῇ τῶν φιλοσοφησάντων τὴν ἀνθρωπίνην εὐδαιμονίαν ὑπισχνουμένης, τριχῆ δὲ διαιρουμένης κατὰ τὴν τῶν ὅλων ποιητικὴν διανέμησιν, τοσοῦτον ἀποδέων ἐν τούτοις τοῦ διδάσκειν τι τῶν Πλάτωνος ὁ Περιπατητικὸς ὀφθήσεται ὥστε, πλειόνων ὄντων οἳ διαφέρονται Πλάτωνι, μάλιστα ἐναντιούμενος αὐτὸς φανεῖται
因為,既然全部哲學普遍向從事哲學研究的人許諾人類的幸福,並依照萬有的創造性區分而分為三部分,逍遙學派在教導柏拉圖的任何一項學說上,竟顯得如此欠缺,以致在眾多與柏拉圖意見相左之人當中,他本人反倒顯得是最與之對立的那一位。
For since the whole of philosophy, common to all who philosophize, promises human happiness, and is divided into three parts according to the creative distribution of the universe, the Peripatetic will be seen to fall so far short of teaching anything of Plato's in these matters that, although there are many who differ from Plato, he himself will appear to be the one most opposed of all.
15:4.2
καὶ πρῶτόν γε ἀπὸ τοῦ κοινοῦ καὶ μεγίστου καὶ κυριωτάτου τὴν πρὸς Πλάτωνα παραλλαγὴν ἐποιήσατο, μὴ τηρήσας τὸ μέτρον τῆς εὐδαιμονίας, μηδὲ τὴν ἀρετὴν αὐτάρκη πρὸς τοῦτο συγχωρήσας, ἀλλ ἀπολισθὼν τῆς δυνάμεως τῆς κατὰ τὴν ἀρετὴν, καὶ ἡγησάμενος αὐτῇ προσδεῖν τῶν ἐκ τῆς τύχης, ἵνα μετὰ τούτων ἕλῃ τὴν εὐδαιμονίαν· εἰ δ ἐφ ἑαυτῆς ληφθείη, ὡς ἀδύνατον καὶ οὐκ ἐφικτὸν τῆς εὐδαιμονίας μεμψάμενος
他首先就在共同、最重大、最根本的一點上,與柏拉圖分道揚鑣:他未能守住幸福的分寸,也不承認美德本身足以達成幸福,反而失去了美德本身所具有的能力,認為美德還需要加上命運所賜之物,才能藉此獲得幸福;至於若單就美德本身而論,他則斥之為不可能、無法達致幸福。
And first, on the point that is common, greatest, and most authoritative of all, he made his departure from Plato: he did not preserve the true measure of happiness, nor did he grant that virtue alone is sufficient for it, but slipped away from the power inherent in virtue, supposing that it stood in need of the gifts of fortune besides, so that together with these it might attain happiness; whereas if virtue were taken by itself, he faulted it as incapable and unable to reach happiness.
15:4.3
τὸ μὲν οὖν ἀγεννὲς καὶ διημαρτημένον τῆς γνώμης ἐν τούτῳ τε κἀν τοῖς ἄλλοις οὐ τοῦ παρόντος δεικνύναι καιροῦ· ἐκεῖνο δὲ οἶμαι πρόδηλον, ὅτι τοῦ σκοποῦ καὶ τῆς εὐδαιμονίας οὐκ ἴσων ὄντων οὐδὲ τῶν αὐτῶν κατὰ Πλάτωνα καὶ κατὰ Ἀριστοτέλην, ἀλλὰ τοῦ μὲν βοῶντος ἑκάστοτε καὶ κηρύττοντος ὅτι εὐδαιμονέστατος ὁ δικαιότατος, τοῦ δὲ μὴ ἐπιτρέποντος ἕπεσθαι τῇ ἀρετῇ τὴν εὐδαιμονίαν, ἂν μὴ καὶ γένος εὐτυχήσῃ καὶ κάλλος, ἀλλὰ καὶ χρυσὸν, ὃς καὶ χρυσὸν ἔχων πόλεμονδ ἴεν, ἠύτε κούρη, ἀνάγκη κατὰ τὴν διαφορὰν τοῦ τέλους καὶ τὴν ἐπὶ τοῦτο ἄγουσαν φιλοσοφίαν διάφορον εἶναι
至於這一點,以及其他方面上他見解的卑劣與謬誤,並非此刻所要闡明的;然而,我認為以下一點是顯而易見的:既然柏拉圖與亞里斯多德所指的目的與幸福並不相等、也不相同——一位到處宣告並宣揚,最公義的人就是最幸福的人;另一位則不容許幸福單單伴隨美德而來,除非同時也出身幸運、容貌美好,甚至還要有黃金——「他即便帶著黃金上戰場,也如少女一般」——那麼,依照目的的差異,通往這目的的哲學也必然有所不同。
To demonstrate the ignoble and mistaken character of his judgment in this and other matters is not the task of the present occasion; but this, I think, is plain: since the goal and happiness are neither equal nor the same according to Plato and according to Aristotle—the one everywhere proclaiming and declaring that the most just man is the happiest, the other not allowing happiness to follow upon virtue unless birth also proves fortunate, and beauty, and moreover gold—'who, though possessing gold, went off to war, like a maiden'—it necessarily follows that, in accordance with the difference of the end, the philosophy that leads to it must also differ.
15:4.4
μιᾷ γὰρ ὁδῷ βαδίζοντα, ἥτις ἄγειν πέφυκεν ἐπί τι τῶν μικρῶν καὶ ταπεινῶν, οὐκ ἔστιν ἐλθεῖν ἐπὶ τὰ μείζω καὶ ἐν ὕψει κείμενα. Ὁρᾷς ἵν ἐκεῖνος ὑψηλὸς πάγος, τρηχύς τε καὶ παλίγκοτος, ἐν τῷ κάθηται σὴν ἐλαφρίζων μάχην
因為循著一條道路而行,若這條路的本性只能通往某些渺小卑微之處,就不可能到達那更宏大、居於高處的境地。「你看見那高聳的山巖了嗎?崎嶇而險峻,他就坐在那上頭,輕看著你這場戰鬥。」
For one traveling a single road, which by its nature leads to something small and lowly, cannot arrive at things greater and set on high. 'Do you see that lofty peak, rugged and forbidding, on which he sits, making light of your struggle?'
15:4.5
ἐπὶ τοῦτον τὸν ὑψηλὸν πάγον τὸ δριμὺ καὶ πανοῦργον ἐκεῖνο θηρίον ἀνελθεῖν ἀδύνατον· ἵνα δὲ εἰς ταὐτὸν ἔλθῃ τοῖς ἀετοῦ γεννήμασιν ἀλώπηξ, ἢ τύχῃ τινὶ δεῖ χρησαμένους ἐκείνους πονηρᾷ καταπεσεῖν εἰς γῆν τῶν οἰκείων αὐτοῖς φθαρέντων, ἢ φύσασαν αὐτὴν, ἃ μὴ πέφυκε φύειν, λαιψηρὰ κυκλῶσαι πτερὰ, καὶ οὕτως ἀρθεῖσαν ἐκ γῆς ἀναπτέσθαι πρὸς τὸν ὑψηλὸν πάγον. ἴως δ ἑκάτερον ἐπὶ τῆς οἰκείας μένει τάξεως, οὐκ ἔνι κοινωνία τοῖς γῆς πρὸς τὰ οὐρανοῦ θρέμματα
那機敏狡猾的野獸——狐狸,是不可能攀上這高聳山巖的;狐狸若要與鷹的後代同處一地,除非那些鷹遭逢惡運,自己的翅膀損毀而墜落地面,否則就得讓狐狸自己長出牠本性所不能生出的東西——一對疾速盤旋的翅膀,如此才能從地上騰起,飛上那高聳的山巖。可是只要各自安於本位,地上的生靈與天上的生靈之間,就沒有相通之處。
For that keen and cunning beast, the fox, it is impossible to ascend to that lofty peak; and in order that she might come to the same place as the eagle's offspring, either those eagles must, by some evil fortune, fall to the ground when their own wings have been destroyed, or she must grow, what she does not by nature grow, swift, encircling wings, and thus, lifted from the earth, fly up to the lofty peak. But so long as each remains in its own proper order, there is no fellowship between the creatures of earth and the creatures of heaven.
15:4.6
Καὶ μεθ ἕτερα ἐπιλέγει Τούτων τοίνυν οὕτως ἐχόντων, καὶ πειρωμένου τοῦ Πλάτωνος ἕλκειν τὰς τῶν νέων ψυχὰς ἄνω που πρὸς τὸ θεῖον, καὶ τοῦτον τὸν τρόπον προσοικειοῦντος μὲν τῇ ἀρετῇ καὶ τῷ καλῷ, τῶν δὲ ἄλλων ἁπάντων ἀναπείθοντος ὑπερφρονεῖν, φράσον ἡμῖν, ὠ Περιπατητικὲ, πῶς ἐκδιδάξεις ταῦτα; πῶς ὁδηγήσεις ἐπ αὐτὰ τοὺς φιλοπλάτωνας
隨後他又接著說:「既然如此,柏拉圖試圖將年輕人的靈魂向上牽引,引向那神聖之處,並藉此使他們親近美德與美善,同時勸他們輕看其餘一切事物——請告訴我們,逍遙學派的先生,你要如何教導這些道理?你要如何引導那些愛慕柏拉圖之人達到這境地呢?」
And after other things he adds: 'These things being so, and Plato attempting to draw the souls of the young somewhere on high toward the divine, and in this way making them akin to virtue and to the beautiful, while persuading them to disdain everything else—tell us, O Peripatetic, how will you teach these things? How will you guide the lovers of Plato toward them?'
15:4.7
ποῦ σοι τῆς αἱρέσεως τοσοῦτον ὕψος λόγων ὥστε τὸ τῶν Ἀλωαδῶν φρόνημα κτήσασθαι καὶ τὴν εἰς οὐρανὸν ὁδὸν ζητεῖν, ἣν ἐκεῖνοι μὲν ᾤοντο ὀρῶν ἀναθέσει δύνασθαι γίνεσθαι, τὸ δ ἄρ ἦν ἀφαιρέσει τῶν ἀνθρωπίνων σπουδασμάτων γινόμενον, ὥς φησι Πλάτων
你們學派的言論,能有那樣的高度,足以懷抱阿羅阿代兄弟般的雄心,去尋求通往天上的道路嗎?他們原以為那可以靠堆疊山嶺而成,但正如柏拉圖所說,那其實是要靠除去人間種種汲汲營營才能達成的。
Where in your school is there such a height of doctrine as would let one acquire the ambition of the Aloadae and seek the road to heaven—which they thought could be achieved by heaping up mountains, but which was in fact achieved, as Plato says, by the stripping away of human pursuits?
15:4.8
τίς οὖν ἡ παρὰ σοῦ πρὸς ταῦτα τοῖς νέοις βοήθεια; καὶ πόθεν τις ὁ τῆς ἀρετῆς συναγωνιστὴς λόγος; ἐκ ποίων γραμμάτων Ἀριστοτέλους; τίνος τῶν ἀπ αὐτοῦ; ἑ κ ποίων γραφῶν; δίδωμι γάρ σοι κἂν ψεύδεσθαι θέλῃς, μόνον τι νεανικόν. ἀλλὰ γὰρ οὔτ ἔχεις εἰπεῖν οὔτ ἂν ἐπιτρέψαι σοι τῶν ἡγεμόνων τῆς αἱρέσεως οὐδείς
那麼,你在這方面能給年輕人什麼幫助呢?又有什麼論述能作為美德的盟友,而它究竟從何而來?出自亞里斯多德的哪些著作?出自他門下哪一位的哪些著作?出自哪些文字?我甚至允許你即便撒謊,也無妨,只要那謊言帶點年輕人的膽氣就好。可是事實上你根本說不出來,你們學派的任何一位領袖也都不會允許你這麼說。
What help, then, do you offer the young toward these things? And from where does any argument come as an ally of virtue? From which writings of Aristotle? From which of his followers? From what treatises? I grant you leave even to lie, if you wish, provided it be at least something bold and spirited. But in fact you cannot say, nor would any of the leaders of your school permit you.
15:4.9
αἶ γοῦν Ἀριστοτέλους περὶ ταῦτα πραγματεῖαι, Εὐδήμειοί τε καὶ Νικομάχειοι καὶ Μεγάλων Ἠθικῶν ἐπιγραφόμεναι, μικρόν τι καὶ ταπεινὸν καὶ δημῶδες περὶ τῆς ἀρετῆς φρονοῦσι, καὶ τοσοῦτον ὅσον ἄν τις καὶ ἰδιώτης καὶ ἀπαίδευτος καὶ μειράκιον καὶ γυνή. τὸ μὲν γὰρ διάδημα, ὡς εἰπεῖν, καὶ τὸ σκῆπτρον τὸ βασιλικὸν, ὃ παρὰ τοῦ Δῖός ἔχει λαβοῦσα ἀναφαίρετον ἡ ἀρετὴ, ἐπεὶ οὐ παλινάγρετον ὅττι κεν οὗτος τῇ κεφαλῇ ἐπινεύσῃ·) τοῦτο αὐτὴν ἀφαιρεῖσθαι τολμῶσιν
至少,亞里斯多德在這方面的著作,無論是題為《歐德謨倫理學》,還是《尼各馬可倫理學》,抑或《大倫理學》,對於美德所抱持的看法,都是些渺小、卑微、庸俗的見解,其程度不過就跟一個平凡人、未受教育者、少年,甚至一個婦人所能懂的相去不遠。因為美德所擁有的、可以說是那從宙斯本人手中領受、永不可被奪去的王冠與王杖——「因為凡他一旦點頭應允之事,便不可反悔」——這些人竟膽敢從她手中奪走。
At any rate, Aristotle's treatises on these matters—entitled Eudemian Ethics, Nicomachean Ethics, and Great Ethics—hold an opinion about virtue that is small, lowly, and vulgar, and no greater than what even a layman, an uneducated person, a mere youth, or a woman might hold. For the diadem, so to speak, and the royal scepter that virtue holds, unalienable, having received it from Zeus himself—'since that is not to be revoked which he has once assented to with a nod of his head'—this they dare to strip away from her.
15:4.10
οὐ γὰρ ἐπιτρέπουσιν τρέπουσιν αὐτὴν ποιεῖν εὐδαίμονας, ὁμοίαν δὲ αὐτὴν καθιστᾶσι πλούτῳ καὶ δόξῃ καὶ γένει καὶ ὑγιείᾳ καὶ κάλλει καὶ ὅσα ἄλλα κοινὰ τῆς κακίας. ὡς γὰρ τούτων ὁτιοῦν παρὸν χωρὶς ἀρετῆς οὐκ αὔταρκες εὐδαίμονα τὸν κεκτημένον ἀποφῆναι καὶ ἡ ἀρετὴ κατὰ ταὐτὰ χωρὶς τούτων οὐχ ἱκανὴ ποιῆσαι τὸν ἔχοντ αὐτὴν εὐδαίμονα
因為他們不容許美德使人幸福,反而將她貶得與財富、名聲、門第、健康、美貌,以及一切其他甚至惡人也共有的東西同等。因為正如這些東西當中任何一樣,若脫離美德單獨存在,都不足以使擁有者幸福;照同樣的道理,美德本身若脫離這些東西,也同樣不足以使擁有她的人幸福。
For they do not permit her to make men happy, but they render her equal to wealth, reputation, birth, health, beauty, and whatever other things are common even to vice. For just as any one of these, present apart from virtue, is not sufficient to render its possessor happy, so likewise virtue, in the same way, apart from these, is not sufficient to make its possessor happy.
15:4.11
πῶς οὖν οὐ καθῄρηται καὶ καταβέβληται τὸ τῆς ἀρετῆς ἀξίωμα; ναί· ἀλλὰ πολὺ τῶν ἄλλων ἀγαθῶν ὑπερέχειν τὴν ἀρετὴν λέγουσι. τί δὴ τοὺτο; καὶ γὰρ τὴν ὑγίειαν τοῦ πλούτου· ἀλλὰ τό γε χωρὶς ἀλλήλων μὴ ἀρκεῖν πρὸς εὐδαιμονίαν πᾶσι κοινόν
那麼,美德的尊嚴豈不是已經被貶低、被推倒在地了嗎?「是的,」他們說,「但我們主張美德遠遠超越其他一切美善。」那又如何呢?健康也同樣超越財富啊;但這兩者若彼此分開,都不足以構成幸福,這一點卻是它們共同的性質。
How then has the dignity of virtue not been cast down and thrown to the ground? 'Yes,' they say, 'but we hold that virtue far surpasses the other goods.' What of it? Health too surpasses wealth; but that neither, apart from the other, suffices for happiness is common to all such goods.
15:4.12
ὁπόταν οὑν τις ἐκ τούτων τῶν δογμάτων καὶ ταύτης τῆς αἱρέσεως διδάξειε τὸν ἐν αὐτῇ τῇ ψυχῇ τὸ πᾶν ἀνθρώπινον ἀγαθὸν ζητοῦντα, εὐδαίμονά φησιν ἐπὶ τροχὸν οὐκ ἀναβαίνειν, οὐδὲ ὁ ταῖς Πριαμικαῖς τύχαις συνεχόμενος δύναιτ ἂν εὐδαίμων καὶ μακάριος εἷναι
因此,每當有人依照這些教義、這個學派去教導那在靈魂之中尋求人一切美善的人時,他便會說:幸福的人不會被綁上刑輪;被普里阿摩斯那般命運所纏繞的人,也不可能是幸福快樂的。
Whenever, then, someone teaches, on the basis of these doctrines and this school, the man who seeks the whole of human good within the soul itself, he says that the happy man does not mount the wheel of torture, nor could the man bound by the fortunes of Priam be happy and blessed.
15:4.13
τὸν δὲ τὴν ἀρετὴν ἔχοντα τοιούτοις τισὶ περιπεσεῖν οὐκ ἀπεικός. τούτοις δὲ ἕπεται τὸ μήτε ἀκολουθεῖν ἐκ παντὸς τὴν εὐδαιμονίαν τοῖς τὴν ἀρετὴν ἔχουσι μήτ, εἰ γένοιτο, παραμένειν ἀεί. Φύλλα τὰ μέν τ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ ὕλη τηλεθόωσα φύει· ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει, ἡ δ ἀπολήγει.·
然而,一個擁有美德的人遭遇這類境況,也並非不可能之事。由此便可推知:幸福既不必然總是伴隨擁有美德之人而來,即便來了,也不會永遠停留:「有些葉子被風吹落於地,另有些則從繁茂的樹林中重新生出;人類的世代也是如此,這一代興起,那一代衰亡。」
Yet it is not unlikely that the man possessing virtue should fall into such circumstances. And from this it follows that happiness neither necessarily attends those who possess virtue in every case, nor, should it come, does it remain forever: 'Some leaves the wind scatters upon the ground, but others the flourishing wood puts forth again; so too the generation of men—one grows, another comes to its end.'
15:4.14
ἔτι σοι τὸ παράδειγμα μικρὸν καὶ ἄτολμον ὦ ποιητά· ἔαρος δ ἐπιγίνεται ὥρη. πολὺς ὁ μεταξὺ χρόνος καὶ ᾧ μὴ γίνεται. εἰ θέλεις ἀκριβῶς τὸ ἐπίκηρον καὶ σαθρὸν τῆς ἀνθρωπίνης γενεὰς ἀπεικάσαι παράβαλλε τὴ Αριστοτέλους εὐδαιμονίαν. ῥᾷον τῶν φύλλων αὕτη καὶ φύεται καὶ ἀπολείπει οὐκ ἀναμένουσα περιτελλόμενον τὸν ἐνιαυτὸν οὐδ αὐτοετεὶ, οὐδ αὐτομηνὶ, ἀλλ αὐτῆς ἡμέρας, αὐτῆς ὥρας καὶ γίνεται καὶ ἀπόλλυται
詩人啊,你這比喻還嫌太小、太怯懦了:「春天的季節隨後降臨。」——可其間相隔的時日甚長,甚至有人終其一生也等不到。若你想準確地描摹人類世代那朝不保夕、脆弱不堪的本質,不妨拿它與亞里斯多德所謂的幸福相比。這幸福比樹葉更容易生出,也更容易凋落,它不等一年輪轉,甚至不等滿一年,也不等滿一月,就在同一天之內、同一時辰之內,既生成,也消逝。
Your example, O poet, is still too small and too timid: 'and after it the season of spring comes on.' Great is the time in between, and for some it never comes at all. If you wish to depict precisely the precariousness and frailty of the human race, compare it instead to Aristotle's happiness. More easily than the leaves does this happiness both spring up and fail, not waiting for the year to run its course, nor even for a whole year, nor even a whole month, but within the very day, within the very hour, it both comes to be and perishes.
15:4.15
πολλὰ δὲ τὰ ἀπολλύντα, καὶ πάντα ἐκ τῆς τύχης. καὶ γὰρ αἶ τοῦ σώματος κῆρες μυρίαι δὲ αὗται, καὶ πενία καὶ ἀτιμία καὶ ὅσα τοιαῦτα· καὶ πρὸς οὐδὲν αὐταρκεῖ τὰ τῆς φίλης ἀρετῆς πρὸς βοήθειαν οὐχ ἱκανά· τὴν μὲν γὰρ κακοδαιμονίαν εἴργειν, τὴν δὲ εὐδαιμονίαν διασώζειν ἀσθενής
使它消亡的原因不勝枚舉,而且全都出於命運。因為身體的種種災禍便有無數之多,還有貧窮、屈辱以及諸如此類的種種;面對這一切,那親愛的美德的助力都全然不足——既無力阻擋不幸的降臨,也無力保全幸福的延續。
Many are the things that destroy it, and all of them arise from fortune. For indeed the ills of the body are countless, and so are poverty and dishonor and all such things; and against none of these is the aid of beloved virtue sufficient—too weak either to ward off wretchedness or to preserve happiness.
15:4.16
τούτοις οὑν τις ἐντραφεὶς, καὶ τούτοις ἀρεσκόμενος τοῖς λόγοις, τίνα τρόπον ἢ αὐτὸς συνᾴσεται τοῖς Πλάτωνος ἢ ἄλλους πρὸς αὐτὰ ἐπιρρώσει ποτέ; οὐ γὰρ ἔστιν ὅπως ἄν τις ἐκ τούτων ὁρμώμενος παραδέξαιτο τὰ Ἡράκλεια καὶ θεῖα ἐκεῖνα δόγματα, ὡς ἰσχυρόν τι καὶ πάγκαλον χρῆμα ἀρετὴ, καὶ οὔτε ποτε ἐνδέουσα πρὸς εὐδαιμονίαν οὔτε ποτὲ αὐτῆς ἀφαιρουμένη ἀλλὰ κἂν πενία, κἂν νόσος, κἂν ἀδοξία, κἂν βάσανοι, κἂν πίττα καὶ σταυρὸς, κἂν τὰ ἐκ τῆς τραγῳδίας ἅμα πάντα ἐπιρρυῇ ἔτι ὁ δίκαιος εὐδαίμων καὶ μακάριος
一個在這樣的教訓中長大、且以這樣的論述為悅的人,究竟要如何與柏拉圖的學說相諧呢?又如何能使旁人堅定地趨向那些學說呢?因為從這樣的立場出發,絕無可能接受那如赫拉克勒斯般的神聖教義——即美德是一種堅強而至為美好的東西,永不欠缺於幸福,也永不會被幸福所拋棄;即便貧窮、即便疾病、即便聲名狼藉、即便嚴刑拷打,即便瀝青與十字架,即便悲劇中的一切苦難同時湧至,義人依然是幸福快樂的。
One, then, who has been raised on these teachings and takes pleasure in these arguments—in what way will he either himself be in harmony with the doctrines of Plato, or ever strengthen others toward them? For there is no way that one setting out from these premises could accept those Heraclean and divine doctrines, that virtue is a strong and altogether beautiful thing, never at any time lacking for happiness nor ever deprived of it; but even if poverty, even if disease, even if disgrace, even if torments, even if pitch and the cross, even if all the horrors of tragedy should come flooding in together, still the just man is happy and blessed.
15:4.17
ὑπὸ κήρυκι γοῦν αὐτῷ τῷ μεγαλοφωνοτάτῳ κηρύττει, καθάπερ ἀθλητήν τινα νικηφόρον τὸν δικαιότατον, ὅτι οὗτός ἐστιν εὐδαιμονέστατος ὁ ἐξ αὐτῆς τῆς δικατοσύνης τὸν καρπὸν τῆς εὐδαιμονίας δρεπόμενος. διαίρει τοίνυν, εἰ βούλει, καὶ ποίκιλλε τριχῆ καὶ τετραχῆ καὶ πολλαχῆ τὰ ἀγαθὰ διαστελλόμενος· οὐδὲν γὰρ ταῦτα πρὸς τὸ προκείμενον. οὐ δή ποθ ἡμὰς δι αὐτῶν προσάξεις τῷ Πλάτωνι
他藉由自己那位聲音最宏亮的傳令官宣告,彷彿宣告一位得勝的運動員一般,宣告那最正義的人,說這人乃是最有福的,因為他正是從正義本身摘取幸福的果實。那麼,若你願意,儘管將善分成三種、四種、乃至多種來加以區分潤飾;因為這些與眼前的論題毫不相干。你藉此絕不可能使我們歸向柏拉圖。
At any rate, by his own loudest-voiced herald he proclaims the most just man as though he were some victorious athlete, declaring that this man is most blessed who reaps the fruit of happiness from justice itself. Divide, then, if you wish, and elaborate, distinguishing goods into three, four, or many kinds; none of this is relevant to the matter before us. You will certainly never bring us over to Plato by means of these things.
15:4.18
τί γὰρ εἰ τῶν ἀγαθῶν ὡς φῄς τὰ μὲν τίμια καθάπερ οἱ θεοὶ τὰ δὲ ἐπαινετὰ, ὧς αἶ ἀρεταὶ τὰ δὲ δυνάμεις, ὡς πλοῦτος καὶ ἰσχὺς, τὰ δὲ ὠφέλιμα, ὡς αἶ θεραπεῖαι; τί δ, εἰ ταῦτα ἐλάττονι διαιρέσει διαστελλόμενος λέγοις τῶν ἀγαθῶν τὰ μὲν εἶναι τέλη, τὰ δὲ οὐ τέλη; τέλη μὲν ὀνομάζων ὧν χάριν τὰ ἄλλα οὐ τέλη δὲ τὰ τῶν ἄλλων ἕνεκα λαμβανόμενα
就算如你所說,善之中有些是尊貴的,如諸神;有些是可稱讚的,如各種德行;有些是能力,如財富與力量;有些是有益的,如各種醫療照護,那又如何呢?又假如你用較小的區分來劃分,說善之中有些是目的,有些不是目的——把那些其他事物為其緣故而存在的稱為目的,把那些是為了其他事物之故而被取用的稱為非目的,那又如何呢?
For what if, as you say, of goods some are honorable, like the gods, others praiseworthy, like the virtues, others are powers, like wealth and strength, and others are useful, like medical treatments? And what if, distinguishing these by a smaller division, you should say that of goods some are ends, others not ends—calling ends those things for the sake of which the other things exist, and not-ends those things which are taken for the sake of the others?
15:4.19
τί δ, εἰ μάθοι τις ὅτι τὰ μὲν ἁπλῶς ἀγαθὰ, τὰ δὲ οὐ πᾶσιν; σιν; ἢ ὅτι τὰ μὲν ψυχῆς ἀγαθὰ, τὰ δὲ σώματος, τὰ δ ἐκτός; ἢ πάλιν ὅτι τῶν ἀγαθῶν τὰ μὲν δυνάμεις, τὰ δὲ διαθέσεις καὶ ἕξεις, ἄλλα δὲ ἐνέργειαι, τὰ δὲ τέλη, τὰ δὲ ὕλαι, τὰ δὲ ὄργανα,. κἂν τὰς δέκα κατηγορίας παρὰ σοῦ μάθῃ τις δεκαχῆ διανέμειν τἀγαθὸν, τί ταῦτα πρὸς τὴν Πλάτωνος γνώμην τὰ διδάγματα
又假如有人得知,善之中有些是絕對的善,有些卻並非對眾人皆善;或者有些是靈魂的善,有些是身體的善,有些是外在的善;又或者善之中有些是能力,有些是稟性與習性,有些是活動,有些是目的,有些是材料,有些是工具;即便有人向你學會按照十個範疇將善分成十種,這些教導與柏拉圖的見解又有何相干呢?
And what if one should learn that some goods are good absolutely, others not for everyone; or that some are goods of the soul, others of the body, and others external; or again that of goods some are powers, others dispositions and states, others activities, others ends, others materials, others instruments; and even if one should learn from you to distribute the good tenfold according to the ten categories—what do these teachings have to do with the opinion of Plato?
15:4.20
ἴως οὗ γὰρ σὺ μὲν εἴτε ὁμωνύμως εἴτε ὅπως βούλει λαλῶν ἀγαθὰ τὰ τῆς ἀρετῆς ἄλλ ἄττα πρὸς τὴν εὐδαιμονίαν ὡς ἀναγκαῖα παραλαμβάνεις, τὸ ἱκανὸν τῆς ἀρετῆς ἀφαιρούμενος, Πλάτων δ ἐκ περιουσίας περὶ τῶν ἄλλων ζητεῖ τὸ ἔκπλεον εἰς εὐδαιμονίαν ἀπ αὐτῆς τῆς ἀρετῆς ἔχων, οὐδὲν ἂν ὑμῖν εἴη κατὰ τοῦτο κοινόν· ἄλλων σοι δεῖ λόγων, ἄλλων τοῖς τοῦ Πλάτωνος
因為只要你——無論是同名異義地說,或隨你怎麼說——在稱德行之事為善的同時,還把另一些事物當作幸福所必需的而一併採納,藉此剝奪了德行本身的自足性;而柏拉圖卻是從豐盈有餘之處,對其他事物尋求那超乎所需的部分,因為他認為幸福所需的一切,德行本身已然具足——就這一點而言,你們二者之間便毫無共通之處。你需要另一套論述,柏拉圖的門徒也需要另一套論述。
For inasmuch as you—whether speaking of goods homonymously or however you wish—while calling the things of virtue 'goods,' also take up certain other things as necessary for happiness, thereby taking away the sufficiency of virtue, whereas Plato, out of abundance, seeks the surplus in regard to other things, having what suffices for happiness from virtue itself, there could be nothing in common between you two on this point. You need different arguments, and the followers of Plato need different ones.
15:4.21
ὡς γὰρ οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν οὕτως οὐκ ἔστι Πλάτωνι καὶ Ἀριστοτέλει φιλία περὶ τοῦ Κορυφαιοτάτου καὶ κυριωτάτου τῆς εὐδαιμονίας δόγματος. διαμπερὲς γὰρ, εἰ μὴ κακὰ φρονέουσιν ἀλλήλοις, τά γε ὑπεναντία περὶ τῶν εἰς τοῦτο διαφερόντων φαίνονται λἐγοντες
正如獅子與人之間沒有可信的盟誓,狼與羊羔之間也沒有同心的意念,同樣地,柏拉圖與亞里斯多德之間,就那關於幸福最首要、最權威的教義而言,也沒有情誼可言。因為,縱使他們彼此並無惡意,但在這方面彼此相左之處,他們顯然是徹頭徹尾地說著互相對立的話。
For just as there are no faithful oaths between lions and men, nor do wolves and lambs have like-minded spirit, so there is no friendship between Plato and Aristotle concerning the chief and most authoritative doctrine of happiness. For continually, even if they do not think evil of one another, they plainly say things utterly opposed to each other concerning the points at issue on this matter.
15:5.1
Πἀλιν Μώσεως καὶ τῶν παρ Ἑβραίοις προφητῶν, οὐ μὴν ἀλλὰ καὶ Πλάτωνος ἐν τούτοις συμφώνως, τὸν περὶ τῆς τῶν ὅλων προνοίας λόγον εὐκρινῶς διατεθειμένων, ὁ Ἀριστοτέλης μέχρι σελήνης στήσας τὸ θεῖον τὰ λοιπὰ τοῦ κόσμου μέρη περιγράφει τῆς τοῦ θεοῦ διοικήσεως· ἐφ οἷς καὶ ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος ὧδέ πη διεξιόντος
再者,摩西與希伯來人中的眾先知——不僅如此,柏拉圖在這一點上也與他們一致——都已清楚有序地闡明了關於萬有之天命的道理;而亞里斯多德卻把神性只安置到月球為止,將世界其餘的部分排除在神的治理之外。就此,他也遭到上述那位作者的駁斥,其論述大略如下。
Again, while Moses and the prophets among the Hebrews—and indeed Plato too, in agreement with them—have set forth clearly and in good order the doctrine concerning the providence over all things, Aristotle, having stationed the divine only as far as the moon, excludes the remaining parts of the world from the governance of God. On this account he is also refuted by the aforementioned author, who argues somewhat as follows.
15:5.2
Ὅντος ὄντος δ ἔτι μεγίστου καὶ κυριωτάτου τῶν εἰς εὐδαιμονίαν συντελούντων τοῦ περὶ τῆς προνοίας πείσματος ὃ δὴ καὶ μάλιστα τὸν ἀνθρώπινον βίον ὀρθοῖ, εἴ γε μὴ μέλλομεν ἀγνοεῖν πότερον δίκᾳ τεῖχος ὕψιον ἢ σκολιαῖς ἀπάταις ἀναβαίνει ἐπιχθονίων γένος ἀνδρῶν· ὁ μὲν Πλάτων εἰς θεὸν καὶ ἐκ θεοῦ πάντα ἀνάπτει. φησὶ γὰρ αὐτὸν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν ὄντων ἁπάντων ἔχοντα εὐθείᾳ περαίνειν περιπορευόμενον. καὶ αὖ πάλιν φησὶν αὐτὸν ἀγαθὸν εἶναι, ἀγαθῷ δὲ μηδένα φθόνον ἐγγίγνεσθαι περὶ μηδενός. τούτου δὲ ἐκτὸς ὄντα πάντα ὅτι μάλιστα ἀγαθὰ ποιεῖν, εἰς τάξιν ἄγοντα ἐκ τῆς ἀταξίας. πάντων δὲ ἐπιμελούμενον καὶ πάντα κατὰ δύναμιν κοσμοῦντα πεφροντικέναι καὶ τῶν ἀνθρώπων
既然關於天命的信念,仍是促成幸福諸事中最重大、最具權威者,也正是它最能匡正人的生活——倘若我們不願仍舊不明白,塵世間人類這一族類,究竟是憑著公義攀登高牆,抑或是憑著邪曲的詭詐往上爬——柏拉圖便將萬物歸於神,也從神引出萬物。因為他說,神持有萬有的起始、中間與終末,循直道周行運轉,達致終點。他又再次說,神是善的,而善者對任何事都絕不心生嫉妒;既在嫉妒之外,便使一切盡可能地成為善,將混亂帶入秩序。並說,神眷顧萬有,按其能力裝飾萬物,也顧念到人類。
Since, then, the conviction concerning providence is still the greatest and most authoritative of the things contributing to happiness, and is precisely what most sets human life aright—if indeed we are not to remain ignorant whether the race of earthborn men ascends by a lofty wall of justice or by crooked deceits—Plato, for his part, refers all things to God and derives all things from God. For he says that God, having the beginning, middle, and end of all things that are, proceeds in a straight course, journeying round about. And again he says that God is good, and that in one who is good no envy at all arises concerning anything; and that, being outside of envy, he makes all things as good as possible, bringing them into order out of disorder. And that, caring for all things and adorning all things according to his power, he has taken thought also for human beings.
15:5.3
Καὶ μετὰ βραχέα Καὶ ὁ μὲν Πλάτων οὕτως. ὁ δὲ τὴν δαιμονίαν ταύτην φύσιν ἐκποδὼν ποιούμενος, καὶ τήν γε εἰσαῦθις ἐλπίδα τῆς ψυχῆς ἀποτέμνων, τήν τε ἐν τῷ παρόντι πρὸς τῶν κρειττόνων εὐλάβειαν ἀφαιρούμενος, τίνα πρὸς Πλάτωνα ἔχει κοινωνίαν; ἢ πῶς ἂν ἐφ ἃ βούλεται Πλάτων παρακαλέσαι καὶ πιστώσαιτο τὰ εἰρημένα
稍後又說:柏拉圖如是說。然而那位將這神聖本性摒棄一旁、割斷靈魂對來世之盼望、又剝奪現世對更高權能所應存之敬畏的人,他與柏拉圖能有什麼共通之處呢?他又怎能勸勉我們去追求柏拉圖所願望的,並印證他所說的那些話呢?
And after a few words: 'Such, then, is Plato's view. But he who puts this divine nature out of the way, and cuts off the soul's hope for the hereafter, and takes away the reverence in the present life toward the powers that are greater—what fellowship does he have with Plato? Or how could he exhort us toward what Plato wishes, and confirm the things that have been said?'
15:5.4
πᾶν γὰρ τοὐναντίον συνεργὸς ἂν οὗτός γε καὶ συναγωνιστὴς τῶν ἐθελόντων ἀδικεῖν φανείη. πᾶς γάρ τις ἄνθρωπος ὢν καὶ ταῖς ἀνθρωπίναις ὀρέξεσι κατεσχημένος, ἂν καταφρονήσῃ τῶν θεῶν καὶ μηδὲν νομίσῃ πρὸς αὑτὸν, ἅτε πόρρω μὲν αὐτῶν ἀπῳκισμένος ἐν τῷ ζῆν, ἀποθανὼν δὲ οὐδὲ ἔτι ὢν, ἕτοιμος ἂν ἔλθοι πρὸς τὸ χαρίζεσθαι ταῖς ἐπιθυμίαις
因為恰恰相反,此人倒顯得像是那些願意行不義之人的同工與同黨。因為任何人,既是人,又被人性的種種慾望所轄制,若他輕視眾神、認為神與自己毫不相干——既然活著時就與神相隔甚遠,死後更是不復存在——他便隨時準備順從自己的情慾而行。
For, quite on the contrary, this man would rather appear as a fellow-worker and ally of those who wish to do wrong. For any person, being human and held fast by human desires, if he should despise the gods and reckon them to be nothing to himself—inasmuch as he is settled far away from them while living, and, once dead, no longer even exists—would readily come to gratify his lusts.
15:5.5
πίστιν γὰρ λαβεῖν περὶ τοῦ λαθεῖν ἀδικοῦντα οὐκ ἀδύνατον, ἄν γε ἀνθρώπους δέῃ λανθάνειν· οὐ μὴν ἀναγκαῖον ἐκ παντὸς λαθεῖν ζητεῖν, ὅπου γέ τις τῶν πεφωρακότων κρατεῖν δυνατός ἐστιν. ὥστε ἕτοιμόν τι χρῆμα πρὸς ἀδικίαν ἡ τῆς προνοίας ἀπόγνωσις
因為若只需瞞過世人,行不義之人要對自己能不被察覺懷有信心,並非不可能;況且,凡是能夠制服那識破自己之人的地方,也不必事事都力求隱瞞。因此,對天命的否認,正是行不義之人現成的憑藉。
For it is not impossible to gain confidence about escaping notice while doing wrong, if it is only human beings one must escape; nor is it necessary in every case to seek to escape notice altogether, wherever one is able to overpower those who have detected him. So the denial of providence is a ready resource for injustice.
15:5.6
ἐκεῖνος μὲν γὰρ καὶ πάνυ χρηστός ἐστιν, ὅστις τὴν ἡδονὴν ἡμῖν προτείνας ὡς ἀγαθὸν, καὶ τὴν ἐκ θεῶν ἄδειαν παρασχόμενος, ἔτι μηχανὴν πρὸς τὸ μὴ ἀδικεῖν πορίζειν οἴεται, ὅμοιόν τι ποιῶν ἰατρῷ τὴν μὲν ἔτι ζῶντος τοῦ κάμνοντος βοήθειαν παρέντι, μετὰ θάνατον δὲ πλέκειν τινὰς μηχανὰς πειρωμένῳ πρὸς σωτηρίαν τοῦ τεθνεῶτος
那人固然十分和善——他向我們提出快樂為善,又賦予我們無需懼怕諸神的自由,卻還自以為能提供一種防止行不義的辦法;這正好比一位醫生,在病人尚存活之際不肯施以援手,卻在病人死後,才設法編織種種計謀,企圖挽救那已死之人。
For that man is indeed most kindly, who, having proposed pleasure to us as the good, and having furnished immunity from the gods, still thinks he can supply a device to prevent injustice—doing something like a physician who neglects to help his patient while he is still alive, but after his death attempts to weave together some devices for the salvation of the dead man.
15:5.7
παραπλησίως δὲ τούτῳ καὶ ὁ Περιπατητικός. οὐ γὰρ οὕτως ἡ περὶ τὴν ἡδονὴν σπουδὴ ὡς ἡ πρὸς τὸ θεῖον ὅτι κήδοιτο ἀπιστία τὴν ἀδικίαν ἐπιρρώννυσι. τί οὖν, φήσαι τις ἂν, ἐν ταυτῷ τάττεις Ἀριστοτέλην καὶἘπίκουρον; πάνυ μὲν οὖν, ὥς γε πρὸς τὸ προκείμενον
逍遙學派的人也與此人相去不遠。因為,助長不義的,與其說是對快樂的熱衷,不如說是對神明並不眷顧世人這種不信。那麼,也許有人會問:『你竟把亞里斯多德與伊比鳩魯相提並論?』正是如此——至少就眼前這個論題而言確實如此。
And the Peripatetic is like this man in a similar way. For it is not so much the zeal for pleasure as the disbelief that the divine cares for us that strengthens injustice. 'What then,' someone might say, 'do you place Aristotle in the same rank as Epicurus?' Yes, indeed, at least with respect to the matter now before us.
15:5.8
τί γὰρ διαφέρει πρὸς ἡμᾶς ἢ τοῦ κόσμου τὸ θεῖον ἐξοικίσασθαι καὶ μηδεμίαν ἡμῖν πρὸς αὐτὸ κοινωνίαν ἀπολιπεῖν, ἢ ἐν κόσμῳ τοὺς θεοὺς καθείρξαντα τῶν ἐπὶ γῆς πραγμάτων ἀποστῆσαι; κατ ἴσον γὰρ παρ ἀμφοτέροις τὸ ἐκ θεῶν ἀμελὲς εἰς τοὺς ἀνθρώπους, καὶ ἴση τοῖς ἀδικοῦσιν ἡ ἀπὸ τῶν θεῶν ἄδεια τὸ δὲ ἐκείνων μενόντων κατ οὐρανὸν καὶ ἡμᾶς τι χρηστὸν ἀπολαύειν μάλιστα μὲν κοινὸν καὶ ἀλόγων καὶ ἀψύχων, ἤδη δὲ ταύτῃ γε καὶ κατ Ἐπίκουρον ὄνησις τοῖς ἀνθρώποις ἀπὸ θεῶν γίνεται
因為,把神性完全逐出宇宙、使我們與之毫無關連,與把眾神囚禁於宇宙之內、使他們與地上之事隔絕,這兩者對我們而言又有何區別呢?因為就兩者而言,神對人的忽視是同等的,行不義之人從神那裡得到的無虞也是相等的;而至於那些神明既然仍留在天上,我們是否還能從中得些好處,這頂多也只是與無理性的、無生命的萬物共享的東西罷了;就這一點而言,即便按照伊比鳩魯的說法,人也確實從神那裡得著某種益處。
For what difference does it make to us whether one banishes the divine from the world altogether and leaves us no fellowship at all with it, or whether, having shut the gods up within the world, one removes them from the affairs of earth? For in either case alike the neglect coming from the gods toward human beings is equal, and equal is the immunity granted to wrongdoers by the gods; and if, while those gods remain in heaven, we still enjoy some benefit from them, this is in any case something common even to irrational and inanimate creatures—and indeed even according to Epicurus, some benefit does come to human beings from the gods in this way.
15:5.9
τὰς γοῦν βελτίονας ἀπορροίας αὐτῶν φασι τοῖς μετασχοῦσι μεγάλων ἀγαθῶν παραιτίας γίνεσθαι. ἀλλ οὕτετοῦτονοὔτε ἐκεῖνον δίκαιον ἐν προνοίας ἀριθμεῖσθαι λόγῳ. εἴπερ γὰρ καὶ κατ Ἐπίκουρον τὸ τῆς προνοίας οἴχεται, καίτοι τῶν θεῶν κατ αὐτὸν πᾶσαν κηδεμονίαν ὑπὲρ τῆς σωτηρίας τῶν οἰκείων ἀγαθῶν εἰσφερομένων, οὕτως ἂν οἴχοιτο καὶ κατ Ἀριστοτέλην τὸ τῆς προνοίας, εἰ καὶ τὰ κατ οὐρανὸν ἐν τάξει τινὶ καὶ κόσμῳ διοικεῖται
他們說,這些神明較優良的流溢,會成為那些分享偉大善事之人的助因。但無論是這一種說法,還是那一種說法,都不該被算入天命之列。因為,若照伊比鳩魯所言,天命之說已然消失無存——儘管照他所說,眾神為保全自身固有的善,確實會傾注全部的關懷——那麼,照亞里斯多德所言,天命之說同樣也會消失無存,即便天上諸事確實依某種秩序與規律而受治理。
At any rate, they say that the better emanations of these gods become the auxiliary cause of great goods for those who partake of them. But it is right to reckon neither the one view nor the other within the account of providence. For if, according to Epicurus, providence is done away with—even though, according to him, the gods contribute every care for the preservation of the goods proper to themselves—then likewise, according to Aristotle too, providence would be done away with, even if the things in heaven are governed in a certain order and arrangement.
15:5.10
πρόνοιαν γὰρ ζητοῦμεν ἡμῖν διαφέρουσαν, ἧς οὐ μέτεστι τῷ μήτε δαίμονας μήτε ἥρωας μήτε ὅλως ἐπιδιαμένειν δύνασθαι τὰς ψυχὰς συγκεχωρηκότι
因為我們所尋求的,是那攸關我們自身的天命;而這種天命,對於一個既不承認精靈、也不承認英靈的存在、甚至根本不承認靈魂能夠存續下去的人來說,是毫無分之可言的。
For we are seeking a providence that concerns us; and of this there can be no share for one who has granted that neither daemons nor heroes exist, nor indeed that souls are able to survive at all.
15:5.11
ἐκεῖνο δ ἐμοὶ κριτῇ καὶ αἰσχυντηλότερον ὁ Ἐπίκουρος δοκεῖ πεποιηκέναι· ὥσπερ γὰρ ἀπογνοὺς δύνασθαι τοὺς θεοὺς ἀποσχέσθαι τῆς ἀνθρώπων κηδεμονίας εἰς ταυτὸν ἐλθόντας αὐτοῖς καθάπερ εἰς ἀλλοδαπὴν ἀπῴκισε καὶ ἔξω που τοῦ κόσμου καθίδρυσε, τὸ ἀπάνθρωπον αὐτῶν τῇ ἀποστάσει καὶ τῇ πρὸς ἅπαντ ἀκοινωνίᾳ παραιτούμενος
不過依我看,還有一件事,伊比鳩魯做得更為可恥:他彷彿是斷定了眾神一旦與人接近,便無法不去眷顧人,於是索性把他們放逐到彷彿異邦之地,安置在宇宙之外的某處,藉著使他們遠離、又使他們與萬物毫無交往,來為他們那不近人情的作法辯解開脫。
But that other thing seems to me, as judge, something Epicurus has done even more shamefully: as though despairing that the gods could, if they came near to human beings, refrain from caring for them, he banished them as though into a foreign land, and settled them somewhere outside the world, thereby excusing their inhumanity by their remoteness and their total lack of fellowship with everything.
15:5.12
ὁ δὲ περιττὸς ἡμῖν οὑτος τῆς φύσεως εὑρετὴςκαὶ τῶν θείων πραγμάτων ἐπιγνώμων ἀκριβὴς ὑπ αὐτὴν τὴν ὄψιν τῶν θεῶν τὰ ἀνθρώπινα πράγματα ὑποθεὶς εἴασεν ἀτημέλητα καὶ ἀφρόντιστα, φύσει καὶ οὐ θεοῦ λογισμῷ διοικούμενα. ὅθεν εἰκότως ἂν καὶ αὐτὸς οὐδ ἐκεῖνο τὸ ἔγκλημα ἐκφύγοι, ὃ κατ Ἐπικουρου τινες μαντεύονται, ὡς ἄρα μὴ κάτα γνώμην, ἀλλὰ διὰ τὸ πρὸς ἀνθρώπων δέος τοῖς θεοῖς κατένειμεν ἐν τῷ παντὶ χώραν ὥσπερ ἐν θεάτρῳ θέαν
然而,這位對我們而言堪稱奇特的自然發現者、對神聖事物精密的洞察者,雖將人事直接置於眾神目光之下,卻仍任其無人照管、無人顧念,而任由本性、而非神的理智來治理。由此看來,他理當同樣逃不過某些人針對伊比鳩魯所猜測的那項指控——即:伊比鳩魯之所以在宇宙中給諸神分配一個位置,並非出於自己真實的想法,而是出於對世人的畏懼,就如同為一場戲在劇場中安排一個觀賞席一般。
But this remarkable discoverer of nature and precise examiner of divine matters, having placed human affairs directly under the very gaze of the gods, has nevertheless left them uncared for and unregarded, governed by nature and not by the reasoning of God. Hence he too, quite reasonably, would not escape that very charge which some divine concerning Epicurus—namely, that it was not according to his own real opinion, but on account of fear of men, that he assigned the gods a place in the universe, as one assigns a seat in a theater for a spectacle.
15:5.13
τεκμήριον δὲ ποιοῦνται τῆς γνώμης τἀνδρὸς ὅτι αὐτῶν ἀφεῖλε τὴν πρὸς ἡμὰς ἐνέργειαν, ἐξ ἧς μόνης τὸ εἶναι τοὺς θεοὺς ἔμελλε τὴν δικαίαν πίστιν ἕξειν. τὸ γὰρ αὐτὸ τοῦτο καὶ Ἀριστοτέλης ποιεῖ. ἀποστήσας γὰρ καὶ παραδοὺς ὄψει μόνῃ τὴν πίστιν πραγματείᾳ κρίνειν ἀσθενεῖ τὰ ἐκ τοσοῦδε διαστήματος τάχ ἂν αἰδοῖ δοκοίη λέγειν ἐνταῦθα εἶναι θεούς
而人們拿來作為此人真實想法之證據的,正是他剝奪了眾神施於我們的作為——唯獨從這作為,才能使『眾神存在』這一信念獲得正當的憑據。然而亞里斯多德所做的,其實正是同一件事。因為他把神明移到遠處,只把這信念交託給視覺——一種太過薄弱、無力憑理性推論來判斷如此遙遠距離之事的官能——他之所以說『那裡有神明』,恐怕不過是出於某種羞於明言的顧忌罷了。
And they take as proof of that man's real opinion the fact that he took away from the gods their activity toward us, which alone would have given the belief that the gods exist its rightful warrant. But Aristotle does this very same thing. For having removed the gods to a distance and handed over the belief to sight alone—a faculty too weak to judge matters at so great a distance by any exercise of reasoning—he would seem, perhaps out of a sense of shame, to say merely that there are gods there.
15:5.14
οὐ γὰρ ἀπολιπὼν ἔξω τι τοῦ κόσμου ἀλλ οὐδὲ τοῖς ἐπὶ γῆς προσαγαγὼν τοὺς θεοὺς, ἀνάγκην ἔσχεν ἢ παντάπασιν ἄθεος εἶναι ὁμολογεῖν ἢ τὴν τοῦ δοκεῖν ἀπολιπεῖν θεοὺς δόξαν ἀνασώζειν ἐνταῦθά που τοὺς θεοὺς ἀποικίσας. ὁ δὲ τὴν τῶν κρειττόνων ἀκρίβειαν παραιτησάμενος τῇ ἀμιξίᾳ ἔοικεν εὐσχημόνως ἀπιστεῖν τοῖς θεοῖς. Ταῦτα ὁ Ἀττικὸς πρὸς Ἀριστοτέλην χρεοκοποῦντα τὸν περὶ προνοίας λόγον. ὁ δ αὐτὸς ἔτι καὶ ταῦτα τοῖς εἰρημένοις προστίθησι πρὸς τὸν αὐτὸν ἀποτεινόμενος μὴ βουλόμενον γεννητὸν εἶναι τὸν κόσμον
因為他既未把眾神完全置於宇宙之外,卻也未把他們帶到地上的事務中來,於是不得不承受這樣的困境:要嘛完全承認自己是無神論者,要嘛就把神安置在某個中間地帶,以此保全那『眾神存在』的表面說法。而那位拒絕了那更高權能該有的精確關照的人,藉著這種隔絕不通,看來不過是用一種較為體面的方式在不信眾神罷了。以上便是阿提庫斯針對亞里斯多德那使天命之說破產的論述所說的話。同一位作者,接著又針對同一個人——那不願承認宇宙是被造之物的人——補充了以下這些話。
For since he neither left the gods entirely outside the world, nor yet brought them near to the affairs of earth, he was compelled either to confess himself altogether an atheist, or to preserve some semblance of the opinion that gods exist by settling them somewhere in between. But he who has refused the exactness of the higher powers, by this very lack of intercourse, seems merely to disbelieve in the gods in a more decorous manner. These are the words of Atticus against Aristotle, who bankrupts the doctrine of providence. The same author further adds these words to what has been said, directing them against the same man, who does not wish the world to be generated.
15:6.1
Πάλιν Μώσεως γεννητὸν εἶναι τὸν κόσμον ὁρισαμένου ποιητήν τε καὶ δημιουρ·γὸν τοῖς ὅλοις τὸν θεὸν ἐπιστήσαντος τοὐ τε Πλάτωνος τὰ ἴσα Μωσεῖ φιλοσοφοῦντος τὴν ἐναντίαν κἀν τούτῳ ὁ Ἀριστοτέλης ὁδεύσας ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος συγγραφέως ὧδε πρὸς ῥῆμα γράφοντος
再者,既然摩西已認定世界是被造成的,並且已將神立為萬有的創造者與工匠;而柏拉圖在這一點上,其哲學論述也與摩西一致——亞里斯多德在這一點上卻也走上了相反的道路,因而遭到上述那位作者的駁斥,其原文逐字如下。
Again, whereas Moses defined the world as having come into being, and set God over all things as maker and craftsman, and Plato likewise philosophizes the same things as Moses—Aristotle, having traveled the opposite road in this matter also, is refuted by the aforementioned author, who writes, word for word, as follows.
15:6.2
Πρῶτον δὴ περὶ γενέσεως κόσμου σκοπῶν, καὶ τὸ τῆς προνοίας τὸ μέγα τοῦτο καὶ πολυωφελὲς δόγμα πάντα ζητεῖν ἀναγκαῖον ἡγούμενος, καὶ λογισάμενος ὅτι τῷ μὴ γενομένῳ οὔτε τινὸς ποιητοῦ οὔτε τινὸς κηδεμόνος πρὸς τὸ γενέσθαι καλῶς χρεία, ἵνα μὴ ἀποστερήσῃ τὸν κόσμον τῆς προνοίας ἀφεῖλε τὸ ἀγέννητον αὐτοῦ
首先,關於世界起源的問題,他認為,必須就這偉大且大有裨益的天命教義,探究一切相關事宜;並且他推論道,凡是未曾生成之物,便不需要任何創造者,也不需要任何看護者來使其美善地生成——為了不使世界被剝奪天命,他便取消了世界『非受造』這一屬性。
First of all, then, examining the question concerning the origin of the world, and holding it necessary to investigate everything relating to this great and highly beneficial doctrine of providence, and having reasoned that for what has not come into being there is no need at all of any maker or any guardian for it to come into being well—Plato, in order not to deprive the world of providence, removed from it the attribute of being ungenerated.
下一段 →
← 第 14 章
123456789101112131415

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。