📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 五十篇屬靈講道

馬卡里烏斯

五十篇屬靈講道 第 1 章 第 17/19 段

希臘文原文.160 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2685–1:2844(全章共 3114 節)

← 上一段下一段 →
1:2685
καὶ αὐτὴ δὲ χάρις νομὴν λαμβάνει ἐν τῇ ψυχῇ καὶ ἕως τῶν βαθυτάτων αὐτῆς μερῶν καὶ διαλογισμῶν ἐρριζοῦται, ἐν καιροῖς πλείοσιν εὐδοκιμούσης καὶ συμφωνούσης τῆς ψυχῆς τῇ χάριτι, ἕως οὗ ὅλη ψυχὴ περιληφθῇ ὑπὸ τῆς ἐπουρανίου χάριτος, λοιπὸν βασιλευούσης ἐν αὐτῷ τῷ σκεύει
恩典自己也在魂裏佔有地步,扎根直到它最深的部分與思念,因為魂在許多時節中顯為良善,與恩典同心合意,直到整個魂都被那屬天的恩典所包圍,從此在那器皿裏作王。
And grace itself takes possession in the soul and is rooted down to its deepest parts and reasonings, as for many seasons the soul proves itself good and is in concord with grace, until the whole soul is encompassed by the heavenly grace, henceforth reigning in that very vessel.
1:2686
Ἐὰν δέ τις μὴᾖ ἐν ταπεινοφροσύνῃ πολλῇ, παραδίδοται οὗτος τῷ σατανᾷ καὶ ἀπογυμνοῦται τῆς πρὸς αὐτὸν γενομένης θείας χάριτος καὶ πειράζεται ἐν θλίψεσι πολλαῖς, καὶ τότε φανεροῦται αὐτοῦ οἴησις, ὅτι γυμνὸς καὶ ταλαίπωρος ὑπάρχει
但人若不存大謙卑,這人便被交給撒但,被剝去那先前賜給他的神聖恩典,並在許多苦難中受試驗,那時他的自負便顯露出來,叫人看見他是赤身、可憐的。
But if anyone is not in great humility, he is delivered up to Satan and is stripped of the divine grace that was given to him, and is tested in many afflictions, and then his presumption is made manifest, that he is naked and wretched.
1:2687
ὀφείλει οὖν πλουτῶν τῇ χάριτι τοῦ θεοῦ ἐν πολλῇ ταπεινοφροσύνῃ καὶ συντριμμῷ καρδίας ὑπάρχειν, καὶ ὡς πτωχὸν καὶ μηδὲν ἔχοντα ἑαυτὸν ἡγεῖσθαι·
所以那在神恩典裏富足的人,應當存大謙卑與痛悔的心,把自己看作貧窮、一無所有的;
He therefore who is rich in the grace of God ought to be in great humility and contrition of heart, and to reckon himself as poor and having nothing;
1:2688
ἀλλότριον γὰρ αὐτοῦ ἐστι, καὶ ἄλλος ἔδωκεν αὐτῷ, καὶ ὅτε βούλεται αἴρει αὐτό
因為這恩典於他乃是外來的,是別人賜給他的,那一位幾時願意,就幾時把它取去。
for it is foreign to him, and another has given it to him, and when He wills He takes it away.
1:2689
οὕτως ταπεινῶν ἑαυτὸν ἐπὶ θεοῦ καὶ ἀνθρώπων δύναται διαφυλάξαι τὴν πρὸς αὐτὸν γενομένην χάριν, καθὼς κύριός φησιν·
那在神與人面前如此謙卑自己的人,便能保守那賜給他的恩典,正如主所說:
He who thus humbles himself before God and men is able to preserve the grace given to him, as the Lord says:
1:2690
ταπεινῶν ἑαυτὸν ὑψωθήσεται
凡謙卑自己的,必升為高。
He who humbles himself shall be exalted.
1:2691
καίπερ ὢν ἐκλεκτὸς θεοῦ, παρ' ἑαυτῷ ἀποδεδοκιμασμένος ἤτω, καὶ ὢν πιστὸς ὡς ἀνάξιον ἑαυτὸν ἡγείσθω
他雖是神所揀選的,在自己眼中卻當看自己為被棄絕的;雖是忠信的,卻當看自己為不配的。
Although he is one chosen of God, let him be as one disapproved in his own eyes, and being faithful, let him reckon himself unworthy.
1:2692
τοιαῦται γὰρ ψυχαὶ εὐαρεστοῦσι θεῷ καὶ ζωοποιοῦνται ἐν Χριστῷ, δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
因為這樣的魂蒙神喜悅,並在基督裏得以活著,願榮耀與權能歸與祂,直到世世代代。
For such souls are well-pleasing to God and are quickened in Christ, to whom be the glory and the might unto the ages of the ages.
1:2693
{ΟΜΙΛΙΑ ΜΒ.} Ὥσπερ ἐὰνᾖ πόλις μεγάλη, ἔρημος δὲᾖ τῶν τειχέων διαλελυμένων, καὶ ὑπὸ ἐχθρῶν ληφθῇ, οὐδὲν τῆς μεγαλειότητος ὄφελος·
(第四十二篇講道。)正如有一座大城,卻荒涼了,城牆倒塌,又被仇敵攻取,它的浩大便毫無益處;
(Homily 42.) Just as if there were a great city, but desolate, its walls broken down, and it were taken by enemies, its greatness is of no benefit;
1:2694
ζητητέον οὖν κατὰ τὸ μέγεθος, ἵνα ἔχῃ καὶ τείχη ὀχυρὰ πρὸς τὸ μὴ τοὺς ἐχθροὺς εἰσιέναι, οὕτω δὴ καὶ ψυχαὶ αἱ κεκοσμημέναι γνώσει καὶ συνέσει καὶ νῷ ὀξυτάτῳ ὡς πόλεις εἰσὶ μεγάλαι
所以必須按其浩大來考量,使它也有堅固的城牆,免得仇敵進入——照樣,那些以知識、悟性與極敏銳之心思為裝飾的魂,也如同大城。
one must therefore seek, in proportion to its magnitude, that it should also have strong walls so that the enemies may not enter — so indeed also souls adorned with knowledge and understanding and a most acute mind are like great cities.
1:2695
ἀλλὰ ζητητέον εἰ ὠχύρωνται τῇ δυνάμει τοῦ πνεύματος, μήποτε οἱ ἐχθροὶ εἰσελθόντες ἐρημώσωσιν αὐτάς
但必須察看它們是否被那靈的能力所堅固,免得仇敵進入,使它們荒涼。
But one must inquire whether they are fortified by the power of the Spirit, lest the enemies enter and lay them desolate.
1:2696
οἱ γὰρ σοφοὶ τοῦ κόσμου Ἀριστοτέλης Πλάτων Ἰσοκράτης, φρόνιμοι ὄντες ἐν γνώσει, ὥσπερ πόλεις μεγάλαι ἐτύγχανον, ἀλλ' ἔρημοι ἦσαν ὑπὸ ἐχθρῶν διὰ τὸ μὴ εἶναι πνεῦμα θεοῦ ἐν αὐτοῖς
因為世上的智者,如亞里斯多德、柏拉圖、或伊蘇克拉底,在知識上固然精明,宛如大城,卻是荒涼、被仇敵攻取的,因為神的靈不在他們裏面。
For the wise men of the world, Aristotle or Plato or Isocrates, being prudent in knowledge, were like great cities, but they were desolate, taken by enemies, because of the absence of the Spirit of God in them.
1:2697
Ὅσοι δέ εἰσιν ἰδιῶται, μέτοχοι τῆς χάριτος, ὥσπερ πόλεις μικραί εἰσιν ὠχυρωμέναι τῇ δυνάμει τοῦ Χριστοῦ·
但凡那些單純、有分於恩典的人,卻如同被基督能力所堅固的小城;
But all who are simple, partakers of grace, are like small cities fortified by the power of Christ;
1:2698
ἐκπίπτουσαι δὲ τῆς χάριτος ἀπὸ δύο πραγμάτων ἀπόλλυνται, ὅτι τὰς ἐπιφερομένας θλίψεις οὐχ ὑπομένουσιν ὅτι εἰς τὰς ἡδονὰς τῆς ἁμαρτίας ἐνηδυνθεῖσαι ἀπέμειναν
然而他們若從恩典中墜落,便因兩件事而滅亡:或因不肯忍受臨到他們的苦難,或因被罪中的宴樂所迷而沉溺其中不出。
yet falling away from grace, they perish from two things: either because they do not endure the afflictions that come upon them, or because, having been made to delight in the pleasures of sin, they remained therein.
1:2699
οὐ δύνανται γὰρ οἱ διοδεύοντες ἄνευ πειρασμῶν διελθεῖν
因為行路的人,不經試煉,便不能走過。
For those who travel cannot pass through without trials.
1:2700
ὥσπερ δὲ ἐν τῷ τοκετῷ προσαῖτις καὶ βασιλὶς τὰς αὐτὰς ὠδῖνας ἔχουσιν·
正如生產時,討飯的婦人與王后同受一樣的陣痛——
And just as in childbirth the beggar-woman and the queen have the same birth-pangs —
1:2701
ὁμοίως καὶ γῆ τοῦ πλουσίου καὶ τοῦ πένητος, εἰ μὴ τὴν δέουσαν ἐργασίαν λάβῃ, οὐ δύναται καρποὺς ἀξίους ἐνεγκεῖν, οὕτως καὶ ἐν τῇ ἐργασίᾳ τῆς ψυχῆς οὐ σοφός, οὐ πλούσιος ἐν τῇ χάριτι βασιλεύει, εἰ μὴ δι' ὑπομονῆς καὶ θλίψεων καὶ καμάτων πολλῶν·
正如富人與窮人的田地一樣,若不施以應有的耕作,便不能結出佳美的果子;照樣,在靈魂的勞作中,無論智者或富於恩典者,若非藉著忍耐、患難與許多勞苦,也不能在恩典中作王;
Just as the land of the rich man and of the poor man alike, if it does not receive the labor that is due, cannot bring forth worthy fruit, so too in the labor of the soul no one, however wise or rich, reigns in grace except through endurance and afflictions and many toils;
1:2702
γὰρ Χριστιανῶν βίος ὀφείλει τοιοῦτος εἶναι
因為基督徒的生活理當如此。
for such ought the life of Christians to be.
1:2703
προσερχομένοις, εἴτε ἀγαθοῖς εἴτε πονηροῖς, χρηστοὶ τυγχάνουσιν, ὥς φησιν κύριος·
對凡來到他們面前的人,無論善惡,他們都以恩慈相待,正如主所說:
Toward those who come to them, whether good or evil, they are kind, as the Lord says:
1:2704
γίνεσθε χρηστοὶ ὡς πατὴρ ὑμῶν οὐράνιος
你們要像你們的天父那樣施恩慈。
Be kind, as your heavenly Father is.
1:2705
τὸ γὰρ βλάπτον καὶ μιαῖνον τὸν ἄνθρωπον ἔνδοθέν ἐστι, καθὼς κύριος λέγει ὅτι τὰ κοινοῦντα τὸν ἄνθρωπον ἔνδοθέν ἐστιν·
因為傷害並玷污人的乃是從裡面出來的,正如主所說,使人污穢的乃是從裡面出來的;
For what harms and defiles a person is from within, as the Lord says, that the things which defile a person are from within;
1:2706
ἐκ γὰρ τῆς καρδίας ἐκπορεύονται διαλογισμοὶ πονηροί
因為從心裡發出惡念。
for out of the heart proceed evil thoughts.
1:2707
ἔνδοθεν οὖν ἐστιν ἐν τῇ ψυχῇ ἕρπον καὶ προϊὸν πνεῦμα πονηρίας, λογιστικόν, κινητικόν, ὅπερ ἐστὶ τὸ κάλυμμα τοῦ σκότους, παλαιὸς ἄνθρωπος, ὃν δεῖ τοὺς τῷ θεῷ προσφεύγοντας ἀποδύσασθαι, καὶ ἐνδύσασθαι τὸν ἐπουράνιον καὶ καινὸν ἄνθρωπον, ὅς ἐστι Χριστός
所以在靈魂裡面有一個邪惡之靈潛伏、進行,有理性、能活動,這就是黑暗的帕子,是舊人;凡逃奔到神面前的人必須脫去這舊人,穿上屬天的新人,就是基督。
Within, therefore, in the soul there creeps and advances a spirit of wickedness, rational and active, which is the veil of darkness, the old man, whom those who flee for refuge to God must put off, and put on the heavenly and new man, who is Christ.
1:2708
οὐδὲν οὖν τῶν ἔξωθεν βλάπτειν δύναται τὸν ἄνθρωπον, εἰ μὴ τὸ ζῶν καὶ ἐνεργητικόν, τὸ ἐνοικοῦν ἐν τῇ καρδίᾳ πνεῦμα σκότους
因此,凡外面的事都不能傷害人,唯有那住在心裡、活著且有作為的黑暗之靈才能傷害人。
Nothing from without, therefore, can harm a person, except only the living and active spirit of darkness that dwells in the heart.
1:2709
ὥστε οὖν τὸν ἀγῶνα ἕκαστος ἐν τοῖς λογισμοῖς ὀφείλει κεκτῆσθαι, ἵνα ἐπιλάμψῃ τῇ καρδίᾳ αὐτοῦ Χριστός, δόξα εἰς τοὺς αἰῶνας
所以各人都當在自己的意念中持守爭戰,好叫基督照亮他的心;願榮耀歸與祂,直到永遠。
So then each one ought to maintain the struggle in his thoughts, that Christ may shine in his heart, to whom be glory unto the ages.
1:2710
Ὥσπερ ἀπὸ τοῦ πυρὸς ἅπτονται λύχνοι πολλοὶ καὶ λαμπάδες καιόμεναι, πᾶσαι δὲ αἱ λαμπάδες καὶ οἱ λύχνοι ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσιν, οὕτως καὶ οἱ Χριστιανοὶ ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσι, τοῦ πυρὸς τοῦ θείου, τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἔχουσι τὰς λαμπάδας καιομένας εἰς τὰς καρδίας αὐτῶν καὶ φαίνουσι κατενώπιον αὐτοῦ ἐν γῇ ὄντες, καθὼς καὶ αὐτός·
正如從一團火點燃了許多燈與火炬,這一切火炬與燈都從同一本源被點著而發光;照樣,基督徒也從同一本源,就是那神聖的火、神的兒子,被點燃而發光,他們的火炬在心中燃燒,仍在地上時就在祂面前發光,正如祂自己一樣;
As from one fire many lamps and burning torches are kindled, and all the torches and lamps are lit and shine from a single source, so too Christians are kindled and shine from one nature, the divine fire, the Son of God, and they have their torches burning in their hearts and shine before Him while still on earth, even as He Himself does;
1:2711
διὰ τοῦτο ἔχρισέ σε θεός, θεός σου ἔλαιον ἀγαλλιάσεως
因此神,就是你的神,用喜樂的油膏了你。
for this reason God, your God, has anointed you with the oil of gladness.
1:2712
διὰ τοῦτο Χριστὸς ἐπεκλήθη, ἵνα τῷ αὐτῷ ἐλαίῳ ὡς αὐτὸς ἐχρίσθη, καὶ ἡμεῖς χρισθέντες γενώμεθα Χριστοί, τῆς μιᾶς, ὡς εἰπεῖν, οὐσίας καὶ ἑνὸς σώματος
祂稱為基督,正是為此:好叫我們也用那同樣的油受膏,就如祂自己受膏一樣,使我們受膏者成為基督──可說是同一本質、同一身體;
For this reason He was called Christ, that, as He Himself was anointed with that same oil, we too, being anointed, might become christs, being, so to speak, of one essence and one body;
1:2713
τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες
因為那叫人成聖的,和那些得以成聖的,都是出於一。
for both He who sanctifies and those who are sanctified are all of one.
1:2714
ἐοίκασιν οὖν οἱ Χριστιανοὶ ἐν ἑνὶ μέρει λυχνίαις ἐχούσαις τὸ ἔλαιον ἐν αὐταῖς, τουτέστι τοὺς καρποὺς τῆς δικαιοσύνης·
如此說來,基督徒在一方面好像盛著油的燈臺,那油就是公義的果子;
Christians, then, in one respect resemble lampstands that have oil in themselves, that is, the fruits of righteousness;
1:2715
ἂν δὲ μὴ ἁφθῇ ἐκ τοῦ λύχνου τῆς θεότητος ἐν αὐτοῖς, οὐδέν εἰσιν
但他們若不從那在他們裡面神性的燈被點著,就算不得甚麼。
but if they are not kindled from the lamp of the Deity within them, they are nothing.
1:2716
κύριος ἦν λύχνος καιόμενος διὰ τὸ πνεῦμα τῆς θεότητος τὸ μένον οὐσιωδῶς ἐν αὐτῷ καὶ ἐκκαῖον αὐτοῦ τὴν καρδίαν κατὰ τὸ ἀνθρώπινον
主乃是那燃燒的燈,因為神性的靈本質地住在祂裡面,照著祂的人性點燃了祂的心。
The Lord was the burning lamp, because of the Spirit of the Deity that abode essentially in Him and set His heart aflame according to His humanity.
1:2717
Ὥσπερ ἐὰνᾖ βαλάντιον σαπρὸν πεπληρωμένον μαργαριτῶν, οὕτω καὶ οἱ Χριστιανοὶ τῷ ἔξωθεν ἀνθρώπῳ ταπεινοὶ ὀφείλοντες εἶναι καὶ εὐκαταφρόνητοι, ἔνδοθεν εἰς τὸν ἔσω ἄνθρωπον ἔχουσι τὸν πολύτιμον μαργαρίτην
正如一個破舊的錢囊裡可能裝滿珍珠,照樣,基督徒在外面的人理當卑微、被人輕看,裡面在內裡的人卻擁有那無價的珍珠。
Just as a worn-out purse might be filled with pearls, so too Christians, who in the outward person ought to be lowly and despised, inwardly in the inner person possess the precious pearl.
1:2718
ἕτεροι δέ εἰσι τάφοις κεκονιαμένοις ἐοικότες, ἔξωθεν μὲν ἐζωγραφημένοι καὶ περικαλλεῖς, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν καὶ δυσωδίας πολλῆς καὶ πνευμάτων ἀκαθάρτων·
但另有些人好像粉飾的墳墓,外面雕飾華美,裡面卻滿了死人的骨頭、極大的臭氣和污穢的靈;
But others resemble whitewashed tombs, painted and beautiful on the outside, but within full of dead bones and great stench and unclean spirits;
1:2719
νεκροί εἰσιν ἀπὸ θεοῦ, καὶ πᾶσαν αἰσχύνην καὶ ῥυπαρίαν καὶ τὸ σκότος τοῦ ἀντικειμένου ἐνδεδυμένοι
他們在神面前是死的,披戴著一切羞恥、污穢,和那仇敵的黑暗。
they are dead toward God, clothed in every shame and filth and the darkness of the adversary.
1:2720
ἀπόστολος λέγει, ὅτι νήπιος, ἕως ὅτε μικρός ἐστιν, ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους τῶν πονηρῶν πνευμάτων ἐστίν, ἅτινα πνεύματα οὐ θέλουσι τὸ νήπιον αὐξῆσαι, ἵνα μὴ γενόμενος ἀνὴρ τέλειος ἄρξηται ἐπιζητεῖν τὰ κατὰ τὸν οἶκον καὶ ἐκδικεῖν τὴν κυριότητα
使徒說,孩童在年幼時,是在那些惡靈的監護人和管家之下;這些靈不願這孩童長大,免得他成為長成的人,開始尋求家業的事,並要為自己的主權伸冤。
The apostle says that the infant, so long as he is small, is under guardians and stewards of the evil spirits, which spirits do not wish the infant to grow up, lest, having become a full-grown man, he begin to seek after the things of the household and to vindicate his lordship.
1:2721
Χριστιανὸς πάντοτε ὀφείλει τὴν μνήμην τοῦ θεοῦ ἔχειν·
基督徒應當常常存著對神的記念;
The Christian ought always to keep the remembrance of God;
1:2722
ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, ἵνα μὴ μόνον ὅτε εἰσέρχηται εἰς τὸ εὐκτήριον, ἀγαπᾷ τὸν κύριον, ἀλλὰ καὶ περιπατῶν καὶ ὁμιλῶν καὶ ἐσθίων ἔχῃ τὴν μνήμην τοῦ θεοῦ καὶ τὴν ἀγάπην καὶ τὴν στοργήν·
你要盡心愛主你的神,使他不單在進入禱告之處時愛主,就是在行走、談話、吃飯時,也存著對神的記念、愛和深情;
You shall love the Lord your God with all your heart, so that not only when he enters the place of prayer should he love the Lord, but also while walking and conversing and eating he should hold the remembrance of God and love and affection;
1:2723
ὅπου νοῦς σου, ἐκεῖ καὶ θησαυρός σου·
因為你的心思在哪裡,你的財寶也就在哪裡;
for where your mind is, there also is your treasure;
1:2724
εἰς γὰρ πρᾶγμα καρδία τινὸς δέδεται καὶ ὅπου ἐπιθυμία ἕλκει αὐτόν, ἐκεῖνό ἐστιν αὐτοῦ θεός
因為一個人的心被甚麼事物所繫,他的慾望把他拉向何處,那就是他的神。
for to whatever thing a person's heart is bound, and wherever desire draws him, that is his god.
1:2725
ἐὰν ἐπιθυμῇ καρδία πάντοτε τοῦ θεοῦ, αὐτός ἐστι κύριος τῆς καρδίας αὐτοῦ
他的心若常常渴慕神,神就是他心的主。
If the heart always desires God, He is the Lord of his heart.
1:2726
εἰ δὲ ἀποταξάμενός τις καὶ γενόμενος ἀκτήμων καὶ ἄπολις καὶ νηστεύων, οὗτος εἰς τὸν ἑαυτοῦ ἄνθρωπον ἀκμὴν δέδεται εἰς τὰ κοσμικὰ πράγματα εἰς οἰκίαν εἰς φίλτρον γονέων
但若有人撇下一切,成為一無所有、無家可歸、又禁食的人,他的內裡卻仍被繫於屬世的事,或一所房屋,或對父母的情愛,
But if someone has renounced all and become possessionless and homeless and fasts, yet is still bound in his inner self either to worldly affairs or to a house or to affection for parents,
1:2727
ὅπου ἐδέθη αὐτοῦ καρδία καὶ νοῦς ἐξῃχμαλωτίσθη, ἐκεῖνο αὐτοῦ ἐστι θεός·
他的心被繫於何處,他的心思被擄到何處,那就是他的神;
wherever his heart is bound and his mind taken captive, that is his god;
1:2728
καὶ εὑρίσκεται διὰ μὲν τῆς πλατείας θύρας ἐξελθὼν τοῦ κόσμου, διὰ δὲ τῆς παραθύρου εἰσελθὼν καὶ ἐμπεσὼν εἰς τὸν κόσμον
這樣,他雖然從寬門出了世界,卻從旁門又進來,重新落在世界裡。
and he is found to have gone out of the world by the wide door, yet to have come in and fallen back into the world by the side door.
1:2729
δύνανται ἀντιστῆναι τῇ δυνάμει τοῦ πυρός, ἀλλ' εὐθέως κατακαίονται, οὕτως καὶ οἱ δαίμονες, θέλοντες πολεμεῖν ἀνθρώπῳ πνεύματος ἠξιωμένῳ, καίονται καὶ καταναλίσκονται ὑπὸ τῆς θείας δυνάμεως τοῦ πυρός, μόνον ἵνα ἄνθρωπος πάντοτε προσκολλώμενοςᾖ τῷ κυρίῳ καὶ τὴν πεποίθησιν καὶ τὴν ἐλπίδα πρὸς αὐτὸν ἔχων
牠們不能抵擋火的能力,反倒立刻被燒盡;照樣,那些鬼魔若想攻擊一個蒙聖靈看為配得的人,也必被那神聖之火的能力焚燒、毀滅;只要這人常常緊緊依附主,把信靠和盼望都歸向祂。
they cannot withstand the power of fire, but are at once consumed; so too the demons, when they wish to make war on a person deemed worthy of the Spirit, are burned and consumed by the divine power of the fire, only let the person always cleave to the Lord and have his confidence and hope toward Him.
1:2730
καὶ ἐὰν ὦσιν οἱ δαίμονες ἰσχυροὶ ὡς ὄρη σιδηρά, ὑπὸ τῆς εὐχῆς καίονται, καθάπερ κηρὸς ὑπὸ πυρός
縱使這些鬼魔堅固如鐵山,藉著禱告也必被焚燒,正如蠟被火熔化一樣。
And even if the demons be as strong as mountains of iron, by prayer they are burned, just as wax by fire.
1:2731
μέγας δὲ ἐν τῷ μεταξὺ κεῖται ἀγὼν καὶ πόλεμος τῇ ψυχῇ πρὸς αὐτούς
然而在這其間,靈魂與牠們之間有一場極大的爭戰和戰爭。
But in the meantime a great struggle and warfare lies before the soul against them.
1:2732
ποταμοί εἰσι δρακόντων ἐκεῖ καὶ στόματα λεόντων, πῦρ ἐστι φλεγόμενον εἰς τὴν ψυχήν
那裡有龍的江河、獅子的口;有火向著靈魂燃燒。
There are rivers of dragons there and mouths of lions; there is fire blazing against the soul.
1:2733
Ὥσπερ τέλειος κακοποιός, μεθύων εἰς τὸ πνεῦμα τῆς πλάνης, φονεύων μοιχεύων, ἀκόρεστός ἐστιν εἰς τὸ κακόν, οὕτως καὶ οἱ Χριστιανοὶ βεβαπτισμένοι εἰς τὸ πνεῦμα τὸ ἅγιον, ἄπειροι γίνονται τοῦ κακοῦ
正如那作惡到極處的人,被迷惑之靈灌醉,或殺人或行姦淫,在惡事上永不知足;照樣,受洗歸入聖靈的基督徒,也就在惡事上成為生疏的人。
Just as the consummate evildoer, drunk with the spirit of error, whether murdering or committing adultery, is insatiable in evil, so too Christians, baptized into the Holy Spirit, become inexperienced in evil.
1:2734
οἱ δὲ ἔχοντες χάριν καὶ ἔτι μεμιγμένοι τῇ ἁμαρτίᾳ, οὗτοι ὑπὸ φόβον εἰσὶ καὶ διὰ φοβερῶν τόπων ὁδεύουσι
但那些有恩典卻仍與罪攙雜的人,這些人是在懼怕之下,行經可怕的地方。
But those who have grace and yet are still mingled with sin, these are under fear and travel through fearful places.
1:2735
Καθάπερ γὰρ οἱ ἔμποροι πλέοντες, κἂν εὕρωσιν ἴδιον ἄνεμον καὶ γαληνιῶσαν τὴν θάλασσαν, μήπω δὲ φθάσωσιν εἰς τὸν λιμένα, ὑπὸ φόβον εἰσί, μήπως ἄφνω ἐναντίου κινηθέντος ἀνέμου κλυδωνισθῇ θάλασσα καὶ κινδυνεύσῃ τὸ πλοῖον, οὕτω καὶ οἱ Χριστιανοί, εἰ καὶ ἔχουσιν ἐν ἑαυτοῖς αἴσιον ἄνεμον τοῦ ἁγίου πνεύματος πνέοντα, ἀλλ' ἔτι ὑπὸ φόβον εἰσί, μήπως ἄνεμος τῆς ἐναντίας δυνάμεως πνεύσῃ ἐπελθών, καὶ ταραχήν τινα καὶ κλύδωνα κινήσῃ ταῖς ψυχαῖς αὐτῶν
正如航海的商人,即使遇到順風與平靜的海面,卻尚未抵達港口,仍要懼怕,恐怕忽然颳起逆風,使海翻騰,船遭危險;照樣,基督徒即使裡面有聖靈的順風吹拂,仍要懼怕,恐怕那敵對勢力的風颳來,在他們靈魂裡攪動起某種擾亂和波濤。
For just as merchants sailing, even if they meet a favorable wind and a calm sea, yet have not reached harbor, are under fear lest suddenly a contrary wind arise and the sea be tossed and the ship be in danger, so too Christians, even if they have within themselves a fair wind of the Holy Spirit blowing, are still under fear lest the wind of the opposing power come blowing and stir up some disturbance and surge in their souls.
1:2736
σπουδῆς οὖν πολλῆς χρεία, ἵνα φθάσωμεν εἰς τὸν λιμένα τῆς καταπαύσεως, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰωνίαν τρυφήν, εἰς τὴν πόλιν τῶν ἁγίων, εἰς τὴν ἐπουράνιον Ἱερουσαλήμ, εἰς τὴν ἐκκλησίαν τῶν πρωτοτόκων
因此需要極大的殷勤,叫我們得以抵達安息的港口,就是那完全的世界、永遠的福樂、聖徒的城、屬天的耶路撒冷、長子的教會。
Much diligence, therefore, is needed, that we may reach the harbor of rest, the perfect world, the eternal delight, the city of the saints, the heavenly Jerusalem, the church of the firstborn.
1:2737
ἐὰν δὲ μὴ διέλθῃ τις τὰ μέτρα ἐκεῖνα, ὑπὸ φόβον ἐστὶ πολύν, μήπως ἐν τῷ μεταξὺ πτῶσίν τινα πονηρὰ δύναμις ἐργάσηται
但人若不經過那些度量,就要大大懼怕,恐怕在這其間那邪惡的勢力使他跌倒。
But if anyone does not pass through those measures, he is in great fear lest in the meantime the evil power work some fall.
1:2738
Ὥσπερ δὲ γυνὴ συλλαβοῦσα ἐντὸς ἔχει τὸ βρέφος αὐτῆς, ἐν σκότει ὡς εἰπεῖν καὶ ὑλώδει τόπῳ·
正如懷孕的婦人在裡面懷著她的嬰孩,可說是在黑暗、潮濕之處;
Just as a woman who has conceived holds her infant within, in darkness, so to speak, and in a watery place;
1:2739
εἰ δὲ συμβῇ λοιπὸν ἐξελθεῖν τὸ παιδίον τῷ δέοντι καιρῷ, βλέπει κτίσιν καινοτέραν, ἣν οὐδέποτε εἶδεν, οὐρανοῦ καὶ γῆς καὶ ἡλίου, καὶ εὐθὺς οἱ φίλοι καὶ συγγενεῖς ἱλαρῷ τῷ προσώπῳ δέχονται αὐτὸ εἰς τὰς ἀγκάλας·
但若到了應時的時候,這孩子得以出來,便看見一個它從未見過、更新的受造之界,就是天、地與日頭;親友也立刻歡顏接它入懷;
but if it then happens that the child comes forth at the due time, it sees a newer creation, which it had never seen, of heaven and earth and sun, and at once friends and kin with cheerful face receive it into their arms;
1:2740
εἰ δὲ συμβῇ ὑπὸ ἀταξίας τινὸς σπασθῆναι ἔνδον τὸ παιδίον, ἀνάγκη λοιπὸν τοὺς εἰς τοῦτο τεταγμένους ἰατροὺς ξίφει χρήσασθαι, καὶ λοιπὸν εὑρίσκεται τὸ παιδίον ἀπὸ θανάτου εἰς θάνατον χωροῦν, καὶ ἀπὸ σκότους εἰς σκότος, οὕτως ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν
但若因某種錯亂,這孩子在裡面抽搐,那為此設立的醫生就必須用刀,結果這孩子便由死入死、由黑暗入黑暗;你也照樣領會其屬靈的意義。
but if it happens that the child is convulsed within through some disorder, then the physicians appointed for this must use the knife, and the child is found passing from death to death, and from darkness to darkness; take this likewise in the spiritual sense.
1:2741
ὅσοι ὑπεδέξαντο τὸν σπόρον τῆς θεότητος, οὗτοι ἀοράτως ἔχουσιν αὐτόν, καὶ διὰ τὴν σύνοικον ἁμαρτίαν ἐν σκοτεινοῖς καὶ φοβεροῖς τόποις κρύπτουσιν
凡領受了神性種子的人,都隱然地擁有它,卻因那同住的罪,把它藏在黑暗可怕的地方。
As many as have received the seed of the Deity, these have it invisibly, and because of the indwelling sin they keep it hidden in dark and fearful places.
1:2742
ἐὰν οὖν ἀσφαλίσωνται ἑαυτοὺς καὶ τηρήσωσι τὸ σπέρμα, οὗτοι τῷ δέοντι καιρῷ ἀναγεννῶνται εἰς τὸ φανερόν, καὶ λοιπὸν ἐν τῇ διαλύσει τοῦ σώματος οἱ ἄγγελοι καὶ πάντες οἱ ἄνω χοροὶ ἱλαροῖς προσώποις προσδέχονται αὐτούς
他們若謹守自己,看守那種子,這些人到了應時的時候,就被重生到顯明之處;此後在身體解體時,眾天使和天上一切的班次都以歡顏迎接他們。
If, then, they secure themselves and guard the seed, these at the due time are reborn into the open, and thereafter, at the dissolution of the body, the angels and all the choirs above receive them with cheerful faces.
1:2743
ἐὰν δὲ ὑποδεξάμενος τὰ ὅπλα τοῦ Χριστοῦ εἰς τὸ πολεμῆσαι ἀνδρείως χαυνωθῇ, εὐθέως τοιοῦτος παραδίδοται τοῖς ἐχθροῖς, καὶ ἐν τῇ διαλύσει τοῦ σώματος ἀπὸ σκότους τοῦ νῦν περιέχοντος αὐτὸν εἰς ἄλλο χαλεπώτερον σκότος χωρεῖ καὶ ἀπώλειαν
但若有人領受了基督的兵器要勇敢爭戰,卻變得鬆懈,這人就立刻被交在仇敵手中,並在身體解體時,從如今環繞他的黑暗,進入另一更可怕的黑暗和滅亡。
But if, having received the weapons of Christ to fight valiantly, one becomes slack, such a one is at once delivered up to the enemies, and at the dissolution of the body passes from the darkness that now surrounds him into another more grievous darkness and perdition.
1:2744
Ὥσπερ δὲ ἐὰνᾖ παράδεισος ἔχων δένδρα καρποφόρα καὶ ἄλλα φυτὰ εὐώδη, καὶ ὅλοςᾖ καλῶς εἰργασμένος καὶ πεφιλοκαλημένος, ἔχει δὲ καὶ μικρὸν τεῖχος ἀντὶ τριγχίου τὸ φυλάσσον αὐτόν·
正如有一座園子,內有結果子的樹和其他芬芳的植物,全都耕治得宜、精心照料,又有一道小牆作籬笆看守它;
Just as there might be a garden having fruit-bearing trees and other fragrant plants, all well cultivated and tended with care, and it has also a little wall serving as a fence to guard it;
1:2745
συμβῇ δὲ ἐκεῖ ποταμὸν ὁρμητιαῖον διέρχεσθαι, εἰ καὶ μικρὸν τοῦ ὕδατος προσκρούσει τῷ τοίχῳ καὶ ὑποφθείρει τὸν θεμέλιον, λαμβάνει ἀγωγὴν καὶ κατὰ μικρὸν μικρὸν λύει τὸν θεμέλιον, καὶ εἰσελθὼν διαρρήσσει καὶ ἐκριζοῖ πάντα τὰ φυτά, καὶ ὅλην τὴν ἐργασίαν ἀφανίζει καὶ ἄκαρπον ποιεῖ, οὕτως ἐστὶ καὶ καρδία τοῦ ἀνθρώπου
但若有一道湍急的河流經那裡,縱使只有一點水沖擊牆基、侵蝕根基,它便得了通道,一點一點地瓦解根基,進去衝破並連根拔起一切植物,毀壞全部耕作,使之不結果子;人的心也是如此。
but should a rushing river happen to pass by there, and even a little of the water strike the wall and undermine the foundation, it gains a channel and little by little dissolves the foundation, and entering it tears through and uproots all the plants, and ruins the whole cultivation and renders it fruitless; so too is the heart of a person.
1:2746
ἔχει τοὺς λογισμοὺς τοὺς καλούς, πλησιάζουσι δὲ πάντοτε καὶ οἱ ποταμοὶ τῆς κακίας τῇ καρδίᾳ, θέλοντες αὐτὴν καταβαλεῖν καὶ ῥίψαι εἰς τὸ ἴδιον μέρος
它有美善的意念,但惡毒的江河也常臨近這心,想要傾覆它,把它拋入牠們自己的境地。
It has good thoughts, but the rivers of wickedness are always drawing near to the heart, wishing to overthrow it and cast it down to their own region.
1:2747
Ὥσπερ ἐστὶν ὀφθαλμὸς μικρὸς παρ' ὅλα τὰ μέλη, καὶ αὐτὴ κόρη μικρὰ οὖσα μέγα ἐστὶ σκεῦος, βλέπει γὰρ ὑφ' ἓν οὐρανόν, ἀστέρας, ἥλιον, σελήνην, πόλεις καὶ ἄλλα κτίσματα·
正如眼睛在全身肢體中是小的,眼珠本身雖小,卻是個大器皿,因為它能一目而見天、星、日、月、城邑和其他受造之物;
Just as the eye is small in comparison with all the members, and the pupil itself, though small, is a great vessel, for it sees at once heaven, stars, sun, moon, cities and other created things;
1:2748
ὁμοίως καὶ αὐτὰ τὰ ὁρώμενα ὑπὸ τὸ ἕν, τῇ μικρᾷ κόρῃ τοῦ ὀφθαλμοῦ ἐμμορφοῦται καὶ ἐνεικονίζεται, οὕτως ἐστὶ καὶ νοῦς εἰς τὴν καρδίαν
照樣,凡所看見的也都一同被印在、被映現在這小小的眼珠裡;人的心思在心中也是如此。
likewise the things seen are at once formed and imaged in the small pupil of the eye; so too is the mind within the heart.
1:2749
καὶ αὐτὴ καρδία μικρόν τι σκεῦός ἐστι, καὶ ἐκεῖ οἱ δράκοντες καὶ ἐκεῖ οἱ λέοντες, ἐκεῖ τὰ ἰοβόλα θηρία καὶ ὅλοι οἱ θησαυροὶ τῆς κακίας, καὶ ἐκεῖ αἱ τριγχίαι καὶ ἀνώμαλοι ὁδοί, ἐκεῖ αἱ φάραγγες
心本身是個小器皿,然而那裡有龍,那裡有獅子,那裡有毒獸和一切邪惡的寶藏,那裡有崎嶇不平的道路,那裡有深淵。
And the heart itself is a small vessel, yet there are the dragons and there the lions, there the venomous beasts and all the treasures of wickedness, and there the rough and uneven paths, there the chasms.
1:2750
ὁμοίως πάλιν ἐκεῖ θεός, ἐκεῖ καὶ οἱ ἄγγελοι, ἐκεῖ ζωὴ καὶ βασιλεία, ἐκεῖ τὸ φῶς καὶ οἱ ἀπόστολοι, ἐκεῖ αἱ πόλεις αἱ ἐπουρανίαι, ἐκεῖ οἱ θησαυροὶ τῆς χάριτος, ἐκεῖ τὰ πάντα ἐστίν
照樣,那裡也有神,那裡也有眾天使,那裡有生命和國度,那裡有光和眾使徒,那裡有屬天的城邑,那裡有恩典的寶藏;萬有都在那裡。
Likewise, again, there is God, there too the angels, there life and the kingdom, there light and the apostles, there the heavenly cities, there the treasures of grace; there are all things.
1:2751
Ὥσπερ γάρ ἐστιν ὁμίχλη εἰς ὅλην τὴν οἰκουμένην ἐπικειμένη, καὶ ἄνθρωπος ἄνθρωπον οὐχ ὁρᾷ, οὕτως ἐστὶ καὶ τὸ σκότος τοῦ αἰῶνος τούτου ἐπικείμενον πάσῃ τῇ κτίσει καὶ πάσῃ φύσει ἀνθρώπου ἀπὸ τῆς παραβάσεως·
正如有迷霧籠罩著全地,人看不見人;照樣,這世代的黑暗也自從那違犯以來,籠罩著一切受造之物和人的每一本性;
For just as a mist lies over the whole inhabited world, and man does not see man, so too is the darkness of this age lying upon all creation and upon every human nature from the transgression;
1:2752
ὅθεν ἐπισκιαζόμενοι ἐκ τοῦ σκότους ἐν νυκτί εἰσι, καὶ ἐν φοβεροῖς τόποις ἔχουσι τὴν διαγωγήν
因此,他們被黑暗遮蔽,住在黑夜中,在可怕的地方度日。
wherefore, overshadowed by the darkness, they are in night, and have their dwelling in fearful places.
1:2753
Καὶ ὥσπερ καπνοῦ πλῆθός ἐστιν ἐν οἴκῳ ἑνί, οὕτως ἐστὶ καὶ ἁμαρτία μετὰ τῶν λογισμῶν αὐτῆς τῶν ῥυπαρῶν ἐγκαθεζομένη καὶ ἐφέρπουσα εἰς τοὺς λογισμοὺς τῆς καρδίας, καὶ ἄπειρον πλῆθος δαιμόνων
正如一所房屋裡滿了煙;照樣,罪和它污穢的意念也安頓在那裡,潛入心中的意念,並有無數的鬼魔。
And just as there is a mass of smoke in one house, so too is sin with its filthy thoughts settled and creeping into the thoughts of the heart, along with a countless multitude of demons.
1:2754
Ὥσπερ δὲ ἐν τοῖς φαινομένοις πολέμου συγκροτουμένου οὐκ ἀπέρχονται οἱ σοφοὶ καὶ μεγιστᾶνες ἐκεῖ, ἀλλὰ φοβούμενοι τὸν θάνατον ἀπομένουσι, λοιπὸν προβάλλονται οἱ τήρωνες καὶ οἱ πένητες καὶ οἱ ἰδιῶται·
但正如在看得見的戰爭中,當交鋒之時,智者和顯貴並不前往,反倒因怕死而留在後面,於是把新兵、窮人和平民推到前面;
But just as, in the visible warfare when battle is joined, the wise and the great men do not go there, but fearing death stay behind, and then the recruits and the poor and the common folk are put forward;
1:2755
καὶ συμβαίνει, ὅτι νίκην ἐργάζονται κατὰ τῶν πολεμίων καὶ διώκουσιν αὐτοὺς ἐκ τῶν ὁρίων καὶ τὰ ἐπινίκια καὶ τοὺς στεφάνους λαμβάνουσιν ἀπὸ τοῦ βασιλέως καὶ ἔρχονται εἰς προκοπὰς καὶ ἀξιώματα, κἀκεῖνοι οἱ μεγάλοι ὀπίσω τούτων εὑρίσκονται, οὕτως ἐστὶ καὶ εἰς τὸ μέρος τὸ πνευματικόν
結果他們得勝那些仇敵,把他們逐出境外,從王那裡領受勝利和冠冕,得了晉升和尊位,而那些大人物反落在他們後面;在屬靈的領域裡也是如此。
and it happens that they win the victory over the enemies and drive them out of the borders, and receive the triumphs and the crowns from the king, and come to advancements and dignities, while those great ones are found behind them; so it is too in the spiritual realm.
1:2756
οἱ ἰδιῶται, ἀκούοντες ἐξ ἀρχῆς τὸν λόγον, φιλαλήθει λογισμῷ τὸ ἔργον αὐτοῦ ποιοῦσι καὶ λαμβάνουσι παρὰ θεοῦ τὴν χάριν τοῦ πνεύματος
那些單純的人,一開始聽見道,便以愛慕真理的心去行那道的工作,從神領受聖靈的恩典。
The simple, hearing the word from the start, with a truth-loving mind do their work and receive from God the grace of the Spirit.
1:2757
οἱ δὲ σοφοὶ καὶ λεπτῶς ζητοῦντες τὸν λόγον, οὗτοι φεύγουσι τὸν πόλεμον καὶ οὐ προκόπτουσι, καὶ ὀπίσω εὑρίσκονται τῶν πολεμησάντων καὶ νικησάντων
但那些智者,精細地推究這道,這些人卻逃避爭戰,不得長進,反落在那些爭戰得勝者的後面。
But the wise who seek out the word subtly, these flee the battle and do not advance, and are found behind those who fought and conquered.
1:2758
Ὥσπερ δὲ οἱ ἄνεμοι σφοδρῶς πνέοντες πάντα τὰ κτίσματα τὰ ὑπὸ τὸν οὐρανὸν κινοῦσι καὶ ἦχον πολὺν ἀποτελοῦσιν, οὕτως δύναμις τοῦ ἐχθροῦ κρούει καὶ φέρει τοὺς λογισμοὺς καὶ σαλεύει τὰ βάθη τῆς καρδίας πρὸς τὸ ἑαυτοῦ θέλημα, καὶ εἰς τὴν διακονίαν αὐτοῦ σκορπίζει τοὺς λογισμούς
正如猛烈吹颳的風使天下一切受造之物搖動,發出極大的響聲;照樣,仇敵的勢力也衝擊、捲走人的意念,按著牠自己的意思搖撼人心的深處,把意念驅散去服事牠。
And just as the winds blowing fiercely move all the creatures under heaven and produce a great roar, so the power of the enemy beats upon and carries off the thoughts and shakes the depths of the heart toward its own will, and scatters the thoughts into its own service.
1:2759
Ὥσπερ εἰσὶν οἱ τελῶναι καθεζόμενοι εἰς τὰς στενὰς ὁδοὺς καὶ κατέχοντες τοὺς παριόντας καὶ διασείοντες, οὕτως καὶ οἱ δαίμονες ἐπιτηροῦσι καὶ κατέχουσι τὰς ψυχὰς καὶ ἐν τῷ ἐξέρχεσθαι αὐτὰς ἐκ τοῦ σώματος·
正如有稅吏坐在狹路上,攔住過路的人並勒索他們;照樣,那些鬼魔也窺伺並攔阻靈魂,當靈魂出離身體之時;
Just as there are tax collectors sitting at the narrow ways and seizing the passers-by and extorting from them, so too the demons watch and detain the souls as they go out of the body;
1:2760
ἐὰν μὴ τελείως καθαρισθῶσιν, οὐκ ἐπιτρέπονται ἀνελθεῖν εἰς τὰς μονὰς τοῦ οὐρανοῦ καὶ ἀπαντῆσαι τῷ δεσπότῃ αὐτῶν·
靈魂若沒有完全得潔淨,就不得上升到天上的住處,與他們的主相見;
if they are not perfectly cleansed, they are not permitted to ascend to the mansions of heaven and to meet their Master;
1:2761
καταφέρονται γὰρ ὑπὸ τῶν ἀερίων δαιμόνων
因為他們被空中的鬼魔拉下。
for they are dragged down by the demons of the air.
1:2762
εἰ δὲ ὑπάρχοντες ἐν σαρκὶ ἔτι διὰ πόνου καὶ ἀγῶνος πολλοῦ τὴν ἐξ ὕψους παρὰ τοῦ κυρίου κτήσονται χάριν, δηλαδὴ οὗτοι μετὰ τῶν δι' ἐναρέτου ἀναπαυσαμένων πολιτείας πρὸς τὸν κύριον ἀπελεύσονται, καθὼς ἐπηγγείλατο·
但他們若仍在肉身之時,藉著許多勞苦與爭戰,從上頭領受了從主而來的恩典,那麼這些人必與那些藉著有德行的生活得了安息的人一同往主那裡去,正如祂所應許的:
But if, while still in the flesh, through much toil and struggle they obtain from on high the grace from the Lord, then assuredly these, together with those who have found rest through a virtuous manner of life, will depart to the Lord, as He promised:
1:2763
ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ διάκονος ἐμὸς ἔσται, καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας συμβασιλεύσουσι τῷ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων
我在哪裡,服事我的人也要在那裡;他們要與父、子、聖靈一同作王,直到無窮的世代,直到世世代代。
Where I am, there shall my servant also be; and they shall reign together unto the boundless ages with the Father and the Son and the Holy Spirit, unto the ages of ages.
1:2764
προσερχόμενος τῷ θεῷ καὶ Χριστοῦ πάρεδρος ἐν ἀληθείᾳ θέλων εἶναι, τούτου χάριν τοῦ σκοποῦ ὀφείλει προσέρχεσθαι τοῦ ἀλλαγῆναι αὐτὸν καὶ μεταβληθῆναι ἀπὸ τῆς προτέρας καταστάσεως καὶ ἀναστροφῆς, καὶ καλὸν καὶ καινὸν ἄνθρωπον ἀποδειχθῆναι μηδέν τι τοῦ παλαιοῦ ἀνθρώπου ἐπιφερόμενον·
凡到神面前、真願與基督同坐的人,理當懷著這樣的目標來:使自己被改變、被轉化,脫離先前的光景和生活方式,顯為一個良善而新造的人,絲毫不帶著舊人的東西;
He who comes to God and truly wishes to be an associate of Christ ought to come to Him with this aim: that he be changed and transformed from his former state and manner of life, and be shown to be a good and new man, bearing nothing of the old man;
1:2765
εἴ τις γάρ φησιν ἐν Χριστῷ, καινὴ κτίσις
因為他說,若有人在基督裡,他就是新造的人。
for if anyone, he says, is in Christ, he is a new creation.
1:2766
κατεστραμμένην τοῖς πάθεσι διὰ τὴν παράβασιν, κεράσας τῷ ἰδίῳ αὐτοῦ πνεύματι τῆς θεότητος
那因著違犯而被情慾傾覆的靈魂,祂用自己神性的靈與之調和,
the [soul] overthrown by the passions through the transgression, having mingled it with His own Spirit of the Deity,
1:2767
καινὸν νοῦν καὶ καινὴν ψυχὴν, καινοὺς ὀφθαλμούς, καινὰ ὦτα, καινὴν γλῶτταν πνευματικήν, καὶ ἁπαξαπλῶς καινοὺς ἀνθρώπους τοὺς πιστεύοντας αὐτῷ ἦλθεν ἀπεργάσασθαι, ἤτοι καινοὺς ἀσκούς, χρίσας αὐτοὺς τῷ ἑαυτοῦ φωτὶ τῆς γνώσεως, ἵνα βάλῃ νέον οἶνον, ἐστι τὸ πνεῦμα αὐτοῦ·
祂來,是要把那些信祂的人造成新的心思、新的靈魂、新的眼、新的耳、新的屬靈的舌頭,總之造成新人,就是新皮袋,用祂自己知識的光膏抹他們,好把新酒,就是祂的靈,裝進去;
a new mind and a new soul, new eyes, new ears, a new spiritual tongue, and in a word new persons He came to make of those who believe in Him, that is, new wineskins, anointing them with His own light of knowledge, that He might put in new wine, which is His Spirit;
1:2768
οἶνον γάρ φησι νέον εἰς ἀσκοὺς καινοὺς βλητέον
因為祂說,新酒必須裝在新皮袋裡。
for new wine, He says, must be put into new wineskins.
1:2769
ὥσπερ γὰρ ἐχθρός, λαβὼν τὸν ἄνθρωπον ὑποχείριον, καινὸν αὐτὸν εἰς ἑαυτὸν ἀπειργάσατο, πάθεσι κακίας περιβαλὼν καὶ χρίσας τῷ πνεύματι τῆς ἁμαρτίας, τὸν οἶνον τῆς ἀνομίας πάσης καὶ κακῆς διδασκαλίας ἐνέβαλεν εἰς αὐτόν, οὕτως καὶ κύριος, λυτρωσάμενος αὐτὸν ἀπὸ τοῦ ἐχθροῦ, καινὸν ἀπειργάσατο, χρίσας τῷ ἑαυτοῦ πνεύματι, καὶ τὸν τῆς ζωῆς οἶνον, τὴν καινὴν τοῦ πνεύματος διδασκαλίαν, εἰς αὐτὸν ἐνέχεεν
正如仇敵把人擄到手下,重新將他造成屬牠的,給他披上邪惡的情慾,用罪的靈膏抹他,把一切不法和惡毒教訓的酒倒進他裡面;照樣,主把他從仇敵手中救贖出來,也重新造他,用自己的靈膏抹他,把生命的酒,就是聖靈新的教訓,倒進他裡面。
For just as the enemy, having taken a person captive under his hand, made him anew for himself, clothing him with the passions of wickedness and anointing him with the spirit of sin, and poured into him the wine of all lawlessness and evil teaching, so too the Lord, having redeemed him from the enemy, made him anew, anointing him with His own Spirit, and poured into him the wine of life, the new teaching of the Spirit.
1:2770
Ὃν γὰρ τρόπον ποιμὴν τὸ ψωριῶν πρόβατον δύναται θεραπεῦσαι καὶ ἀπὸ λύκων φυλάξαι, ὡσαύτως ἀληθινὸς ποιμὴν Χριστὸς ἐλθὼν μόνος ἠδυνήθη θεραπεῦσαι καὶ ἐπιστρέψαι τὸ ἀπολωλὸς καὶ ψωριῶν πρόβατον, τὸν ἄνθρωπον, ἀπὸ τῆς ψώρας καὶ λέπρας τῆς ἁμαρτίας
正如牧人能醫治長疥的羊,保守牠不被狼害;照樣,那真牧人基督來的時候,唯獨祂能醫治並挽回那失喪、長疥的羊,就是人,使他脫離罪的疥癬和痲瘋。
For in the way that a shepherd can heal the scabby sheep and guard it from wolves, so the true Shepherd, Christ, when He came, alone was able to heal and turn back the lost and scabby sheep, man, from the scab and leprosy of sin.
1:2771
οἱ γὰρ πρὶν ἱερεῖς καὶ λευῖται καὶ διδάσκαλοι οὐκ ἠδυνήθησαν θεραπεῦσαι τὴν ψυχὴν ταῖς προσφοραῖς τῶν δώρων καὶ θυσιῶν καὶ ῥαντισμοῖς αἵματος, ὅπου γε οὐδὲ ἑαυτοὺς ἠδυνήθησαν θεραπεῦσαι
因為先前的祭司、利未人和教師,不能用獻禮物、祭物和灑血來醫治靈魂,何況他們連自己也不能醫治;
For the former priests and Levites and teachers could not heal the soul with the offerings of gifts and sacrifices and sprinklings of blood, seeing that they could not heal even themselves;
1:2772
καὶ γὰρ αὐτοὶ ἀσθένειαν περιέκειντο·
因為他們自己也被軟弱所纏;
for they themselves too were beset with weakness;
1:2773
ἀδύνατον γὰρ φησὶν αἷμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίας
因為他說,公牛和山羊的血斷不能除罪。
for it is impossible, he says, for the blood of bulls and goats to take away sins.
1:2774
δὲ κύριος ἔλεγε, δεικνὺς τὴν ἀσθένειαν τῶν τότε ἰατρῶν·
主說了這話,顯明那時醫生的軟弱:
And the Lord said, showing the weakness of the physicians of that time:
1:2775
πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην·
你們必向我說這俗語:
You will surely say to me this parable:
1:2776
ἰατρέ, θεράπευσον σεαυτόν, ἀντὶ τοῦ·
醫生,你醫治自己吧;意思就是說:
Physician, heal yourself; meaning:
1:2777
οὔκ εἰμι ἐγὼ ὡς ἐκεῖνοι οἱ μήτε ἑαυτοὺς δυνάμενοι θεραπεύειν
我並不像那些連自己也不能醫治的人。
I am not like those who could not heal even themselves.
1:2778
ἐγώ εἰμι ἀληθινὸς ἰατρὸς καὶ καλὸς ποιμὴν θεὶς τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων, δυνάμενος θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ψυχῆς
我是真醫生,是好牧人,為羊捨命,能醫治靈魂一切的疾病和一切的軟弱。
I am the true physician and the good shepherd who lays down My life for the sheep, who is able to heal every disease and every infirmity of the soul.
1:2779
ἐγώ εἰμι τὸ ἄμωμον πρόβατον τὸ ἅπαξ προσενεχθέν, καὶ τοὺς ἐμοὶ προσερχομένους δυνάμενος θεραπεῦσαι
我是那無瑕疵的羔羊,一次獻上,能醫治凡到我這裡來的人。
I am the unblemished lamb, once offered, and able to heal those who come to Me.
1:2780
γὰρ ἀληθινὴ ἴασις τῆς ψυχῆς ἀπὸ κυρίου μόνου γίνεται·
因為靈魂真正的醫治唯獨從主而來;
For the true healing of the soul comes from the Lord alone;
1:2781
ἰδοὺ γάρ φησιν ἀμνὸς τοῦ θεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τῆς ψυχῆς δηλονότι πιστευσάσης αὐτῷ καὶ ἀγαπώσης αὐτὸν ἐξ ὅλης καρδίας
因為他說,看哪,神的羔羊,除去世人罪孽的,就是除去那盡心信祂、愛祂之靈魂的罪。
for behold, he says, the Lamb of God who takes away the sin of the world, that is, of the soul that believes in Him and loves Him with all its heart.
1:2782
ποιμὴν τοίνυν καλὸς τὸ ψωριῶν πρόβατον θεραπεύει·
如此,那好牧人醫治長疥的羊;
The good Shepherd, then, heals the scabby sheep;
1:2783
πρόβατον δὲ πρόβατον θεραπεῦσαι οὐ δύναται, καὶ εἰ μὴ θεραπευθῇ τὸ λογικὸν πρόβατον, ἄνθρωπος, εἰς ἐκκλησίαν κυρίου τὴν ἐπουράνιον οὐκ εἰσέρχεται
羊卻不能醫治羊;那有理性的羊,就是人,若不得醫治,就不能進入主屬天的教會。
but a sheep cannot heal a sheep, and unless the rational sheep, man, be healed, he does not enter into the heavenly church of the Lord.
1:2784
οὕτως γὰρ καὶ ἐν τῷ νόμῳ εἴρηται διὰ σκιᾶς καὶ εἰκόνος
因為在律法中也是這樣藉著預表和影兒說的。
For so also it has been said in the law, through a shadow and image.
1:2785
περὶ γὰρ τοῦ λεπροῦ καὶ μῶμον ἔχοντος ταῦτα αἰνίσσεται μηνῦον τὸ πνεῦμα·
因為論到那長大痲瘋的和有殘疾的,聖靈暗示並指明這些事:
For concerning the leper and the one having a blemish the Spirit hints at and signifies these things:
1:2786
λεπρὸς φησὶν μῶμον ἔχων οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου
他說,長大痲瘋的,或有殘疾的,不可進入主的會中。
A leper, he says, or one having a blemish shall not enter into the church of the Lord.
1:2787
ἀλλὰ προσέταξε τῷ λεπρῷ ἀπέρχεσθαι πρὸς τὸν ἱερέα καὶ παρακλήσει πολλῇ ἄγειν αὐτὸν εἰς τὸν οἶκον τῆς σκηνῆς αὐτοῦ καὶ ἐπιτιθέναι τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν λέπραν, σημειούμενον τὸν τόπον τῆς ἀφῆς τῆς λέπρας, καὶ θεραπεύειν
祂卻吩咐長大痲瘋的去見祭司,並要懇切地求祭司帶他進入帳幕的居所,把手按在痲瘋上,標明痲瘋瘡點的位置,加以醫治。
But He commanded the leper to go to the priest, and with much entreaty to bring him into the house of his tent, and to lay his hands upon the leprosy, marking the place of the spot of the leprosy, and to heal it.
1:2788
τὸν αὐτὸν τρόπον καὶ Χριστός, ἀληθινὸς ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, ταῖς λεπρώσαις ψυχαῖς λέπραν ἁμαρτίας καὶ ἐπικαλουμέναις αὐτὸν ἐπικαμπτόμενος εἰσέρχεται εἰς τὴν σκηνὴν τοῦ σώματος αὐτῶν καὶ θεραπεύει καὶ ἰᾶται τὰ πάθη
照樣,基督,就是那將來美事的真大祭司,也俯就那些被罪的痲瘋所染、又呼求祂的靈魂,進入他們身體的帳幕,醫治並治癒那些情慾。
In the same way also Christ, the true high priest of the good things to come, bending down to the souls leprous with the leprosy of sin that call upon Him, enters into the tent of their body and heals and cures the passions.
1:2789
καὶ οὕτως δυνήσεται ψυχὴ εἰσελθεῖν εἰς τὴν ἐπουράνιον ἐκκλησίαν τῶν ἁγίων τοῦ ἀληθινοῦ Ἰσραήλ
這樣,靈魂就得以進入那真以色列聖徒屬天的教會。
And thus the soul will be able to enter into the heavenly church of the saints of the true Israel.
1:2790
πᾶσα γὰρ ψυχὴ φοροῦσα λέπραν ἁμαρτίας παθῶν καὶ μὴ προσελθοῦσα τῷ ἀληθινῷ ἀρχιερεῖ καὶ θεραπευθεῖσα νῦν, εἰς τὴν παρεμβολὴν τῶν ἁγίων, εἰς τὴν ἐπουράνιον ἐκκλησίαν οὐκ εἰσέρχεται·
因為凡帶著情慾之罪的痲瘋、而如今還未到那真大祭司面前得醫治的靈魂,都不能進入聖徒的營,進入那屬天的教會;
For every soul bearing the leprosy of the sin of passions and not having come to the true high priest and been healed now, does not enter into the camp of the saints, into the heavenly church;
1:2791
ἀμώμους καὶ καθαρὰς ψυχὰς ζητεῖ
祂尋求無瑕疵、潔淨的靈魂。
He seeks souls unblemished and pure.
1:2792
μακάριοι γάρ φησιν οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται
因為他說,清心的人有福了,因為他們必得見神。
For blessed, he says, are the pure in heart, for they shall see God.
1:2793
δεῖ γὰρ τὴν ψυχὴν τὴν ἐν ἀληθείᾳ πιστεύουσαν Χριστῷ μετατεθῆναι καὶ ἀλλαγῆναι ἀπὸ τῆς νῦν πονηρᾶς καταστάσεως εἰς ἑτέραν κατάστασιν ἀγαθὴν καὶ ἀπὸ τῆς νῦν φύσεως ταπεινῆς εἰς ἑτέραν θείαν φύσιν, καὶ καινὴν αὐτὴν ἀπεργασθῆναι διὰ τῆς δυνάμεως τοῦ ἁγίου πνεύματος·
因為真信基督的靈魂,必須從如今邪惡的光景被遷入另一個美善的光景,從如今卑微的本性被遷入另一個神聖的本性,並藉著聖靈的能力被造成新的;
For the soul that truly believes in Christ must be transferred and changed from the present evil state into another good state, and from the present lowly nature into another divine nature, and be made new through the power of the Holy Spirit;
1:2794
καὶ οὕτως δύναται χρησιμεῦσαι εἰς τὴν ἐπουράνιον βασιλείαν
這樣,它才能合用於那屬天的國。
and thus it can be of use for the heavenly kingdom.
1:2795
Τυχεῖν δὲ τούτων ἡμῖν ἔσται πιστεύουσι καὶ ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ καὶ ἐν πάσαις ταῖς ἁγίαις αὐτοῦ ἐντολαῖς ἀναστρεφομένοις
我們若真實地信祂、愛祂,並遵行祂一切聖潔的誡命,就必得著這些事。
And to attain these things shall be ours, if we believe and love Him in truth and walk in all His holy commandments.
1:2796
εἰ γὰρ ἐπὶ τοῦ Ἐλισσαίου τὸ φύσει κοῦφον ξύλον ἐν τοῖς ὕδασι βληθὲν ἀνήνεγκε τὸ φύσει βαρὺ σιδήριον, πόσῳ μᾶλλον ἐνταῦθα ἀποστελεῖ κύριος τὸ κοῦφον καὶ ἐλαφρὸν καὶ ἀγαθὸν καὶ ἐπουράνιον αὐτοῦ πνεῦμα, καὶ δι' αὐτοῦ τὴν βεβυθισμένην τοῖς ὕδασι τῆς πονηρίας ψυχὴν ἀνενέγκῃ καὶ κουφίσει καὶ πτερώσει πρὸς τὰ ὕψη τῶν οὐρανῶν καὶ μεταβαλεῖ καὶ ἀλλάξει αὐτὴν ἐκ τῆς ἰδίας φύσεως
因為在以利沙的事上,那本性輕的木頭丟在水裡,尚且把本性重的鐵浮了上來;何況在此處,主必差遣祂那輕巧、靈便、美善、屬天的靈,藉著它把沉沒在邪惡之水中的靈魂浮上來,使它輕省,給它翅膀,飛向諸天的高處,並從它本來的性質加以轉化、改變。
For if in the case of Elisha the wood, by nature light, when cast into the waters brought up the iron, by nature heavy, how much more here will the Lord send His light and gentle and good and heavenly Spirit, and through it bring up the soul sunk in the waters of wickedness, and lighten it and give it wings toward the heights of the heavens, and transform and change it from its own nature.
1:2797
καὶ ὥσπερ ἐν τοῖς φαινομένοις οὐδεὶς δύναται δι' ἑαυτοῦ περᾶσαι καὶ διελθεῖν τὴν θάλασσαν, εἰ μὴ ἔχει τὸ κοῦφον καὶ ἐλαφρὸν πλοῖον τὸ ἐκ ξύλου κατασκευασθέν, τὸ μόνον ἐπάνω τῶν ὑδάτων περιπατεῖν δυνάμενον·
正如在看得見的事上,人若沒有那輕便、靈巧、用木頭造成、唯一能在水面行走的船,就不能憑自己渡海、橫越大海;
And just as in visible things no one can by himself pass over and traverse the sea unless he has the light and nimble ship made of wood, which alone is able to walk upon the waters;
1:2798
καταποντίζεται γὰρ καὶ ἀπόλλυται, ἂν ἐπιβαίνῃ τις ἐν τῇ θαλάσσῃ, τὸν αὐτὸν τρόπον ἀδύνατον ψυχὴν δι' ἑαυτῆς διελθεῖν καὶ ὑπερβῆναι καὶ διαπερᾶσαι τὴν πικρὰν θάλασσαν τῆς ἁμαρτίας καὶ τὴν χαλεπὴν ἄβυσσον τῶν πονηρῶν δυνάμεων τοῦ σκότους τῶν παθῶν, εἰ μὴ τὸ ἐλαφρὸν καὶ οὐράνιον καὶ εὔπτερον τοῦ Χριστοῦ πνεῦμα δέξεται, ἐπάνω τῆς πονηρίας ὅλης περιπατοῦν καὶ διοδεῦον, δι' οὗ εὐθυδρόμως καὶ ὀρθῶς εἰς τὸν ἐπουράνιον λιμένα τῆς ἀναπαύσεως, εἰς τὴν πόλιν τῆς βασιλείας δυνήσεται καταντῆσαι
因為人若踏入海中,就被淹沒、滅亡;照樣,靈魂若不領受基督那輕便、屬天、善飛的靈,便不能憑自己渡過、越過並橫越那罪的苦海,和那情慾黑暗中邪惡勢力的可怕深淵;唯有那靈行在一切邪惡之上、橫越過去,靈魂才能藉著它筆直、正確地抵達那屬天安息的港口,就是那國度的城。
for he is drowned and perishes, if one steps out into the sea; in the same way it is impossible for a soul by itself to cross and pass over and traverse the bitter sea of sin and the grievous abyss of the evil powers of the darkness of the passions, unless it receive the light and heavenly and well-winged Spirit of Christ, which walks above and passes over all wickedness, through which it will be able to journey straight and aright to the heavenly harbor of rest, to the city of the kingdom.
1:2799
ὥσπερ δὲ οἱ ἐν τῷ πλοίῳ ἐκ τῆς θαλάσσης οὐκ ἀρύονται καὶ πίνουσιν οὔτε ἐξ αὐτῆς τὰ ἐνδύματα καὶ τὰς τροφὰς ἔχουσιν, ἀλλ' ἔξωθεν ἐν τῷ πλοίῳ ἐπικομίζονται, οὕτως αἱ ψυχαὶ τῶν Χριστιανῶν οὐκ ἐκ τοῦ αἰῶνος τούτου, ἀλλ' ἄνωθεν ἐξ οὐρανοῦ τροφὴν οὐράνιον καὶ ἐνδύματα πνευματικὰ λαμβάνουσι, κἀκεῖθεν ζῶσαι, ἐν τῇ νηῒ τοῦ ἀγαθοῦ καὶ ζωοποιοῦ πνεύματος ἐμβᾶσαι, παρέρχονται τὰς ἐναντίας τῶν ἀρχῶν καὶ ἐξουσιῶν πονηρὰς δυνάμεις
正如船上的人不從海裡汲水來喝,也不從海裡取得衣食,乃是從船外把這些帶進船裡;照樣,基督徒的靈魂不從這世代,乃是從上頭、從天上領受屬天的食物和屬靈的衣裳,靠那食物而活,登上那美善、賜生命之靈的船,就越過那執政掌權者敵對、邪惡的勢力。
And just as those in the ship do not draw and drink from the sea, nor have from it their clothing and food, but bring these in from outside into the ship, so the souls of Christians receive heavenly food and spiritual garments not from this age, but from above, from heaven, and living from thence, having embarked in the ship of the good and life-giving Spirit, they pass by the hostile evil powers of the principalities and authorities.
1:2800
καὶ ὥσπερ ἐκ μιᾶς φύσεως ξύλου πάντα τὰ πλοῖα κατασκευάζονται, δι' ὧν παρελθεῖν οἱ ἄνθρωποι τὴν πικρὰν δυνήσονται θάλασσαν, οὕτως ἐκ μιᾶς θεότητος φωτὸς οὐρανίου τῶν διαφόρων χαρισμάτων τοῦ ἑνὸς πνεύματος πᾶσαι τῶν Χριστιανῶν αἱ ψυχαὶ δυναμούμεναι τὴν ὅλην ὑπερίπτανται πονηρίαν
正如一切的船都是用同一本質的木頭造成,人藉著它得以渡過苦海;照樣,眾基督徒的靈魂也都從同一神性,就是屬天的光,藉著那獨一之靈的各樣恩賜得了能力,飛越過一切的邪惡。
And just as all ships are constructed from one nature of wood, by which men are able to pass over the bitter sea, so from one Deity, the heavenly light, by the various gifts of the one Spirit, all the souls of Christians, being empowered, fly over the whole of wickedness.
1:2801
Ἐπεὶ δὲ τὸ πλοῖον καὶ κυβερνήτου χρῄζει καὶ εὐκράτου καὶ ἡδέος ἀνέμου πρὸς τὸ διαπλεῦσαι καλῶς, ταῦτα πάντα αὐτός ἐστιν κύριος, ἐν τῇ πιστῇ ψυχῇ γινόμενος καὶ διαπερῶν αὐτὴν τοὺς δεινοὺς χειμῶνας καὶ τὰ ἄγρια τῆς πονηρίας κύματα καὶ τὰς καταιγίδας τῶν βιαίων τῆς ἁμαρτίας ἀνέμων, δυνατῶς καὶ ἐμπείρως καὶ ἐπιστημόνως, ὡς αὐτὸς ἐπίσταται, διαλύων τὸν κλύδωνα αὐτῶν
既然船需要舵手,也需要溫和宜人的風才能平穩航行;這一切,主自己就是了;祂進入那忠信的靈魂裡,帶它渡過那可怕的風暴、邪惡的狂浪和罪那暴烈之風的颶風,按祂自己所知,以大能、老練、嫻熟的方式平息它們的波濤。
And since the ship needs both a helmsman and a temperate and pleasant wind to sail well, all these the Lord Himself is, coming to be in the faithful soul and carrying it through the dread storms and the wild waves of wickedness and the squalls of the violent winds of sin, powerfully and expertly and skillfully, as He Himself knows, dissolving their surge.
1:2802
ἄνευ γὰρ τοῦ ἐπουρανίου κυβερνήτου Χριστοῦ ἀδύνατόν τινι παρελθεῖν τὴν πονηρὰν θάλασσαν τῶν δυνάμεων τοῦ σκότους καὶ τῶν πικρῶν πειρασμῶν τὰ καταφυσήματα·
因為若沒有那屬天的舵手基督,無人能渡過那黑暗勢力的惡海,和那苦毒試探的狂吹;
For without the heavenly helmsman, Christ, it is impossible for anyone to pass over the evil sea of the powers of darkness and the blasts of the bitter temptations;
1:2803
ἀναβαίνουσι γάρ φησιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων
因為他說,它們上到天上,下到深淵。
for they mount up, he says, to the heavens and go down to the depths.
1:2804
πᾶσαν δὲ κυβερνητικὴν ἐπιστήμην καὶ πολέμων καὶ πειρασμῶν ἐπίσταται, ὑπεράνω τῶν ἀγρίων κυμάτων ἐπιβαίνων·
祂洞悉舵手一切的本領,並戰爭與試探之術,乘駕在狂浪之上;
And He knows all the helmsman's skill and that of wars and temptations, riding above the wild waves;
1:2805
αὐτὸς γάρ φησι πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθῆσαι
因為他說,祂自己既然被試探而受苦,就能搭救那些受試探的人。
for He Himself, he says, having been tempted, is able to help those who are tempted.
1:2806
καὶ γὰρ μακάριος Παῦλος περὶ τῆς μεταβολῆς αὐτοῦ καὶ καταλήψεως, ἧς κατελήφθη ὑπὸ κυρίου, γράφει ταῦτα·
因為那有福的保羅論到他的轉變,以及他被主所得著的事,也這樣寫道:
For the blessed Paul too, concerning his transformation and the apprehension by which he was apprehended by the Lord, writes thus:
1:2807
διώκω δέ, εἰ καὶ καταλάβω, ἐφ' καὶ κατελήφθην ὑπὸ Χριστοῦ
我竭力追求,或者可以得著,因我已經被基督所得著了。
I press on, that I may also apprehend that for which also I was apprehended by Christ.
1:2808
θεοῦ; ὥσπερ ἐὰν αἰχμαλωσίαν τινὰ τύραννος ἁρπάσας ἀπάγῃ, εἶτα καταληφθῇ ὑπὸ τοῦ ἀληθινοῦ βασιλέως, οὕτω καὶ Παῦλος, ὅτι ὑπὸ τοῦ τυραννικοῦ πνεύματος τῆς ἁμαρτίας ἐνηργεῖτο, τὴν ἐκκλησίαν ἐδίωκε καὶ ἐσκύλευεν·
正如一個暴君擄掠並帶走某個俘虜,後來自己卻被那真王所擒;照樣,保羅因被罪那暴虐的靈所驅使,就逼迫並殘害教會;
of God? Just as if a tyrant should seize and carry off some captive, and then he himself be apprehended by the true king, so too Paul, because he was being worked upon by the tyrannical spirit of sin, was persecuting and despoiling the church;
1:2809
ἀλλ' ἐπειδὴ ζήλῳ θεοῦ κατὰ ἄγνοιαν ἐποίει, ὡς ὑπὲρ ἀληθείας ἀγωνιζόμενος, οὐ παρωράθη, ἀλλὰ κατέλαβεν αὐτὸν κύριος, περιλάμψας ἀρρήτως ἐπουράνιος καὶ ἀληθινὸς βασιλεὺς καὶ φωνῆς τῆς αὐτοῦ τοῦτον ἀξιώσας, καὶ ῥαπίσας ὡς δοῦλον ἠλευθέρωσεν
但因他是出於對神的熱心、出於無知而行的,像是為真理爭戰的人,所以他沒有被撇下,乃是主得著了他;那屬天、真實的王以難以言喻的光環照他,使他配得聽見祂的聲音,並像擊打奴僕一樣擊打他,使他得了自由。
but since he did it in zeal for God, according to ignorance, as one contending for the truth, he was not overlooked, but the Lord apprehended him, the heavenly and true King shining round about him ineffably and deeming him worthy of His own voice, and, smiting him as a slave, set him free.
1:2810
ἴδε δεσπότου ἀγαθότητα καὶ μεταβολήν, πῶς δύναται μεταβαλεῖν ψυχὰς τὰς τῇ κακίᾳ συμπλακείσας καὶ ἀγρίας ἀποκαταστάσας, καὶ ῥοπῇ ὥρας εἰς τὴν ἑαυτοῦ ἀγαθότητα καὶ εἰρήνην μετενεγκεῖν·
你看主的良善和轉化的能力,祂怎樣能轉化那些纏在邪惡中、變得兇暴的靈魂,在轉瞬之間把它們遷入祂自己的良善與平安;
Behold the goodness and transforming power of the Master, how He can transform souls entangled in wickedness and grown savage, and in the turn of an hour carry them over into His own goodness and peace;
1:2811
πάντα γὰρ δυνατὰ παρὰ θεῷ, ὥσπερ ἐπὶ τοῦ λῃστοῦ γέγονε·
因為在神凡事都能,正如在那強盜的事上所成就的;
for all things are possible with God, as happened in the case of the thief;
1:2812
ῥοπῇ ὥρας διὰ τῆς πίστεως μετεβλήθη καὶ εἰς παράδεισον ἀπεκατέστη
在轉瞬之間,他藉著信被轉化,得以復歸樂園。
in the turn of an hour, through faith, he was transformed and restored to paradise.
1:2813
διὰ τοῦτο ἦλθεν κύριος, ἵνα τὰς ψυχὰς ἡμῶν ἀλλάξῃ καὶ ἀνακτίσῃ καὶ ποιήσῃ αὐτάς, καθὼς γέγραπται, θείας κοινωνοὺς φύσεως, καὶ δοῦναι εἰς τὴν ψυχὴν ἡμῶν ἐπουράνιον ψυχήν, τουτέστι πνεῦμα θεότητος ὁδηγοῦν ἡμᾶς εἰς πᾶσαν ἀρετήν, ὅπως ζωὴν αἰώνιον ζῆσαι δυνηθῶμεν
主來正是為此:好叫祂改變我們的靈魂,重新創造、成全它們,如經上所記,使它們得與神的性情有分,並把屬天的魂,就是神性的靈,賜給我們的靈魂,引導我們進入各樣的德行,使我們得以活出永遠的生命。
For this reason the Lord came, that He might change our souls and recreate and make them, as it is written, partakers of the divine nature, and give to our soul a heavenly soul, that is, a Spirit of the Deity guiding us into every virtue, that we might be able to live eternal life.
1:2814
Εἴη τοίνυν ἐξ ὅλης καρδίας πιστεῦσαι ἡμᾶς ταῖς ἀνεκδιηγήτοις αὐτοῦ ἐπαγγελίαις, ὅτι ἀληθής ἐστιν ἐπαγγειλάμενος
所以願我們能盡心相信祂那難以言喻的應許,知道那應許的是信實的。
May it be ours, then, to believe with all our heart in His ineffable promises, that He who promised is faithful.
1:2815
χρὴ οὖν ἀγαπῆσαι τὸν κύριον καὶ σπουδάσαι παντοίως ἐν πάσαις ἀρεταῖς καὶ αἰτῆσαι ἐπιμόνως καὶ ἐνδελεχῶς, ὥστε δέξασθαι τὴν ἐπαγγελίαν τοῦ πνεύματος αὐτοῦ ὁλοκλήρως καὶ τελείως, ἵνα ζωοποιηθῶσιν αἱ ψυχαὶ ἡμῶν, ὡς ἔτι ἐν σαρκί ἐσμεν
因此我們應當愛主,竭力在一切德行上各盡所能,又持續不斷地祈求,好完全、純全地領受祂聖靈的應許,使我們的靈魂在還活在肉身之時就得著生命。
We ought therefore to love the Lord and to strive in every way in all virtues, and to ask persistently and unceasingly, so as to receive the promise of His Spirit wholly and perfectly, that our souls may be made alive while we are yet in the flesh.
1:2816
εἰ μὴ γὰρ ἐν τῷ κόσμῳ τούτῳ δέξεται ψυχὴ τὸν ἁγιασμὸν τοῦ πνεύματος διὰ πολλῆς πίστεως καὶ δεήσεως, καὶ κοινωνὸς θείας φύσεως γένηται, ἀνακραθεῖσα τῇ χάριτι, δι' ἧς πᾶσαν ἐντολὴν ἀμώμως καὶ καθαρῶς ἐπιτελεῖν δυνήσεται, ἀποίητός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
因為靈魂若不在這世上,藉著大信與懇求領受聖靈的成聖,與恩典調和、成為與神性有分的人,得以無可指摘、純潔地遵行各樣的誡命,就不配進天國。
For unless in this world the soul receive the sanctification of the Spirit through much faith and supplication, and become a partaker of the divine nature, mingled with grace, by which it can fulfill every commandment blamelessly and purely, it is unfit for the kingdom of heaven.
1:2817
ὅπερ γάρ τις ἐντεῦθεν ἀγαθὸν ἐκτήσατο, τοῦτο αὐτὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔσται αὐτοῦ ζωὴ διὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας
因為人在此生所得著的甚麼善,到那日這善本身就要藉著父、子、聖靈成為他的生命,直到永遠。
For whatever good a person has acquired from here, that very thing will be his life in that day, through the Father and the Son and the Holy Spirit, unto the ages.
1:2818
τὸν μονήρη βίον ἐπιλεξάμενος πάντα τὰ ἐν τῷ κόσμῳ τούτῳ στρεφόμενα πράγματα ἀλλότρια ἑαυτοῦ καὶ ξένα ἡγεῖσθαι ὀφείλει
凡揀選獨修生活的人,理當把這世上一切周旋的事都看為與自己無干、陌生的。
He who has chosen the solitary life ought to regard all the affairs that revolve in this world as alien and strange to himself.
1:2819
γὰρ ἐξ ἀληθείας μεταδιώκων τὸν σταυρὸν τοῦ Χριστοῦ πάντα ἀρνησάμενος, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, προσηλωμένον τὸν νοῦν εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ ἔχειν ὀφείλει, προτιμῶν δηλαδὴ τὸν κύριον γονέων, ἀδελφῶν, γυναικός, τέκνων, συγγενείας, φίλων, ὑπαρχόντων
因為那真實追求基督十字架的人,既撇下了萬事,甚至撇下自己的魂,就理當把心思釘在對基督的愛上,就是把主看得比父母、弟兄、妻子、兒女、親屬、朋友、財產都更寶貴。
For he who in truth pursues the cross of Christ, having renounced all things, and even his own soul, ought to keep his mind nailed to the love of Christ, preferring, that is, the Lord above parents, brothers, wife, children, kindred, friends, possessions.
1:2820
τοῦτο γὰρ Χριστὸς ἀπεφήνατο εἰπών·
因為基督宣告了這事,說:
For this Christ declared, saying:
1:2821
πᾶς ὅς τις οὐκ ἀφῆκε πατέρα μητέρα ἀδελφοὺς γυναῖκα τέκνα ἀγρούς, καὶ οὐκ ἀκολουθεῖ μοι, οὐκ ἔστι μου ἄξιος
凡不撇下父母、弟兄、妻子、兒女、田地、又不跟從我的,就不配作我的人。
Everyone who has not left father or mother or brothers or wife or children or fields, and does not follow Me, is not worthy of Me.
1:2822
ἐν οὐδενὶ γὰρ ἑτέρῳ εὑρίσκεται σωτηρία τοῖς ἀνθρώποις καὶ ἀνάπαυσις, ὡς ἠκούσαμεν
因為正如我們所聽見的,人除祂以外,在別處再無拯救和安息。
For in no other is there found salvation and rest for men, as we have heard.
1:2823
Πόσοι γὰρ βασιλεῖς ἀνεφάνησαν ἐκ τοῦ γένους Ἀδὰμ κρατοῦντες πάσης τῆς γῆς, μέγα φρονοῦντες ἐπὶ τῇ βασιλικῇ δυναστείᾳ, καὶ τούτων οὐδεὶς διὰ τῆς τοιαύτης ἱκανότητος ἴσχυσε γνωρίσαι τὴν ἐκ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου ἐπεισελθοῦσαν τῇ ψυχῇ κακίαν καὶ σκοτίσασαν αὐτὴν πρὸς τὸ μὴ ἐπιγνῶναι τὴν μεταβολήν
因為從亞當的族類中出了多少君王,掌管全地,因王權而自高自大,他們中卻無一人能藉這樣的本事,認出那從頭一個人違犯而進入靈魂、又使靈魂黑暗、以致看不出已有改變的那惡。
For how many kings have appeared from the race of Adam, ruling over the whole earth, thinking highly of themselves on account of their royal power, and not one of them through such capacity was able to recognize the wickedness that, from the transgression of the first man, entered into the soul and darkened it so that it could not perceive the change.
1:2824
ὅτι τὸ πρῶτον καθαρεύων νοῦς ἑώρα τὸν δεσπότην αὐτοῦ ἐν ἀξιώματι ὤν, καὶ νῦν ἐνδέδυται διὰ τὴν ἔκπτωσιν αἰσχύνην, τυφλωθέντων τῶν ὀφθαλμῶν τῆς καρδίας τοῦ μὴ βλέπειν ἐκείνην τὴν δόξαν, ἣν ἔβλεπε πρὸ τῆς παρακοῆς πατὴρ ἡμῶν Ἀδάμ
因為起初心思純潔之時,得見它的主在尊榮中;如今卻因墮落而披上羞恥,心的眼睛被弄瞎,以致看不見那榮耀,就是我們的祖宗亞當在悖逆之前所看見的榮耀。
For at first the mind, being pure, beheld its Master in His dignity, but now, because of the fall, it has been clothed in shame, the eyes of the heart having been blinded so as not to see that glory which our father Adam beheld before the disobedience.
1:2825
Ἐγένοντο δὲ καὶ διάφοροι σοφοὶ κατὰ κόσμον, ὧν οἱ μὲν διὰ φιλοσοφίας ἀρετὴν ἐπεδείξαντο, οἱ δὲ τὴν σοφιστικὴν ἐξασκήσαντες ἐθαυμαστώθησαν
世上也有各樣的智者,有的藉哲學顯出才德,有的操練詭辯之術而受人稱羨;
There have also been various wise men in the world, of whom some displayed virtue through philosophy, and others, having practiced sophistry, were admired;
1:2826
ἄλλοι τὴν ῥητορικὴν ἐπεδείξαντο δεινότητα, ἄλλοι γραμματικοὶ καὶ ποιηταὶ γενόμενοι τὰς κατὰ τὴν συνθήκην ἱστορίας συνεγράψαντο
有的在修辭上顯出機巧;有的成了文法家和詩人,按文章的章法撰寫史事。
others displayed cleverness in rhetoric; others, becoming grammarians and poets, composed histories according to literary arrangement.
1:2827
ἀλλὰ καὶ τεχνῖται διάφοροι γεγόνασι τὰς κατὰ τὸν κόσμον ἐξασκήσαντες τέχνας·
也有各樣的工匠,操練世上的技藝;
But there have also been various craftsmen who practiced the arts of the world;
1:2828
καὶ εἰκόνας ἀνθρώπων, ἐν ἐκείνοις τὴν ἑαυτῶν ἀρετὴν ἐπιδεῖξαι ἐσπούδασαν·
他們熱中於藉人像來顯出自己的本事;
and they were eager to display their own skill in [making] images of men;
1:2829
ἄλλοι δὲ διὰ χαλκοῦ ὁμοιώματα ἀνδριάντων καὶ ἄλλων τινῶν ἐπεχείρησαν κατασκευάσαι·
有的著手用銅鑄造塑像和其他種種的形像;
others undertook to fashion likenesses of statues and of certain other things out of bronze;
1:2830
ἄλλοι οἰκοδομὰς μεγίστας καὶ περικαλλεῖς ἔκτισαν
有的建造極其宏偉華美的建築物;
others built very great and beautiful edifices;
1:2831
ἕτεροι δὲ τὴν γῆν ὀρύσσοντες ἀναφέρουσι τὸν φθειρόμενον ἄργυρον καὶ χρυσόν, ἄλλοι δὲ λίθους τιμίους
又有的挖掘地土,採出那必朽壞的銀和金,有的採出寶石;
and others, digging the earth, bring up the perishable silver and gold, and others precious stones;
1:2832
ἄλλοι δὲ κάλλη σωμάτων ἔχοντες, ἐπὶ τῇ ὡραιότητι τῶν προσώπων ἐπαιρόμενοι μᾶλλον ἐδελεάσθησαν ὑπὸ τοῦ σατανᾶ καὶ εἰς ἁμαρτίαν ἔπεσον
又有的有俊美的身體,因面貌的姣好而自高,反倒更被撒但所誘,陷在罪中。
and others, having beauty of body, exalted over the comeliness of their faces, were all the more ensnared by Satan and fell into sin.
1:2833
καὶ οὗτοι πάντες οἱ προρρηθέντες τεχνῖται, κατεχόμενοι ὑπὸ τοῦ ἔνδον οἰκοῦντος ὄφεως καὶ μὴ γνόντες τὴν σύνοικον αὐτοῖς ἁμαρτίαν, αἰχμάλωτοι καὶ δοῦλοι τῆς πονηρᾶς δυνάμεως γεγόνασι, μηδὲν ὠφεληθέντες ἀπὸ τῆς ἐπιστήμης καὶ τέχνης αὐτῶν
這一切前面所說的工匠,都被那住在裡面的蛇所挾制,不認得那與他們同住的罪,就成了那邪惡勢力的俘虜和奴僕,他們的學問和技藝對他們毫無益處。
And all these aforesaid craftsmen, held fast by the serpent dwelling within and not knowing the sin that lived together with them, became captives and slaves of the evil power, in nothing profited by their knowledge and craft.
1:2834
ἔοικεν οὖν κόσμος πάσης ποικιλίας πεπληρωμένος ἀνθρώπῳ πλουσίῳ κεκτημένῳ οἴκους λαμπροὺς καὶ μεγάλους, χρυσόν τε καὶ ἄργυρον καὶ κτήσεις διαφόρους καὶ πᾶσαν ὑπηρεσίαν ἄφθονον·
如此說來,這充滿各樣繁複事物的世界,好像一個富人,擁有華麗宏偉的房屋、金銀和各樣的財產,以及各種豐富的僕役;
The world, then, filled with every kind of variety, resembles a rich man possessing splendid and great houses, gold and silver and various possessions and abundant service of every sort;
1:2835
ἀθρόως δὲ συσχεθέντι νόσοις καὶ πάθεσι πᾶσα παρέστηκεν συγγένεια, μετὰ παντὸς τοῦ πλούτου μὴ δυναμένη αὐτὸν ἐξελέσθαι τῆς ἀσθενείας
但當他忽然被疾病和病痛所纏,他所有的親屬都站在旁邊,卻連同他一切的財富也不能救他脫離那病。
but when he is suddenly seized by diseases and ailments, all his kindred stand by, yet with all his wealth are unable to deliver him from the sickness.
1:2836
οὐδεμία τοίνυν σπουδὴ τῶν κατὰ τὸν βίον, ἀδελφοί, οὐ πλοῦτος, οὐκ ἀνδρεία, οὔτ' ἄλλα ὅσα προείρηται, τὴν βεβαπτισμένην ὑπὸ τῆς ἁμαρτίας ψυχὴν καὶ καθαρῶς διαβλέψαι μὴ δυναμένην ἐξαιρεῖται τῆς ἁμαρτίας, εἰ μὴ μόνη τοῦ Χριστοῦ ἐπιφάνεια καθαρίσαι δύναται ψυχὴν καὶ σῶμα
所以弟兄們,今生的事,無論是財富、勇力,或前面所說的其他一切,都不能使那被罪淹沒、不能看清的靈魂脫離罪;唯有基督的顯現能潔淨靈魂與身體。
No earnest endeavor, therefore, of the things of this life, brothers, neither wealth, nor strength, nor any of the other things aforesaid, can deliver from sin the soul that has been overwhelmed by sin and is unable to see clearly; only the appearing of Christ can cleanse soul and body.
1:2837
πάσης οὖν ἀπαλλαγέντες τῆς κατὰ τὸν βίον μερίμνης σχολάσωμεν τῷ κυρίῳ, βοῶντες πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας
所以我們既脫離了今生一切的掛慮,就當專心歸與主,晝夜向祂呼求。
Being delivered, then, from all the cares of this life, let us give our leisure to the Lord, crying out to Him night and day.
1:2838
γὰρ φαινόμενος οὗτος κόσμος καὶ ἐν αὐτῷ ἀνάπαυσις, ὅσῳ τὸ σῶμα δοκοῦσι θάλπειν, τοσοῦτον τῆς ψυχῆς τὰ πάθη παροξύνουσι καὶ αὔξουσιν αὐτῆς τὴν κάκωσιν
因為這看得見的世界和其中的安逸,越是看似溫養身體,就越是激動並加增靈魂的情慾和它的痛苦。
For this visible world and the rest in it, in proportion as they seem to cherish the body, so much do they provoke and increase the passions of the soul and its affliction.
1:2839
Ἀνὴρ δέ τις φρόνιμος, ἐπιθυμήσας ἐπιμέλειαν ποιήσασθαι τῆς ψυχῆς, ἐσπούδασεν ἀποπειραθῆναι πάντων τῶν κυλιομένων ἐν τῷ αἰῶνι τούτῳ, εἴ πως εὑρεῖν ὠφέλειαν δυνηθῇ
有一個聰明人,渴望顧念自己的靈魂,就竭力試遍這世代中一切轉動的事物,看是否能尋得益處。
Now a certain prudent man, desiring to take care of his soul, was eager to make trial of all the things that roll about in this age, to see if somehow he might find profit.
1:2840
προσῆλθε βασιλεῦσι, δυνάσταις, ἄρχουσι, καὶ οὐχ εὗρεν ἴαμα σωτηριῶδες ἐκεῖθεν τῇ ψυχῇ προσενέγκαι, καὶ τούτοις ἐπὶ πολὺ συνδιατρίψας οὐδὲν ὤνησεν
他去見君王、權貴、首領,卻不能從他們那裡為靈魂得著救治的良藥,與他們相處許久,毫無所得。
He approached kings, rulers, princes, and found there no saving remedy to bring to his soul, and having spent much time with them gained nothing.
1:2841
ἀπῆλθεν αὖθις πρὸς τοὺς σοφοὺς τοῦ κόσμου καὶ ῥήτορας·
他又去到世上的智者和雄辯家那裡;
He went away again to the wise of the world and the orators;
1:2842
τῷ αὐτῷ τρόπῳ κατέλιπε κἀκείνους, μηδὲν κέρδος ἀπενεγκάμενος
他照樣離了他們,也得不著甚麼益處。
in the same way he left them too, carrying away no gain.
1:2843
διῆλθε διὰ τῶν ζωγράφων καὶ τῶν τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἀπὸ γῆς ἀναφερόντων, διὰ πάντων τε τῶν τεχνιτῶν, καὶ οὐδεμίαν θεραπείαν ἴσχυσε τοῖς ἰδίοις ἐφευρεῖν τραύμασι
他歷遍那些畫師、那些從地裡採出金銀的人,以及一切工匠,仍不能為自己的傷口尋得醫治。
He passed through the painters and those who bring up gold and silver from the earth, and through all the craftsmen, and was unable to find any cure for his own wounds.
1:2844
τέλος ἀναχωρήσας τούτων ἐπεζήτει ἑαυτῷ θεὸν ἰώμενον τὰ πάθη καὶ τὰς νόσους τῆς ψυχῆς
最後他離開這些,為自己尋求那能醫治靈魂之情慾和疾病的神。
At last, withdrawing from these, he sought for himself a God who heals the passions and diseases of the soul.
← 上一段下一段 →
1