EnglishVerbum › 原文閱讀 › 神學講辭(第27-30講) · 🔍 搜尋
拿先斯的貴格利
神學講辭(第27-30講) 第 1-1 章
希臘文原文.77 節.此語言尚無詞彙資料
1-1:1
καὶ ἵνα ἀπὸ τῆς γραφῆς ἄρξωμαι·
讓我從聖經開始說起:
And, that I may begin from the Scripture:
1-1:2
Ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν
「看哪,我與你這狂傲者為敵」——
"Behold, I am against thee, O insolent one"—
1-1:3
εἰσὶ γάρ, εἰσί τινες, οἱ τὴν ἀκοὴν προσκνώμενοι καὶ τὴν γλῶσσαν, ἤδη δέ, ὡς ὁρῶ, καὶ τὴν χεῖρα, τοῖς ἡμετέροις λόγοις, καὶ χαίροντες ταῖς βεβήλοις κενοφωνίαις, καὶ ἀντιθέσεσι τῆς ψευδωνύμου γνώσεως, καὶ ταῖς εἰς οὐδὲν χρήσιμον φερούσαις λογομαχίαις
因為確實有這樣一些人,他們的耳朵和舌頭,如今我看連手也一樣,對我們的言論發癢;他們以世俗的空談、以那假冒知識之名的對立論點、以毫無益處的鬥嘴為樂。
for there are, indeed there are, certain people whose ears and tongues itch for our words—and now, as I see, their hands as well—people who delight in profane and empty chatter, in the antitheses of so-called knowledge, and in disputes of words that lead to nothing useful.
1-1:4
οὕτω γὰρ ὁ Παῦλος καλεῖ πᾶν τὸ ἐν λόγῳ περιττὸν καὶ περίεργον, ὁ τοῦ συντετμημένου λόγου κῆρυξ καὶ βεβαιωτής, ὁ τῶν ἁλιέων μαθητὴς καὶ διδάσκαλος
保羅正是這樣稱呼一切言語中多餘而好奇的東西——他是那簡要話語的傳令者與印證者,是漁夫們的門徒,也是他們的教師。
For so Paul calls all that is superfluous and over-curious in speech—he, the herald and confirmer of the abridged word, the disciple and teacher of the fishermen.
1-1:5
οὗτοι δέ, περὶ ὧν ὁ λόγος, εἴθε μέν, ὥσπερ τὴν γλῶσσαν εὔστροφον ἔχουσι καὶ δεινὴν ἐπιθέσθαι λόγοις εὐγενεστέροις τε καὶ δοκιμωτέ ροις, οὕτω τι καὶ περὶ τὰς πράξεις ἠσχολοῦντο μικρὸν γοῦν, καὶ ἴσως ἧττον ἂν ἦσαν σοφισταὶ καὶ κυβισταὶ λόγων ἄτοποι καὶ παρά δοξοι, ἵν' εἴπω τι καὶ γελοίως περὶ γελοίου πράγματος
我所說的這些人,但願他們既然有一條靈活而善於攻擊更高貴、更受認可之論述的舌頭,也能稍微在行為上下點功夫;那樣,他們或許就不至於成為荒誕悖理、賣弄言辭的詭辯家與雜耍者了——容我對一件可笑的事說句可笑的話。
Would that these people of whom I speak, just as they have a tongue that is nimble and clever at assailing nobler and more approved discourses, were likewise even a little occupied with deeds—then perhaps they would be less the absurd and paradoxical sophists and acrobats of words, that I may say something laughable about a laughable matter.
1-1:6
Ἐπεὶ δὲ πᾶσαν εὐσεβείας ὁδὸν καταλύσαντες πρὸς ἓν τοῦτο βλέπουσι μόνον, ὅ τι δήσουσιν ἢ λύσουσι τῶν προβαλλομένων, – καθάπερ ἐν τοῖς θεάτροις οἱ τὰ παλαίσματα δημοσιεύοντες, καὶ τῶν παλαισμάτων οὐχ ὅσα πρὸς νίκην φέρει κατὰ νόμους ἀθλήσεως, ἀλλ' ὅσα τὴν ὄψιν κλέπτει τῶν ἀμαθῶν τὰ τοιαῦτα καὶ συναρπάζει τὸν ἐπαινέτην
但他們既已拆毀了一切敬虔的道路,只專注於這一件事:怎樣把人所提出的各種問題綑綁或解開——正如在劇場裡表演摔角的人,所用的並非依競技規則致勝的招式,而是那些能矇騙無知觀眾的眼目、博取喝采的花招;
But since they have demolished every path of piety and look to this one thing only—how they may bind or loose any of the questions put forward—like those who stage wrestling-matches in the theatres, and that not such holds as lead to victory by the rules of the contest, but such as steal the eyes of the ignorant onlookers and carry off the applause;
1-1:7
καὶ δεῖ πᾶσαν μὲν ἀγορὰν περιβομβεῖσθαι τοῖς τούτων λόγοις, πᾶν δὲ συμπόσιον ἀποκναίεσθαι φλυαρίᾳ καὶ ἀηδίᾳ, πᾶσαν δὲ ἑορτὴν καὶ πένθος ἅπαν, τὴν μὲν ἀνέορτον εἶναι καὶ μεστὴν κατηφείας, τὸ δὲ παραμυθεῖσθαι συμφορᾷ μείζονι τοῖς ζητήμασι, πᾶσαν δὲ διοχλεῖσθαι γυναικωνῖτιν, ἁπλότητι σύντροφον, καὶ τὸ τῆς αἰδοῦς ἄνθος ἀποσυλᾶσθαι τῇ περὶ λόγον ταχύτητι
於是每個市場都要被他們的言談攪得喧嚷,每場宴席都被他們的胡言與乏味敗壞,每個節期都變得毫無喜慶、滿了愁苦,每場喪事都被一場更大的災禍——他們的爭論——「安慰」;連那素來純樸的婦女居所也被攪擾,其端莊之花也被他們的口齒伶俐所奪去;
and so every marketplace must buzz with their talk, every banquet be wearied with their nonsense and tastelessness, every feast be made joyless and full of gloom, every mourning be "comforted" by a greater calamity—their disputes; every women's quarter, bred in simplicity, be disturbed, and the flower of its modesty be stripped away by their glibness of speech;
1-1:8
ἐπειδὴ ταῦτα οὕτω, καὶ τὸ κακὸν ἄσχετον καὶ ἀφόρητον, καὶ κινδυνεύει τεχνύδριον εἶναι τὸ μέγα ἡμῶν μυστήριον·
既然事情如此,這禍患無從遏止、難以忍受,我們偉大的奧祕竟有淪為一門雕蟲小技的危險——
since these things are so, and the evil is unrestrained and unbearable, and our great mystery is in danger of becoming a paltry craft—
1-1:9
φέρε, τοσοῦτον γοῦν ἡμῶν ἀνασχέσθωσαν οἱ κατάσκοποι σπλάγχνοις πατρικοῖς κινουμένων καί, ὅ φησιν ὁ θεῖος Ἰερεμίας, σπαρασσομένων τὰ αἰσθητήρια, ὅσον μὴ τραχέως τὸν περὶ τούτων δέξασθαι λόγον, καὶ τὴν γλῶσσαν μικρὸν ἐπισχόντες, ἂν ἄρα καὶ δύνωνται, τὴν ἀκοὴν ἡμῖν ὑποθέτωσαν
那麼,但願這些刺探者至少能容忍我們——我們是懷著父親般的心腸而激動的,正如神聖的耶利米所說,是肺腑被撕裂的——容忍到不至於粗暴地拒聽我們關於這些事的話;並且,他們若真能稍微管住舌頭,就請把耳朵借給我們。
come then, let these spies at least bear with us—who are moved with a father's heart and, as the divine Jeremiah says, whose senses are torn—enough not to receive our word about these matters harshly; and, restraining their tongue a little, if indeed they can, let them lend us their ear.
1-1:10
πάντως δὲ οὐδὲν ζημιωθήσεσθε
無論如何,你們不會有任何損失。
In any case you will lose nothing.
1-1:11
ἢ γὰρ εἰς ὦτα ἐλαλήσαμεν ἀκουόντων, καί τινα καρπὸν ἔσχεν ὁ λόγος, τὴν ὠφέλειαν τὴν ὑμετέραν, –ἐπειδὴ σπείρει μὲν ὁ σπείρων τὸν λόγον ἐπὶ πᾶσαν διάνοιαν, καρποφορεῖ δὲ ἡ καλή τε καὶ γόνιμος, –ἢ ἀπήλθετε καὶ τοῦτο ἡμῶν διαπτύσαντες, καὶ πλείονα λαβόντες ὕλην ἀντιλογίας τε καὶ τῆς καθ' ἡμῶν λοιδορίας, ἵνα καὶ μᾶλλον ὑμᾶς αὐτοὺς ἑστιάσητε
因為我們若是說給願聽的人聽,這話便結了些果子,就是你們的益處(因為撒種的把道撒在每一片心田,唯有那良善而肥沃的土壤才結實);或者你們離去了,連這也唾棄了我們,反倒得了更多反駁與辱罵我們的材料,好讓你們更加大快朵頤。
For either we have spoken into the ears of those who hear, and the word has borne some fruit—your benefit (since the sower sows the word upon every mind, but it is the good and fertile soil that bears fruit)—or you have departed, having spurned this too of ours, and having taken more matter for contradiction and for railing against us, that you may feast yourselves all the more.
1-1:12
μὴ θαυμάσητε δέ, εἰ παράδοξον ἐρῶ λόγον, καὶ παρὰ τὸν ὑμέτερον νόμον, οἳ πάντα εἰδέναι τε καὶ διδάσκειν ὑπισχνεῖσθε λίαν νεα νικῶς καὶ γενναίως, ἵνα μὴ λυπῶ λέγων ἀμαθῶς καὶ θρασέως
但你們不要詫異,若我說出一句悖逆你們規矩的奇異之言——你們這些十分自負、放肆地自稱無所不知、無所不教的人——免得我說「無知而魯莽」會叫你們難受。
But do not be amazed if I say a paradoxical word, contrary to your law—you who very boldly and high-handedly profess to know and to teach everything—that I may not grieve you by saying "ignorantly and rashly."
1-1:13
Οὐ παντός, ὦ οὗτοι, τὸ περὶ θεοῦ φιλοσοφεῖν, οὐ παντός·
朋友們,論到神而作思辨,並非人人有分——並非人人有分。
Not to everyone, my friends, does it belong to philosophize about God—not to everyone.
1-1:14
οὐχ οὕτω τὸ πρᾶγμα εὔωνον καὶ τῶν χαμαὶ ἐρχομένων
這件事並非如此廉價,也不屬於那些匍匐於地的人。
The matter is not so cheap, nor for those who creep along the ground.
1-1:15
προσθήσω δέ, οὐδὲ πάντοτε, οὐδὲ πᾶσιν, οὐδὲ πάντα, ἀλλ' ἔστιν ὅτε, καὶ οἷς, καὶ ἐφ' ὅσον
我還要補充:不是任何時候,不是在所有人面前,也不是論及一切事;而是有其時、有其人、有其分寸。
I will add: not at all times, nor before all, nor concerning all things; but there is a time, and there are persons, and there is a measure.
1-1:16
οὐ πάντων μέν, ὅτι τῶν ἐξητασμένων καὶ διαβεβηκότων ἐν θεωρίᾳ, καὶ πρὸ τούτων καὶ ψυχὴν καὶ σῶμα κεκαθαρμένων, ἢ καθαιρομένων, τὸ μεριώτατον
不是在所有人面前,因為這只屬於那些經過考驗、在默觀上有長進的人,並且在此之先,他們的靈魂與身體都已被潔淨,或正在被潔淨。
Not before all, because it belongs only to those who have been tested and have made progress in contemplation, and who before this have been purified—or are being purified—in soul and body.
1-1:17
μὴ καθαρῷ γὰρ ἅπτεσθαι καθαροῦ τυχὸν οὐδὲ ἀσφαλές, ὥσπερ οὐδὲ ὄψει σαθρᾷ ἡλιακῆς ἀκτῖνος
因為以不潔之物去觸碰潔淨之物,或許並不安全,正如孱弱的眼睛去直視日光的光線並不安全一樣。
For to touch what is pure with what is not pure is perhaps not even safe, just as it is not safe for a weak eye to gaze at the sun's ray.
1-1:18
ὅτε δέ; ἡνίκα ἂν σχολὴν ἄγωμεν ἀπὸ τῆς ἔξωθεν ἰλύος καὶ ταραχῆς, καὶ μὴ τὸ ἡγεμονικὸν ἡμῶν συγχέηται τοῖς μοχθηροῖς τύποις καὶ πλανωμένοις, οἷον γράμμασι πονηροῖς ἀναμιγνύντων κάλλη γραμ μάτων, ἢ βορβόρῳ μύρων εὐωδίαν
在什麼時候呢?就是當我們從外界的污泥與紛擾中得享安寧,我們的主導心智不被那些卑劣而游移的印象攪亂之時——這攪亂就如同把美好的字母與拙劣的字母相混,或把香膏的芬芳與污穢相混一般。
And when? Whenever we have leisure from the outer mire and turmoil, and our ruling faculty is not confounded by base and wandering impressions—as when one mixes beautiful letters with bad ones, or the fragrance of perfume with filth.
1-1:19
δεῖ γὰρ τῷ ὄντι σχολάσαι, καὶ γνῶναι θεόν·
因為人實在必須安靜,並「認識神」。
For one must truly be at leisure, and "know God."
1-1:20
καὶ ὅταν λάβωμεν καιρόν, κρίνειν θεολογίας εὐθύτητα
當我們找到合適的時機,才可判斷神學論說的正直與否。
And when we have found the right moment, then we may judge the straightness of theology.
1-1:21
φλυαρεῖται ἡδέως, μετὰ τοὺς ἱππικούς, καὶ τὰ θέατρα, καὶ τὰ ᾄσματα, καὶ τὴν γαστέρα, καὶ τὰ ὑπὸ γαστέρα·
人們津津有味地胡扯,就在賽馬、戲院、歌曲、口腹之欲,以及肚腹以下諸事之後;
Nonsense is talked with pleasure, after the horse-races, the theatres, the songs, the belly, and what is below the belly;
1-1:22
οἷς καὶ τοῦτο μέρος τρυφῆς, ἡ περὶ ταῦτα ἐρεσχελία καὶ κομψεία τῶν ἀντιθέσεων
因為對這些人而言,這也算是一種享樂——他們對這些對立論點的瞎扯與賣弄。
for to these people this too is a part of luxury—their trifling and dandyism over these antitheses.
1-1:23
τίνα δὲ φιλοσοφητέον, καὶ ἐπὶ πόσον; ὅσα ἡμῖν ἐφικτά, καὶ ἐφ' ὅσον ἡ τοῦ ἀκούοντος ἕξις ἐφικνεῖται καὶ δύναμις·
那麼,人該思辨什麼,又該到什麼程度呢?只到我們力所能及之處,並只到聽者的根基與能力所能企及之處;
And what should one philosophize about, and to what extent? As much as is within our reach, and as far as the condition and capacity of the hearer attains;
1-1:24
ἵνα μὴ καθάπερ αἱ ὑπερβάλλουσαι τῶν φωνῶν, ἢ τῶν τροφῶν, τὴν ἀκοὴν βλάπτουσιν ἢ τὰ σώματα, –εἰ βούλει δέ, τῶν φορτίων τὰ ὑπὲρ δύναμιν τοὺς ὑποβαίνοντας, ἢ τὴν γῆν τῶν ὑετῶν οἱ σφοδρό τεροι, – οὕτω δὴ καὶ οὗτοι τοῖς στερροῖς, ἵν' οὕτως εἴπω, τῶν λόγων καταπιεσθέντες καὶ βαρυνθέντες ζημιωθεῖεν καὶ εἰς τὴν ἀρχαίαν δύναμιν
免得正如過度的聲響或飲食有害於聽覺或身體——或者,你若願意,正如超過負荷的重擔有害於背負者,猛烈的暴雨有害於土地——這些人也照樣,可以說,被那堅硬的言論壓迫、加重,以致連他們原有的力量也受了虧損。
lest, just as excessive sounds or foods harm the hearing or the body—or, if you will, as burdens beyond one's strength harm those who bear them, or as violent rains harm the earth—so these people too, weighed down and burdened, so to speak, by the solid parts of discourse, suffer loss even of their original strength.
1-1:25
Καὶ οὐ λέγω τοῦτο μὴ δεῖν πάντοτε μεμνῆσθαι θεοῦ
我這樣說,並不是指人不該時時記念神。
And I do not say this—that one ought not to remember God at all times.
1-1:26
μὴ πάλιν ἐπιφυέσθωσαν ἡμῖν οἱ πάντα εὔκολοι καὶ ταχεῖς
但願那些凡事輕率急躁的人,不要又來抓我的把柄。
Let not those who are facile and hasty in all things again fasten upon me.
1-1:27
μνημονευτέον γὰρ θεοῦ μᾶλλον ἢ ἀναπνευστέον·
因為人記念神當比呼吸還要頻繁;
For one ought to remember God more often than one breathes;
1-1:28
καί, εἰ οἷόν τε τοῦτο εἰπεῖν, μηδὲ ἄλλο τι ἢ τοῦτο πρακτέον
並且,若可這樣說,人除此以外不該做別的。
and, if it may be said, one ought to do nothing else but this.
1-1:29
κἀγὼ τῶν ἐπαινούντων εἰμὶ τὸν λόγον, ὃς μελετᾶν ἡμέρας καὶ νυκτὸς διακελεύεται, καὶ ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγεῖσθαι, καὶ εὐλογεῖν τὸν κύριον ἐν παντὶ καιρῷ·
我也屬於那些稱許這話的人,這話吩咐我們「晝夜思想」,又「晚上、早晨、晌午述說」,並「時時稱頌耶和華」;
And I am among those who praise the word that bids us "meditate day and night," and "at evening, and morning, and noonday declare," and "bless the Lord at all times";
1-1:30
εἰ δεῖ καὶ τὸ Μωυσέως εἰπεῖν, κοιταζόμενον, διανιστά μενον ὁδοιποροῦντα, ὅ τι οὖν ἄλλο πράττοντα, καὶ τῇ μνήμῃ τυποῦσθαι πρὸς καθαρότητα
並且,若也要引用摩西的話,就是無論躺臥、起來、行路,或作其他任何事,都當藉著記念被「印刻」以趨向純潔。
and, if one must also cite the saying of Moses, to be "stamped" by remembrance toward purity—lying down, rising up, journeying, or doing whatever else.
1-1:31
ὥστε οὐ τὸ μεμνῆσθαι διηνεκῶς κωλύω, τὸ θεολογεῖν δέ·
因此我所禁止的並非不住地記念,而是妄談神學;
So it is not the remembering continually that I forbid, but the theologizing;
1-1:32
οὐδὲ τὴν θεολογίαν, ὥσπερ ἀσεβές, ἀλλὰ τὴν ἀκαιρίαν·
也不是禁止神學本身,彷彿它是不敬虔的,乃是禁止那不合時宜;
nor theology itself, as though it were impious, but the ill-timing;
1-1:33
οὐδὲ τὴν διδασκαλίαν, ἀλλὰ τὴν ἀμετρίαν
也不是禁止教導,乃是禁止那毫無節制。
nor the teaching, but the want of measure.
1-1:34
ἢ μέλιτος μὲν πλησμονὴ καὶ κόρος ἔμετον ἐργάζεται, καίπερ ὄντος μέλιτος, καὶ καιρὸς τῷ παντὶ πράγματι, ὡς Σολομῶντι κἀμοὶ δοκεῖ, καὶ τὸ καλὸν οὐ καλόν, ὅταν μὴ καλῶς γίνηται, ὥσπερ ἄνθος ἐν χειμῶνι παντελῶς ἄωρον, καὶ γυναιξὶ κόσμος ἀνδρεῖος, ἢ γυναικεῖος ἀνδράσι, καὶ πένθει γεωμετρία, καὶ πότῳ δάκρυον, ἐνταῦθα δὲ μόνον τὸν καιρὸν ἀτιμάσομεν, οὗ μάλιστα τιμητέον τὸ εὔκαιρον; Μηδαμῶς, ὦ φίλοι καὶ ἀδελφοί·
難道蜂蜜雖是蜂蜜,吃得過飽過膩也會令人作嘔;難道凡事都有定時,正如所羅門與我都這樣看;難道美好的事若不以合宜的方式去行就不再美好,正如花在冬天全然失時,正如男裝穿在女人身上、女裝穿在男人身上,正如在喪中講幾何、在飲宴中流眼淚——而我們偏要單單在這最該尊重時宜的事上輕看時機麼?絕不可如此,朋友與弟兄們;
Or shall the surfeit and glut of honey work vomiting, honey though it be—and is there a season for every matter, as it seems both to Solomon and to me, and is the good not good when it is not done well, like a flower altogether out of season in winter, or manly attire on women, or womanly on men, or geometry in mourning, or a tear at a drinking-party—and shall we here alone dishonor the right occasion, where the timeliness most of all ought to be honored? By no means, friends and brothers;
1-1:35
ἀδελφοὺς γὰρ ὑμᾶς ἔτι καλῶ, καίπερ οὐκ ἀδελφικῶς ἔχοντας·
因為我仍稱你們為弟兄,雖然你們的行為並不像弟兄;
for I still call you brothers, even though you do not behave as brothers;
1-1:36
μὴ οὕτω διανοώμεθα, μηδὲ καθά περ ἵπποι θερμοὶ καὶ δυσκάθεκτοι, τὸν ἐπιβάτην λογισμὸν ἀπορρί ψαντες, καὶ τὴν καλῶς ἄγχουσαν εὐλάβειαν ἀποπτύσαντες, πόρρω τῆς νύσσης θέωμεν·
我們不可這樣想,也不可像那些燥熱、難以駕馭的馬,甩掉「理性」這騎手、吐棄那高貴地約束我們的敬畏,奔跑得遠遠越過了標竿;
let us not think so, nor, like hot and hard-to-restrain horses, throwing off the rider Reason and spitting out the reverence that nobly curbs us, run far past the post;
1-1:37
ἀλλ' εἴσω τῶν ἡμετέρων ὅρων φιλοσοφῶμεν, καὶ μὴ εἰς Αἴγυπτον ἐκφερώμεθα, μηδὲ εἰς Ἀσσυρίους κατασυρώ μεθα, μηδὲ ᾄδωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας, πάσης ἀκοῆς λέγω, ξένης τε καὶ ἡμετέρας, ἐχθρᾶς καὶ φιλίας, εὐγνώμονος καὶ ἀγνώμονος,ἣ λίαν ἐπιμελῶς τηρεῖ τὰ ἡμέτερα, καὶ βούλοιτο ἂν τὸν σπινθῆρα τῶν ἐν ἡμῖν κακῶν γενέσθαι φλόγα, ἐξάπτει τε καὶ ἀναρριπίζει καὶ εἰς οὐρανὸν αἴρει ταῖς παρ' ἑαυτῆς αὔραις λανθάνουσα, καὶ ποιεῖ τῆς Βαβυλωνίας φλογὸς τὰ κύκλῳ καταφλε γούσης ὑψηλοτέραν
倒要在我們自己的疆界內作思辨,不被擄到埃及,不被沖到亞述人那裡,也不在「外邦之地唱耶和華的歌」——我是說,不在任何耳目之前,無論陌生或自己人、仇敵或朋友、善意或惡意——這耳目極其留意我們的事,巴不得叫我們裡面諸惡的火星變成火焰,暗暗用自己的氣息把它點燃、煽動、升至天際,使它比那燒盡四圍之物的巴比倫烈焰還高。
but let us philosophize within our own bounds, and not be carried off into Egypt, nor swept down to the Assyrians, nor "sing the Lord's song in a foreign land"—I mean before any hearing, strange or our own, hostile or friendly, well-disposed or ill-disposed—a hearing which watches our affairs very carefully, and would wish the spark of the evils within us to become a flame, kindling and fanning it and raising it to heaven by its own breezes unawares, and making it higher than the Babylonian flame that consumed all around it.
1-1:38
ἐπειδὴ γὰρ οὐκ ἐν τοῖς ἑαυτῶν δόγμασιν ἔχουσι τὴν ἰσχύν, ἐν τοῖς ἡμετέροις σαθροῖς ταύτην θηρεύουσι, καὶ διὰ τοῦτο, ὥσπερ αἱ μυῖαι τοῖς τραύμασιν, οὕτω τοῖς ἡμετέροις ἐπιτίθενται–εἴτε ἀτυχήμασι χρὴ λέγειν, εἴτε ἁμαρτήμασιν
因為他們的力量既不在自己的教義裡,便在我們的弱點上獵取;正因如此,他們就像蒼蠅停在傷口上,緊緊抓住我們的失誤——無論該稱之為不幸或是過錯。
For since they do not have their strength in their own doctrines, they hunt for it in our weak points; and on this account, just as flies settle on wounds, so they fasten upon our misfortunes—whether one should call them misfortunes or sins.
1-1:39
ἀλλ' ἡμεῖς γε μὴ ἐπὶ πλεῖον ἡμᾶς αὐτοὺς ἀγνοήσωμεν, μηδὲ τὸ περὶ ταῦτα κόσμιον ἀτιμάσωμεν·
但我們至少不要過分地不認識自己,也不要輕看在這些事上的端莊得體;
But let us at least not be ignorant of ourselves to too great an extent, nor dishonor the seemliness in these matters;
1-1:40
ἀλλ' εἰ μὴ τὴν ἔχθραν καταλύσασθαι δυνατόν, ἐκεῖνό γε συμβῶμεν ἀλλήλοις, μυστικῶς τὰ μυστικὰ φθέγγεσθαι, καὶ ἁγίως τὰ ἅγια, καὶ μὴ ῥίπτειν εἰς βεβήλους ἀκοὰς τὰ μὴ ἔκφορα, μηδὲ σεμνοτέρους ἡμῶν ἀποφαίνωμεν τοὺς προσκυνοῦντας τοῖς δαιμονίοις καὶ τῶν αἰσχρῶν μύθων καὶ πραγ μάτων θεραπευτάς, οἳ θᾶττον ἂν τοῦ αἵματος ἢ λόγων ἔστιν ὧν μεταδοῖεν τοῖς ἀμυήτοις
但即使不能消除這仇隙,至少讓我們在這一件事上彼此一致:要奧祕地講說奧祕之事,聖潔地講說聖潔之事,不把不可宣洩的話拋入褻瀆的耳中,也不要讓那些敬拜鬼魔、供奉可恥神話與行徑的人顯得比我們更虔敬——這些人寧可把自己的血、也不肯把他們某些言辭,傳給未受啟蒙的人。
but if it is not possible to dissolve the enmity, let us at least agree on this with one another: to speak mystical things mystically, and holy things in a holy way, and not to cast into profane ears what may not be uttered, nor to make those who worship demons and serve shameful myths and practices appear more reverent than ourselves—men who would sooner share their blood than certain of their words with the uninitiated.
1-1:41
ἀλλ' εἰδῶμεν, ὥσπερ ἐσθῆτος καὶ διαίτης καὶ γέλωτος καὶ βαδίσματος οὖσάν τινα κοσμιότητα, οὕτω καὶ λόγου καὶ σιωπῆς, ὅτι καὶ λόγον πρεσβεύομεν μετὰ τῶν ἄλλων τοῦ θεοῦ προσηγοριῶν καὶ δυνάμεων
但我們要曉得,正如在衣著、飲食、歡笑、行止上有某種得體,言語與緘默上也照樣如此——因為我們尊崇「道」,把祂與神其餘的稱號和大能一同尊崇。
But let us know that, just as there is a certain seemliness in dress and diet and laughter and gait, so also in speech and silence—since we honor the Word along with the other titles and powers of God.
1-1:42
ἔστω καὶ τὸ φιλόνεικον ἡμῶν ἔννομον
就連我們好辯的心,也讓它合乎法度吧。
Let our love of contention too be lawful.
1-1:43
περὶ τούτων λόγον, ἢ μεθ' οἵας τῆς διανοίας, ὁ τὰς μοιχείας ἐπαινῶν καὶ τὰς παιδοφθο ρίας, καὶ προσκυνῶν τὰ πάθη, καὶ μηδὲν ὑπὲρ τὸ σῶμα διανοη θῆναι δυνάμενος, ὁ χθὲς καὶ πρώην ἑαυτῷ στήσας θεούς, καὶ τούτους ἐπὶ τοῖς αἰσχίστοις γνωριζομένους; οὐχ ὑλικῶς; οὐκ αἰσχρῶς; οὐκ ἀμαθῶς; οὐκ ἀμαθῶς; οὐχ ὡς εἴωθεν; οὐ συνήγορον τῶν οἰκείων θεῶν καὶ παθῶν τὴν σὴν θεολογίαν ποιήσεται; εἰ γὰρ αὐτοὶ ταῖς φωναῖς ταύταις ἐπηρεάζομεν, σχολῇ γ' ἂν ἐκείνους πείσαιμεν φιλοσοφεῖν ἐν τοῖς ἡμετέροις·
且想想,那稱許姦淫與孌童、崇拜情慾、心思不能超越肉體的人,論到這些事的言談是怎樣的,或他懷著怎樣的心思去談論;他昨日今日才為自己立了眾神,而這些神還是以最可恥的事蹟著稱——他豈不會以物質的方式去談麼?豈不可恥麼?豈不無知麼?豈不無知麼?豈不照他慣有的樣式麼?他豈不會把你的神學拿來,當作他自己諸神與情慾的辯護者麼?因為我們自己若以這等言辭褻瀆真理,就難以說服他們在我們的疆界內作思辨了;
[Consider] the discourse about these things, or with what sort of mind it is held, by him who praises adulteries and the corruption of boys, and worships the passions, and is unable to think of anything beyond the body; who yesterday and the day before set up gods for himself, and these recognized by the most shameful deeds—will he not [do so] in a material way? shamefully? ignorantly? ignorantly? as is his wont? Will he not make your theology an advocate of his own gods and passions? For if we ourselves abuse [the truth] with these utterances, hardly shall we persuade them to philosophize within our bounds;
1-1:44
καὶ εἰ παρ' ἑαυτῶν εἰσὶν ἐφευρεταὶ κακῶν, πότε ἂν τῶν διδομένων ἀπόσχοιντο; ταῦτα ἡμῖν ὁ πρὸς ἀλλήλους πόλεμος
他們既然自己就是惡事的發明者,又何曾肯放過遞到手中的東西呢?這一切,都是我們彼此爭戰所招致的。
and if they are of themselves inventors of evils, when would they refrain from what is handed to them? These things our war against one another [brings about].
1-1:45
ταῦτα οἱ πλεῖον ὑπὲρ τοῦ Λόγου μαχόμενοι, ἢ ὅσον ἀρέσκει τῷ Λόγῳ, καὶ ταὐτὸν πάσχοντες τοῖς μαινομένοις, οἳ τοὺς ἰδίους οἴκους ἀνάπτουσιν, ἢ τοὺς παῖδας σπαράττουσιν, ἢ τοὺς γονέας περιωθοῦσιν, ὡς ἀλλοτρίους νομίζοντες
這一切,都是那些為「道」爭戰過了頭、超過「道」所喜悅之度的人所造成的;他們所遭遇的,與那些瘋子無異,這些瘋子放火燒自己的房屋,撕裂自己的兒女,或推開自己的父母,把他們當作外人。
These things [are wrought by] those who fight for the Word more than is pleasing to the Word, and who suffer the same as madmen who set fire to their own houses, or tear their own children, or thrust away their parents, regarding them as strangers.
1-1:46
Ἐπεὶ δὲ ἀπεσκευασάμεθα τοῦ λόγου τὸ ἀλλότριον, καὶ εἰς τὴν ἀγέλην τῶν χοίρων ἀπεπεμψάμεθα τὸν πολὺν λεγεῶνα κατὰ βυθῶν χωρήσαντα, ὃ δεύτερόν ἐστι, πρὸς ἡμᾶς αὐτοὺς ἴδωμεν, καὶ ξέσωμεν εἰς κάλλος, ὥσπερ ἀνδριάντα, τὸν θεολόγον
如今我們既已從這篇講論中除去了那不相干的部分,又把那衝下深淵、進入豬群的「群鬼軍團」打發走了——這是第二件事——讓我們轉而看自己,把那「神學家」雕琢得美好,如同一座雕像。
But now that we have rid the discourse of what is alien to it, and have sent off into the herd of swine the great legion that rushed down into the deeps—which is the second [task]—let us look to ourselves, and polish into beauty, like a statue, the theologian.
1-1:47
ἐκεῖνο δὲ πρῶτον λογισώμεθα, τίς ἡ τοσαύτη περὶ τὸν λόγον φιλοτιμία καὶ γλωσσαλγία; τίς ἡ καινὴ νόσος αὕτη καὶ ἀπληστία; τί τὰς χεῖρας δήσαντες τὰς γλώσσας ὡπλίσαμεν; οὐ φιλοξενίαν ἐπαινοῦμεν; οὐ φιλαδελφίαν, οὐ φιλανδρίαν, οὐ παρθενίαν, οὐ πτωχοτροφίαν θαυμάζομεν; οὐ ψαλμῳδίαν, οὐ πάννυχον στάσιν, οὐ δάκρυον; οὐ τὸ σῶμα νηστείαις ὑποπιέζομεν; οὐ δι' εὐχῆς πρὸς θεὸν ἐκδημοῦμεν; οὐ τῷ κρείττονι τὸ χεῖρον ὑποζεύγνυμεν, τὸν χοῦν λέγω τῷ πνεύματι, ὡς ἂν οἱ τῷ κράματι δικαίως δικάζοντες; οὐ μελέτην θανάτου τὸν βίον ποιούμεθα; οὐ τῶν παθῶν δεσπόται καθιστάμεθα, μεμνημένοι τῆς ἄνωθεν εὐγενείας; οὐ θυμὸν τιθασσεύομεν ἐξοιδοῦντα καὶ ἀγριαίνοντα; οὐκ ἔπαρσιν καταβάλλουσαν, οὐ λύπην ἀλόγιστον, οὐχ ἡδονὴν ἀπαίδευτον, οὐ γέλωτα πορνικόν, οὐκ ὄψιν ἄτακτον, οὐκ ἀκοὴν ἄπληστον, οὐ λόγον ἄμετρον, οὐ διάνοιαν ἔκτοπον, οὐχ ὅσα παρ' ἡμῶν ὁ πονηρὸς καθ' ἡμῶν λαμβάνει, τὸν διὰ τῶν θυρίδων, ὡς ἡ γραφή φησιν, εἴτουν αἰσθητηρίων, εἰσάγων θάνατον; πᾶν μὲν οὖν τοὐναντίον, καὶ τοῖς ἄλλων πάθεσιν ἐλευθερίαν δεδώκαμεν, ὥσπερ οἱ βασιλεῖς τὰς ἐπινικίους ἀφέσεις, μόνον ἂν πρὸς ἡμᾶς νεύωσι, καὶ κατὰ θεοῦ φέρωνται θρασύτερον καὶ κακὸν οὐ καλοῦ πράγματος μισθὸν ἀντιδίδομεν, τῆς ἀσεβείας τὴν παρρησίαν
但讓我們先思想這事:論到言辭的這種莫大野心與饒舌,究竟是什麼?這奇異而貪得無厭的病症是什麼?為何我們把手綁住,卻武裝了舌頭?我們豈不稱讚款待客旅麼?豈不欽佩弟兄相愛、夫妻之愛、童貞、賙濟窮人麼?豈不欽佩詩歌頌讚、徹夜站立禱告、流淚痛悔麼?我們豈不以禁食制伏身體麼?豈不藉禱告向神遠行麼?我們豈不把較劣的軛在較優的之下——我是說把塵土軛在靈之下——如同正確評斷這混合體的人麼?我們豈不把今生當作對死亡的操練麼?我們豈不作情慾的主人,記念我們從上頭而來的高貴麼?當忿怒膨脹發狂時,我們豈不馴服它麼?還有那叫人傾跌的驕傲、無理的憂愁、放縱的享樂、淫蕩的笑、放肆的眼目、貪婪的聽覺、毫無節制的言語、乖僻的心思,以及那惡者從我們身上取去、用以害我們的一切——正如聖經所說,他藉著窗戶、就是藉著諸般感官,把死亡引進來——這一切我們豈不都馴服麼?然而恰恰相反,我們竟給了別人的情慾以自由,如同君王在得勝後頒下赦免,只要這些情慾傾向我們、更放膽地敵擋神;我們所給的,竟是一件惡事、而非善行的賞賜:就是不敬虔的放縱。
But let us first consider this: what is this great ambition and garrulity about discourse? What is this strange and insatiable disease? Why have we bound our hands and armed our tongues? Do we not praise hospitality? Do we not admire brotherly love, conjugal love, virginity, care for the poor? Do we not admire psalmody, the all-night standing in prayer, the tear? Do we not subdue the body with fastings? Do we not journey to God through prayer? Do we not yoke the worse to the better—the dust, I mean, to the spirit—as those who judge the mixture rightly? Do we not make our life a meditation on death? Do we not make ourselves masters of the passions, mindful of our nobility from above? Do we not tame anger when it swells and grows savage? nor pride that casts down, nor irrational grief, nor undisciplined pleasure, nor harlot's laughter, nor unruly looking, nor insatiable hearing, nor measureless talk, nor strange thinking, nor whatever the evil one takes from us against us, bringing in death through the windows, as the Scripture says, that is, through the senses? On the contrary, indeed, we have given liberty to the passions of others—as kings grant amnesties after victory—provided only that they incline toward us and bear themselves more boldly against God; and we give an evil reward, not of a good deed: the license of impiety.
1-1:48
Καίτοιγε, ὦ διαλεκτικὲ καὶ λάλε, ἐρωτήσω σέ τι μικρόν·
然而,善辯而多言的人哪,我要問你一件小事。
And yet, O dialectician and chatterer, I will ask you a little something.
1-1:49
Σὺ δὲ ἀπόκριναί, φησι τῷ Ἰὼβ ὁ διὰ λαίλαπος καὶ νεφῶν χρηματίζων
那位藉旋風與密雲說話的,對約伯說:「你來回答我。」
"And answer thou," says to Job He who utters oracles through whirlwind and clouds.
1-1:50
πότερον πολλαὶ μοναὶ παρὰ τῷ Θεῷ, ὅπερ ἀκούεις, ἢ μία; πολλαί, δώσεις δηλαδή, καὶ οὐ μία
在父家裡,正如你所聽見的,是有許多住處,還是只有一處?你當然會說有許多,而非一處。
Are there many mansions in the Father's house, as you hear, or one? Many, you will of course grant, and not one.
1-1:51
πότερον δὲ πληρωθῆναι δεῖ πάσας, ἢ τὰς μέν, τὰς δὲ οὐ, ὡς εἶναι κενὰς καὶ μάτην ἡτοιμασμένας; ναὶ πάσας·
但這些住處是否都必須住滿,還是一些住滿、一些不住,以致有些是空置、白白預備的?是的,都要住滿;
But must all of them be filled, or some yes, some no—so that they are empty and prepared in vain? Yes, all;
1-1:52
οὐδὲν γὰρ εἰκῇ τῶν παρὰ Θεοῦ γενομένων
因為凡神所造的,沒有一樣是徒然的。
for nothing of the things made by God is in vain.
1-1:53
ταύτην δὲ ὅ τί ποτε θήσεις τὴν μονήν, ἔχοις ἂν εἰπεῖν; ἄρα τὴν ἐκεῖθεν ἀνάπαυσίν τε καὶ δόξαν τὴν ἀποκειμένην τοῖς μακαρίοις, ἢ ἄλλο τι; οὐκ ἄλλο ἢ τοῦτο
但這「住處」——無論你以為它是什麼——你能說出它是什麼麼?它豈不就是那邊為蒙福之人所存留的安息與榮耀,還是別的什麼?無非就是這個。
But this mansion—whatever you take it to be—could you say [what it is]? Is it the rest and glory there laid up for the blessed, or something else? Nothing other than this.
1-1:54
ἐπειδὴ τοῦτο ὡμολογήσαμεν, κἀκεῖνο προσεξετάσωμεν
我們既在這事上取得一致,就讓我們再進一步查考那一點。
Since we have agreed on this, let us also examine that further point.
1-1:55
ἔστι τι τὸ ταύτας προξενοῦν τὰς μονάς, ὡς ὁ ἐμὸς λόγος, ἢ οὐδέν; ἔστι πάντως
正如我所推論的,是否有某物換取這些住處,還是沒有?必定是有的。
Is there something that procures these mansions, as my reasoning [holds], or nothing? There certainly is.
1-1:56
τί τοῦτο; τὸ διαφόρους εἶναι πολιτείας καὶ προαιρέ σεις, καὶ ἄλλην ἀλλαχοῦ φέρειν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, ὅπερ καὶ ὁδοὺς ὀνομάζομεν
是什麼呢?就是有不同的生活方式與抉擇,並且各按信心的程度,一種帶往這邊、另一種帶往那邊——這些我們也稱之為「道路」。
What is it? That there are different ways of life and choices, and that one leads one way, another another, according to the analogy of faith—which we also call "ways."
1-1:57
πάσας οὖν ὁδευτέον, ἢ τινὰς τῶν ὁδῶν τούτων; εἰ μὲν οἷόν τε τὸν αὐτόν, πάσας·
那麼,人該行這一切道路,還是其中的某幾條?同一個人若可能行,就該行全部;
Must one then travel all, or some of these ways? If it were possible for the same person, all;
1-1:58
εἰ δὲ μηδὲ τοῦτο, μέγα κἂν εἰ μίαν διαφερόντως, ὥς γέ μοι φαίνεται
但若連這也不能,那麼依我看來,人若能卓越地行完哪怕一條,也算是了不起的了。
but if not even this, then it is a great thing if [one travels] even one in an excellent manner, as it seems to me.
1-1:59
τί οὖν; ὅταν ἀκούσῃς μίαν ὁδὸν εἶναι, καὶ ταύτην στενήν, τί σοι φαίνεται δηλοῦν ὁ λόγος; μίαν μὲν διὰ τὴν ἀρετήν·
那麼,當你聽見說有一條道路,且是狹窄的,你以為這話是什麼意思?「一條」,是因著美德;
What then? When you hear that there is one way, and that a narrow one, what do you think the saying means? One, on account of virtue;
1-1:60
μία γάρ, κἂν εἰς πολλὰ σχίζηται·
因為它是一條,雖然分為許多支;
for it is one, even though it is split into many;
1-1:61
στενὴν δὲ διὰ τοὺς ἱδρῶτας καὶ τὸ μὴ πολλοῖς εἶναι βατήν, ὡς πρὸς τὸ πλῆθος τῶν ἐναντίων καὶ ὅσοι διὰ τῆς κακίας ὁδεύουσιν
說它「狹窄」,是因為要流汗,也因為它不是許多人都能走的,比起那群走相反道路、行在惡中的人,走的人實在不多。
and "narrow" because of the sweat and because it is not passable by many, in comparison with the multitude of those who go the opposite way and travel through vice.
1-1:62
ταύτην φέρεσθε καὶ ὠθεῖσθε τὴν διὰ λόγου καὶ θεωρίας, ὡς αὐτοὶ οἴεσθε, ὡς δὲ ἐγώ φημι, ἀδολεσχίας καὶ τερατείας; ἐπιτιμάτω Παῦλος ὑμῖν, τοῦτο πικρῶς ὀνειδίζων μετὰ τὴν ἀπαρίθμησιν τῶν χαρισμάτων, ἐν οἷς φησί·
你們所急切奔走、爭相擠上的,就是這條道路麼——你們以為是藉著理性與默觀,我卻說是藉著閒嗑與招搖撞騙的道路?讓保羅責備你們吧,他在列舉了各樣恩賜之後,痛切地責備這事說:
Is this the way you press on and push—the way through reasoning and contemplation, as you suppose, but as I say, through idle babbling and quackery? Let Paul rebuke you, reproaching this bitterly after the enumeration of the gifts, in which he says:
1-1:63
Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; καὶ τὰ ἑξῆς
「豈都是使徒麼?豈都是先知麼?」以及隨後的話。
"Are all apostles? Are all prophets?" and what follows.
1-1:64
ὑψηλὸς σύ, καὶ ὑψηλῶν πέρα, καὶ ὑπὲρ τὰς νεφέλας, εἰ βούλει, ὁ τῶν ἀθεάτων θεατής, ὁ τῶν ἀρρήτων ἀκροατής, ὁ μετὰ Ἠλίαν μετάρσιος, καὶ ὁ μετὰ Μωυσέα θεοφανείας ἠξιωμένος, καὶ μετὰ Παῦλον οὐράνιος
你是高超的,超過那高超之輩,若你願意,更在雲端之上——是不可見之事的觀看者,不可言喻之事的聆聽者,是繼以利亞之後被提升空的,繼摩西之後蒙神顯現的,繼保羅之後屬天的。
You are exalted, and beyond the exalted, and above the clouds, if you will—the beholder of things unseen, the hearer of things unspeakable, the one caught up after Elijah, deemed worthy of theophany after Moses, heavenly after Paul.
1-1:65
τί καὶ τοὺς ἄλλους αὐθήμερον πλάττεις ἁγίους, καὶ χειροτονεῖς θεολόγους, καὶ οἷον ἐμπνεῖς τὴν παίδευσιν, καὶ πεποίηκας λογίων ἀμαθῶν πολλὰ συνέδρια; τί τοῖς ἀραχνίοις ὑφάσμασιν ἐνδεσμεῖς τοὺς ἀσθενεστέρους, ὡς δή τι σοφὸν καὶ μέγα; τί σφηκιὰς ἐγείρεις κατὰ τῆς πίστεως; τί σχεδιάζεις ἡμῖν διαλεκτικῶν ἀνάδοσιν, ὥσπερ οἱ μῦθοι πάλαι τοὺς γίγαντας; τί τῶν ἀνδρῶν ὅσον κοῦφον καὶ ἄνανδρον, ὥσπερ τινὰ συρφετόν, εἰς μίαν χαράδραν συναγαγών, καὶ κολακείᾳ πλέον θηλύνας, καινὸν ἀσεβείας ἐργαστήριον ἐδημιούργησας, οὐκ ἀσόφως τὴν ἄνοιαν αὐτῶν ἐκκαρπούμενος; Ἀντιλέγεις καὶ τούτοις; καὶ οὐδαμοῦ σοι τἄλλα; καὶ τὴν γλῶσσαν δεῖ δυναστεύειν πάντως, καὶ οὐ κατέχεις τὴν ὠδῖνα τοῦ λόγου; ἔχεις καὶ ἄλλας ὑποθέσεις πολλάς τε καὶ φιλοτίμους
為何你竟在一日之間把別人也塑成聖徒,按立神學家,彷彿向他們吹入學識,又造出許多無知演說者的會議?為何你用蛛網般的織物捆住軟弱的人,彷彿這是何等智慧偉大的事?為何你激起馬蜂窩來攻擊信仰?為何你即興為我們催生出一群辯士,正如古時神話催生出巨人?為何你把人中一切輕浮無剛的,像垃圾一般聚集到一條溝壑裡,又用諂媚使他們更加軟弱,竟建造起一座不敬虔的新作坊,並非不精明地收割他們愚妄的莊稼?連這些話你也要反駁麼?難道別的事在你那裡全無地位?難道你的舌頭非掌權不可,你竟管不住那言語的陣痛麼?你還有許多別的題目,又多又能滿足你的野心。
Why do you also fashion others into saints in a single day, and ordain theologians, and as it were breathe instruction into them, and have made many councils of ignorant orators? Why do you bind the weaker in spider-web fabrics, as though it were something wise and great? Why do you stir up wasps'-nests against the faith? Why do you improvise for us a crop of dialecticians, as the myths of old [bred] the giants? Why, having gathered into one ravine all that is light-minded and unmanly among men, like so much rubble, and having softened them yet more with flattery, have you constructed a new workshop of impiety, not unwisely reaping the harvest of their folly? Do you contradict even these things? And have you no place for the rest? Must your tongue absolutely hold sway, and can you not restrain the birth-pang of speech? You have many other subjects, both numerous and ambitious.
1-1:66
ἐκεῖ τρέψον μετὰ τοῦ χρησίμου τὴν νόσον
把你的病症連同些許用處,轉到那邊去吧。
Turn your disease there, along with [some] usefulness.
1-1:67
Βάλλε μοι Πυθαγόρου τὴν σιωπήν, καὶ τοὺς κυάμους τοὺς Ὀρφικούς, καὶ τὴν περὶ τὸ Αὐτὸς ἔφα καινοτέραν ἀλαζονείαν
替我去攻擊畢達哥拉斯的緘默、俄耳甫斯派的豆禁,以及那關於「他自己這樣說」的新潮自誇吧。
Attack for me the silence of Pythagoras, and the Orphic beans, and the newfangled boasting about the "He himself said it."
1-1:68
βάλλε μοι Πλάτωνος τὰς ἰδέας, καὶ τὰς μετενσωματώσεις καὶ περιόδους τῶν ἡμετέρων ψυχῶν, καὶ τὰς ἀναμνήσεις, καὶ τοὺς οὐ καλοὺς διὰ τῶν καλῶν σωμάτων ἐπὶ ψυχὴν ἔρωτας·
替我去攻擊柏拉圖的「理型」、我們靈魂的輪迴與週期、那些「回憶」,以及那藉著美好身體達於靈魂的不潔之愛;
Attack for me the Ideas of Plato, and the transmigrations and cycles of our souls, and the recollections, and the not-noble loves [that pass] through noble bodies to the soul;
1-1:69
Ἐπικούρου τὴν ἀθείαν, καὶ τὰς ἀτόμους, καὶ τὴν ἀφιλόσοφον ἡδονήν·
去攻擊伊壁鳩魯的無神論、原子說,以及那毫無哲思的享樂主義;
the atheism of Epicurus, and the atoms, and the unphilosophical pleasure;
1-1:70
Ἀριστοτέλους τὴν μικρολόγον πρόνοιαν, καὶ τὸ ἔντεχνον, καὶ τοὺς θνητοὺς περὶ ψυχῆς λόγους, καὶ τὸ ἀνθρωπικὸν τῶν δογμάτων·
去攻擊亞里斯多德那瑣碎的天命觀、他的匠氣、他論靈魂之必死的學說,以及他教義中那過於屬人的色彩;
the petty providence of Aristotle, and his artificiality, and his mortal doctrines about the soul, and the all-too-human character of his teachings;
1-1:71
τῆς Στοᾶς τὴν ὀφρύν, τῶν Κυνῶν τὸ λίχνον τε καὶ ἀγοραῖον
去攻擊斯多亞派的高傲,犬儒派的貪饞與粗鄙。
the haughtiness of the Stoa, the greed and vulgarity of the Cynics.
1-1:72
βάλλε μοι τὸ κενόν, τὸ πλῆρες τῶν ληρημάτων, ὅσα περὶ θεῶν ἢ θυσιῶν, περὶ εἰδώλων, περὶ δαιμόνων ἀγαθῶν τε καὶ κακοποιῶν, ὅσα περὶ μαντείας, θεαγωγίας, ψυχαγωγίας, ἄστρων δυνάμεως, τερατεύονται
替我去攻擊那虛空、那滿了愚妄的東西——他們所編造關於眾神或祭祀、關於偶像、關於善與惡的鬼魔的一切胡言,以及他們所捏造關於占卜、招神、召魂、星辰之力的種種怪談。
Attack for me the void, the fullness of follies—all the nonsense they spin about gods or sacrifices, about idols, about good and malevolent demons, all that they fabricate about divination, conjuring of gods, raising of spirits, and the power of the stars.
1-1:73
εἰ δὲ σὺ ταῦτα μὲν ἀπαξιοῖς λόγου, ὡς μικρά τε καὶ πολλάκις ἐληλεγμένα, περὶ δὲ τὰ σὰ στρέφῃ, καὶ ζητεῖς τὸ ἐν τούτοις φιλότιμον·
但你若以為這些不值一談,視之為瑣碎且屢被駁倒,反倒轉向你自己的事務,並在其中尋求滿足野心的天地——
But if you deem these unworthy of discussion, as petty and often refuted, and turn instead to your own concerns, and seek the field for ambition in them—
1-1:74
ἐγώ σοι κἀνταῦθα παρέξομαι πλατείας ὁδούς
就連在這裡,我也願給你寬闊的大道。
even here I will offer you broad highways.
1-1:75
φιλοσόφει μοι περὶ κόσμου ἢ κόσμων, περὶ ὕλης, περὶ ψυχῆς, περὶ λογικῶν φύσεων βελτιόνων τε καὶ χειρόνων, περὶ ἀναστάσεως, κρίσεως, ἀνταποδόσεως, Χριστοῦ παθημάτων
替我去思辨這世界或諸世界、思辨物質、靈魂、那較優與較劣的理性受造之物、復活、審判、報應,以及基督的受苦。
Philosophize for me about the world or worlds, about matter, about the soul, about rational natures both better and worse, about resurrection, judgment, recompense, the sufferings of Christ.
1-1:76
ἐν τούτοις γὰρ καὶ τὸ ἐπιτυγχάνειν οὐκ ἄχρηστον, καὶ τὸ διαμαρτάνειν ἀκίνδυνον
因為在這些事上,即使說中了也並非無用,說錯了也並無危險。
For in these matters even to hit the mark is not useless, and to miss it is not dangerous.
1-1:77
θεῷ δὲ ἐντευξόμεθα, νῦν μὲν ὀλίγα, μικρὸν δὲ ὕστερον ἴσως τελεώτερον, ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας·
至於神,我們倒要與祂相交——如今只談一點,或許稍後更為完全地談——這都在我們的主基督耶穌自己裡面,願榮耀歸給祂,直到永遠。阿們。
But with God we shall hold converse—now a little, but a little later perhaps more perfectly—in Christ Jesus Himself our Lord, to whom be glory unto the ages. Amen.