📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 屬靈講道集

屬靈講道集 第 1 章 第 29/36 段

希臘文原文.131 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:4245–1:4375(全章共 5111 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:4245
σπεύσωμεν τοίνυν προσελθεῖν αὐτῷ ἐξ ὅλης καρδίας μὴ ἀπελπίζοντες τῆς ἑαυτῶν σωτηρίας, ὅπερ καὶ αὐτὸ αὐτῆς τῆς κακίας πανούργευμα τυγχάνει, ὑπομνήσει προλαβουσῶν ἁμαρτιῶν εἰς ἀπελπισμὸν φέρον τὸν ἄνθρωπον καὶ εἰς χαύνωσιν καὶ ὀλιγωρίαν καὶ ῥαθυμίαν, ἵνα μὴ ἐπιστρέψας καὶ προσελθὼν τῷ.. κυρίῳ σωτηρίας τεύξηται
所以,讓我們竭力全心來到祂面前,不要對自己的救恩絕望——這絕望本身正是邪惡的一種詭計,藉著提醒人從前的罪,使人陷入絕望,並趨於鬆懈、疏忽與怠惰,好叫人不致回轉來到主面前得著救恩。
Let us hasten, then, to come to him with our whole heart, not despairing of our own salvation—which is itself a cunning trick of evil, which by reminding a person of former sins brings him to despair and to slackness, negligence, and indifference, so that he may not turn and come to the Lord and obtain salvation.
1:4246
ἑνὸς καὶ εἰς σωφροσύνην.. μετέστρεψε τὸν εἰς τοσαύτην μανίαν ἐληλακότα
祂使一個陷入如此瘋狂的人,恢復清醒的心智。
He turned even one man—who had come to such great madness—back to soundness of mind.
1:4247
πόσῳ μᾶλλον ψυχὴν τὴν ἐπιστρέφουσαν πρὸς αὐτὸν καὶ παρ' αὐτοῦ ἔλεος ἐπιζητοῦσαν καὶ δεομένην τῆς παρ' αὐτοῦ βοηθείας οὐκ ἐπιστρέψει καὶ εἰς σωφροσύνην ἀπαθείας καὶ κατάστασιν ἀρετῆς καὶ νοὸς ἀνακαινισμὸν ἐνέγκῃ καὶ μεταβάλῃ εἰς ὑγιότητα καὶ ἀνάβλεψιν διανοίας καὶ λογισμὸν εἰρήνης καὶ ἀπὸ τῆς τυφλώσεως καὶ νεκρώσεως τῆς ἀγνωσίας καὶ ἀπιστίας καὶ ἀφοβίας εἰς σωφρονισμὸν πάσης ἀρετῆς καὶ καθαρότητα καρδίας ἐνέγκῃ ὁ γὰρ κτίσας τὸ σῶμα αὐτὸς καὶ τὴν ψυχὴν πεποίηκε, καὶ ἐπιδημήσας αὐτὸς ἐν τῇ γῇ τοῖς προσερχομένοις αὐτῷ καὶ ζητοῦσι τὴν αὐτοῦ βοήθειαν καὶ ἴασιν ἀφθόνως χρηστευόμενος παρεῖχε καὶ ἑκάστῳ ὧν.. ἔχρῃζεν ὡς ἀγαθὸς καὶ μόνος ἰατρός
那麼,對於一個歸向祂、向祂尋求憐憫、懇求祂幫助的靈魂,祂豈不更要使之回轉,帶領它進入無情慾的清醒心智與德行的穩固狀態、心思的更新,並將它轉變為健全,恢復悟性的視力與平安的思念,使它從無知、不信與不敬畏神的盲目與死亡中,被帶入一切德行的清醒與心靈的潔淨嗎?因為那創造身體的,也親自造了靈魂;祂親自降臨人間,向那些來到祂面前、尋求祂幫助與醫治的人,慷慨地施恩,按各人所需,如同那位良善、獨一無二的醫者一般供應。
How much more, then, will he not turn back a soul that turns to him and seeks mercy from him and asks for his help, and bring it to the soundness of mind of dispassion and the stable condition of virtue and the renewal of the mind, and change it into health and the recovered sight of the understanding and a reasoning of peace, and bring it out of the blindness and deadness of ignorance and unbelief and fearlessness into the sound-mindedness of every virtue and purity of heart? For he who created the body himself also made the soul, and, having come to dwell on earth, he bestowed with lavish kindness upon those who came to him and sought his help and healing whatever each one needed, as a good and the only physician.
1:4248
εἰ οὖν ἐπὶ τὰ λυόμενα καὶ ἀποθνῄσκοντα πάλιν σώματα οὕτως ἐσπλαγχνίσθη καὶ ἑκάστῳ ὃ ἐπεζήτει προθύμως καὶ χρηστῶς παρεῖχε, πόσῳ μᾶλλον τῇ ἀθανάτῳ ψυχῇ καὶ ἀδιαλύτῳ καὶ ἀφθάρτῳ, τυγχανούσῃ δὲ ἐν ἀγνοίας νόσῳ τῆς κακίας καὶ ἀπιστίας καὶ ἀφοβίας καὶ ἐν τῷ σκότει τῆς πονηρίας καὶ τῶν λοιπῶν τῆς ἁμαρτίας παθῶν κατακειμένῃ, προσερχομένῃ αὐτῷ καὶ τὴν παρ' αὐτοῦ βοήθειαν ἐπιζητούσῃ καὶ εἰς τὸ αὐτοῦ ἔλεος ἀποσκοπούσῃ καὶ τὴν χάριν τοῦ πνεύματος παρ' αὐτοῦ δέξασθαι ἐπιθυμούσῃ εἰς λύτρωσιν καὶ σωτηρίαν αὐτῆς καὶ πάσης κακίας καὶ πάθους ἀπαλλαγήν, οὐ μᾶλλον ποιήσει ἑτοιμοτέρως τὴν λύτρωσιν τῆς ἰάσεως
既然祂對必朽壞、終將死去的身體尚且如此動了慈心,樂意慷慨地供應各人所求的,那麼對於那不死、不可分解、不朽壞的靈魂,即使它正陷於無知、邪惡、不信與不敬畏之病中,躺臥於邪惡的黑暗與其餘罪惡情慾之中,一旦它來到祂面前,尋求祂的幫助,仰望祂的憐憫,渴望從祂領受聖靈的恩典,為要得著贖回、救恩,並脫離一切邪惡與情慾——祂豈不更要更迅速預備成就這醫治的救贖嗎?
If, then, he was so moved with compassion for perishable, dying bodies, and readily and kindly supplied to each what he sought, how much more, for the immortal soul, indissoluble and incorruptible, yet lying in the sickness of ignorance, evil, unbelief, and fearlessness, and reclining in the darkness of wickedness and the remaining passions of sin—when it comes to him and seeks his help, and looks toward his mercy, and desires to receive from him the grace of the Spirit for its redemption and salvation and deliverance from all evil and passion—will he not all the more readily accomplish the redemption of its healing?
1:4249
πόσῳ μᾶλλον ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος ποιήσει ἐκ.. δίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας καὶ ἐπάγει·
我們的天父豈不更要為那些晝夜向祂呼求的人伸冤嗎?祂又接著說:
How much more will our heavenly Father execute justice for those who cry out to him night and day? And he adds:
1:4250
ναὶ λέγω ὑμῖν, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει, καὶ πάλιν παραινεῖ·
「我告訴你們,祂要快快為他們伸冤。」祂又勸勉說:
"Yes, I say to you, he will execute their justice speedily." And again he exhorts:
1:4251
αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν·
「你們祈求,就給你們;」
"Ask, and it will be given to you;"
1:4252
κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν
「叩門,就給你們開門。」
"Knock, and it will be opened to you."
1:4253
πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται
「因為凡祈求的,就得著;尋找的,就尋見;叩門的,就給他開門。」
"For everyone who asks receives, and the one who seeks finds, and to the one who knocks it will be opened."
1:4254
πόσῳ μᾶλλον ὁ πατὴρ ὁ οὐράνιος δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν, καὶ πάλιν·
何況天父豈不更要把聖靈賜給求祂的人嗎?祂又說:
How much more will the heavenly Father give the Holy Spirit to those who ask him? And again:
1:4255
ἀμὴν λέγω ὑμῖν, κἂν διὰ τὸ φίλον εἶναι οὐ δώσει αὐτῷ, διάγε τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ ὅσον ἂν χρῄζῃ
「我實在告訴你們,即使不因他是朋友而給他,也必因他情詞迫切,起來照他所需要的給他。」
"Amen, I say to you, even if he will not give to him because he is his friend, yet because of his persistence he will rise and give him as much as he needs."
1:4256
Ἀναιδῶς καὶ ἀπερικακήτως καὶ ἀδιαλείπτως αἰτεῖν ἡμᾶς τὴν παρ' αὐτοῦ τῆς χάριτος ἀντίληψιν διὰ τούτων πάντων προετρέψατο
藉著這一切,祂勸勉我們要情詞迫切、不灰心喪志、不住地祈求祂恩典的扶助。
By all these things he exhorted us to ask importunately, without growing weary, and unceasingly, for the assistance of his grace.
1:4257
διὰ γὰρ τοὺς ἁμαρτωλοὺς ἦλθεν, ἵνα ἐπιστρέψῃ πρὸς αὐτὸν καὶ ἰάσηται τοὺς πιστεύοντας αὐτῷ
因為祂是為罪人而來,好使那些信祂的人歸向祂,並得著醫治。
For he came for the sake of sinners, that he might turn them to himself and heal those who believe in him.
1:4258
ἡμεῖς μόνον τῶν κακῶν προλήψεων ἀρῶμεν ἑαυτούς, ὅσον τὸ ἐν ἡμῖν δυνατόν, καὶ μισήσωμεν τὰ φαῦλα ἐπιτηδεύματα καὶ τὰς τοῦ κόσμου ἀπάτας, καὶ τοὺς πονηροὺς καὶ ματαίους διαλογισμοὺς τοὺς ἐν ἡμῖν ἀποστραφῶμεν καὶ πάντοτε πρὸς αὐτὸν ὅση δύναμις ἡμῖν ἐκ προαιρέσεως προσκολληθῶμεν καὶ αὐτὸς ἑτοί.. μως ποιεῖ ἡμῖν τὴν παρ' αὐτοῦ βοήθειαν
我們只需盡己所能,脫離邪惡的先入之見,憎惡卑劣的行徑與世界的欺騙,並轉離我們心中邪惡虛妄的思念,時常竭盡所能、出於自願地緊緊依附於祂,祂就必樂意賜給我們祂的幫助。
Let us only, as far as is in our power, lift ourselves away from evil prepossessions, and hate base practices and the deceits of the world, and turn away from the wicked and vain thoughts within us, and always, with whatever power is in us, cling to him by our own choice, and he will readily grant us his help.
1:4259
καὶ γάρ ἐστιν ἐλεῶν καὶ σῴζων καὶ ἰώμενος τὰ ἀνίατα πάθη καὶ λύτρωσιν ποιῶν τοῖς ἐπικαλουμένοις αὐτὸν καὶ δεχόμενος τοὺς πρὸς αὐτὸν ἐπιστρέφοντας καὶ πάσης κοσμικῆς ἀγάπης ὅση δύναμις αὐτοῖς, ἐκ θελήματος καὶ προαιρέσεως ἀναχωροῦντας καὶ τὴν διάνοιαν αὐτῶν ἀπὸ γῆς ἕλκοντας καὶ πρὸς κύριον μόνον ἀποκρεμοῦντας τῇ ζητήσει καὶ.. τῇ πρὸς αὐτὸν ἐπιποθήσει
因為祂實在是那位施憐憫、拯救、醫治無可救藥的情慾、並為呼求祂的人成就救贖的主,祂接納那些歸向祂的人——那些盡己所能、出於意志與抉擇脫離一切世俗之愛,將自己的心思從地上抽離,唯獨懸繫於主,藉著尋求與渴慕祂的人。
For indeed he is one who shows mercy and saves and heals incurable passions and works redemption for those who call upon him, and who receives those who turn to him and, with whatever power they have, depart by will and choice from all worldly love, drawing their understanding away from the earth and suspending it upon the Lord alone in their seeking and longing for him.
1:4260
τοιαύτη δὲ ψυχὴ τῆς παρ' αὐτοῦ βοηθείας ἀξιοῦται ἡ ἐκ θελήματος καὶ προαιρέσεως ὅλης αὐτὸν ἐπιζητοῦσα μόνον καὶ πάντα περισσὰ ἡγουμένη καὶ ἐπὶ μηδενὶ τοῦ κόσμου τούτου ἀναπαυομένη, ἀλλ' εἰς τὴν ἀνάπαυσιν τῆς αὐτοῦ χάριτος ἀναπαυθῆναι καὶ δοξασθῆναι ἐκδεχομένη
這樣的靈魂配得祂的幫助——就是那出於意志與全然抉擇唯獨尋求祂、視萬有為多餘、不安息於這世界的任何事物、卻等候在祂恩典的安息中得安息並得榮耀的靈魂。
Such a soul is counted worthy of his help—the soul that, by will and full choice, seeks him alone, and considers all else superfluous, and rests in nothing of this world, but awaits to rest and to be glorified in the rest of his grace.
1:4261
Ἡ ἀνθρωπεία φύσις ὑπὸ τὴν ἀπόφασιν τῆς ὀργῆς τοῦ θεοῦ γεγονυῖα, διὰ τὴν τοῦ πρωτοπλάστου Ἀδὰμ παράβασιν τῆς προτέρας ἐκείνης καθαρᾶς καὶ ἀπαθοῦς καταστάσεως ἐκπεσοῦσα καὶ τῇ κακίᾳ τῶν παθῶν συμπλακεῖσα καὶ ὑπ' αὐτῶν διὰ τῆς πλάνης τοῦ πονηροῦ καταδυναστευθεῖσα ἀδυνάτως ἔχει ἑαυτὴν.. ἐξελέσθαι τῆς πικρᾶς τοῦ σκότους δουλείας
人類的本性,因始祖亞當的悖逆,落在神震怒的判決之下,從先前那純潔、無情慾的狀態中墮落,與情慾的邪惡糾纏在一起,並藉著那惡者的欺騙被情慾所轄制,以致無力自己脫離黑暗那苦毒的奴役。
Human nature, having come under the sentence of the wrath of God, and having fallen, through the transgression of the first-formed Adam, from that former pure and dispassionate condition, and having become entangled with the evil of the passions, and having been overpowered by them through the deceit of the evil one, is unable to deliver itself from the bitter slavery of darkness.
1:4262
διὸ τῆς θείας καὶ οὐρανίου δυνάμεως χρεία γεγένηται ταύτῃ συνενωθῆναι καὶ συμπλακῆναι, ἵνα δι' αὐτῆς τὴν λύτρωσιν τῶν παθῶν καὶ βοήθειαν ἐν ταῖς ἀρεταῖς κτησαμένη ἐπὶ τὴν ἐργασίαν τῶν ἀρετῶν τῆς ἀρχαίας καθαρότητος καταντῆσαι δυνηθῇ, καὶ οὕτω τοὺς τῆς δικαιοσύνης καρποὺς ἐντελεῖς τῷ κυρίῳ ἀποδώσῃ
因此,需要有神聖屬天的能力與人性聯合並結合,好使人性藉此得著脫離情慾的救贖與在德行上的幫助,能夠達到原初純潔德行的操練,如此向主獻上義的完全果子。
Therefore there was need for the divine and heavenly power to be united and joined with it, so that through it, having obtained redemption from the passions and help in the virtues, it might be able to attain to the practice of the virtues of the original purity, and thus render to the Lord the perfect fruits of righteousness.
1:4263
διὸ καὶ τοῦ κυρίου ἐπιδημία γεγένηται, προοικονομήσαντος διὰ πατέρων, διὰ προφητῶν, ἵνα τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ βοηθήσῃ καὶ διὰ τοῦ πνεύματος αὐτοῦ τὰς καρδίας τῶν πιστευόντων ἐργάσηται, ὅπως τοὺς οὐρανίους καρποὺς τῆς χάριτος ἐνεγκεῖν δυνη.. θῶσιν
因此,主的降臨於是發生;祂先前藉著列祖、藉著先知作了預備的安排,為要幫助人類的軟弱,並藉著祂的聖靈在信者的心中作工,使他們能夠結出恩典屬天的果子。
Therefore also the coming of the Lord took place, he having beforehand made provision through the fathers and through the prophets, that he might help the weakness of men, and might work upon the hearts of those who believe through his Spirit, so that they might be able to bring forth the heavenly fruits of grace.
1:4264
ἑκάστῳ γὰρ τῶν φαινομένων ἐὰν μὴ κοινωνήσῃ ἑτέρα τις ξένη φύσις εἰς βοήθειαν αὐτῆς τῆς ἐργασίας αὐτοῦ, καθ' ἑαυτὸ μόνον ἀνέργαστον καὶ ἀνεπιτήδειον καὶ ἄπορόν ἐστι κοσμήσεως, δι' ἑαυτοῦ μόνου τὴν διακόσμησιν τῆς εὐπρεπείας ἀδυνάτως ἔχον ἐπιτελεῖν
因為每一個受造之物,若沒有另一種不同的本性參與、協助其自身的作工,單憑自己便是未經加工、不適用、缺乏裝飾的,無法單靠自己成就其美好的整飭。
For each of the visible things, unless some other, foreign nature shares in helping its own working, is by itself alone unworked, unfit, and destitute of adornment, being unable by itself alone to accomplish the arrangement of its beauty.
1:4265
ἡ γὰρ ἄφραστος τοῦ θεοῦ σοφία μυστήρια καὶ τύπους διὰ τῶν φαινομένων κτισμάτων ἐπιδεικνύουσα ἀλλήλων χρῄζειν τῆς ἐργασίας εἰς τὴν διακόσμησιν ᾠκονόμησεν, ἀτελοῦς ἑκάστου καθ' ἑαυτὸ εἰς τὴν εὐπρέπειαν καὶ ἐργασίαν ἀποδεικνυμένου, εἰς τύπον τῆς ἀνθρωπίνης φύσεως ἐξ ἑαυτῆς μόνης τὴν διακόσμησιν τῶν τελείων ἀρετῶν καὶ τὴν πνευματικὴν εὐπρέπειαν τῆς ὡραιότητος ἄνευ τῆς θείας καὶ οὐρανίου δυνάμεως ἀδυνάτως ἐχούσης ἐπιδείξασθαι
因為神那不可言喻的智慧,藉著可見的受造物顯明奧祕與預表,安排萬物彼此需要對方的協作以成其裝飾,各物就其自身而言,在美好與工藝上都顯得未臻完全——這正預表人的本性,若沒有神聖屬天的能力,便無法單憑自己顯出完全德行的整飭與屬靈秀美的美麗。
For the ineffable wisdom of God, showing forth mysteries and types through visible creatures, ordained that they should need one another's work for their adornment, each being shown to be incomplete in itself with regard to beauty and workmanship—as a type of human nature, which is unable, of itself alone, to display the arrangement of perfect virtues and the spiritual beauty of loveliness apart from the divine and heavenly power.
1:4266
Ἐκ παραδειγμάτων δὲ τὴν πληροφορίαν δεξώμεθα
讓我們藉著實例得著這確據。
Let us receive full assurance of this from examples.
1:4267
ἡ γῆ καθ' ἑαυτὴν μένουσα ἀνεπιτήδειός ἐστιν, ἐὰν μὴ λάβῃ διὰ τῶν γηπόνων τὴν ἐπιμέλειαν τῆς ἐργασίας, ἵνα πάσας τὰς ἀκάνθας καὶ τριβόλους ἐξ αὐτῆς καθαρίσωσι καὶ τὸν σπόρον καταθῶνται, εἶθ' οὕτω τὸν ἐξ οὐρανοῦ ὄμβρον ὑποδέξηται καὶ οὕτως διὰ ἀέρων καὶ ἡλίου οἱ ἐν αὐτῇ καρποὶ αὐξηθῶσιναὐτὴ γὰρ καθ' ἑαυτὴν ἀδυνάτως.. ἔχει ἐντελεῖς τοὺς καρποὺς ἀποδοῦναι
田地若單獨留存,本身是不適用的,除非藉著農夫悉心耕作,將田中所有的荊棘蒺藜清除,並撒下種子,如此田地才能承受天上的雨水,並藉著空氣與陽光使其中的果實得以生長;因為田地單憑自己,是無法結出完全果實的。
The earth, remaining by itself, is unfit, unless it receives, through the farmers, the careful cultivation of labor, so that they clear away from it all the thorns and thistles and lay in the seed; then thus it may receive the rain from heaven, and thus, through the air and the sun, the fruits in it may grow. For by itself alone it is unable to render its fruits complete.
1:4268
ἢ ὥσπερ ἐὰν ᾖ οἶκος καὶ ᾖ ἐκ τῆς γῆς πᾶσα ἡ τούτου ἐπισκευή·
又好比,若有一座房屋,其全部的建材皆出於泥土:
Or just as, if there is a house and all its structure is made of earth:
1:4269
χρῄζει αὐτοῦ τοῦ ἐξ οὐρανοῦ καὶ ἡλίου φωτός, ὅπερ οὐκ ἔστι τῆς φύσεως αὐτοῦ, ἵνα τὴν εὐπρέπειαν καὶ τὴν ὡραιότητα διὰ.. τῆς ἐλλάμψεως τοῦ φωτὸς ἔχειν δύνηται
它就需要那來自天上與太陽的光,這光並非出於它自身的本性,好使它藉著光的照耀而得以擁有美好與秀麗。
it needs the light from heaven and the sun, which is not of its own nature, so that it may, through the illumination of the light, possess beauty and loveliness.
1:4270
τὸν αὐτὸν τρόπον καὶ ἡ ἀνθρωπεία φύσις ὑπὸ τὴν ἁμαρτίαν τῶν παθῶν πεσοῦσα καὶ ἐν ἀσθενείᾳ τῶν ἀρετῶν γενομένη ἀδυνάτως ἔχει ἑαυτῇ βοηθῆσαι καὶ ἐκφυγεῖν ἀπὸ τῆς τῶν παθῶν καταδυναστείας, ἵνα καρποὺς τῶν ἀρετῶν τελείους τῷ ἐπουρανίῳ δε.. σπότῃ ἀποδοῦναι δυνηθῇ
同樣地,人的本性也因墮落於情慾之罪、陷入德行的軟弱之中,以致無力自救,也無法逃脫情慾的轄制,好能向那位屬天的主宰獻上德行的完全果子。
In the same manner, human nature also, having fallen under the sin of the passions and having come into weakness with regard to the virtues, is unable to help itself and to escape from the tyranny of the passions, so as to be able to render perfect fruits of the virtues to the heavenly Master.
1:4271
διὸ εὐδόκησεν ὁ ἀγαθὸς καὶ φιλάνθρωπος θεὸς τῇ πολλῇ αὐτοῦ χρηστότητι πλοῦτον ταῖς ψυχαῖς ἡμῶν τὸν πνευματικὸν ἡμῖν χαρίσασθαι, τουτέστι τὸ τοῦ Χριστοῦ πνεῦμα μὴ ὂν ἐκ τῆς ἡμετέρας φύσεως ἡμεῖς μὲν γάρ ἐσμεν κτίσμα, αὐτὸ δὲ ἀκτιστόν ἐστιν, ἵνα αὐτὸ τῇ ἰδίᾳ ἐπιστήμῃ καὶ τέχνῃ ἐργασάμενον καὶ γεωργῆσαν τῶν πιστῶν τὰς καρδίας εὐτρεπίσῃ τὰς ὅλῳ θελήματι ἑαυτὰς ἐπιδούσας τῷ πνευματικῷ γεωργῷ, ὅπως τὸν ἐξ οὐρανοῦ ὄμβρον τῆς χάριτος δεξάμεναι δυνηθῶσι τοὺς καρποὺς τοῦ πνεύματος καρποφορῆσαι καὶ τῆς δικαιοσύνης τὰ γεννήματα τῷ ἐπουρανίῳ δεσπότῃ ἐντελῆ ἀποδοῦναι καὶ τότε τὴν ἐξ οὐρανοῦ εὐλογίαν κληρονομῆσαι
所以良善且愛人的神,因祂豐盛的良善,樂意將屬靈的財富賜給我們的靈魂,就是基督的靈,這靈不是出於我們的本性——因為我們是受造之物,而祂卻是非受造的——好使這靈以自己的知識與技藝,在信徒的心田中作工耕耘,預備那些完全甘心將自己交託給這位屬靈農夫的人,使他們既領受了從天而降的恩典甘霖,就能結出聖靈的果子,將公義的出產完全獻給那位天上的主人,然後承受從天而來的福分。
Therefore the good and loving God was pleased, in his great goodness, to grant to our souls the wealth of the Spirit, that is, the Spirit of Christ, which is not of our nature — for we are creatures, but it is uncreated — so that, having worked and cultivated the hearts of the faithful by its own knowledge and skill, it might prepare those who have given themselves wholly, with their whole will, to the spiritual husbandman, so that, having received the rain of grace from heaven, they might be able to bear the fruits of the Spirit and render the produce of righteousness complete to the heavenly Master, and then inherit the blessing from heaven.
1:4272
φύσεως τῆς ἡμετέρας, ἐν τῇ ἐσκοτισμένῃ ὑπὸ τῶν παθῶν τῆς ψυχῆς οἰκίᾳ, ἵν' οὕτω καὶ τὸ δεινὸν τῆς ἁμαρτίας σκότος φυγαδευθῆναι δυνηθῇ ἐκ τῆς ἀνθρωπίνης ὑποστάσεως καὶ τὸ κάλλος τῆς οἰκίας τῆς ψυχῆς φανερωθῆναι διὰ τῆς τοῦ πνευματικοῦ καὶ ἐπουρανίου φωτὸς ἐλλάμψεως, καὶ οὕτω τὴν ὡραιότητα καὶ τὴν εὐπρέπειαν καὶ πᾶσαν τῶν ἀρετῶν τὴν διακόσμησιν διὰ τοῦ θείου πνεύματος ἔχειν δύνηται, ὅταν ὁ τῆς δικαιοσύνης ἥλιος ὁ μὴ ὢν ἐκ τῆς φύσεως ἡμῶν ἐλλάμψῃ ἐν ἡμῖν κατὰ τὸ εἰρημένον·
……我們的本性,在那被靈魂的情慾所黑暗籠罩的居所中,好使罪那可怕的黑暗得以從人的本體中被驅逐,靈魂居所的美麗得以藉屬靈和天上光輝的照耀而顯明,如此便能藉著神聖的靈而擁有優美、端莊,以及一切美德的裝飾,那時公義的太陽——那不出於我們本性的——就要照耀在我們裡面,正如經上所說:
...of our nature, in the house of the soul darkened by the passions, so that in this way the dread darkness of sin might be driven out from the human substance, and the beauty of the house of the soul might be revealed through the shining forth of the spiritual and heavenly light, and thus it might be able to possess gracefulness and comeliness and all the adornment of the virtues through the divine Spirit, when the sun of righteousness, which is not of our nature, shall shine in us, according to what is said:
1:4273
ἵνα γένησθε θείας κοινωνοὶ φύ.. σεως
使你們得以在神的性情上有分。
that you may become partakers of the divine nature.
1:4274
ἡ ψυχὴ γὰρ ὑπὸ τὴν ἁμαρτίαν πεσοῦσα καὶ δεινῶς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων διὰ τῆς ἐνεργείας τῶν παθῶν ἀπόσκληρος καὶ πικρὰ γεγονυῖα, ἐκ τῆς προτέρας ἐκείνης καθαρᾶς καὶ μακαρίας καταστάσεως ἀπαλλοτριωθεῖσα, πάθη κακίας παρὰ τὴν καλὴν αὐτῆς φύσιν ἀνέλαβεν, ἅπερ οὐδεὶς δύναται ἀπ' αὐτῆς ἆραι καὶ εἰς τὴν ἀρχαίαν κατάστασιν τῆς καθαρότητος ἀποκαταστῆσαι εἰ μὴ τὸ ξένον τῆς ἡμετέρας φύσεως, ὅπερ ἐστὶν ἡ τοῦ θείου πνεύματος δύναμις
因為靈魂墮落在罪之下,又因惡靈藉著情慾的作為而變得剛硬苦毒,從那先前純潔而蒙福的狀態中被隔絕疏遠,違反自己美善的本性而沾染了邪惡的情慾;這些情慾無人能從靈魂中除去,使其恢復到原初純潔的狀態,唯有那與我們本性相異者能夠做到,那就是神聖之靈的大能。
For the soul, having fallen under sin and having become, through the terrible working of the passions caused by the spirits of wickedness, hardened and bitter, alienated from that former pure and blessed condition, took on, contrary to its own good nature, the passions of wickedness, which no one is able to remove from it and restore it to the ancient state of purity, except that which is foreign to our nature, which is the power of the divine Spirit.
1:4275
ἐπιφοιτήσασα γὰρ τῇ πιστῇ ψυχῇ πᾶσαν σκληρότητα καὶ πᾶν πονηρὸν καὶ ἐπείσακτον πάθος διαλύσει καὶ εἰς τὴν ἀρχαίαν εὐγένειαν τῆς καθαρότητος τῶν ἀρετῶν ἀποκαταστήσει
因為這靈臨到信實的靈魂時,必要消解一切剛硬,以及一切邪惡而外來的情慾,並使其恢復到德行純潔的原初高貴狀態。
For having visited the faithful soul, it will dissolve every hardness and every evil and intruded passion, and will restore it to the ancient nobility of the purity of the virtues.
1:4276
Ἐν καιρῷ χειμῶνος αἱ πικρίαι τῶν σκληρῶν ἀνέμων καὶ τὰ κρύη τῶν παγετῶν μεταβάλλει καὶ μεταποιεῖ τὴν γῆν ἀπὸ τῆς ἁπαλῆς φύσεως εἰς πολλὴν σκληρότητα καὶ τραχύτητα
在冬天的季節裡,凜冽寒風的苦澀與霜凍的嚴寒,使大地從柔軟的本質變化轉為極大的堅硬與粗糙。
In the season of winter, the bitterness of the harsh winds and the cold of the frosts change and transform the earth from its soft nature into much hardness and roughness.
1:4277
ὁμοίως καὶ τὴν τῶν ὑδάτων ἁπαλωτάτην φύσιν διὰ τῆς πήξεως ἐξεργάζεται εἰς λίθου φύσιν·
同樣地,它也藉著結凍,把水那極柔軟的本質轉化成石頭般的本質;
Likewise it also works the most tender nature of the waters, through freezing, into the nature of stone;
1:4278
ὁρᾷς γὰρ ἐν τῷ καιρῷ τοῦ σφοδροῦ χειμῶνος καὶ τοὺς μεγίστους ποταμοὺς μάλιστα ἐν τοῖς ἀρκτικοῖς μέρεσιν εἰς πῆξιν καὶ ὁμοιότητα λίθου διὰ τῆς ψυχρότητος μεταποιουμένους, ὥστε καὶ ζῷα ἐπάνω τῶν ποταμῶν περιπατεῖν
你看,在嚴冬之時,連最大的江河,尤其在北方地區,也因寒冷而變得凝固,如石頭一般堅實,以致野獸能在河面上行走。
For you see that in the time of the harsh winter even the greatest rivers, especially in the arctic regions, are transformed by the cold into a solidity and likeness of stone, so that even animals walk upon the rivers.
1:4279
οὔτε οὖν εἰς τὴν ἰδίαν τῆς φύσεως ἁπαλότητα ἀποκατασταθῆναι δύνανται οὔτε τινὲς ἀνθρώπων, εἰ καὶ πάντες ὁμοῦ συνέλθωσι διὰ τῆς ἰσχύος αὐτῶν ἀποκαταστῆσαι τούτους οἰκείᾳ τάξει δύνανται, διὰ τὸ ἑτέραν τινα φύσιν κρυώδη ἐπεισελθεῖν καὶ συμμιγῆναι τοῖς ὕδασι καὶ μεταβαλεῖν αὐτὰ εἰς λιθώδη τινὰ ἕξιν
因此,這些水既不能靠自己恢復到本性的柔軟,人也無法——即便眾人齊心合力——憑自己的力量使其恢復原本的秩序,因為有另一種冰冷的性質侵入,與水混合,把水轉變成某種如石般堅硬的狀態。
Neither, then, can they be restored to their own natural softness, nor can any of men, even if all should come together, restore these to their own order by their own strength, because a certain other icy nature has entered in and mingled with the waters and changed them into a certain stony condition.
1:4280
καὶ τίς δύναται ταῦτα εἰς τὴν ἰδίαν τῆς ἁπαλότητος φύσιν ἀποκαταστῆσαι εἰ μὴ τὸ ξένον τῆς φύσεως αὐτῶν, ὅπερ ἐστὶν ὁ ἥλιος·
那麼,誰能使這些恢復到它們本性的柔軟呢?唯有那與它們本性相異者,就是太陽。
And who is able to restore these to their own nature of softness, except that which is foreign to their nature, namely the sun?
1:4281
τῇ ἰδίᾳ τῆς θερμότητος ἐνεργείᾳ εἰσερχόμενος διαλύσει πᾶσαν κρυώδη τῆς ψυχρότητος φύσιν καὶ εἰς τὴν ἰδίαν τῆς ἁπαλότητος ἕξιν καταστήσει.. ἕκαστα
太陽以自己熱力的作用進入,必要消融一切冰冷凝結的本質,使萬物各自恢復到柔軟的狀態。
Entering in by its own working of heat, it will dissolve every icy nature of coldness, and will restore each thing to its own condition of softness.
1:4282
τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἄνθρωπος ὑπὸ τὴν ἁμαρτίαν γεγονὼς ἐκ τῆς ἀρχῆθεν παραβάσεως εἰς πικρὸν καὶ δεινὸν χειμῶνα τῶν πονη.. τὸν ἐξ οὐρανοῦ ὄμβρον τῆς χάριτος δεξάμεναι δυνηθῶσι τοὺς καρποὺς τοῦ πνεύματος καρποφορῆσαι καὶ τῆς δικαιοσύνης τὰ γεννήματα τῷ ἐπουρανίῳ δεσπότῃ ἐντελῆ ἀποδοῦναι καὶ τότε τὴν ἐξ οὐρανοῦ εὐλογίαν κληρονομῆσαι
照樣,人也因起初的悖逆而落在罪之下,陷入邪惡……那從天而降的恩典甘霖之後,便能結出聖靈的果子,將公義的出產完全獻給天上的主人,然後承受從天而來的福分。
In the very same way man too, having come under sin through the transgression from the beginning, has fallen into the bitter and dread winter of the evil... having received the rain of grace from heaven, they may be able to bear the fruits of the Spirit and render the produce of righteousness complete to the heavenly Master, and then inherit the blessing from heaven.
1:4283
αὐτὸς γὰρ εὐδόκησε καὶ τὸν τῆς δικαιοσύνης ἥλιον ἐλλάμψαι, ὃς οὐκ ἔστιν ἐκ τῆς φύσεως τῆς ἡμετέρας, ἐν τῇ ἐσκοτισμένῃ ὑπὸ τῶν παθῶν τῆς ψυχῆς οἰκίᾳ, ἵν' οὕτω καὶ τὸ δεινὸν τῆς ἁμαρτίας σκότος φυγαδευθῆναι δυνηθῇ ἐκ τῆς ἀνθρωπίνης ὑποστάσεως καὶ τὸ κάλλος τῆς οἰκίας τῆς ψυχῆς φανερωθῆναι διὰ τῆς τοῦ πνευματικοῦ καὶ ἐπουρανίου φωτὸς ἐλλάμψεως, καὶ οὕτω τὴν ὡραιότητα καὶ τὴν εὐπρέπειαν καὶ πᾶσαν τῶν ἀρετῶν τὴν διακόσμησιν διὰ τοῦ θείου πνεύματος ἔχειν δύνηται, ὅταν ὁ τῆς δικαιοσύνης ἥλιος ὁ μὴ ὢν ἐκ τῆς φύσεως ἡμῶν ἐλλάμψῃ ἐν ἡμῖν κατὰ τὸ εἰρημένον·
因為祂自己也樂意使公義的太陽照耀——這太陽不是出於我們的本性——照耀在那被情慾所黑暗籠罩的靈魂居所中,好使罪那可怕的黑暗得以從人的本體中被驅逐,靈魂居所的美麗得以藉屬靈和天上光輝的照耀而顯明,如此便能藉著神聖的靈而擁有優美、端莊,以及一切美德的裝飾,那時公義的太陽——那不出於我們本性的——就要照耀在我們裡面,正如經上所說:
For he himself was pleased also to make the sun of righteousness shine, which is not of our nature, in the house of the soul darkened by the passions, so that in this way the dread darkness of sin might be driven out from the human substance, and the beauty of the house of the soul might be revealed through the shining forth of the spiritual and heavenly light, and thus it might be able to possess gracefulness and comeliness and all the adornment of the virtues through the divine Spirit, when the sun of righteousness, which is not of our nature, shall shine in us, according to what is said:
1:4284
ἵνα γένησθε θείας κοινωνοὶ φύ.. σεως
使你們得以在神的性情上有分。
that you may become partakers of the divine nature.
1:4285
ἡ ψυχὴ γὰρ ὑπὸ τὴν ἁμαρτίαν πεσοῦσα καὶ δεινῶς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων διὰ τῆς ἐνεργείας τῶν παθῶν ἀπόσκληρος καὶ πικρὰ γεγονυῖα, ἐκ τῆς προτέρας ἐκείνης καθαρᾶς καὶ μακαρίας καταστάσεως ἀπαλλοτριωθεῖσα, πάθη κακίας παρὰ τὴν καλὴν αὐτῆς φύσιν ἀνέλαβεν, ἅπερ οὐδεὶς δύναται ἀπ' αὐτῆς ἆραι καὶ εἰς τὴν ἀρχαίαν κατάστασιν τῆς καθαρότητος ἀποκαταστῆσαι εἰ μὴ τὸ ξένον τῆς ἡμετέρας φύσεως, ὅπερ ἐστὶν ἡ τοῦ θείου πνεύματος δύναμις
因為靈魂墮落在罪之下,又因惡靈藉著情慾的作為而變得剛硬苦毒,從那先前純潔而蒙福的狀態中被隔絕疏遠,違反自己美善的本性而沾染了邪惡的情慾;這些情慾無人能從靈魂中除去,使其恢復到原初純潔的狀態,唯有那與我們本性相異者能夠做到,那就是神聖之靈的大能。
For the soul, having fallen under sin and having become, through the terrible working of the passions caused by the spirits of wickedness, hardened and bitter, alienated from that former pure and blessed condition, took on, contrary to its own good nature, the passions of wickedness, which no one is able to remove from it and restore it to the ancient state of purity, except that which is foreign to our nature, which is the power of the divine Spirit.
1:4286
πιστῇ ψυχῇ πᾶσαν σκληρότητα καὶ πᾶν πονηρὸν καὶ ἐπείσακτον πάθος διαλύσει καὶ εἰς τὴν ἀρχαίαν εὐγένειαν τῆς καθαρότητος τῶν ἀρετῶν ἀποκαταστήσει
……信實的靈魂,必要消解一切剛硬,以及一切邪惡而外來的情慾,並使其恢復到德行純潔的原初高貴狀態。
...to the faithful soul, will dissolve every hardness and every evil and intruded passion, and will restore it to the ancient nobility of the purity of the virtues.
1:4287
Ἐν καιρῷ χειμῶνος αἱ πικρίαι τῶν σκληρῶν ἀνέμων καὶ τὰ κρύη τῶν παγετῶν μεταβάλλει καὶ μεταποιεῖ τὴν γῆν ἀπὸ τῆς ἁπαλῆς φύσεως εἰς πολλὴν σκληρότητα καὶ τραχύτητα
在冬天的季節裡,凜冽寒風的苦澀與霜凍的嚴寒,使大地從柔軟的本質變化轉為極大的堅硬與粗糙。
In the season of winter, the bitterness of the harsh winds and the cold of the frosts change and transform the earth from its soft nature into much hardness and roughness.
1:4288
ὁμοίως καὶ τὴν τῶν ὑδάτων ἁπαλωτάτην φύσιν διὰ τῆς πήξεως ἐξεργάζεται εἰς λίθου φύσιν·
同樣地,它也藉著結凍,把水那極柔軟的本質轉化成石頭般的本質;
Likewise it also works the most tender nature of the waters, through freezing, into the nature of stone;
1:4289
ὁρᾷς γὰρ ἐν τῷ καιρῷ τοῦ σφοδροῦ χειμῶνος καὶ τοὺς μεγίστους ποταμοὺς μάλιστα ἐν τοῖς ἀρκτικοῖς μέρεσιν εἰς πῆξιν καὶ ὁμοιότητα λίθου διὰ τῆς ψυχρότητος μεταποιουμένους, ὥστε καὶ ζῷα ἐπάνω τῶν ποταμῶν περιπατεῖν
你看,在嚴冬之時,連最大的江河,尤其在北方地區,也因寒冷而變得凝固,如石頭一般堅實,以致野獸能在河面上行走。
For you see that in the time of the harsh winter even the greatest rivers, especially in the arctic regions, are transformed by the cold into a solidity and likeness of stone, so that even animals walk upon the rivers.
1:4290
οὔτε οὖν εἰς τὴν ἰδίαν τῆς φύσεως ἁπαλότητα ἀποκατασταθῆναι δύνανται οὔτε τινὲς ἀνθρώπων, εἰ καὶ πάντες ὁμοῦ συνέλθωσι διὰ τῆς ἰσχύος αὐτῶν ἀποκαταστῆσαι τούτους οἰκείᾳ τάξει δύνανται, διὰ τὸ ἑτέραν τινα φύσιν κρυώδη ἐπεισελθεῖν καὶ συμμιγῆναι τοῖς ὕδασι καὶ μεταβαλεῖν αὐτὰ εἰς λιθώδη τινὰ ἕξιν
因此,這些水既不能靠自己恢復到本性的柔軟,人也無法——即便眾人齊心合力——憑自己的力量使其恢復原本的秩序,因為有另一種冰冷的性質侵入,與水混合,把水轉變成某種如石般堅硬的狀態。
Neither, then, can they be restored to their own natural softness, nor can any of men, even if all should come together, restore these to their own order by their own strength, because a certain other icy nature has entered in and mingled with the waters and changed them into a certain stony condition.
1:4291
καὶ τίς δύναται ταῦτα εἰς τὴν ἰδίαν τῆς ἁπαλότητος φύσιν ἀποκαταστῆσαι εἰ μὴ τὸ ξένον τῆς φύσεως αὐτῶν, ὅπερ ἐστὶν ὁ ἥλιος·
那麼,誰能使這些恢復到它們本性的柔軟呢?唯有那與它們本性相異者,就是太陽。
And who is able to restore these to their own nature of softness, except that which is foreign to their nature, namely the sun?
1:4292
τῇ ἰδίᾳ τῆς θερμότητος ἐνεργείᾳ εἰσερχόμενος διαλύσει πᾶσαν κρυώδη τῆς ψυχρότητος φύσιν καὶ εἰς τὴν ἰδίαν τῆς ἁπαλότητος ἕξιν καταστήσει.. ἕκαστα
太陽以自己熱力的作用進入,必要消融一切冰冷凝結的本質,使萬物各自恢復到柔軟的狀態。
Entering in by its own working of heat, it will dissolve every icy nature of coldness, and will restore each and every thing to its own condition of softness.
1:4293
τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἄνθρωπος ὑπὸ τὴν ἁμαρτίαν γεγονὼς ἐκ τῆς ἀρχῆθεν παραβάσεως εἰς πικρὸν καὶ δεινὸν χειμῶνα τῶν πονηρῶν πνευμάτων ἐμπέπτωκε, καὶ πάντες οἱ ἐναντίοι τῆς πονηρίας τῶν παθῶν ἄνεμοι εἰς τὴν ψυχὴν πνέουσι, καὶ ἡ τῆς δυνάμεως δὲ τοῦ σκότους ψυχρότης εἰς αὐτὴν ἐπεισελθοῦσα μετέβαλε τὴν ἱερὰν ἐκείνην καὶ καθαρὰν τῆς ἁπαλῆς καρδίας ἕξιν εἰς σκληρότητα ἀνυπότακτον φρονήματος σαρκικοῦ καὶ τῶν ἁγίων ἐντολῶν παράβασιν καὶ τὴν ἐν πάσῃ ἀρετῇ ὡραιότητος φύσιν εἰς πικράν τινα καὶ συνδεδεμένην ἕξιν μετεποίησε καὶ ἁπαξαπλῶς ἐκ τῆς ἀκεραίας ἐκείνης καὶ πραοτάτης καὶ ἐρασμίου τῆς ψυχῆς καταστάσεως εἰς λιθώδη καὶ συγκεχυμένην.. καὶ πονηρὰν μεταβέβληκε ποιότητα
照樣,人也因起初的悖逆而落在罪之下,陷入邪惡諸靈那苦澀可怕的寒冬,情慾邪惡的一切逆風都吹襲靈魂;那黑暗權勢的寒氣侵入靈魂之中,把那柔軟之心原本聖潔純淨的狀態,轉變成屬肉體思念那不服的剛硬,以及對聖誡命的悖逆;又把在各樣美德中原有的優美本質,轉變為某種苦澀而糾結束縛的狀態;總之,把靈魂原先完整、極其溫柔可愛的狀態,徹底改變成如石頭般堅硬、混亂邪惡的性質。
In the very same way, man too, having come under sin through the transgression from the beginning, has fallen into the bitter and dread winter of the evil spirits, and all the contrary winds of the wickedness of the passions blow upon the soul, and the coldness of the power of darkness, having entered into it, has changed that sacred and pure condition of the tender heart into an unruly hardness of carnal-mindedness and transgression of the holy commandments, and has transformed the nature of gracefulness present in every virtue into a certain bitter and bound-up condition, and has altogether changed the soul's former sound, most gentle, and lovely state into a stony, confused, and evil quality.
1:4294
καὶ τίς δύναται ταύτην εἰς τὴν ἀρχαίαν ἐκείνην καὶ καθαρὰν καὶ ἁπαλωτάτην ἕξιν ἀποκαταστῆσαι καὶ τῷ τοῦ θεοῦ νόμῳ ἐν ἀληθείᾳ ὑποταγῆναι, ἐν πάσῃ τῇ τῶν ἐντολῶν ἀμώμῳ ἐργασίᾳ ποιῆσαι, εἰ μὴ τὸ ξένον τῆς φύσεως ἡμῶν, ὁ τῆς δικαιοσύνης ἥλιος Χριστός, εἰς αὐτὴν ἐλλάμψῃ ταῖς τῶν μαρμαρυγῶν αὐτοῦ ἡδυτάταις ἀκτῖσιν, ἵν' οὕτω δυνηθῇ τῇ ἰδίᾳ τοῦ ἐπουρανίου καὶ ἁγίου πυρὸς θερμότητι διαλῦσαι πᾶσαν τὴν πικρὰν τοῦ σκότους τῶν παθῶν κακίαν καὶ εἰς τὴν ἰδίαν ἀγαθότητα τῶν προτέρων ἀρετῶν ἀποκαταστῆσαι τὴν πιστὴν καὶ ὅλην ἑαυτὴν ἀποδοῦσαν τῷ κυρίῳ ψυχήν; ἐὰν μὴ γάρ τις τὸ ἴδιον θέλημα ἐξ ὁλοκλήρου παραστήσῃ τῷ κυρίῳ, κατὰ πάντα ἑαυτὸν ἀποδεδωκώς, οὐκ ἂν ἐκείνης τῆς λυτρώσεως καὶ καθαρότητος τεύξηται
那麼,誰能使這靈魂恢復到那原初純潔、極其柔軟的狀態,並使之真實地服從神的律法,在一切誡命上作出無可指摘的遵行呢?唯有那與我們本性相異者——公義的太陽基督——以祂光輝那極其甘甜的光芒照耀進靈魂之中,好使靈魂能藉著那天上聖火自身的熱力,消融情慾黑暗中一切苦毒的邪惡,並使那信實、將自己完全獻給主的靈魂,恢復到從前眾美德的良善之中。因為人若不將自己的意願完全交託給主,凡事將自己獻上,就不能得著那救贖與潔淨。
And who is able to restore this soul to that ancient, pure, and most tender condition, and to subject it in truth to the law of God, to act in the blameless observance of all the commandments, except that which is foreign to our nature, the sun of righteousness, Christ, should shine into it with the sweetest rays of his splendor, so that it may thus be able, by the heat of its own heavenly and holy fire, to dissolve all the bitter wickedness of the darkness of the passions, and to restore to its own goodness in the former virtues the faithful soul that has given itself wholly to the Lord? For if one does not present his own will wholly to the Lord, having given himself over in every respect, he will not attain to that redemption and purity.
1:4295
Μακάριοι τοιγαροῦν εἰσιν οἱ Χριστιανοὶ οἱ διὰ τῆς πίστεως αὐτῶν καὶ δεήσεως καὶ πολλῆς ἐν ἀρεταῖς σπουδῆς ταύτης τῆς ἀρρήτου καὶ αἰωνίου εὐεργεσίας τετυχηκότες καὶ τοῦ ἐπουρανίου ἀνθρώπου συμμέτοχοι γεγονότες καὶ τῶν ἐπουρανίων μυστηρίων τοῦ πνεύματος πείρᾳ καὶ αἰσθήσει τὴν γνῶσιν παραλαβόντεςοὗτοι κἂν ἐπὶ γῆς φαίνωνται τῷ σώματι περιπατοῦντες, τὸ πολίτευμα καὶ τὴν διαγωγὴν τοῦ νοὸς αὐτῶν ἐν οὐρανοῖς κέκτηνται, οὗτοι κρείττονες καὶ μείζονες καὶ δυνατώτεροι παρὰ πάντας ἀνθρώπους τυγχάνουσιν
因此,那些藉著信心、祈求,以及在德行上多方殷勤,而獲得這說不盡、永恆的恩惠,並得以在天上之人有分,又藉著親身的經歷與感受領受了那屬天奧秘之知識的基督徒,是有福的。這等人,雖然在地上以身體行走顯現,但他們心思的國籍與行事卻在諸天之上;這等人比世上所有的人更超越、更偉大、更有能力。
Blessed, therefore, are the Christians who, through their faith and supplication and much diligence in the virtues, have attained to this ineffable and eternal benefaction, and have become partakers of the heavenly man, and have received knowledge of the heavenly mysteries of the Spirit by experience and perception — these, even if they appear on earth walking in the body, possess their citizenship and the conduct of their mind in the heavens; these are superior and greater and more powerful than all men.
1:4296
οὐδεὶς γάρ ποτε τῶν ἀνθρώπων, ἢ ἄρχοντες ἢ δυνατοὶ ἢ σοφοὶ ἢ συνετοὶ ἢ φρόνιμοι ἢ ἔνδοξοι, ἠδυνήθησαν εἰς τὸν οὐρανὸν ἀνελθεῖν κἀκεῖ ἐργάσασθαι ἔργα πνευματικὰ καὶ τὰ ἐκεῖ κάλλη τῶν ἀρρήτων φώτων κατοπτεῦσαι καὶ θαυμάσια καὶ παράδοξα μυστήρια ἰδεῖν καταξιωθῆναι, ἅπερ οἱ ἀληθινοὶ Χριστιανοὶ καταξιοῦνται
因為從來沒有一個世人——不論是掌權者、有能力者、智慧人、聰明人、審慎之人,或尊貴之人——曾能升到天上,在那裡行屬靈的工作,並得見那裡說不盡之光輝的美麗,又蒙允得見那奇妙、超乎尋常的奧秘,如同真基督徒所蒙的恩典一樣。
For never has any man, whether rulers or the powerful or the wise or the intelligent or the prudent or the glorious, been able to ascend into heaven and there to work spiritual works, and to behold the beauties of the ineffable lights that are there, and to be deemed worthy to see wondrous and paradoxical mysteries, such as the true Christians are deemed worthy of.
1:4297
πληροφορίᾳ τοῦ νοὸς καὶ τῶν λογισμῶν ὅλῳ τῷ φρονήματι τῆς ψυχῆς ἀνέρχεται ἐν οὐρανῷ διὰ πνεύματος ὁδηγούμενος κἀκεῖ ἐργάζεται ἔργα ζωῆς ἀθάνατα καὶ ἄρρητα καὶ ἐκεῖ διαιτᾶται καὶ τὰ ἐκεῖ θαυμάσια τοῦ θεοῦ καὶ ἐξαίσια κάλλη τῶν πνευματικῶν πραγμάτων διὰ πίστεως κατοπτεύει ἐν πάσῃ πληροφορίᾳ
他以心思與思念的完全確信,以靈魂全部的心志,藉著聖靈的引導升到天上,在那裡行不朽而說不盡之生命的工作,並在那裡居住,又憑著信心,以全然的確信,觀看那裡神奇妙的事,以及屬靈事物那非凡的美麗。
With the full assurance of the mind and of the thoughts, with the whole disposition of the soul, he ascends into heaven, being guided by the Spirit, and there he works works of immortal and ineffable life, and there he dwells, and he beholds through faith, with all assurance, the wondrous things of God that are there and the extraordinary beauties of spiritual realities.
1:4298
ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει καὶ πάλιν·
而我們的國籍是在天上;又說:
But our citizenship exists in the heavens; and again:
1:4299
ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, καὶ ἐπάγει·
眼睛未曾看見,耳朵未曾聽見,人心也未曾想到的事,是神為愛祂的人所預備的;又接著說:
Things which eye has not seen and ear has not heard, nor have entered into the heart of man, which God has prepared for those who love him; and he adds:
1:4300
ἡμῖν δὲ ἀπεκάλυψεν διὰ τοῦ πνεύματος αὐτοῦ
但神藉著祂的靈向我們顯明了。
but to us he has revealed them through his Spirit.
1:4301
ὁρᾷς, πόσῳ κρείττους καὶ μείζους εἰσὶ καὶ δυνατώτεροι καὶ ἀληθινὸν καὶ αἰώνιον ἔργον ἐργαζόμενοι παρὰ πάντας τοὺς ἐν τῇ γῇ ἀνθρώπους οἱ τοῦ θεοῦ ἄξιοι, ἤτοι μεγιστάνας ἢ δυνάστας ἢ σοφοὺς ἢ βασιλεῖς
你看,那些蒙神眷顧、配得神的人,行著真實而永恆的工作,比地上所有的人——不論是顯貴、權貴、智者或君王——是何等地更優越、更偉大、更有能力。
You see how much better and greater and more powerful, and working a true and eternal work, are those worthy of God, than all the men on earth, whether magnates or potentates or the wise or kings.
1:4302
ὅπερ γὰρ οὐδεὶς ἀνθρώπων ποιεῖν δύναται, οὗτοι μόνοι ποιοῦσιν, ἐν οὐρανοῖς ἔργα πνευματικὰ καὶ μυστήρια οὐρανίων πραγμάτων ἀπὸ τοῦ νῦν καταλαμβάνειν ἀξιούμενοι
因為凡人不能做的事,唯獨他們能做,他們從今以後蒙允領悟諸天中屬靈的工作,以及天上事物的奧秘。
For what no man is able to do, these alone do, being deemed worthy from now on to grasp spiritual works in the heavens and the mysteries of heavenly realities.
1:4303
οὗτοι οὖν εἰσιν ἀληθῶς οἱ σοφοί, οὗτοι δυνατοί, οὗτοι εὐγενεῖς, οὗτοι ἔνδοξοι, οὗτοι πλούσιοι, οἱ τὴν οὐράνιον συγγένειαν τοῦ πνεύματος κτησάμενοι καὶ εἰς τὴν ἐπουράνιον ἐκκλησίαν τῶν ἁγίων καταμιγέντες καὶ τὸν ἐπουράνιον ἄνθρωπον ἔνδοθεν ἐνδυσάμενοι, ὅσον δὲ εἰς τὸ φαινόμενον πτωχοί εἰσιν, ἐνδεεῖς
因此,這等人才是真正的智者,真正的權能者,真正的高貴者,真正的尊榮者,真正的富足者;他們獲得了聖靈那屬天的親屬關係,融入了聖徒天上的教會,並在內裡穿上了那屬天的人——雖然就外表看來,他們是貧窮、匱乏的,
These, therefore, are truly the wise, these the powerful, these the noble, these the glorious, these the rich, who have acquired the heavenly kinship of the Spirit and have been mingled into the heavenly church of the saints and have inwardly put on the heavenly man — though as far as outward appearance goes they are poor, needy,
1:4304
ὅμοιοι τοῖς λοιποῖς ἀνθρώποις ὡσαύτως περιπατοῦσιν, ὡσαύτως διὰ τῆς σαρκίνης γλώσσης ὁμιλοῦσι καὶ κοπιῶντες καὶ πεινῶντες καὶ καθεύδοντες διὰ τὸ μὴ εἶναι καιρὸν νῦν τῆς σαρκὸς τὴν ἀφθαρσίαν ἀπολαβεῖν·
與其餘的人相似,一樣地行走,一樣地藉肉身的舌頭說話,勞苦、飢餓、睡眠,因為現今還不是肉身領受不朽壞的時候;
similar to the rest of men, walking about in the same way, likewise conversing through the fleshly tongue, laboring and hungering and sleeping, because it is not yet the time for the flesh to receive incorruption;
1:4305
τοῦτο γὰρ ἐν τῇ ἀναστάσει τετήρηται
因為這事是為復活時所存留的。
for this is reserved for the resurrection.
1:4306
Οἱ οὖν δυνάμενοι νοῆσαι τοὺς ὄντως Χριστιανούς, τίνες εἰσὶν ἔνδοθεν, ὁρῶσι πόση διαφορὰ μεταξὺ αὐτῶν καὶ πάντων τῶν τοῦ κόσμου ἀνθρώπων ἐστί
那些能夠洞悉真正基督徒內裡真實面貌的人,便看出他們與世上所有人之間有何等大的差別。
Those, therefore, who are able to understand who the true Christians really are within, see how great a difference there is between them and all the men of the world.
1:4307
καὶ γὰρ ἐπὶ τοῦ κυρίου οὕτως ἦν ἐν ἐκείνῳ τῷ καιρῷ·
事實上,在那時候,主自己也是如此:
For indeed it was thus also with the Lord in that time:
1:4308
προσήρχοντο οἱ θεραπεύεσθαι θέλοντες ὡς ἀνθρώπῳ σαρκοφόρῳ, ἐγγιζόντων δὲ αὐτῶν ὁ ἔσωθεν ἀόρατος τοῖς ὀφθαλμοῖς τοῦ σώματος οὐράνιος λόγος θεὸς τὰ παράδοξα καὶ θαυμάσια ἐπετέλει σημεῖα, μάλιστα τοῖς μετὰ πίστεως προσερχομένοις αὐτῷ
那些想要得醫治的人,來到祂面前,如同來到一個帶著肉身的人跟前;然而,當他們靠近之時,那內裡肉眼所不能見的、屬天的道——神——便行出了奇異而奇妙的神蹟,尤其是向那些憑信心來到祂面前的人。
Those who wished to be healed came to him as to a man bearing flesh; but as they drew near, the heavenly Word, God, invisible within to the eyes of the body, performed the paradoxical and wondrous signs, especially for those who came to him with faith.
1:4309
ὅθεν καὶ ὁ διάβολος οὐ μικρῶς ἐθορυβεῖτο κλεπτόμενος ὑπὸ τῆς σαρκὸς τοῦ κυρίου·
因此,魔鬼也大為驚擾不安,因被主的肉身所蒙蔽;
Whence also the devil was not a little disturbed, being deceived by the flesh of the Lord;
1:4310
ἡσυχάζοντος γὰρ τοῦ κυρίου ἐκεῖνος ἐταράσσετο, θεωρῶν μὲν ἔξωθεν ἄνθρωπον ὡς πάντας ἀνθρώπους, δι' αὐτοῦ δὲ μεγάλα θαυμάσια ἐκτελουμένα βλέπων ἐθαμβεῖτο καὶ συνείχετο φόβῳ τί ποιήσει, ὅτι τὸ ὁρώμενον μὲν αὐτοῦ ἄνθρωπος ἦν κοπιῶν καὶ πεινῶν καὶ καθεύδων, τὰ δι' αὐτοῦ δὲ γινόμενα οὐκ ἦν ἀνθρώ.. που
因為當主安靜不動時,那魔鬼卻大為擾動;牠從外表看見一個如同眾人一樣的人,卻看見藉著祂所成就的偉大奇事,便驚駭懼怕,不知所措,因為所能見到的祂,是個勞苦、飢餓、睡眠的人,但藉著祂所成就的事,卻不是人所能做的。
for while the Lord kept still, that one was troubled, seeing outwardly a man like all men, but seeing great wonders being accomplished through him, he was astonished and gripped with fear as to what he should do, because what was seen of him was a man laboring and hungering and sleeping, but what was being done through him was not of a man.
1:4311
διὰ γὰρ τὰ ἀνθρώπινα τοῦ κυρίου πάθη τυφλωθεὶς τῇ ἀγνοίᾳ τῆς κακίας αὐτοῦ καὶ νομίσας ἄνθρωπον εἶναι τὸν κύριον ὡς ἕνα τῶν δικαίων εἰς τὴν κατ' αὐτοῦ ἀναίρεσιν διὰ τῶν ὑπηκόων αὐτοῦ ἐπεχείρησε
因為魔鬼因自己邪惡的無知,被主人性的種種經歷所蒙蔽,以為主不過是像義人一樣的普通人,便試圖藉著牠的部下,設法除滅祂。
For, being blinded by the human sufferings of the Lord through the ignorance of his own wickedness, and supposing the Lord to be a man like one of the righteous, he attempted, through his subjects, to bring about his destruction.
1:4312
πρὸς ὃν ὁ κύριος οἱονεὶ ἔλεγεν·
主彷彿對牠說:
To whom the Lord, as it were, said:
1:4313
ὦ διάβολε, τί ταράσσῃ ἐμοῦ ἡσυχάζοντος; τί θορυβῇ σε; ὁ δέ·
「魔鬼啊,我安靜不動,你為何煩擾?是什麼使你驚慌?」牠便回答說:
"O devil, why are you troubled while I am at rest? What is disturbing you?" And he said:
1:4314
τὰ διὰ σοῦ, φησίν, ἐπιτελούμενα θορυβοῦσι με καὶ δεινόν μοι τάραχον ἐμποιοῦσι
牠說:「藉著你所成就的事使我驚擾,使我陷入極大的混亂。」
"The things accomplished through you," he says, "disturb me and cause me dreadful confusion."
1:4315
τὸ μὲν γὰρ ὁρώμενόν σου ἄνθρωπός ἐστι, τὰ δὲ διὰ σοῦ γινόμενα οὐκ ἔστιν ἀνθρώπου. διὰ γὰρ τῆς παθητῆς καὶ θνητῆς σαρκὸς δελεάσας αὐτὸν εἰς τὴν ἰδίαν αὐτοῦ ἀναίρεσιν καὶ τὸν θάνατον ὁ κύριος κατήργησεν αὐτοῦ τὴν πᾶσαν τυραννίδα
「因為在你身上所見的是人,但藉著你所成就的卻不是人所能做的。」主藉著這能受苦、必死的肉身,引誘牠自尋除滅,並藉著死,廢去了牠一切的暴政。
"For what is seen of you is a man, but what is done through you is not of a man." For having enticed him through the passible and mortal flesh to his own destruction, and through death, the Lord annulled all his tyranny.
1:4316
διὰ τὴν σάρκα γὰρ τῇ κατὰ τοῦ κυρίου ἀναιρέσει ὁ διάβολος ἐπεχείρησε, τὰ δὲ πονηρὰ πνεύματα αὐτοῦ ἐν τῷ σώματι ὄντος ἐπουρανίου πυρὸς τῆς θεότητος κατακαιόμενα ἔκραζον·
魔鬼正是為著這肉身,試圖除滅主;然而牠那些邪惡的靈,因主在肉身之內,被神性那屬天之火焚燒,便呼喊道:
For it was because of the flesh that the devil attempted the destruction of the Lord, but his evil spirits, since the Lord was in the body, being burned by the heavenly fire of the Godhead, cried out:
1:4317
τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ;.. ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; οὕτως τοίνυν εἰσὶ καὶ οἱ τοῦ Χριστοῦ ἴδιοι
「神的兒子,我們與你有什麼相干?……你來,是要在時候未到以前叫我們受苦嗎?」屬基督的人也是如此。
"What have we to do with you, Son of God? ...Have you come here before the time to torment us?" Thus, then, are also those who belong to Christ.
1:4318
Ἰησοῦς αὐτοῖς ἐνοικεῖ κατὰ τὸ μέτρον αὐτῶν, ὡς δοῦλοι δὲ Χριστοῦ καὶ ὡς παρ' αὐτοῦ τὴν χάριν δεχόμενοι ἔξωθέν εἰσιν ὅμοιοι καὶ ἐνδεεῖς καὶ ἄποροι τῶν κοσμικῶν πραγμάτων ὁρώμενοι, ἔνδοθεν δὲ αὐτῶν ἡ ἐνοικοῦσα τοῦ πνεύματος δύναμις καὶ αὐτοὺς τοὺς δαίμονας καίει
耶穌照著他們的分量住在他們裡面;他們作為基督的僕人,從祂領受恩典,外表看來與常人無異,並且在世俗的事上顯得缺乏、貧乏;然而在他們裡面,那內住聖靈的大能卻焚燒著魔鬼本身。
Jesus dwells in them according to their measure; and as servants of Christ, receiving grace from him, they appear outwardly to be like other men, and needy and destitute of worldly things, but inwardly the indwelling power of the Spirit burns even the demons themselves.
1:4319
κράζουσι γὰρ ἔμπροσθεν τῶν τοῦ θεοῦ δούλων τὰ πονηρὰ πνεύματα καίεσθαι ὁμολογοῦντα
因為邪靈在神僕人面前呼喊,承認自己正被焚燒,
For the evil spirits cry out before the servants of God, confessing that they are being burned,
1:4320
τούτοις προσπολεμοῦντας καὶ πυκτεύοντας παντελῶς ἡττᾶσθαι ὑπὸ τῶν Χριστιανῶν
並承認牠們在與這些人交戰爭鬥時,完全被基督徒所擊敗。
and that in fighting against them and contending with them, they are altogether defeated by the Christians.
1:4321
Ἴδε οἵας ἀξίας καὶ δυνάμεως οὗτοι τυγχάνουσι, κἂν τοῖς σώμασιν ἐξουδενωμένοι εἰσίν, ὡς πάντα τὰ κτίσματα καὶ τὸν διάβολον ἡττᾶσθαι αὐτοῖς
看哪,這等人所擁有的尊貴與能力何等大,儘管他們的肉身看似卑微,一切受造之物,甚至魔鬼,都被他們所擊敗。
Behold what dignity and power these attain to, even though in their bodies they are held in contempt, such that all created things and the devil are defeated by them.
1:4322
ἵνα δὲ ἀπόδειξιν τοῦ λόγου ἐνέγκωμεν, ὀλίγων μνημονεύσωμεν ἐν ταῖς γραφαῖς ἱστορουμένων ἀνθρώπων τοῦ θεοῦ, οἷοι τυγχάνουσι
為要證明這番話,讓我們回想聖經中所記載的幾位神的人,看看他們是何等樣的人。
But in order that we may bring proof for this statement, let us recall a few of the men of God recorded in the Scriptures, what sort of men they are.
1:4323
Ναβουχοδονόσορ, ὁ βασιλεὺς Βαβυλῶνος, ὅτε τὴν μεγάλην ἐκείνην εἰκόνα τὴν χρυσῆν κατεσκεύασε, θάμβους καὶ ἐκπλήξεως ἔργον, καὶ ἐκέλευσε πάντα τὰ ἔθνη τῆς γῆς συναχθῆναι εἰς τὸ μέγα ἐκεῖνο πεδίον, ἵνα προσκυνήσωσι τῇ χρυσῇ τοῦ βασιλέως εἰκόνι, τίς ἠδύνατο τὸ ἐπιτήδευμα ἐκεῖνο καὶ τὴν βουλὴν διασκεδάσαι, εἰ μὴ θεὸς μόνος διὰ τῆς ἀφράστου αὐτοῦ σοφίας οἰκονομίαν μεγάλην διὰ τοῦ ἐπιτηδεύματος ἐκείνου ἐπετέλεσε; παρέδωκε πρῶτον τὸν Ἰσραὴλ τῷ Ναβουχοδονόσορ εἰς αἰχμαλωσίαν, ἵνα καὶ ὁ λαὸς αὐτοῦ διὰ τὰς ἁμαρτίας παιδευθῇ καὶ ἡ κατασκευὴ τῆς κακίας ἡ διὰ τῆς εἰκόνος διαλυθῇ καὶ τοὺς οἰκείους αὐτοῦ θεράποντας φανερώσῃ, οἷοί εἰσι, καὶ ἵνα πάντα τὰ ἔθνη συναχθέντα εἰς προσκύνησιν τῆς εἰκόνος ἐκ τῆς τῶν τριῶν παίδων ἀνδραγαθίας μάθωσιν, ὅτι ἔστι θεὸς ἐν οὐρανῷ καὶ τοῦτον ἐπιγνῶσι
巴比倫王尼布甲尼撒,當他造了那尊使人驚駭訝異的巨大金像,並下令將地上萬國都招聚到那廣大的平原,好叫眾人向王的金像下拜——若不是神獨自藉著祂那說不盡的智慧,透過這個計謀成就了一個偉大的安排,誰能拆散那企圖與謀劃呢?祂先把以色列交在尼布甲尼撒手中,使他們被擄,好使祂的百姓因所犯的罪受管教,並使那藉著金像所設下的惡謀被拆毀,又使祂自己的僕人顯明他們是何等樣的人;也使那些為敬拜金像而聚集的萬國,從三個少年人的英勇作為中認識到天上有一位神,並認識這位神。
Nebuchadnezzar, king of Babylon, when he made that great golden image, a work of astonishment and amazement, and commanded all the nations of the earth to be gathered into that great plain, so that they might worship the golden image of the king — who could have scattered that scheme and counsel, except God alone, who through his ineffable wisdom accomplished a great dispensation through that scheme? He first handed Israel over to Nebuchadnezzar into captivity, so that his people might be disciplined on account of their sins, and the contrivance of wickedness through the image might be dissolved, and he might make manifest what sort of men his own servants are, and so that all the nations gathered for the worship of the image might learn from the valor of the three youths that there is a God in heaven, and might come to know him.
1:4324
θεώριόν τι καὶ ὡς εἰπεῖν θέατρόν τι ἀγαγεῖν ὁ κύριος ἠθέλησε συναχθέντων πάντων τῶν ἐθνῶν, ὡσαύτως καὶ τῶν ἄνω δυνάμεων τῶν ἐπουρανίων, ἵνα ἴδωσι πάντες τὰς ἀριστείας καὶ τὰ ἀνδραγαθήματα τῶν τοῦ θεοῦ δούλων
主願意在萬國聚集之時,並同樣使天上諸權能也聚集,興起一場景象,可以說是一場戲劇,好叫眾人得見神眾僕人的英勇事蹟與德行。
The Lord wished to bring about a certain spectacle, and, so to speak, a certain theater, with all the nations gathered together, and likewise also the powers above in the heavens, so that all might see the exploits and valorous deeds of the servants of God.
1:4325
διὸ προβάλλεται τοὺς τρεῖς παῖδας Ἀνανίαν, Ἀζαρίαν, Μισαήλ, καὶ διεβλήθησαν τῷ βασιλεῖ, ὅτι τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυ.. νοῦσιν. ἄγονται τοίνυν οἱ τρεῖς παῖδες ἐν τῷ μέσῳ
因此,祂使亞拿尼雅、亞撒利雅、米沙利三位少年顯露出來,他們被人向王控告,說他們不敬拜王所立的金像。於是這三位少年便被帶到眾人面前。
Therefore he brought forward the three youths, Ananias, Azarias, and Misael, and they were accused before the king, that they do not worship the golden image which he had set up. So the three youths were brought into the midst.
1:4326
ἐπερωτῶνται ὑπὸ τοῦ βασιλέως·
王便詰問他們:
They are questioned by the king:
1:4327
εἰ ἀληθῶς, Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε; παρρησιάζονται τῷ βασιλεῖ ἀποκρινόμενοι·
「沙得拉、米煞、亞伯尼歌,你們果真不事奉我的神,也不敬拜我所立的金像嗎?」他們便向王坦然無懼地回答說:
"Is it true, Shadrach, Meshach, and Abednego, that you do not serve my gods, and do not worship the golden image which I set up?" They speak boldly to the king in reply:
1:4328
ἡμεῖς τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν
「我們不事奉你的神,也不敬拜你所立的金像。」
"We do not serve your gods, and we do not worship the golden image which you set up."
1:4329
βάλε ἡμᾶς εἰς τὴν κάμινον τοῦ πυρός
「把我們扔進火窯裡吧。」
"Cast us into the furnace of fire."
1:4330
ἔστι γὰρ θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τοῦ πυρὸς καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς, καὶ ἐὰν μήγνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι.. τοῖς θεοῖς σου οὐ λατρεύομεν. λοιπὸν ὅρα ἐνταῦθα πάντες κατ' αὐτῶν λαοί, ἔθνη, μεγιστᾶνες, βασιλεῖς, πάντες ἐναντίοι κατ' αὐτῶν ἦσαν, καὶ πᾶσα κτίσις ὁρατὴ καὶ ἀόρατος δυνάμεων πονηρῶν κατ' αὐτῶν ἦσαν καὶ τρεῖς παῖδες πᾶσαν κτίσιν ὁρατὴν καὶ ἀόρατον ἐνίκησαν
「因為天上有一位神,祂必救我們脫離火,也必救我們脫離王你的手;即或不然,王啊,你當知道,我們不事奉你的神。」於是,你看,在這裡,眾民、萬國、顯貴、君王都與他們為敵,一切人都與他們反對;一切有形與無形的邪惡權勢都與他們作對;然而這三位少年卻勝過了一切有形與無形的受造之物。
"For there is a God in heaven who will deliver us from the fire, and he will rescue us from your hands, O king; but even if not, be it known to you, O king, that we do not serve your gods." So then, observe here: all the peoples, nations, magnates, and kings were against them; all were opposed to them, and every creature, visible and invisible, of the wicked powers, was against them; and the three youths conquered every creature, visible and invisible.
1:4331
ὅρα πόση δύναμις ἐν τοῖς τοῦ θεοῦ δούλοις
你看,在神的僕人裡有何等大的能力。
See how great a power there is in the servants of God.
1:4332
βληθέντων γὰρ αὐτῶν ἐν τῇ καμίνῳ τοῦ πυρὸς διεσχίσθησαν αἱ φλόγες καὶ ἀβλαβεῖς διεφυλάχθησαν οὗτοι διὰ τὴν πρὸς θεὸν αὐτῶν τελείαν πίστιν, καὶ οὕτως ἦσαν ἀσινεῖς ἐξελθόντες ἐκ τῆς καμίνου καὶ τὸ νῖκος κατὰ πάντων ἀράμενοι
因為當他們被扔進火窯之時,火焰便分裂開來,他們因對神完全的信心而被保守毫髮無損;他們就這樣毫無損傷地從窯中出來,奪得了勝過一切的勝利。
For when they were cast into the furnace of fire, the flames were split apart, and they were preserved unharmed because of their perfect faith toward their God, and thus they came out of the furnace unhurt, having carried off the victory over all.
1:4333
ἔκραξεν οὖν ἐπ' αὐτοῖς πᾶσα ἡ ἐπουράνιος τῶν ἀγγέλων καὶ τῶν ἁγίων δυνάμεων ἐκκλησία, νικητὰς αὐτοὺς θεασαμένη
於是,天上眾天使和聖潔諸權能所組成的全體教會,見他們得勝,就為他們發出歡呼,
Then the whole heavenly church of the angels and the holy powers cried out over them, having beheld them as victors,
1:4334
καὶ πᾶσα δὲ ἡ συνάθροισις τῶν ἐπὶ γῆς ἐθνῶν ἐπεκρότησεν αὐτοῖς·
地上萬國的整個聚集也為他們鼓掌喝采:
and the whole assembly of the nations on earth also applauded them:
1:4335
ἐκ μεταβολῆς γὰρ τὸν θεὸν τοῦ Ἰσραὴλ προσεκύνησαν ἀντὶ τῆς χρυσῆς εἰκόνος αὐτός τε ὁ βασιλεὺς καὶ οἱ ὑπ' αὐτὸν ὄντες
因為藉著這番轉變,王本人以及在他之下的人,都轉而敬拜以色列的神,不再敬拜那金像。
for, by a change of heart, both the king himself and those under him worshiped the God of Israel instead of the golden image.
1:4336
ἰδοὺ τοῦτο τὸ θέατρον εἰς τὴν τῶν δούλων τοῦ θεοῦ δοκιμασίαν γέγονε
看哪,這場戲劇的發生,是為要試驗神的僕人。
Behold, this theater came about for the testing of the servants of God.
1:4337
θέατρον, γάρ φησιν ὁ ἀπόστολος, ἐγενήθημεν καὶ ἀγγέλοις καὶ ἀνθρώποις
因為使徒說:「我們成了一台戲,給天使和眾人觀看。」
For, says the apostle, "we have become a theater to angels and to men."
1:4338
ὁρᾷς ὅτι, καθὼς προειρήκαμεν, καὶ οἱ ἐπουράνιοι συνέρχονται εἰς τὰς τῶν ἁγίων ἀνδραγαθίας
你看,正如我們先前所說,天上的眾生也聚集來觀看聖徒的英勇事蹟。
You see that, as we have said before, the heavenly beings also come together for the valorous deeds of the saints.
1:4339
Καὶ ἀλλαχοῦ δὲ κατὰ καιροὺς ἐποίησεν ὁ θεὸς ὥσπερ εἰπεῖν θεώριον καὶ θέατρον τοῖς ἄνω καὶ τοῖς κάτω, ὥσπερ ἐπὶ τοῦ Ἠλία
在別處,神也曾多次興起,可以說是一場景象,一台戲劇,給天上與地下的眾生觀看,正如以利亞的事蹟一般:
And elsewhere, too, at various times, God brought about, so to speak, a spectacle and a theater for those above and those below, as in the case of Elijah:
1:4340
εἷς ἄνθρωπος πρὸς πολλὰς μυριάδας ἴσχυσε διὰ τῆς τοῦ οὐρανίου πυρὸς καταβάσεως ἐπὶ τὸ θυσιαστήριον, καὶ πάντες ἐκεῖνοι ἕνα ἄνθρωπον θεοῦ ἡττῆσαι οὐκ ἠδυνήθησαν
一個人藉著天上之火降臨在祭壇上,便勝過了千萬眾人,而那眾多的人卻無法勝過這一位屬神的人。
One man prevailed against many myriads through the descent of heavenly fire upon the altar, and all those could not defeat one man of God.
1:4341
ὁμοίως καὶ ἐπὶ τοῦ Μωϋσέως
摩西的事也是如此。
Likewise also in the case of Moses.
1:4342
κἀκεῖ θέατρον τοῦ θεοῦ γέγονε·
那裡也成了彰顯神大能的舞台;
There too a theater of God's power came to be;
1:4343
πρὸς ἕνα ἄνθρωπον τὸν Μωϋσῆν ὅλη ἡ Αἴγυπτος οὐκ ἴσχυσε, καὶ εἷς μόνος ἐνίκησε πᾶσαν τὴν δύναμιν Φαραώ
全埃及都勝不過摩西一人,唯獨他一人卻勝過法老的全部勢力。
against one man, Moses, all Egypt had no power, and he alone conquered all the might of Pharaoh.
1:4344
αὐτοῖς μάστιγας καὶ παντοίῳ τρόπῳ ὑπέταξεν αὐτούς, ἕως καὶ θαλάσσῃ παραδοὺς τούτους ποντι.. σθῆναι παρεσκεύασεν, ὅτι κατὰ τοῦ λαοῦ τοῦ θεοῦ γεγόνασιν
祂以各樣災殃降在他們身上,用種種方式制伏他們,直到把他們交付海中,使他們被淹沒,因為他們敵擋了神的百姓。
He brought plagues upon them and subdued them in every way, until at last, delivering them over to the sea, He caused them to be drowned, because they had risen up against the people of God.
1:4345
ὁμοίως ἐπὶ Λὼτ τὸ αὐτὸ γέγονε
羅得的事也是如此。
Likewise the same thing happened in the case of Lot.
1:4346
μόνος ἠδυνήθη νικήσας ἐκφυγεῖν τὸ πῦρ καὶ σὺν ταῖς θυγατράσιν αὐτοῦ σωθῆναι
唯獨他能夠得勝,逃脫那火,並與他的女兒們一同得救。
He alone was able, by prevailing, to escape the fire and be saved together with his daughters.
1:4347
μόνος γὰρ καὶ αὐτὸς σὺν τοῖς ἰδίοις διασωθεὶς τὸν κόσμον ἐνίκησε
因為唯獨他與自己的家人一同得救,勝過了這世界。
For he alone, being saved together with his own, conquered the world.
1:4348
πάντων γὰρ εἰς ἀπώλειαν καὶ ἀφανισμὸν χωρησάντων αὐτὸς ἠδυνήθη μόνος τὴν τοῦ θεοῦ ὀργὴν διαφυγεῖν διὰ τὴν πρὸς αὐτὸν τελείαν εὐαρέστησιν
因為當眾人都陷入滅亡與消滅之時,唯獨他因對神完全的蒙悅納,得以逃脫神的忿怒。
For while all others went to destruction and utter ruin, he alone was able to escape the wrath of God, because of his perfect pleasing of Him.
1:4349
Ταῦτα δὲ ἀπεδείξαμεν, ἀγαπητοὶ ἀδελφοί, συνιστῶντες ἡλίκοι εἰσὶν τῇ δυνάμει οἱ τελείοι Χριστιανοί, ὥστε πάντα τὰ φαινόμενα καὶ πάντα τὸν κόσμον νικᾶν αὐτούς
親愛的弟兄們,我們陳明這些事,是要證明那些完全的基督徒在能力上是何等偉大,以致他們勝過一切可見之物,並勝過全世界。
We have demonstrated these things, beloved brethren, to establish how great in power the perfect Christians are, so that they conquer all visible things and the whole world.
1:4350
καὶ τὰ τῆς πονηρίας δὲ πνεύματα τούτοις πολεμοῦντα ἡττῶνται, καὶ πάντων τούτων ἀνώτεροι οἱ ἄξιοι δοῦλοι τοῦ Χριστοῦ τυγχάνουσι διὰ τὴν ἐν αὐτοῖς οἰκοῦσαν τοῦ θεοῦ δύναμιν
邪惡的諸靈與他們爭戰,也都被擊敗;基督那些配得的僕人,因著住在他們裡面神的大能,勝過這一切。
And the spirits of wickedness, warring against them, are defeated; and the worthy servants of Christ prove superior to all these, because of the power of God dwelling within them.
1:4351
πάντα γὰρ τὰ φαινόμενα καὶ τὰ ἀόρατα τῆς πονηρίας πνεύματα τούτοις ἐναντιοῦται καὶ πολεμεῖ
因為一切可見之物,以及那不可見的邪惡諸靈,都與他們為敵,向他們爭戰。
For all visible things, and the invisible spirits of wickedness, are opposed to them and wage war against them.
1:4352
διπλοῦς τοίνυν ἐστὶ τοῖς Χριστιανοῖς ὁ πόλεμος καὶ διπλῆ ἡ πάλη, πρός τε τὰ ὁρώμενα τῷ ὀφθαλμῷ τούτῳ καὶ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ κοσμοκράτορος
因此,對基督徒而言,爭戰是雙重的,搏鬥也是雙重的:一是對抗這肉眼所見之物,一是對抗這世界統治者的執政者和掌權者。
Twofold, therefore, is the warfare for Christians, and twofold the struggle: against the things seen by this bodily eye, and against the principalities and powers of the ruler of this world.
1:4353
τὰ γὰρ τοῖς ὀφθαλμοῖς τούτοις βλεπόμενα ἐρεθίζει καὶ γαργαλίζει καὶ προτρέπεται τὴν ψυχὴν εἰς τὸ ἐν τούτοις δεδέσθαι καὶ κατέχεσθαι καὶ ἥδεσθαι, μᾶλλον δὲ.. αὐτὴ ἡ κακία εἰς τὰ φαινόμενα δεσμεῖ τοὺς ὑπηκόους αὐτῇ
因為這雙眼所看見的事物挑動、撩撥靈魂,慫恿它被捆綁、被扣留、並以此為樂;更確切地說,是邪惡本身將順服於它的人捆綁於可見之物上。
For the things seen by these eyes provoke and titillate, inciting the soul to be bound to them, held fast by them, and to delight in them—or rather, wickedness itself binds those subject to it to visible things.
1:4354
ἵνα δὲ παραστήσω ταῦτα οὕτως ἔχειν, ἄκουσον ἐν τῷ εὐαγγελίῳ τοῦ κυρίου λέγοντος περὶ τοῦ σπόρου τοῦ εἰς τὴν ἀκανθώδη γῆν πεσόντος, ὅτι ἀνελθοῦσαι αἱ ἄκανθαι συνέπνιξαν αὐτόν, καὶ ἑρμηνεύει ὁ κύριος τὰς μερίμνας καὶ φροντίδας τὰς.. βιωτικὰς εἶναι
為要證明這是真實的,請聽福音書中主論到落在荊棘地裡的種子,說荊棘長起來把它擠住了;主解釋說,那荊棘就是今生的思慮與掛慮。
But that I may show that this is so, hear the Lord in the Gospel speaking of the seed that fell on thorny ground, that the thorns grew up and choked it; and the Lord interprets the thorns to be the cares and anxieties of life.
1:4355
καὶ ἀλλαχοῦ φανερῶς ἐκτίθεται τοὺς κληθέντας εἰς τοὺς γάμους τοῦ βασιλέως καὶ διὰ τὰ βιωτικὰ πράγματα μὴ βουληθέντας ἀπελθεῖν
在別處他也清楚地陳明那些被召赴王的婚筵、卻因今生的事務而不肯前去的人。
And elsewhere he plainly sets forth those who were invited to the king's wedding feast but were unwilling to go, because of the affairs of daily life.
1:4356
ὁ πρῶτος, γάρ φησιν, εἶπεν·
因為第一個人,他說,說道:
For the first, he says, said:
1:4357
ἀγρὸν ἠγόρασα, καὶ ὑπάγω ἐπισκέψασθαι αὐτόν, ἔχε με παρῃτημένον
「我買了一塊地,必須去看看,請你准我辭了。」
'I have bought a field, and I must go and see it; have me excused.'
1:4358
ζεύγη βοῶν ἠγόρασα, καὶ ὑπάγω δοκιμάσαι αὐτά, ἔχε με παρῃτημένον
「我買了幾對牛,要去試一試,請你准我辭了。」
'I have bought some yoke of oxen, and I am going to try them out; have me excused.'
1:4359
γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν
「我才娶了妻,所以不能去。」
'I have married a wife, and therefore I cannot come.'
1:4360
φανερὸν δέ, ὅτι ταῦτα τὰ βλεπόμενά εἰσι, δι' ἅπερ οὐκ.. ἠδυνήθησαν εἰς τοὺς γάμους τοῦ βασιλέως ἀπελθεῖν
顯然,這些正是那些可見的事物,正因這些事,他們才無法前去赴王的婚筵。
It is clear that these are the visible things on account of which they were unable to go to the king's wedding feast.
1:4361
διπλοῦς τοίνυν ἐστὶν ὁ πόλεμος τοῖς Χριστιανοῖς, ὡς προείρηται, καὶ διπλοῦν ἀγῶνα καὶ πυκτὴν ἔχει ἀγωνίσασθαι ἕκαστος καὶ θλιβῆναι ὁ βουλόμενος εὐαρεστῆσαι τῷ κυρίῳ
如前所述,基督徒的爭戰是雙重的;凡願意討主喜悅的人,各人都必須進行雙重的爭鬥與搏擊,並忍受患難。
Twofold, then, as has been said, is the warfare for Christians, and each one who wishes to please the Lord has a twofold contest and combat to fight, and affliction to endure.
1:4362
ὅταν γάρ τις ἀναχωρήσῃ ἀπὸ τῶν γονέων, ἀπὸ γυναικὸς ἢ κτημάτων ἢ τρυφῆς ἢ πατρίδος ἢ συνηθειῶν καὶ νικήσῃ ὥσπερ εἰπεῖν ταῦτα καὶ καταγωνίσηταικαὶ ταῦτα γὰρ πόλεμός ἐστι, τότε συναγαγὼν ἑαυτὸν καὶ σχολάζων τῷ κυρίῳ καὶ ἐγκύψας ἔνδον ἐν τῇ ἑαυτοῦ ψυχῇ ἔχει πάλιν πόλεμον καὶ ἀγῶνα μέγαν πρὸς ἀντικειμένας δυνάμεις, πρὸς ἀοράτους ἐχθροὺς καὶ ἐνεργείας σκότους, πρὸς ἃ πολεμῆσαι αὐτὸν καὶ ἀγωνίσασθαι χρὴ ἀναλαβόντα ὅπλα οὐράνια, ἵνα δυνηθῇ.. νικῆσαι τὸν δεινὸν καὶ πικρὸν τῆς κακίας πόλεμον
因為當一個人離開父母、妻子、財產、逸樂、故土或習俗,並可以說戰勝、制伏了這些──因為這些也是一場爭戰──那時,他將自己收斂聚集,專心事奉主,俯身進入自己內心的靈魂裡,卻又要面對另一場爭戰與極大的搏鬥,就是對抗那敵對的權勢、那不可見的仇敵、以及黑暗的作為;為此他必須拿起屬天的兵器去爭戰、去搏鬥,好使他能夠勝過那可怕而痛苦的邪惡之戰。
For when someone withdraws from parents, from wife, or possessions, or luxury, or homeland, or habits, and, so to speak, overcomes and prevails over these—for these too are warfare—then, having gathered himself together, given himself leisure for the Lord, and turned inward into his own soul, he has yet again a war and a great contest against the opposing powers, against invisible enemies and the workings of darkness; against these he must fight and contend, having taken up heavenly weapons, so that he may be able to conquer the terrible and bitter warfare of wickedness.
1:4363
Ἵνα δὲ καὶ ταῦτα μὴ δόξωμεν ἀφ' ἑαυτῶν λέγειν, ἄκουε τοῦ ἀποστόλου λέγοντος·
然而,免得我們似乎是憑自己說這些話,請聽使徒所說的:
But lest we seem to be saying these things on our own authority, hear the Apostle saying:
1:4364
πειρασμὸς ἡμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος ( τουτέστι φαινόμενος), ὥστε ἔστι μὴ ἀνθρώπινος, ἀλλὰ ἀόρατος πειρασμός τε καὶ πόλεμος, καὶ πάλιν·
「我們所遇見的試探,無非是人所能受的」(也就是可見的)──由此可知也有一種試探與爭戰,不是屬人的,而是不可見的;他又說:
'No temptation has overtaken us but such as is human' (that is, visible)—so that there is also a temptation and warfare that is not human, but invisible; and again:
1:4365
τὸ λοιπόν, ἀδελφοί, ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ
「弟兄們,我還有末了的話:你們要靠著主、靠祂的大能大力作剛強的人。」
'Finally, brethren, be strong in the Lord and in the power of His might.'
1:4366
ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου·
「要穿戴神所賜的全副軍裝,好叫你們能抵擋魔鬼的詭計。」
'Put on the whole armor of God, that you may be able to stand against the wiles of the devil.'
1:4367
ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας
「因我們並不是與屬血氣的爭戰,乃是與那些執政的、掌權的、管轄這幽暗世界的,以及天空屬靈氣的惡魔爭戰。」
'For we do not wrestle against flesh and blood, but against the principalities, against the powers, against the rulers of the darkness of this age, against the spiritual hosts of wickedness.'
1:4368
ὥστε εἰσὶν ἀρχαὶ καὶ ἐξουσίαι καὶ κοσμοκράτορες καὶ πνευματικὰ τῆς πονηρίας, πρὸς ἃ δεῖ ἡμᾶς ἀγωνίζεσθαι.. καὶ πολεμεῖν
由此可見,確實有執政的、掌權的、管轄世界的,以及屬靈的邪惡勢力,是我們必須與之爭競、與之爭戰的。
So then, there are principalities and powers and rulers of the world and spiritual hosts of wickedness, against which we must contend and war.
1:4369
καὶ ποῦ εἰσι ταῦτα καὶ ποῦ πολεμοῦσιν; ἔνδον ἐν τῇ ψυχῇ, ἐν τοῖς διαλογισμοῖς
那麼這些勢力在哪裡?牠們又在哪裡爭戰呢?就在裡面,在靈魂之中,在思念意念裡。
And where are these, and where do they wage war? Within, in the soul, in the reasonings of the mind.
1:4370
τὸν θώρακα τῆς δικαιοσύνης
「公義的護心鏡」
'the breastplate of righteousness'
1:4371
ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι
「此外,又拿著信德當作籐牌,可以滅盡那惡者一切的火箭。」
'above all, taking up the shield of faith, with which you will be able to quench all the fiery darts of the wicked one.'
1:4372
καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος
「並戴上救恩的頭盔,拿著聖靈的寶劍。」
'and take the helmet of salvation, and the sword of the Spirit.'
1:4373
καὶ ἐπάγει, πῶς τις εὕρῃ καὶ κτήσεται ταῦτα, ὅτι διὰ πάσης προσευχῆς, φησί, καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ, καὶ εἰς αὐτὸ τοῦ.. το προσκαρτεροῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει
他接著又說明如何能尋得並獲得這些兵器:他說,「靠著聖靈,隨時多方禱告祈求,並要在此警醒不倦,恆切祈求。」
And he adds how one may find and acquire these: 'with all prayer,' he says, 'and supplication, praying at all times, and to this very end being watchful with all perseverance and supplication.'
1:4374
ἐδίδαξεν οὖν πῶς δεῖ ἡμᾶς εὑρεῖν τὰ ὅπλα τὰ πνευματικά, δι' ὧν δυνάμεθα τοὺς ἀοράτους ἐχθροὺς τροπώσασθαι
由此他教導我們,應當如何尋得屬靈的兵器,好使我們能夠使那不可見的仇敵潰逃。
He has taught, then, how we must find the spiritual weapons by which we are able to put the invisible enemies to flight.
1:4375
ἀλλὰ καὶ ὁ κύριος περὶ τοῦ διπλοῦ τούτου πολέμου, τοῦ τε διὰ τῶν φαινομένων καὶ τοῦ διὰ τοῦ πονηροῦ γινομένου αἰνισσόμενος ἔλεγε·
而主自己也曾暗示這雙重的爭戰──一是藉著可見之物而來的,一是藉著那惡者而來的──祂說:
But the Lord also, alluding to this twofold warfare—that which comes through visible things and that which comes through the evil one—said:
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。