📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 修道著作(修行篇/論思念/致歐羅吉烏)

修道著作(修行篇/論思念/致歐羅吉烏) 第 2-1 章 第 1/2 段

希臘文原文.145 節.部分字詞可點開查義.本章太長已分段,此段為 2-1:1–2-1:145(全章共 274 節)

← 第 1-1 章第 3-1 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
2-1:1
Τῶν ἀντικειμένων δαιμόνων τῇ πρακτικῇ, πρῶτοι κατὰ τὸν πόλεμον συνίστανται οἱ τὰς τῆς γαστριμαργίας ἡδονὰς, ἤτουν ὀρέξεις πεπιστευμένοι, καὶ οἱ τὴν φιλαργυρίαν ἡμῖν ὑποβάλλοντες, καὶ οἱ πρὸς τὴν τῶν ἀνθρώπων δόξαν ἡμᾶς ἐκκαλούμενοι
在那些敵對實行生活的諸鬼中,首先列陣作戰的,是那些受託管轄貪食之快樂(即食慾)的鬼,那些向我們暗示貪財的鬼,以及那些引誘我們追求人的虛榮的鬼。
Of the demons that oppose the practical life, the first to take their stand in the war are those entrusted with the pleasures (or appetites) of gluttony, those who suggest the love of money to us, and those who call us toward the esteem of men.
2-1:2
Οἱ δ' ἄλλοι πάντες κατόπιν τούτων βαδίζοντες, τοὺς ὑπὸ τούτων . τιτρωσκομένους διαδέχονται
其餘的鬼都跟在這些之後行進,接手那些已被這些鬼所傷的人。
All the others march behind these, and take over those who have been wounded by them.
2-1:3
Οὐκ ἔστι γὰρ ἐμπεσεῖν εἰς χεῖρας τοῦ πνεύματος τῆς πορνείας, μὴ ὑπὸ τῆς γαστριμαργίας καταπεσόντα·
因為人若不先因貪食而跌倒,就不可能落入淫亂之靈的手中;
For it is not possible to fall into the hands of the spirit of fornication unless one has first fallen through gluttony;
2-1:4
καὶ οὐκ ἔστι ταράξαι θυμὸν, μὴ ὑπὲρ βρωμάτων ἢ χρημάτων, ἢ δόξης ἀλόγων ἐπιθυμιῶν μαχόμενον·
人若不是為食物、錢財、虛榮,或為非理性之事的慾望爭戰,就不可能激起忿怒;
and it is not possible to stir up anger unless one is fighting for food, money, or glory, or for the desires of irrational things;
2-1:5
καὶ οὐκ ἔστι τὸν τῆς λύπης δαίμονα διαφυγεῖν, τούτων πάντων στερηθέντα, ἢ μὴ δυνηθέντα τυχεῖν·
人若被剝奪這一切,或無法得著這一切,就不可能逃脫憂傷之鬼;
and it is not possible to escape the demon of sadness when one has been deprived of all these, or has been unable to obtain them;
2-1:6
οὐδὲ ἀποφεύξεται τὴν ὑπερηφανίαν τις, τὸ πρῶτον γέννημα τοῦ διαβόλου, μὴ τὴν τῶν κακῶν πάντων ῥίζαν ἐξορίσας φιλαργυρίαν, εἴπερ καὶ πενία ἄνδρα ταπεινοῖ, κατὰ τὸν σοφὸν Σολομῶντα·
人若不驅逐萬惡之根——貪財,就無人能逃脫驕傲,就是魔鬼的頭生子;正如智者所羅門所說,貧窮使人謙卑;
nor will anyone escape pride, the first offspring of the devil, unless he has banished the root of all evils, the love of money, since indeed poverty humbles a man, according to the wise Solomon;
2-1:7
καὶ συλλήβδην εἰπεῖν, οὐκ ἔστιν ἄνθρωπον περιπεσεῖν δαίμονι, μὴ πρότερον ὑπ' ἐκείνων τῶν πρωτοστατῶν κατατρωθέντα, διὸ καὶ τοὺς τρεῖς τούτους λογισμοὺς ὁ διάβολος τότε τῷ Σωτῆρι προσήγαγε
簡言之,人若不先被那些在前列的首領所傷,就不可能落入鬼的手中;所以魔鬼也曾把這三種念頭帶到救主面前:
and to put it briefly, it is not possible for a man to fall into the hands of a demon unless he has first been wounded by those leaders in the front rank; therefore the devil also brought these three thoughts to the Savior:
2-1:8
Πρῶτον μὲν τοὺς λίθους, ἄρτους γενέσθαι παρακαλῶν, ἔπειτα δὲ τὸν κόσμον ὅλον ἐπαγγελλόμενος εἰ πεσὼν προσκυνήσει·
首先慫恿祂把石頭變成餅,其次應許把全世界給祂,只要祂俯伏下拜,
first, urging that the stones become loaves, then promising the whole world if He would fall down and worship,
2-1:9
καὶ τρίτον εἰ ἀκούσοι δοξασθήσεσθαι λέγων, μηδὲν ἐκ τοῦ τηλικούτου πτώματος πεπονθότα, ὧν ὁ Κύριος ἡμῶν κρείττων φανεὶς, εἰς τοὐπίσω τῷ διαβόλῳ χωρεῖν προσέταττε, διὰ τούτων καὶ ἡμᾶς διδάσκων, ὡς οὐκ ἔστιν ἀπώσασθαι τὸν διάβολον, μὴ τῶν τριῶν τούτων καταφρονήσαντας λογισμῶν
第三,說祂若聽從就必得榮耀,並且從如此大的墜落中毫無損傷;但我們的主顯為勝過這些,吩咐魔鬼退到祂後邊去,藉此也教導我們:人若不輕看這三種念頭,就不可能驅逐魔鬼。
and third, saying that He would be glorified if He listened, suffering nothing from so great a fall; but our Lord, having shown Himself superior to these, ordered the devil to get behind Him, thereby teaching us also that it is not possible to drive away the devil unless we despise these three thoughts.
2-1:10
Πάντες οἱ δαιμονιώδεις λογισμοὶ, νοήματα εἰς τὴν ψυχὴν αἰσθητῶν πραγμάτων εἰσφέρουσιν, ἐν οἷς τυπούμενος ὁ νοῦς τὰς μορφὰς τῶν πραγμάτων ἐκείνων ἐν ἑαυτῷ περιφέρει, καὶ ἀπ' αὐτοῦ τοῦ πράγματος λοιπὸν ἐπιγινώσκει τὸν προσεγγίσαντα δαίμονα·
一切屬鬼的念頭,都把可感之物的意念帶進魂裡;心思在其中被刻上印記,便在自身內攜帶那些事物的形像,並從那事物本身辨認出已臨近的鬼;
All demonic thoughts bring into the soul concepts of sensible objects, in which the mind, being stamped, carries about within itself the forms of those objects, and from the object itself it thereafter recognizes the demon that has drawn near;
2-1:11
οἷον, εἰ τοῦ ζημιώσαντός με, καὶ ἀτιμάσαντός με ἐν τῇ διανοίᾳ μου τὸ πρόσωπον γένοιτο, ἐλέγχεται ὁ τῆς μνησικακίας παραβαλὼν λογισμός
例如,若那虧負我、羞辱我之人的面貌浮現在我的心思裡,那記恨的念頭就被揭露為已悄然侵入。
for example, if the face of the one who has wronged or dishonored me arises in my mind, the thought of grudge-bearing is convicted of having intruded.
2-1:12
Εἰ πάλιν χρημάτων, ἢ δόξης ἀνάμνησις γένοιτο, ἐκ τοῦ πράγματος δῆλον ὅτι ὁ θλίβων ἡμᾶς ἐπιγνωσθήσεται·
再者,若有關於錢財或虛榮的回憶生出,那苦害我們的鬼,就顯然要從那事物被認出來;
Again, if a remembrance of money or glory should arise, the one afflicting us will clearly be recognized from the object;
2-1:13
καὶ ἐπὶ τῶν ἄλλων δὲ λογισμῶν ὡσαύτως, ἀπὸ τοῦ πράγματος εὑρήσεις τὸν παρεστῶτα, καὶ ὑποβάλλοντα τὰς φαντασίας δαίμονα
在其餘的念頭上也是如此,你必從那事物找出那站在旁邊、暗示種種幻象的鬼。
and likewise in the case of the other thoughts, from the object you will find the demon that stands by and suggests the fantasies.
2-1:14
Οὐ πάσας δὲ τὰς μνήμας τῶν τοιούτων πραγμάτων ἐκ δαιμόνων λέγω συμβαίνειν·
但我並非說,這一切對此類事物的記憶都來自諸鬼;
But I do not say that all the memories of such objects come from demons;
2-1:15
ἐπειδὴ πέφυκε καὶ αὐτὸς ὁ νοῦς κινούμενος ὑπὸ τοῦ ἀνθρώπου τῶν γεγονότων ἀναφέρειν τὰς φαντασίας, ἀλλ' ὅσαι τῶν μνημῶν θυμὸν, ἢ ἐπιθυμίαν παρὰ φύσιν συνεπισπῶνται
因為心思自身的本性,當被人所推動時,就會喚起往事的幻象;我所指的,乃是那些隨之牽動出違反本性之忿怒或慾望的記憶。
since it is the nature of the mind itself, when moved by the man, to bring up the fantasies of past events; rather, I mean those memories that draw along with them anger or desire contrary to nature.
2-1:16
Διὰ γὰρ τὴν ταραχὴν τῶν δύο δυνάμεων τούτων, ὁ νοῦς κατὰ διάνοιαν μοιχεύει, καὶ μάχεται, τοῦ νομοθετήσαντος αὐτὸν τὴν φαντασίαν ἀναδέξασθαι μὴ δυνάμενος
因為由於這兩種能力的攪動,心思在思念中行淫並爭鬥,無法接受那將律法賜給它者的形像。
For because of the disturbance of these two powers, the mind commits adultery in thought and fights, being unable to receive the image of Him who gave it the law.
2-1:17
Εἴπερ ἡ λαμπρότης ἐκείνη κατὰ στέρησιν πάντων τῶν ἐν τοῖς πράγμασι νοημάτων ἐν τῷ καιρῷ τῆς προσευχῆς τῷ ἡγεμονικῷ παραφαίνεται
那光輝確實在禱告之時,藉著除去一切出於事物的意念,向那掌權的官能(心靈)顯現。
That radiance indeed appears to the ruling faculty at the time of prayer through the privation of all concepts arising from objects.
2-1:18
Οὐκ ἂν ἀπόθοιτο τὰς ἐμπαθεῖς μνήμας ὁ ἄνθρωπος, μὴ ἐπιθυμίας, καὶ θυμοῦ ἐπιμέλειαν ποιησάμενος, τὴν μὲν νηστείαις, ἀγρυπνίαις, καὶ χαμευνείαις καταναλώσας, τὸν δὲ μακροθυμίαις, καὶ ἀμνησικακίαις, καὶ ἐλεημοσύναις καθημερώσας·
人若不照管慾望與忿怒——用禁食、儆醒、與睡在地上來消滅前者,用恆忍、不記恨、與施捨來馴服後者——就不能除掉那些帶情慾的記憶;
A man could not put away the passionate memories unless he took care of desire and anger, consuming the one by fasting, vigils, and sleeping on the ground, and taming the other by long-suffering, freedom from grudges, and almsgiving;
2-1:19
ἐκ γὰρ τῶν δύο τούτων παθῶν πάντες σχεδὸν οἱ δαιμονιώδεις συνίστανται λογισμοὶ οἱ τὸν νοῦν ἐμβάλλοντες εἰς ὄλεθρον, καὶ ἀπώλειαν
因為幾乎一切把心思投入毀壞與滅亡的屬鬼念頭,都是從這兩種情慾生出的。
for from these two passions arise almost all the demonic thoughts that cast the mind into ruin and destruction.
2-1:20
Ἀδύνατον δέ τινα τῶν παθῶν τούτων περιγενέσθαι, μὴ παντελῶς βρωμάτων, καὶ χρημάτων, καὶ δόξης ὑπεριδόντα, ἔτι δὲ καὶ τοῦ ἰδίου σώματος διὰ τοὺς ῥαπίζειν αὐτὸ πολλάκις ἐπιχειροῦντας·
人若不完全輕看食物、錢財、虛榮,甚至連自己的身體也輕看(因有人常設法擊打它),就不可能勝過這些情慾;
It is impossible for anyone to overcome these passions unless he has entirely despised food, money, and glory, and moreover his own body too, because of those who often attempt to strike it;
2-1:21
πᾶσα οὖν ἀνάγκη μιμεῖσθαι τοὺς κινδυνεύοντας, ἐν θαλάττῃ, καὶ τῶν σκευῶν ἐκβολὴν ποιουμένους διὰ τὴν βίαν τῶν ἀνέμων καὶ τῶν ἐπανισταμένων κυμάτων
因此,必須效法那些在海上遇險的人,他們因風的猛烈與翻騰的波浪而把貨物拋出船外。
there is then every necessity to imitate those who, in danger at sea, throw out the cargo because of the force of the winds and the rising waves.
2-1:22
Ἀλλ' ἐνταῦθα προσεκτέον ἀκριβῶς, μήπως ἐκβολὴν ποιούμενοι τῶν σκευῶν, πρὸς τὸ θεαθεῖναι τοῖς ἀνθρώποις ποιήσωμεν·
但在此必須謹慎留意,免得我們拋出貨物乃是為叫人看見;
But here one must take careful heed, lest in throwing out the cargo we do it to be seen by men;
2-1:23
ἐπεὶ ἀπέχομεν τὸν μισθὸν ἡμῶν, καὶ ἄλλο τοῦ προτέρου χαλεπώτερον διαδέξεται ἡμᾶς ναυάγιον, τοῦ τῆς κενοδοξίας ἡμῖν ἀντιπνεύσαντος δαίμονος
因為這樣我們就已得了我們的賞賜,並且當虛榮之鬼向我們吹起逆風時,必有另一場比先前更厲害的船難臨到我們。
for then we have our reward, and another shipwreck worse than the former will overtake us, when the demon of vainglory blows against us.
2-1:24
Διὸ καὶ ὁ Κύριος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις, τὸν κυβερνήτην νοῦν παιδεύων, Προσέχετε, φησὶν, τὴν ἐλεημοσύνην ἡμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθεῖναι αὐτοῖς, εἰ δὲ μήγε μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν·
所以我們的主在福音書中也教導那作舵手的心思說:你們要謹慎,不可將你們的施捨行在人面前,故意叫他們看見;若是這樣,就不能得你們天父的賞賜。又說:
Therefore our Lord also in the Gospels, instructing the pilot-mind, says, Take heed that you do not do your alms before men to be seen by them; otherwise you have no reward with your Father who is in heaven. And again:
2-1:25
Ὅταν προσεύχησθε, φησὶν, οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκριταὶ, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς, καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως φανῶσι τοῖς ἀνθρώποις·
祂說:你們禱告的時候,不可像那假冒為善的人,因為他們愛站在會堂裡和十字路口上禱告,故意叫人看見;
When you pray, He says, you shall not be like the hypocrites, for they love to stand and pray in the synagogues and at the corners of the streets, so that they may be seen by men;
2-1:26
ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Καὶ πάλιν λέγει·
我實在告訴你們,他們已經得了他們的賞賜。祂又說:
truly I say to you, they have their reward. And again He says:
2-1:27
Ὅταν νηστεύητε, μὴ γίνεσθε, ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί·
你們禁食的時候,不可像那假冒為善的人,臉上帶著愁容;
When you fast, do not be gloomy like the hypocrites;
2-1:28
ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες·
因為他們把臉弄得難看,故意叫人看出他們是禁食的;
for they disfigure their faces, so that they may appear to men to be fasting;
2-1:29
ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. Ἀλλὰ προσεκτέον ἐνταῦθα τῷ ἰατρῷ τῶν ψυχῶν, πῶς διὰ μὲν τῆς ἐλεημοσύνης τὸν θυμὸν θεραπεύει, διὰ δὲ τῆς προσευχῆς τὸν νοῦν καθαρίζει, καὶ πάλιν διὰ τῆς νηστείας τὴν ἐπιθυμίαν καταμαραίνει, ἐξ ὧν συνίσταται ὁ νέος ἄνθρωπος, ὁ ἀνακαινούμενος κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὸν, ἐν ᾧ οὐκ ἔστι διὰ τὴν ἁγίαν ἀπάθειαν ἄρσεν, καὶ θῆλυ, οὐδὲ διὰ τὴν μίαν πίστιν, καὶ ἀγάπην, Ἕλλην, καὶ Ἰουδαῖος, περιτομὴ, καὶ ἀκροβυστία, Βάρβαρος, Σκύθης, δοῦλος, καὶ ἐλεύθερος, ἀλλὰ τὰ πάντα ἐν πᾶσι Χριστός
我實在告訴你們,他們已經得了他們的賞賜。但在此必須留意這位醫治眾魂者,看祂如何藉施捨醫治忿怒,藉禱告潔淨心思,又藉禁食使慾望枯萎;由此構成那新人,就是照著造他之主的形像漸漸更新的;在這新人裡,因著聖潔的無情慾,並無男女之分,因著獨一的信與愛,也無希利尼人、猶太人、受割禮的、未受割禮的、化外人、西古提人、為奴的、自主的之分,惟有基督是包括一切,又住在各人之內。
truly I say to you, they have their reward. But here one must attend to the physician of souls, how through almsgiving He heals anger, through prayer He cleanses the mind, and again through fasting He withers desire, out of which is constituted the new man, who is being renewed according to the image of his Creator, in whom, because of holy dispassion, there is neither male nor female, nor, because of the one faith and love, Greek and Jew, circumcision and uncircumcision, Barbarian, Scythian, slave and free, but Christ is all in all.
2-1:30
Ζητητέον δὲ πῶς ἐν ταῖς καθ' ὕπνον φαντασίαις τυποῦσιν ἡμῶν τὸ ἡγεμονικὸν καὶ σχηματίζουσιν οἱ δαίμονες·
必須查究諸鬼在夢中如何刻印並塑造我們那掌權的官能;
One must inquire how the demons in dreams stamp and shape our ruling faculty;
2-1:31
τὸ γὰρ τοιοῦτον ἔοικε συμβαίνειν τῷ νῷ, ἢ δι' ὀφθαλμῶν ὁρῶντι, ἢ δι' ἀκοῆς ἀκούοντι, ἢ πάλιν δι' αἰσθήσεως ποιᾶς, ἢ ἀπὸ τῆς μνήμης ἤτις τυποῖ μὲν τὸ ἡγεμονικὸν, οὐ διὰ τοῦ σώματος, πλὴν ἅπερ διὰ τοῦ σώματος ἔσχε, ταῦτα κινεῖ
因為這事臨到心思,似乎或是當它藉眼看見,或藉耳聽見,或藉某種別的感官,或是出於記憶;記憶並非藉身體刻印那掌權的官能,乃是把它藉身體所得著的那些事物激動起來。
for such a thing seems to happen to the mind either when it sees through the eyes, or hears through the hearing, or again through some other sense, or from memory, which stamps the ruling faculty not through the body, but it sets in motion those things which it received through the body.
2-1:32
Οἱ οὖν δαίμονες ἐοίκασί μοι τὴν μνήμην κινοῦντες, τυποῦν τὸ ἡγεμονικόν·
因此在我看來,諸鬼乃是藉激動記憶,來刻印那掌權的官能;
The demons, then, seem to me, by setting memory in motion, to stamp the ruling faculty;
2-1:33
τὸ γὰρ ὄργανον ὑπὸ τοῦ ὕπνου κατέχεται ἀνενέργητον
因為那身體的器官被睡眠所制伏,毫無動作。
for the bodily organ is held inactive by sleep.
2-1:34
Πῶς οὖν πάλιν τὴν μνήμην κινοῦσι ζητητέον, ἢ τάχα διὰ τῶν παθῶν; καὶ τοῦτο δῆλον ἐκ τοῦ μηκέτι τοὺς καθαροὺς, καὶ ἀπαθεῖς πάσχειν τι τοιοῦτον
那麼,必須查究他們又是如何激動記憶——或許是藉著諸情慾?這一點從以下事實顯明:那清潔無情慾的人,不再遭受任何這類的事。
How then, again, they set memory in motion must be inquired—perhaps through the passions? And this is clear from the fact that the pure and dispassionate no longer suffer anything of the sort.
2-1:35
Ἔστι δὲ καὶ κίνησίς τις ἁπλῆ ὑφ' ἡμῶν γινομένη, ἢ ὑπὸ ἁγίων δυνάμεων, καθ' ἣν ἁγίοις τε συντυγχάνομεν ἐν τοῖς ὕπνοις καὶ ὁμιλοῦμεν, καὶ συνεστιώμεθα
也有一種單純的活動,是由我們、或由眾聖潔的能力所產生的;藉此我們在睡夢中與眾聖徒相會、交談、並一同筵宴。
There is also a certain simple movement produced by us, or by the holy powers, according to which we meet with the saints in our sleep, and converse, and feast together.
2-1:36
Πλὴν προσεκτέον, ὅτι ἅπερ μετὰ τοῦ σώματος ἡ ψυχὴ εἰσδέχεται εἴδωλα, . ταῦτα ἄνευ τοῦ σώματος ἡ μνήμη κινεῖ καὶ τοῦτο σαφὲς ἐκ τοῦ πολλάκις, καὶ ἐν τοῖς ὕπνοις πάσχειν ἡμᾶς τοῦτο ἠρεμοῦντος τοῦ σώματος
但必須留意:凡魂與身體一同領受的影像,記憶能不藉身體把這些激動起來;這一點從以下事實顯明:當身體安息時,我們在睡夢中也常經歷此事。
But one must take note that whatever images the soul receives together with the body, these the memory sets in motion without the body; and this is plain from the fact that we often experience this even in sleep while the body is at rest.
2-1:37
Ὥσπερ ἔστι γὰρ μνημονεῦσαι ὕδατος, καὶ μετὰ δίψης, καὶ ἄνευ δίψης·
因為正如人能帶著乾渴、也能不帶乾渴地記念水,
For just as it is possible to remember water both with thirst and without thirst,
2-1:38
οὕτως ἔστι μνημονεῦσαι χρυσίου μετὰ πλεονεξίας, καὶ ἄνευ πλεονεξίας, καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων ὡσαύτως
照樣,人也能帶著貪婪、又能不帶貪婪地記念金子;在其餘的事物上也是如此。
so it is possible to remember gold with greed and without greed, and likewise in the case of the other objects.
2-1:39
Τὸ δὲ τοιάσδε ἢ τοιάσδε εὑρίσκειν φαντασιῶν διαφορὰς τὸν νοῦν, τῆς ἐκείνων κακοτεχνίας ἐστὶ γνώρισμα
但心思之所以發現幻象有這樣或那樣的種種差別,乃是那些鬼惡毒詭計的標記。
But for the mind to find these or those differences of fantasies is a mark of their (the demons') malicious craft.
2-1:40
Ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι καὶ τοῖς ἔξωθεν πράγμασι κέχρηνται πρὸς τὰς φαντασίας οἱ δαίμονες, ὡς ἐπὶ τῶν πλεόντων τῷ ἤχῳ τῶν κυμάτων
同時也必須知道這事:諸鬼甚至利用外在的事物來製造幻象,正如在海上的人遇見波浪的響聲那樣。
At the same time one must also know this, that the demons make use even of external objects for their fantasies, as in the case of those at sea with the sound of the waves.
2-1:41
διδόναι τοῖς ὑποβάλλουσιν
……給那些作此暗示的(鬼)。
...to give to those who make the suggestions.
2-1:42
Ὅπερ πολλάκις πολλοὺς ποιοῦντας ἐπίσταμαι, καὶ πλέον ἢ χρὴ, ἐπὶ μικραῖς ἀναπτομένους προφάσεσιν
我知道許多人常這樣行,且超過所當的,為了微小的藉口就動怒發作。
This I know many often do, and more than is proper, being inflamed over small pretexts.
2-1:43
Ὑπὲρ τίνος γὰρ, εἰπέ μοι, καὶ προσπίπτεις ταχέως εἰς μάχην, εἴπερ βρωμάτων, καὶ δόξης, καὶ χρημάτων καταπεφρόνηκας; τί δὲ τρέφεις τὸν κύνα, μηδὲν ἔχειν ἐπαγγελλόμενος; Εἰ δὲ οὗτος ὑλακτεῖ, καὶ τοῖς ἀνθρώποις ἐπέρχεται, πρόδηλος εἶ ἔνδον κεκτημένος τινὰ, καὶ ταῦτα φυλάσσειν βουλόμενος
請告訴我:你既已輕看食物、虛榮、和錢財,你究竟是為了甚麼緣故就急速衝入爭鬥?你既自稱一無所有,為何還餵養那條狗(忿怒)?但若牠吠叫,又攻擊人,就顯明你裡面擁有某物,並想守護這些東西。
For tell me, on whose account do you quickly rush into a fight, if indeed you have despised food, glory, and money? And why do you feed the dog, while professing to possess nothing? But if it barks and attacks people, it is plain that you possess something within and wish to guard these things.
2-1:44
Ἀλλ' ἐγὼ τὸν τοιοῦτον μακρὰν καθαρᾶς προσευχῆς πείθομαι εἶναι λυμεῶνα τὸν θυμὸν τῆς τοιαύτης ἐπιστάμενος
但我深信,這樣的人離純淨的禱告甚遠,因我知道忿怒乃是這種禱告的毀滅者。
But I am persuaded that such a man is far from pure prayer, knowing that anger is the destroyer of such prayer.
2-1:45
Πρὸς δὲ τούτοις θαυμάζω, ὡς καὶ τῶν ἁγίων ἐπιλελησμένων, τοῦ μὲν Δαβὶδ βοῶντος, Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν· τοῦ δὲ Ἐκκλησιαστοῦ παραγγέλλοντος, Ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ πάραγε πονηρίαν ἀπὸ σαρκός σου· τοῦ δὲ Ἀποστόλου προστάσσοντος, Χωρὶς ὀργῆς, καὶ διαλογισμῶν ἐν παντὶ τόπῳ ἐπαίρειν ὁσίας χεῖρας πρὸς Κύριον. Τί δὲ οὐ μανθάνομεν ἀπὸ τῆς τῶν ἀνθρώπων μυστικῆς, καὶ παλαιᾶς συνηθείας διωκούσης ἐκ τῶν οἴκων τοὺς κύνας ἐν τῷ καιρῷ τῆς προσευχῆς, καὶ τοῦτο αἰνιττομένης, ὡς οὐ δεῖ συμπαρῆναι τοῖς προσευχομένοις θυμόν; Καὶ πάλιν·
除此以外,我也驚奇,彷彿眾聖徒已被忘記——大衛呼喊說:當止住怒氣,離棄忿怒;傳道者吩咐說:要從你心中除掉忿怒,從你肉體除去邪惡;使徒命令說:要在各處舉起聖潔的手禱告主,不動怒,不爭論。我們為何竟不從人那古老而隱含意義的習俗學功課呢?那習俗在禱告之時把狗趕出屋外,藉此暗示禱告的人不該有忿怒同在。又說:
Besides this I am astonished, as if the saints had been forgotten—David crying out, Cease from anger and forsake wrath; and Ecclesiastes commanding, Put away anger from your heart and remove evil from your flesh; and the Apostle enjoining, that in every place men lift up holy hands to the Lord without wrath and reasonings. Why do we not learn even from the mystical and ancient custom of men, which drives the dogs out of the houses at the time of prayer, hinting thereby that anger ought not to be present with those who pray? And again:
2-1:46
Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν. Οἴνου δὲ οἱ Ναζιραῖοι ἀπείχοντο
他們的酒是蛇虺的毒氣(忿怒)。但拿細耳人卻禁戒清酒。
Their wine is the wrath of dragons. But the Nazirites abstained from wine.
2-1:47
Χολὴν δὲ καὶ ὀσφὺν ἄβρωτα τοῖς θεοῖς τις τῶν ἔξωθεν σοφῶν ἀπεφήνατο εἶναι, οὐκ εἰδὼς, οἶμαι, ὃ ἔλεγεν, ὧν τὸ μὲν ὀργῆς, τὸ δὲ ἀλόγου ἐπιθυμίας ἔγωγε σύμβολον εἶναι νομίζω
外邦的智者中有一位斷言,膽與腰子是不可獻給諸神食用的;我想他並不曉得自己所說的是甚麼;至於這二者,我自己認為一個是忿怒的表記,另一個是非理性慾望的表記。
One of the outside (pagan) sages declared that gall and loins are not to be eaten by (offered to) the gods, not knowing, I think, what he meant; of these, I for my part consider the one to be a symbol of anger, and the other of irrational desire.
2-1:48
Περὶ δὲ τοῦ μὴ δεῖν μεριμνᾷν ἐνδυμάτων ἕνεκεν, ἢ βρωμάτων, περιττὸν οἶμαι τὸ γράφειν, αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις ἀπαγορεύσαντος, Μὴ μεριμνήσητε γὰρ, φησὶ, τῇ ψυχῇ ὑμῶν τί φάγητε, ἢ τί πίητε ἢ τί περιβαλεῖσθε. Ἐθνικῶν γὰρ . ἄντικρυς τοῦτο, καὶ ἀπίστων ἀθετούντων τὴν πρόνοιαν τοῦ Δεσπότου, καὶ τὸν Δημιουργὸν ἀρνουμένων·
關於不要為衣食憂慮,我想無需贅寫,因為我們的救主自己在福音書中已經禁止,說:不要為你們的性命憂慮,吃甚麼,喝甚麼;也不要為身體憂慮,穿甚麼。因為這顯然是外邦人和不信者的行徑,他們棄絕主宰的眷顧,否認那創造主;
Concerning not being anxious about clothing or food, I think it superfluous to write, since our Savior Himself in the Gospels forbade it, saying, Do not be anxious for your life, what you shall eat or what you shall drink, or what you shall put on. For this is plainly the way of the heathen and of unbelievers, who reject the providence of the Master and deny the Creator;
2-1:49
Χριστιανῶν δὲ τὸ τοιοῦτον παντελῶς ἀλλότριον, ἅπαξ πεπιστευκότων, ὅτι καὶ τὰ πρασσόμενα δύο στρουθία τοῦ ἀσσαρίου ὑπὸ τὴν οἰκονομίαν τῶν ἁγίων ἀγγέλων ἐστί
但這樣的事與基督徒全然不合,因為他們已經一次永遠地信了:連兩隻賣一個銅錢的麻雀,也在眾聖天使的安排之下。
but such a thing is altogether foreign to Christians, who have once for all believed that even two sparrows sold for a farthing are under the dispensation of the holy angels.
2-1:50
Πλήν ἐστι καὶ αὕτη συνήθεια τῶν δαιμόνων, μετὰ τοὺς ἀκαθάρτους λογισμοὺς ἐμβάλλειν καὶ τοὺς τῆς μερίμνης, ἵνα ἐκνεύσῃ ὁ Ἰησοῦς ὄχλου ὄντος νοημάτων ἐν τῷ κατὰ διάνοιαν τόπῳ, καὶ ἄκαρπος γένηται ὁ λόγος ὑπὸ τῆς μερίμνης πνιγόμενος τῶν ἀκανθῶν
然而這也是諸鬼的慣技:在污穢的念頭之後,再投入憂慮的念頭,好叫耶穌悄然離去,因為在心思之處擠滿了眾多的意念,那道也就被憂慮的荊棘擠住,不能結實。
Yet this too is a habit of the demons, to cast in, after the unclean thoughts, also the thoughts of anxiety, so that Jesus may slip away, there being a crowd of concepts in the place of the mind, and the word may become fruitless, choked by the thorns of anxiety.
2-1:51
Οὐκοῦν τοὺς ἐκ μερίμνης ἀποθέμενοι λογισμοὺς, ἐπιῤῥίψωμεν ἐπὶ Κύριον τὴν μέριμναν ἡμῶν τοῖς παροῦσιν ἀρκούμενοι, καὶ πενιχρᾷ ζωῇ χρησάμενοι, καὶ στολῇ τοὺς πατέρας τῆς κενοδοξίας μεθ' ἡμέραν ἀποδυσώμεθα
因此,我們既已除掉那出於憂慮的念頭,就當把我們的掛慮卸給主,以手邊所有的為足,過清貧的生活,並當在白晝之中脫去虛榮的衣裳。
Therefore, having put away the thoughts arising from anxiety, let us cast our care upon the Lord, being content with what we have at hand, living a frugal life, and let us strip off the garments of vainglory in broad daylight.
2-1:52
Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ πενιχρᾷ νομίζει στολῇ, βλεπέτω τὸν ἅγιον Παῦλον ἐν ψύχει, καὶ γυμνότητι, τὸν τῆς δικαιοσύνης προσδοκήσαντα στέφανον
若有人以為穿著貧寒的衣裳是羞恥,就讓他仰望聖保羅,他在寒冷與赤身中,仍盼望那公義的冠冕。
And if anyone thinks it unseemly to wear a poor garment, let him look at holy Paul, who in cold and nakedness awaited the crown of righteousness.
2-1:53
Ἀλλ' ἐπειδὴ θέατρον, καὶ στάδιον ὁ Ἀπόστολος τὸν κόσμον τοῦτον ὠνόμασεν, ἴδωμεν, εἰ ἔστι δυνατὸν, μερίμνης ἐνδυσάμενον λογισμοὺς, δραμεῖν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἢ παλαῖσαι πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου·
既然使徒稱這世界為戲台與競技場,讓我們察看:人若披戴了憂慮的念頭,是否可能奔跑去得那從上面來之呼召的獎賞,或是與那些執政的、掌權的、並這幽暗世代的宇宙主宰摔跤;
But since the Apostle called this world a theater and a stadium, let us see whether it is possible, having clothed oneself in the thoughts of anxiety, to run for the prize of the upward calling, or to wrestle against the principalities and powers, and against the world-rulers of the darkness of this age;
2-1:54
ἐγὼ μὲν οὐκ οἶδα, καὶ ἀπ' αὐτῆς τῆς αἰσθητῆς παιδευόμενος ἱστορίας
我自己卻不知道,連從那可見的史例本身,我也受了教訓。
I for my part do not know, being instructed even from the sensible history itself.
2-1:55
Ἐμποδισθήσεται γὰρ ἐκεῖνος ὁ ἀθλῶν ὑπὸ τοῦ χιτῶνος δηλονότι, καὶ εὐκόλως περιελκυσθήσεται, καθάπερ καὶ ὁ νοῦς ὑπὸ τῶν λογισμῶν τῆς μερίμνης, εἴπερ ἀληθινὸς ὁ λέγων τῷ ἰδίῳ τὸν νοῦν προσκαρτερεῖν θησαυρῷ, Ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, φησὶν, ἐκεῖ ἔσται, καὶ ἡ καρδία σου. ΚΕΦΑΛ
因為那角力的人顯然要被他的衣袍纏累,並且容易被拖來拖去,正如心思被憂慮的念頭所拖累一樣;那位說『心思緊附於自己財寶』的,所說的若是真的:因為祂說,你的財寶在哪裡,你的心也在哪裡。(章)
For that wrestler will plainly be hindered by his tunic, and will easily be dragged about, just as the mind is by the thoughts of anxiety, if indeed He speaks truly who says that the mind clings to its own treasure: For where your treasure is, He says, there will your heart be also. CHAPTER.
2-1:56
Τῶν λογισμῶν οἱ μὲν τέμνουσιν, οἱ δὲ τέμνονται·
在諸念頭中,有些是砍斷別的,有些是被砍斷的;
Of the thoughts, some cut off, and others are cut off;
2-1:57
καὶ τέμνουσι μὲν οἱ πονηροὶ τοὺς ἀγαθοὺς, τέμνονται δὲ πάλιν ὑπὸ τῶν ἀγαθῶν οἱ πονηροὶ τὸ τοίνυν Πνεῦμα τὸ ἅγιον πρώτως τεθέντι προσέχει λογισμῷ, καὶ πρὸς ἐκεῖνον κρίνει ἡμᾶς, ἢ ἀποδέχεται,Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν
惡的念頭砍斷善的,善的念頭又把惡的砍斷;聖靈乃是看那首先發出的念頭,並照著那念頭審斷我們,或悅納我們。我所說的是這樣:
and the evil ones cut off the good, while again the evil ones are cut off by the good; the Holy Spirit, then, attends to the thought first set forth, and judges or accepts us according to that one. What I mean is this:
2-1:58
τοῦτον ἔχω διὰ τὸν Κύριον, ἀλλ' οὗτος ἐπελθόντος τοῦ πειράζοντος τέμνεται καὶ δόξης χάριν φιλοξενεῖν ὑποβάλλοντος
我為主的緣故有這念頭,但當試誘者臨到它時,它就被砍斷了,因試誘者暗示我為虛榮的緣故而行接待。
I have this thought for the Lord's sake, but when the tempter comes upon it, it is cut off by his suggesting that I show hospitality for the sake of glory.
2-1:59
ἔχω φιλοξενίας λογισμὸν πρὸς τὸ τοῖς ἀνθρώποις φανῆναι, ἀλλὰ καὶ οὗτος ἐπελθόντος κρείττονος λογισμοῦ διατέμνεται, τοῦ πρὸς τὸν Κύριον μᾶλλον ἡμῶν τὴν ἀρετὴν ἀπευθύνοντος, καὶ μὴ δι' ἀνθρώπους ταῦτα πράττειν ἡμᾶς ἀναγκάζοντος
我有接待的念頭,為要顯給人看,但當一個更佳的念頭臨到它時,這念頭也被砍斷了;那更佳的念頭把我們的德行轉向主,並逼著我們不為人的緣故行這些事。
I have the thought of hospitality in order to appear to men, but this too is cut off when a better thought comes upon it, one that directs our virtue rather toward the Lord and compels us not to do these things for the sake of men.
2-1:60
Ἂν οὗν διὰ τῶν ἔργων λοιπὸν τοῖς προτέροις ἐμμείνωμεν ὑπὸ τῶν δευτέρων πειραζόμενοι, μόνων τῶν προτέρων τεθέντων λογισμῶν ἕξομεν τοὺς μισθοὺς, διότι ἄνθρωποι ὄντες, καὶ παλαίοντες δαίμοσιν, ἀεὶ κατέχειν τὸν ὀρθὸν λογισμὸν ἄφθαρτον οὐκ ἰσχύομεν, οὐδὲ πάλιν τὸν πονηρὸν λογισμὸν ἔχειν ἀπείραστον, . ἀρετῶν σπέρματα κεκτημένοι
那麼,我們若在行為上隨後持守那先前的念頭,同時又被那後來的念頭試探,我們就只得著那首先發出之先前念頭的賞賜;因為我們既是人,又與諸鬼摔跤,就不能總是把正確的念頭毫無敗壞地保守住,也不能再使惡念頭不受試探,因我們擁有德行的種子。
If then by our deeds we afterward abide in the former thoughts, while being tempted by the latter, we shall have the rewards only of the former thoughts that were first set forth, because, being men and wrestling with demons, we are not able always to keep the right thought incorruptible, nor again to have the evil thought untested, since we possess seeds of virtues.
2-1:61
Πλὴν ἐάν τις χρονίσῃ τῶν τεμνόντων λογισμῶν ἐν τῇ χώρᾳ τοῦ πειραζομένου καθίσταται, καὶ κατ' ἐκεῖνον λοιπὸν τὸν λογισμὸν ὁ ἄνθρωπος κινούμενος ἐνεργήσει
但若那砍斷的念頭中有一個停留下來,它就佔據了那被試探之念頭的地位,而那人此後就照著那念頭被推動而行事。
But if one of the cutting thoughts lingers, it takes the place of the one being tempted, and the man, thereafter moved according to that thought, will act accordingly.
2-1:62
Τῶν ἀγγελικῶν λογισμῶν, καὶ τῶν ἀνθρωπίνων καὶ τῶν ἐκ δαιμόνων ταύτην τὴν διαφορὰν μετὰ πολλῆς τῆς παρατηρήσεως ἐγνώκαμεν εἶναι, ὅτι πρῶτον μὲν οἱ ἀγγελικοὶ τὰς φύσεις τῶν πραγμάτων περιεργάζονται, καὶ τοὺς πνευματικοὺς αὐτῶν ἐξιχνιάζουσι λογισμούς
關於天使的念頭、人的念頭、和出於諸鬼的念頭,我們經過多方觀察,得知有這樣的分別:第一,天使的念頭仔細省察萬物的本性,並探究它們屬靈的原理。
Of the angelic thoughts, the human, and those from demons, we have come to know, with much observation, this difference: that first, the angelic thoughts carefully examine the natures of things and search out their spiritual principles.
2-1:63
Οἷον, τίνος χάριν γεγένηται ὁ χρυσὸς, καὶ διὰ τί ψαμμώδης, καὶ κάτω που τοῖς μορίοις τῆς γῆς ἐγκατέσπαρται, καὶ μετὰ πολλοῦ καμάτου, καὶ πόνου εὑρίσκεται; ὅπως τε εὑρεθεὶς ὕδατι πλύνεται, καὶ πυρὶ παραδίδοται, καὶ οὕτως εἰς τεχνιτῶν ἐμβάλλεται χεῖρας, τῶν ποιούντων τῆς σκηνῆς τὴν λυχνίαν, καὶ τὸ θυμιατήριον, καὶ τὰς θυΐσκας, καὶ τὰς φιάλας, ἐν αἷς οὐκέτι νῦν πίνει διὰ τὴν χάριν τοῦ Σωτῆρος ἡμῶν ὁ Βαβυλώνιος βασιλεύς, Κλεόπα δὲ φέρει καρδίαν καιομένην ὑπὸ τούτων μυστηρίων
例如:金子是為甚麼緣故被造的?為何它如沙、被撒在地的深處,要經許多勞苦才尋得;尋得後又如何用水洗滌、交付於火,這樣才落入工匠的手中,被作成帳幕的燈臺、香爐、香盂、和碗——因著我們救主的恩典,巴比倫王不再用這些碗喝酒,而革流巴卻懷著一顆被這些奧祕燃燒的心。
For instance, for what purpose was gold created, and why is it sandy and scattered down in the parts of the earth, and found with much toil and labor; and how, when found, it is washed with water and given over to fire, and so is put into the hands of craftsmen who make the lampstand of the tabernacle, the censer, the incense-cups, and the bowls, in which the king of Babylon no longer drinks, because of the grace of our Savior, while Cleopas bears a heart burning with these mysteries.
2-1:64
Ὁ δὲ δαιμονιώδης λογισμὸς, ταῦτα μὲν οὔτε οἶδεν, οὔτε ἐπίσταται·
但屬鬼的念頭,對這些事既不知道,也不明白;
But the demonic thought neither knows nor understands these things;
2-1:65
μόνην δὲ τὴν κτῆσιν τοῦ αἰσθητοῦ χρυσίου ὑποβάλλει, καὶ τὴν ἐκ τούτου τρυφήν τε καὶ δόξαν ἐσομένην προλέγει·
它只暗示去獲取那可見的金子,並預言由此將要來的奢華與虛榮;
it only suggests the acquisition of sensible gold, and foretells the luxury and glory that will come from it;
2-1:66
ὁ δὲ ἀνθρώπινος λογισμὸς, οὐδὲ τὴν κτῆσιν ἐπιζητεῖ, οὔτε τίνος περιεργάζεται σύμβολον ὁ χρυσὸς, ἀλλὰ μόνον εἰς τὴν διάνοιαν τοῦ χρυσοῦ τὴν μορφὴν εἰσφέρει ψιλὴν, πάθους πλεονεξίας κεχωρισμένην·
而人的念頭既不尋求獲取,也不省察金子是甚麼的表記,乃只把金子那赤裸的形狀帶入心思,與貪婪的情慾分開;
but the human thought neither seeks the acquisition, nor examines of what gold is a symbol, but only brings into the mind the bare form of the gold, separated from the passion of greed;
2-1:67
ὁ δὲ αὐτὸς λόγος, καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων ῥηθήσεται, κατὰ τὸν κακόνα τοῦτον μυστικῶς γυμναζόμενος
當人照著這準則受過奧祕的操練時,關於其餘的事物,也要照樣論述。
and the same account will be given concerning the other objects too, when one is mystically trained according to this rule.
2-1:68
Ἔστι δαίμων, πλάνος λεγόμενος, καὶ ὑπὸ τὴν ἕω μάλιστα τοῖς ἀδελφοῖς παρίσταται, ὅστις περιάγει τοῦ ἀναχωρητοῦ τὸν νοῦν ἀπὸ πόλεως εἰς πόλιν, καὶ ἀπὸ οἰκίας εἰς οἰκίαν, καὶ ἀπὸ κώμης εἰς κώμην, ψιλὰς δῆθεν πρῶτον τὰς συντυχίας ποιούμενον, καὶ γνωρίμοις τισὶ τυγχάνοντα, καὶ λαλοῦντα μακρότερα, καὶ τὴν οἰκείαν πρὸς τοὺς ἀπαντῶντας κατάστασιν διαφθείροντα, καὶ μακρὰν γινόμενον, κατ' ὀλίγον τῆς γνώσεως τοῦ Θεοῦ, καὶ τῆς ἀρετῆς, καὶ τοῦ ἐπαγγέλματος λήθην λαμβάνοντα
有一個鬼名叫『遊蕩者』,牠尤其在黎明時臨到眾弟兄,把獨修者的心思帶來帶去,從這城到那城,從這家到那家,從這村到那村,起初只是製造一些單純的相遇,碰見某些熟人,與他們長談,敗壞他對所遇之人那本有的心境,並漸漸遠離對神的認識、遠離德行、遠離他的誓願,陷入遺忘。
There is a demon called the wanderer, who especially stands by the brethren toward dawn, and leads the mind of the anchorite about from city to city, from house to house, from village to village, at first making merely bare encounters and meeting with certain acquaintances and talking at length, and corrupting his own proper state toward those he meets, and gradually withdrawing far from the knowledge of God, from virtue, and from his profession, and falling into forgetfulness.
2-1:69
Δεῖ οὖν τὸν ἀναχωροῦντα, τοῦτον τηρεῖν, πόθεν τε ἄρχεται, καὶ ποῦ καταλήγει·
因此,獨修者必須留意這鬼:牠從何處開始,又在何處止息;
The anchorite must therefore watch this demon, where it begins and where it ends;
2-1:70
οὐ γὰρ εἰκῆ, οὐδὲ ὡς ἔτυχε μακρὸν ἐκεῖνον κύκλον ἐργάζεται, ἀλλὰ τὴν κατάστασιν τοῦ ἀναχωρητοῦ διαφθείρειν βουλόμενος, ταῦτα ποιεῖ, ἵνα ἐκκαυθεὶς ἐκ τούτων ὁ νοῦς, καὶ ἐκ τῶν πολλῶν συντυχιῶν μεθυσθεὶς εὐθέως τῷ τῆς πορνείας, ἢ τῆς ὀργῆς, ἢ τῷ τῆς λύπης δαίμονι περιπέσῃ, οἵτινες μάλιστα λυμαίνονται τῆς καταστάσεως αὐτοῦ τὴν λαμπρότητα
因為牠繞那一大圈,並非無故,也非偶然,乃是因牠想敗壞獨修者的心境才行這些事,好叫心思被這些事點燃、又被許多相遇灌醉,立即落入淫亂、或忿怒、或憂傷之鬼,這些鬼尤其損毀他心境的光輝。
for not at random, nor by chance, does it make that long circuit, but, wishing to corrupt the state of the anchorite, it does these things, so that the mind, being inflamed by them and made drunk by the many encounters, may immediately fall into the demon of fornication, or of anger, or of sadness, which especially mar the brightness of his state.
2-1:71
Ἀλλ' ἡμεῖς, εἴπερ ἔχομεν σκοπὸν τοῦ γνῶναι σαφῶς τὴν τούτου πανουργίαν, μὴ ταχέως φθεγξώμεθα πρὸς αὐτὸν, μηδὲ δεικνύωμεν τὰ γινόμενα, πῶς κατὰ τὴν διάνοιαν τὰς συντυχίας ἐργάζεται, καὶ τίνα τρόπον κατ' ὀλίγον συνελαύνει τὸν νοῦν πρὸς τὸν θάνατον, ἐπεὶ φεύξεται ἀφ' ἡμῶν·
但我們若真有意要清楚認識牠的詭詐,就不可急速向牠開口,也不可顯露所發生的事,就是牠如何在思念中製造那些相遇,並用甚麼方式漸漸把心思逼向死亡,否則牠就要從我們面前逃跑;
But we, if indeed we have the aim of clearly knowing its craftiness, must not speak quickly to it, nor show what is happening, how it works the encounters according to the mind, and in what manner it gradually drives the mind toward death, since it will flee from us;
2-1:72
ὁρᾶσθαι γὰρ ταῦτα πράττων οὐ καταδέχεται·
因為牠不肯讓人看見牠行這些事;
for it does not consent to be seen doing these things;
2-1:73
καὶ οὐδὲν λοιπὸν εἰσόμεθα ὧν μαθεῖν ἐσπουδάκαμεν
那樣,我們就一無所獲,學不到我們所切望要學的事。
and then we shall learn nothing of what we were eager to learn.
2-1:74
Ἀλλὰ καὶ ἄλλην μίαν ἡμέραν, ἢ καὶ δευτέραν συγχωρήσωμεν αὐτῷ τελειῶσαι τὸ δρᾶγμα, ἵνα ἀκριβῶς μαθόντες αὐτοῦ τὸ σκαιώρημα, λόγῳ μετὰ ταῦτα ἐλέγξαντες αὐτὸν φυγαδεύσωμεν
但讓我們再容牠一日,甚至第二日,去完成牠的勾當,好叫我們準確地認識了牠的詭計之後,隨後就能用話揭發牠,使牠逃跑。
But let us allow it yet another day, or even a second, to complete its task, so that, having accurately learned its scheme, we may afterward, refuting it by word, put it to flight.
2-1:75
Ἀλλ' ἐπειδὴ κατὰ τὸν καιρὸν τοῦ πειρασμοῦ συμβαίνει, τεθολωμένον ὄντα τὸν νοῦν μὴ ἀκριβῶς ἰδεῖν τὰ γινόμενα, μετὰ τὴν ἀναχώρησιν τοῦ δαίμονος τοῦτο γινέσθω·
但既然在受試探之時,心思被攪擾,無法準確看清所發生的事,這事就當在那鬼退去之後施行;
But since it happens at the time of temptation that the mind, being troubled, does not accurately see what is taking place, let this be done after the demon's departure;
2-1:76
καθεσθεὶς καθ' ἑαυτὸν, μνημόνευσον τῶν συμβεβηκότων σοι πραγμάτων, πόθεν τε ἤρξω καὶ ποῦ ἐπορεύθης, καὶ ἐν ποίῳ τόπῳ συνελήφθης ὑπὸ τοῦ πνεύματος τῆς πορνείας, ἢ τῆς ὀργῆς, ἢ τῆς λύπης, καὶ πῶς πάντα γέγονε τὰ γινόμενα, καὶ σαφῶς ταῦτα κατάμαθε, καὶ παράδος τῇ μνήμῃ ἵνα ἔχῃς ἐλέγχειν αὐτὸν προσιόντα, καὶ τὸν κρυπτόμενον ὑπ' αὐτοῦ τόπον καταμήνυε, καὶ οὐκ ἀκολουθήσεις αὐτῷ λοιπόν
你獨自坐下,回想臨到你的諸事:你從何處開始,往何處去,在甚麼地方被淫亂、或忿怒、或憂傷之靈所擄,以及所發生的一切是怎樣成就的,要準確地查明這些事,交付記憶,好使你在牠臨近時有把握揭發牠,並指出牠所隱藏的地方,你也就不再跟隨牠了。
sitting by yourself, recall the things that happened to you, from where you began and where you went, and in what place you were captured by the spirit of fornication, or of anger, or of sadness, and how all that happened came to pass, and learn these things accurately, and hand them over to memory, so that you may have the means to refute it when it approaches, and to point out the place it hides, and you will no longer follow it.
2-1:77
Εἰ δὲ βούλει ποτὲ καὶ εἰς μανίαν προκαλέσασθαι, ἔλεγξον αὐτὸν εὐθὺς ἐπιστάντα, καὶ τὸν πρῶτον τόπον εἰς ὃν εἰσῆλθε φανέρωσον, καὶ τὸν δεύτερον, καὶ τὸν τρίτον, πάνυ γὰρ χαλεπαίνει μὴ φέρων τὴν αἰσχύνην·
但你若願意有時把牠激到狂怒的地步,就在牠站立旁邊時立刻揭發牠,把牠所進入的第一個地方、第二個、第三個都顯露出來;因為牠極其惱怒,受不了那羞辱;
But if you wish sometime to provoke it even to madness, refute it immediately when it stands by, and reveal the first place into which it entered, and the second, and the third; for it is greatly vexed, unable to bear the shame;
2-1:78
ἀπόδειξις δὲ ἔσται τοῦ καιρίως σε φθέγξασθαι πρὸς αὐτὸν, τὸ πεφευγέναι τὸν λογισμὸν ἀπὸ σοῦ·
你已合時地向牠開口的憑據,就是那念頭從你面前逃去;
and the proof that you have spoken to it opportunely will be the flight of the thought from you;
2-1:79
ἀδύνατον γὰρ λοιπὸν στῆναι αὐτὸν φανερῶς ἐλεγχόμενον
因為當牠被公開揭發時,此後就不可能站立得住。
for it is impossible thereafter for it to stand when it is openly refuted.
2-1:80
Τοῦτον δὲ ἡττηθέντα τὸν τῆς πλάνης δαίμονα διαδέχεται ὕπνος βαρύτατος, καὶ νέκρωσις μετὰ ψυχρότητος πολλῆς τῶν βλεφάρων, καὶ χασμοὶ ἄπειροι, καὶ ὦμοι βαρούμενοι, καὶ ναρκῶντες, ἅπερ τῇ συντόνῳ προσευχῇ διαλύσει τὸ Πνεῦμα τὸ ἅγιον
這遊蕩之鬼被擊敗之後,便接著有極沉重的睡眠,眼皮帶著大寒冷的麻木,無數的呵欠,肩頭發沉發麻;這一切,聖靈都要藉著專一的禱告來消解。
After this demon of wandering has been defeated, there follows a very heavy sleep, and a deadening with much coldness of the eyelids, and countless yawns, and shoulders that grow heavy and numb, all of which the Holy Spirit will dissolve by intense prayer.
2-1:81
Πάνυ τὸ μῖσος τὸ κατὰ τῶν δαιμόνων ἡμῖν πρὸς σωτηρίαν συμβάλλεται, καὶ πρὸς τὴν ἐργασίαν τῆς ἀρετῆς ἐστιν ἐπιτήδειον·
對諸鬼的恨惡,極大地有助於我們的得救,也很適合於德行的運作;
Hatred against the demons contributes greatly to our salvation, and is well suited to the working of virtue;
2-1:82
ἀλλὰ τοῦτο ἐκτρέφειν ἐν ἑαυτοῖς, ὥσπερ τι γέννημα ἀγαθὸν οὐκ ἰσχύομεν, τῶν φιληδόνων πνευμάτων διαφθειρόντων αὐτὸ, καὶ πρὸς φιλίαν, καὶ συνήθειαν πάλιν τὴν ψυχὴν ἐκκαλουμένων·
但我們不能像養育某種美善的子嗣一樣,把這恨惡培養在我們自己裡面,因為那些好享樂的靈敗壞它,又把魂召回到友誼與親狎之中;
but we are not strong enough to nourish this within ourselves like some good offspring, since the pleasure-loving spirits corrupt it and call the soul back again to friendship and familiarity;
2-1:83
ἀλλὰ ταύτην τὴν φιλίαν, μᾶλλον δὲ τὴν δυσίατον γάγραιναν ὁ ἰατρὸς τῶν ψυχῶν δι' ἐγκαταλείψεως θεραπεύει·
但這友誼,或者說這難以醫治的壞疽,眾魂的醫生乃藉著暫時的撇棄來醫治;
but this friendship, or rather this hard-to-heal gangrene, the physician of souls heals by means of abandonment;
2-1:84
συγχωρεῖ γάρ τι φοβερὸν παθεῖν ἡμᾶς ὑπ' αὐτῶν νύκτωρ ἢ μεθ' ἡμέραν, καὶ πάλιν ἡ ψυχὴ πρὸς τὸ ἀρχέτυπον μῖσος ἐπανατρέχει διδασκομένη πρὸς τὸν Κύριον λέγειν, κατὰ τὸν Δαβὶδ, τὸ, Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι. Οὗτος γὰρ τέλειον μῖσος μισεῖ τοὺς ἐχθροὺς, ὁ μήτε κατ' ἐνέργειαν, μήτε κατὰ διάνοιαν ἁμαρτάνων·
因為祂容許我們夜間或白晝從牠們受些可怕的苦,於是魂又跑回那原初的恨惡,學會照著大衛向主說:我完全恨惡他們,他們成了我的仇敵。因為那既不在行為上、也不在思念上犯罪的,才是用完全的恨惡恨惡仇敵的人;
for He allows us to suffer something fearful from them by night or by day, and again the soul runs back to its original hatred, being taught to say to the Lord, according to David, I hated them with a perfect hatred; they became enemies to me. For he hates the enemies with a perfect hatred who sins neither in act nor in thought;
2-1:85
ὅπερ τῆς πρώτης, καὶ τῆς μεγίστης ἐστὶν ἀπαθείας τεκμήριον
這乃是那首要且最大之無情慾的憑證。
which is a token of the first and greatest dispassion.
2-1:86
Περὶ δὲ τοῦ δαίμονος, τοῦ τὴν ψυχὴν ἀναισθητεῖν ποιοῦντος, τί δεῖ λέγειν; Ἐγὼ γὰρ δέδοικα καὶ γράφειν περὶ αὐτοῦ, πῶς ἡ ψυχὴ τῆς οἰκείας ἐξίσταται καταστάσεως·
但論到那使魂麻木無感的鬼,又何須多言?因為我甚至怕寫到牠,怕說魂如何離開它自己本有的心境;
But concerning the demon that makes the soul insensible, what need is there to speak? For I am afraid even to write about it, how the soul departs from its own proper state;
2-1:87
παρὰ γὰρ τὸν καιρὸν τῆς ἐπιδημίας αὐτοῦ, καὶ τὸν φόβον τοῦ Θεοῦ, καὶ τὴν εὐλάβειαν . ἀποδύεται, καὶ τὴν ἁμαρτίαν, οὐχ ἁμαρτίαν εἶναι λογίζεται, καὶ τὴν παρανομίαν οὐ νομίζει παρανομίαν, κολάσεως δὲ καὶ κρίσεως αἰωνίου, ὡς ψιλοῦ ῥήματος μέμνηται, καταγελᾷ δὲ ὄντως σεισμοῦ πυρφόρου, καὶ Θεὸν μὲν δῆθεν ὁμολογεῖ, τί δὲ προσέταξεν οὐκ ἐπίσταται·
因為當牠盤踞之時,魂便脫去對神的敬畏與虔誠,把罪算作不是罪,不以不法為不法;它記念那永遠的刑罰與審判,不過視之為空話,卻真的嗤笑那帶火的地震(地獄之刑),且口頭上承認神,卻不知道祂所吩咐的是甚麼;
for at the time of its sojourn, the soul puts off both the fear of God and reverence, and reckons sin to be no sin, and does not regard lawlessness as lawlessness; it remembers eternal punishment and judgment as a mere word, but truly laughs at the fiery earthquake (of hell), and confesses God, as it were, yet does not know what He has commanded;
2-1:88
τύπτεις εἰς τὰ στήθη, κινουμένης αὐτῆς πρὸς τὴν ἁμαρτίαν, καὶ αὕτη οὐκ αἰσθάνεται
當魂被激動趨向罪時,你捶打胸膛,它卻毫無知覺。
you beat upon your breast as it (the soul) is moved toward sin, and it does not feel it.
2-1:89
Ἀπὸ Γραφῶν διαλέγῃ, καὶ ὅλη πεπώρωται, καὶ οὐκ ἀκούει·
你從聖經向它講論,它卻全然剛硬,毫不聽從;
You discourse from the Scriptures, and it is wholly hardened and does not hear;
2-1:90
ὄνειδος αὐτῇ τὸ παρὰ τῶν ἀνθρώπων προσφέρεις, καὶ οὐ λογίζεται τὴν παρὰ τοῖς ἀνθρώποις αἰσχύνην, καὶ αὕτη ὅλως οὐ συνίησι, δίκην χοίρου καμμύσαντος ὀφθαλμοὺς, καὶ τὸν φραγμὸν διακόπτοντος·
你把從人來的責備加在它身上,它卻不顧人前的羞辱,竟全然不領悟,像一頭閉了眼、衝破籬笆的豬;
you bring upon it the reproach that comes from men, and it does not reckon the shame before men, and it understands nothing at all, like a pig that has shut its eyes and breaks through the fence;
2-1:91
τοῦτον δὲ τὸν δαίμονα κενοδοξίας χρονίσαντες ἐπάγουσι λογισμοὶ, οὗ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ
這鬼是被那些停留不去的虛榮念頭引來的;若不是那些日子減少了,凡有血氣的,沒有一個得救。
this demon is brought on by lingering thoughts of vainglory, and unless those days were shortened, no flesh would be saved.
2-1:92
Καὶ γὰρ τῶν σπανίως παραβαλλόντων τοῖς ἀδελφοῖς, ἐστὶ καὶ ἡ αἰτία πρόδηλος·
至於那些難得探望弟兄的人,其緣由也是明顯的;
For of those who rarely visit the brethren, the cause too is evident;
2-1:93
ἐπὶ συμφοραῖς γὰρ ἑτέρων ἢ ἐν νόσοις πιεζομένων, ἢ ἐν φυλακαῖς δυστυχούντων, ἢ αἰφνιδίοις περιπιπτόντων θανάτοις, φυγαδεύεται οὗτος, τῆς ψυχῆς κατὰ μικρὸν κατανυσσομένης, καὶ εἰς συμπάθειαν ἐρχομένης, καὶ διαλυομένου τοῦ δαιμονίου πωρώματος, ὧν ἡμεῖς ἀποροῦμεν διὰ τὴν ἔρημον, καὶ τὴν σπάνιν τῶν παρ' ἡμῖν ἀσθενούντων
因為當別人遭遇不幸——被疾病所迫、在監牢中受苦、或猝然死亡——這鬼就被趕逐,因魂漸漸被痛悔刺透,生出憐恤,那屬鬼的剛硬也就消解了;我們卻因處在曠野、又因我們中間患病的人稀少,缺乏這些(機會)。
for upon the misfortunes of others—when they are pressed by sicknesses, or suffer in prisons, or fall into sudden deaths—this demon is put to flight, as the soul is little by little pierced with compunction and comes to compassion, and the demonic hardening is dissolved; from these things we are deprived because of the desert and the scarcity of the sick among us.
2-1:94
Τοῦτον τὸν δαίμονα μάλιστα φυγαδεύων ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις προσέταξεν ἀσθενοῦντας ὁρᾷν, καὶ τοὺς ἐν φυλακῇ ἐπισκέπτεσθαι·
主在福音書中吩咐我們去看望病人、探望監牢中的人,尤其是要趕逐這鬼;
This demon especially the Lord puts to flight, when in the Gospels He commanded us to visit the sick and to look in upon those in prison;
2-1:95
Ἀσθενὴς γὰρ ἤμην, φησὶ, καὶ ἐπεσκέψασθέ με, καὶ ἐν φυλακῇ καὶ ἤλθετε πρός με. Πλὴν τοῦτο ἰστέον, εἴ τις τῶν ἀναχωρητῶν, περιπεσὼν τούτῳ τῷ δαίμονι, λογισμοὺς οὐκ ἔλαβε πορνικοὺς, ἢ τὸν οἶκον ἀκηδίας οὐ κατέλιπεν, οὗτος σωφροσύνην, καὶ ὑπομονὴν ἀπ' οὐρανῶν ἐδέξατο κατελθούσας, καὶ μακάριός ἐστι τῆς τοιαύτης καταξιωθεὶς ἀπαθείας
祂說:我病了,你們看顧我;我在監裡,你們來看我。但這事必須知道:若有獨修者落入這鬼之手,卻沒有接受淫亂的念頭,也沒有因灰心懈怠(阿凱迪亞)而離棄他的密室,這人就領受了從天降下的貞潔與忍耐,是有福的,配得這樣的無情慾。
For I was sick, He says, and you visited Me, and I was in prison and you came to Me. But this must be known, that if any of the anchorites, having fallen in with this demon, did not receive thoughts of fornication, nor abandoned his cell out of accidie, he has received chastity and endurance come down from heaven, and is blessed, having been counted worthy of such dispassion.
2-1:96
Ὅσοι δὲ τῶν ἐπαγγελλομένων θεοσέβειαν, καὶ κοσμικοῖς συναυλίζεσθαι προαιροῦνται, φυλαττέσθωσαν τούτου τοῦ δαίμονος
但凡那些自稱敬虔、卻又揀選與屬世之人同住的,總要防備這鬼。
But as many as, of those professing piety, choose also to dwell together with worldly people, let them guard against this demon.
2-1:97
Ἐγὼ γὰρ περὶ αὐτοῦ πλέον τι λέγειν, ἢ γράφειν, καὶ τοὺς ἀνθρώπους αἰσχύνομαι
因為我羞於再多說或多寫關於牠的事,在人面前也覺羞愧。
For I am ashamed to say or to write anything more about it, and ashamed before men.
2-1:98
Πάντες οἱ δαίμονες φιλήδονον διδάσκουσι τὴν ψυχήν·
一切的鬼都教導魂去愛享樂;
All the demons teach the soul to love pleasure;
2-1:99
μόνος δὲ ὁ τῆς λύπης δαίμων, τοῦτο πράττειν οὐ καταδέχεται, ἀλλὰ καὶ τῶν εἰσελθόντων τοὺς λογισμοὺς διαφθείρει, πᾶσαν ἡδονὴν περικόπτων καὶ ξηραίνων αὐτὴν διὰ τῆς λύπης
惟有憂傷之鬼不肯這樣行,反而連那些已進入之人的念頭也加以敗壞,藉著憂傷砍除一切的快樂,並使之枯乾。
only the demon of sadness does not consent to do this, but even corrupts the thoughts of those who have entered, cutting off every pleasure and withering it by means of sadness.
2-1:100
Εἴπερ ἀνδρὸς λυπηροῦ ξηραίνεται ὀστᾶ, καὶ μετρίως μὲν πολεμῶν δόκιμον τὸν ἀναχωρητὴν ἀπεργάζεται·
既然愁苦之人的骨頭枯乾,這鬼若有節制地爭戰,便使獨修者得蒙稱許;
Since the bones of a sorrowful man are dried up, and when it wars in moderation it makes the anchorite approved;
2-1:101
πείθει γὰρ αὐτὸν μηδὲν τῶν κόσμου τούτου προσίεσθαι, καὶ πᾶσαν ἡδονὴν περιίστασθαι, πλεῖον δὲ προσκαρτερῶν, γεννᾷ λογισμοὺς ὑπεξάγειν ἑαυτὸν τῇ ψυχῇ συμβουλεύοντας, ἢ φεύγειν τῶν τόπων μα. κρὰν ἀναγκάζοντας·
因為它勸他不接納這世界的任何事物,並躲避一切享樂;但若逼得更緊,它便生出念頭,慫恿他把自己從魂中除去(自盡),或逼他逃離本處到遠方去;
for it persuades him to admit nothing of this world and to avoid every pleasure; but pressing on more, it begets thoughts that counsel him to take himself away from the soul (i.e., suicide), or compel him to flee far from the place;
2-1:102
ὅπερ λελόγισταί ποτε, καὶ πέπονθε καὶ ὁ ἅγιος Ἰὼβ ὑπὸ τούτου παρενοχλούμενος τοῦ δαίμονος·
這事聖約伯也曾一度想過並經歷過,因他被這鬼所擾害;
which holy Job once also reckoned and suffered, being harassed by this demon;
2-1:103
Εἴθε γὰρ δυναίμην, φησὶν, ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο. Τούτου τοῦ δαίμονος σύμβολόν ἐστιν ἡ ἔχιδνα, τὸ θηρίον, ἧς ἡ φύσις φιλανθρώπως διδομένη, τοὺς τῶν ἄλλων θηρίων ἰοὺς διαφθείρει, ἀκρατῶς δὲ λαμβανομένη καὶ αὐτὸ διαφθείρει τὸ ζῶον
他說:巴不得我能向自己下手,或求別人替我作這事。這鬼的表記是毒蛇這野物,牠的本質若按愛心(適量)給予,便能解除其他野獸的毒;但若無節制地取用,便連那活物本身也毀滅。
For would that I might be able, he says, to lay hands on myself, or having besought another, that he would do this for me. The symbol of this demon is the viper, the beast, whose nature, when given in love (in due measure), destroys the venoms of the other beasts, but when taken immoderately destroys the living creature itself.
2-1:104
Τούτῳ τῷ δαίμονι παρέδωκεν ὁ Παῦλος τὸν ἐν Κορίνθῳ παρανομήσαντα, διὸ καὶ γράφει πάλιν σπουδαίως·
保羅把那在哥林多犯罪的人交給這鬼,所以他又懇切地寫道:
To this demon Paul handed over the one who transgressed in Corinth, wherefore he also writes again earnestly:
2-1:105
Κυρώσατε, λέγων τοῖς Κορινθίοις, εἰς αὐτὸν ἀγάπην, ἵνα μή ποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ἀλλ' οἶδε τοῦτο θλίβον τοὺς ἀνθρώπου τὸ πνεῦμα καὶ μετανοίας αὐτοῖς ἀγαθῆς πρόξενον γίνεσθαι·
他對哥林多人說:你們要向他堅定不移地顯出愛心,免得這樣的人被過度的憂愁吞滅了。但他知道,這靈苦害人時,也為他們促成美好的悔改;
Confirm, he says to the Corinthians, your love toward him, lest perhaps such a one be swallowed up with overmuch sadness. But he knows that this spirit, when it afflicts men, also becomes for them the procurer of a good repentance;
2-1:106
ὅθεν καὶ ὁ ἅγιος Ἰωάννης ὁ Βαπτιστὴς, τοὺς ὑπὸ τούτου κεντουμένους τοῦ δαίμονος, καὶ προσφεύγοντας τῷ Θεῷ·
因此施浸者約翰也對那些被這鬼刺激、逃奔到神面前的人說:
whence also holy John the Baptist (addressed) those goaded by this demon and fleeing to God:
2-1:107
Γεννήματα ἐχιδνῶν, φησὶ, τίς ὑμῖν ὑπέδειξε φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ·
他說:毒蛇的種類,誰指示你們逃避那將來的忿怒呢?你們要結出果子來,與悔改的心相稱,不要自己心裡說,有亞伯拉罕為我們的祖宗;
Brood of vipers, he says, who warned you to flee from the coming wrath? Therefore bring forth fruit worthy of repentance, and do not presume to say within yourselves, We have Abraham as our father;
2-1:108
λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Πλὴν πᾶς ὁ τὸν Ἀβραὰμ μιμησάμενος, καὶ ἐξελθὼν ἐκ τῆς γῆς αὐτοῦ, καὶ ἐκ τῆς συγγενείας, αὐτὸς καὶ τούτου τοῦ δαίμονος γέγονεν ἰσχυρότερος
因為我告訴你們,神能從這些石頭中給亞伯拉罕興起子孫來。凡效法亞伯拉罕、離開本地本族的,自己也就勝過了這鬼。
for I say to you that God is able from these stones to raise up children to Abraham. But everyone who has imitated Abraham, and gone out from his land and from his kindred, has himself also become stronger than this demon.
2-1:109
Εἴ τις θυμοῦ κεκράτηκεν, οὗτος δαιμόνων κεκράτηκεν, εἰ δέ τις τούτῳ τῷ πάθει δεδούλωται, οὗτος μοναδικοῦ βίου ἐστὶ παντελῶς ἀλλότριος, καὶ ξένος τῶν ὁδῶν τοῦ Σωτῆρος ἡμῶν·
人若勝過了忿怒,就勝過了諸鬼;但人若被這情慾所奴役,他就與獨修生活全然無分,與我們救主的道路相隔絕;
If anyone has mastered anger, he has mastered the demons; but if anyone has been enslaved by this passion, he is altogether a stranger to the monastic life and alien to the ways of our Savior;
2-1:110
εἴπερ αὐτὸς ὁ Κύριος ἡμῶν λέγεται διδάσκειν τοὺς πραεῖς τὰς ὁδοὺς αὐτοῦ·
因為我們的主自己被稱為要將祂的道路指教謙和人;
since indeed our Lord Himself is said to teach the meek His ways;
2-1:111
διὸ καὶ δυσθήρατος γίνεται τῶν ἀναχωρούντων ὁ νοῦς, εἰς τὸ τῆς πραότητος φεύγων πεδίον·
因此,眾獨修者的心思也變得難以被擄,逃入謙和的平原;
wherefore the mind of the anchorites also becomes hard to capture, fleeing into the plain of meekness;
2-1:112
οὐδεμίαν γὰρ τῶν ἀρετῶν σχεδὸν οὕτω δεδοίκασιν οἱ δαίμονες, ὡς πραΰτητα·
因為諸鬼在眾德行中,幾乎沒有一樣像懼怕謙和那樣懼怕的;
for the demons fear almost none of the virtues so much as meekness;
2-1:113
ταύτην γὰρ καὶ Μωϋσῆς ἐκεῖνος ἐκέκτητο, πραῢς παρὰ πάντας τοὺς ἀνθρώπους κληθείς
這德行連那位被稱為比眾人更謙和的摩西也擁有。
for this also that Moses possessed, who was called meek above all men.
2-1:114
Καὶ ὁ ἅγιος δὲ Δαβὶδ ἀξίαν ταύτην τῆς τοῦ Θεοῦ μνήμης ἀπεφθέγξατο εἶναι·
聖大衛也宣稱,這德行配得神的記念;
And holy David too declared this worthy of God's remembrance;
2-1:115
Μνήσθητι Κύριε, λέγων, τοῦ Δαβὶδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ἀλλὰ καὶ αὐτὸς ὁ Σωτὴρ μιμητὰς ἡμᾶς ἐκέλευσε γενέσθαι τῆς ἐκείνου πραότητος·
他說:耶和華啊,求你記念大衛和他一切的謙和。但救主自己也吩咐我們,要效法祂的謙和;
Remember, Lord, he says, David and all his meekness. But the Savior Himself also commanded us to become imitators of His meekness;
2-1:116
τῷ ἡμετέρῳ κυνὶ, καὶ διδακτέον αὐτὸν, τοὺς λύκους μόνους διαφθείρειν, καὶ μὴ τὰ πρόβατα κατεσθίειν, πᾶσαν ἐνδεικνύμενον πραότητα πρὸς πάντας ἀνθρώπους
……(論到)我們的狗(即魂的血氣),必須教導牠只去除滅豺狼,不要吞吃羊群,乃要向眾人顯出全然的謙和。
...(speaking) to our dog (i.e., the soul's spiritedness), and it must be taught to destroy only the wolves and not to devour the sheep, showing all meekness toward all men.
2-1:117
Μόνος τῶν λογισμῶν ὁ τῆς κενοδοξίας ἐστὶ πολύυλος, καὶ ὅλην σχεδὸν περιλαμβάνων τὴν οἰκουμένην, καὶ πᾶσι τοῖς δαίμοσιν ὑπανοίγων τὰς θύρας, ὥσπερ . τις προδότης πονηρὸς ἀγαθῆς γενόμενος πόλεως
在諸念頭中,惟有虛榮的念頭資料豐富,幾乎囊括了整個有人居住的世界,又向眾鬼敞開門戶,如同一座美好城池中某個邪惡的內奸。
Alone among the thoughts, that of vainglory is rich in material, and embraces almost the whole inhabited world, and opens the doors to all the demons, like some wicked traitor of a good city.
2-1:118
Διὸ καὶ πάνυ ταπεινοῖ τοῦ ἀναχωροῦντος τὸν νοῦν, πολλῶν λόγων αὐτὸν καὶ πραγμάτων πληρῶν, καὶ τὰς προσευχὰς αὐτοῦ λυμαινόμενος δι' ὧν πάντα τὰ τῆς ψυχῆς αὐτοῦ τραύματα θεραπεύειν σπουδάζει
因此,它大大地壓低獨修者的心思,用許多言語和事務充塞它,並毀壞他的禱告——他原是切望藉禱告醫治他魂裡一切的創傷。
Wherefore it greatly humbles the mind of the anchorite, filling it with many words and matters, and ruining his prayers, by which he is eager to heal all the wounds of his soul.
2-1:119
Τοῦτον τὸν λογισμὸν συναύξουσι πάντες ἡττηθέντες οἱ δαίμονες, καὶ πάλιν δι' αὐτοῦ πάντες εἰς τὰς ψυχὰς λαμβάνουσιν εἴσοδον, ποιοῦντες ὄντως τὰ ἔσχατα, χείρονα τῶν πρώτων
一切的鬼被擊敗時,都幫助增長這念頭,又藉著它,眾鬼都得以再進入魂裡,實在使那末後的景況比先前更壞。
All the demons, when defeated, help to increase this thought, and again through it they all gain entrance into the souls, truly making the last things worse than the first.
2-1:120
Ἐκ τούτου δὲ γεννᾶται τοῦ λογισμοῦ, καὶ ὁ τῆς ὑπερηφανίας ἐκεῖνος, ὁ τὸ ἀποσφράγισμα τῆς ὁμοιώσεως, καὶ τὸν στέφανον τοῦ κάλλους ἀπ' οὐρανῶν εἰς γῆν κατασείσας
從這念頭也生出那著名的驕傲之念,就是那把『相像的印記與華美的冠冕』從天摔到地上的。
And from this thought is begotten also that famous one of pride, which cast down from heaven to earth the seal of the likeness and the crown of beauty.
2-1:121
Ἀλλ' ἀποπήδησον τούτου, καὶ μὴ χρονίσῃς, ἵνα μὴ προδῶμεν ἄλλοις τὴν ζωὴν ἡμῶν, καὶ τὸν ἡμέτερον βίον ἀνελεήμοσι
但要從這念頭跳開,不可停留,免得我們把生命出賣給別人,把我們的生活方式出賣給那些毫無憐憫的(鬼)。
But leap away from this thought and do not linger, lest we betray our life to others and our manner of living to the merciless.
2-1:122
Τοῦτον δὲ τὸν δαίμονα φυγαδεύει ἐκτενὴς προσευχὴ, καὶ τὸ μηδὲν ἑκόντα ποιεῖν, τῶν συντελούντων πρὸς τὴν ἐπάρατον δόξαν
這鬼是被恆切的禱告所驅逐的,並藉著甘心不行那一切有助於那可咒之虛榮的事。
This demon is put to flight by persistent prayer, and by doing nothing willingly of the things that contribute to that accursed glory.
2-1:123
Ὅταν ὀλίγης ἀπαθείας τῶν ἀναχωρούντων ὁ νοῦς ἐπιλάβηται, τότε κενοδοξίας ἵππον κτησάμενος, εὐθέως ἐλαύνει κατὰ τὰς πόλεις, ἄκρατον ἐκ τῆς δόξης ἐμφορούμενος ἔπαινον, ᾧ, κατ' οἰκονομίαν, τὸ πνεῦμα τῆς πορνείας ἀπαντῆσαν, καὶ εἰς ἕνα τῶν συφεῶν ἀποκλεῖσαν τοῦτον, παιδεύει αὐτὸν μηκέτι πρὸ τῆς τελείας ὑγείας καταλιμπάνειν τὴν κλίνην, μηδὲ τοὺς ἀτάκτους τῶν ἀῤῥώστων μιμεῖσθαι, οἵτινες, ἔτι λείψανα τῆς ἀσθενείας ἐν ἑαυτοῖς περιφέροντες, ὁδοῖς ἑαυτοὺς, καὶ λουτροῖς ἀκαίροις ἐπιδιδόασι, καὶ τοῖς ἐξ ὑποστροφῆς νοσήμασι περιπίπτουσι
當眾獨修者的心思才抓住一點點無情慾,便立刻備上虛榮的馬,疾馳往各城去,從虛榮中飽嘗那未經調和的讚美;對此,照著(神的)安排,淫亂之靈迎面而來,把它關進一個豬圈裡,教導它在完全康復以前不可離床,也不可效法病人中那些不守規矩的——他們身上還帶著軟弱的殘餘,便縱情於旅行和不合時宜的沐浴,結果落入復發的疾病。
When the mind of the anchorites has laid hold of a little dispassion, then, having acquired a horse of vainglory, it immediately drives off to the cities, taking its fill of unmixed praise from glory; against this, by (God's) dispensation, the spirit of fornication meets it, and shutting it up in one of the pigsties, teaches it no longer to leave the bed before complete recovery of health, nor to imitate the undisciplined among the sick, who, still carrying about in themselves the remnants of weakness, give themselves over to journeys and untimely baths, and fall into relapsing illnesses.
2-1:124
Διόπερ καθεζόμενοι μᾶλλον προσέχωμεν ἑαυτοῖς, ὡς, προκόπτοντες μὲν ἐν ἀρετῇ, δυσκίνητοι πρὸς κακίαν γινόμεθα, ἀνακαινούμενοι δὲ ἐν τῇ γνώσει, ποικίλων προσλαμβάνομεν πλῆθος θεωρημάτων, ὑψούμενοι δὲ πάλιν κατὰ τὴν προσευχὴν φανερώτερον τὸ τοῦ Σωτῆρος ἡμῶν ἐποπτεύσομεν φῶς
因此,讓我們寧可安坐,留意自己,好叫我們在德行上長進,變得難以被挪移趨向惡;又在知識上得更新,領受眾多樣樣的觀照;又在禱告中被高舉,更清楚地仰望我們救主的光。
Therefore, sitting still, let us rather attend to ourselves, so that, advancing in virtue, we may become hard to move toward evil; and being renewed in knowledge, we may receive a multitude of varied contemplations; and being again lifted up in prayer, we may behold more clearly the light of our Savior.
2-1:125
Πάσας μὲν τὰς κακουργίας τῶν δαιμόνων γράφειν οὐ δύναμαι, καὶ τὰς κακοτεχνίας αὐτῶν καταλέγειν αἰσχύνομαι, δεδοικὼς τῶν ἐντευξομένων τοὺς ἁπλουστέρους
我無法寫盡諸鬼一切的惡行,也羞於述說牠們惡毒的詭計,因怕那些將要閱讀之人中較單純的會受害。
I am not able to write all the evil deeds of the demons, and I am ashamed to recount their wicked devices, fearing for the simpler among those who will read.
2-1:126
Πλὴν δὲ τοῦ πνεύματος τῆς πορνείας, ἄκουε πανουργίαν
然而,且聽淫亂之靈的詭詐。
Yet hear the craftiness of the spirit of fornication.
2-1:127
Ὅταν τις τοῦ ἐπιθυμητικοῦ μέρους κτήσηται ἀπάθειαν, καὶ οἱ αἰσχροὶ λογισμοὶ λοιπὸν ὑπόψυχροι γένωνται, τὸ τηνικαῦτα εἰσάγει ἄνδρας τε, καὶ γυναῖκας παίζοντας μετ' ἀλλήλων, καὶ αἰσχρῶν πραγμάτων, καὶ σχημάτων τὸν ἀναχωρητὴν καθίστησι θεατήν
當人在情慾的部分(慾望的官能)上得了無情慾,那些羞恥的念頭此後變得頗為冷淡,這時牠便引出男女彼此戲耍,使獨修者成為羞恥之事與淫態的觀看者。
When someone has acquired dispassion of the concupiscible part, and the shameful thoughts have thereafter become rather cool, then it brings forward men and women playing with one another, and makes the anchorite a spectator of shameful acts and postures.
2-1:128
Ἀλλ' οὗτος ὁ πειρασμὸς οὐκ ἔστι τῶν χρονιζόντων·
但這試探不在那些久留不去之列;
But this temptation is not among those that linger;
2-1:129
προσευχὴ γὰρ σύντονος, καὶ δίαιτα στενωτάτη μετὰ ἀγρυπνίας, καὶ γυμνασίας θεωρημάτων πνευματικῶν ὥσπερ νέφος αὐτὸν ἄνυδρον ἐπελαύνει
因為專一的禱告、配以儆醒的極嚴格節制、並屬靈觀照的操練,把牠像無水的雲彩一樣驅散。
for intense prayer, and a most strict regimen with vigil, and the exercise of spiritual contemplations, drive it off like a waterless cloud.
2-1:130
Ἔστι δὲ ὅτε καὶ τῶν σαρκῶν ἐφάπτεται, πρὸς τὴν ἄλογον πύρωσιν αὐτὰς ἐκμοχλεύων, καὶ ἄλλα δέ τινα μυρία προσμηχανᾶται ὁ παμπόνηρος οὗτος, ἅπερ οὐκ ἀναγκαῖον δημοσιεῦσαι, καὶ γραφῇ παραδοῦναι
也有的時候,牠甚至觸及肉體,用槓桿撬起它至於非理性的焚燒;這極惡者還設計出無數其他的詭計,那是不必公開、不必筆之於書的。
There are times when it even touches the flesh, levering it up to irrational burning, and this all-wicked one contrives countless other things, which it is not necessary to make public and commit to writing.
2-1:131
Συμβάλλεται δὲ σφόδρα πρὸς τοὺς λογισμοὺς καὶ ζέσις θυμοῦ κατὰ τοῦ δαίμονος κινηθεῖσα, ὅνπερ θυμὸν μάλιστα δέδοικεν ἐπὶ τοῖς λογισμοῖς ταρασσόμενον, καὶ διαφθείροντα, αὐτοῦ τὰ . νοήματα·
但向著那鬼激起的忿怒之沸騰,對抗這些念頭極有助益;這忿怒是牠尤其懼怕的,當它為著那些念頭被攪擾,並毀壞牠的意念時;
But a boiling up of anger, stirred against the demon, contributes greatly against these thoughts, an anger which it especially fears when it is troubled over the thoughts and destroys its concepts;
2-1:132
καὶ τοῦτό ἐστι τὸ, Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Χρήσιμον τοῦτο φάρμακον ἐν τοῖς τοιούτοις πειρασμοῖς τῇ ψυχῇ προσαγόμενον
這就是『你們生氣卻不要犯罪』的意思。這是一劑有用的良藥,在這樣的試探中施於魂。
and this is the meaning of, Be angry, and do not sin. This is a useful medicine, applied to the soul in such temptations.
2-1:133
εἰδώλων τὸν νοῦν, ἵνα μὴ χρονίσας ἐν αὐτοῖς, γένηται κατὰ τὸν καιρὸν τῆς προσευχῆς, ὥσπερ δαλὸς καπνιζόμενος
……(要潔淨)心思脫離偶像,免得它停留在其中,以致在禱告之時變成像冒煙的火把。
...(cleanse) the mind of idols, so that, not lingering in them, it may not become at the time of prayer like a smoldering firebrand.
2-1:134
Τούτοις δὲ τοῖς πειρασμοῖς οἱ θυμώδεις περιπίπτουσι, καὶ μάλιστα οἱ ῥᾳδίως πρὸς τὰς ὀργὰς ἐξαπτόμενοι, οἵτινες μακράν εἰσι καθαρᾶς προσευχῆς, καὶ τῆς γνώσεως τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
那些易怒的人落入這些試探,尤其是那些容易被激動發怒的,他們離純淨的禱告甚遠,也離我們救主耶穌基督的知識甚遠。
Into these temptations the irascible fall, and especially those easily kindled to anger, who are far from pure prayer and from the knowledge of our Savior Jesus Christ.
2-1:135
Τὰ νοήματα τοῦ αἰῶνος τούτου ὁ Κύριος καθάπερ πρόβατά τινα τῷ ἀγαθῷ ποιμένι τῷ ἀνθρώπῳ παρέδωκε·
主把這世代的眾意念交給人,就是那美好的牧人,如同交付某些羊群;
The concepts of this age the Lord has handed over to man, the good shepherd, like certain sheep;
2-1:136
καὶ γὰρ, φησὶν, τὸν αἰῶνα δέδωκεν ἐν καρδίᾳ αὐτοῦ·
因為經上說,祂將永世(這世代)安置在人心裡;
for, it says, He has set the age in his heart;
2-1:137
συζεύξας αὐτῷ θυμὸν, καὶ ἐπιθυμίαν πρὸς βοήθειαν, ἵνα, διὰ μὲν τοῦ θυμοῦ, φυγαδεύῃ τὰ τῶν λύκων νοήματα, διὰ δὲ τῆς ἐπιθυμίας στέργῃ τὰ πρόβατα, καὶ ὑπὸ τῶν ὑετῶν, καὶ ἀνέμων πολλάκις βαλλόμενος
祂又給他配上忿怒與慾望作幫助,好叫他藉忿怒驅逐那些豺狼的意念,藉慾望愛惜羊群,雖然屢次被雨水和風吹打。
having yoked to him anger and desire for help, so that through anger he may put to flight the concepts of the wolves, and through desire he may cherish the sheep, though often struck by rains and winds.
2-1:138
Δέδωκε δὲ αὐτῷ πρὸς τούτοις καὶ νομὸν, ὅπως ποιμαίνῃ τὰ πρόβατα, καὶ τόπον χλόης, καὶ ὕδωρ ἀναπαύσεως, καὶ ψαλτήριον, καὶ κιθάραν, καὶ ῥάβδον, καὶ βακτηρίαν, ἵνα ἐκ ταύτης τῆς ποίμνης, καὶ τραφῇ, καὶ ἐνδύσηται, καὶ χόρτον ὀρεινὸν συναγάγῃ
除此以外,祂還給了他草場,叫他牧養羊群,又有青草之地、安歇的水邊、瑟、琴、杖、和棍,好使他從這羊群得餵養、得衣著,並收聚山間的乾草。
And besides these He has given him also a pasture, that he may shepherd the sheep, and a place of green grass, and water of rest, and a psaltery, and a harp, and a rod, and a staff, so that from this flock he may both be nourished and clothed, and gather mountain hay.
2-1:139
Τίς γὰρ, φησὶ, ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; Δεῖ οὖν τὸν ἀναχωροῦντα φυλάττειν νύκτωρ, καὶ μεθ' ἡμέραν τοῦτο τὸ ποίμνιον, μήτι τῶν νοημάτων γένηται θηριάλωτον, ἢ λῃσταῖς περιπέσῃ, εἰ δὲ ἄρα τι τοιοῦτο συμβαίη κατὰ τὴν νάπην, εὐθέως ἐξαρπάζειν ἐκ τοῦ στόματος τοῦ λέοντος ἢ τῆς ἄρκτου
因為經上說,有誰牧養羊群不吃羊群的奶呢?因此獨修者必須晝夜看守這羊群,免得任何意念成為野獸的獵物或落入強盜手中;若在山谷中真有這樣的事發生,他必須立刻把它從獅子或熊的口中奪回。
For who, it says, shepherds a flock and does not eat of the milk of the flock? The anchorite must therefore guard this flock night and day, lest any of the concepts become prey to beasts or fall among robbers; and if any such thing should happen in the glen, he must immediately snatch it from the mouth of the lion or the bear.
2-1:140
Γίνεται δὲ τὸ νόημα τὸ περὶ τοῦ ἀδελφοῦ θηριάλωτον, εἰ μετὰ μίσους νέμοι τὸ ἐν ἡμῖν, καὶ τὸ περὶ τῆς γυναικὸς, εἰ μετ' αἰσχρᾶς ἐπιθυμίας στρέφοιτο παρ' ἡμῖν, καὶ τὸ τοῦ ἀργυρίου, καὶ τοῦ χρυσίου, εἰ μετὰ πλεονεξίας αὐλίζοιτο
關於弟兄的意念,若被我們帶著恨惡牧養,就成了野獸的獵物;關於婦人的意念,若在我們裡面帶著羞恥的慾望盤旋,也是如此;關於金銀的意念,若帶著貪婪存留,亦然。
The concept concerning a brother becomes prey to beasts if it is pastured within us with hatred; and that concerning a woman, if it is turned about within us with shameful desire; and that concerning silver and gold, if it lodges with greed.
2-1:141
Καὶ τὰ νοήματα τῶν ἁγίων χαρισμάτων, εἰ μετὰ κενοδοξίας κατὰ διάνοιαν βόσκοιτο·
關於聖潔恩賜的意念,若在思念中帶著虛榮被牧放,也是如此;
And the concepts of the holy gifts (of grace), if they are grazed in the mind with vainglory;
2-1:142
καὶ ἐπὶ τῶν ἄλλων δὲ νοημάτων ὡσαύτως συμβήσεται, κλεπτομένων τοῖς πάθεσιν
在其餘的意念上也照樣,當它們被諸情慾偷去的時候。
and in the case of the other concepts likewise it will turn out, when they are stolen by the passions.
2-1:143
Οὐ μόνον δὲ ἐν τῇ ἡμέρᾳ δεῖ ταῦτα τηρεῖν, ἀλλὰ καὶ νύκτωρ ἀγρυπνοῦντας φυλάττειν
不僅要在白晝看守這些事,也要在夜間儆醒守護。
And not only in the day must these things be guarded, but also keeping watch by night.
2-1:144
Συμβαίνει γὰρ καὶ φανταζόμενον αἰσχρῶς, καὶ πονηρῶς, ἀπολέσαι τὸ ἴδιον·
因為有時人因羞恥而邪惡地幻想,便失去了自己所有的;
For it happens that one, fantasizing shamefully and wickedly, loses what is his own;
2-1:145
καὶ τοῦτό ἐστι τὸ ὑπὸ τοῦ ἁγίου λεγόμενον Ἰακώβ·
這就是聖雅各所說的話:
and this is what was said by holy Jacob:
下一段 →
← 第 1-1 章第 3-1 章 →
1-12-13-1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。