📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 五十篇屬靈講道

馬卡里烏斯

五十篇屬靈講道 第 1 章 第 18/19 段

希臘文原文.174 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2845–1:3018(全章共 3114 節)

← 上一段下一段 →
1:2845
ὡς δὲ ἐπεσκέπτετο ἑαυτὸν καὶ ταῦτα διελογίζετο, εὑρέθη νοῦς αὐτοῦ ἐν ἐκείνοις ῥεμβόμενος τοῖς πράγμασιν, ὧν φανερῶς ἀνεχώρησε, μισήσας αὐτά
但當他省察自己、思想這些事的時候,卻發覺他的心思仍在那些他曾公開離棄、且恨惡之事上飄盪。
But as he examined himself and pondered these things, his mind was found wandering among those very affairs from which he had openly withdrawn, having hated them.
1:2846
Ὥσπερ δὲ γυνή τις ἐν κόσμῳ πλουσία καὶ χρήματα πολλὰ καὶ οἶκον λαμπρὸν ἔχουσα λείπεται προστασίας, καὶ οἱ ἐπερχόμενοι ἐπὶ τῷ βλάψαι αὐτὴν καὶ τὰς οἰκήσεις ἐρημῶσαι πολλοί, κἀκείνη μὴ φέρουσα τὴν ὕβριν περιέρχεται ζητοῦσα ἄνδρα δυνάστην, ἱκανόν τε καὶ πεπαιδευμένον ἐν πᾶσι, καὶ ὅταν πολλὰ ἀγωνισαμένη λάβῃ τοιοῦτον ἄνδρα, ἀγαλλιᾶται ἐπ' αὐτῷ καὶ ἔχει αὐτὸν ἀντὶ τείχους ἰσχυροῦ, τὸν αὐτὸν τρόπον ψυχὴ μετὰ τὴν παράβασιν ἐπὶ πολὺ θλιβεῖσα ὑπὸ τῆς ἐναντίας δυνάμεως καὶ εἰς μεγάλην ἐρημίαν ἐμπεσοῦσα, καὶ χήρα καὶ μεμονωμένη ἀπὸ τοῦ ἐπουρανίου ἀνδρὸς διὰ τὴν παράβασιν τῆς ἐντολῆς καταλειφθεῖσα καὶ παίγνιον πάσαις ταῖς ἀντικειμέναις δυνάμεσι γενομένη·
正如一個婦人,在世上富足,有許多錢財和一所華麗的房屋,卻缺少保護,許多人來傷害她、毀壞她的住處,她不能忍受這欺凌,就四處尋找一個有權勢、各樣都能幹又有見識的丈夫,等她費盡許多力氣得了這樣的丈夫,便因他歡喜,把他當作堅固的牆垣;照樣,靈魂在違犯之後,長久受那敵對勢力的苦待,陷入極大的荒涼,又因違犯誡命而成了寡婦、孤單一人、被那屬天的丈夫撇下,成為一切敵對勢力的玩物;
And just as a certain woman, rich in the world and having much money and a splendid house, lacks protection, and many come to harm her and lay waste her dwellings, and she, unable to bear the outrage, goes about seeking a man of power, capable and educated in all things, and when, after much striving, she obtains such a husband, she rejoices over him and has him as a strong wall; in the same way the soul, after the transgression, long afflicted by the opposing power and fallen into great desolation, and left a widow, solitary, bereft of the heavenly husband because of the transgression of the commandment, and become a plaything to all the opposing powers;
1:2847
ἐξέστησαν γὰρ αὐτὴν τῶν ἰδίων φρενῶν, θαμβήσαντες ἀπὸ τῆς οὐρανίου διανοίας, ὥστε μὴ ὁρᾶν τὰ ὑπ' αὐτῶν εἰς αὐτὴν γινόμενα, ἀλλὰ νομίζειν ὅτι οὕτως ἐξ ἀρχῆς γεγένηται
因為牠們使她失去理智,把她從屬天的悟性中震昏,以致她看不見牠們向她所行的事,反倒以為她從起初就是這樣造成的。
for they drove her out of her own senses, having stunned her away from the heavenly understanding, so that she does not see the things done to her by them, but thinks that she was made thus from the beginning.
1:2848
εἶτα δι' ἀκοῆς μαθοῦσα τὴν μόνωσιν αὐτῆς καὶ ἐρημίαν, στενάξασα ἐνώπιον τῆς φιλανθρωπίας τοῦ θεοῦ, εὗρε ζωὴν καὶ σωτηρίαν
後來她藉著聽聞,知道了自己的孤單和荒涼,便在神的慈愛面前歎息,於是尋得了生命和拯救。
Then, having learned by hearing of her aloneness and desolation, and groaning before the lovingkindness of God, she found life and salvation.
1:2849
διὰ τί; ἐπειδὴ ἀνῆλθεν εἰς τὴν συγγένειαν αὐτῆς
為甚麼呢?因為她上到了她的親族那裡。
Why? Because she went up to her kindred.
1:2850
οὐδεμία γὰρ ἄλλη τις οἰκείωσίς ἐστι καὶ ὠφέλεια τοιαύτη εἰ μὴ ψυχῆς πρὸς θεὸν καὶ θεοῦ πρὸς αὐτήν
因為除了靈魂向著神、並神向著靈魂的關係之外,再無別的這樣的親近與益處。
For there is no other such kinship and profit except that of the soul toward God and of God toward it.
1:2851
ἐποίησε γὰρ θεὸς ὀρνέων γένη διάφορα·
因為神造了各樣的飛鳥;
For God made various kinds of birds;
1:2852
τὰ μὲν ὥστε φωλεύειν ἐν τῇ γῇ, κἀκεῖθεν ἔχειν τὴν διατροφὴν καὶ τὴν ἀνάπαυσιν·
有的在地上築巢,從那裡得食物與安息;
some to nestle in the earth, and from thence to have their sustenance and rest;
1:2853
φωλεύειν, κἀκεῖθεν ἔχειν τὴν ζωήν
築巢棲息,從那裡得生命。
to nestle, and from thence to have their life.
1:2854
ἐδημιούργησε καὶ δύο κόσμους·
祂又創造了兩個世界;
He also created two worlds;
1:2855
τὸν μὲν ἄνω τοῖς λειτουργικοῖς πνεύμασι, καὶ τὴν πολιτείαν ἔχειν ἐκεῖ διετάξατο·
上面的一個是為那些服役的靈,祂安排他們在那裡居住;
the one above, for the ministering spirits, and He appointed that they should have their dwelling there;
1:2856
τὸν δὲ κάτω τοῖς ἀνθρώποις ὑπὸ τὸν ἀέρα τοῦτον
下面的一個是為人,在這空氣之下。
the other below, for men, under this air.
1:2857
ἔκτισε δὲ καὶ οὐρανὸν καὶ γῆν, ἥλιον καὶ σελήνην, ὕδατα, δένδρα καρποφόρα, γένη ζῴων παντοίων·
祂也造了天和地、日和月、眾水、結果子的樹,以及各樣種類的活物;
He made also heaven and earth, sun and moon, waters, fruit-bearing trees, kinds of every sort of living creature;
1:2858
ἀλλ' ἐν οὐδενὶ αὐτῶν θεὸς ἐπαναπαύεται
但神不在其中任何一樣上得安息。
but in none of them does God find His rest.
1:2859
πᾶσα κτίσις ὑπ' αὐτοῦ κεκράτηται, καὶ ὅμως οὐκ ἔπηξεν ἐν αὐτοῖς θρόνον οὔτε κοινωνίαν ἡρμόσατο, εἰ μὴ ἐν ἀνθρώπῳ μόνον εὐδόκησε, κοινωνήσας αὐτῷ καὶ ἐπαναπαυσάμενος
一切受造之物都在祂的掌握之下,然而祂卻不在它們中間設立寶座,也不與它們締結交通,唯獨喜悅人,與人交通,並在人身上得安息。
All creation is held under His sway, and yet He set no throne among them nor established fellowship, but was well-pleased in man alone, having fellowship with him and finding His rest.
1:2860
ὁρᾷς ὧδε συγγένειαν θεοῦ πρὸς ἄνθρωπον καὶ ἀνθρώπου πρὸς θεόν
你在此看見神向著人、並人向著神的親近。
You see here the kinship of God toward man and of man toward God.
1:2861
οὖν συνετὴ καὶ φρονίμη ψυχή, περιελθοῦσα πάντα τὰ δημιουργήματα, οὐχ εὗρεν ἀνάπαυσιν ἑαυτῇ εἰ μὴ μόνον ἐν κυρίῳ, καὶ κύριος ἐν οὐδενὶ εὐδόκησεν εἰ μὴ μόνον ἐν ἀνθρώπῳ
如此說來,那有智慧、有見識的靈魂,歷遍了一切受造之物,除了在主裡面,便找不到自己的安息;而主除了在人身上,也不喜悅在別的甚麼上。
The intelligent and prudent soul, then, having gone about all created things, found no rest for itself except only in the Lord, and the Lord was well-pleased in nothing except only in man.
1:2862
Ἂν ἐκπετάσῃς τοὺς ὀφθαλμοὺς πρὸς τὸν ἥλιον, εὑρίσκεις ἐν οὐρανῷ τὸν κύκλον αὐτοῦ, τὸ δὲ φῶς καὶ τὰς ἀκτῖνας ἐπὶ γῆν ῥεπούσας, καὶ πᾶσαν τὴν δύναμιν τοῦ φωτὸς καὶ τὴν λαμπηδόνα πρὸς γῆν φερομένην
你若舉目望太陽,便看見它的圓盤在天上,光與光線卻向著地傾下,光的全部能力與光輝都被帶到地上。
If you spread your eyes toward the sun, you find its orb in heaven, but the light and the rays inclining toward earth, and all the power of the light and its brightness borne toward earth.
1:2863
οὕτως καὶ κύριος ἐκ δεξιῶν τοῦ πατρὸς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας κάθηται, τὸν δὲ ὀφθαλμὸν αὐτοῦ εἰς τὰς καρδίας τῶν ἐπὶ γῆς ἀνθρώπων ἔχει τεταμένον, ὅπως τοὺς ἀπεκδεχομένους τὴν παρ' αὐτοῦ βοήθειαν ἀνενέγκῃ, ἔνθα αὐτὸς ὑπάρχει·
照樣,主坐在父的右邊,超乎一切執政掌權的之上,卻把祂的眼目定在地上眾人的心上,要把那些等候祂幫助的人提到祂自己所在之處;
So too the Lord sits at the right hand of the Father, above all rule and authority, but has His eye fixed upon the hearts of men on earth, that He may bring up those who await His help to where He Himself is;
1:2864
ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ διάκονος ἐμὸς ἔσται, καὶ πάλιν Παῦλος ὅτι συνήγειρε καὶ συνεκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις
我在哪裡,服事我的人也要在那裡;保羅又說,祂叫我們一同復活,一同坐在天上,在祂的右邊。
Where I am, there shall my servant also be; and again Paul says that He raised us up together and made us sit together at His right hand in the heavenly places.
1:2865
πολὺ δὲ τὰ ἄλογα ζῷα συνετώτερά εἰσιν ἡμῶν, καὶ γὰρ ἕκαστον αὐτῶν συνήνωται τῇ ἰδίᾳ φύσει·
其實那些無理性的牲畜比我們更有見識,因為牠們各自都與自己的本類相合;
But the irrational animals are much more sensible than we, for each of them is united to its own nature;
1:2866
τὰ ἄγρια πρὸς τὰ ἄγρια καὶ τὰ πρόβατα πρὸς τὸ ἴδιον γένος
野的歸野的,羊歸羊的本類。
the wild to the wild, and the sheep to its own kind.
1:2867
καὶ σὺ οὐκ ἐπανέρχῃ πρὸς τὴν ἐπουράνιόν σου συγγένειαν, ἥτις ἐστὶν κύριος, ἀλλὰ συνεπιδίδεις καὶ συνεπινεύεις τοῖς λογισμοῖς σου εἰς τοὺς λογισμοὺς τῆς κακίας, βοηθὸς τῆς ἁμαρτίας γενόμενος, καὶ σὺν αὐτῇ ἑαυτῷ πολεμῶν καὶ οὕτω κατάβρωμα τοῦ ἐχθροῦ ποιῶν ἑαυτόν, ὥσπερ ἂν ὄρνεον ὑπὸ ἀετοῦ συλληφθὲν καταναλωθῇ πρόβατον ὑπὸ λύκου, παιδίον ἀγνοοῦν ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ πρὸς ὄφιν καὶ βρωθὲν ὑπ' αὐτοῦ ἀποκτανθῇ
你卻不歸回你那屬天的親族,就是主,反倒把自己交出,以你的意念附和那邪惡的意念,作了罪的幫手,與罪一同攻擊自己,這樣使自己成了仇敵的食物,正如雀鳥被鷹擒去吞吃,或羊被狼吞吃,或孩童因無知向蛇伸手、被蛇咬死一樣。
And do you not return to your heavenly kinship, which is the Lord, but rather give yourself over and consent with your thoughts to the thoughts of wickedness, becoming a helper of sin, and warring with it against yourself, and so making yourself food for the enemy, just as a bird seized by an eagle is devoured, or a sheep by a wolf, or as a child in ignorance stretches out his hand toward a serpent and, bitten by it, is killed?
1:2868
αἱ γὰρ παραβολαὶ ὥσπερ πρόσωπα ἔχουσιν εἰς τὸ πνευματικὸν ἔργον
因為這些比喻可說都有面向屬靈工作的面孔。
For the parables, as it were, have faces directed toward the spiritual work.
1:2869
Ὥσπερ δὲ παρθένος πλουσία μεμνηστευμένη ἀνδρί, ὅσα ἂν δέξηται δῶρα πρὸ τῆς κοινωνίας, εἴτε κόσμια εἴτε ἱματισμὸν εἴτε σκεύη πολύτιμα, οὐκ ἐπαναπαύεται τούτοις, ἕως οὗ καιρὸς ἔλθῃ τοῦ γάμου καὶ τύχῃ τῆς κοινωνίας, οὕτως ἁρμοσθεῖσα εἰς νύμφην ψυχὴ τῷ ἐπουρανίῳ νυμφίῳ λαμβάνει ἀρραβῶνα ἐκ τοῦ πνεύματος, εἴτε χαρίσματα ἰαμάτων εἴτε γνώσεως εἴτε ἀποκαλύψεως, ἀλλ' οὐκ ἐπαναπαύεται ἐκείνοις, ἕως ἂν τύχῃ τῆς τελείας κοινωνίας, τουτέστι τῆς ἀγάπης, ἥτις ἄτρεπτος οὖσα καὶ ἄπτωτος, ἀπαθεῖς καὶ ἀσαλεύτους ἐργάζεται τοὺς αὐτὴν ποθήσαντας
正如一個富有的童女許配了人,無論在成婚之前領受甚麼禮物,或妝飾、或衣裳、或貴重的器皿,總不以這些為滿足,直到婚期來到、她得著結合;照樣,靈魂被結合作那屬天新郎的新婦,從聖靈領受了憑質,或醫病的恩賜、或知識、或啟示,卻不以那些為滿足,直到得著那完全的結合,就是愛;這愛既是不改變、不失落的,就使那些渴慕它的人脫離情慾、不被搖動。
And just as a rich virgin betrothed to a man, whatever gifts she may receive before the union, whether ornaments or clothing or precious vessels, does not rest content in these until the time of the marriage comes and she attains the union; so too the soul, joined as a bride to the heavenly Bridegroom, receives a pledge from the Spirit, whether gifts of healings or of knowledge or of revelation, but does not rest content in those, until it attains the perfect union, that is, love, which, being unchangeable and unfailing, makes those who long for it free from passion and unshakeable.
1:2870
ὥσπερ βρέφος περιβεβλημένον μαργαρίτας καὶ ἐνδύματα τίμια, ὅταν πεινάσῃ, ὡς οὐδὲν λογίζεταιἃ φορεῖ, ἀλλὰ καταφρονεῖ αὐτῶν, ὅλην δὲ τὴν μέριμναν ἔχει εἰς τὸν μασθὸν τῆς τροφοῦ, πῶς τὸ γάλα λάβῃ, τὸ αὐτό μοι λογίζου κἂν τοῖς πνευματικοῖς χαρίσμασι τοῦ θεοῦ, δόξα εἰς τοὺς αἰῶνας
又如嬰孩身披珍珠和貴重衣裳,餓的時候卻把所穿的視為無物,反倒輕看它們,把全副心思都放在乳母的胸前,只想怎樣得奶喝;我願你照樣看待神屬靈的恩賜;願榮耀歸與祂,直到永遠。
Or just as an infant wrapped in pearls and precious garments, when it is hungry, counts as nothing the things it wears, but despises them, and has all its care set on the breast of the nurse, how it may get the milk; the same I would have you reckon also concerning the spiritual gifts of God, to whom be glory unto the ages.
1:2871
τοῦ θεοῦ λόγος θεός ἐστι, καὶ λόγος τοῦ κόσμου κόσμος ἐστί
神的道是神,世界的道是世界。
The Word of God is God, and the word of the world is world.
1:2872
πολλὴ δὲ διαφορὰ καὶ μεσότης τυγχάνει τοῦ τε λόγου τοῦ θεοῦ καὶ τοῦ λόγου τοῦ κόσμου, καὶ τῶν τέκνων τοῦ θεοῦ καὶ τῶν τέκνων τοῦ κόσμου·
神的道與世界的道之間,神的兒女與世界的兒女之間,有極大的分別與鴻溝;
And there is a great difference and gulf between the word of God and the word of the world, and between the children of God and the children of the world;
1:2873
ἕκαστον γὰρ γέννημα τοῖς ἰδίοις ἔοικε γονεῦσιν
因為各樣所生的都像自己的父母。
for every offspring resembles its own parents.
1:2874
εἰ οὖν θελήσει τὸ τοῦ πνεύματος γέννημα ἐπιδοῦναι ἑαυτὸν εἰς τὸν λόγον τοῦ κόσμου καὶ τὰ πράγματα τῆς γῆς καὶ τὴν δόξαν τοῦ αἰῶνος τούτου, θανατοῦται καὶ ἀπόλλυται, ἀνάπαυσιν ἀληθινὴν ζωῆς εὑρεῖν μὴ δυνάμενος
如此,那從聖靈而生的若願把自己交給世界的道、地上的事,和這世代的榮耀,就被治死、滅亡,不能尋得生命真正的安息。
If, then, the offspring of the Spirit should wish to give itself over to the word of the world and the affairs of earth and the glory of this age, it is put to death and perishes, being unable to find the true rest of life.
1:2875
γὰρ ἀνάπαυσις αὐτοῦ ἐκεῖ ἐστιν, ὅθεν καὶ ἐγεννήθη
因為它的安息在那裡,就是它所生之處。
For its rest is there, whence also it was born.
1:2876
γηΐνοις δεσμοῖς δεσμούμενος, ὡσαύτως καὶ σαρκικῇ προαιρέσει κατεχόμενος·
被屬地的捆索所縛;照樣,那被屬肉體之心意所挾制的人也是如此;
Bound with earthly bonds; likewise also he who is held fast by a carnal disposition;
1:2877
τουτέστιν ἄνθρωπος ὢν κόσμου, ἐὰν θελήσῃ τοῦ λόγου ἀκοῦσαι τοῦ θεοῦ, συμπνίγεται καὶ ὥσπερ ἀλόγιστός τις καθίσταται
就是說,一個屬世界的人,若願聽神的道,便被窒息,成了像無理性的人一樣。
that is, a man being of the world, if he wishes to hear the word of God, is choked and becomes as one without reason.
1:2878
ἐθισθέντες γὰρ ταῖς τῆς κακίας ἀπάταις, ὁπόταν περὶ θεοῦ ἀκούσωσιν, ὡς ἀηδεῖ ὁμιλίᾳ περιοχλούμενοι τὸν νοῦν ἀηδίζονται
因為他們慣於邪惡的詭詐,每逢聽見有關神的事,心裡就生厭,好像被一段令人作嘔的談話所圍擾。
For having become accustomed to the deceits of wickedness, whenever they hear about God, they are disgusted in mind, as though crowded about by a distasteful conversation.
1:2879
ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος, μωρία γὰρ αὐτῷ ἐστι, καὶ προφήτης λέγει·
但屬血氣的人不領受神聖靈的事,反倒以為愚拙;先知也說:
But the natural man does not receive the things of the Spirit, for they are foolishness to him; and the prophet says:
1:2880
ἐγένετο αὐτοῖς λόγος τοῦ θεοῦ ὡς ἔμετος
神的話在他們看來如同嘔吐物。
The word of God became to them as vomit.
1:2881
ὁρᾷς ὅτι ζῆν ἀλλαχοῦ οὐκ ἐνδέχεται, εἰ μὴ καθ' ὃν ἕκαστος γεγέννηται λόγον
你看人不能活在別處,只能照著各人所由生的那道而活。
You see that it is not possible to live elsewhere, except according to the word in which each one was born.
1:2882
Καὶ ἑτέρως δὲ ἀκουστέον περὶ τούτου
這事還可從另一面去領會。
And this must be understood in yet another way as well.
1:2883
ἐὰν ἐπιδῷ ἑαυτὸν εἰς μεταβολὴν ἐλθεῖν σαρκικὸς ἄνθρωπος, ἀποθνῄσκει πρότερον ἐκεῖθεν καὶ ἄκαρπος γίνεται ἀπὸ τῆς προτέρας ἐκείνης ἐν τῇ πονηρίᾳ ζωῆς
屬肉體的人若把自己交出,要來經歷一番改變,他必先從那裡死去,在那從前邪惡的生活上成為不結果子的。
If the carnal man should give himself over to come to a change, he first dies thence and becomes fruitless from that former life in wickedness.
1:2884
ὥσπερ δὲ εἴ τις νόσῳ πυρετῷ κατέχεται, εἰ καὶ τὸ σῶμα ἐπὶ τῆς κλίνης ἔρριπται, μηδὲν δυνάμενον διαπράξασθαι τῶν τῆς γῆς ἔργων, καὶ νοῦς οὐχ ἡσυχάζει περισπώμενος καὶ μεριμνῶν περὶ ἐργασίας, καὶ τὸν ἰατρὸν ἐπιζητεῖ, ἀποστέλλων πρὸς αὐτὸν τοὺς φίλους αὐτοῦ, τὸν αὐτὸν τρόπον καὶ ψυχὴ ἀπὸ τῆς παραβάσεως τῆς ἐντολῆς ἐν ἀσθενείᾳ τῶν παθῶν γεγονυῖα καὶ ἄτονος καταστᾶσα, προσερχομένη τῷ κυρίῳ καὶ πιστεύουσα τῆς ἀντιλήψεως αὐτοῦ τυγχάνει, καὶ ἀρνησαμένη τὴν προτέραν κακίστην ζωήν, εἰ καὶ ἐν τῇ παλαιᾷ ἀσθενείᾳ κατάκειται, μὴ δυναμένη τὰ ἔργα τῆς ζωῆς ἐν ἀληθείᾳ διαπράξασθαι, ἀλλ' ὅμως τὸ μεριμνῆσαι περὶ τῆς ζωῆς ἐμπόνως, τὸ δεηθῆναι τοῦ κυρίου, τὸ ζητῆσαι τὸν ἀληθινὸν ἰατρὸν ἔχει καὶ δύναται
正如有人被疾病或熱病所困,雖然身體躺在床上,不能作地上任何工作,他的心思卻不得安寧,反倒分心掛慮工作,又尋求醫生,差遣朋友去請他來;照樣,靈魂因違犯誡命而在情慾中軟弱、變得無力,當它來到主面前、相信,就得著祂的幫助;它既棄絕了從前那極惡的生活,雖仍躺臥在舊日的軟弱中,實在不能成就生命的工作,然而它仍能、且確能竭力為生命掛慮,懇求主,尋找那真醫生。
And just as if someone is held by sickness or fever, even though the body is cast upon the bed, able to accomplish none of the works of earth, yet the mind is not at ease but is distracted and anxious about work, and seeks out the physician, sending his friends to him; in the same way also the soul, having become weak in the passions through the transgression of the commandment and grown feeble, when it comes to the Lord and believes, attains His help, and having renounced the former most evil life, even though it lies in the old weakness, unable in truth to accomplish the works of life, yet nevertheless it has and is able to be anxious about life with effort, to entreat the Lord, to seek the true physician.
1:2885
καὶ οὐχ ὥς τινές φασι, κακοδιδασκαλίαις ὑπαγόμενοι, ὅτι καθάπαξ ἀπέθανεν ἄνθρωπος καὶ ὅλως οὐ δύναταί τι ἀγαθὸν διαπράξασθαι
這並不像有些人被惡毒的教訓所誘惑而說的,以為人一次永遠地死了,全然不能成就任何善事。
And it is not as some say, being led astray by evil teachings, that man died once for all and is wholly unable to accomplish any good thing.
1:2886
καὶ γὰρ τὸ βρέφος κἂν μηδὲν ἰσχύῃ διαπράττεσθαι τοῖς ἰδίοις ποσὶν ἐλθεῖν πρὸς τὴν μητέρα ἀδυνατῇ, ὅμως κυλίεται καὶ βοᾷ καὶ κλαίει ἐπιζητοῦν τὴν μητέρα, καὶ ἐν τούτῳ σπλαγχνίζεται μήτηρ καὶ χαίρει ἐπιζητοῦντος αὐτὴν τοῦ νηπίου ἐν πόνῳ καὶ κραυγῇ, καὶ ἀδυνατοῦντος τοῦ βρέφους ἐλθεῖν πρὸς αὐτήν
因為嬰孩雖然不能成就甚麼,也不能憑自己的腳走到母親那裡,卻翻滾、呼喊、哭泣,尋找母親;母親因此動了慈心,並因嬰孩費力哭喊尋找她而歡喜,儘管這嬰孩不能走到她那裡。
For even the infant, though it can accomplish nothing or is unable to come to its mother on its own feet, yet it rolls about and cries and weeps, seeking its mother, and at this the mother is moved with compassion and rejoices that the babe seeks her with effort and crying, even though the infant is unable to come to her.
1:2887
ὅμως διὰ τὴν πολλὴν τοῦ παιδίου ζήτησιν αὐτὴ μήτηρ ἀπέρχεται πρὸς αὐτό, ὑπὸ τῆς περὶ τὸ βρέφος ἀγάπης αἰχμαλωτιζομένη, καὶ ἀναλαμβάνει καὶ περιθάλπει καὶ τροφοφορεῖ ἐν πολλῇ στοργῇ
然而因著孩子切切的尋找,母親自己就走到它那裡,被對嬰孩的愛所擄,把它抱起來,溫暖它,以極大的深情養育它。
Yet because of the child's great seeking, the mother herself goes to it, taken captive by her love for the babe, and takes it up and warms it and nourishes it with much affection.
1:2888
τοῦτο καὶ φιλάνθρωπος θεὸς ποιεῖ ἐπὶ τῇ προσερχομένῃ καὶ αὐτὸν ἐπιποθούσῃ ψυχῇ
這正是那愛人的神向那來到祂面前、切慕祂的靈魂所行的。
This the loving God also does for the soul that comes to Him and longs after Him.
1:2889
Πολὺ δὲ μᾶλλον αὐτὸς ἀγάπῃ φερόμενος ἐνδιαθέτῳ καὶ ἰδίᾳ χρηστότητι κολλᾶται τῇ διανοίᾳ αὐτῆς καὶ γίγνεται μετ' αὐτῆς εἰς ἓν πνεῦμα, κατὰ τὸν ἀποστολικὸν λόγον
祂自己更是如此,被一種發自內裡的愛和祂自己的恩慈所感動,與靈魂的悟性聯合,與它成為一靈,正如使徒所說的話。
But much more does He Himself, moved by an inward love and by His own kindness, cleave to its understanding and become with it one spirit, according to the apostolic word.
1:2890
τῆς γὰρ ψυχῆς κολλωμένης τῷ κυρίῳ, καὶ τοῦ κυρίου ἐλεοῦντος καὶ ἀγαπῶντος, ἐρχομένου τε πρὸς αὐτὴν καὶ κολλωμένου αὐτῇ, καὶ τῆς διανοίας λοιπὸν παραμενούσης ἀδιαλείπτως τῇ χάριτι τοῦ κυρίου, εἰς ἓν πνεῦμα καὶ εἰς μίαν κρᾶσιν καὶ εἰς μίαν διάνοιαν γίγνονται ψυχὴ καὶ κύριος
因為當靈魂緊依著主,主又施憐憫、滿有慈愛地來就它、依附它,悟性此後便不住地住在主的恩典中,靈魂與主就成為一靈、一個調和、一個心思。
For when the soul cleaves to the Lord, and the Lord, having mercy and loving, comes to it and cleaves to it, and the understanding thereafter abides unceasingly in the grace of the Lord, the soul and the Lord become one spirit and one blend and one mind.
1:2891
καὶ τὸ σῶμα αὐτῆς ἔρριπται ἐν τῇ γῇ καὶ διάνοια αὐτῆς ὅλη ἐξ ὅλου τῇ ἐπουρανίῳ Ἱερουσαλὴμ πολιτεύεται, ἕως τρίτου οὐρανοῦ ἀνερχομένη καὶ κολλωμένη τῷ κυρίῳ κἀκεῖ διακονοῦσα αὐτῷ
它的身體躺在地上,它的悟性卻全然、完全地在那屬天的耶路撒冷生活,甚至上升到第三層天,緊依著主,在那裡服事祂。
And its body is cast upon the earth, while its understanding wholly and entirely has its citizenship in the heavenly Jerusalem, ascending even to the third heaven and cleaving to the Lord and ministering to Him there.
1:2892
Καὶ αὐτὸς ἐν τῷ θρόνῳ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς καθεζόμενος ἐν τῇ ἐπουρανίῳ πόλει, ὅλος πρὸς αὐτὴν ἐν τῷ σώματι αὐτῆς ἐστι
祂自己坐在高天屬天之城那威嚴的寶座上,卻全然與靈魂同在它的身體裡。
And He Himself, seated on the throne of majesty on high in the heavenly city, is wholly with it in its body.
1:2893
τὴν μὲν γὰρ αὐτῆς εἰκόνα τέθεικεν ἄνω ἐν τῇ ἐπουρανίῳ πόλει τῶν ἁγίων Ἱερουσαλήμ, τὴν δὲ ἰδίαν εἰκόνα τοῦ ἀρρήτου φωτὸς τῆς θεότητος αὐτοῦ τέθεικεν ἐν τῷ σώματι αὐτῆς
因為祂把靈魂的形像安置在上面那聖耶路撒冷屬天的城裡,又把祂自己神性那難以言喻之光的形像安置在它的身體裡。
For He has set its image above in the heavenly city of the holy Jerusalem, and has set His own image of the ineffable light of His Deity in its body.
1:2894
αὐτὸς αὐτῇ διακονεῖ ἐν τῇ τοῦ σώματος πόλει κἀκείνη αὐτῷ διακονεῖ ἐν τῇ ἐπουρανίῳ πόλει
祂在身體的城裡服事靈魂,靈魂在屬天的城裡服事祂。
He ministers to it in the city of the body, and it ministers to Him in the heavenly city.
1:2895
αὕτη αὐτὸν ἐκληρονόμησεν ἐν οὐρανοῖς, καὶ αὐτὸς ἐκληρονόμησεν αὐτὴν ἐπὶ γῆς·
靈魂在諸天裡承受了祂為業,祂在地上承受了靈魂為業;
It has inherited Him in the heavens, and He has inherited it on earth;
1:2896
κύριος γὰρ κληρονομία γίγνεται τῆς ψυχῆς, καὶ ψυχὴ κληρονομία γίγνεται τοῦ κυρίου
因為主成了靈魂的產業,靈魂成了主的產業。
for the Lord becomes the inheritance of the soul, and the soul becomes the inheritance of the Lord.
1:2897
εἰ γὰρ τῶν ἐν σκότει ἁμαρτωλῶν διάνοια καὶ νοῦς τοσοῦτον πόρρω τοῦ σώματος εἶναι δύναται καὶ μακρὰν ἀποδημεῖ καὶ εἰς μακροτέρας πατρίδας ἀπελθεῖν ῥοπῇ ὥρας ἰσχύει, καὶ πολλάκις, ἐρριμμένου ἐν τῇ γῇ τοῦ σώματος, διάνοια ἐν ἑτέρᾳ πατρίδι πρὸς τὸν ἀγαπητὸν τὴν ἀγαπητὴν αὐτοῦ τυγχάνει, κἀκεῖ ἑαυτὸν ὡς διαιτώμενον καθορᾷ·
因為在黑暗中之罪人的悟性和心思,尚能離身體如此之遠,遠遊他方,能在轉瞬之間前往更遙遠的家鄉,常常身體躺在地上,悟性卻在別的家鄉,與他所愛的男子或女子相會,在那裡看自己彷彿正住在那裡;
For if the understanding and mind of sinners in darkness can be so far from the body and travel afar and is able to go off to more distant homelands in the turn of an hour, and often, while the body is cast upon the earth, the understanding is in another homeland with his beloved man or woman, and there beholds itself as though dwelling;
1:2898
οὖν τοῦ ἁμαρτωλοῦ ψυχὴ οὕτως ἐλαφρά τε καὶ εὔπτερος, ὥστε τὸν νοῦν αὐτοῦ μὴ ἐμποδίζεσθαι ἀπὸ τῶν πόρρωθεν τόπων, πολλῷ μᾶλλον ψυχή, ἧς ἤρθη τὸ κάλυμμα τοῦ σκότους ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος τοῦ ἁγίου καὶ ἐφωτίσθησαν οἱ νοεροὶ ὀφθαλμοὶ αὐτῆς διὰ τοῦ ἐπουρανίου φωτὸς καὶ ἐλυτρώθη τελείως ἀπὸ τῶν παθῶν τῆς ἀτιμίας καὶ καθαρὰ διὰ τῆς χάριτος κατειργάσθη, ὅλη ἐν οὐρανοῖς ἐν πνεύματι διακονεῖ τῷ κυρίῳ καὶ ὅλη ἐν τῷ σώματι διακονεῖ αὐτῷ
如此,罪人的靈魂尚且這樣輕巧、善飛,以致他的心思不被遠方所阻;何況那靈魂,其黑暗的帕子已被聖靈的能力揭去,它屬靈的眼睛已藉屬天的光得了光照,又已從那羞辱的情慾中得了完全的救贖、藉恩典被造成潔淨的,它豈不更能全然在天上以靈服事主,也全然在身體裡服事祂麼。
if, then, the soul of the sinner is so light and well-winged that his mind is not hindered by far-off places, how much more the soul whose veil of darkness has been lifted by the power of the Holy Spirit, and whose spiritual eyes have been enlightened through the heavenly light, and which has been perfectly redeemed from the passions of dishonor and made pure through grace, ministers to the Lord wholly in heaven in spirit and wholly in the body ministers to Him.
1:2899
καὶ τοσοῦτον πλατύνεται τῷ φρονήματι, ὥστε πανταχοῦ αὐτὴν εἶναι καί, ὅπου βούλεται καὶ ἔνθα βούλεται, διακονεῖν τῷ Χριστῷ
它的心思也這樣被擴大,以致它無處不在,並隨己意、隨時隨地服事基督。
And it is so enlarged in mind that it is everywhere, and, wherever and whenever it wishes, ministers to Christ.
1:2900
ἵνα ἐξισχύσητε καταλαβεῖν σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ
使你們能與眾聖徒一同領會何為那闊、長、高、深,並知道基督那超越知識的愛,叫你們被充滿,得著神一切的豐滿。
That you may be strong to comprehend with all the saints what is the breadth and length and height and depth, and to know the love of Christ which surpasses knowledge, that you may be filled unto all the fullness of God.
1:2901
θεώρησον ἄρρητα μυστήρια ψυχῆς, ἧς περιαίρει κύριος τὸ ἐπικείμενον σκότος καὶ ἀποκαλύπτει αὐτὴν καὶ ἀποκαλύπτεται αὐτῇ
你看那靈魂難以言喻的奧祕,就是主從它身上挪去那覆蓋它的黑暗,向它顯露,並把自己向它顯明。
Behold the ineffable mysteries of a soul, from which the Lord takes away the darkness lying upon it and reveals it and is revealed to it.
1:2902
πῶς πλατύνει καὶ τείνει τὰ φρονήματα τοῦ νοὸς αὐτῆς εἰς τὰ πλάτη καὶ μήκη καὶ βάθη καὶ ὕψη πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως
祂怎樣把它心思的意念擴大、伸展,進入一切看得見與看不見之受造界的闊、長、深、高。
How He enlarges and stretches the thoughts of its mind into the breadths and lengths and depths and heights of all visible and invisible creation.
1:2903
μέγα τοίνυν καὶ θεῖον ἔργον καὶ θαυμαστὸν ὄντως ἐστὶν ψυχή
如此說來,靈魂乃是一件偉大、神聖、實在奇妙的工作。
A great and divine and truly wondrous work, then, is the soul.
1:2904
Ἐν γὰρ τῷ δημιουργῆσαι αὐτὴν τοιαύτην ἐποίησεν αὐτὴν θεός, ὡς ἐν τῇ φύσει αὐτῆς μὴ ἐνθεῖναι κακίαν, ἀλλὰ κατὰ τὴν εἰκόνα τῶν ἀρετῶν τοῦ πνεύματος ἐποίησεν αὐτήν
因為神創造靈魂的時候,把它造成這樣:祂沒有把邪惡放進它的本性裡,乃是照著聖靈諸般美德的形像造了它。
For in creating it God made it such that He did not put wickedness into its nature, but made it according to the image of the virtues of the Spirit.
1:2905
ἔθηκεν εἰς αὐτὴν νόμους ἀρετῶν, διάκρισιν, γνῶσιν, φρόνησιν, πίστιν, ἀγάπην καὶ τὰς λοιπὰς ἀρετάς, κατὰ τὴν εἰκόνα τοῦ πνεύματος
祂照著聖靈的形像,把諸般美德的律放在它裡面,就是分辨、知識、智慧、信、愛和其餘的美德。
He set in it laws of virtues, discernment, knowledge, prudence, faith, love and the other virtues, according to the image of the Spirit.
1:2906
ἔτι γὰρ καὶ νῦν ἐν τῇ γνώσει καὶ φρονήσει καὶ ἀγάπῃ καὶ πίστει εὑρίσκεται καὶ φανεροῦται αὐτῇ κύριος
因為直到如今,在知識、智慧、愛和信裡,主仍被尋見,並向它顯明。
For even now in knowledge and prudence and love and faith the Lord is found and made manifest to it.
1:2907
ἔθηκεν εἰς αὐτὴν διάνοιαν, λογισμούς, θέλημα, νοῦν ἡγεμόνα, ἐνεθρόνισεν ἐν αὐτῇ καὶ ἄλλην πολλὴν λεπτότητα, ἐποίησεν αὐτὴν εὐκίνητον, εὔπτερον, ἄκοπον, ἐχαρίσατο αὐτῇ τὸ ἐν ῥοπῇ ἔρχεσθαι καὶ ἀπέρχεσθαι καὶ τοῖς φρονήμασι διακονεῖν αὐτῷ, ἔνθα τὸ πνεῦμα βούλεται, καὶ ἁπαξαπλῶς ἔκτισεν αὐτὴν τοιαύτην ὥστε γενέσθαι εἰς νύμφην καὶ κοινωνικὴν αὐτοῦ τοῦ αὐτὸν μετ' αὐτῆς κεκρᾶσθαι καὶ ἓν πνεῦμα μετ' αὐτοῦ εἶναι, καθώς φησιν·
祂把悟性、意念、意志,並作元首的心思放在它裡面,又在它裡面安置了許多其他的精微,使它敏捷、善飛、不知疲倦,賜它能在轉瞬之間來去,並在它的意念中隨聖靈所願之處服事祂;總之,祂把它創造成這樣,要使它成為祂自己的新婦和同伴,好叫祂與它調和,與它成為一靈,正如他所說:
He set in it understanding, thoughts, will, the mind as governor, enthroned in it also much other subtlety, made it agile, well-winged, untiring, granted it to come and go in a moment and to minister to Him in its thoughts wherever the Spirit wills, and in a word He created it such as to become a bride and a partner of His own, so that He might be mingled with it and be one spirit with it, as he says:
1:2908
κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι
與主聯合的,便是與主成為一靈。
He who cleaves to the Lord is one spirit.
1:2909
δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願榮耀歸與祂,直到世世代代。
To whom be glory unto the ages of ages.
1:2910
ΟΜΙΛΙΑ περὶ τῶν παλαιῶν ΜΖ
第四十七篇講道,論古時的事。
HOMILY concerning things of old, 47.
1:2911
δόξα Μωσέως, ἣν εἶχεν ἐν τῷ προσώπῳ, τύπος ἦν τῆς ἀληθινῆς δόξης
摩西臉上所有的榮光,乃是那真榮耀的預表。
The glory of Moses, which he had on his face, was a type of the true glory.
1:2912
ὃν γὰρ τρόπον ἐκεῖ ἀτενίσαι εἰς τὸ πρόσωπον Μωσέως οὐκ ἴσχυον Ἰουδαῖοι, οὕτω νῦν ἐκείνην τὴν δόξαν τοῦ φωτὸς ἐν ταῖς ψυχαῖς δέχονται οἱ Χριστιανοί, καὶ τὸ σκότος μὴ φέρον τὴν αὐγὴν τοῦ φωτὸς ἐκτυφλούμενον φυγαδεύεται
正如在那時猶太人不能定睛望摩西的臉;照樣,如今基督徒在靈魂裡領受那光的榮耀,黑暗既不能承受那光的光輝,就被弄瞎、被趕逐。
For in the way that there the Jews could not gaze upon the face of Moses, so now Christians receive that glory of the light in their souls, and the darkness, unable to bear the radiance of the light, is blinded and put to flight.
1:2913
ἐκεῖνοι ὅτι λαὸς θεοῦ ἦσαν, ἐκ τῆς περιτομῆς ἐφαίνοντο
古時的人,藉著受割禮,顯出他們是神的子民;
Those of old, that they were the people of God, were shown by circumcision;
1:2914
ἐνταῦθα δὲ λαὸς τοῦ θεοῦ περιούσιος τὸ σημεῖον τῆς περιτομῆς ἔνδοθεν τῇ καρδίᾳ αὐτοῦ ὑποδέχεται·
但在此處,神特選的子民在裡面,在心中領受那割禮的記號;
but here the peculiar people of God receives the sign of circumcision within, in his heart;
1:2915
μάχαιρα γὰρ ἐπουράνιος ἐκτέμνει τὸ περισσὸν τοῦ νοῦ, τουτέστι τὴν ἀκάθαρτον ἀκροβυστίαν τῆς ἁμαρτίας
因為有一把屬天的刀割去心思多餘的部分,就是罪那污穢的包皮。
for a heavenly knife cuts away the superfluity of the mind, that is, the unclean foreskin of sin.
1:2916
παρ' ἐκείνοις βάπτισμα τὴν σάρκα ἁγιάζον, παρ' ἡμῖν δέ ἐστι βάπτισμα ἁγίου πνεύματος καὶ πυρός·
在他們中間,洗禮使肉體成聖,但在我們中間,乃是聖靈與火的洗;
Among them baptism sanctified the flesh, but among us it is a baptism of the Holy Spirit and of fire;
1:2917
τοῦτο γὰρ ἐκήρυξεν Ἰωάννης·
因為約翰宣告了這事:
for this John proclaimed:
1:2918
αὐτὸς ὑμᾶς βαπτίσει ἐν ἁγίῳ πνεύματι καὶ πυρί
祂要用聖靈與火給你們施洗。
He will baptize you with the Holy Spirit and with fire.
1:2919
Ἐκεῖ σκηνὴ ἐσωτέρα καὶ ἐξωτέρα·
那裡有內外兩層帳幕;
There was an inner and an outer tabernacle;
1:2920
καὶ εἰς μὲν τὴν πρώτην διαπαντὸς εἰσῄεσαν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ἀρχιερεὺς σὺν αἵματι, τοῦτο δηλοῦντος τοῦ ἁγίου πνεύματος μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν
祭司常進頭一層帳幕,行供奉的事,至於第二層,唯有大祭司一年一次獨自進去,沒有不帶著血的;聖靈藉此指明,那進入聖所的路尚未顯明。
and into the first the priests went in continually, performing the services, but into the second only the high priest once a year, with blood, the Holy Spirit signifying by this that the way of the holy places had not yet been made manifest.
1:2921
ἐνταῦθα δὲ οἱ καταξιούμενοι εἰσέρχονται εἰς τὴν ἀχειροποίητον σκηνήν, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός
但在此處,那些被算為配得的人,進入那非人手所造的帳幕,就是基督作先鋒、為我們進去的地方。
But here those who are counted worthy enter into the tabernacle not made with hands, where Christ entered as forerunner on our behalf.
1:2922
γέγραπται ἐν τῷ νόμῳ τὸν ἱερέα λαβεῖν δύο περιστερὰς καὶ θῦσαι μὲν τὴν μίαν, ῥαντίσαι δὲ τὴν ζῶσαν ἀπὸ τοῦ αἵματος ἐκείνης καὶ ἀπολῦσαι ἵπτασθαι ἐλευθέραν
律法上記著,祭司要取兩隻鴿子,把一隻獻為祭,用那隻的血彈在那活的身上,然後放牠自由飛去。
It is written in the law that the priest should take two doves and sacrifice the one, and sprinkle the living one with the blood of that other, and let it go free to fly.
1:2923
τὸ δὲ γενόμενον τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας
所行的這事乃是真理的預表和影兒。
And what was done was a type and shadow of the truth.
1:2924
καὶ γὰρ Χριστὸς ἐτύθη, καὶ τὸ αἷμα αὐτοῦ ῥαντίσαν ἡμᾶς πτεροφυῆσαι ἐποίησεν·
因為基督也被獻為祭,祂的血彈在我們身上,使我們生出翅膀;
For Christ too was sacrificed, and His blood, sprinkling us, made us grow wings;
1:2925
ἔδωκε γὰρ ἡμῖν πτέρυγας ἁγίου πνεύματος πρὸς τὸ ἵπτασθαι ἀκωλύτως εἰς τὸν ἀέρα τῆς θεότητος
因為祂賜給我們聖靈的翅膀,叫我們得以無攔阻地飛進神性的空氣中。
for He gave us wings of the Holy Spirit, to fly unhindered into the air of the Deity.
1:2926
Ἐκείνοις νόμος ἐδόθη ἐν πλαξὶ γεγραμμένος λιθίναις, ἡμῖν δὲ νόμοι πνευματικοὶ πλαξὶν ἐγγραφόμενοι καρδίας σαρκίναις·
古時的人領受了寫在石版上的律法,我們卻領受了屬靈的律法,刻在肉心的版上;
To those of old a law was given written on tablets of stone, but to us spiritual laws inscribed on tablets of fleshy hearts;
1:2927
διδοὺς νόμους μου ἐν καρδίαις αὐτῶν, καὶ ἐπὶ τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούς
我要將我的律法放在他們心裡,寫在他們的心思上。
giving my laws in their hearts, and upon their minds I will write them.
1:2928
κἀκεῖνα μὲν πάντα καταργούμενα καὶ πρόσκαιρα, νῦν δὲ πάντα ἐξ ἀληθείας εἰς τὸν ἔσω ἄνθρωπον ἐπιτελούμενα
那些事都是要廢去、暫時的,如今卻都在裡面的人身上以真實被成全。
And those things were all done away with and temporary, but now all are fulfilled in truth in the inner man.
1:2929
ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμετέραν
這些事都是為警戒我們寫的。
These things were written for our admonition.
1:2930
τῷ γὰρ Ἀβραὰμ προεῖπεν θεὸς τὸ ἐσόμενον ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ κακώσουσι καὶ δουλώσουσιν αὐτὸ ἔτη τετρακόσια
因為神向亞伯拉罕預告那將來的事,說你的後裔必在別人的地上寄居,那地的人要苦待他們、奴役他們四百年。
For to Abraham God foretold what was to come, that your seed shall be a sojourner in a land not its own, and they shall ill-treat and enslave it four hundred years.
1:2931
τοῦτο ἐπλήρου τὴν τῆς σκιᾶς εἰκόνα
這應驗了那影兒的形像。
This fulfilled the figure of the shadow.
1:2932
πάροικος γὰρ ἐγένετο λαὸς καὶ κατεδουλώθη ὑπὸ τῶν Αἰγυπτίων καὶ ἐκακώθη ἐν πηλῷ καὶ πλινθείᾳ·
因為那百姓成了寄居的,被埃及人奴役,受苦於和泥作磚;
For the people became sojourners and were enslaved by the Egyptians and ill-treated with mortar and brickmaking;
1:2933
ἐπέστησε γὰρ αὐτοῖς Φαραὼ ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, ἵνα ποιῶσι τὰ ἔργα αὐτοῦ μετὰ ἀνάγκης, καὶ ὅτε ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων πρὸς τὸν θεόν, τότε ἐπεσκέψατο αὐτοὺς διὰ Μωσέως
因為法老派督工和監工管轄他們,強迫他們作他的工;以色列人因所作的工向神哀歎,神就藉著摩西眷顧他們。
for Pharaoh set over them taskmasters and slave-drivers, that they should do his works under compulsion, and when the sons of Israel groaned because of the works toward God, then He visited them through Moses.
1:2934
καὶ πολλαῖς πληγαῖς πατάξας τοὺς Αἰγυπτίους ἐν τῷ μηνὶ τῶν ἀνθῶν, ὅτε πρῶτον ἐπιφαίνεται τὸ ἥδιστον ἔαρ, τῆς στυγνότητος τοῦ χειμῶνος παρερχομένης, ἐξάγει αὐτοὺς ἐξ Αἰγύπτου
祂用許多災殃擊打埃及人,在百花盛開的月份,就是最甘美的春天初現、嚴冬的陰沉過去之時,把他們領出埃及。
And having smitten the Egyptians with many plagues in the month of flowers, when the most sweet spring first appears and the gloom of winter passes away, He led them out of Egypt.
1:2935
Εἶπε δὲ θεὸς τῷ Μωϋσῇ ἄρνα λαβεῖν ἄμωμον καὶ σφάξαι καὶ τὸ αἷμα αὐτοῦ χρῖσαι ἐπὶ τῶν θυρῶν καὶ τῶν φλιῶν, ἵνα μὴ ὀλοθρεύων τὰ πρωτότοκα τῶν Αἰγυπτίων θίγῃ αὐτῶν·
神吩咐摩西取一隻無瑕疵的羔羊宰了,把牠的血塗在門和門框上,免得那滅命的擊殺埃及人頭生的時候碰到他們;
And God said to Moses to take an unblemished lamb and slay it, and to anoint its blood upon the doors and the doorposts, that the destroyer of the firstborn of the Egyptians might not touch them;
1:2936
ἑώρα γὰρ ἀποσταλεὶς ἄγγελος τὸ σημεῖον τοῦ αἵματος πόρρωθεν καὶ ἀφίστατο, ἐπεισῄει δὲ ταῖς μὴ σεσημειωμέναις οἰκίαις καὶ πᾶν πρωτότοκον ἀνῄρει
因為那奉差的天使從遠處看見血的記號就避開,卻進入那沒有記號的房屋,擊殺一切頭生的。
for the angel that was sent saw the sign of the blood from afar and kept away, but went in to the houses not marked and slew every firstborn.
1:2937
ἔτι δὲ καὶ ζύμην ἐκ παντὸς οἴκου ἐκέλευσεν ἀφανισθῆναι καὶ τὸ σφαζόμενον ἀρνίον μετὰ ἀζύμων καὶ πικρίδων ἐσθίειν προσέταξεν, ἐσθίειν δὲ αὐτοὺς περιζωσαμένους τὰς ὀσφύας καὶ ὑποδεδεμένους ἐν τοῖς ποσὶ τὰ ὑποδήματα καὶ τὰς βακτηρίας ἔχοντας ἐν χερσί
祂又吩咐從各家除去酵,並命他們把宰了的羔羊同無酵餅和苦菜一起吃,吃的時候要腰間束帶,腳上穿鞋,手中拿杖;
Moreover He commanded that leaven be done away with from every house, and bade them eat the lamb that was slain with unleavened bread and bitter herbs, and to eat it with their loins girded and their sandals on their feet and their staves in their hands;
1:2938
καὶ οὕτω μετὰ πάσης σπουδῆς ἐσθίειν πρὸς ἑσπέραν κελεύει τὸ πάσχα κυρίου καὶ μήτε ὀστοῦν ἀπὸ τοῦ ἀρνίου συντρῖψαι
祂如此吩咐他們急忙地在傍晚吃主的逾越節,連羔羊的一根骨頭也不可折斷。
and so with all haste He bids them eat the passover of the Lord toward evening, and not to break a bone of the lamb.
1:2939
Ἐξήγαγε δὲ αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, κελεύσας χρήσασθαι ἕκαστον παρὰ γείτονος αὐτοῦ Αἰγυπτίου σκεύη χρυσᾶ καὶ ἀργυρᾶ
祂帶他們出來,帶著金銀,曾吩咐各人向他的埃及鄰舍借取金器銀器。
And He brought them out with silver and gold, having commanded each to borrow from his Egyptian neighbor vessels of gold and silver.
1:2940
ἐξήρχοντο δὲ ἐξ Αἰγύπτου, τῶν Αἰγυπτίων θαπτόντων τὰ πρωτότοκα
他們出埃及的時候,正值埃及人埋葬他們頭生的。
And they went out of Egypt while the Egyptians were burying their firstborn.
1:2941
καὶ τοῖς μὲν ἦν χαρὰ ἐπὶ τῇ ἀπαλλαγῇ τῆς αὐχμηρᾶς δουλείας, τοῖς δὲ πένθος καὶ κοπετὸς ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ
對這一邊是因脫離那污穢的奴役而有的喜樂,對那一邊卻是因喪失兒女而有的哀傷和號咷。
And for the one there was joy at the deliverance from the squalid bondage, but for the other mourning and lamentation at the loss of their children.
1:2942
αὕτη νὺξ ἐν ἐπηγγείλατο θεὸς λυτρώσασθαι ἡμᾶς
這就是神所應許要救贖我們的那一夜。
This is the night in which God promised to redeem us.
1:2943
Ταῦτα δὲ πάντα μυστήριόν ἐστι ψυχῆς τῆς ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ λυτρωθείσης
這一切事都是那在基督降臨時得贖之靈魂的奧祕。
And all these things are a mystery of the soul redeemed at the coming of Christ.
1:2944
Ἰσραὴλ γὰρ ἑρμηνεύεται νοῦς ὁρῶν θεόν
因為以色列翻譯出來,就是看見神的心思。
For Israel is interpreted: a mind seeing God.
1:2945
ἐλευθεροῦται οὖν ἀπὸ τῆς δουλείας τοῦ σκότους, ἀπὸ τῶν Αἰγυπτίων πνευμάτων
如此,它便從黑暗的奴役中、從那些埃及的靈中得了釋放。
It is set free, then, from the bondage of darkness, from the Egyptian spirits.
1:2946
Ἐπειδὴ γὰρ ἐν τῇ παρακοῇ ἀπέθανεν ἄνθρωπος θανάτῳ δεινῷ τῆς ψυχῆς καὶ κατάραν ἐπὶ κατάρᾳ ἐδέξατο ( τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι γῆ, καὶ αὖθις·
因為自從那悖逆,人就死了,受了靈魂可怕的死,並咒詛加上咒詛(地必給你長出蒺藜和荊棘,又說:
For since in the disobedience man died a dread death of the soul and received curse upon curse (the earth shall bring forth thistles and thorns for you, and again:
1:2947
ἐργάσῃ τὴν γῆν καὶ οὐ προσθήσει δοῦναί σοι τοὺς καρποὺς αὐτῆς), ἀνεφύησαν καὶ ἀνέτειλαν ἐν τῇ γῇ τῆς καρδίας αὐτοῦ ἄκανθαι καὶ τρίβολοι, ἦραν αὐτοῦ τὴν δόξαν οἱ ἐχθροὶ διὰ τῆς ἀπάτης καὶ ἐνέδυσαν αὐτὸν αἰσχύνην, ἤρθη τὸ φῶς αὐτοῦ καὶ ἐνεδύθη σκότος, ἐφόνευσαν τὴν ψυχὴν αὐτοῦ καὶ διεσκέδασαν καὶ διεῖλον τοὺς λογισμοὺς αὐτοῦ καὶ κατέσπασαν ἀπὸ τοῦ ὕψους τὸν νοῦν αὐτοῦ, καὶ ἐγένετο Ἰσραὴλ ἄνθρωπος δοῦλος τοῦ ἀληθινοῦ Φαραώ
你必耕種地土,地卻不再給你效力結出果子);於是在他心的地土上,就生出、長起荊棘和蒺藜,仇敵藉詭詐奪去他的榮耀,給他披上羞恥,他的光被奪去,他披上了黑暗,他們殺了他的靈魂,把他的意念打散、分裂,又把他的心思從高處拉下,以色列就成了那真法老的奴僕。
you shall till the earth and it shall not yield to give you its fruits), there sprang up and grew in the earth of his heart thorns and thistles, the enemies took away his glory through deceit and clothed him with shame, his light was taken away and he was clothed with darkness, they slew his soul and dispersed and divided his thoughts and dragged his mind down from the height, and Israel became a man enslaved to the true Pharaoh.
1:2948
καὶ ἐπέστησεν αὐτῷ τοὺς ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, τὰ πνεύματα τῆς πονηρίας ἀναγκάζοντα αὐτὸν ἑκόντα καὶ ἄκοντα ποιεῖν τὰ πονηρὰ αὐτοῦ ἔργα καὶ τὴν σύνταξιν ἐκπληροῦν τοῦ πηλοῦ καὶ τῆς πλινθείας·
他又派督工和監工,就是那些邪惡的靈管轄他,強迫他甘心或不甘心地作他邪惡的工,完成那和泥作磚的定額;
And he set over him the taskmasters and slave-drivers, the spirits of wickedness, compelling him willingly and unwillingly to do his evil works and to fulfill the tale of mortar and brickmaking;
1:2949
οἳ καὶ χωρίσαντες αὐτὸν τοῦ οὐρανίου φρονήματος, κατήγαγον ἐπὶ τὰ ὑλικὰ καὶ γήϊνα καὶ πηλώδη ἔργα πονηρὰ καὶ λόγους καὶ ἐνθυμήματα καὶ διαλογισμοὺς ματαίους
這些靈把他從屬天的心意中隔開,使他墮入屬物質、屬地、如泥的邪惡工作、言語、心思和虛妄的推想。
and these, having separated him from the heavenly mind, brought him down to material and earthly and miry works, evil deeds and words and devices and vain reasonings.
1:2950
ἐκπεσοῦσα γὰρ τοῦ ἰδίου ὕψους ψυχὴ εὗρε βασιλείαν μισάνθρωπον καὶ ἄρχοντας πικροὺς τοὺς καταναγκάζοντας αὐτὴν οἰκοδομεῖν αὐτοῖς τὰς τῆς κακίας πόλεις ἁμαρτιῶν
因為靈魂從自己的高處墮落,便遇見一個恨惡人的國度和苦毒的官長,強逼它為他們建造那些罪惡的城。
For having fallen from its own height, the soul found a man-hating kingdom and bitter rulers compelling it to build for them the cities of sins of wickedness.
1:2951
ἀλλὰ πρῶτον βοᾷ καὶ στενάζει, καὶ τότε τῆς ἀπολυτρώσεως τὴν ἀρχὴν λαμβάνει, καὶ αὐτὴ ἐν τῷ μηνὶ τῶν νέων ἀνθῶν, λυτρουμένη κατὰ τὸν καιρὸν τοῦ ἔαρος, ἡνίκα γῆ τῆς ψυχῆς ἐξανθεῖν δύναται τοὺς καλοὺς καὶ ἀνθηροὺς κλάδους τῆς δικαιοσύνης, τῶν πικρῶν χειμώνων διελθόντων τῆς ἀγνοίας τοῦ σκότους καὶ τῆς πολλῆς πηρώσεως τῆς ἐκ τῶν αἰσχρῶν πράξεων καὶ ἁμαρτιῶν
但它先呼喊歎息,然後才得著救贖的起頭;它也在百花初放的月份,在春天的時候得贖,那時靈魂的地土能長出公義那美好、繁花的枝子,那無知黑暗、並因羞恥行為與罪而來之大殘害的苦冬,已經過去。
But first it cries and groans, and then receives the beginning of redemption, and it too in the month of new flowers, being redeemed at the time of spring, when the earth of the soul can bring forth the good and flowering branches of righteousness, the bitter winters of the ignorance of darkness and of the great maiming from shameful deeds and sins having passed.
1:2952
κελεύει δὲ τότε ἀφανισθῆναι ἐξ ἑκάστης οἰκίας πᾶσαν ζύμην παλαιάν, τὰς πράξεις καὶ τὰ φρονήματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου, διαλογισμοὺς πονηροὺς καὶ ἐνθυμήσεις ῥυπαράς, ὅσον δυνατόν, ἀπορρίψασθαι
那時祂吩咐從各家除去一切舊酵,就是那正在敗壞之舊人的行為和心意,並儘可能地除去邪惡的推想和污穢的妄念。
And then He bids that all old leaven be done away with from each house, the deeds and thoughts of the old man that is being corrupted, and that evil reasonings and filthy imaginings be cast away, as far as possible.
1:2953
Σφαγῆναι δεῖ τὸ ἀρνίον καὶ τυθῆναι καὶ τὸ αἷμα αὐτοῦ χρισθῆναι ἐπὶ τῶν θυρῶν
羔羊必須被宰、被獻,並把牠的血塗在門上。
The lamb must be slain and sacrificed and its blood anointed upon the doors.
1:2954
Χριστὸς γὰρ τὸ ἀληθινὸν καὶ ἀγαθὸν καὶ ἄμωμον ἀρνίον ἐσφάγη, καὶ τὸ αἷμα αὐτοῦ ἐχρίσθη ἐπὶ τῶν φλιῶν τῆς καρδίας, ὅπως γένηται τὸ ἐκχυθὲν ἐπὶ τοῦ σταυροῦ αἷμα τοῦ Χριστοῦ τῇ μὲν ψυχῇ εἰς ζωὴν καὶ ἀπολύτρωσιν, τοῖς δὲ Αἰγυπτίοις δαίμοσιν εἰς πένθος καὶ θάνατον
因為基督,那真實、美善、無瑕疵的羔羊,被宰了,祂的血塗在心的門框上,使那在十字架上所流的基督的血,於靈魂成為生命和救贖,於那些埃及的鬼魔卻成為哀傷和死亡。
For Christ, the true and good and unblemished lamb, was slain, and His blood anointed upon the doorposts of the heart, that the blood of Christ poured out upon the cross might be to the soul for life and redemption, but to the Egyptian demons for mourning and death.
1:2955
ἀληθῶς γὰρ πένθος αὐτοῖς ἐστι, χαρὰ δὲ καὶ ἀγαλλίασις τῇ ψυχῇ τὸ τοῦ ἀμώμου ἀρνίου αἷμα
因為那無瑕疵羔羊的血,於牠們實在是哀傷,於靈魂卻是喜樂和歡騰。
For truly it is mourning to them, but joy and exultation to the soul is the blood of the unblemished lamb.
1:2956
εἶτα μετὰ τὸ χρῖσμα κελεύει πρὸς ἑσπέραν φαγεῖν τὸ ἀρνίον καὶ τὰ ἄζυμα μετὰ πικρίδων περιεζωσμένους τὰς ζώνας καὶ ὑποδεδεμένους τὰ ὑποδήματα καὶ ἔχοντας τὰς βακτηρίας ἐν ταῖς χερσίν
塗血之後,祂吩咐他們在傍晚吃羔羊,並同苦菜吃無酵餅,腰間束帶,腳上穿鞋,手中拿杖。
Then after the anointing He bids them eat the lamb toward evening, and the unleavened bread with bitter herbs, with their girdles girded and their sandals bound on and holding their staves in their hands.
1:2957
ἐὰν γὰρ μὴ πρότερον γένηται ψυχὴ παρεσκευασμένη πανταχόθεν δι' ἔργων ἀγαθῶν, ὅσον ἐστὶν ἐν αὐτῇ, οὐ δίδοται αὐτῇ φαγεῖν ἀπὸ τοῦ ἀρνίου
因為靈魂若不先盡其所能,藉著善行在各方面預備妥當,就不得吃那羔羊。
For unless the soul first becomes prepared on every side through good works, as far as is in it, it is not given to it to eat of the lamb.
1:2958
εἰ δὲ καὶ τὸ ἀρνίον ἡδὺ καὶ τὰ ἄζυμα καλά, ἀλλ' αἱ πικρίδες πικραὶ καὶ τραχεῖαι·
羔羊雖甘美,無酵餅雖好,那苦菜卻是又苦又澀的;
And though the lamb be sweet and the unleavened bread good, yet the bitter herbs are bitter and harsh;
1:2959
μετὰ θλίψεως γὰρ πολλῆς καὶ πικρίας ἐσθίει ψυχὴ ἀπὸ τοῦ ἀρνίου καὶ τῶν χρηστῶν ἀζύμων, θλιβούσης αὐτὴν τῆς συνούσης αὐτῇ ἁμαρτίας
因為靈魂吃那羔羊和那美好的無酵餅,是帶著許多患難和苦楚的,因那與它同住的罪苦待它。
for with much affliction and bitterness the soul eats of the lamb and of the good unleavened bread, the sin that dwells with it afflicting it.
1:2960
Καὶ πρὸς ἑσπέραν φησὶν ἔδεσθε αὐτό
祂說,你們要在傍晚吃牠。
And toward evening, He says, you shall eat it.
1:2961
δὲ πρὸς ἑσπέραν ὥρα μέση φωτὸς καὶ σκότους ἐστίν
傍晚的時辰乃是光與暗之間的居中之時。
And the hour toward evening is midway between light and darkness.
1:2962
οὕτω καὶ ψυχὴ πρὸς ταύτῃ οὖσα τῇ ἀπολυτρώσει, μέση γίνεται φωτὸς καὶ σκότους, ἑστώσης τῆς δυνάμεως τοῦ θεοῦ καὶ μὴ ἐώσης τὸ σκότος ἐπελθεῖν τῇ ψυχῇ καὶ καταπιεῖν αὐτήν
照樣,靈魂在這救贖之時,也成了居於光與暗之間,神的能力站在旁邊,不容黑暗臨到靈魂、吞滅它。
So too the soul, being at this redemption, becomes midway between light and darkness, the power of God standing by and not allowing the darkness to come upon the soul and swallow it up.
1:2963
καὶ ὃν τρόπον εἶπε Μωϋσῆς·
正如摩西所說的:
And in the way that Moses said:
1:2964
αὕτη νὺξ τῆς ἐπαγγελίας ἐστὶ τοῦ θεοῦ, οὕτως καὶ Χριστός, δοθέντος αὐτῷ βιβλίου ἐν τῇ συναγωγῇ, ὡς γέγραπται ἐκάλεσεν ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀπολυτρώσεως
這是神應許的夜;照樣,基督在會堂裡有人把書卷遞給祂時,正如經上所記,便宣告了主悅納人的禧年和救贖的日子。
This is the night of the promise of God, so too Christ, when the book was given to Him in the synagogue, as it is written, proclaimed an acceptable year of the Lord and a day of redemption.
1:2965
ἐκεῖ νὺξ ἀνταποδόσεως, ἐνταῦθα ἡμέρα ἀπολυτρώσεως
那裡是報應的夜,這裡是救贖的日子。
There a night of recompense, here a day of redemption.
1:2966
εἰκότως, πάντα γὰρ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας, καὶ μυστικῶς προτυπούμενα τὴν ἀληθινὴν σωτηρίαν ὑπέγραφον τῆς ψυχῆς τῆς ἐγκεκλεισμένης τῷ σκότει καὶ πεπεδημένης κρυπτῶς ἐν λάκκῳ κατωτάτῳ καὶ ἐναποκεκλεισμένης πύλαις χαλκαῖς καὶ μὴ δυναμένης ἄνευ τῆς τοῦ Χριστοῦ ἀπολυτρώσεως ἐλευθερωθῆναι
這是合宜的,因為那一切事都是真理的預表和影兒,並以奧祕的方式作了預表,描繪出那被囚在黑暗中、暗暗被縛在最深之坑、被銅門關閉、若非藉基督的救贖便不能得釋之靈魂真正的救恩。
And fittingly so, for all those things were a type and shadow of the truth, and, being mystically prefigured, they sketched out the true salvation of the soul shut up in darkness and secretly fettered in the lowest pit and enclosed by gates of bronze, unable without the redemption of Christ to be set free.
1:2967
Ἐξάγει οὖν τὴν ψυχὴν ἐξ Αἰγύπτου καὶ τῆς ἐν αὐτῇ δουλείας, τῶν πρωτοτόκων αὐτῆς ἀναιρουμένων ἐν τῇ ἐξόδῳ·
如此,祂把靈魂從埃及、從其中的奴役領出來,那時它的頭生的在出離時被殺;
He brings out, then, the soul from Egypt and from the bondage in it, while its firstborn are slain in the exodus;
1:2968
ἤδη γὰρ μέρος τι τῆς δυνάμεως τοῦ ἀληθινοῦ Φαραὼ καταπίπτει
因為如今那真法老的勢力已經有一部分傾倒。
for now already some part of the power of the true Pharaoh falls.
1:2969
πένθος ἔχει τοὺς Αἰγυπτίους·
哀傷臨到埃及人;
Mourning seizes the Egyptians;
1:2970
στενάζουσι γὰρ λυπούμενοι ἐπὶ τῇ σωτηρίᾳ τοῦ αἰχμαλώτου
因為他們歎息,為那俘虜得救而憂傷。
for they groan, grieving over the salvation of the captive.
1:2971
κελεύει χρήσασθαι παρὰ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ λαβόντας ἐξελθεῖν·
祂吩咐他們向埃及人借取金器銀器,拿了就出去;
He bids them borrow vessels of gold and silver from the Egyptians, and having taken them to go out;
1:2972
ἀπολαμβάνει γὰρ ἐξιοῦσα τοῦ σκότους ψυχὴ τὰ ἀργυρᾶ καὶ χρυσᾶ σκεύη ἤγουν τοὺς ἰδίους ἀγαθοὺς λογισμοὺς πεπυρωμένους ἑπταπλασίως, ἐν οἷς διακονεῖται καὶ ἐπαναπαύεται θεός·
因為靈魂從黑暗出來時,取回那些金銀的器皿,就是它自己美善的意念,經過七倍的熬煉,神在其中受服事,得安息;
for the soul, going out of the darkness, takes back the silver and gold vessels, that is, its own good thoughts, refined seven times over, in which God is served and finds His rest;
1:2973
ἐσκόρπισαν γὰρ οἱ γειτονεύσαντες αὐτῇ δαίμονες καὶ κατέσχον καὶ διεσκέδασαν τοὺς λογισμοὺς αὐτῆς
因為那些曾作它鄰舍的鬼魔,曾把它的意念打散、奪取、驅散。
for the demons that had been its neighbors had scattered and seized and dispersed its thoughts.
1:2974
μακαρία ψυχὴ λυτρωθεῖσα ἐκ τοῦ σκότους, καὶ οὐαὶ ψυχῇ τῇ μὴ βοώσῃ καὶ στεναζούσῃ πρὸς τὸν δυνάμενον ῥύσασθαι αὐτὴν ἀπὸ τῶν χαλεπῶν ἐκείνων καὶ πικρῶν ἐργοδιωκτῶν
那從黑暗中得贖的靈魂有福了,但那不向那能救它脫離那些可怕、苦毒之監工者呼喊歎息的靈魂有禍了。
Blessed is the soul that has been redeemed from the darkness, and woe to the soul that does not cry out and groan to Him who is able to deliver it from those grievous and bitter slave-drivers.
1:2975
Ἀπαίρουσιν οἱ υἱοὶ Ἰσραήλ, τὸ πάσχα ποιήσαντες·
以色列人守了逾越節,就起行;
The sons of Israel set out, having kept the passover;
1:2976
προκόπτει ψυχὴ λαβοῦσα ζωὴν πνεύματος ἁγίου καὶ ἀπογευσαμένη τοῦ ἀρνίου καὶ χρισθεῖσα τῷ αἵματι αὐτοῦ καὶ φαγοῦσα τὸν ἀληθινὸν ἄρτον, τὸν ζῶντα λόγον
靈魂便長進,既領受了聖靈的生命,嘗了那羔羊,受了牠血的塗抹,又吃了那真糧,就是那活的道。
the soul advances, having received the life of the Holy Spirit and having tasted of the lamb and been anointed with its blood and eaten the true bread, the living Word.
1:2977
στῦλος πυρὸς καὶ στῦλος νεφέλης ἐκείνων προηγεῖτο·
有火柱和雲柱在他們前面引導;
A pillar of fire and a pillar of cloud went before them;
1:2978
φυλάττον τὸ πνεῦμα τὸ ἅγιον ὑποστηρίζει τούτους, θάλπον καὶ ὁδηγοῦν ἐν αἰσθήσει τὴν ψυχήν
那看守的聖靈扶持這些人,溫暖並在覺知中引導靈魂。
the Holy Spirit, guarding, upholds these, warming and guiding the soul in [spiritual] perception.
1:2979
ἀναίρεσιν, διώκειν ἐθάρσησε·
他壯起膽來追趕,存心要除滅;
he took courage to pursue, [bent on] destruction;
1:2980
σπουδῇ γὰρ ζεύξας τὰ ἅρματα αὐτοῦ καὶ μετὰ παντὸς τοῦ λαοῦ ἐπ' αὐτοὺς ἀνελεῖν ἠπείγετο
因為他急忙套上戰車,帶著他全部的軍兵,急速地追上他們要殺滅他們。
for with haste he yoked his chariots and with all his people hastened against them to slay them.
1:2981
ἤδη δὲ μέλλοντος ἀναμίγνυσθαι αὐτοῖς, ἵστατο νεφέλη ἐν μέσῳ, τοῖς μὲν ἐμποδίζουσα καὶ ἐπισκοτίζουσα, τοὺς δὲ φωταγωγοῦσα τε καὶ φυλάττουσα
但當他將要趕上他們時,有雲彩站在當中,於這一邊是攔阻、降下黑暗,於那一邊是照明、看守。
But when he was about to come up with them, a cloud stood in the midst, to the one hindering and casting darkness, to the other giving light and guarding.
1:2982
καὶ ἵνα μὴ τὴν ἱστορίαν ἅπασαν ἀνελίττων μηκύνω τὸν λόγον, λάβε μοι ἐν πᾶσι τὴν παραβολὴν πρὸς τὰ πνευματικά
為叫我不至於把整個史事鋪陳而拉長言語,請你在這一切事上,領會其應用於屬靈之事的比喻。
And that I may not lengthen the discourse by unrolling the whole history, take for me in all of it the parable applied to spiritual things.
1:2983
Ὅτε γὰρ πρῶτον ψυχὴ τοὺς Αἰγυπτίους ἀποφύγῃ, προσελθοῦσα τοῦ θεοῦ δύναμις βοηθεῖ ὁδηγοῦσα αὐτὴν ἐπὶ τὴν ἀλήθειαν
因為當靈魂一逃離埃及人,神的能力就臨近幫助,引導它歸向真理。
For when first the soul flees the Egyptians, the power of God draws near and helps, guiding it toward the truth.
1:2984
γνοὺς δὲ πνευματικὸς Φαραώ, βασιλεὺς τοῦ σκότους τῆς ἁμαρτίας, ὅτι ἀφίσταται αὐτοῦ ψυχὴ καὶ ἀποφεύγει τῆς βασιλείας αὐτοῦ λαβοῦσα τοὺς λογισμοὺς πάλαι κατεχομένους ( ταῦτα γὰρ αὐτοῦ τὰ ὑπάρχοντα), ὑπέλαβε καὶ ἤλπισεν δεινὸς πάλιν αὐτὴν ἐπανιέναι πρὸς αὐτόν
但那屬靈的法老,就是罪之黑暗的王,知道靈魂正離開他、逃離他的國,並奪去了那些久被囚禁的意念(因為這些原是他的產業),這可怕的便揣度盼望,以為靈魂仍要回到他這裡。
But the spiritual Pharaoh, the king of the darkness of sin, learning that the soul is departing from him and fleeing his kingdom, having taken the thoughts long held captive (for these are his possessions), supposed and hoped, the dread one, that it would again return to him.
1:2985
μαθὼν δὲ ὅτι παντάπασι φεύγει τὴν καταδυναστείαν αὐτοῦ ψυχὴ καὶ ὅτι ἤδη μέρος τι τῆς δυνάμεως αὐτοῦ ἀνῄρηται διὰ τῆς σφαγῆς τῶν πρωτοτόκων καὶ κλοπῆς τῶν λογισμῶν, ἀναιδέστερον προσέδραμε, φοβηθεὶς μήποτε τῆς ψυχῆς ἐκφυγούσης παντελῶς οὐδεὶς εὑρεθῇ τὸ θέλημα αὐτοῦ καὶ τὸ ἔργον ἐκπληρῶν
但他既知道靈魂全然在逃離他的暴政,又知道他的勢力已有一部分藉著頭生的被殺和意念的被奪而遭毀,就更無恥地追趕它,惟恐靈魂全然逃脫,再找不到人來成就他的意旨和工作。
But learning that the soul is fleeing his tyranny altogether, and that already some part of his power has been destroyed through the slaying of the firstborn and the theft of the thoughts, he ran more shamelessly after it, fearing lest, the soul having utterly escaped, no one be found to fulfill his will and work.
1:2986
καταδιώκει οὖν αὐτὴν διὰ θλίψεων καὶ πειρασμῶν καὶ πολέμων ἀοράτων
如此,他藉著患難、試探和看不見的爭戰追趕它。
He pursues it, then, through afflictions and temptations and invisible wars.
1:2987
ἐνταῦθα δοκιμάζεται, ἐνταῦθα πειράζεται, ἐνταῦθα φαίνεται πρὸς τὸν ἐξάγοντα αὐτὴν ἐξ Αἰγύπτου ἀγάπη·
在這裡它受試驗,在這裡它受試探,在這裡顯出它對那領它出埃及者的愛;
Here it is tested, here it is tempted, here is shown its love toward Him who brings it out of Egypt;
1:2988
παραδίδοται γὰρ δοκιμασθῆναι καὶ πειρασθῆναι παντοδαπῶς
因為它被交付,要受各樣的試驗和試探。
for it is delivered up to be tested and tempted in every way.
1:2989
θεωρεῖ γὰρ τὴν δύναμιν τοῦ ἐχθροῦ βουλομένην ἐπελθεῖν καὶ θανατῶσαι καὶ μὴ ἐξισχύουσαν·
因為它看見仇敵的勢力想要臨到它、置它於死地,卻不能得逞;
For it sees the power of the enemy wishing to come upon it and put it to death, yet unable to prevail;
1:2990
μέσος γὰρ αὐτῆς καὶ τῶν Αἰγυπτίων πνευμάτων ἕστηκεν κύριος
因為主站在它與那些埃及的靈之間。
for the Lord stands midway between it and the Egyptian spirits.
1:2991
θεωρεῖ δὲ καὶ ἔμπροσθεν θάλασσαν πικρίας καὶ θλίψεως ἀπογνώσεως, καὶ οὔτε εἰς τὰ ὀπίσω ἀνύσαι ἰσχύει ὁρῶσα ἑτοίμους τοὺς ἐχθρούς, οὔτε εἰς τὰ ἔμπροσθεν χωρῆσαι·
它又看見前面有苦楚與患難或絕望的海,既看見仇敵嚴陣以待,便不能往後退,也不能向前進;
And it sees also before it a sea of bitterness and affliction or despair, and is unable to advance backward, seeing the enemies ready, nor to go forward;
1:2992
δειλία γὰρ θανάτου καὶ θλίψεις δειναὶ καὶ ποικίλαι περιέχουσαι, θάνατον ὁρᾶν ποιοῦσιν
因為死亡的恐懼和那環繞它、又可怕又多樣的患難,使它眼見死亡。
for the dread of death and grievous and manifold afflictions encompassing it make it behold death.
1:2993
Ἀπευδοκεῖ οὖν ἑαυτὴν τὸ ἀπόκριμα τοῦ θανάτου ἐν ἑαυτῇ ἔχουσα ψυχὴ διὰ τὸν περικυκλώσαντα αὐτὴν τῶν πονηρῶν ἑσμόν
如此,靈魂便對自己絕望,因那群圍困它的惡者,自覺裡面有了死亡的判決。
The soul, then, despairs of itself, having in itself the sentence of death, because of the swarm of the wicked ones that have surrounded it.
1:2994
καὶ ἐπειδὰν ἴδῃ θεὸς δειλίᾳ θανάτου περιπεσοῦσαν τὴν ψυχὴν καὶ τὸν ἐχθρὸν καταπιεῖν αὐτὴν ἑτοίμως ἔχοντα, τότε δὴ τότε δίδωσι μικρὰν βοήθειαν, μακροθυμῶν ἐπὶ τὴν ψυχὴν καὶ δοκιμάζων αὐτήν, εἰ τῇ πίστει ἕστηκεν, εἰ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν ἔχει
當神看見靈魂落在死亡的恐懼中,仇敵又預備好要吞滅它,那時,正是那時,祂才賜下一點幫助,向靈魂寬容忍耐,試驗它是否在信上站立得住,是否對祂有愛。
And when God sees the soul fallen into the dread of death and the enemy ready to swallow it up, then, then indeed He gives a little help, being long-suffering toward the soul and testing it, whether it stands in faith, whether it has love toward Him.
1:2995
τοιαύτην γὰρ θεὸς ἔθετο τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν μετὰ θλίψεως εἶναι καὶ στενοχωρίας καὶ δοκιμασίας πολλῆς καὶ πειρασμῶν πικροτάτων, ἵνα ἐντεῦθεν καταντήσῃ λοιπὸν ψυχὴ εἰς τὴν γῆν τὴν ἀληθινὴν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ
因為神這樣定規那通往生命的路,是要帶著患難、窘迫、許多試驗和極苦的試探,好叫靈魂從這裡終得進入那真地,就是神兒女榮耀之地。
For God so appointed the way that leads to life to be with affliction and straitness and much testing and most bitter temptations, that thence the soul might at length come to the true land of the glory of the children of God.
1:2996
ὅταν οὖν ἀπευδοκήσῃ καὶ ἀπαγορεύσῃ ἑαυτὴν ψυχὴ διὰ τὴν ὑπερβάλλουσαν θλῖψιν καὶ τὸν παρ' ὀφθαλμοῖς θάνατον, τὸ τηνικαῦτα χειρὶ κραταιᾷ καὶ ὑψηλῷ βραχίονι διὰ τοῦ ἁγίου πνεύματος τῆς ἐπιλάμψεως ῥήσσει τὴν δύναμιν τοῦ σκότους καὶ διέρχεται ψυχή, τοὺς φοβεροὺς τόπους ἐκφυγοῦσα καὶ διαπεράσασα τὴν θάλασσαν τοῦ σκότους καὶ τοῦ παμφάγου πυρός
如此,當靈魂因那壓倒的患難和眼前的死亡而絕望、棄絕自己,正在那時,祂便以大能的手和伸出的膀臂,藉著聖靈的光照,擊碎那黑暗的勢力,靈魂就得以通過,逃離那可怕的地方,越過那黑暗與吞滅一切之火的海。
When, then, the soul despairs and renounces itself because of the overwhelming affliction and the death before its eyes, at that very moment, with a mighty hand and a high arm, through the illumination of the Holy Spirit, He shatters the power of darkness and the soul passes through, having escaped the fearful places and crossed over the sea of darkness and of the all-devouring fire.
1:2997
Ταῦτα μυστήριά ἐστι ψυχῆς ἀληθῶς γιγνόμενα ἐν ἀνθρώπῳ σπουδάζοντι ἐλθεῖν πρὸς τὴν ἐπαγγελίαν τῆς ζωῆς καὶ λυτρουμένῳ ἐκ τῆς βασιλείας τοῦ θανάτου καὶ λαμβάνοντι ἀρραβῶνα παρὰ θεοῦ καὶ πνεύματος ἁγίου μετέχοντι
這些乃是靈魂的奧祕,真實地成就在一個竭力要來到生命之應許、正從死亡之國得贖、從神領受憑質、又與聖靈有分的人身上。
These are the mysteries of the soul, truly coming to pass in a person who is striving to come to the promise of life and is being redeemed from the kingdom of death and receiving a pledge from God and partaking of the Holy Spirit.
1:2998
εἶτα ῥυσθεῖσα ψυχὴ ἐκ τῶν ἐχθρῶν αὐτῆς καὶ τὴν πικρὰν θάλασσαν τῇ δυνάμει τοῦ θεοῦ διελθοῦσα καὶ ὁρῶσα τοὺς πολεμίους ἀπολλυμένους πρὸ ὀφθαλμῶν, οἷς τὸ πρὶν ἐδούλευεν, ἀγαλλιᾶται χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, παρακαλουμένη ὑπὸ τοῦ θεοῦ καὶ ἀναπαυομένη ἐν κυρίῳ
於是靈魂從仇敵中得了拯救,藉著神的能力過了那苦海,又看見那些從前奴役它的仇敵在眼前滅亡,便以說不出來、滿有榮光的喜樂歡騰,受神的安慰,安息在主裡。
Then the soul, delivered from its enemies and having passed through the bitter sea by the power of God, and seeing the foes perishing before its eyes, to whom it was formerly enslaved, exults with joy unspeakable and full of glory, being comforted by God and resting in the Lord.
1:2999
τότε τὸ πνεῦμα ὅπερ ἔλαβε καινὸν ᾆσμα τῷ θεῷ ᾄδει διὰ τοῦ τυμπάνου, ἤγουν τοῦ σώματος, καὶ τῶν τῆς κιθάρας, ἤτοι ψυχῆς, λογικῶν χορδῶν καὶ λεπτοτάτων λογισμῶν καὶ τοῦ πλήκτρου τῆς θείας χάριτος, καὶ ἀναπέμπει αἴνους τῷ ζωοποιῷ Χριστῷ
那時它所領受的靈,便藉著手鼓,就是身體,並藉著琴,就是靈魂,那些有理性的弦和極精微的意念,又藉著神聖恩典的撥子,向神唱一首新歌,把讚美獻給那賜生命的基督。
Then the spirit which it received sings a new song to God by means of the timbrel, that is, the body, and by the rational strings and most subtle thoughts of the lyre, that is, the soul, and by the plectrum of divine grace, and sends up praises to the life-giving Christ.
1:3000
ὡς γὰρ διὰ τοῦ αὐλοῦ τὸ πνεῦμα διερχόμενον λαλεῖ, οὕτω διὰ τῶν ἁγίων καὶ πνευματοφόρων ἀνθρώπων τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν ὑμνοῦν καὶ ψάλλον καὶ προσευχόμενον τῷ θεῷ ἐν καθαρᾷ καρδίᾳ
因為正如氣息通過笛子發聲;照樣,聖靈也藉著那些聖潔、帶著聖靈的人,以清潔的心向神歌頌、歌唱、禱告。
For as the breath passing through the flute speaks, so through the holy and Spirit-bearing men the Holy Spirit hymns and sings and prays to God with a pure heart.
1:3001
δουλείας Φαραὼ καὶ θρόνον ἴδιον καταστήσαντι καὶ οἶκον καὶ ναὸν καὶ νύμφην καθαράν, καὶ εἰσαγαγόντι αὐτὴν εἰς βασιλείαν ζωῆς αἰωνίου ἔτι οὖσαν ἐν τῷ κόσμῳ τούτῳ
—使靈魂脫離法老的奴役,為它設立了自己的寶座、一座房屋、一座聖殿和一位潔淨的新婦,並在它還在這世界之時,就領它進入永生的國度。
—from the bondage of Pharaoh, having established for it a throne of its own, a house and a temple and a pure bride, and having brought it into the kingdom of eternal life while it is yet in this world.
1:3002
Ἐν τῷ νόμῳ ζῷα ἄλογα προσεφέροντο εἰς θυσίαν, καὶ εἰ μὴ ἐσφάζοντο, οὐκ ἦσαν δεκταὶ αἱ προσφοραί
在律法之下,要將無知的牲畜獻為祭物;牲畜若不被宰殺,那祭物就不蒙悅納。
Under the Law, irrational animals were offered in sacrifice, and unless they were slain, the offerings were not acceptable.
1:3003
καὶ νῦν ἐὰν μὴ σφαγῇ ἁμαρτία, οὐκ ἔστι δεκτὴ προσφορὰ παρὰ τῷ θεῷ καὶ ἀληθινή
照樣,如今罪若不被殺死,獻在神面前的祭物就既不蒙悅納,也不真實。
So now, unless sin is slain, the offering before God is neither acceptable nor true.
1:3004
Ἦλθεν λαὸς εἰς Μερράν, ὅπου ἦν πηγὴ πικρὸν ὕδωρ βρύουσα καὶ ἄχρηστον πρὸς πόσιν
百姓來到瑪拉,那裡有一泉湧出苦水,不能飲用。
The people came to Marah, where there was a spring gushing forth bitter water, useless for drinking.
1:3005
κελεύει οὖν θεὸς ἀποκνίσαντα ξύλον ῥῖψαι εἰς τὸ πικρὸν ὕδωρ, καὶ οὕτως ἐμβληθέντος τοῦ ξύλου ἐγλυκάνθη τὸ ὕδωρ καὶ μεταβληθὲν ἐκ τῆς πικρότητος χρήσιμον καὶ πόσιμον ἐγένετο τῷ λαῷ τοῦ θεοῦ
於是神吩咐折下一根木頭,丟在那苦水裡;那木頭一丟進去,水就變甜了,從苦轉變成為神的百姓可用又可飲的水。
God therefore commanded a piece of wood to be broken off and cast into the bitter water; and when the wood was thus thrown in, the water was sweetened, and being changed from its bitterness it became useful and drinkable for the people of God.
1:3006
τὸν αὐτὸν τρόπον καὶ ψυχὴ πεπίκραται ἐκειοῦσα τὸν ἰὸν τοῦ ὄφεως καὶ ὁμοιωθεῖσα τῇ πικρᾷ αὐτοῦ φύσει καὶ ἁμαρτωλὸς γενομένη
照樣,靈魂也已變苦了,因它吸進了那蛇的毒,變得像牠那苦毒的性情一樣,因而成了有罪的。
In the same way the soul also has been made bitter, having taken in the venom of the serpent and become like its bitter nature, and so become sinful.
1:3007
διὸ ἐμβάλλει θεὸς τὸ ξύλον τῆς ζωῆς εἰς αὐτὴν τὴν πικρὰν πηγὴν τῆς καρδίας, καὶ γλυκαίνεται ἐκ τῆς πικρότητος μεταβαλλομένη καὶ συγκιρνωμένη τῷ πνεύματι τοῦ Χριστοῦ, καὶ οὕτως εὔχρηστος γενομένη εἰς διακονίαν τοῦ δεσπότου αὐτῆς προχωρεῖ·
因此神將生命樹丟進心中那苦泉裡,心就變甜了,從苦毒中得著轉變,並與基督的靈相調和;如此成為合用的,便向前去服事它的主。
Therefore God casts the tree of life into that very bitter spring of the heart, and it is sweetened, being changed from its bitterness and mingled with the Spirit of Christ; and having thus become serviceable, it goes forth to the ministry of its Master.
1:3008
γίγνεται γὰρ πνεῦμα σαρκοφόρον
因為它成了一個帶著肉身的靈。
For it becomes a spirit that bears flesh.
1:3009
δόξα τῷ μεταβάλλοντι τὴν πικρότητα ἡμῶν εἰς τὴν ἡδύτητα καὶ χρηστότητα τοῦ πνεύματος
願榮耀歸給那位將我們的苦毒變為聖靈之甘甜與良善的主!
Glory to Him who changes our bitterness into the sweetness and goodness of the Spirit!
1:3010
οὐαὶ ἐκείνῳ, ἐν οὐκ ἐβλήθη τὸ ξύλον τῆς ζωῆς εἰς τὴν καρδίαν αὐτοῦ, ὅτι ἄχρι τέλους μένει ἐν τῇ πικρίᾳ μὴ λαβὼν γὰρ τὸ ξύλον τῆς ζωῆς·
禍哉,那未曾將生命樹丟進自己心中的人,因為他到末了仍住在苦毒裡;因他沒有領受生命樹,
Woe to him into whose heart the tree of life has not been cast, for he remains in bitterness unto the end; for not having received the tree of life,
1:3011
οὐ δύναται μεταβολήν τινα κτήσασθαι ἀγαθήν
他就不能得著任何美善的轉變。
he is unable to acquire any good change.
1:3012
ῥάβδος Μωϋσέως δύο ἔφερεν εἰκόνας
摩西的杖帶有兩種預表。
The rod of Moses bore two figures.
1:3013
τοῖς μὲν ἐχθροῖς ὡς ὄφις ἀπήντα, δάκνων καὶ ἀναιρῶν, τοῖς Ἰσραηλίταις δὲ βακτηρία, ἐφ' ἣν ἐπεστηρίζοντο
對仇敵,它如同蛇一般臨到,咬齧並毀滅;但對以色列人,它卻是可倚靠的杖。
To the enemies it came as a serpent, biting and destroying; but to the Israelites it was a staff on which they leaned.
1:3014
οὕτω καὶ τὸ ἀληθινὸν ξύλον τοῦ σταυροῦ, ἐστι Χριστός, τῶν μὲν ἐχθρῶν ἐστι θάνατος, τῶν πνευμάτων τῆς πονηρίας, τῶν δὲ ψυχῶν ἡμῶν βακτηρία καὶ ἕδρασμα ἀσφαλὲς καὶ ζωή, ἐφ' ἣν ἐπαναπαύονται
照樣,十字架那真實的木頭,就是基督,對仇敵,就是那些邪惡的靈,乃是死亡;但對我們的靈魂,卻是杖、是穩固的依靠、是生命,可在其上得安息。
So also the true wood of the cross, which is Christ, is death to the enemies, the spirits of wickedness, but to our souls it is a staff and a sure support and life, on which they find rest.
1:3015
τύποι γὰρ καὶ σκιαὶ τὸ πρὶν ἐγίγνοντο τῶν ἀληθινῶν τούτων πραγμάτων
因為古時的事物乃是這些真實之事的預表與影兒。
For the things of old were types and shadows of these true realities.
1:3016
σκιὰ γάρ ἐστι καὶ εἰκὼν παλαιὰ λατρεία τῆς νῦν λατρείας
因為那舊有的敬拜,乃是如今這敬拜的影兒與表樣。
For the old worship is a shadow and image of the present worship.
1:3017
καὶ περιτομὴ καὶ σκηνὴ καὶ κιβωτὸς καὶ στάμνος καὶ τὸ μάννα καὶ ἱερατεία καὶ τὸ θυμίαμα καὶ τὰ βαπτίσματα, καὶ ἁπαξαπλῶς πάντα ὅσα γέγονεν ἐν τῷ Ἰσραὴλ καὶ ἐν τῷ νόμῳ Μωσέως ἐν τοῖς προφήταις, διὰ τὴν ψυχὴν ταύτην γέγονε τὴν κατ' εἰκόνα θεοῦ γεγενημένην καὶ πεσοῦσαν ὑπὸ ζυγὸν δουλείας καὶ ὑπὸ βασιλείαν σκότους πικρίας
還有割禮、帳幕、約櫃、罐子、嗎哪、祭司職分、香、各樣的洗濯,總之,凡在以色列中、在摩西律法裡、或在眾申言者中所發生的一切,都是為著這靈魂的緣故;這靈魂本是照神的形像造的,卻墮落在奴役的軛下,落在那苦毒黑暗的國度之下。
And the circumcision, the tabernacle, the ark, the jar, the manna, the priesthood, the incense, the washings—in short, all that came to pass in Israel and in the Law of Moses or among the prophets—were for the sake of this soul, which was made according to the image of God yet fell under the yoke of bondage and under the kingdom of the darkness of bitterness.
1:3018
ταύτῃ γὰρ ἠθέλησεν θεὸς κοινωνῆσαι καὶ ταύτην ἡρμόσατο ἑαυτῷ εἰς νύμφην βασιλέως καὶ ταύτην καθαρίζει ἀπὸ τοῦ ῥύπου, καὶ ἐκπλύνων λαμπρύνει ἀπὸ τῆς μελανίας καὶ τῆς αἰσχρότητος αὐτῆς καὶ ζωοποιεῖ ἐκ τῆς νεκρώσεως καὶ ἰᾶται ἐκ τῆς συντρίψεως, καὶ εἰρηνεύει αὐτῆς τὴν ἔχθραν καταλλάσσων
因為神願意與這靈魂交通,將它許配給自己,作王的新婦;祂潔淨它脫離污穢,洗淨它、使它從黑暗與羞醜中發出光彩,從死亡中使它活過來,從破碎中醫治它,並化解它的仇恨,使它與神和好。
For with this soul God willed to have fellowship, and this He betrothed to Himself as the bride of the King; He cleanses it from its filth, and washing it makes it bright from its blackness and shamefulness, gives it life out of its deadness, heals it from its brokenness, and brings it peace by reconciling its enmity.
← 上一段下一段 →
1