📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 屬靈講道集

屬靈講道集 第 1 章 第 27/36 段

希臘文原文.118 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:4014–1:4131(全章共 5111 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:4014
εἰ γὰρ ἡ τοῦ ἐπιγείου βασιλέως θέα ἐπιθυμητὴ παρὰ πᾶσιν ἀνθρώποις τυγχάνει, καὶ πᾶς τις ἐπιδημῶν ἐν πόλει βασιλέως ἐπιθυμεῖ καὶ μόνον θεάσασθαι τὸ κάλλος αὐτοῦ ἢ τὴν ὡραιότητα τῶν ἐνδυμάτων ἢ τῆς πορφύρας τὴν δόξαν, τῶν ποικίλων μαργαριτῶν τὸ κάλλος, τοῦ διαδήματος τὴν εὐπρέπειαν, τῶν σὺν αὐτῷ ἀξιωμάτων τὴν τιμιότητα καὶ προσώπων τὴν ὡραιότητα, ἐκτὸς εἰ μὴ οἱ πνευματικοὶ ἐξουθενοῦσιν αὐτὰ διὰ τὸ ἄλλης δόξης ἀσωμάτου καὶ οὐρανίου πεπειρᾶσθαι καὶ ἄλλῳ κάλλει ἀρρήτῳ τετρῶσθαι καὶ ἄλλου πλούτου ἀλαλήτου κεκοινωνηκέναι καὶ.. τῷ ἔσω ἀνθρώπῳ ἥδεσθαι καὶ ἄλλου πνεύματος μετέχειν·
因為若連地上君王的容貌都是眾人所渴望見到的,凡寄居在王城中的人都渴望哪怕只是一睹他的美貌,或衣袍的華美,或紫袍的榮耀,各樣珍珠的美麗,冠冕的莊嚴,以及隨侍在旁的權貴之尊榮與容顏之美──唯獨屬靈的人例外,他們輕看這一切,因為他們已經體驗過另一種無形、屬天的榮耀,已被另一種無法言喻的美麗所刺傷,已經分享了另一種說不出的財富,並以裡面的人為樂,且有分於另一種靈──
For if the sight of an earthly king is desirable to all men, and everyone sojourning in the king's city desires even just to behold his beauty, or the comeliness of his garments, or the glory of the purple, the beauty of the manifold pearls, the splendor of the diadem, the dignity of the offices about him, and the comeliness of the faces of his retinue—unless it be the spiritual, who despise these things because they have had experience of another, bodiless and heavenly glory, and have been wounded by another ineffable beauty, and have partaken of another unspeakable wealth, and take delight in the inner man, and share in another spirit—
1:4015
ἐπεὶ οἱ τοῦ κόσμου τούτου ἄνθρωποι οἱ τὸ πνεῦμα τοῦ κόσμου ἔχοντες ἐν πολλῇ ἐπιθυμίᾳ εἰσὶ τὸν ἐπίγειον βασιλέα κἂν θεάσασθαι μόνον σὺν πάσῃ τῇ εὐπρεπείᾳ καὶ τῇ δόξῃ αὐτοῦ·
──因為屬這世界、擁有這世界之靈的人,都極其渴望能哪怕只是一睹地上君王及其一切的華美與榮耀;
—since the men of this world, who have the spirit of the world, are in great desire even just to behold the earthly king with all his splendor and glory;
1:4016
ὅσον γὰρ ἐν τοῖς φαινομένοις πολλῷ μείζων ἡ μερὶς αὐτοῦ ἐστι παρὰ πάντας ἀνθρώπουςοὕτως ἔνδοξον, οὕτως ἐπιθυμητὸν ὑπὸ πάντων τὸ καὶ θεαθῆναι μόνονκαὶ ἕκαστος ἐν ἑαυτῷ λέγει·
因為就外表可見的事而言,他的分是遠超眾人的;所以連僅僅被他看見一眼,都是如此榮耀,如此為眾人所渴望──於是各人在心裡都說:
for insofar as, in visible things, his portion is far greater than that of all men, so glorious, so desired by all is it merely to be seen by him—and each one says within himself:
1:4017
εἴθε τις ἔδωκέ μοι ἐκείνην τὴν δόξαν καὶ τὴν εὐπρέπειαν καὶ τὴν ὡραιότητα, μακαρίζων ἐκεῖνον τὸν ὅμοιον ἑαυτῷ γήϊνον καὶ ὁμοιοπαθῆ καὶ θνητὸν ὄντα, διὰ δὲ τὴν πρόσκαιρον.. εὐπρέπειαν καὶ δόξαν ἐπιθυμητόν, εἰ οὖν οὕτως οἱ σαρκικοὶ ἄνθρωποι ἐπιθυμοῦσι τοῦ γηΐνου βασιλέως τὴν δόξαν ἰδεῖν, πόσῳ μᾶλλον οἷς ἐνέσταξεν ἐκείνη ἡ ῥανὶς τοῦ πνεύματος τῆς θεότητος τῆς ζωῆς καὶ ἔτρωσε τὴν καρδίαν αὐτῶν ἔρωτι θείῳ πρὸς τὸν οὐράνιον βασιλέα Χριστόν, εἰς ἐκεῖνο τὸ κάλλος καὶ τὴν ἀλάλητον δόξαν καὶ ἄφραστον εὐπρέπειαν καὶ τὸν ἀνεννόητον πλοῦτον τοῦ ἀληθινοῦ καὶ αἰωνίου βασιλέως Χριστοῦ δέδενται καὶ αἰχμαλωτίζονται τῇ ἐπιθυμίᾳ καὶ τῷ ποθῷ, ὅλοι ἐξ ὅλου πρὸς αὐτὸν τυγχάνοντες, καὶ ἐπιθυμοῦσι τυχεῖν ἐκείνων, ὧν ἐνοπτρίζονται διὰ τοῦ πνεύματος ἀλαλήτων ἀγαθῶν, οὗ ἕνεκε πάντα τὰ ἐπὶ γῆς κάλλη καὶ εὐπρεπείας καὶ δόξας καὶ τιμὰς καὶ πλοῦτον βασιλέως τε καὶ ἀρχόντων ἐξουδένωσαν·
「但願有人把那榮耀、華美與美貌賜給我!」──他竟稱那與自己一樣屬地、同樣有情慾、同為必死的人為有福,只因那短暫的華美與榮耀是如此令人渴望。既然肉體之人尚且如此渴望見到地上君王的榮耀,那麼那些心中被滴入了生命神性之靈的一滴,並因對那屬天君王基督的神聖愛慕而心被刺傷的人,豈不更加被捆綁、被那真實永恆君王基督的美麗、無法言喻的榮耀、難以形容的華美,以及不可思議的財富之渴望與愛慕所擄掠嗎?他們整個人完全歸向祂,渴望得著那些藉著聖靈所映照出來、無法言喻的美善;正因如此,他們把地上一切君王與掌權者的美麗、華美、榮耀、尊貴與財富都看為無有──
"Would that someone had given me that glory and splendor and beauty!"—counting blessed that man who is like himself, earthly and subject to the same passions and mortal, on account of the temporary splendor and glory that is so desirable. If, then, carnal men so desire to see the glory of an earthly king, how much more those into whom that drop of the Spirit of the Godhead of life has been instilled, and whose heart has been wounded with divine longing for the heavenly King, Christ, are bound and taken captive by desire and yearning for that beauty and unspeakable glory and ineffable splendor and inconceivable wealth of the true and eternal King, Christ—being wholly and entirely directed toward him, and desiring to obtain those unspeakable goods of the Spirit which they behold as in a mirror; for the sake of which they have utterly despised all the beauties and splendors and glories and honors and riches of kings and rulers upon earth!
1:4018
θείῳ γὰρ κάλλει ἐτρώθησαν καὶ ζωὴ.. ἀθανασίας οὐρανίου ἐν ταῖς ψυχαῖς αὐτῶν ἐνέσταξε
因為他們已被神聖的美麗所刺傷,那屬天永生不朽的生命已被滴入他們的靈魂之中。
for they have been wounded by divine beauty, and the life of heavenly immortality has been instilled within their souls.
1:4019
διὸ καὶ εἰς ἐκείνην τὴν ἀγάπην πρὸς τὸν ἐπουράνιον βασιλέα ὠθοῦνται, αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἐν πολλῇ ἐπιθυμίᾳ ἔχοντες, καὶ διὰ τοῦτο πάσης ἀγάπης κόσμου ἑαυτοὺς λύουσιν καὶ ἀναχωροῦσι παντὸς δεσμοῦ γηΐνου, ἵνα δυνηθῶσιν ἐκεῖνον τὸν πόθον ἐν τῇ ἑαυτῶν καρδίᾳ πάντοτε ἔχειν καὶ μηδὲν ἕτερον σὺν ἐκείνῳ
因此他們被推向對那屬天君王的愛,唯獨懷著極大的渴慕將祂置於眼前;為此他們使自己脫離對世界一切的愛,並從一切屬地的捆綁中退出,好使他們能常在心裡持守那渴慕,而不容任何其他事物與之並存。
Therefore they are impelled toward that love for the heavenly King, having him alone before their eyes in great desire, and for this reason they release themselves from every love of the world and withdraw from every earthly bond, so that they may be able always to keep that longing in their heart, and nothing else along with it.
1:4020
Ὀλίγοι δὲ πάνυ εἰσὶν οἱ τῇ ἀγαθῇ ἀρχῇ τέλος ἀγαθὸν πορισάμενοι καὶ διερχόμενοι ἕως τέλους ἄπτωτοι, τὴν μίαν ἀγάπην τῆς ζωῆς τὴν πρὸς τὸν θεὸν.. μόνον κατάσχοντες καὶ πάντων ἑαυτοὺς λελυκότες
然而,能為美好的開端帶來美好的結局、並且從始至終堅忍不跌倒的人實在是少之又少;唯有他們持守著那唯一活的愛──對神的愛,並使自己脫離一切事物。
But there are very few who have brought a good end to a good beginning and pass through to the end without falling, holding fast to the one love of life, that toward God alone, and having released themselves from all things.
1:4021
Οἱ γὰρ ἐξ ἀληθείας διεξελθεῖν ἕως τέλους ἐν ἀγαθῇ διαγωγῇ βουλόμενοι ἄλλον ἔρωτα καὶ ἄλλην ἀγάπην μετ' ἐκείνης τῆς ἐπουρανίου παραδέξασθαι ἑκουσίως καὶ μῖξαι οὐκ ὀφείλουσιν, ἵνα μὴ ἐμποδισθῶσιν ἐν τοῖς πνευματικοῖς καὶ.. στραφῶσιν εἰς τὰ ὀπίσω καὶ τέλος ἐκπέσωσι τῆς ζωῆς
因為那些真心願意以美好的品行走到底的人,不應甘願接納並摻入任何其他慾望或愛與那屬天之愛並存,免得在屬靈的事上受到阻礙,以致轉身向後,最終失落生命。
For those who truly wish to pass through to the end in good conduct ought not willingly to admit and mingle any other desire or love alongside that heavenly one, lest they be hindered in spiritual things, and turn back, and in the end fall away from life.
1:4022
ὥσπερ γὰρ μεγάλα καὶ ἀλάλητα καὶ ἀνεκδιήγητα τὰ ἐπηγγελμένα παρὰ θεοῦ τυγχάνει, οὕτω πίστεως καὶ ἐλπίδος καὶ πόνων καὶ ἀγώνων μεγάλων χρεία καὶ πολλῆς δοκιμασίας·
因為正如神所應許的事是何等偉大、無法言喻、難以描述,照樣也需要信心、盼望、極大的勞苦與爭戰,以及許多的試煉;
For just as the things promised by God are great and unspeakable and indescribable, so also there is need of faith and hope and great toils and struggles and much testing;
1:4023
οὐ γάρ τι μικρὸν τυγχάνει, ἃ ἐλπίζει ἀγαθὰ λαβεῖν ἄνθρωπος
因為人所盼望要得著的美善,絕非小事。
for the good things that a man hopes to receive are no small matter.
1:4024
βασιλείαν οὐρανῶν ἐπιθυμεῖς καὶ συμβασιλεῦσαι Χριστῷ εἰς τοὺς ἀπεράντους αἰῶνας βούλει, καὶ τοὺς ἀγῶνας καὶ πόνους καὶ πειρασμοὺς δι' ὀλίγου χρόνου τῆς ζωῆς.. ταύτης ἀναδέξασθαι προθύμως ἕως θανάτου οὐ καταδέχῃ; τοῦ κυρίου βοῶντος·
你渴望天國,願意與基督一同作王直到無窮的世代,難道你竟不肯甘心承擔在這短暫今生中的爭戰、勞苦與試煉,甚至至死不辭嗎?主呼喊著說:
You desire the kingdom of heaven, and wish to reign together with Christ unto the endless ages, yet will you not readily undertake the struggles and toils and trials for the brief time of this life, even unto death? For the Lord cries out:
1:4025
εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ' ἡμέραν χαίρων καὶ ἀκολουθείτω μοι, καὶ πάλιν·
「若有人要跟從我,就當捨己,天天歡喜地背起他的十字架來跟從我。」又說:
"If anyone wishes to come after me, let him deny himself and take up his cross daily, rejoicing, and follow me." And again:
1:4026
ἐὰν μή τις μισήσῃ πατέρα, μητέρα, γυναῖκα, τέκνα, ἀδελφούς, ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής
「人若不恨自己的父親、母親、妻子、兒女、弟兄、姊妹,甚至自己的性命,就不能作我的門徒。」
"If anyone does not hate father, mother, wife, children, brothers, sisters, and even his own life also, he cannot be my disciple."
1:4027
οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων τῆς βασιλείας ἐπιτυχεῖν βούλονται καὶ τὴν αἰώνιον ζωὴν κληρονομῆσαι θέλουσιτὸ θέλημα δὲ αὐτῶν ζῇ ἐν τοῖς ἰδίοις θελήμασι καὶ ἀκολουθοῦντες τοῖς θελήμασιν αὐτῶν, μᾶλλον δὲ τῷ ἐνσπείροντι τὰ μάταια, καὶ μὴ ἀρνούμενοι ἑαυτοὺς βούλονται τὴν αἰώνιον ζωὴν κληρονομῆσαι, ὅπερ ἐστὶν ἀδύνατον·
大多數人都想得著這國度,也願意承受永生;然而他們的意志仍活在自己的私慾中,他們隨從自己的意願──或者更確切地說,是隨從那在他們心中撒播虛妄之事的那位──卻不肯捨己,還想承受永生,這是不可能的;
Most men wish to attain the kingdom and desire to inherit eternal life; yet their will lives on in their own desires, and, following their own wills—or rather the one who sows in them vain things—and without denying themselves, they wish to inherit eternal life, which is impossible;
1:4028
ὁ γὰρ.. λόγος τοῦ κυρίου ἀληθὴς τυγχάνει
因為主的話是真實的。
for the word of the Lord is true.
1:4029
καὶ οὗτοι ἄπτωτοι διεξέρχονται οἱ κατὰ τὴν ἐντολὴν τοῦ κυρίου ἀρνησάμενοι ὅλοι ἐξ ὅλου ἑαυτούς, καὶ πάσας τὰς τοῦ κόσμου ἐπιθυμίας καὶ δεσμοὺς καὶ μετεωρισμοὺς καὶ ἡδονὰς καὶ ἀσχολίας σικχαίνοντες καὶ μόνον αὐτὸν πρὸ ὀφθαλμῶν ἔχοντες καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντες, ὥστε ἰδίῳ θελήματι ἀποστρέφεται ἕκαστος τῆς βασιλείας διὰ τὸ μὴ ἐξ ἀληθείας θελῆσαι καμεῖν καὶ ἀρνήσασθαι ἑαυτὸν καὶ διὰ τὸ ἀγαπᾶν τι σὺν ἐκείνῃ τῇ ἀγάπῃ, τῷ ἥδεσθαί τισι τοῦ αἰῶνος τούτου ἡδοναῖς ἢ ἐπιθυμίαις καὶ τῷ μὴ ὅλῃ τῇ ἀγάπῃ, ὅσον ἐν προαιρέσει καὶ θελήματι δυνατόν, πρὸς κύριον εἶναι
凡照著主的誡命,完全徹底捨己的人,厭棄世上一切的情慾、束縛、紛擾、快樂與雜務,唯獨將祂放在眼前,渴望遵行祂的誡命──這樣的人就能不跌倒地走到底。可見,各人乃是憑自己的意願背離這國度的,因為他不真心願意勞苦、捨己,又因為他心中除了那愛之外還愛著別的東西,貪戀今世某些的快樂或情慾,他的愛就不能盡其在意願與抉擇上所能達到的,完全歸向主。
And it is those who, according to the commandment of the Lord, have denied themselves wholly and entirely, and who abhor all the desires and bonds and distractions and pleasures and preoccupations of the world, and hold him alone before their eyes, and desire to do his commandments—these pass through without falling. So then each one turns himself away from the kingdom by his own will, because he does not truly wish to labor and deny himself, and because he loves something along with that love—by taking pleasure in certain pleasures or desires of this age—and because his love is not, as far as is possible by choice and will, wholly directed toward the Lord.
1:4030
Ἐξ ἑνὸς δὲ ὑποδείγματος συννόησόν μοι πάντα
請你藉著一個例子來明白我所說的這一切。
But understand all this from me by means of a single example.
1:4031
διακρίνων μέν, διακρίνει ἕκαστος καὶ οἶδεν, ὅτι ἄτοπόν ἐστιν ὃ θέλει ποιῆσαι, ἀλλ' ἐπειδὴ ἀγαπᾷ καὶ οὐκ ἀρνεῖται αὐτό, ἡττᾶται αὐτῷ
每個人在辨別的時候,確實能辨別、也知道自己所想做的事是不合宜的;然而因為他愛它,不肯棄絕它,就被它所征服。
Each one, in judging, indeed judges and knows that what he wishes to do is unseemly; but because he loves it and does not deny it, he is overcome by it.
1:4032
πρότερον γὰρ ἔσω ἐν τῇ καρδίᾳ ὁ πόλεμος γίνεται καὶ τὸ στάθμιον καὶ ἡ ῥοπὴ καὶ τὸ ζύγιον τῆς ἀγάπης τοῦ θεοῦ καὶ τῆς ἀγάπης τοῦ κόσμου, καὶ τότε προέρχεται ἔξω καὶ διακρίνων διακρίνει ἕκαστος, εἰ τύχοι εἰς μάχην καὶ διαπληκτισμὸν πρὸς τὸν ἀδελφόν, λέγων ἐν.. ἑαυτῷ·
因為先是在心裡面發生一場爭戰,那是神之愛與世界之愛之間的秤量、傾斜與衡量;然後才顯露於外;於是每個人在辨別的時候便會辨別──倘若正好與弟兄發生爭執與衝突──他就會在心裡對自己說:
For first the battle takes place within, in the heart, and the balance and the inclination and the weighing of the love of God against the love of the world; and then it proceeds outward, and each one, in judging, judges—if it should happen to come to conflict and quarrel with a brother—saying within himself:
1:4033
εἴπω; ἀλλὰ μὴ εἴπω; λαλήσω; ἀλλὰ μὴ λαλήσω; μνημονεύων τοῦ θεοῦ, ἀλλὰ καὶ τὴν ἰδίαν δόξαν περιποιούμενος καὶ μὴ ἑαυτὸν ἀρνούμενος
「我該說呢?還是不該說?我該講呢?還是不該講?」──他雖然想起神,卻同時也在為自己謀求榮耀,並不肯捨己。
"Shall I say it? Or shall I not say it? Shall I speak? Or shall I not speak?"—remembering God, yet also seeking to procure his own glory, and not denying himself.
1:4034
ἀλλ' ἐὰν ὀλίγον καταβαρήσῃ ἡ ἀγάπη τοῦ κόσμου καὶ ἡ ῥοπὴ ἐν τῷ τῆς καρδίας ζυγῷ, εὐθὺς προέρχεται ὁ πονηρὸς λόγος μεχρὶ τῶν χειλέων
但只要世界的愛在心中的天平上稍微加重、傾斜,那惡的話語便立刻湧到嘴邊。
But if the love of the world and its inclination in the balance of the heart weighs down even a little, the wicked word immediately proceeds as far as the lips.
1:4035
εἶτα ὥσπερ βέλη ἐντείνων ὁ νοῦς ἔνδοθεν τοξεύει τὸν πλησίον διὰ τῆς γλώττης, πέμπων βέλη λόγων ἀπρεπῶν, καὶ ἐκτὸς ὄντων τῆς ἐντολῆς τοῦ θεοῦ·
隨後,心思彷彿張弓搭箭,從裡面透過舌頭向鄰舍射箭,發出不合宜言語的箭矢,這些話早已在神誡命之外──
Then, as if stringing arrows, the mind from within shoots at the neighbor through the tongue, sending forth arrows of unseemly words that lie outside the commandment of God—
1:4036
ὡς βαρηθεὶς τῇ ῥοπῇ τῆς ἀγάπης τοῦ κόσμου καὶ θελήματι ἑκουσίῳ τὴν ἑαυτοῦ δόξαν περιποιού.. μενος
──因他已被世界之愛的傾斜所壓垮,又出於自願的意志,為自己謀求榮耀。
—as one weighed down by the inclination of the love of the world, and by his own voluntary will procuring his own glory.
1:4037
εἶτα τοξεύων ἐπὶ πολὺ τὸν πλησίον διὰ λόγων ἀπρεπῶν, ἕως οὗ καὶ ἐν τοῖς μέλεσι διαχυθῇ τὸ ἁμάρτημα εἰς συμπληγάδας
接著長久地用不合宜的話語射向鄰舍,直到這罪惡蔓延到肢體,以致演變成肢體相搏、互相衝撞。
Then, shooting at the neighbor at length with unseemly words, until the sin spreads even into the limbs, unto clashing blows.
1:4038
ἢ ἐνίοτε καὶ τραύματα διὰ τοῦ σώματος ἀπεργάζεται πολεμούντων πρὸς ἄλληλα τῶν μελῶν, ἐνίοτε δὲ καὶ ἕως φόνου καὶ θανάτου ἀπαρτίζεται τὸ τοῦ πονηροῦ ἐπιθύμημα
有時甚至造成身體上的創傷,因為肢體彼此相爭;有時那惡者的心願竟達到殺人與死亡的地步。
Or sometimes it even produces wounds upon the body as the limbs war against one another, and sometimes the desire of the evil one is carried through even to murder and death.
1:4039
ἴδε, πόθεν ἤρξατο καὶ ἕως ποῦ ἔσχε τὸ τέλος ἀγάπη δόξης κοσμικῆς θελήματι ἰδίῳ βαρηθεὶς τῇ ῥοπῇ τοῦ τῆς καρδίας ζυγοῦ·
你看,它是從何處開始,又落到了何等的結局──就是那對世俗榮耀的愛,因自己的意願,壓垮了心中天平的傾斜!
See, whence it began and to what end it came—the love of worldly glory, in one weighed down by his own will in the inclination of the balance of the heart!
1:4040
διὰ γὰρ τὸ μὴ ἀρνεῖσθαι ἑαυτὸν ἀλλὰ ἀγαπᾶν τι τοῦ κόσμου ἐκεῖνα ὅλα τὰ ἀτοπήματα γίνεται
因為正是由於不肯捨己,反倒貪愛世上的某些事物,才會發生這一切不合宜的事。
For it is because of not denying oneself, but loving something of the world, that all those unseemly things come about.
1:4041
Οὕτως νόει μοι καὶ εἰς ἕκαστον ἁμάρτημα καὶ ἐπιτήδευμα φαῦλον τῆς κακίας κολακευούσης καὶ προτρεπομένης τὸ θέλημα τοῦ νοὸς ἐν ἐπιθυμίαις κοσμικαῖς καὶ ἡδοναῖς σαρκός
你也當照樣理解我所說的,關於每一項罪惡與邪惡的低劣行徑──那邪惡透過屬世的情慾與肉體的快樂,諂媚並引誘心思的意志。
In this way understand me also concerning each sin and every base practice of wickedness, when it flatters and incites the will of the mind through worldly desires and pleasures of the flesh.
1:4042
ἀπαρτίζεται, οὕτω μοιχεία οὕτω κλοπή, οὕτω πλεονεξία οὕτω μέθη, οὕτω φιλαρχία οὕτω κενοδοξία, οὕτω.. ζῆλος οὕτω φιλαργυρία καὶ πᾶν ὁτιοῦν ἐστι κακίας ἐπιτήδευμα
這是它得以完成的過程:姦淫是這樣,偷竊是這樣,貪婪是這樣,醉酒是這樣,好權位是這樣,虛榮是這樣,嫉妒是這樣,貪財也是這樣,以及一切邪惡的行徑莫不如此。
it is thus accomplished: so is adultery, so is theft, so is covetousness, so is drunkenness, so is love of rule, so is vainglory, so is envy, so is love of money, and every practice of wickedness whatsoever.
1:4043
ἐνίοτε δὲ καὶ τὰ καλὰ δοκοῦντα ἐπιτηδεύματα διὰ δόξαν κενὴν ἀνθρώπων ἐπιτελεῖται, ἅπερ ἴσα ἐστὶ παρὰ θεῷ ἀδικίας καὶ κλοπῆς καὶ τῶν λοιπῶν ἁμαρτημάτων
然而有時,那些看似美好的行為,其實是為了人虛空的榮耀而做的;這樣的行為在神眼中,與不義、偷竊,以及其餘的罪並無二致。
But sometimes even practices that seem good are carried out for the empty glory of men, which in God's sight are equal to injustice and theft and the rest of the sins.
1:4044
θεὸς (γάρ φησι) διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, ὥστε καὶ διὰ δοκούντων καλῶν ὑπηρετεῖσθαι καὶ δουλεύεσθαι ὁ πονηρὸς βούλεται·
經上說:「神打散了討好人者的骸骨。」所以那惡者甚至願意藉著看似美好的事來被人服事、被人聽從──
"God," it says, "has scattered the bones of men-pleasers"; so that even through seemingly good deeds, the evil one wishes to be served and obeyed—
1:4045
πολυποίκιλος.. γάρ ἐστι καὶ ἀπατηλὸς ἐν ἐπιθυμίαις κόσμου
因為他在世上的情慾中是何等多變、何等詭詐。
for he is exceedingly manifold and deceitful in the desires of the world.
1:4046
διὰ γὰρ ἀγάπην τινὰ γηΐνην καὶ σαρκικήν, ἐν δεσμεῖταί τις θελήματι ἰδίῳ δελεαζόμενος ὑπὸ τῆς κακίας, ὅπερ γίνεται αὐτῷ ἅλυσις καὶ δεσμὸς καὶ φορτίον βαρὺ καταβυθίζον καὶ πνῖγον ἐν τῷ αἰῶνι τῆς πονηρίας, μὴ συγχωροῦν ἀνακύψαι καὶ εὐθέως πρὸς θεὸν ἀνελθεῖν·
因為由於某種屬地、屬肉體的愛,人被自己的意志所誘,受邪惡所捆綁,這便成了他的鎖鏈、束縛,以及在這邪惡的世代中將他淹沒、令他窒息的重擔,使他不能昂首,無法立時上升歸向神──
For on account of some earthly and fleshly love, by which someone is bound, being enticed by his own will through wickedness, this becomes for him a chain and a bond and a heavy burden that sinks and chokes him in this present age of wickedness, not permitting him to lift up his head and go straightway up to God—
1:4047
ἐπειδὴ ὅπερ ἠγάπησέ τις τοῦ κόσμου, καταβαρεῖ τὸν νοῦν αὐτοῦ.. κάτω, καὶ κρατεῖ καὶ οὐκ ἐᾷ ἀνακύψαι
因為凡人所貪愛的世上之物,都會把他的心思往下壓,將其緊緊抓住,不容它昂首。
since whatever a person has loved of the world weighs his mind down, and holds it fast, and does not allow it to lift up.
1:4048
εἰς τοῦτο γὰρ τὸ στάθμιον καὶ ἡ ῥοπὴ καὶ τὸ τῆς καρδίας ζύγιον κρέμαται καὶ δοκιμάζεται πᾶν γένος τῶν ἀνθρώπων ἤτοι Χριστιανῶν τῶν ἐν πόλεσιν οἰκούντων ἢ ἐν ὄρεσιν ἢ ἐν μοναῖς ἢ ἐν ἀγροῖς ἢ ἐν ἐρήμοις τόποις, ὅτι θελήματι ἰδίῳ δελεαζόμενος τίς ποτε, οὐκ ἀγαπᾷ ὀρθῶς καὶ οὐ δέδεται αὐτοῦ ἡ ἀγάπη καὶ οὔκ ἐστιν ὅλη πρὸς θεόν
因為一切人類都取決於這個秤量、傾斜與心中的天平,並藉此受試驗──無論是住在城市、山中、修院、田野或曠野之處的基督徒都是如此;凡被自己意志所誘的人,他的愛就不端正,他的愛沒有全然被繫住,也不是完全歸向神的。
For upon this the balance and the inclination and the weighing of the heart hang, and by this every race of men is tested—whether Christians dwelling in cities or in mountains or in monasteries or in fields or in desert places—that whoever is enticed by his own will does not love rightly, and his love is not bound wholly, and is not entirely toward God.
1:4049
Ἠγάπησε γὰρ εἰ τύχοι τίς κτήματα, ἄλλος χρυσίον καὶ ἀργύριον, ἄλλος γαστρὶ δουλεύειν, ἄλλος ταῖς ἐπιθυμίαις τῆς σαρκός, ἄλλος σοφίαν κόσμου διὰ δόξαν ἀνθρώπων, ἄλλος ἠγάπησεν ἀρχήν, ἄλλος δόξαν καὶ τιμὰς ἀνθρώπων, ἄλλος ὀργὴν καὶ μῆνινδιὰ γὰρ τὸ ταχέως ἑαυτὸν ἐκδιδόναι τῷ πάθει ἀγαπᾷ αὐτό, ἄλλος ἀκαίρους συντυχίας, ἄλλος ζῆλον, ἄλλος πᾶσαν ἡμέραν ἁπλῶς μετεωρίζεται καὶ ἥδεται, ἄλλος ἀργοῖς λόγοις ἀγαπᾷ, ἄλλος ὡς νομοδιδάσκαλος εἶναι ἀγαπᾷ διὰ δόξαν ἀνθρώπων, ἄλλος χαυνώσει καὶ ἀμελείᾳ ἥδεται, ἄλλος ἱματίοις καὶ ῥάκεσι δέδεται, ἄλλος μερίμναις γηΐναις ἑαυτὸν ἐνδίδωσιν, ἄλλος ὕπνον ἢ εὐτραπελίαν ἢ ἀκαιρολογίαν ἀγαπᾷ καὶ ἁπλῶς ἐὰν μικρῷ τινι ἢ μεγάλῳ τοῦ κόσμου τούτου δεσμεῖταί τις κατέχεται καὶ οὐκ ἐᾶται ἀνακύψαι
假設有人貪愛的是財產,另一人是金銀,另一人服事自己的肚腹,另一人是肉體的情慾,另一人為了人的榮耀而愛世上的智慧,另一人貪愛權位,另一人貪愛榮耀與人的尊崇,另一人貪愛忿怒與怨恨──因他很快就向這情慾投降,所以他愛它;另一人貪戀不合時宜的交往,另一人貪愛嫉妒,另一人終日單純地心猿意馬、樂在其中,另一人貪愛閒言浪語,另一人為了人的榮耀而喜愛作律法教師的樣子,另一人以鬆懈懶惰為樂,另一人被衣物與破布所捆綁,另一人沉溺於屬地的掛慮,另一人貪愛睡眠、戲謔或不合時宜的閒談──總而言之,無論人被這世上大事小事的哪一樣所捆綁、挾制,他都不得昂首。
For, say, one person has loved possessions, another gold and silver, another to be a slave to the belly, another the desires of the flesh, another the wisdom of the world for the sake of human glory, another has loved rule, another glory and the honors of men, another anger and wrath—for by quickly surrendering himself to the passion he loves it—another untimely encounters, another envy, another simply wastes every day in idle distraction and takes pleasure in it, another loves idle words, another loves to be like a teacher of the law for the sake of human glory, another delights in laxity and negligence, another is bound to garments and rags, another gives himself over to earthly cares, another loves sleep or coarse jesting or ill-timed talk—and simply, if someone is bound by anything of this world, small or great, he is held fast and is not permitted to lift up his head.
1:4050
πρὸς ὃ γάρ τις πάθος οὐ πολεμεῖ γενναίως, ἐκεῖνο ἀγαπᾷ, κἀκεῖνο κρατεῖ αὐτὸν καὶ βαρύνει καὶ γίνεται αὐτῷ ἐμπόδιον καὶ ἅλυσις τοῦ μὴ τὸν νοῦν αὐτοῦ ἀπιέναι πρὸς τὸν θεὸν καὶ εὐαρέστως αὐτῷ μόνῳ λατρεῦσαι καὶ ἐν τῇ βασιλείᾳ ζωῆς αἰωνίου τυχεῖν
因為一個人不肯奮勇對抗的情慾,他就是愛那情慾;那情慾便會將他緊緊抓住、令他沉重,成為他的阻礙與鎖鏈,使他的心思無法歸向神、無法蒙悅納地單單事奉神,也無法得著那永生的國度。
For whatever passion a person does not fight against nobly, that he loves; and that holds him fast and weighs him down and becomes for him an obstacle and a chain, preventing his mind from going away to God and serving him alone acceptably, and from obtaining the kingdom of eternal life.
1:4051
Ψυχὴ γὰρ ἡ ἀληθῶς τὴν ὁρμὴν πρὸς κύριον ἔχουσα ὅλη ἐξ ὅλου τὴν ἀγάπην αὐτῆς πρὸς κύριον κέκτηται καὶ πρὸς αὐτὸν μόνον ὅση δύναμις ἐκ προαιρέσεως δεσμεῖται, κἀκεῖθεν τὴν βοήθειαν τῆς χάριτος προσκτᾶται καὶ ἑαυτὴν ἀρνεῖται καὶ τοῖς θελήμασι τοῦ νοὸς αὐτῆς οὐκ ἀκολουθεῖὅτι δολίως πορεύεται μεθ' ἡμῶν διὰ τὸ συνὸν καὶ δελεάζον κακόν, ἀλλὰ τῷ τοῦ κυρίου λόγῳ ὁλοτελῶς ἑαυτὴν ἐκδίδωσι καὶ παντὸς φαινομένου καὶ κρυπτοῦ δεσμοῦ λύει ἑαυτήν, ὅσον ἐκ θελήματος δυνατὸν καὶ τῷ κυρίῳ ἐξ ὅλου ἑαυτὴν δίδωσι, καὶ οὕτω διεξελθεῖν δυνήσεται ἕως τέλους καθαρῶς·
因為一個真正對主懷有衝動的靈魂,其愛便全然、徹底地歸向主,並在自己所能及的範圍內,憑己意單單繫屬於祂;由此她便獲得恩典的幫助,並且捨己,不隨從自己心思的意念──因為那心思由於同在且引誘人的邪惡,總是詭詐地與我們同行──反倒將自己完全交付給主的話語,盡己意所能地脫離一切有形與隱藏的捆綁,並將自己完全獻給主;如此,她就能純淨地走到底──
For the soul that truly has its impulse toward the Lord possesses its love wholly and entirely toward the Lord, and, insofar as it has power, binds itself by its own choice to him alone; and from there it acquires the help of grace, and denies itself, and does not follow the desires of its own mind—since that mind proceeds treacherously with us on account of the indwelling and enticing evil—but it gives itself over completely to the word of the Lord, and releases itself from every visible and hidden bond, as far as is possible by its own choice, and gives itself entirely to the Lord; and thus it will be able to pass through purely to the end—
1:4052
καὶ ἐπικουφισθῆναι τῶν ἀγώνων καὶ.. πόνων καὶ ἀθλήσεων
──並且從爭戰、勞苦與競賽中得著輕省。
—and be relieved of the struggles and toils and contests.
1:4053
ὅπου γὰρ ἀγαπᾷ τις, ἐκεῖθεν βοηθεῖται καὶ ἐκεῖθεν βαρεῖται
因為人所愛之處,正是他從那裡得幫助、也從那裡受重擔之處。
For wherever a person loves, from there he is helped, and from there he is also burdened.
1:4054
ἐὰν τέ τι τοῦ κόσμου ἀγαπᾷ ἐκεῖνο ὃ δήποτε ὀνομάζει ὡς οὐδέν, ἐκεῖνο γίνεται αὐτῷ ἅλυσις καὶ φορτίον καὶ δεσμοὶ καθέλκοντες κάτω καὶ μὴ.. συγχωροῦντες ἄνω πρὸς θεὸν ἀπελθεῖν
若他貪愛世上某樣東西──不論那東西被稱作什麼、看起來多麼微不足道──那東西就會成為他的鎖鏈、重擔,以及往下拖拽的束縛,使他不能上升歸向神。
And if he loves something of the world—whatever it may be called, however trifling it may seem—that thing becomes for him a chain and a burden and bonds dragging him down, and not permitting him to go up to God.
1:4055
ἐάν τε τὸν κύριον καὶ τὰς ἐντολὰς αὐτοῦ ἀγαπᾷ, ἐκεῖθεν βοηθεῖται καὶ ἐπικουφίζεται καὶ εὔκολα αὐτῷ πάντα γίνεται τὰ τοῦ κυρίου παραγγέλματα διὰ τὸ τὴν ἀγάπην αὐτοῦ πρὸς αὐτὸν ἀποσῴζειν ὁλόκληρον καὶ βαρεῖ εἰς τὸ ἀγαθόν, μᾶλλον δὲ κουφίζει καὶ ἐλαφρύνει πάντα πόνον καὶ πᾶσαν θλῖψιν καὶ διὰ τῆς δυνάμεως τῆς θείας τὸν κόσμον διακόπτει καὶ τὰς δυνάμεις τῆς κακίας τὰς ἐν αὐτῷ παγιδευούσας τὴν ψυχὴν ἐν τῷ τοῦ κόσμου βυθῷ καὶ βρόχοις ἐπιθυμιῶν παντοδαπῶν κατα.. δεσμευούσας·
但若他貪愛的是主和祂的誡命,他便從那裡得幫助、得輕省,主的一切訓誨對他都變得容易,因為他向主的愛保持完整無缺;這愛使他傾向於善,或者更確切地說,它減輕、卸下一切勞苦與患難,並藉著神聖的能力使他與世界隔絕,脫離世上那些將靈魂困陷於世界深淵、用各樣情慾的網羅捆綁靈魂的邪惡權勢──
But if he loves the Lord and his commandments, from there he is helped and relieved, and all the Lord's precepts become easy for him, because he preserves his love toward him whole and entire; and it inclines him toward the good—or rather, it relieves and lightens every toil and every affliction, and through the divine power it severs him from the world and from the powers of wickedness in it, which ensnare the soul in the depth of the world and bind it with the nooses of manifold desires—
1:4056
ἰδίῳ γὰρ θελήματι ἀγαπήσας ἐν ἀληθείᾳ ὑπὸ τοῦ κυρίου βοηθεῖται εἰς τὸ τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν
因為一個憑己意真誠地愛主的人,必蒙主的幫助,得以獲致永生。
for one who has truly loved by his own will is helped by the Lord to obtain eternal life.
1:4057
Ἵνα δὲ ἀπὸ πραγμάτων φανερῶν ἀποδείξωμεν, πῶς θελήματι ἰδίῳ ἀπόλλυνται πολλοὶ δι' ἀγάπην τινά·
為要藉著明顯的事實證明,有多少人竟因某種愛,憑自己的意願而滅亡──
But that we may demonstrate from evident facts how many perish by their own will on account of some love—
1:4058
καὶ ἐν πυρὶ καίονται καὶ ἐν θαλάσσῃ βυθίζονται καὶ ἐν αἰχμαλωσίᾳ ἁρπάζονται, ὑπόθου μοὶ οἶκόν τινα ἢ ἀγρὸν ἐμπιπρᾶσθαι πυρί, καὶ ὃς μὲν σῶσαι ἑαυτὸν βουλόμενος αἰσθόμενος τοῦ ἐμπρησμοῦ γυμνὸς ἔφυγε καταλιπὼν πάντα, καὶ τὴν ἑαυτοῦ ψυχὴν μόνον περιποιήσασθαι βουλόμενος διεσώθη
──有的葬身火海,有的溺斃海中,有的被擄為奴:你且為我設想有一間房屋或田產遭遇祝融;那個一心想救自己性命的人,一察覺到火勢,便捨棄一切、赤身逃出,只想保全自己的性命,結果得救了。
—and are burned in fire, and drowned in the sea, and carried off into captivity: suppose for me that some house or field is being set on fire; the one who, wishing to save himself, perceived the conflagration and fled naked, abandoning everything, and wishing only to preserve his own life, was saved.
1:4059
ἄλλος δὲ βουλόμενος λαβεῖν τοῦ οἴκου τινὰ σκεύη ἢ ἱμάτια ἄλλα τινὰ εἰσῆλθεν ἆραι, καὶ ὡς ἔλαβε, κατεκυρίευσε τὸ πῦρ τοῦ οἴκου καὶ συνέλαβεν.. αὐτὸν ἔνδον καὶ κατέκαυσεν
但另一人卻想拿走屋內一些器皿或其他衣物,便進去搬取;正當他拿到手時,大火已控制了整座房子,將他困在裡面,把他燒死了。
But another, wishing to take some of the household vessels or other garments, went in to carry them off, and just as he had taken them, the fire mastered the house, and it seized him inside and burned him up.
1:4060
ὁρᾷς ὅτι ἰδίῳ θελήματι δι' ἀγάπην τινὰ πρόσκαιρον παρ' ἑαυτὸν ἀγαπήσας ἐκεῖνα ἐν τῷ πυρὶ ἀπώλετο
你看,他是憑著自己的意願,因貪愛那些短暫的身外之物,而葬身火海。
You see, then, that by his own will, on account of some temporary love for those things which he loved for himself, he perished in the fire.
1:4061
ὁμοίως πάλιν ἐν θαλάσσῃ στάσει τινὶ περιπεσόντες κλύδωνος τινὲς ἐναυάγησαν·
同樣地,又有些人在海上遭遇風浪突起,便船破人溺。
Likewise again, some, having encountered a certain onset of a storm at sea, were shipwrecked.
1:4062
καὶ ὃς μὲν ἀποδυσάμενος γυμνὸς εἰσῆλθεν ἐν τοῖς ὕδασιν ἑαυτὸν βουλόμενος σῶσαι καὶ οὕτως ὑπὸ τῶν κυμάτων τυπτόμενος καὶ ἄνωθεν αὐτῶν ἐπικολυμβῶν διὰ τὸ εὔλυτον αὐτὸν εἶναι ἠδυνήθη διεξελθεῖν τὴν πικρὰν θάλασσαν καὶ οὕτω τὴν.. ψυχὴν αὐτοῦ περιεποιήσατο
其中一人脫去衣服,赤身下水,想要自救;他就這樣被波浪擊打,卻能浮游於水面之上,因為他一身輕便,得以穿越那苦澀的海,如此保全了自己的靈魂。
And one man, having stripped and gone naked into the waters, wishing to save himself, and thus being battered by the waves and swimming above them—because he was unencumbered—was able to pass through the bitter sea, and so preserved his soul.
1:4063
ἄλλος δέ τις βουλόμενος σῶσαί τινα τῶν ἐνδυμάτων αὐτοῦ ἐνόμισε δύνασθαι ἐκκολυμβῆσαι καὶ διεξελθεῖν σὺν ἐκείνοις, οἷς ᾖρε σὺν ἑαυτῷ, καὶ αὐτὰ ἐκεῖνα ἅπερ ἔλαβε κατεβάρησαν αὐτὸν καὶ κατεβάπτισαν ἐν τῷ βυθῷ τῆς θαλάσσης, καὶ ἀπώλετο δι' ὀλίγον κέρδος μὴ τὴν.. ἑαυτοῦ ψυχὴν μόνην σῶσαι βουλευσάμενος
但另一人卻想要搶救自己的一些衣物,以為能夠一邊游泳、一邊帶著隨身攜帶的那些東西一同渡過;然而正是他所拿取的那些東西,把他往下拖累,使他沉入海底,他便為了些微的利益而喪命,只因他不肯決意單單拯救自己的靈魂。
But another, wishing to save some of his garments, supposed he could swim out and get through together with those things he had taken up with him; yet those very things which he took weighed him down and plunged him into the depth of the sea, and he perished for a small gain, because he did not resolve to save his own soul alone.
1:4064
ὁρᾷς ὅτι θελήματι αὐτοῦ ἐθανατώθη
你看見了嗎?他是因自己的意願而喪命的。
You see that it was by his own will that he was put to death.
1:4065
ἢ πάλιν ὑπόθου μοι ἀκοὴν ἀλλοφύλων ἐπέρχεσθαι
又或者,你且為我設想:有敵族來犯的消息傳來。
Or again, suppose for me that a report comes of foreigners advancing.
1:4066
καὶ ὃς μὲν τῷ ἀκοῦσαι ἅμα ἔφυγεν εὐθέως μὴ ἀναβαλλόμενος γυμνὸς ἐξελθών
其中一人一聽見,立刻毫不遲延地逃走,赤身而出。
And one man, upon hearing it, immediately fled without delay, going out naked.
1:4067
ἄλλος δὲ δυσπιστῶν, ὅτι ἔρχονται οἱ ἐχθροὶ ἢ ἐλεῶν τινα τῶν ἰδίων πραγμάτων καὶ βουλόμενος ἆραι μεθ' ἑαυτοῦ ἐβράδυνε φυγεῖν, καὶ ἐπελθόντες οἱ πολέμιοι κατέλαβον καὶ ᾐχμαλώτευσαν αὐτὸν εἰς τὴν τῶν ἀλλοφύλων πατρίδα κἀκεῖ δουλεύειν πικρῶς κατηνάγκασαν
另一人卻不相信敵人真的來了,或是捨不得自己的一些財物,想要帶著一同離去,因而遲延不肯逃跑;於是敵軍前來,將他擒獲,擄往外族之地,在那裡強迫他做苦役。
But another, disbelieving that the enemies were coming, or pitying some of his own belongings and wishing to take them with him, delayed to flee; and the enemies, coming upon him, seized and took him captive into the land of the foreigners, and there compelled him to serve bitterly.
1:4068
ὁρᾷς, ὅτι θελήματι αὐτοῦ διὰ χαύνωσιν καὶ ἄνοιαν καὶ ἀγάπην.. τινῶν πραγμάτων εἰς τὴν αἰχμαλωσίαν ἀπηνέχθη
你看見了嗎?他是因自己的意願、由於鬆懈、愚昧和對某些財物的貪愛,而被擄去為奴的。
You see that it was by his own will, through slackness and folly and love of certain possessions, that he was carried away into captivity.
1:4069
οὕτω καὶ οἱ μὴ ταῖς ἐντολαῖς τοῦ κυρίου ἐξακολουθοῦντες καὶ μὴ ἑαυτοὺς ἀρνούμενοι καὶ μόνον τὸν κύριον ἀγαπῶντες, ἀλλὰ δεσμοῖς κόσμου γηΐνοις ἑκουσίως δεσμούμενοι καὶ ἀγάπῃ τινὶ σαρκικῇ κατεχόμενοι, ἐπελθόντος τοῦ πυρὸς τοῦ αἰωνίου εὑρεθέντες ἐν τῇ ἀγάπῃ τοῦ κόσμου καυθήσονται καὶ ὑπὸ τῆς πικρᾶς θαλάσσης τῆς πονηρᾶς καταβυθίζονται καὶ ὑπὸ τῆς αἰχμαλωσίας τῶν ἀλλοφύλων ( τουτέστι τῶν πνευμάτων τῆς πονηρίας) αἰχμαλωτιζόμενοι ἀπόλλυνται
照樣,那些不跟從主的誡命、不否定自己、不單單愛主的人,反倒甘願受世上塵世的捆綁所束縛,被某種屬肉體的愛所挾制——當永火臨到時,他們因被查出仍存有對世界的愛,就必被焚燒,並沉入那邪惡苦澀的海中,又被外族(也就是邪惡諸靈)所擄掠,終致滅亡。
So also those who do not follow the commandments of the Lord and do not deny themselves and love the Lord alone, but are willingly bound by the earthly bonds of the world and held fast by a certain carnal love—when the eternal fire comes upon them, being found in the love of the world, they will be burned, and they will be sunk down by the bitter, evil sea, and being taken captive by the captivity of the foreigners (that is, of the spirits of wickedness), they perish.
1:4070
Εἰ δὲ βούλει γνῶναι ἀγάπης ἀπηρτισμένης πρὸς κύριον εὐθύτητα ἐκ τῶν θεοπνεύστων γραφῶν κατάμαθε·
你若想明白對主完全的愛所具有的正直,就當從神所默示的經卷中去領悟。
But if you wish to know the rectitude of a love perfected toward the Lord, learn it from the God-inspired Scriptures.
1:4071
ἴδε τὸν Ἰὼβ πῶς πάντα ἀπεδύσατο ὥσπερ εἰπεῖν, ἅπερ ἦν κεκτημένος, τέκνα, κτήματα, ζῷα, παῖδας καὶ τὰ λοιπὰ ὑπάρχοντα·
你看約伯,他如何可說是脫去了自己所擁有的一切——兒女、產業、牲畜、僕婢,以及其餘的財物。
Behold Job, how he stripped off, so to speak, all that he had possessed—children, possessions, animals, servants, and the rest of his property.
1:4072
πῶς ἀποδυσάμενος ἔφυγε καὶ διέσωσεν ἑαυτὸν καὶ αὐτὸν τὸν χιτῶνα ἀφεὶς καὶ προσρίψας τῷ σατανᾷ καὶ μηδένα λόγον βλασφημίας μήτε τῇ καρδίᾳ μήτε τοῖς χείλεσι φθεγξάμενος ἐνώπιον τοῦ κυρίου, ἀλλὰ τοὐναντίον ηὐλόγησε τὸν κύριον·
他如何脫去衣裳而逃離,保全了自己,甚至連那件內衣也放棄,拋給撒但;他在主面前,無論心裡或口中都不曾說出一句褻瀆的話,反倒稱頌主。
How, having stripped, he fled and preserved himself, even leaving the tunic itself and casting it to satan, uttering not a single word of blasphemy either in his heart or with his lips before the Lord, but on the contrary blessed the Lord.
1:4073
ὁ κύριος, γάρ φησιν, ἔδωκεν, ὁ κύριος ἀφείλετο·
因為他說:「主賜下,主又收回。」
For the Lord, he says, gave, and the Lord took away.
1:4074
ὡς κύριος ἠθέλησεν, οὕτω καὶ ἐγένετο
主的旨意怎樣,事情也照樣成就了。
As the Lord willed, so also it came to pass.
1:4075
εἴη τὸ ὄνομα κυρίου εὐλογημένον
願主的名受稱頌。
Blessed be the name of the Lord.
1:4076
ἴδε ἀγάπης πρὸς κύριον ὁλοκλήρου εὐθύτητα, ὅτι οὐδὲν παρὰ τὸν κύριον ἠγάπησεν πλὴν αὐτὸν.. μόνον
你看這對主完整之愛的正直,他除了主自己之外,並不愛別的任何東西。
Behold the rectitude of a whole and complete love toward the Lord—that he loved nothing besides the Lord, except him alone.
1:4077
καὶ Ἀβραὰμ ἐνομίζετο κεκτῆσθαι πολλά, δοκιμασθεὶς δὲ ὑπὸ θεοῦ ἐξελθεῖν ἐκ τῆς γῆς καὶ ἐκ τῆς συγγενείας καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, εὐθέως ὥσπερ εἰπεῖν ἀπεδύσατο πάντα, πατρίδα γῆν, συγγένειαν, γο.. νεῖς, καὶ ἐξηκολούθησε τῷ λόγῳ τοῦ θεοῦ
亞伯拉罕也被認為擁有許多財富,但當神試驗他,要他離開本地、本族和他父的家時,他立刻可說是脫去了一切——本國、本地、親族、父母——並且跟從了神的話。
And Abraham was thought to have possessed many things, but when tested by God to go out from his land and from his kindred and from his father's house, immediately, so to speak, he stripped off everything—fatherland, land, kindred, parents—and followed the word of God.
1:4078
προθύμως δι' ἑαυτοῦ ἀνέφερεν, ἀποδυσάμενος αὐτὸν καὶ ἀληθῶς ἑαυτὸν ἀρνησάμενος·
他甘心情願親手將他獻上,捨棄了他,真正地否定了自己。
Readily he offered him up with his own hand, stripping himself of him and truly denying himself.
1:4079
ἀπέδειξε, ὅτι πάρεξ τοῦ θεοῦ ἄλλο τι οὐκ ἠγάπησε διὰ τῆς τοῦ.. μονογενοῦς προσκομίσεως
他藉著獻上獨生子一事,證明了自己除神以外,並不愛別的任何事物。
He showed, through the offering of his only-begotten son, that apart from God he loved nothing else.
1:4080
εἰ γὰρ ἐκεῖνον προθύμως ἀπεδύσατο, πόσῳ μᾶλλον εἰ τὰ λοιπὰ αὐτοῦ ὑπάρχοντα ἐκελεύσθη ἐᾶσαι ἢ πένησιν ὑφ' ἓν διανεῖμαι, ἑτοίμως καὶ προθύμως ἂν ἐποίησεν
他既然甘心情願地捨棄了那一個,若他蒙命要放下其餘的財產、或一次分給窮人,他豈不更是甘願樂意地去做嗎?
For if he readily stripped himself of that one, how much more, if he had been commanded to leave the rest of his possessions, or to distribute them at once to the poor, would he have done it readily and eagerly.
1:4081
ὁρᾷς ἀγάπης ἀπηρτισμένης ἐκ θελήματος πρὸς κύριον εὐθύτητα;.. Οὕτω καὶ οἱ τούτων συγκληρονόμοι γενέσθαι βουλόμενοι πάρεξ θεοῦ οὐδὲν ἀγαπῆσαι ὀφείλουσιν, ἵν' ὅτε δοκιμασθῶσι εὑρεθῶσι χρήσιμοι καὶ δόκιμοι, τελείαν τὴν ἀγάπην αὐτῶν πρὸς τὸν κύριον ἀποσῴζοντες
你看見了嗎?這出於意願、對主完全之愛的正直。照樣,凡願意與他們同作後嗣的人,也應當除神以外不愛任何事物,好叫他們受試驗時,被看為有用且蒙悅納,保全他們對主完全的愛。
Do you see the rectitude of a love perfected out of the will toward the Lord? So also those who wish to become fellow-heirs with these ought to love nothing besides God, so that when they are tested they may be found useful and approved, preserving their perfect love toward the Lord.
1:4082
οἱ τοιοῦτοι διεξελθεῖν ἕως τέλους δυνήσονται, οἱ ἐκ θελήματος θεὸν μόνον ἀγαπήσαντες πάντοτε καὶ πάσης ἀγάπης κόσμου ἑαυτοὺς λελυκότες
這樣的人必能堅持到底——就是那些出於己意,始終單單愛神,並且使自己脫離世上一切愛戀的人。
Such men will be able to pass through to the end—those who out of their own will have always loved God alone, and have freed themselves from every love of the world.
1:4083
Ὀλίγοι δὲ πάνυ σφόδρα εὑρίσκονται οἱ τοιαύτην ἀγάπην ἀναλαμβάνοντες καὶ πάσας τὰς ἡδονὰς καὶ ἐπιθυμίας ἀποστρεφόμενοι καὶ μακροθύμως τὰς ἐπαναστάσεις καὶ πειρασμοὺς τοῦ πονηροῦ ὑπομένοντες
然而,真正能懷抱如此之愛、轉離一切逸樂與情慾、並恆久忍耐惡者的攻擊與試探的人,實在少之又少。
But very few indeed are found who take up such love, and turn away from all pleasures and desires, and patiently endure the uprisings and temptations of the evil one.
1:4084
μὴ γὰρ ἐπειδὴ πολλοὶ ποταμοὺς παρερχόμενοι παρασύρονται ὑπὸ τῶν ὑδάτων, οὔκ εἰσιν οἱ παρερχόμενοι καὶ διαπερῶντες γενναίως τοὺς θολεροὺς τῶν τοῦ κόσμου ἐπιθυμιῶν καὶ.. παντοδαπῶν καὶ ποικίλων πειρασμῶν ποταμούς; καὶ ἐπειδὴ πολλὰ πλοῖα ἐν τῇ θαλάσσῃ κλυδωνιζόμενα καὶ καλυπτόμενα ὑπὸ τῶν κυμάτων βυθίζονται, οὔκ εἰσι τὰ διαπερῶντα καὶ ἐπάνω τῶν κυμάτων διοδεύοντα καὶ εἰς λιμένα εἰρήνης καταντήσαντα; διὰ τοῦτο πίστεως πολλῆς καὶ μακροθυμίας καὶ ἀγῶνος καὶ ὑπομονῆς καὶ πόνων καὶ ἀγώνων καὶ πείνης καὶ δίψης εἰς τὸ ἀγαθὸν καὶ ὀξύτητος καὶ ἀναιδείας καὶ διακρίσεως καὶ συνέσεως πάντοτε χρεία
豈因許多人渡河時被水沖走,就沒有那些勇敢穿越世俗慾望與各樣紛紜試探這渾濁河流的人嗎?又豈因許多船隻在海上顛簸、被波浪淹沒而沉沒,就沒有那些能安然渡過、行於波濤之上、終抵平安港灣的船隻嗎?因此,總是需要許多的信、恆忍、爭戰、忍耐、勞苦、奮鬥、以及對良善的飢渴,還需要敏銳、勇於祈求、辨別和悟性。
For just because many, in crossing rivers, are swept away by the waters, are there not those who cross over and pass valiantly through the turbid rivers of the world's desires and of every manner of various temptations? And just because many ships, tossed on the sea and covered by the waves, sink, are there not those which pass through and travel above the waves and arrive at the harbor of peace? For this reason there is always need of much faith and patience and struggle and endurance and labors and contests and hunger and thirst for the good, and of keenness and boldness and discernment and understanding.
1:4085
Οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων ἄνευ καμάτων καὶ ἱδρώτων καὶ ἀγώνων.. ἐπιτυχεῖν τῆς βασιλείας βούλονται, ὅπερ ἀδύνατόν ἐστιν
因為大多數人都想不勞而獲、不流汗、不奮鬥就得著天國,然而這是不可能的。
For most men wish to obtain the kingdom without toils and sweats and struggles, which is impossible.
1:4086
ὥσπερ ἐν κόσμῳ ἀπέρχονται ἄνδρες πρός τινα πλούσιον καὶ οἰκοδεσπότην ἐργάσασθαι εἰς θέρος ἢ εἰς ἕτερον ἔργον, ὅπως πορίσωνται ὧν χρῄζουσιν εἰς τὴν διατροφὴν αὐτῶν, εἰσὶ δὲ ἐν αὐτοῖς τινες σκληροὶ καὶ χαῦνοι καὶ ἄργοι, μὴ κάμνοντες δεόντως μηδὲ ἁρμοζόντως ἐργαζόμενοι, καὶ οὗτοι μηδὲν κοπιάσαντες μηδὲ καμόντες εἰς τὸν οἶκον τοῦ πλουσίου ἀνδρός, βούλονται τὸν αὐτὸν μισθὸν τοῖς ἀνδρείως καὶ ὀξέως καὶ ὅλῃ ἰσχύϊ καμοῦσιν λαβεῖν ὡς ἤδη τὸ αὐτὸ ἔργον πεποιηκό.. τες, τὸν αὐτὸν τρόπον ἐπαναγινώσκομεν τὰς γραφὰς καὶ μανθάνομεν, πῶς ὁ δίκαιος εὐηρέστησε τῷ θεῷ, πῶς φίλος καὶ συνόμιλος θεοῦ γέγονε, καὶ πάντες δὲ οἱ πατέρες πῶς φίλοι καὶ κληρονόμοι θεοῦ γεγόνασι, πόσας θλίψεις ὑπέμειναν, πόσα διὰ τὸν θεὸν ἔπαθον, πόσα ἠνδραγάθησαν καὶ ἠγωνίσαντο, καὶ μακαρίζωμεν αὐτοὺς καὶ τῶν ἴσων αὐτοῖς δρόμων καὶ ἀξιωμάτων τυχεῖν βουλόμεθα καὶ ἐπιθυμοῦμεν προθύμως τὰ ἔνδοξα ἐκεῖνα λαβεῖν χαρίσματα, ὑπερβαίνοντες τοὺς πόνους αὐτῶν καὶ ἀγῶνας καὶ θλίψεις καὶ τὰ παθήματα καὶ τὰς μὲν τιμὰς αὐτῶν καὶ τὰ ἀξιώματα ἐπὶ θεοῦ οἷα κέκτηνται, προθύμως λαβεῖν θέλομεν, τοὺς δὲ καμάτους αὐτῶν καὶ πόνους καὶ ἀγῶνας οὐκ.. ἀναδεχόμεθα
正如在世上,人前去某個富人、家主那裡做工,或收割,或做其他的工作,好賺取自己所需的糧食;而在這些人當中,有些人剛硬、鬆懈、懶惰,不肯適當勞作,也不肯盡職做工;這些人在富人家中毫無辛勞、毫無勞苦,卻想要得到與那些以全力、勇敢又迅捷地勞作之人相同的工錢,彷彿自己已經做完了同樣的工作一樣。同樣的道理,我們反覆誦讀經卷,得知那義人如何蒙神喜悅,如何成為神的朋友與同伴,眾先祖們如何成為神的朋友與後嗣,他們忍受了多少患難,為神的緣故受了多少苦,他們有多少英勇的事蹟與爭戰;於是我們稱他們為有福,也願意、渴望獲得與他們同等的道路與尊榮,我們熱切盼望領受那些榮耀的恩賜,卻越過了他們的勞苦、爭戰、患難與苦楚;我們樂意領受他們的尊榮,以及他們在神那裡所得的地位,卻不肯承擔他們的辛勞、勞苦與爭戰。
Just as in the world men go out to a certain rich man, a master of a household, to work at the harvest or at some other labor, so that they may procure what they need for their sustenance—and among them there are some hard, slack, and idle, who do not labor as they ought nor work fittingly, and these, having toiled nothing and labored nothing in the rich man's house, want to receive the same wage as those who labored manfully and swiftly with all their strength, as if they had already performed the same work—in the same way we read over the Scriptures and learn how the righteous man was well-pleasing to God, how he became a friend and companion of God, and how all the fathers became friends and heirs of God, how many afflictions they endured, how much they suffered for God's sake, how many brave deeds and contests they performed; and we call them blessed, and we wish to attain the same courses and dignities as theirs, and we eagerly desire to receive those glorious gifts—passing over their toils and contests and afflictions and sufferings—wanting readily to receive their honors and the dignities they possess with God, but not taking upon ourselves their labors and toils and contests.
1:4087
λέγω δέ σοι, ὅτι τούτων καὶ πᾶς τις ἀνθρώπων ἐπιθυμεῖ καὶ θέλει, καὶ πόρναι καὶ τελῶναι καὶ ἄδικοι ἄνθρωποι, εὐκόλως βούλονται ἄνευ πόνων καὶ ἀγώνων τυχεῖν τῆς βασιλείας τῷ θέλειν δέ, ἄνευ τοῦ κάμνειν, ἀλλὰ διὰ τοῦτο ἐν μέσῳ πειρασμοὶ καὶ δοκιμασίαι πολλαὶ καὶ θλίψεις καὶ ἀγῶνες καὶ ἱδρῶτες πρόκεινται, ἵνα φανεροὶ γένωνται
但我告訴你,這些事其實人人都渴慕、都想要,連娼妓、稅吏和不義的人,也都樂意不經勞苦爭戰就輕易得著天國——只憑意願,卻不肯勞苦。但正因如此,才在其中設下許多試探、考驗、患難、爭戰與汗流,好使人顯明出來。
But I tell you, that all men desire and want these things—even harlots and tax-collectors and unrighteous men readily wish to obtain the kingdom without toils and contests, by mere willing without laboring. But for this reason there lie in the midst many temptations and trials and afflictions and contests and sweats, so that it may become manifest
1:4088
τίνες ἐξ ἀληθείας ἕως θανάτου ἐλθόντες ἐξ ὅλης προαιρέσεως καὶ θελήματος τὸν κύριον αὐτὸν μόνον ἠγάπησαν.. καὶ οὐδὲν ἕτερον σὺν τῇ πρὸς αὐτὸν ἀγάπῃ περιπόθητον ἔσχον
他們究竟是誰——那些真實地至死不渝,全心全意、憑著自己的抉擇與意志單單愛主一人,除了對他的愛之外,再沒有別的東西是他們所渴慕的。
who in truth, having come even unto death, out of their whole purpose and will loved the Lord alone, and had nothing else, together with love toward him, that was longed for.
1:4089
διὸ καὶ δικαίως τῆς βασιλείας τῶν οὐρανῶν καταξιοῦνται, ἀρνησάμενοι ἑαυτοὺς κατὰ τὸν τοῦ κυρίου λόγον καὶ παρὰ τὴν ἰδίαν πνοὴν τὸν κύριον μόνον ἠγαπηκότες
因此他們理當被算為配得天國,正如照著主的話否定了自己,並且愛主過於自己的性命。
Therefore also they are justly deemed worthy of the kingdom of heaven, having denied themselves according to the word of the Lord, and having loved the Lord alone above their own life.
1:4090
διὸ καὶ ἄκροις δώροις οὐρανίοις τὴν ἄκραν ἀγάπην αὐτῶν ἀμειφθήσονται
因此他們那至極的愛,也必得著至高天上的恩賜作為回報。
Therefore also they will be recompensed for their utmost love with the highest heavenly gifts.
1:4091
καὶ ἡ δόξα καὶ ἡ τῶν ἐπουρανίων ἀγαθῶν ἀποκατάστασις, ὥσπερ ἐν τῷ ῥιπτομένῳ ἐν τῇ γῇ σίτῳ ἢ δένδρῳ ἐπικεντριζομένῳ καὶ διὰ σήψεώς τινος καὶ ἀτιμίας διερχομένῳ καὶ τότε τοῦ ἐνδύματος τὴν εὐπρέπειαν καὶ τὴν δόξαν καὶ τὸν πολυπλασίονα καρπὸν ἀναφαίνοντι, εἰ μὴ γὰρ δι' ἐκείνων τῶν ἀτιμίας ἀξίων καὶ ἀφανισμοῦ παρῆλθον, οὐκ ἂν τὴν εὐπρέπειαν τῆς κοσμήσεως καὶ τὸ κάλλος ἐκεῖνο καὶ τὸν πλεονάζοντα καρπὸν.. ἀπεδείχθησαν ἔχειν
而天上美物的榮耀與復還,就如同撒在地裡的種子,或是被接枝的樹木,經過某種腐朽與卑賤之後,方才顯出它衣裳的美麗、榮耀與百倍的果實;因為它們若不曾經過那些配得卑賤與消逝的階段,就不會被顯明擁有那妝飾的美麗、那樣的秀美與豐盛的果實。
And the glory and the restoration of the heavenly goods is like the seed cast into the earth, or the tree that is grafted and passes through a certain decay and dishonor, and then manifests the beauty and glory of its clothing and its manifold fruit; for unless they had passed through those things worthy of dishonor and disappearance, they would not have been shown to possess the beauty of adornment, and that comeliness, and the abundant fruit.
1:4092
ὡς καὶ ὁ ἀπόστολος διὰ πολλῶν θλίψεων, φησίν, δεῖ ἡμᾶς κληρονομῆσαι τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ὁ κύριος·
正如使徒所說:「我們必須經歷許多患難,才能進入天國」;主也說:
As also the apostle says, through many afflictions we must inherit the kingdom of heaven; and the Lord says
1:4093
ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν καὶ πάλιν·
「你們要在忍耐中得著自己的靈魂」;又說:
In your patience possess your souls; and again
1:4094
πόνου γὰρ καὶ σπουδῆς καὶ νήψεως καὶ πολλῆς προσοχῆς χρεία καὶ ὀξύτητος καὶ ἀναιδείας εἰς αἴτησιν πρὸς κύριον, εἰς τὸ δυνηθῆναι διεξελθεῖν τὰς τῶν γηΐνων ἐπιθυμιῶν παγίδας καὶ βρόχους τῶν ἡδονῶν καὶ καταιγίδας τοῦ κόσμου, καὶ τὰς τῶν πονηρῶν πνευμάτων ἐπαναστάσεις διαφυγεῖν, ἐν πολλῇ νήψει καὶ γοργότητι καὶ τὸ πᾶν τῇ πρὸς κύριον ἀγάπῃ καὶ πίστει, δι' ὧν πόνων καὶ θλίψεων καὶ πίστεως τὸν ἐπουράνιον θησαυρόν (τουτέστι τὴν τοῦ πνεύματος δύναμιν), ἐν ταῖς ψυχαῖς αὐτῶν ἐντεῦθεν ἐκτήσαντο, ὅπερ ἐστὶν.. ἀρραβὼν τῆς βασιλείας
因為需要勞苦、殷勤、儆醒與極大的留心,也需要敏銳與大膽地向主祈求,才能穿越世俗慾望的陷阱、逸樂的羅網和世界的風暴,並在極大的儆醒與敏捷中,逃脫邪靈的攻擊,一切都憑著對主的愛與信;藉著這些勞苦、患難與信心,他們的靈魂從今生便獲得了那天上的寶藏(也就是聖靈的能力),這正是天國的憑質。
For there is need of toil and zeal and watchfulness and much attentiveness, and of keenness and boldness in petitioning the Lord, in order to be able to pass through the snares of earthly desires and the nooses of pleasures and the storms of the world, and to escape the uprisings of the evil spirits, in much watchfulness and alertness, and altogether in love and faith toward the Lord—through which toils and afflictions and faith they have acquired from here, in their souls, the heavenly treasure (that is, the power of the Spirit), which is the pledge of the kingdom.
1:4095
ὁ γὰρ μακάριος ἀπόστολος Παῦλος περὶ τούτου τοῦ ἐπουρανίου θησαυροῦ, ( τουτέστι τῆς τοῦ πνεύματος χάριτος) διηγούμενος καὶ τὴν ὑπερβολὴν τῶν θλίψεων ἐξαγορεύων, ἅμα δὲ καὶ ὑποδεικνύς, τί ὀφείλει ἕκαστος ζητεῖν ἐντεῦθεν καὶ τί ὀφείλει κτήσασθαι, ἔλεγεν·
因為蒙福的使徒保羅,講論這天上的寶藏(也就是聖靈的恩典),並訴說患難的超乎尋常,同時也指明每個人此生當尋求什麼、當獲得什麼,他這樣說:
For the blessed apostle Paul, speaking of this heavenly treasure (that is, the grace of the Spirit) and declaring the surpassing greatness of afflictions, and at the same time indicating what each one ought to seek from here and what he ought to acquire, said:
1:4096
οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς
「我們原知道,我們這地上的帳棚若拆毀了,必得神所造、非人手所造、在天上永存的房屋。」
For we know that if our earthly house of this tabernacle be dissolved, we have a building from God, a house not made with hands, eternal in the heavens.
1:4097
Ὀφείλει οὖν ἕκαστος ἀγωνίσασθαι καὶ σπουδάσαι διὰ πασῶν ἀρετῶν καὶ πιστεῦσαι, ἐντεῦθεν κτήσασθαι τὸν οἶκον ἐκεῖνον, ἵνα καταλυθείσης ἡμῶν τῆς οἰκίας τοῦ σώματος ἐκεῖ ἔχωμεν ἄλλον οἶκον ἐπουράνιον ἐν ᾧ κατηυλισθῇ ἡμῶν ἡ ψυχή
因此每個人都應當藉著一切美德竭力奮鬥、殷勤努力,並且相信,好在今生獲得那座房屋,以致當我們身體的房屋被拆毀時,我們在那裡能有另一座天上的房屋,好讓我們的靈魂得以安居其中。
Each one, therefore, ought to strive and be zealous through all the virtues, and to believe, so as to acquire from here that house, in order that when our house of the body is dissolved, we may have there another, heavenly house, in which our soul may lodge.
1:4098
εἴγε ( φησί) καὶ μὴ ἐκδυσάμενοι γυμνοὶ εὑρεθησόμεθα, τουτέστι ἀπὸ τῆς κοινωνίας καὶ ἀνακράσεως τοῦ ἁγίου πνεύματος, εἰς ὃ μόνον ἡ.. πιστὴ ψυχὴ ἀναπαύεσθαι δύναται
(他說:)「倘若我們既穿上了,就不至於被看為赤身」,也就是說,不至於失去與聖靈的相通與交融,惟有在其中,那信實的靈魂纔能得安息。
If indeed (he says), being clothed, we shall not be found naked—that is, deprived of the communion and commingling of the Holy Spirit, in which alone the faithful soul is able to rest.
1:4099
διὰ τοῦτο γὰρ οἱ ὄντες ἐν ἀληθείᾳ καὶ δυνάμει Χριστιανοὶ θαρροῦσι καὶ χαίρουσιν ἐξερχόμενοι τῆς σαρκός, ὅτι ἔχουσιν ἐκεῖνον τὸν οἶκον τὸν ἀχειροποίητον, ὃς οἶκος ἐστὶν ἡ ἐνοικοῦσα ἐν αὐτοῖς τοῦ πνεύματος δύναμις
正因如此,那些在真理與能力中真實作基督徒的人,在離開肉身之際反倒坦然無懼、心中喜樂,因為他們擁有那非人手所造的房屋,而這房屋正是住在他們裡面的聖靈大能。
For this reason those who are Christians in truth and in power take courage and rejoice as they depart from the flesh, because they have that house not made with hands, which house is the power of the Spirit dwelling in them.
1:4100
ἐὰν καταλυθῇ οὖν ἡ τοῦ σώματος οἰκία, οὐ φοβοῦνται·
所以,倘若身體的房屋被拆毀,他們並不懼怕。
If then the house of the body is dissolved, they do not fear.
1:4101
ἔχουσι γὰρ τὴν ἐπουράνιον τοῦ πνεύματος οἰκίαν καὶ τὴν δόξαν ἐκείνην τὴν ἄφθαρτον, ἥτις δόξα ἐν τῇ τότε ἡμέρᾳ τῆς ἀναστάσεως οἰκοδομήσει καὶ δοξάσει.. τὸν οἶκον τοῦ σώματος, ὥς φησιν ὁ ἀπόστολος·
因為他們擁有聖靈那天上的居所,以及那不朽壞的榮耀;那榮耀將在復活之日,重建並榮耀身體的房屋,正如使徒所說:
For they have the heavenly house of the Spirit, and that incorruptible glory, which glory, on that day of the resurrection, will build up and glorify the house of the body, as the apostle says:
1:4102
ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν, καὶ πάλιν·
「那使基督從死裡復活的,也必藉著住在我們裡面他的靈,使我們必死的身體又活過來」;又說:
He who raised Christ from the dead will also give life to our mortal bodies through his Spirit dwelling in us; and again
1:4103
ἵνα ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν καὶ ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς
「使耶穌的生命在我們必死的肉身上顯明出來」,又使那必死的被生命所吞滅。
that the life of Jesus may be manifested in our mortal flesh, and that the mortal may be swallowed up by life.
1:4104
Ἀγωνισώμεθα οὖν διὰ τῆς πίστεως καὶ τῆς ἐναρέτου πολιτείας ἐντεῦθεν κτήσασθαι τὸ ἔνδυμα ἐκεῖνο, ἵνα μὴ ἐκδυσάμενοι τὸ σῶμα γυμνοὶ εὑρεθησόμεθα, καὶ οὐκ ἔστιν ὃ δοξάσει ἡμῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὴν σάρκα
所以,讓我們藉著信心與有德的生活方式,在今生就獲得那件衣裳,以致我們脫下身體的時候,不至於被看為赤身,也不至於在那日無物可以榮耀我們的肉身。
Let us strive, therefore, through faith and a virtuous manner of life, to acquire from here that garment, so that when we put off the body we may not be found naked, and there be nothing to glorify our flesh on that day.
1:4105
ἕκαστος γὰρ ὅσον κατηξιώθη διὰ τῆς πίστεως καὶ σπουδῆς μέτοχος ἁγίου πνεύματος γενέσθαι, τοσοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ δοξασθήσεται αὐτοῦ καὶ τὸ σῶμα
因為每個人藉著信心與殷勤,蒙恩得以成為聖靈之分的程度有多少,在那日他的身體也照樣蒙榮耀多少。
For each one, to the degree that he was deemed worthy through faith and zeal to become a partaker of the Holy Spirit, to that same degree on that day his body also will be glorified.
1:4106
ὃ γὰρ νῦν ἐναπεθησαύρισεν ἔνδοθεν ἡ ψυχή, τότε ἀποκαλυφθήσεται καὶ φανήσεται ἔξωθεν ἐπὶ τοῦ σώματος
因為靈魂如今在裡面所積蓄的,到那時將被揭示出來,顯現在身體之外。
For what the soul has now stored up within will then be uncovered and appear outwardly upon the body.
1:4107
Ὥσπερ τὰ δένδρα παρεληλυθότα τὸν χειμῶνα ἐπιθαλψάσης δυνάμεως ἀοράτου εἴτε ἡλίου εἴτε τῶν ἀνέμων ἔσωθεν ἐκφύει καὶ ἐκβάλλει ὡς ἔνδυμα τὰ φύλλα καὶ ἄνθη καὶ καρπούς, ὁμοίως καὶ τὰ τοῦ χόρτου ἄνθη ἐν ἐκείνῳ τῷ καιρῷ ἔνδοθεν ἐκ τῶν κόλπων τῆς γῆς προέρχεται, καὶ σκέπεται καὶ ἀμφιέννυται ἡ γῆ καὶ ὁ χόρτος ὡς τὰ κρίνα, περὶ ὧν ὁ κύριος εἶπεν·
正如樹木在冬天過去之後,因著一種看不見的力量的溫暖——不論是太陽或是風——便從裡面生發出來,如穿上衣裳一般吐出葉子、花朵和果實;同樣地,田野的花朵在那個時節,也是從裡面、從大地的懷抱中冒出來,於是大地和草木都披上遮蓋,如同百合花一般——論到這些,主曾說:
Just as the trees, when winter has passed, by the warmth of an invisible power—whether of the sun or of the winds—put forth and send out from within, as a garment, their leaves and flowers and fruits; likewise also the flowers of the grass, at that season, come forth from within, from the bosom of the earth, and the earth and the grass are covered and clothed like the lilies, concerning which the Lord said:
1:4108
ἐν τῇ ἀναστάσειοὕτω γὰρ πάσαις ταῖς φιλοθέοις ψυχαῖς ( τουτέστι τοῖς ἀληθινοῖς Χριστιανοῖς) ἐστι μὲν μὴν πρῶτος ὁ Ξανθικὸς ὅ ἐστιν Ἀπρίλλιος, ὅπερ ἐστὶν ἡ ἡμέρα τῆς ἀναστάσεως
……在復活之中。因為對一切愛神的靈魂(也就是真基督徒)而言,第一個月乃是「桑提科斯月」,即四月,也就是復活之日。
...in the resurrection. For thus, to all God-loving souls (that is, to true Christians), the first month is Xanthikos, which is April, which is the day of the resurrection.
1:4109
διὰ γὰρ τῆς δυνάμεως τοῦ ἡλίου τῆς δικαιοσύνης ἔνδοθεν ἐξέρχεται δόξα τοῦ ἁγίου πνεύματος, καλύπτουσα καὶ σκέπουσα τὰ σώματα τῶν ἁγίων,.. ἥνπερ δόξαν εἶχε νῦν κεκρυμμένην ἔνδον τοῦ σώματος
因為藉著公義日頭的能力,聖靈的榮耀將從裡面顯發出來,遮蓋、覆庇聖徒們的身體——這榮耀正是他們如今隱藏在身體裡面所擁有的。
For through the power of the sun of righteousness, from within there comes forth the glory of the Holy Spirit, covering and clothing the bodies of the saints—that glory which it now has hidden within the body.
1:4110
ὅπερ γάρ τις ἔχει νῦν, αὐτὸ προέρχεται ἔξω τότε, οὗτος, φησίν, μὴν πρῶτος ἔσται ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ·
因為人現在所擁有的,到那時便要顯露於外。經上說:「這月要為你們作正月,為一年之首。」
For whatever a person has now, that very thing will then come forth outwardly. This month, he says, shall be to you the first among the months of the year;
1:4111
οὗτος χαρὰν προσφέρει πάσῃ τῇ κτίσει, οὗτος ἀμφιέννυσι τὰ γυμνὰ δένδρα, οὗτος τὰς πόας ἀνατέλλει, οὗτος πᾶσι τοῖς ζῴοις χαρὰν προσφέρει τὴν γῆν διανοίγων, οὗτος πρῶτος τὴν ἱλαρότητα πᾶσι δείκνυσιν, οὗτος ἐστὶ τῶν Χριστιανῶν μὴν πρῶτος Ξανθικός, ὅς ἐστιν ὁ τῆς ἀναστάσεως καιρός, ἐν ᾧ δοξασθήσονται τὰ σώματα αὐτῶν διὰ τοῦ ἀπὸ τοῦ νῦν ὄντος ἐν αὐτοῖς φωτὸς ἀρρήτου ( τουτέστι τῆς δυνάμεως τοῦ πνεύματος), ὅπερ ἔσται αὐτοῖς τότε ἔνδυμα, βρῶσις, πόσις, ἀγαλλίασις, χαρά, εἰρήνη, ἄμφιον καὶ τὸ.. πᾶν ζωὴ αἰώνιος
這一月為全受造之物帶來喜樂,它為赤裸的樹木披上衣裳,使百草發芽生長,它打開大地,為一切活物帶來喜樂,它首先向眾生顯明歡欣。這就是基督徒的第一個月「桑提科斯」,也就是復活的時節;在其中,他們的身體將藉著如今已存在他們裡面那不可言喻的光(也就是聖靈的能力)得著榮耀,這光到那時將成為他們的衣裳、食物、飲水、歡騰、喜樂、平安、衣飾,總而言之,就是永生。
this one brings joy to all creation, this one clothes the naked trees, this one raises up the grasses, this one brings joy to all living creatures by opening up the earth, this one first shows cheerfulness to all; this is the Christians' first month, Xanthikos, which is the season of the resurrection, in which their bodies will be glorified through the ineffable light already existing in them from this time (that is, the power of the Spirit), which will then be to them a garment, food, drink, exultation, joy, peace, raiment, and altogether eternal life.
1:4112
πᾶσα γὰρ καλλονή, λαμπρότης καὶ ὡραιότης οὐράνιος εἰς αὐτοὺς τὸ πνεῦμα τῆς θεότητος, ὅπερ ἀπὸ τοῦ νῦν δέξασθαι καταξιώθησαν, τότε γίνεται
因為一切美麗、光輝與屬天的秀美,都是他們如今已蒙恩得以領受的神性之靈所致;到那時,這一切便將實現。
For all the beauty, brightness, and heavenly comeliness that comes to them is the Spirit of the Godhead, which they have from now been deemed worthy to receive; then it comes to pass.
1:4113
πῶς τοίνυν οὐκ ὀφείλει τις ἀγωνίσασθαι καὶ πιστεύσαι καὶ σπουδάσαι ἐν πάσῃ ἐναρέτῳ πολιτείᾳ καὶ προσδοκῆσαι ἐν ἐλπίδι καὶ ὑπομονῇ πολλῇ νῦν καταξιωθῆναι τὴν ἐξ οὐρανοῦ δύναμιν λαβεῖν καὶ δόξαν τοῦ ἁγίου πνεύματος ἔνδον ἐν τῇ ψυχῇ, ἵνα τότε λυομένων τῶν κτισμάτων ἔχῃ τι αὐτὸν ἀμφιάσει καὶ ζωοποιήσει; εἴγε ( φησὶν) καὶ ἐκδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα, καὶ ζωοποιήσει ( φησὶ) τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν
既然如此,人豈不應當在一切美德的生活中竭力奮鬥、信靠、殷勤,並以盼望和極大的忍耐期待自己此生便蒙恩得以領受從天而來的能力,與聖靈的榮耀存於靈魂之內,好叫到那時,當受造之物消解時,能有東西為他披上並使他活過來嗎?因為(他說)「縱然脫下,我們也不至於被看為赤身」,並且(他說)「他必藉著住在我們裡面他的靈,使我們必死的身體活過來」。
How then ought not one to strive and believe and be zealous in every virtuous manner of life, and to expect in hope and much patience to be deemed worthy now to receive the power from heaven and the glory of the Holy Spirit within the soul, so that then, when the creatures are dissolved, he may have something to clothe him and give him life? For if (he says), even being unclothed, we shall not be found naked, and (he says) he will give life to our mortal bodies through his Spirit dwelling in us.
1:4114
Μωϋσῆς γὰρ ὁ μακάριος ὑπέδειξε τὸν τύπον διὰ τῆς ἐπὶ τοῦ προσώπου αὐτοῦ ἐπικειμένης τοῦ πνεύματος δόξης, εἰς ἣν οὐδεὶς ἀνθρώπων ἀτενίσαι ἠδύνατο, πῶς ἐν τῇ ἀναστάσει τῶν δικαίων δοξασθήσεται τὰ σώματα·
因為蒙福的摩西藉著那覆蓋在他臉上、無人能夠定睛觀看的聖靈榮光,預先顯明了這個預表——義人復活時,他們的身體將如何得著榮耀。
For the blessed Moses showed the type, through the glory of the Spirit resting upon his face, at which no man could gaze—how in the resurrection of the righteous their bodies will be glorified.
1:4115
τὴν γὰρ δόξαν ἀπὸ τοῦ νῦν ἔνδοθεν ἐν τῷ ἔσω ἀνθρώπῳ ψυχαὶ ἁγίων καὶ πιστῶν ἔχειν.. καταξιοῦνται
因為聖徒與信徒的靈魂,如今便已蒙恩,得以在裡面、在內在的人裡擁有那榮耀。
For the souls of the saints and the faithful are, from now, deemed worthy to have that glory within, in the inner man.
1:4116
ἡμεῖς, γάρ φησι, πάντες ἀνακεκαλυμμένῳ προσώπῳ, ( τουτέστι τῷ ἔσω ἀνθρώπῳ) τὴν δόξαν κυρίου κατοπτριζόμεθα, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν, ὁμοίως πάλιν·
他說:「我們眾人既然以沒有帕子遮蔽的臉」(也就是內在的人)「反映主的榮光,就變成主的形像,榮上加榮」;又照樣說:
For we, he says, all with unveiled face (that is, the inner man), beholding as in a mirror the glory of the Lord, are being transformed into the same image from glory to glory; likewise again
1:4117
τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγεν
「四十晝夜他沒有吃飯。」
forty days and forty nights he ate no bread.
1:4118
ἀδύνατον δὲ τὴν τοῦ σώματος φύσιν ἄνευ ἄρτου ἐπὶ τοσοῦτον ζῆσαι, εἰ μή τινος τροφῆς ἑτέρας πνευματικῆς μετελάμβανεν, ἧσπερ τροφῆς ἀπὸ τοῦ νῦν ἁγίων ψυχαὶ ἀοράτως ἐκ τοῦ πνεύματος μεταλαμβάνουσι
然而,身體的本性若沒有餅,本不可能存活這麼久,除非他曾領受了某種別樣的屬靈食糧;聖徒的靈魂如今也正是從聖靈那裡,以無形的方式領受著這樣的食糧。
But it is impossible for the nature of the body to live so long without bread, unless he was partaking of some other spiritual food—of which food the souls of the saints, from now, invisibly partake from the Spirit.
1:4119
κατὰ δύο οὖν τρόπους ὁ μακάριος Μωϋσῆς ὑπέδειξεν, ἥνπερ ἐν τῇ ἀναστάσει ἕξουσιν δόξαν φωτὸς τοῦ πνεύματος καὶ τροφὴν νοερὰν οἱ ἀληθινοὶ Χριστιανοί, ἥνπερ καὶ κρυπτῶς ἔχειν ἐν ταῖς ψυχαῖς ἀπὸ τοῦ νῦν καταξιοῦνται·
所以,蒙福的摩西以兩種方式,預先指明了真基督徒在復活時將擁有的聖靈之光的榮耀,以及屬靈的食糧——這一切他們如今也已蒙恩,得以隱密地存於靈魂之中。
In two ways, therefore, the blessed Moses showed forth what glory of the light of the Spirit, and what spiritual food, true Christians will have in the resurrection—which they are also deemed worthy to have secretly in their souls from now.
1:4120
διὸ καὶ τότε ἐπὶ τοῦ σώματος αὐτῶν φανερωθήσεται, ἥνπερ γὰρ ἀπὸ τοῦ νῦν ἔχουσιν δόξαν ἐν ταῖς ψυχαῖς οἱ ἅγιοι ὡς προείρηται ἐκείνη ἡ δόξα ἐκκαλύψει καὶ ἀμφιάσει καὶ τὰ γυμνὰ σώματα ἐν τῇ ἀναστάσει καὶ εἰς οὐρανοὺς ἁρπάσει καὶ τότε λοιπὸν σώματι καὶ ψυχῇ ἐν τῇ βασιλείᾳ εἰς αἰῶνας σὺν κυρίῳ ἀνα.. παύσονται
因此,那時這榮耀也將顯現在他們的身體上;因為正如前面所說,聖徒如今在靈魂中所擁有的那榮耀,到復活之時,將揭露並披覆他們赤裸的身體,並將他們提上諸天,那時他們便要身體與靈魂一同,在國度中與主永遠安息。
Therefore then it will also be manifested upon their body; for the very glory which the saints now have in their souls, as has been said, that glory will then unveil and clothe even their naked bodies in the resurrection, and will snatch them up into the heavens, and then, at last, in body and soul, they will rest with the Lord forever in the kingdom.
1:4121
τὸν γὰρ Ἀδὰμ κτίσας ὁ θεὸς οὐ κατεσκεύασεν αὐτῷ σωματικὰς πτέρυγας ὡς τοῖς πετεινοῖς, τὰς τοῦ πνεύματος τοῦ ἁγίου πτέρυγας προευτρεπίσας αὐτῷ, ἐν τῇ ἀναστάσει ἃς ἔμελλεν αὐτῷ διδόναι, ἵνα αὐταὶ αὐτὸν κουφίζωσιν ἔνθα ἂν τὸ πνεῦμα βούληται·
因為神造亞當的時候,並沒有為他造出如飛鳥一般的肉身翅膀,而是預先為他備妥了聖靈的翅膀,是祂要在復活時賜給他的,好讓這翅膀托舉著他,飛往聖靈所願之處。
For God, having created Adam, did not fashion for him bodily wings as for the birds, having beforehand prepared for him the wings of the Holy Spirit, which He was going to give him in the resurrection, so that they might lift him up wherever the Spirit wills.
1:4122
ἃς πτέρυγας ψυχαὶ ἁγίων ἀπὸ τοῦ νῦν καταξιοῦνται ἔχειν εἰς τὸ οὐράνιον φρόνημα τῷ νῷ ἀνιπτάμεναι
聖徒的靈魂如今便已蒙恩擁有這樣的翅膀,以心思飛升,向往那屬天的意念。
Which wings the souls of the saints, from now, are deemed worthy to have, soaring with the mind toward the heavenly disposition.
1:4123
Χριστιανῶν γὰρ κόσμος ἄλλος ἐστὶ καὶ ἄλλη τραπέζα καὶ ἄλλα ἐνδύματα καὶ ἄλλη ἀπόλαυσις καὶ ἄλλη κοινωνία καὶ ἄλλο φρόνημα·
因為基督徒的世界是另一個世界,他們的筵席是另一種筵席,他們的衣裳是另一種衣裳,他們的享受是另一種享受,他們的團契是另一種團契,他們的心志也是另一種心志。
For the world of Christians is another world, and their table is another table, and their garments are other garments, and their enjoyment is another enjoyment, and their communion is another communion, and their disposition is another disposition.
1:4124
διὸ καὶ κρείττους πάντων ἀνθρώπων τυγχάνουσι
因此他們也就勝過一切世人。
Therefore also they happen to be better than all men.
1:4125
τούτων δὲ τὴν δύναμιν νῦν ἔνδον λαβεῖν καταξιοῦνται ἐν ταῖς ψυχαῖς διὰ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος
他們如今便已蒙恩,藉著與聖靈的相通,在靈魂裡面領受了這一切的能力。
And they are now deemed worthy to receive the power of these things within, in their souls, through the communion of the Holy Spirit.
1:4126
καταξιωθήσονται ἐκείνων τῶν αἰωνίων τοῦ πνεύματος ἀγαθῶν καὶ τῇ δόξῃ ἐκείνῃ ἀνακραθήσονται, ἧς ἀπὸ τοῦ νῦν αἱ ψυχαὶ αὐτῶν τὴν πεῖραν ἐδέξαντο
他們將蒙恩獲得聖靈那些永恆的美善,並與那榮耀融合為一——他們的靈魂如今已然嘗過那榮耀的滋味。
They will be deemed worthy of those eternal goods of the Spirit, and will be commingled with that glory, of which their souls have from now received the experience.
1:4127
Ὀφείλει τοίνυν ἕκαστος ἡμῶν ἀγωνίσασθαι καὶ πονῆσαι καὶ σπουδάσαι ἐν πάσαις ἀρεταῖς καὶ πιστεῦσαι καὶ ζητῆσαι παρὰ κυρίου ἐξ ἐκείνης τῆς δόξης τὸν ἔσω ἄνθρωπον ἀπὸ τοῦ νῦν μέτοχον γενέσθαι καὶ ἐκείνης τῆς ἁγιότητος τοῦ πνεύματος τὴν ψυχὴν κοινωνῆσαι, ἵνα καθαρθέντες τοῦ ῥύπου τῆς κακίας καὶ ἐν τῇ ἀναστάσει γυμνῶν τῶν σωμάτων ἡμῶν ἀνισταμένων ἔχωμεν ὃ ἀμφιάσει ἡμῶν τὴν ἀσχημοσύνην καὶ ζωοποιήσει καὶ εἰς αἰῶνας ἐν τῇ βασιλείᾳ.. τῶν οὐρανῶν ἀναπαύσει
因此,我們每個人都當在一切美德上竭力奮鬥、勞苦、殷勤,並存信心,向主祈求,使裡面的人如今便得以分享那榮耀,使靈魂與聖靈那聖潔相通交契,好叫我們得以潔淨脫離邪惡的污穢,即使在復活時我們的身體赤裸而起,也仍有物遮蓋我們的羞恥,並使我們活過來,且在天國中永遠得享安息。
Each one of us, therefore, ought to strive and labor and be zealous in all the virtues, and to believe, and to seek from the Lord that the inner man may from now become a partaker of that glory, and that the soul may commune with that holiness of the Spirit, so that, being cleansed from the filth of wickedness, even when our bodies rise naked in the resurrection, we may have that which will clothe our shame and give us life, and will grant us rest forever in the kingdom of heaven.
1:4128
μέλλει γὰρ ὁ Χριστὸς ἔρχεσθαι ἐξ οὐρανοῦ καὶ πάντα τὰ φῦλα τοῦ Ἀδὰμ ἀναστήσει, τοὺς ἀπ' αἰῶνος κοιμηθέντας κατὰ τὰς ἁγίας γραφὰς καὶ εἰς δύο μερίσει πάντας, καὶ τοὺς ἔχοντας τὸ ἴδιον σημεῖον (τουτέστι τὴν σφραγῖδα τοῦ πνεύματος) τούτους ὡς ἰδίους προσφωνήσας ἐκ δεξιῶν στήσει·
因為基督必要從天降臨,使亞當所有的萬族復活——就是那些自古以來已長眠的人,正如聖經所記;祂要將眾人分為兩邊,凡帶有祂自己印記的人(也就是聖靈的印記),祂要稱他們為自己人,叫他們站在右邊。
For Christ is about to come from heaven, and he will raise up all the tribes of Adam, those who have fallen asleep from the beginning of the age, according to the holy Scriptures, and will divide all into two; and those who have their own sign (that is, the seal of the Spirit), calling them to himself as his own, he will set on the right hand.
1:4129
τὰ ἐμά, γάρ φησι, πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσι καὶ.. γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν
他說:「我的羊聽我的聲音,我也認識自己的羊,我的羊也認識我。」
For my sheep, he says, hear my voice, and I know mine, and I am known by mine.
1:4130
καὶ τότε δόξῃ θείᾳ τὰ σώματα τούτων περιβληθήσονται ἐκ τῶν ἀγαθῶν ἔργων καὶ δόξης πνεύματος, ἣν ἀπὸ τοῦ νῦν εἶχον ἐν ταῖς ψυχαῖς
那時,他們的身體必因著他們的善行,以及聖靈的榮耀而披上神聖的榮光——那榮耀正是他們如今已存於靈魂裡的。
And then their bodies will be clothed with divine glory from their good works and the glory of the Spirit, which they had from now in their souls.
1:4131
καὶ οὕτω δοξασθέντες τῷ θείῳ φωτὶ καὶ εἰς οὐρανοὺς ἁρπαγέντες εἰς ἀπάντησιν τοῦ κυρίου καὶ εἰς ἀέρα, κατὰ τὸ γεγραμμένον, πάντοτε σὺν κυρίῳ ἐσόμεθα, σὺν αὐτῷ βασιλεύοντες εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων
如此蒙神聖之光榮耀,並被提到諸天、被提到空中,去迎見主,正如經上所記:我們必要常與主同在,與祂一同作王,直到無窮無盡的世世代代。
And thus, glorified by the divine light and caught up into the heavens and into the air to meet the Lord, as it is written, we shall always be with the Lord, reigning with him unto the boundless ages of ages.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。