📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 屬靈講道集

屬靈講道集 第 1 章 第 26/36 段

希臘文原文.142 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:3872–1:4013(全章共 5111 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:3872
ἐπὰν δὲ σκότος ἐν αὐτῇ μηκέτι ᾖ, ἀλλὰ ἀδιαλείπτως ὅλη ἐξ ὅλου φωτισθῇ ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς ὥσπερ γῆ ἐν αἰθερίῳ ἀέρι ὑπὸ τοῦ ἡλίου, τότε ὅλου τοῦ σκότους ὑποχωρήσαντος ἐν τῷ φωτὶ ἀϊδίως οὖσα τελειοῦται ἐν τῷ φωτὶ φῶς καὶ αὐτὴ ἡ ψυχὴ γενομένη
但當靈魂裡面不再有黑暗,卻不斷地被真光完全徹底地照亮——正如大地在清朗的空氣中被太陽照耀一樣——那時,一切黑暗都已退去,靈魂永遠常存於光中,就在光中得以完全,靈魂本身也成了光。
But when darkness is no longer in it, but it is unceasingly illumined wholly and entirely by the true light, just as the earth in the clear air is illumined by the sun, then, all darkness having withdrawn, and the soul abiding eternally in the light, it is perfected in the light, the soul itself also becoming light.
1:3873
κρείττων, ἀλλ' ἐκ μιᾶς δὴ φύσεως εἰσὶ πᾶσαι καὶ ἐκ τοῦ αὐτοῦ κύκλου τοῦ ἡλίου, οὕτω καὶ οἱ ἅγιοι οἱ γεννηθέντες ἐκ τοῦ θείου πνεύματος καὶ τέκνα ὄντες θεοῦ καὶ ἔχοντες τὸ φῶς τῆς θεότητος ἐν.. ἑαυτοῖς ἐκ τοῦ αὐτοῦ πνεύματός εἰσιν
……並非哪一道更為優越,其實它們全都出於同一本性,出於同一個太陽的圓輪;照樣,那些從神聖之靈重生、作神兒女、且在自己裡面擁有神性之光的聖徒們,也都是出於同一位聖靈。
...none better than another, but they are all of one nature, and from the same disk of the sun; so too the saints who have been born of the divine Spirit, and who are children of God, and who have the light of the Godhead within themselves, are of the same Spirit.
1:3874
ὥσπερ δὲ αἱ ἀκτῖνες τοῦ ἡλίου κεχωρισμέναι εἰσὶν ἀπ' ἀλλήλων, οὕτω καὶ οἱ ἅγιοι κεχωρισμένοι εἰσὶ καὶ τὰ σώματα καὶ τὰς ψυχάς
又正如太陽的光線彼此各自分明,同樣,聖徒們也是彼此有別的,無論在身體或在靈魂上皆然。
And just as the rays of the sun are distinct from one another, so too the saints are distinct, both in body and in soul.
1:3875
Πέτρος γὰρ Πέτρος ἐστί, καὶ Παῦλος Παῦλος καὶ πάντες οἱ ἅγιοι ὁμοίως
因為彼得就是彼得,保羅就是保羅,眾聖徒也都各自如此。
For Peter is Peter, and Paul is Paul, and likewise all the saints.
1:3876
ἕκαστος ἴδιον σῶμα ἔχει καὶ τὴν ψυχὴν ἔχει ἰδίαν, ἐν πᾶσι δὲ ὁ αὐτὸς θεὸς οἰκεῖ, καὶ αὐτοὶ πάντες ἐν τῷ θεῷ ἐνοικοῦσιν, ἕκαστος ἰδίαν ἀρετὴν καὶ κάλλος ἔχων τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος διὰ τὴν τοῦ θεοῦ πολυποίκιλον σοφίαν καὶ τὴν τοῦ πνεύματος πολύτροπον χάριν καθὼς βούλεται εἰς αὐτοὺς ἐνεργεῖ
每個人都各有自己的身體,也各有自己的靈魂,但同一位神卻住在眾人裡面,他們眾人也都住在神裡面;因著神那多樣豐富的智慧,以及聖靈那千變萬化的恩典,隨其所願地在他們裡面運行,各人便各自擁有靈魂與身體獨特的美德與美麗。
Each has his own body and has his own soul, but the same God dwells in all, and they all dwell in God, each having his own virtue and beauty of soul and body, on account of the manifold wisdom of God and the diverse grace of the Spirit, which works in them as he wills.
1:3877
ἐκ τοῦ αὐτοῦ σώματος τῆς θεότητος, ἐκ τῆς αὐτῆς ὑποστάσεως, ἐκ τῆς αὐτῆς οὐσίας πάντες οἱ ἅγιοι μετέχουσι καὶ εἰσὶν ὥσπερ.. ἀκτῖνες ἡλίου συνδεδεμένοι τῇ τοῦ θεοῦ δικαιοσύνῃ
眾聖徒都同領於神性同一的身體、同一的實體、同一的本質,他們彼此連結,正如太陽的光線一般,被神的公義所聯繫在一起。
All the saints partake of the same body of the Godhead, of the same hypostasis, of the same essence, and they are bound together, like rays of the sun, by the righteousness of God.
1:3878
ὅταν γὰρ ὁ αὐτὸς ἥλιος πρὸς δυσμὰς γένηται, πάσας τὰς ἀκτῖνας συστέλλει πρὸς ἑαυτὸν καὶ οὐδὲ μίαν ἀκτῖνα τῷ σκότει ἐπαφίησιν, οὕτω καὶ ὁ Χριστὸς ἐν τῇ συντελείᾳ τοῦ κόσμου ἐρχομένης τῆς κρίσεως καὶ τῆς γεέννης φανερουμένης πάσας τὰς ἀκτῖνας ( τουτέστι τοὺς ἁγίους) ἐν οἷς ἐνήργησε καὶ οἷς μετέδωκε τοῦ πνεύματος αὐτοῦ, συνάγει πρὸς ἑαυτὸν εἰς τὰ ἴδια μέρη ἱστῶν αὐτούς, οὐδένα ἐάσας ἐν τῇ νυκτὶ καὶ τῷ σκότει, ἀλλὰ τοὺς πάντας εἰσδεχόμενος εἰς ἑαυτὸν ἐν τῇ αἰωνίᾳ αὐτοῦ βασιλείᾳ
因為當太陽本身西沉之時,便將所有光線都收回歸於自己,不留一絲光線在黑暗中;照樣,基督在世界的末了,審判來臨、地獄顯明之際,也要將一切光線——就是眾聖徒,那些他曾在其中運行、並將他的靈分賜給他們的人——都聚集歸於自己,安置他們各在其位,不容一人留在黑夜與黑暗之中,卻要將眾人都接納進入自己永遠的國度裡。
For when the sun itself goes down toward the west, it draws all its rays back into itself, and leaves not a single ray behind in the darkness; so too Christ, at the consummation of the world, when the judgment comes and Gehenna is made manifest, gathers to himself all the rays—that is, the saints, in whom he has worked and to whom he has imparted his Spirit—setting them each in his own place, leaving no one in the night and the darkness, but receiving them all into himself, into his eternal kingdom.
1:3879
Ὥσπερ ἵνα ᾖ τις ὑπὸ σφοδροτάτου πυρετοῦ κατεχόμενος καὶ ἔνδοθεν φλεγόμενοςκαὶ τούτῳ ἐὰν προσενέγκῃ ἰατρὸς τροφήν, ἀηδίζεται καὶ σικχαίνει, καὶ λοιπὸν ὁ ἰατρὸς παρακαλεῖ λέγων·
譬如有人被最猛烈的高燒纏住,裡面焚燒發炎,若醫生給他送上食物,他便感到厭惡噁心;於是醫生便勸他說:
Just as if someone were held fast by a most violent fever, burning within, and if a physician should bring him food, he would be repelled and nauseated by it—and then the physician exhorts him, saying:
1:3880
ἀνάγκασον σεαυτόν. καὶ ὅταν μεταλάβῃ τροφῆς, κατὰ μικρὸν ἄρχεται ἡ γλυκασία τῆς τροφῆς καταπαύειν καὶ σβεννύειν τὴν ἔνδοθεν φλεγομένην τῆς πικρίας νόσον
「勉強你自己吧。」當他一旦進食,食物的甘甜便漸漸開始止息、澆熄那在裡面焚燒的苦毒之病。
'Force yourself.' And when he partakes of the food, little by little the sweetness of the food begins to still and quench the bitter disease burning within.
1:3881
ἀλλ' οὐκ ἀπὸ μιᾶς διαγωγῆς διϋλίζεται ὅλος ὁ πυρετός·
但整個高燒並非一次療程就能完全滌淨;
But the whole fever is not purged away by a single course of treatment;
1:3882
πολλάκις γὰρ μεταλαμβάνει τῆς τροφῆς καὶ ἐνδυναμοῦται καὶ ὑγιαίνει καὶ περιπατεῖ, καὶ ἔτι ἡ χαυνότης καὶ ἀτονία καὶ ἀσθένεια περίκειται αὐτῷ
因為他雖屢次進食,漸漸強壯,恢復健康,也能行走,但軟弱、乏力與虛弱仍舊纏繞著他。
for he often partakes of food and is strengthened and grows healthy and walks about, and yet languor and feebleness and weakness still cling to him.
1:3883
καὶ συμβαίνει τινὰ μέλη ἢ ὄψιν ἢ ὀφθαλμοὺς ἔχειν ὡραῖα, ἀλλ' ἔτι τὰ ὑπόλοιπα μέλη ἠφάνισται, ἔχει χεῖρα ὑγιῆ, ἀλλὰ τὸν πόδα ἠφάνισταιοὕτως ἐστὶ καὶ εἰς τὸ πνευματικόν·
並且往往他有些肢體、或面容、或眼睛看來俊美,但其餘的肢體卻仍舊消瘦憔悴;他的手健康,腳卻枯萎。屬靈的事也是如此:
And it happens that some of his limbs, or his face, or his eyes, are handsome, but the rest of his members are still wasted away; he has a sound hand, but his foot is wasted—so it is also in the realm of the spirit:
1:3884
εἰσὶ μέλη πολλὰ τοῦ πνεύματος καὶ συμβαίνει ἔχειν τινὰ μέλη ἐξ αὐτῶν ὑγιῆ, καὶ παρὰ τοῦτο τέλειος οὐκ ἔστιν
聖靈的肢體有許多,也常有其中一些肢體是健全的,然而人卻不因此就是完全的。
there are many members of the spirit, and it happens that some members among them are healthy, yet because of this a man is not perfect.
1:3885
ὁρᾷς πόσοι βαθμοί εἰσι τοῦ πνεύματος καὶ πῶς κατὰ μέρος διϋλίζεται.. καὶ λεπτύνεται τὸ κακόν; καὶ οὐκ ἐφάπαξ
你看,聖靈的階段有多少層次,惡如何被逐步淨化、逐漸削減,而非一次完成?
Do you see how many degrees there are of the Spirit, and how the evil is purged and refined part by part, and not all at once?
1:3886
ὅλη γὰρ ἡ πρόνοια καὶ ἡ οἰκονομία τοῦ κυρίου (καὶ τὸ ἀνατέλλειν τὸν ἥλιον, καὶ πάντα τὰ δημιουργήματα) γέγονε διὰ τὴν βασιλείαν, ἣν μέλλουσι κληρονομεῖν οἱ ἐκλεκτοί, καὶ διὰ τὸ τὴν εἰρηνικὴν συστῆναι βασιλείαν
因為主的整個護理與計劃(包括太陽的升起,以及一切被造之物)都是為了選民將要承受的國度而存在,也是為了建立那和平的國度。
For the whole providence and economy of the Lord (both the rising of the sun and all created things) came to be for the sake of the kingdom which the elect are to inherit, and for the establishment of the peaceful kingdom.
1:3887
Οἱ δὲ Χριστιανοὶ οὔτε πόρνην διακρίνουσι προεστῶσαν οὔτε ἁμαρτωλοὺς οὔτε ἀτάκτους, ἀλλὰ ἁπλουστάτῳ προαιρέσει καὶ καθαρῷ ὀφθαλμῷ κατανοοῦσι πάντας, ὥσπερ ἐὰν ᾖ τοῦτό τινι ὡς φυσικόν, ὡς πηκτόν, τὸ μηδένα ἐξουθενεῖν, μηδένα κρίνειν ἢ βδελύσσεσθαι καὶ γὰρ ἔχων αὐτοὺς ἐν διακρίσει καὶ τὸν μονόφθαλμον, εἰδὼς ὅτι οὕτως ἐστίν, ὡς ὑγιῆ αὐτὸν ὅρα, τὸν ἔχοντα κυλλὴν τὴν χεῖρα ὡς ὑγιαίνοντα
基督徒既不歧視站在面前的娼妓,也不歧視罪人或不守規矩的人,反倒以最單純的存心和潔淨的眼光看待眾人,彷彿對他們而言,不輕視任何人、不論斷任何人、不厭惡任何人,已是天然固有、根深蒂固的事。事實上,即便他心中分辨清楚,看見那獨眼之人,知道他確是如此,卻仍視他如健全之人;看見那手枯萎的人,也視他如健康之人一般。
But Christians discriminate against neither a prostitute standing before them, nor sinners, nor the disorderly, but with the simplest disposition and a pure eye they regard all alike, as though it were for them a fixed and natural thing to despise no one, to judge no one, or to abhor anyone. Indeed, even while distinguishing them, he looks upon the one-eyed man, knowing him to be so, as though he were sound, and regards the man with the withered hand as though he were healthy.
1:3888
αὕτη γάρ ἐστιν ἡ καθαρότης τῆς καρδίας, ἵνα συγγνῷ τοῖς ἁμαρτωλοῖς καὶ συμπαθήσῃ καὶ σπλαγχνισθῇ
因為這就是心裡的潔淨:能寬恕罪人,與他們同感,並心生憐憫。
For this is the purity of heart: to forgive sinners, to sympathize with them, and to be moved with compassion.
1:3889
οἱ γὰρ ἅγιοι τοῦ θεοῦ συμβαίνει ὅτι καθέζονται εἰς θέατρον καὶ βλέπουσι τὸν κόσμον ἐν τῇ ἀπάτῃ τοῦ βίου, καὶ αὐτοὶ κατὰ τὸν ἔσω ἄνθρωπον λαλοῦσι μετὰ τοῦ θεοῦ
因為神的聖徒往往即使坐在戲場中,觀看世人陷於今生的虛妄之中,他們裡面的人卻仍在與神說話。
For it happens that the saints of God sit in the theater and watch the world caught up in the deceit of life, while they themselves, according to the inner man, are speaking with God.
1:3890
Ἄλλην οὖν ἔχουσι προαίρεσιν οἱ κοσμικοὶ ἐνεργούμενοι ὑπὸ τοῦ πνεύματος τῆς πλάνης τοῦ φρονεῖν τὰ ἐπίγεια
因此,世俗之人受迷惑之靈驅動,一心思念地上的事,他們有著另一種心志。
The worldly, therefore, moved by the spirit of error to mind earthly things, have a different disposition.
1:3891
καὶ οἱ Χριστιανοὶ ἄλλην ἔχουσι προαίρεσιν, ἄλλον νοῦν, ἄλλου αἰῶνός εἰσιν, ἄλλης πόλεως·
基督徒卻有著不同的心志,不同的心思;他們屬於另一個世代,另一座城:
And Christians have a different disposition, a different mind; they belong to a different age, a different city:
1:3892
καταπατοῦσι τὸν ἀντικείμενον
他們將那敵對者踐踏在腳下。
they trample the adversary underfoot.
1:3893
ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος
末了所要毀滅的仇敵就是死。
The last enemy to be destroyed is death.
1:3894
οἱ γὰρ θεοσεβεῖς πάντων εἰσὶ δεσπόται, καὶ πυρὸς καταφρονοῦσι καὶ ξίφους καὶ ὑδάτων, καὶ δαιμόνων καὶ παθῶν εἰσι δεσπόται
因為敬畏神的人是萬有的主宰,他們藐視火、刀劍與水,也是眾鬼魔和情慾的主宰。
For the God-fearing are masters of all things; they despise fire and sword and waters, and they are masters over demons and passions.
1:3895
πάλιν δὲ οἱ χαῦνοι καὶ ἁμαρτωλοὶ ὅλων εἰσὶ δοῦλοι, καὶ πῦρ αὐτοὺς καίει καὶ λίθος ἢ τὸ ξίφος ἀποκτείνεικαὶ δαίμονες κατακυριεύουσιν
反之,鬆懈懶散、犯罪之人卻是萬有的奴僕,火能燒他們,石頭或刀劍能殺他們,鬼魔也能轄制他們。
But conversely, the slack and sinful are slaves to all things; fire burns them, and a stone or the sword kills them, and demons lord it over them.
1:3896
Ὥσπερ τὸ σῶμα τοῦ κυρίου ὅτε ἀνῆλθεν εἰς τὸ ὄρος καὶ μετεμορφώθη εἰς τὴν δόξαν τὴν θεϊκὴν καὶ εἰς τὸ φῶς τὸ ἄπειρον, οὕτω καὶ τὰ σώματα τῶν ἁγίων δοξάζεται καὶ ἐξαστράπτει
正如主的身體,當他登上山上、變化形像進入神聖的榮耀與無窮的光輝之中,照樣,聖徒們的身體也要得榮耀,發出光芒。
Just as the body of the Lord, when he went up onto the mountain and was transfigured into the divine glory and into the infinite light, so too the bodies of the saints are glorified and flash with radiance.
1:3897
ἡ γὰρ ἔσωθεν οὖσα δόξα ἐφηπλώθη τότε τῷ σώματι τοῦ Χριστοῦ καὶ ἔλαμψε, τὸν αὐτὸν δὴ τρόπον καὶ εἰς τοὺς ἁγίους ἡ ἔσωθεν οὖσα τοῦ Χριστοῦ δύναμις ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔξωθεν εἰς τὰ σώματα αὐτῶν ὑπερεκχύνεται, ἐπειδὴ γὰρ ἐκ τῆς αὐτοῦ οὐσίας καὶ φύσεως ἀπὸ τοῦ νῦν μετέχουσιν ἐν τῷ νῷ
因為那原本在裡面的榮耀,那時就展現、鋪陳在基督的身體上並發出光輝;同樣的方式,在聖徒們身上,基督裡面那能力,到那日也要向外溢流到他們的身體上,因為他們如今在心思上已經分享了祂的本質與本性。
For the glory that was within was then spread out over the body of Christ and shone forth; in the very same way, in the saints too, the power of Christ that is within will, on that day, overflow outwardly upon their bodies, since even from now they partake in mind of his very essence and nature.
1:3898
ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνός καί·
那使人成聖的與那些得成聖的,都是出於一;並且:
Both he who sanctifies and those who are sanctified are all of one; and:
1:3899
τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς
你所賜給我的榮耀,我已賜給他們。
The glory which you have given me, I have given to them.
1:3900
ὥσπερ ἀπὸ πυρὸς ἑνὸς ἅπτονται λύχνοι πολλοί, ἀνάγκη καὶ τὰ σώματα αὐτῶν, μέλη Χριστοῦ ὄντα, τὸ αὐτὸ γίνεσθαι ὅπερ ὁ Χριστός
正如許多燈盞都是從同一團火點燃的,同樣,聖徒的身體既是基督的肢體,也必然要成為基督自己那樣。
Just as many lamps are kindled from one fire, so too, of necessity, their bodies also, being members of Christ, become the very thing that Christ is.
1:3901
Πῶς ἀνώτεροι γίνονται οἱ Χριστιανοὶ τοῦ πρώτου Ἀδάμ; ἀποθνῄσκει γὰρ αὐτῶν τὰ σώματα καὶ φθείρεται, ἐκεῖνος δὲ ὥσπερ ἀθάνατος ἦν κατὰ τὴν ψυχήν, οὕτω καὶ τὸ σῶμα ἄφθαρτος
基督徒怎能比頭一個亞當更為超越呢?因為他們的身體會死、會朽壞;而那亞當,正如他的靈魂原是不死的,他的身體也同樣是不朽壞的。
How then do Christians become superior to the first Adam? For their bodies die and decay, whereas he was, just as he was immortal in soul, so was his body also incorruptible.
1:3902
Ὁ ἀληθινὸς θάνατος ἔνδοθεν ἐν τῇ καρδίᾳ κέκρυπται καὶ ὁ ἄνθρωπος ἔσω νενέκρωται
真正的死乃是隱藏在心裡面,人裡面的人已經死了。
The true death is hidden within, in the heart, and the man is dead within.
1:3903
εἴ τις οὖν μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, εἰς τὸ κρυπτόν, οὗτος ἀληθῶς εἰς τοὺς αἰῶνας ζῇ καὶ οὐκ ἀποθνῄσκει
所以,若有人在那隱藏之處已經出死入生,這人便真正活到永遠,不至於死。
If, then, anyone has passed from death into life, in the hidden man, he truly lives forever and does not die.
1:3904
ἀλλ' εἰ καὶ τὰ σώματα τῶν τοιούτων λύεται πρὸς καιρόν τινα, ἀλλ' οὖν ἡγιασμένα τέ εἰσι καὶ ἐγείρεται ἐν δόξῃ
即便這些人的身體暫時被解散一段時間,它們仍舊是被分別為聖的,並且將要在榮耀中復活。
But even if the bodies of such people are dissolved for a certain time, they are nevertheless sanctified and will be raised in glory.
1:3905
διὸ ὕπνον λέγομεν τὴν κοίμησιν τῶν Χριστιανῶν
所以,我們把基督徒的離世稱為「安睡」。
Therefore we call the falling asleep of Christians 'sleep.'
1:3906
οὐκ ἦν οὖν ἄφθαρτον τὸ σῶμα τοῦ Ἀδάμ, ἀλλὰ μέσον ἀφθαρσίας καὶ φθορᾶς
所以亞當的身體並非不朽壞的,而是介於不朽壞與朽壞之間。
Adam's body, then, was not incorruptible, but midway between incorruption and corruption.
1:3907
εἰ δέ, ὡς φῄς, ἀθάνατος ἦν ὁ ἄνθρωπος κατὰ τὸ σῶμα, ὅλος ὁ κόσμος βλέπων τὸ παράδοξον τοῦ πράγματος, ὅτι οὐ φθείρονται τὰ σώματα τῶν Χριστιανῶν, ἀνάγκῃ.. λοιπὸν τινί, οὐχ ἑκουσίᾳ τῇ γνώμῃ ἔρχοντο ἐπὶ τὸ ἀγαθόν
但若如你所說,人在身體上本是不死的,那麼全世界看見這奇特的事——基督徒的身體不會朽壞——便會因某種強迫,而非出於甘心樂意的意念,歸向善道了。
But if, as you say, man was immortal in body, then the whole world, seeing the paradox of the thing—that the bodies of Christians do not decay—would come to the good by a certain necessity, thereafter, and not by a willing disposition.
1:3908
ἀλλ' ἵνα διαμείνῃ καὶ φανῇ τὸ αὐτεξούσιον, ὅπερ ἐξ ἀρχῆς ἔδωκε τῷ ἀνθρώπῳ ὁ κύριος, τούτου ἕνεκεν οἰκονομικῶς τὰ πράγματα διοικεῖται καὶ γίνεται λύσις σώματος, ἵνα ᾖ τὸ θέλημα τοῦ ἀνθρώπου τοῦ τραπῆναι αὐτὸν ἐπὶ τὸ ἀγαθὸν καὶ ἐπὶ τὸ κακόν
但為要使主起初所賜給人的自主之權得以保存、彰顯出來,因此萬事都按著神的安排來治理,身體的解散也因此發生,好使人歸向善或歸向惡,出於人自己的意願。
But in order that free will, which the Lord gave to man from the beginning, might remain and be made manifest, for this reason things are administered according to divine economy, and the dissolution of the body occurs, so that it may be by man's own will that he turns to the good or to the evil.
1:3909
ὁ γὰρ τέλειος εἰς τὸ κακὸν καὶ βαθὺς εἰς τὴν ἁμαρτίαν ἀνάγκῃ τινὶ οὐ δέδεται, καίτοι δὲ ὢν σκεῦος διαβόλου οὐ τὸ ὅλον κατακυριεύεται, ἀλλ' ἔχει τὴν ἐλευθερίαν τοῦ γενέσθαι σκεῦος ζωῆς·
因為即便是在惡中已至極致、深陷罪中的人,也不受任何強迫的束縛;他雖是魔鬼的器皿,卻並非完全被轄制,仍有自由可以成為生命的器皿。
For even one who is perfected in evil and deeply sunk in sin is not bound by any necessity; although he is a vessel of the devil, he is not entirely mastered, but he has the freedom to become a vessel of life.
1:3910
οὔτε λοιπὸν ὁ μεμεστωμένος εἰς τὸν θεὸν καὶ ὢν βαθὺς καὶ μεμεθυσμένος ἐν τῇ χάριτι ἀνάγκῃ τινὶ κεκράτηται, ἀλλὰ καίτοι ὢν πεπληρωμένος καὶ δεδεμένος πνεύματι ἁγίῳ ἔχει τὸ αὐτεξούσιον τοῦ τραπῆναι αὐτὸν καὶ ποιεῖν ἃ θέλει εἰς τὸν αἰῶνα τοῦτον
同樣,那向著神滿溢、深深沉醉於恩典之中的人,也不受任何強迫所轄制;他雖已被聖靈充滿、緊緊繫住,仍舊擁有自主之權,可以轉變方向,隨己意行事,直到今生此世。
Neither, likewise, is the one who is filled toward God, and deeply immersed and intoxicated with grace, held fast by any necessity; but although he is filled and bound by the Holy Spirit, he still has the free will to turn and to do as he wishes in this present age.
1:3911
Κατὰ μέρος λεπτύνεται τὸ κακὸν καὶ ἐκκρίνεται, καὶ προκόπτει εἰς τὴν χάριν ὁ ἄνθρωπος, ἢ εὐθέως, ὅταν τύχῃ ἐπισκοπῆς, ἐκριζοῦται τὸ κακόν; Ἀπόκρισις
(問):惡是逐漸被削減、被剔除,人也逐步在恩典中長進呢?還是一旦蒙眷顧,惡便立即被連根拔除呢?(答):
Is evil refined and eliminated part by part, and does a man progress in grace gradually, or is evil rooted out immediately, as soon as he receives divine visitation? Answer:
1:3912
Ὥσπερ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ οὐκ εὐθέως πήγνυται εἰς ἄνθρωπον, ἀλλὰ κατὰ μέρος γίνεται εἰκὼν καὶ γεννᾶται καὶ ἤδη οὐκ ἔστι τέλειος ἄνθρωπος, ἀλλὰ αὐξάνει εἰς πολλὰ ἔτη, καὶ τότε γίνεται ἀνήρ, ἢ ὥσπερ τὰ σπέρματα τῶν κριθῶν ἢ τοῦ σίτου οὐκ εὐθέως βαλλόμενα εἰς τὴν γῆν ῥιζοῖ, ἀλλὰ παρέρχονται χειμῶνες ἄνεμοι καὶ τῷ δέοντι καιρῷ γίνεται ἄσταχυς, καὶ ὁ φυτεύων ἀμπελῶνα οὐκ εὐθέως μεταλαμβάνει τῶν καρπῶν, οὕτω μᾶλλον εἰς τὸ πνευματικόν, ὅπου τοσαύτη σοφία καὶ λεπτότης, κατὰ μικρὸν αὐξάνει καὶ γίνεται εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας καὶ οὐχ ὥς τινες λέγουσιν·
正如胎兒在母腹中並非立刻凝定成人形,而是漸漸地成形、出生,出生之後仍非完全成人,還需經過多年成長,然後才成為成年男子;又如大麥或小麥的種子播入地中,並非立刻生根,而要經過寒冬與風雨,到了合宜的時節才長成麥穗;栽種葡萄園的人也不能立刻就享用果實——屬靈的事更是如此,因為其中有何等大的智慧與精微,人是漸漸長進,才成為完全的人,達到滿有身量的地步;並非如某些人所說:
Just as an embryo in the womb does not immediately take solid shape into a man, but part by part becomes an image and is born, and even then is not yet a complete man, but grows over many years, and then becomes a full-grown man; or just as the seeds of barley or wheat, when cast into the ground, do not immediately take root, but winters and winds pass by, and in due season the ear of grain is formed; and the one who plants a vineyard does not immediately partake of its fruits—so much more in the realm of the spirit, where there is such great wisdom and subtlety, a man grows little by little and becomes a perfect man, unto the measure of full stature, and not as some say:
1:3913
ἔνδυσαι, ἔκδυσαι. ὥσπερ ὁ θέλων μαθεῖν γράμματα ἀπέρχεται καὶ μανθάνει τὰ σημεῖα, καὶ ὅταν γένηται ἐκεῖ πρῶτος, ἀπέρχεται εἰς τὴν σχολὴν τῶν Ῥωμαϊκῶν, κἀκεῖ ἐστιν ὅλων ἔσχατος
「穿上、脫下」(彷彿一蹴可幾)。其實正如想學字母的人,先去學習那些符號,等到他在那裡成了第一名,就進入羅馬文的學校,在那裡他卻又成了眾人中的末位。
'Put it on, take it off'—as if it were done in an instant. Rather, it is just as one who wishes to learn letters goes and learns the characters, and when he becomes first there, he then goes on to the school of Roman studies, and there he is the last of all.
1:3914
πάλιν ἐκεῖ ὅταν γένηται πρῶτος, ἀπέρχεται πρὸς τὸν γραμματικόν, καὶ ὅλων ἐστὶν ἔσχατος ἀρχάριος
當他在那裡又成了第一名,便再進入文法學家門下,在那裡他又成了眾人中最末位的初學者。
And again, when he becomes first there, he goes on to the grammarian, and there he is the last of all, a mere beginner.
1:3915
πάλιν ἐκεῖ ὅταν γένηται πρῶτος, τότε γίνεται ἡγεμῶν καὶ ὅταν γένηται ἄρχων, λαμβάνει ἑαυτῷ τὸν συγκάθεδρον βοηθόν
當他在那裡又成了第一名,便成為總督;而當他成為執政者,便為自己選取一位同座的助理官員。
And again, when he becomes first there, then he becomes a governor; and when he becomes a ruler, he takes for himself a co-assessor as his assistant.
1:3916
εἰ οὖν τὰ φαινόμενα τοσαύτας ἔχει προκοπάς, πόσῳ μᾶλλον τὰ ἐπουράνια μυστήρια ἔχει προκοπὰς καὶ βαθμοὺς πολλοὺς καὶ αὐξάνει, καὶ τότε διὰ πολλῆς γυμνασίας καὶ πολλῶν πειρατηρίων ἐξειλεῖ καὶ γίνεταί τις τέλειος
既然可見之事尚有這麼多層次的進步,何況那屬天的奧秘,豈不更有進展與眾多的階段,逐漸增長;然後透過許多操練與許多試煉,人才被磨煉出來,成為完全的人。
If, then, visible things have so many stages of advancement, how much more do the heavenly mysteries have advancements and many degrees, and grow; and then, through much exercise and many trials, a person is drawn forth and becomes perfect.
1:3917
Οἱ γὰρ Χριστιανοὶ οἱ γευσάμενοι ἐξ ἀληθείας τῆς χάριτος καὶ ἔχοντες τὸ σημεῖον τοῦ σταυροῦ ἐν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὗτοι ἀπὸ βασιλέως καὶ τῶν κάτω σκύβαλα ἡγοῦνται καὶ οὗτοι δύνανται εἰδέναι, ὅτι ὅλος ὁ δρόμος ὁ γήϊνος καὶ οἱ θησαυροὶ τοῦ βασιλέως καὶ ὁ πλοῦτος καὶ ἡ δόξα καὶ οἱ λόγοι ἐν φαντασίᾳ τινί εἰσι, μὴ ἔχοντα στερεὰν βάσιν, ἀλλὰ παρερχόμενα, καὶ εἴ τί ἐστιν ἀπὸ τοῦ.. οὐρανοῦ κάτω, αὐτοῖς ἐστιν εὐκαταφρόνητα
真正嘗過恩典滋味、心思與心中都存有十字架記號的基督徒,看君王以下一切事物都如糞土;他們能明白,整個地上的歷程、君王的寶藏、財富、榮耀與辯才,都不過存在於某種幻象之中,並無堅實的根基,終將過去;凡在天以下的一切,於他們而言都是輕易可鄙棄的。
For Christians who have truly tasted of grace, and who have the sign of the cross in their mind and heart, count as refuse all things from the king down to the lowest, and they are able to know that the entire earthly course, and the king's treasures, and wealth, and glory, and eloquence exist in a certain fantasy, having no solid foundation, but passing away; and whatever is beneath heaven is, to them, easily despised.
1:3918
διὰ τί; ἐπειδὴ ξένον τι καὶ θαυμαστὸν τὸ ἐπάνω τοῦ οὐρανοῦ, τὸ μὴ ὂν μήτε εἰς θησαυροὺς βασιλέως μήτε εἰς σοφίαν λόγων μήτε εἰς δόξαν κοσμικὴν ἢ ἀξιώματα ἢ πλοῦτον ἐκεῖνο ἐκτήσαντο, αὐτὸν τὸν κύριον τὸν κτίστην πάντων ἔχοντες ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ, κτῆμα τὸ μὴ παρερχόμενον, ἀλλὰ παραμένον εἰς τοὺς αἰῶνας
為甚麼呢?因為那在諸天之上的,乃是何等奇異、何等奇妙的事,它不存在於君王的寶藏之中,也不在言語的智慧、世俗的榮耀、尊位或財富之中;他們所得著的,乃是在自己最深之內在人裡,擁有主自己,那萬有的創造者——這是不會消逝、卻要存到永遠的產業。
Why? Because that which is above heaven is a strange and wondrous thing, which exists neither among the king's treasures, nor in the wisdom of words, nor in worldly glory or dignities or wealth. That they have acquired, having the Lord himself, the Creator of all things, within their innermost man—a possession that does not pass away, but remains forever.
1:3919
Πᾶσαι αἱ νοεραὶ οὐσίαι, λέγω δὴ ἀγγέλων καὶ ψυχῶν καὶ δαιμόνων, ἀκέραιαι καὶ ἁπλαῖ ὑπὸ τοῦ δημιουργοῦ ἐκτίσθησαν
一切有理智的存有——我指的是天使、靈魂與鬼魔——都是被創造者所造,原是完整無缺、單純的。
All intelligible beings—I mean of angels, and souls, and demons—were created whole and simple by the Creator.
1:3920
τὸ δέ τινα αὐτῶν τραπῆναι εἰς τὸ κακὸν ἐκ τοῦ αὐτεξουσίου προσεγένετο αὐτοῖς, ἰδίῳ γὰρ θελήματι ἐξετράπησαν ἐκ τοῦ προσήκοντος λογισμοῦ
但其中有些轉向了惡,這是出於他們自身的自由意志而生的;因為他們是憑著自己的意願,偏離了本該有的正當思維。
But that some of them turned to evil came upon them from their own free will; for by their own will they turned aside from right reasoning.
1:3921
εἰ δέ φαμεν οὕτως ὑπὸ τοῦ δημιουργοῦ ἐκτίσθαι, ἄδικον κριτὴν λέγομεν τὸν θεὸν πέμποντα εἰς γέενναν τὸν σατανᾶν
但若我們說他原是受造主如此創造的,我們就是在說神是不義的審判者,竟把撒但送入地獄。
But if we say that he was created thus by the Creator, we are calling God an unjust judge for sending Satan into Gehenna.
1:3922
εἰσὶ γάρ τινες τῶν αἱρετικῶν λέγοντες ὕλην ἄναρχον καὶ ὕλην ῥίζαν καὶ ῥίζαν δύναμιν.. καὶ ἰσοδυναμίαν
因為有些異端說質料是無始的,質料是根源,根源就是能力……並且善惡能力相等。
For there are certain heretics who say that matter is without beginning, that matter is a root, and that a root is a power... and an equality of power.
1:3923
πρὸς τοῦτο οὖν ἔχεις εὐλόγως ἀντιθεῖναι ὅτι, ποία ἐστὶν ἡ νικῶσα δύναμις; ἀνάγκη δὲ εἰπεῖν, ὅτι ἡ τοῦ θεοῦ. ἀποκρίνου·
對此,你可以合理地提出反駁:究竟哪一種能力得勝呢?必須承認,是神的能力得勝。你且回答!
Against this, then, you can reasonably raise the objection: which power is victorious? And it must be said that it is God's power. Answer, then!
1:3924
λοιπόν, οὐκέτι ἐστὶν ἰσόχρονος ἢ ἰσοδύναμος ὁ ἡττώμενος, ὦ λέγοντες ἐν ὑποστάσει τὸ κακόν
因此,那被擊敗的一方,就不再與神同齡、同等能力了——你們這些說惡是有實體存在的人啊。
Therefore, the one who is defeated is no longer equal in age or equal in power—O you who say that evil exists as a substance.
1:3925
θεῷ οὐδέν ἐστιν ἐνυπόστατον κακὸν κατὰ τὸ ἀπαθὲς αὐτοῦ καὶ θεϊκόν
對神而言,並沒有內存於祂裡面的惡,這是按照祂那不受苦的、神性的本質而言。
For God, there is no evil subsisting in Him, in accordance with His impassibility and His divine nature.
1:3926
ἡμῖν δέ ἐστιν ἐνυπόστατον κακὸν ἐνεργοῦν πάσῃ δυνάμει καὶ αἰσθήσει, πάσας ἐπιθυμίας ῥυπαρὰς ὑποβάλλον. οὐ συνεκράθη δὲ οὕτως, ὃν τρόπον τινὲς λέγουσι τὴν μῖξιν τοῦ οἴνου καὶ τοῦ ὕδατος, ἀλλ' ἔστιν ἐν μιᾷ χώρᾳ ὁ σῖτος καθ' ἑαυτὸν καὶ τὰ ζιζάνια καθ' ἑαυτά, ἔστιν ἐν ἑνὶ οἴκῳ ὁ λῃστὴς κατ' ἰδίαν καὶ ὁ οἰκοδεσπότης κατ' ἰδίαν
但對我們而言,卻有一種內存的惡,在每一種能力與感官中運作,將一切污穢的慾念暗中植入。然而它並不像有人所說酒與水相調和那樣混合為一,而是如同在同一塊田裡,麥子自成一類,稗子自成一類;又如在同一所房子裡,強盜獨自一處,主人也獨自一處。
But for us there is evil subsisting within, working through every faculty and every sense, and suggesting every impure desire. Yet it is not blended together in the way some describe the mixing of wine and water; rather, in a single field the wheat is by itself and the tares are by themselves, and in a single house the robber is on his own and the master of the house is on his own.
1:3927
Ἔστι πηγὴ ῥέουσα ὕδωρ καθαρὸν καὶ ὑπόκειται βόρβορος·
有一道泉源,流出潔淨的水,其下卻積著污泥;
There is a spring flowing with pure water, and underneath it lies mire.
1:3928
ὅταν ταράξῃ τις τὸν βόρβορον, ὅλη ἡ πηγὴ θολοῦται
一旦有人攪動那污泥,整道泉源就變得渾濁了。
When someone stirs up the mire, the whole spring becomes muddied.
1:3929
οὕτω καὶ ἡ ψυχὴ ὅτε ταράσσεται καὶ θολοῦται, κιρνᾶται καὶ ἕν τι γίνεται ὁ σατανᾶς μετὰ τῆς ψυχῆς (πνευμάτων ὄντων ἀμφοτέρων), οἷον κατὰ τὸν καιρὸν τῆς πορνείας ἢ τοῦ φόνου·
靈魂也是如此:當它被攪擾、變得渾濁時,就與撒但相調和,二者(既然都是靈)合而為一,正如在犯淫亂或殺人之時那樣。
So too the soul, when it is disturbed and muddied, is commingled and becomes one thing with Satan (since both are spirits)—as, for instance, at the moment of fornication or murder.
1:3930
διὰ τοῦτο ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμα γίνεται
因此,那與娼妓連合的,就與她成為一體。
For this reason he who cleaves to a harlot becomes one body with her.
1:3931
πλὴν ἐν ἄλλῃ ὥρᾳ καθ' ἑαυτήν ἐστι τῆς ψυχῆς ἡ ὑπόστασις, μεταμελομένης ἐφ' οἷς ἔπραξε, καὶ κλαίει καὶ εὔχεται ἐφ' οἷς ἐπλημμέλησε καὶ μνημονεύει θεοῦ
然而在另一時刻,靈魂的實體卻獨自存在,為自己所行的悔恨,為自己的過犯哭泣、禱告,並且記念神。
Yet at another hour the soul's own substance exists by itself, when it repents of what it has done; and it weeps and prays over its transgressions and remembers God.
1:3932
εἰ γὰρ πάντοτε ἦν βεβυθισμένη εἰς τὸ κακόν, πῶς ἠδύνατο ταῦτα πράττειν, τοῦ σατανᾶ μηδέποτε θέλοντος.. εἰς μετάνοιαν ἔρχεσθαι τοὺς ἀνθρώπους; ἄσπλαγχνος γὰρ ὑπάρχει
因為若靈魂永遠沉溺於惡中,它怎能行這些事呢?因撒但從不願意人悔改,因牠實在毫無憐憫。
For if it were forever submerged in evil, how could it do these things, since Satan never wishes men to come to repentance? For he is utterly without compassion.
1:3933
καὶ ἡ γυνὴ κατὰ τὸ συντίθεσθαι τῷ ἀνδρὶ ἕν τι γίνεται μετ' αὐτοῦ, ἄλλῃ δὲ ὥρᾳ κεχωρισμένοι εἰσίν, ὅτι πολλάκις καὶ εἷς αὐτῶν ἀποθνῄσκει καὶ ἄλλος ζῇ
妻子與丈夫結合時,便與他合而為一;但在另一時刻,二人卻是分開的,因為常有一方死去、另一方仍活著的情形。
And the wife, when she unites with her husband, becomes one with him; yet at another hour they are separate, since it often happens that one of them dies while the other lives on.
1:3934
τοιοῦτόν τί ἐστι καὶ ἐπὶ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος
與聖靈相交的情形也是如此。
Something of this kind also holds true concerning fellowship with the Holy Spirit.
1:3935
ἓν πνεῦμα γίνονται οἱ Χριστιανοὶ μετὰ τοῦ κυρίου, ἄλλῃ ὥρᾳ οὔκ εἰσιν ἕν, ἀλλὰ ἀμφότερα αἱ ὑποστάσεις διακεκριμέναι εἰσί
基督徒與主成為一靈;但在另一時刻,他們並非合一,二者的實體仍是各自分明的。
Christians become one spirit with the Lord; yet at another hour they are not one, but the two substances remain distinct.
1:3936
τότε δὲ ἓν γίνεται, ὅταν καταποθῇ ὁ ἄν.. θρωπος ἐν αὐτῇ τῇ χάριτι
但唯有當這人完全被那恩典所吞沒時,二者才合而為一。
But they become one at that time when the man is wholly swallowed up in that very grace.
1:3937
εἰσὶ δέ τινες ἔχοντες γεῦσιν θεοῦ, ἔτι ἐνεργούμενοι ὑπὸ τοῦ ἀντικειμένου, καὶ ξενίζονται ἄπειροι ὄντες·
有些人已嚐過神的滋味,卻仍受那對頭的作用,他們因缺乏經驗而感到詫異、困惑;
There are some who have a taste of God, yet are still worked upon by the adversary, and being without experience, they are bewildered.
1:3938
οἱ δὲ γεγυμνασμένοι εἰς τὰ μυστήρια τοῦ Χριστιανισμοῦ καὶ ἐν αὐτοῖς γηράσαντες οὐδὲν ξενίζονται
但那些已在基督信仰的奧秘中操練純熟、並在其中年邁老練的人,卻絲毫不感詫異。
But those who are practiced in the mysteries of the Christian life, and have grown old in them, are not bewildered at all.
1:3939
καθάπερ οἱ ἔμπειροι γεωργοὶ ἐκ τῆς πολλῆς συνηθείας, ὅταν γίνωνται εὐφορίαι, οὐ τελείως ἀμεριμνοῦσιν, ἀλλὰ ἐκδέχονται καὶ λιμὸν καὶ στενοχωρίαν, οὔτε δὲ πάλιν ὅταν καταλάβῃ αὐτοὺς λιμὸς ἢ στενοχωρία, ἐπὶ πολὺ ἀπελπίζουσι γνωρίζοντες τὴν μεταβολήν, οὕτω καὶ εἰς τὸ πνευματικόν
正如有經驗的農夫,因長久的習慣,即使豐收之時,也不會完全高枕無憂,反倒預料饑荒與艱難將至;同樣,當饑荒或艱難臨到時,他們也不會長久絕望,因為深知萬事會有轉變——屬靈的事也是如此。
Just as experienced farmers, through long practice, when there are bountiful harvests, are not entirely free of care but also anticipate famine and hardship; nor again, when famine or hardship overtakes them, do they despair for long, since they know how things change—so it is also in spiritual matters.
1:3940
ὅταν πειρασμοῖς ποικίλοις περιπέσῃ ἡ ψυχή, οὐ ξενίζεται οὔτε ἀπελπίζει, ἐπειδὴ οἶδεν ὅτι κατὰ συγχώρησιν ἀφίεται ἡ ψυχὴ δοκιμασθῆναι καὶ παιδευθῆναι ὑπὸ τῆς χάριτος, οὔτε δὲ πάλιν ὅταν ἐν πλούτῳ πολλῷ ᾖ καὶ ἀναπαύσει ἀμεριμνεῖ, ἀλλ' ἐκδέχεται τὴν μετα.. βολήν
當靈魂陷入各樣試煉時,既不驚惶,也不絕望,因為它知道靈魂是蒙允許被交付、藉恩典受試驗、受管教;同樣,當靈魂處於富足與安逸之中時,也不會掉以輕心,而是預備迎接那將臨的轉變。
When the soul falls into various trials, it is neither bewildered nor does it despair, since it knows that the soul is given over by permission to be tested and disciplined by grace; nor again, when it is in great abundance and at rest, does it become careless, but rather awaits the change to come.
1:3941
καὶ εἰ ὁ ἥλιος οὗτος, σῶμα ὢν καὶ κτίσμα, καταλάμπων εἰς τόπους δυσώδεις, ἔνθα εἰσὶ νεκρώματα καὶ βόρβορος, οὐδὲν βλάπτεται ἢ μολύνεται, πόσῳ μᾶλλον τὸ καθαρὸν καὶ ἅγιον πνεῦμα συνὸν τῇ ψυχῇ τῇ ἐνεργουμένῃ ὑπὸ τῆς ῥυπαρίας τοῦ πονηροῦ, οὐδὲν συμμεταλαμβάνει·
若這太陽本是一個形體、一個受造物,照耀在惡臭之地,那裡有死屍與污泥,尚且絲毫不受損害、不被玷污,何況那純潔聖潔的聖靈,雖與被那惡者的污穢所侵擾的靈魂同在,卻絲毫不與那污穢有分。
And if this sun, which is a body and a creature, shining upon foul-smelling places where there are dead things and mire, suffers no harm or defilement whatsoever, how much more does the pure and holy Spirit, when present with the soul that is being worked upon by the filthiness of the evil one, share in none of it.
1:3942
καὶ γὰρ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε
因為光照在黑暗裡,黑暗卻不能勝過光。
For indeed the light shines in the darkness, and the darkness did not overcome it.
1:3943
Καὶ ὅτε οὖν ἐν βάθει ἐστὶ καὶ πλουτεῖ τῇ χάριτι ὁ ἄνθρωπος, ἔστιν ἐκεῖ λείψανον τῆς κακίας, †ἔχων† τὸν ἀντιλήπτορα βοηθοῦντα αὐτῷ
因此,即便一個人已深深浸潤於恩典之中、恩典豐富,其中仍存留著惡的殘餘,惟有那扶持者在幫助他。
And so, even when a man is deep in grace and rich in grace, a remnant of evil still remains there, though he has the Helper aiding him.
1:3944
ὅταν οὖν τις ἐν θλίψει ᾖ, οὐκ ὀφείλει ἀπευδοκῆσαι, ἐπεὶ πλέον παχύνεται ἡ ἁμαρτία καὶ ἐπεισέρχεται
因此,當人處於患難之中時,不應灰心喪志,因為若如此,罪反而更加濃厚、更加乘虛而入。
Therefore, when someone is in affliction, he ought not to lose heart, since sin thereby grows thicker and gains further entrance.
1:3945
ὅταν δὲ ἔχῃ τις πάντοτε τὴν ἐλπίδα τοῦ θεοῦ, ὥσπερ λεπτύνεται καὶ ἐξυδαροῦται τὸ κακόν
但當人常存對神的盼望時,惡就彷彿被稀釋、變得如水一般淡薄了。
But when someone always maintains hope in God, evil is, as it were, thinned out and diluted like water.
1:3946
τὸ οὖν εἶναί τινας παραλελυμένους καὶ λελωβημένους, πυρέττοντας καὶ ἀσθενοῦντας καὶ πόνους ἔχοντας, τοῦτο ἐκ τῆς ἁμαρτίας προσεγένετο·
至於有些人癱瘓、殘疾,發燒、患病、忍受痛苦,這些都是因罪而生的。
As for the fact that some people are paralyzed and disabled, feverish and ill and suffering pains—this came about as a result of sin.
1:3947
αὕτη γὰρ ἡ ῥίζα πάντων ἐστὶ τούτων, καὶ τὰ πάθη δὲ τῆς ψυχὴς.. ( τῶν ἐπιθυμιῶν καὶ τῶν ἄλλων κακῶν διαλογισμῶν) ἐξ αὐτῆς ἐστιν
因為罪正是這一切的根源,靈魂的種種情慾——各樣慾念與其他邪惡的思念——也都是由罪而生的。
For sin is the root of all these things, and the passions of the soul—the desires and the other evil reasonings—likewise come from it.
1:3948
ὥσπερ ἵνα ᾖ πηγὴ ῥέουσα καὶ ἔχῃ τοὺς παρακειμένους τόπους διΰγρους καὶ νοτερούς, θέρμης γενομένης καὶ αὐτὴ ἡ πηγὴ καὶ οἱ ἔγγιστα τόποι ξηραίνονται, οὕτω καὶ εἰς τοὺς δούλους τοῦ θεοῦ, εἰς ὃν ἂν πλεονάσῃ ἡ χάρις, ξηραίνει τὴν τοῦ πονηροῦ ἐπιθυμίαν, ὁμοίως δὲ καὶ τὴν φυσικὴν καὶ τὴν καθαράν, ἐπειδὴ νῦν.. οἱ ἄνθρωποι τοῦ θεοῦ μειζότεροι γίνονται τοῦ πρώτου Ἀδάμ
正如有一道流動的泉源,使周圍的地方濕潤潮濕,但一旦炎熱來臨,泉源本身及其附近之處都會乾涸;神的僕人也是如此:凡恩典豐盛之人,恩典就使那惡者的慾念枯竭,同樣也使那天然的、純潔的慾念枯竭——因為如今神的子民已勝過第一個亞當了。
Just as, when there is a flowing spring making the surrounding places moist and damp, if heat comes the spring itself and the nearest places dry up, so also with the servants of God: in whomever grace abounds, it dries up the desire of the evil one, and likewise also the natural and pure desire—since now the people of God become greater than the first Adam.
1:3949
ὁ θεὸς ἀπερίγραπτός ἐστι καὶ ἀκατάληπτος, πανταχοῦ ἐπιφαινόμενος καὶ ἐν τοῖς ὄρεσι καὶ ἐν τῇ θαλάσσῃ καὶ ὑποκάτω τῆς ἀβύσσου καὶ οὐ καταβάσει ἐπιφαίνεται, ὃν τρόπον ὁ ἄγγελος κατερχόμενος ἐξ οὐρανοῦ ἐπὶ τῆς γῆς ἐστιν, ἐν οὐρανῷ δὲ οὔκ ἐστιν
神是無所限、不可測度的,祂無所不在地顯現——在群山之中、在海洋之中、在深淵之下——祂並非藉著降下而顯現,不像天使那樣,從天而降到地上時,便不再在天上了。
God is uncircumscribed and incomprehensible, manifesting Himself everywhere—both in the mountains and in the sea and beneath the abyss—and He does not appear by descending, as an angel does, who comes down from heaven and is then on the earth but is no longer in heaven.
1:3950
ὁ δὲ θεὸς πανταχοῦ ἐστι καὶ ἄνω ἐστὶ μετεχόμενος ὑπὸ τῶν ἁγίων δυνάμεων καὶ ἐνταῦθα ἐν ἡμῖν ἐστι, καὶ πᾶν ποίημα καὶ κτίσμα ἐν τῇ χειρὶ αὐτοῦ περιδέδρακται, αὐτὸς ἀχώρητος ὤν
神卻是無所不在的:祂在上,被眾聖潔的能力所分享;祂也在此,在我們中間;一切作為與受造之物都被握在祂的手中,而祂自己卻是無法被容納的。
But God is everywhere: He is above, partaken of by the holy powers, and He is here among us as well; and every work and every creature is held fast within His hand, while He Himself remains uncontainable.
1:3951
πῶς δύναται ὁ θεὸς ἐν τῷ σκότει εἶναι ἢ ἐν τῷ σατανᾶ ἢ ἐν τόποις, ὅπου ἐστὶ δυσωδία; Ἀποκρίνομαί σοι κἀγώ, ὅτι ἀπαθὴς ὢν τὰ πάντα περιέχει·
神怎能存在於黑暗之中、存在於撒但之中、或存在於惡臭之地呢?我如此回答你:既然祂是不受苦的,祂便包容萬有;
How can God be in darkness, or in Satan, or in places where there is foul stench? I answer you in turn: being impassible, He contains all things.
1:3952
ἀπερίγραπτος γάρ ἐστι, καὶ ὁ σατανᾶς ὢν κτίσμα ὑπ' αὐτοῦ κρατεῖται καὶ δεσμεῖται
因為祂是無所限的,而撒但既是受造物,就被祂所握住、所捆綁。
For He is uncircumscribed, and Satan, being a creature, is held fast and bound by Him.
1:3953
καὶ τὸ ἀγαθὸν οὐ ῥυπαροῦται οὐδὲ σκοτίζεται
而那良善的一位,既不被玷污,也不被遮暗。
And the good is neither defiled nor darkened by this.
1:3954
εἰ δὲ οὐ λέγεις αὐτὸν περιέχειν τὰ πάντα καὶ τὴν γέενναν καὶ τὸν σατανᾶν, ποιεῖς αὐτὸν περίγραπτον, ἵνα ζητήσωμεν λοιπὸν ἀνώτερον αὐτοῦ ἄλλον
但你若不承認祂包容萬有,甚至包括地獄與撒但,你就使祂變成有所限的了,以致我們還得另尋一位比祂更高的神。
But if you refuse to say that He contains all things—including Gehenna and Satan—you thereby make Him circumscribed, so that we would then have to go looking for some other being higher than He.
1:3955
ἀνάγκη οὖν τὸν θεὸν ἁπανταχοῦ εἶναι καὶ τὰ μυστήρια τῆς θεότητος καὶ τὴν λεπτότητα ἐν αὐτῷ περιεχόμενα ὑπὸ τοῦ σκότους μὴ καταλαμβάνεσθαι
因此,神必然無所不在;而神性的奧秘,以及祂裡面所蘊含的精微,卻不能被黑暗所領會、所捕捉。
It is necessary, then, that God be everywhere, and that the mysteries of the Godhead, along with the subtlety contained within Him, not be apprehended by the darkness.
1:3956
οὔτε γὰρ δύναται τὸ κακὸν μετασχεῖν τῆς καθαρότητος, εἰ καὶ ἐν αὐτῷ ἐστι
因為惡不能分享那純潔,即便惡存在於其中。
For evil cannot partake of purity, even though it is present within it.
1:3957
τῷ οὖν θεῷ οὐδὲν κακὸν ἐν ὑποστάσει,.. ἐπειδὴ οὐδὲν ἀδικεῖται
因此,對神而言,並沒有任何實存的惡,因為祂絲毫不受任何損害。
For God, then, there is no evil that has substance in Him, since He is wronged in nothing.
1:3958
ἡμῖν δέ ἐστι κακὸν διὰ τὸ οἰκεῖν ἐν τῇ καρδίᾳ καὶ ἐνεργεῖν, ὑποβάλλον λογισμοὺς ῥυπαροὺς καὶ μὴ συγχωροῦν καθαρῶς προσεύχεσθαι, ἀλλ' αἰχμαλωτίζον τὸν νοῦν εἰς τὸν αἰῶνα τοῦτον
但對我們而言,卻有惡存在,因它居住在心中並在其中運作,暗中植入污穢的思念,使人無法純淨地禱告,反倒使心思被擄去,繫戀於這世代。
But for us there is evil, because it dwells in the heart and is at work there, suggesting impure thoughts and not permitting us to pray in purity, but instead taking the mind captive to this present age.
1:3959
ἐδέδυται οὖν τὰς ψυχάς, ἥψατο δὲ καὶ αὐτῶν τῶν ὀστέων καὶ τῶν μυελῶν
它就這樣披覆在靈魂之上,甚至觸及骨頭與骨髓的深處。
It has thus clothed itself in our souls, and has touched even the very bones and marrow.
1:3960
Ὥσπερ οὖν ἐστιν εἰς τὸν ἀέρα ὁ σατανᾶς καὶ ὁ θεὸς παρὼν ἐκεῖ οὐδὲν ἀδικεῖται, οὕτω καὶ ἐν τῇ ψυχῇ ἐστιν ἡ ἁμαρτία, ὁμοίως δὲ καὶ ἡ χάρις τοῦ θεοῦ σύνεστι μηδὲν ἀδικουμένη
正如撒但存在於空氣之中,神雖同樣臨在其中,卻絲毫不受損害;照樣,罪也存在於靈魂之中,而神的恩典同樣與之同在,卻絲毫不受任何損害。
Just as, then, Satan is present in the air, and God, being present there too, suffers no wrong, so also sin is present in the soul, and likewise the grace of God dwells there together with it, suffering no wrong at all.
1:3961
τῷ δεσπότῃ ἡμῶν Χριστῷ τῷ καρδιογνώστῃ τοὺς λογισμοὺς ἡμῶν ἀνατιθέναι καὶ φανεροῦν ὀφείλομεν, εἴτε ἐν κακοῖς ἐσμεν εἴτε ἐν ἀναπαύσει, καὶ ἔχειν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν ἐπ' αὐτῷ, ὅτι αὐτός μοῦ ἐστι πλοῦτος, αὐτός μοῦ ἐστι πατήρ, αὐτός μοῦ ἐστι δόξα... Πάντοτε οὖν τῇ συνειδήσει ὀφείλεις ἔχειν τὴν μέριμναν καὶ τὸν φόβον
我們應當將自己的心思意念都交託給我們的主基督——那洞察人心的主——並在祂面前坦然顯明,無論我們是身處患難或身處安息之中,都當存著盼望與對祂的信靠,說:祂是我的財富,祂是我的父,祂是我的榮耀……因此,你當常在良心中存著這樣的關切與敬畏。
We ought to entrust our thoughts to our Master Christ, the Knower of hearts, and lay them bare before Him, whether we are in affliction or at rest, and to place our hope and confidence in Him, saying that He is my wealth, He is my Father, He is my glory... You ought, therefore, always to keep in your conscience this concern and this fear.
1:3962
ἐὰν δὲ καί τις μήπω ἔχῃ χάρισμα τοῦ θεοῦ πεφυτευμένον καὶ πεπηγμένον ἐν αὐτῷ, ἵνα νυκτὸς καὶ ἡμέρας ὡς φυσικὸν ᾖ προσκεκολλημένον τῇ ψυχῇ καθ' ὥραν ὁδηγοῦν αὐτὴν καὶ ὀρθοτομοῦν καὶ αἰχμαλωτίζον εἰς τὰ ἀγαθά, ὥστε ἔχειν τὴν μέριμναν, τὸν πόνον καὶ τὸν φόβον ὡς φυσικὸν καὶ ἄτρεπτον, τὸν συντριμμὸν τῆς καρδίας πάντοτε ἔχειν ὀφείλει πεπηγμένον
但若有人尚未擁有神那已栽種、已在他裡面扎根的恩賜,使之晝夜彷彿天然般緊緊附著於靈魂,時刻引導她、糾正她、擄她歸向良善,以致那關切、勞苦與敬畏都如天然本性、永不改變——那麼他就當常存心裡的痛悔,使之堅定不移。
But if someone does not yet have God's gift of grace planted and rooted firmly within him, so that night and day it is, as it were, naturally attached to the soul, guiding it hour by hour, directing it aright, and taking it captive to what is good, so that the concern, the labor, and the fear become as natural and unchangeable as instinct—then he ought always to keep firmly fixed within him the contrition of heart.
1:3963
Ὥσπερ δὲ ἵνα ᾖ μέλισσα κρυπτῶς ἐργαζομένη τὸ κηρίον ἐν τῷ κοσκίνῳ, οὕτω καὶ ἡ χάρις ἐργάζεται κρυπτῶς εἰς τὰς καρδίας τὴν ἑαυτῆς ἀγάπην καὶ μεταβάλλει ἀπὸ πικρίας εἰς γλυκύτητα, ἀπὸ τραχύτητος εἰς χρηστότητα
正如蜜蜂在編織的蜂巢中悄悄地釀造蜜脾,恩典也照樣在人心中悄悄地運行她自己的愛,將人從苦澀轉為甘甜,從粗暴轉為良善。
Just as a bee works the honeycomb secretly within its wicker hive, so also grace works its own love secretly within hearts, and transforms them from bitterness into sweetness, from harshness into goodness.
1:3964
Ἢ ὥσπερ ἵνα ᾖ ἀργυροκόπος ἢ ἀναγλυφάριος, ἀναγλύψας δίσκον κατὰ μέρος σκεπάζει ἅπερ γλύφει ζῴδια διάφορα, καὶ ἐπὰν τελέσῃ, τότε φανεροῖ αὐτὸν ἐξαστράπτοντα φωτί, οὕτω καὶ ὁ κύριος, ὁ ἀληθινὸς τεχνίτης, ἀναχωνεύει τὰς καρδίας ἡμῶν καὶ ἀνακαινίζει ἐν μυστηρίῳ, ἕως ὅτε ἐκδημοῦμεν τοῦ σώματος, καὶ τότε φαίνεται αὐτῆς τῆς ψυχῆς τὸ κάλλος
又如一位銀匠或雕刻師,逐部分雕琢一個盤子,將他正雕刻的各種圖案暫時遮蓋起來,直到完工,才將那閃耀著光輝的成品展現出來;主——這位真正的巧匠——也照樣重新熔鑄我們的心,在奧秘中不斷更新,直到我們離開肉身,那時靈魂自身的美麗才得以顯現。
Or, just as a silversmith or engraver, engraving a plate section by section, keeps covered the various figures he is carving, and only when he has finished does he reveal it flashing with light—so too the Lord, the true Craftsman, recasts our hearts and renews them in a hidden mystery, until we depart from the body, and then the beauty of the soul itself is manifested.
1:3965
Οἱ γὰρ θέλοντες σκεύη κατασκευάσει καὶ ἐνυφᾶναι ζῴδια πρῶτον κηροπλαστοῦσί τι, καὶ τότε ἐγχέουσι καθ' ὁμοίωμα ἐκείνου, ὥστε τὸ ἔργον κατ' ἐκεῖνο τὸ σχῆμα ἀποτελεσθῆναι, οὕτω καὶ ἡ ἁμαρτία πνεῦμα οὖσα, εἰκόνα ἔχει καὶ μεταβάλλεται εἰς μορφὰς πολλάς
因為那些想要製作器皿、並在其上雕鑄圖案的人,會先用蠟塑出模型,然後照著那模型的樣式澆鑄,使成品呈現出那個形狀。罪也是如此,它既是一種靈,就有其形像,並能變化成多種形態。
For those who want to fashion vessels and work figures into them first shape a model in wax, and then cast the metal according to the likeness of that model, so that the finished work takes on that very form. So too sin, being a spirit, has an image, and it changes into many forms.
1:3966
Ὁμοίως δὲ καὶ ὁ ἔσω ἄνθρωπος ζῷόν ἐστιν, ἔχον εἰκόνα καὶ μόρφωσιν·
同樣,內在的人也是一個活的存在,具有形像與樣式;
In the same way, the inner man is also a living being, having an image and a form.
1:3967
ὁμοίωμα γάρ ἐστι τοῦ ἔξω ἀνθρώπου ὁ ἔσω
因為內在的人正是外在的人的一個相似形像。
For the inner man is the likeness of the outer man.
1:3968
μέγα γάρ ἐστι τὸ σκεῦος καὶ τίμιον, ἐπειδὴ ἀπὸ πάντων τῶν κτισμάτων ἐκεῖ εὐδόκησεν ὁ κύριος οἰκῆσαι
因為這器皿是何等尊貴偉大,因為在一切受造物之中,主唯獨喜悅居住在其中。
For this vessel is great and precious, since of all creatures it is there that the Lord was pleased to make His dwelling.
1:3969
Οἱ μὲν ἀγαθοὶ λογισμοὶ τῆς ψυχῆς ἐοίκασι λίθοις τιμίοις καὶ μαργαρίταις, οἱ δὲ ἀκάθαρτοι λογισμοὶ μεμεστωμένοι εἰσὶν ὀστέων καὶ πάσης ἀκαθαρσίας
靈魂中良善的思念好比珍寶與珍珠,而污穢的思念卻充滿了骸骨與各樣的污穢。
The good thoughts of the soul resemble precious stones and pearls, whereas the unclean thoughts are filled with bones and every kind of impurity.
1:3970
Οἱ γὰρ Χριστιανοὶ ἄλλου αἰῶνός εἰσιν, υἱοὶ Ἀδὰμ τοῦ ἐπουρανίου, γέννημα καινόν, τέκνα πνεύματος ἁγίου, ἀδελφοὶ Χριστοῦ φωτεινοί, μεθ' ὧν καὶ ἡμεῖς ἀξιωθείημεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτηρὸς ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, τιμὴ καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων
因為基督徒屬於另一個世代,是屬天亞當的兒女,是新的產業,是聖靈的兒女,是基督光明的弟兄;願我們也照著我們的主、神和救主耶穌基督的恩典與仁愛,得以與他們同列,願榮耀、尊貴、威嚴都歸於祂,直到永永遠遠。
For Christians belong to another age—sons of the heavenly Adam, a new offspring, children of the Holy Spirit, luminous brothers of Christ—among whom may we also be counted worthy, by the grace and loving-kindness of our Lord and God and Savior Jesus Christ, to whom belong glory, honor, and majesty unto the ages of ages.
1:3971
Οἱ τὸν θεμέλιον ὥσπερ πέτραν οἰκοδομοῦντες, ἥτις ἐστὶν Ἰησοῦς Χριστός, καὶ ἐπὶ πολλῷ χρόνῳ γυμνασθέντες καὶ δοκιμασθέντες, οὗτοι τοῖς πειραζομένοις βοηθῆσαι δύνανται καὶ συμπαθῆσαι καὶ ἐλεῆσαι αὐτούς
那些將根基建立在磐石之上——就是耶穌基督——並且經過長久操練與試驗的人,便有能力幫助那些正受試探的人,體恤他們、憐憫他們。
Those who build their foundation upon the rock—which is Jesus Christ—and who have been trained and tested over a long period of time, these are able to help those who are undergoing temptation, and to sympathize with them and show them mercy.
1:3972
Τινὲς δὲ σφαλλόμενοι εἰς ἑαυτούς, χάριτος θεοῦ γενομένης ἐν αὐτοῖς ἐνεργηθέντες μεγάλως, οὕτως εὗρον τὰ μέλη αὐτῶν ἡγιασμένα, ὥστε λογίζεσθαι ὅτι οὐκ ἐγχωρεῖ εἰς Χριστιανὸν ἐπιθυμίαν εἶναι, ἀλλὰ κέκτηνται νοῦν σώφρονα καὶ ἁγνόν·
然而有些人卻在自己裡面產生錯覺:當神的恩典臨到他們、在他們裡面大大運行時,他們發覺自己的肢體如此聖潔,以致認為基督徒裡面根本不可能再有慾念存在,並以為自己已然獲得清醒純潔的心思;
But some, deceiving themselves, when the grace of God has come upon them and worked mightily within them, find their members so sanctified that they suppose it impossible for desire to exist at all in a Christian, and imagine that they have thereby acquired a sober and pure mind.
1:3973
καὶ ἔστιν ὁ ἔσω ἄνθρωπος μετέωρος εἰς τὰ θεῖα καὶ ἐπουράνια μυστήρια, ὥστε νομίσαι τὸν τοιοῦτον ἤδη εἰς τὰ τέλεια μέτρα ἐφθακέναι
內在的人被提升到神聖的、屬天的奧秘之中,以致這樣的人便自以為已經達到了完全的地步;
And the inner man is lifted up into the divine and heavenly mysteries, so that such a person supposes he has already attained to the perfect measures.
1:3974
ἐκείνου τοῦ μυστηρίου τοὺς βασιλεῖς καὶ δυνάστας καὶ σοφοὺς καὶ ἀξιωματικοὺς ὡς ἐλαχίστους ἡγεῖσθαι
相較於那奧秘,他甚至將君王、掌權者、智者與顯貴都視為最微不足道的。
He counts kings, rulers, the wise, and dignitaries as the very least, in comparison with that mystery.
1:3975
καὶ μετὰ καιροὺς καὶ ὥρας μεταβάλλεται τὰ πράγματα, ὥστε ἐξ ἀληθείας ἑαυτὸν ἡγεῖσ.. θαι ἁμαρτωλότερον ὅλων τῶν ἀνθρώπων καὶ ἔχειν ἑαυτὸν ὡς πηλόν, πάλιν ἄλλῃ ὥρᾳ ὁρᾷ ἑαυτὸν ὁ τοιοῦτος ὡς βασιλέα μέγιστον, ἐξαίσιον δυνάστην ἢ φίλον βασιλέως, πάλιν ἑαυτὸν ὁρᾷ πτωχὸν καὶ ἀσθενῆ
然而過了一段時日,情況又會改變,以致他真心認為自己比眾人更為罪惡,把自己看作塵土;但在另一時刻,這樣的人卻又自視為至尊的君王、非凡的掌權者,或君王的摯友;再過一時,他又看自己為貧窮軟弱之人。
But after a time, and at other hours, circumstances change, so that he truly comes to consider himself more sinful than all men, and regards himself as mere clay; yet again, at another hour, such a one sees himself as the greatest of kings, an extraordinary ruler, or a friend of the king; and yet again he sees himself as poor and weak.
1:3976
λοιπὸν εἰς ἀδημονίαν ἐμπίπτει ὁ νοῦς διὰ τί οὕτως καὶ οὕτως;.. Ὁ κύριος οἰκονομικῶς σοι ἐμπιστεύει τὴν χάριν, κυβερνᾷ καὶ διοικεῖ·
於是心思便陷入困惑不安,追問為何事情竟是如此這般?——然而主乃是按著祂智慧的安排,將恩典託付給你,親自掌管、調度這一切;
So then the mind falls into anguished perplexity, asking why things happen this way and that. But the Lord entrusts grace to you according to His providential ordering; He governs and administers it.
1:3977
ἐπειδὴ γὰρ ἡ ἀνθρωπίνη φύσις ἀσθενὴς οὖσα ἐπαίρεται καὶ τυφοῦται, ἐὰν εὕρῃ ὀλίγην ἀνάπαυσιν καὶ χάριν τοῦ κυρίου καὶ τοὺς πολλοὺς κρίνει, διὰ τοῦτο παραχωρεῖ ἡ χάρις, ἵνα ᾖ πάντοτε ὁ ἄνθρωπος ὑπὸ κόνδυλον καὶ μέριμναν
因為人性本是軟弱的,若稍稍得著安息與主的恩典,便會自高自大、心生驕傲,甚至論斷眾人;因此恩典便暫時退隱,使人常常處於敲打與憂慮之中;
For since human nature, being weak, becomes puffed up and conceited if it finds a little rest and grace from the Lord, and starts judging others—for this reason grace withdraws for a time, so that man may always remain under blows and anxious concern.
1:3978
ἄρχεται γὰρ πενθεῖν ἑαυτὸν καὶ ὀδύρεσθαι, καὶ ὁ κύριος χαίρει ἐπὶ τῇ τοιαύτῃ προαιρέσει·
於是他便開始為自己哀慟、悲泣,而主就因這樣的心志而歡喜;
For then he begins to mourn for himself and to lament, and the Lord rejoices over such a disposition.
1:3979
καρδίαν γὰρ συντετριμμένην καὶ.. τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει
因為憂傷痛悔的心,神必不輕看。
For a broken and humbled heart God will not despise.
1:3980
ὥσπερ γὰρ ἵνα ἔχῃ δεσπότης δύο δούλους, ὧν ὁ εἷς λαβὼν παρρησίαν, ἄρχεται ἐπιτρεπτικῶς φέρεσθαι πρὸς τὸν δεσπότην, ὁ δ' ἄλλος ὑπὸ φόβον ἐστὶ καὶ πληγάς, καὶ εἴ τι αὐτῷ λέγεται ὑπὸ τοῦ δεσπότου, τρέμων ταχέως ὑπακούει, μήπως ἐὰν παρακούσῃ τυπτηθῇ
正如一位主人有兩個僕人:其中一個因得了幾分親近隨意,便開始對主人放肆無禮;而另一個卻活在懼怕與鞭打之下,凡主人所吩咐的,他都戰兢地立即順從,唯恐若不聽從便要挨打。
For just as, suppose a master has two servants: one of them, having gained a certain familiarity, begins to conduct himself presumptuously toward his master; while the other lives in fear of blows, and whatever the master says to him, he obeys at once, trembling, lest he be beaten if he should fail to listen.
1:3981
ὁ γοῦν δεσπότης ἐπὶ τῷ τοιούτῳ χαίρει, δηλονότι τῷ προθύμως ὑπουργοῦντι.. καὶ ἐπιτελοῦντι τὰ λεγόμενα
主人便因這樣的僕人而歡喜——顯然是因那甘心樂意服事、並實行所吩咐之事的僕人。
The master, then, takes delight in such a servant—clearly, in the one who ministers eagerly and carries out what is commanded.
1:3982
οἱ ἐξερχόμενοι τῶν οἰκείων καὶ στήκοντες εἰς τὴν θύραν τοῦ κυρίου καλῶς στήκουσιν·
那些離開自己家室、站立在主的門前的人,站得美好;
Those who go forth from their own households and stand at the door of the Lord stand in a good position indeed.
1:3983
ἐξερχόμενοι γὰρ τοῦ κόσμου ζητοῦσι κτήσασθαι καρποὺς ξένους τῆς φύσεως
因為他們離開了世界,正是要尋求獲得那與尋常本性迥異的果實;
For in going forth from the world, they seek to acquire fruits foreign to common nature.
1:3984
πάντα γὰρ τὰ ἐπίγεια ἀλλότριά ἐστι τῶν οὐρανίων
因為一切地上的事都與天上的事格格不入。
For all earthly things are alien to the things of heaven.
1:3985
ἡ δὲ σὴ φύσις χρῄζει τοῦ κυρίου, εἰς τὸ ἐλθεῖν τὸν κύριον καὶ συγκερασθῆναι τῷ σώματι καὶ τῇ ψυχῇ καὶ γενέσθαι ἓν σῶμα μετὰ τοῦ κυρίου καὶ κατοικῆσαι εἰς τὸν ἔσω ἄνθρωπον τὸν Χριστόν, τουτέστιν ἵνα γένηται εἷς ἄνθρωπος τέλειος τῆς ζωῆς καὶ τῆς βασιλείας τῶν αἰώνων
而你的本性正需要主,好使主前來,與你的身體和靈魂調和為一,與主成為一體,並使基督居住在內在的人裡面——也就是說,使人成為一個完全的人,屬於那生命與那永世的國度。
But your nature needs the Lord, so that the Lord may come and be blended together with body and soul, and become one body together with the Lord, and so that Christ may dwell in the inner man—that is, so that there may come to be one perfect man belonging to the life and kingdom of the ages.
1:3986
Ὁ τῶν Χριστιανῶν κόσμος ἕτερος ἐστι, καὶ ἀγωγὴ καὶ νοῦς καὶ λόγος καὶ πρᾶξις ἑτέρα τυγχάνει, καὶ ἡ τῶν ἀνθρώπων τοῦ κόσμου τούτου διαγωγὴ καὶ νοῦς καὶ λόγος καὶ πρᾶξις ἑτέρα
基督徒的世界是另一個世界,他們的生活方式、心思、言語與行為皆屬另一種;而這世上之人的生活方式、心思、言語與行為,則又是另一種。
The world of Christians is a different world, and their manner of life, mind, speech, and conduct are of a different kind, while the manner of life, mind, speech, and conduct of the people of this world are likewise of another kind.
1:3987
ἄλλο τί εἰσιν ἐκεῖνοι καὶ ἄλλο τί εἰσιν.. οὗτοι, καὶ πολλὴ διάστασις μεταξὺ τούτων κἀκείνων
前者是一回事,後者又是另一回事,二者之間存在著極大的差距。
Those are one thing, and these are another, and there is a great distance between the one and the other.
1:3988
οἱ γὰρ τῆς γῆς κατοικήτορες καὶ τὰ τέκνα τοῦ αἰῶνος τούτου ἐοίκασι σίτῳ βεβλημένῳ ἐν σινίῳ τῆς γῆς ταύτης, σινιαζόμενοι ἐν ἀστάτοις λογισμοῖς τοῦ κόσμου, ἐν σάλῳ γηΐνων ἐπιθυμιῶν καὶ πολυπλόκων ἐννοιῶν ὑλικῶν τὰς ψυχάς, κλυδωνίζοντος τοῦ σινιάζοντος σατανᾶ διὰ τοῦ τῆς γῆς σινίου (τουτέστι τῶν γηΐνων πραγμάτων)
因為地上的居民、這世代的兒女,好比被丟進這地的篩子裡的麥子,被世上動盪不定的思念所篩篩,他們的靈魂在地上情慾的波濤與繁雜的物質思慮中翻騰不已,那篩篩之人——撒但——正藉著地的篩子(也就是地上的事務)攪動他們。
For the inhabitants of the earth and the children of this present age are like wheat cast into the sieve of this earth, being sifted by the unstable thoughts of the world, their souls tossed about in the surge of earthly desires and tangled material notions, while Satan the sifter agitates them by means of the earth's sieve—that is, by earthly affairs.
1:3989
πᾶν γὰρ τὸ ἁμαρτωλὸν τῶν ἀνθρώπων γένος ἀπὸ τῆς τοῦ Ἀδὰμ ἐκπτώσεως, παραβάντος τὴν ἐντολήν, ὑπὸ τὸν ἄρχοντα τῆς πονηρίας ἐγένετο, λαβόντα κατὰ τοῦ Ἀδὰμ τὴν ἐξουσίαν καὶ λοιπὸν ἀπ' αὐτοῦ ἀπαύστοις λογισμοῖς ἀπάτης καὶ κλόνου σινιάζει καὶ προσκρούει τῷ σινίῳ τῆς γῆς πάντας τοὺς υἱοὺς τοῦ αἰῶνος τούτου
因為自從亞當墮落、違背誡命以來,人類全然罪惡的族類就落入那惡者的掌權之下;他因此獲得了轄制亞當的權柄,從此便以無休止的欺詐與擾亂之念,篩篩並衝擊著這世代所有的兒女,使他們在地的篩子中翻騰。
For the whole sinful race of mankind, ever since the fall of Adam—when he transgressed the commandment—came under the ruler of wickedness, who thereby gained authority over Adam; and from that time on, with unceasing thoughts of deceit and turmoil, he sifts and drives against the sieve of the earth all the sons of this present age.
1:3990
Ὥσπερ γὰρ ἄλλος ἐστὶν ὁ σῖτος·
因為正如麥子是一回事……
For just as the wheat is one thing...
1:3991
καὶ ἄλλος ὁ σινιάζων διὰ τοῦ σινίου τὸν σῖτον, ἰδοὺ γὰρ ἐν τῷ σινίῳ ὁ σῖτος ὑπὸ τοῦ σινιάζοντος προσκόπτει καὶ ἐν αὐτῷ ἀστάτως σαλευόμενος ἐνστρέφεται, οὕτω διὰ τῶν γηΐνων πραγμάτων πάντας τοὺς ἀνθρώπους κατέχει ὁ τῆς πονηρίας ἄρχων καὶ δι' αὐτῶν σαλεύει καὶ κλονεῖ καὶ σείει καὶ προσκόπτειν ποιεῖ διαλογισμοῖς ματαίοις καὶ αἰσχροῖς καὶ ἐπιθυμίαις καὶ δεσμοῖς γηΐνοις καὶ κοσμικοῖς, ἀστάτως αἰχμαλωτίζων καὶ περικλονῶν καὶ δελεάζων·
還有一個〔比喻〕是那用篩子篩麥子的人:看哪,麥子在篩子裡被那篩篩子的人擊打,在其中不穩定地搖動、翻轉;照樣,那邪惡的首領也藉著屬地的事務挾制所有的人,並藉此使他們搖動、震盪、顫慄、跌倒,用虛妄可恥的思念、情慾,以及屬地屬世的捆綁,不穩定地擄掠、翻攪、誘惑他們──
And another [image] is the one who sifts the wheat through the sieve; for behold, in the sieve the wheat is struck by the one who sifts it and, tossed about unsteadily, is turned within it. So too, through earthly affairs, the ruler of wickedness holds fast all men, and through them he shakes and agitates and convulses and makes them stumble by vain and shameful reasonings, and by desires, and by earthly and worldly bonds, unsteadily taking them captive and whirling them about and enticing them—
1:3992
πᾶν τὸ ἁμαρτωλὸν γένος τοῦ Ἀδάμ, ὡς καὶ ὁ κύριος τοῖς ἀποστόλοις τὴν τοῦ πονηροῦ κατ' αὐτῶν ἐπανάστασιν μέλλουσαν ἔσεσθαι προέλεγεν·
──亞當一切犯罪的族類;正如主也曾預先告訴使徒們,那惡者將要興起攻擊他們一事,說:
—all the sinful race of Adam, just as the Lord also foretold to the apostles the uprising of the evil one that was about to come against them, saying:
1:3993
ἐξῃτήσατο ὑμᾶς ὁ σατανᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
撒但要求得著你們,好篩你們像篩麥子一樣;
Satan has demanded to have you, that he might sift you as wheat;
1:3994
ἀλλ' ἐγὼ ἐδεήθην τοῦ πατρός μου, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις.. ὑμῶν
但我已求了我的父,叫你們的信心不至於失落。
but I have besought my Father, that your faith may not fail.
1:3995
ὁ γὰρ τῷ Κάϊν ὑπὸ τοῦ δημιουργοῦ ῥηθεὶς λόγος καὶ ἀπόφασις εἰς τὸ προφανές·
因為創造主對該隱所說的話與判決,顯然〔也適用於眾人〕:
For the word and sentence spoken to Cain by the Creator applies plainly to all:
1:3996
στένων καὶ τρέμων καὶ σειόμενος ἔσῃ ἐπὶ τῆς γῆς, τύπος καὶ εἰκὼν πάντων τῶν ἁμαρτωλῶν τυγχάνει κατὰ τὸ κρυπτόν
「你必在地上唉哼、戰兢、搖晃」──這在隱密的意義上,正是一切罪人的預表與形像。
"Groaning and trembling and shaken shalt thou be upon the earth"—this is, in a hidden sense, the type and image of all sinners.
1:3997
οὕτω γὰρ ἐκπεσὸν τῆς ἐντολῆς τὸ γένος Ἀδὰμ καὶ ἁμαρτωλὸν καταστὰν ἐκείνην τὴν εἰκόνα κατὰ τὸ κρυπτὸν κέκτηται, σαλευόμενον ἀστάτοις λογισμοῖς δειλίας τε καὶ φόβου καὶ πάσης ταραχῆς, ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις καὶ παντοδαπαῖς τοῦ ἄρχοντος τοῦ κόσμου πᾶσαν ψυχὴν κλυδωνίζοντος τὴν μὴ γεγεννημένην ἐκ τοῦ θεοῦ καὶ ὡς σῖτον ἐν σινίῳ στρέφοντος καὶ ἀστάτως τοὺς τῶν ἀνθρώπων λογισμοὺς ποικίλως κλυδωνίζοντος, ἐν ἀπάταις κοσμικαῖς καὶ ἡδοναῖς σαρκικαῖς καὶ φόβοις καὶ ταραχαῖς πάντας σαλεύοντος καὶ δελεάζοντος
因為亞當的族類就是這樣從誡命中墮落、成為罪人,在隱密中承受了那形像:被怯懦、懼怕與各樣紛擾等不穩定的思念所搖動;那世界的首領用各式各樣的情慾與快樂衝擊每一個未從神重生的靈魂,像篩子裡的麥子一樣把它翻來覆去,不穩定地、以各種方式攪動世人的思念,用屬世的欺騙、屬肉體的快樂、恐懼與紛擾使眾人搖動、受誘惑。
For thus the race of Adam, having fallen from the commandment and become sinful, possesses that image in a hidden manner—being shaken by unsteady reasonings of cowardice and fear and every disturbance, while the ruler of this world tosses every soul that has not been born of God with manifold and various desires and pleasures, and turns it about like wheat in a sieve, unsteadily agitating in manifold ways the reasonings of men, shaking and enticing all with worldly deceptions and fleshly pleasures and fears and disturbances.
1:3998
Καὶ γὰρ ὁ κύριος τοὺς ταῖς ἀπάταις καὶ τοῖς θελήμασι τοῦ πονηροῦ ἐξακολουθοῦντας δεικνύων, ὅτι τὴν εἰκόνα τοῦ Κάϊν τῆς πονηρίας φοροῦσιν, ἐλέγχων ἔλεγεν·
因為主也曾指出,那些隨從惡者的詭詐與意願之人,就是身上帶著該隱邪惡形像的人;主責備他們說:
For indeed the Lord, showing that those who follow after the deceits and the will of the evil one bear the image of Cain's wickedness, said in rebuke:
1:3999
ὑμεῖς ( φησὶ) τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν τοῦ ἀνθρωποκτόνου·
主說:「你們願意行你們父──那殺人者──的私慾;」
"You," he says, "desire to do the desires of your father, the murderer of men;"
1:4000
ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἐξ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὔκ ἐστιν
「他從起初就是殺人的,不守真理。」
"he was a murderer from the beginning, and does not stand in the truth."
1:4001
ὥστε πᾶν τὸ ἁμαρτωλὸν γένος τοῦ παλαιοῦ Ἀδάμ, στένοντες καὶ τρέμοντες ἐν τῷ σινίῳ τῆς γῆς ὑπὸ τοῦ σινιάζοντος σατανᾶ τὴν καταδίκην ἐκείνην κατὰ τὸ κρυπτὸν κέκτηται
所以,舊亞當一切犯罪的族類,在那篩人的撒但手中,如同在地上的篩子裡唉哼戰兢,在隱密中承受著那判決。
So then all the sinful race of the old Adam, groaning and trembling in the sieve of the earth under Satan the sifter, possesses that condemnation in a hidden manner.
1:4002
ὥσπερ γὰρ ἐξ ἑνὸς Ἀδὰμ πᾶν τὸ γένος τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς ἡπλώθη, οὕτω μία τις κακία τῶν παθῶν εἰς πᾶν τὸ ἁμαρτωλὸν γένος τῶν ἀνθρώπων κατέλυσε, καὶ πάντας ὁ τῆς κακίας ἄρχων ἐν ἀστάτοις καὶ ὑλικοῖς καὶ ματαίοις καὶ ταραχώδεσι λογισμοῖς σινιάζειν.. ἐπαρκεῖ
正如全人類都是從亞當一人在地上繁衍開來,照樣,也有一種情慾的邪惡侵入了全人類這犯罪的族類;那邪惡的首領足以用不穩定、屬物質、虛妄、紛擾的思念來篩篩眾人。
For just as the whole race of mankind on earth spread out from the one Adam, so also one particular evil of the passions has settled upon the entire sinful race of mankind, and the ruler of wickedness suffices to sift all men with unstable, material, vain, and turbulent reasonings.
1:4003
καὶ ὥσπερ εἷς ἄνεμος πάντα τὰ φυτὰ καὶ τὰ σπέρματα καὶ τὰ τῆς γῆς φύματα ἐπαρκεῖ κλονεῖν καὶ σείειν ἢ ὥσπερ ἓν σκότος τὸ τῆς νυκτὸς ἐπὶ πᾶσαν τὴν οἰκουμένην ἐφαπλοῦται, οὕτω καὶ ὁ τῆς πονηρίας ἄρχων, σκότος κακίας καὶ θανάτου ὑπάρχων, καὶ ἄνεμός τις δεινὸς καὶ κρυπτὸς καὶ ἄγριος τυγχάνων, πᾶν τὸ ἐπὶ γῆς ἀνθρώπων γένος κλυδωνίζει καὶ περιφέρει ἀστάτοις λογισμοῖς καὶ ἐπιθυμίαις κόσμου δελεάζων τὰς καρδίας τῶν ἀνθρώπων, καὶ σκότους ἀγνωσίας καὶ πωρώσεως καὶ λήθης ἐμπίπλησι πᾶσαν ψυχὴν τὴν μὴ ἄνωθεν γεγεννημένην καὶ τῷ φρονήματι καὶ τῷ νῷ εἰς ἄλλον κόσμον μεταβεβηκυῖαν, καθὼς εἴρηται·
正如一陣風就足以搖動震撼一切草木、種子與地上的萌芽;又如夜間的一片黑暗籠罩全地;照樣,那邪惡的首領──他是邪惡與死亡的黑暗,是一陣可怕、隱密、狂野的風──也用不穩定的思念衝擊、翻攪地上人類的全族,用世上的情慾誘惑人的心,將無知、剛硬、遺忘的黑暗充滿每一個未曾從上頭重生、未曾在心思意念上遷移到另一個世界的靈魂,正如經上所說:
And just as a single wind suffices to shake and convulse all plants and seeds and the growths of the earth, or as a single darkness of night spreads over the whole inhabited world, so also the ruler of wickedness—being a darkness of evil and death, and a certain dreadful, hidden, and savage wind—tosses and drives about the whole race of men upon earth with unstable reasonings, enticing the hearts of men with the desires of the world, and fills with the darkness of ignorance and hardness and forgetfulness every soul that has not been born from above and has not passed over, in mind and understanding, into another world, as it is said:
1:4004
ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει
「但我們的國籍是在天上。」
"But our citizenship is in heaven."
1:4005
Ἐν τούτῳ γὰρ διαφέρουσιν οἱ ὄντως ἀληθινοὶ Χριστιανοὶ παντὸς τοῦ γένους τῶν ἀνθρώπων καὶ πολλὴ διάστασις μεταξὺ αὐτῶν καὶ τῶν τοῦ κόσμου ἀνθρώπων τυγχάνει, ὡς προελέγομεν, ἐν τῷ τὸν νοῦν καὶ τὴν διάνοιαν αὐτῶν πάντοτε τῷ οὐρανίῳ φρονήματι τυγχάνειν καὶ τὰ αἰώνια ἀγαθὰ ἐνοπτρίζεσθαι διὰ τὴν μετουσίαν καὶ μετοχὴν τοῦ πνεύματος τοῦ ἁγίου, ἐν τῷ ἄνωθεν αὐτοὺς ἐκ θεοῦ γεγεννήσθαι καὶ τέκνα θεοῦ ἐν δυνάμει καὶ ἀληθείᾳ γενέσθαι κατηξιῶσθαι καὶ εἰς στάσιν καὶ ἑδραιότητα καὶ ἀταραξίαν καὶ κατάπαυσιν διὰ πολλῶν ἀγώνων καὶ κόπων καὶ πόνων καὶ χρόνων κατηντηκέναι, μηκέτι σινιαζομένους.. καὶ κυμαινομένους ἐν ἀστάτοις καὶ ματαίοις λογισμοῖς κακίας
真正的基督徒之所以與全人類有別,如我們前面所說,他們與世人之間有極大的差距,就在於:他們的心思與意念常存於天上的意念,並藉著與聖靈的相通與分享,映照出永恆的美善;因為他們是從上頭由神所生,配得在能力與真理中成為神的兒女,並且藉著許多的爭戰、勞苦、辛勞與長久的年日,達到了安定、堅立、無擾與安息,不再被邪惡不穩定虛妄的思念所篩篩、所翻騰。
For in this the truly genuine Christians differ from the whole race of men, and there is a great distinction between them and the men of the world, as we said before, in that their mind and understanding always abide in heavenly-mindedness and mirror the eternal goods through their participation and communion in the Holy Spirit; in that they have been born from above of God, and have been counted worthy to become children of God in power and in truth, and through many struggles and labors and toils and length of time have arrived at stability, steadfastness, freedom from disturbance, and rest, no longer being sifted and tossed by unstable and vain reasonings of wickedness.
1:4006
ἐν τούτῳ οὖν εἰσὶ μείζους καὶ κρείττους τοῦ κόσμου διὰ τὸ τὸν νοῦν αὐτῶν καὶ τὸ φρόνημα τῆς ψυχῆς ἐν τῇ τοῦ Χριστοῦ εἰρήνῃ καὶ ἐν τῇ τοῦ πνεύματος ἀγάπῃ τυγχάνειν, ὡς καὶ ὁ κύριος περὶ τῶν τοιούτων διεξερχόμενος ἔλεγε·
因此,他們在這一點上比世界更偉大、更美好,因為他們的心思與靈魂的意念常在基督的平安與聖靈的愛中;正如主論及這樣的人時所說:
In this, then, they are greater and better than the world, because their mind and the disposition of their soul abide in the peace of Christ and in the love of the Spirit, just as the Lord also said, discoursing concerning such persons:
1:4007
μεταβέβηκε ( φησὶ) ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν
主說:「他已經出死入生了。」
"He has passed," he says, "from death into life."
1:4008
Τοιγαροῦν οὐκ ἐν σχήμασι καὶ τύποις ἐξωτέροις ἡ ἀλλοίωσις τῶν Χριστιανῶν ὑπάρχει, ὡς οἱ πολλοὶ ἐν τούτῳ οἴονται εἶναι τὴν διαφορὰν καὶ τὴν διάκρισιν μεταξὺ τοῦ κόσμου καὶ αὐτῶν ἐν σχήμασι καὶ τύποις
因此,基督徒的改變並不在於外表的形式與樣式;許多人卻以為世人與他們之間的分別與差異,就在於這些外在的形式與樣式。
Therefore the transformation of Christians does not consist in outward forms and figures, as many suppose the difference and distinction between the world and themselves to lie in forms and figures.
1:4009
καὶ ἰδοὺ καὶ τῷ νῷ καὶ τῇ διανοίᾳ ὅμοιοι τῷ κόσμῳ τυγχάνουσι, σεισμὸν καὶ ἀκαταστασίαν τῶν λογισμῶν καὶ ἀπιστίαν καὶ σύγχυσιν καὶ ταραχὴν καὶ δειλίαν ἔχοντες·
看哪,他們在心思與意念上竟與世人無異,思念動盪不安、雜亂無章,懷有不信、混亂、紛擾與怯懦──
And behold, in mind and understanding they turn out to be like the world, having a shaking and disorder of their reasonings, and unbelief and confusion and disturbance and cowardice—
1:4010
ἐν τῷ κόσμῳ καὶ ἐν τοῖς γηΐνοις δεσμοῖς δέδενται, ἀνάπαυσιν καὶ εἰρήνην τὴν τοῦ πνεύματος οὐράνιον ἐν τῇ καρδίᾳ μὴ κεκτημένοι, ἐπεὶ οὐκ ἐζήτησαν παρὰ θεοῦ οὐδὲν καὶ.. ἐπίστευσαν τούτων καταξιωθῆναι
──被捆綁在世界與屬地的束縛中,心裡沒有聖靈那屬天的安息與平安,因為他們並未向神求什麼,也不相信自己配得這些。
—being bound in the world and in earthly bonds, not possessing in their heart the heavenly rest and peace of the Spirit, since they sought nothing from God, nor believed that they would be counted worthy to obtain these things.
1:4011
ἐν γὰρ τῇ τοῦ νοὸς ἀνακαινίσει καὶ τῇ τῶν λογισμῶν εἰρήνῃ καὶ τῇ τοῦ κυρίου ἀγάπῃ καὶ οὐρανίῳ ἔρωτι ἡ καινὴ κτίσις τῶν Χριστιανῶν πάντων ἀνθρώπων τοῦ κόσμου διαφέρει·
因為基督徒作為一個新造的人,與世上所有的人之所以不同,乃在於心思的更新、思念的平安,以及對主的愛與屬天的渴慕;
For it is in the renewal of the mind, and the peace of the reasonings, and the love of the Lord and heavenly desire, that the new creation of Christians differs from all the men of the world;
1:4012
διὸ καὶ ἡ ἔλευσις τοῦ κυρίου γεγένηται, τούτων πνευματικῶν ἀγαθῶν καταξιῶσαι τοὺς ἀληθῶς πιστεύοντας εἰς αὐτόν
所以主的降臨,正是為了使那些真正信祂的人配得這些屬靈的美善。
wherefore also the coming of the Lord took place, to count worthy of these spiritual goods those who truly believe in him.
1:4013
Χριστιανῶν γὰρ ἡ δόξα καὶ τὸ κάλλος καὶ ὁ πλοῦτος ὁ οὐράνιος ἀλάλητός ἐστι καὶ μετὰ πόνων καὶ ἱδρώτων καὶ δοκιμασιῶν.. καὶ ἀγώνων πολλῶν, τὸ δὲ ὅλον χάριτι ποριζόμενος
基督徒的榮耀、美麗與屬天的財富是無法言喻的,是藉著勞苦、汗水、試煉與許多爭戰所獲得的;然而這一切終究是藉著恩典得來的。
For the glory and beauty and heavenly wealth of Christians is unspeakable, and it is procured through toils and sweats and trials and many struggles, yet the whole of it is obtained by grace.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。