📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 屬靈講道集

屬靈講道集 第 1 章 第 30/36 段

希臘文原文.100 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:4376–1:4475(全章共 5111 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:4376
τίς βασιλεὺς ἀπερχόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον οὐχὶ καθίσας συμψηφίζει καὶ θεωρεῖ εἰ δύναται ἀπαντῆσαι μετὰ δέκα χιλιάδων τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ; ἐπεὶ ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην
「或是一個王出去和別的王打仗,豈不先坐下酌量,能否用一萬兵去抵擋那領二萬兵來攻打他的嗎?若是不能,就趁敵人還遠的時候,派使者去求和了。」
'What king, going out to encounter another king in battle, does not first sit down and consider whether he is able with ten thousand to meet him who comes against him with twenty thousand? Or else, while the other is still far off, he sends a delegation and asks for terms of peace.'
1:4377
ὅρα πῶς ὀφείλεις ἀγωνίσασθαι καὶ ὅλον ἑαυτὸν δοῦναι, ὡς εἰδώς, ὅτι τοιούτους μέλλεις πολέμους.. ἀγωνίζεσθαι φανερούς τε καὶ κρυφίους. καὶ γὰρ Μωϋσῆς τὴν σκιὰν τῆς ἀληθείας προεκτυπῶν ἐκέλευσε κήρυκα βοᾶν ἐν τῷ λαῷ, ἐπὰν ἔμελλεν εἰς πόλεμον ἐξέρχεσθαι·
你看你該當如何奮力爭戰、將自己全然獻上,因為你知道你將要打的,是這樣公開又隱密的爭戰。摩西也曾預先描繪出真理的影兒,吩咐傳令官在百姓中宣告,每逢他們要出去打仗的時候:
See how you ought to contend and give yourself wholly, knowing that you are about to fight such wars, both open and hidden. For Moses too, prefiguring the shadow of the truth, commanded a herald to proclaim among the people, whenever they were about to go out to war:
1:4378
εἴ τις (φησὶ) δειλός, μὴ ἐξέλθῃ ἐν τῷ πολέμῳ, μήποτε δειλανδρήσας καὶ τὰς τῶν ἄλλων καρδίας εἰς δειλίαν ἐνέγκῃ καὶ εἰς τὰ ὀπίσω.. στρέψῃ
他說:「若有人膽怯懼怕,就不要出戰,免得他使人膽怯,連累別人的心也像他的心一樣消化,使他們也轉身退卻。」
'If anyone,' he says, 'is fainthearted, let him not go out to war, lest he make others cowardly and cause the hearts of his brethren to melt like his own, and turn them back.'
1:4379
ὁμοίως εἴ τις (φησὶν) ἔγημε προσφάτως γυναῖκα, μὴ ἐξέλθῃ, μήποτε γενόμενος ἐν τῷ πολέμῳ καὶ μνησθεὶς τῆς γυναικὸς αὐτοῦ ἀποστραφῇ καὶ ἄλλους σὺν ἑαυτῷ παραλήψεται
同樣地,他說,若有人剛娶了妻子,就不要出戰,免得他在戰場上思念妻子,因而轉身退卻,並帶著別人一同退卻。
Likewise, if anyone, he says, has recently married a wife, let him not go out, lest, being in the battle and remembering his wife, he turn back and take others with him.
1:4380
εἴ τις ᾠκοδόμησεν οἶκον καὶ οὐκ ἐξετέλεσε, μὴ ἐξέλθῃ ἐν τῷ πολέμῳ, μήποτε μνησθεὶς τῆς οἰκοδομῆς καὶ.. χαυνωθεὶς ἐν τῷ πολέμῳ καὶ ἄλλους ἀποστραφῆναι ποιήσῃ
若有人建造房屋尚未完工,就不要出戰,免得他在戰場上思念那房屋,因而心志鬆懈,也使別人跟著退卻。
If anyone has built a house and has not finished it, let him not go out to war, lest, remembering the building and growing faint-hearted in the battle, he cause others also to turn back.
1:4381
τὸν αὐτὸν τρόπον καὶ ὁ κύριος ἐνταῦθα γενναίας καὶ εὐπροαιρέτους καὶ ἀνδρείας ψυχὰς ἐπιζητῶν ἔλεγεν, ὅτι πρῶτον βλέπει εἰ δύναται μετὰ δεκὰ χιλιάδων ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ πρὸς αὐτόν, εἰ δὲ μή γε, ἔτι πόρρω αὐτοῦ ὄντος ἐρωτᾷ τὰ πρὸς εἰρήνην, ἀνδρείους ἐπιζητῶν καὶ προθύμους καὶ ὅλον τὸ ἑαυτῶν θέλημα τῷ κυρίῳ ἐν πεποιθήσει ἀναθέντας καὶ ἔκδοτον τὴν ἑαυτῶν προαίρεσιν ἐκδιδόντας καὶ ὀπίσω αὐτοῦ ἀκολουθοῦντας καὶ πιστεύοντας, ὅτι πᾶσα ἡ νίκη διὰ τῶν ἐξ οὐρανοῦ πνευματικῶν ὅπλων διδομένων τοῖς πιστεύουσι γίνεται
同樣地,主在此也在尋找高尚、甘心樂意、且勇敢的靈魂,祂說祂首先要察看自己能否用一萬兵去迎戰那領二萬兵前來的敵人;若不能,就趁敵人尚遠時,求和平的條件──祂尋找的是那些勇敢而熱切、在確信中將自己全部意志交託給主、將自己的自由選擇完全交出、跟隨祂並且相信一切得勝都是藉著從天上賜給信徒的屬靈兵器而來的靈魂。
In the same way, the Lord here also, seeking noble, willing, and courageous souls, was saying that He first considers whether He is able with ten thousand to meet him who comes against Him with twenty thousand; and if not, while the enemy is still far off, He asks for terms of peace—seeking courageous and eager souls who, in confidence, have committed their whole will to the Lord, who surrender their own free choice entirely, follow after Him, and believe that all victory comes through the spiritual weapons given from heaven to those who believe.
1:4382
Χρὴ τοίνυν τὸν βουλόμενον τοῦ κυρίου ἄξιον γενέσθαι πρῶτον ἀναχωρῆσαι πάντων τῶν φαινομένων καὶ μισῆσαι τὰ τοῦ κόσμου πράγματα καὶ ἡδονὰς καὶ τρυφὰς καὶ δόξας καὶ ἀξιώματα καὶ κτήσεις καὶ πατρίδα, γονεῖς τε καὶ συγγενεῖς καὶ φίλους κατὰ σάρκα καὶ τιμὰς καὶ ἐπαίνους καὶ προσκυνήσεις ἀνθρώπων, καὶ ὅταν εἰς ταῦτα τὰ φαινόμενα ἀγωνισάμενος καλῶς νικήσῃ, τὸ λοιπὸν χρὴ αὐτὸν προσκαρτερῆσαι τῷ κυρίῳ ἐν πάσῃ δεήσει καὶ πόνῳ, ἐν αἰτήσει τῆς προσευχῆς, ἵνα λάβῃ τὸ ὅπλον ἐξ οὐρανοῦ, τὴν μάχαιραν τοῦ.. πνεύματος καὶ ἵνα τοῖς ὅπλοις τούτοις ἐγγυμνάσηται
因此,那願意配得起主的人,首先必須離開一切可見之物,並恨惡世上的事務──享樂、奢華、榮耀、尊位、財產、故土,以及按肉體而言的父母、親屬與朋友,還有世人的尊崇、稱讚與敬拜;當他奮力爭戰,得勝了這些可見之物後,接下來他必須以一切懇求與勞苦,在祈禱的求告中恆切持守於主,好使他能領受從天上來的兵器──聖靈的寶劍,並藉此兵器操練自己。
It is necessary, then, for the one who wishes to become worthy of the Lord, first to withdraw from all visible things, and to hate the affairs of the world—pleasures, luxuries, glories, honors, possessions, and homeland, parents, kinsmen and friends according to the flesh, and the honors, praises, and homage of men—and when, having contended, he has nobly conquered these visible things, thereafter it is necessary for him to persevere with the Lord in all supplication and labor, in the petition of prayer, so that he may receive the weapon from heaven, the sword of the Spirit, and be trained in the use of these weapons.
1:4383
μείζους προκοπὰς ἡμέραν ἐξ ἡμέρας ἔρχονται
他們便一天比一天邁向更大的長進。
they advance to greater progress day by day.
1:4384
ἀλλὰ τὰ μέτρα ταῦτα ἕτερά ἐστι παρ' ἐκεῖνα τοῦ ἀρχὴν ἔχοντος πολεμεῖν
然而,這些程度與那剛開始爭戰之人的程度是不同的。
But these measures are different from those of one who is only just beginning to fight.
1:4385
ἐὰν δὲ μὴ ἔχῃ τὰ ὅπλα τοῦ πνεύματος οὐ δύναται τοῖς ἐχθροῖς πολεμῆσαι καὶ κατὰ τῶν τῆς πονηρίας πνευμάτων τὴν νίκην ἄρασθαι·
但若他沒有聖靈的兵器,就不能與仇敵爭戰,也不能勝過那些邪惡的諸靈。
But if he does not have the weapons of the Spirit, he cannot fight against the enemies nor win the victory over the spirits of wickedness.
1:4386
ὥσπερ οὐδεὶς ἐν τοῖς φαινομένοις ἄνευ ξίφους καὶ ὅπλων πολεμεῖ, ἐπεὶ κατασφάττεται, οὕτω κἀνταῦθα
正如在可見的戰場上,沒有人不帶刀劍兵器就去打仗──否則他就會被殺──在這裡也是如此。
Just as no one in visible warfare fights without sword and weapons—since otherwise he would be slaughtered—so also here.
1:4387
Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεὸν ὅσοι μάλιστα τοῦ βίου τούτου ἠλλοτριώθημεν καὶ μονάζοντες καὶ ξένοι τῶν ἰδίων γεγόναμεν ἐν ἀδιαλείπτῳ εὐχῇ καὶ πόνῳ καρδίας καὶ προσκαρτερήσει δεήσεως, ἵνα ὁ κύριος δώσει ἡμῖν τὰ ἐπουράνια τοῦ πνεύματος ὅπλα, ὅπως δυνηθῶμεν δι' αὐτῶν περιγενέσθαι πάντων τῶν ἀντικειμένων ἡμῖν τῆς πονηρίας πνευμάτων, καὶ οὕτως ἀγωνισαμένοις κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ ὅλον τὸ θέλημα ἡμῶν αὐτῷ ἐκδεδωκόσι καὶ διὰ τῶν ὅπλων αὐτοῦ ἀνδραγαθήσασι καὶ τὴν κατὰ τῶν ἐχθρῶν νίκην ἀραμένοις οὕτω τὸν στέφανον τῆς δικαιοσύνης ὁ Χριστὸς ἡμῖν ἀποδώσει, σὺν αὐτῷ καταξιῶν ἡμᾶς εἰς τοὺς ἀπεράντους αἰῶνας συμβασιλεύειν
因此,讓我們這些──尤其是那些已經與今生疏離、離群獨居、與自己親人為異客的人──也懇求神,藉著不住的禱告、心中的勞苦,以及恆切的祈求,求主賜給我們屬天聖靈的兵器,使我們能夠藉此勝過一切與我們為敵的邪惡諸靈;如此照著神的旨意奮力爭戰,將我們全部的意志交託給祂,藉著祂的兵器勇敢行事,並在對抗仇敵中得勝,基督就必如此將公義的冠冕賜給我們,使我們配得與祂一同作王,直到無窮的世代。
Let us, then, also entreat God, we especially who have become estranged from this life, and, living as solitaries, have become strangers to our own kin, with unceasing prayer and travail of heart and perseverance in supplication, that the Lord may give us the heavenly weapons of the Spirit, so that through them we may be able to overcome all the spirits of wickedness set against us; and that thus, having contended according to the will of God, having surrendered our whole will to Him, having acted valiantly through His weapons, and having won the victory over the enemies, Christ may thus render to us the crown of righteousness, deeming us worthy to reign together with Him unto the endless ages.
1:4388
Αἱ φιλαλήθεις καὶ φιλόθεοι ψυχαὶ αἱ τελείως τὸν Χριστὸν ἐνδύσασθαι ἐν πολλῇ ἐλπίδι καὶ πίστει ἐπιθυμοῦσαι ὑπομνήσεως παρ' ἑτέρων οὐ τοσοῦτον χρῄζουσιν οὐδὲ τοῦ οὐρανίου πόθου καὶ ἔρωτος τοῦ πρὸς κύριον, κἂν ἐπὶ ποσὸν ἐλαττοῦσθαι ὑπομένουσιν, ἀλλ' ὅλαι ἐξ ὅλου τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωμέναι καὶ τῷ οὐρανίῳ ἔρωτι τετρωμέναι πρὸς τὸν πνευματικὸν νυμφίον ὁσημέραι πνευματικῆς.. προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν ἐπιγινώσκουσι
那些愛真理、愛神的靈魂,滿有盼望與信心,切願完全穿上基督,並不太需要別人的提醒,也不太需要別人激勵他們對主的屬天渴慕與愛情──即便他們有時會經歷這愛情有所減退──因為他們整個人已全然被釘在基督的十字架上,並因對那屬靈新郎的屬天愛情而受傷,所以他們每日都在自己裡面察覺到屬靈長進的感覺。
Souls that love truth and love God, who with much hope and faith desire to be perfectly clothed with Christ, have no great need of reminders from others, nor even of being urged toward the heavenly longing and love for the Lord—even though they may at times undergo some diminishing of it—but, being wholly and entirely nailed to the cross of Christ, and wounded with heavenly love for the spiritual Bridegroom, they perceive within themselves, day by day, a sense of spiritual progress.
1:4389
τετρωμέναι δὲ τῷ ἐπουρανίῳ πόθῳ καὶ ἔκπεινοι οὖσαι περὶ τὴν δικαιοσύνην τῶν ἀρετῶν καὶ τῆς ἐλλάμψεως τοῦ πνεύματος ἐπιθυμίαν πολλὴν ἀκορέστως ἔχουσαι, εἰ καὶ μυστηρίων θείων διὰ τῆς πίστεως αὐτῶν ἐπίγνωσιν λαμβάνειν καταξιοῦνται, καὶ εὐφροσύνης ἐπουρανίου χάριτος μέτοχοι γίνωνται, οὐ πεποίθασιν ἐν ἑαυταῖς οἰόμεναι εἶναί τι, ἀλλ' ὅσῳ πνευματικῶν χαρισμάτων καταξιοῦνται, τοσούτῳ.. μᾶλλον ἀκορέστως ἔχουσαι τοῦ ἐπουρανίου πόθου ἐμπόνως ἐπιζητοῦσι
他們因屬天的渴慕而受傷,對那諸德的公義及聖靈的光照懷著飢渴難填、永不滿足的強烈渴望──即便他們因信被算為配得,得以認識神聖的奧秘,並成為屬天恩典喜樂的有分者──他們仍不倚靠自己,不自以為是甚麼;反而,他們越被算為配得屬靈的恩賜,就越發帶著永不滿足的屬天渴慕,殷勤地竭力尋求。
Being wounded with heavenly longing, and hungering insatiably for the righteousness of the virtues and for the illumination of the Spirit, having an unquenchable desire—even if they are counted worthy through their faith to receive the knowledge of divine mysteries, and become partakers of the gladness of heavenly grace—they do not trust in themselves, thinking themselves to be something; but the more they are counted worthy of spiritual gifts, the more insatiably, with heavenly longing, they earnestly seek after it.
1:4390
καὶ ὅσον ἂν προκοπῆς πνευματικῆς ἐν ἑαυταῖς αἴσθωνται, τοσοῦτον μᾶλλον ἔκπεινοι καὶ ἔκδιψοι εἰς τὴν μετάληψιν καὶ αὔξησιν τῆς χάριτος ὑπάρχουσι
他們在自己裡面越是察覺到屬靈的長進,就越發飢渴慕求恩典的領受與增長。
And the more they perceive spiritual progress within themselves, the more they hunger and thirst for the receiving and increase of grace.
1:4391
καὶ ὅσῳ πνευματικῶς πλουτοῦσι, τοσούτῳ μᾶλλον ὡς πενόμεναι παρ' ἑαυταῖς εἰσιν, ἀκορέστως ἔχουσαι τῷ πνευματικῷ πόθῳ πρὸς τὸν οὐράνιον νυμφίον, ὥς φησιν ἡ γραφή·
他們在靈裡越是富足,就越發自視為貧窮,對那屬天新郎懷著永不滿足的屬靈渴慕,正如經上所說:
And the more they are spiritually rich, the more they regard themselves as poor, being insatiable in their spiritual longing for the heavenly Bridegroom, as the Scripture says:
1:4392
οἱ τρώγοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με·
「吃我的人,還要飢餓;喝我的人,還要……」
'Those who eat me will hunger still, and those who drink me...'
1:4393
αἱ τοιαῦται ψυχαὶ αἱ ἐμπύρως καὶ ἀκορέστως τὴν ἀγάπην πρὸς κύριον ἔχουσαι ἄξιαι τῆς αἰωνίου ζωῆς τυγχάνουσι·
這樣的靈魂,因對主懷有熱切而永不滿足的愛,配得永生。
Such souls, having fervent and insatiable love toward the Lord, are found worthy of eternal life.
1:4394
διὸ καὶ τῶν παθῶν τῆς ἀπολυτρώσεως τελείως καταξιοῦνται καὶ τοῦ ἁγιασμοῦ τοῦ πνεύματος τῆς ἀρρήτου καὶ μυστικῆς κοινωνίας ἐν πληρώματι χάριτος τὴν ἔλλαμψιν καὶ μετουσίαν τελείως κομί.. ζονται
因此他們也被算為完全配得從情慾中得贖,並配得聖靈的成聖;在充滿的恩典中,他們完全領受那不可言喻、奧秘之交通的光照與有分。
Therefore they are also counted fully worthy of redemption from the passions, and of the sanctification of the Spirit; and in the fullness of grace they fully receive the illumination and participation of that ineffable and mystical communion.
1:4395
καὶ τῷ φρονήματι ταπεινούμεναι μήτε ἔκπεινοι οὖσαι εἰς τὸ τέλειον τῆς ἀπαθείας μέτρον μήτε πληρωθῆναι τελείως τῆς χάριτος ἐν πάσῃ σπουδῇ καὶ πίστει ἐκδεξάμεναι, ἀλλ' ἐπληροφορήθησαν καὶ ἐπανεπαύθησαν καὶ ἐναπέμειναν εἰς τὴν ὀλίγην τοῦ πνεύματος παράκλησιν, εἰς ἔπαρσιν μᾶλλον ἤπερ εἰς ταπείνωσιν προκόψασαι
又有些靈魂,看似謙卑,卻既不渴慕那完全無情慾的程度,也不以全然的殷勤與信心期待被恩典完全充滿,反倒因聖靈些微的安慰便感到滿足、安歇、止步於此,結果所長進的不是謙卑,反倒是驕傲。
And there are souls, of a lowly disposition, that neither hunger for the perfect measure of dispassion, nor await, with all diligence and faith, to be completely filled with grace, but instead became satisfied, were at rest, and remained content with the Spirit's slight consolation, having advanced more toward pride than toward humility.
1:4396
αἱ τοιαῦται ψυχαὶ καὶ οὗπερ κατηξιώθησαν χαρίσματος, ὁτεδήποτε ἀπογυμνοῦνται διὰ τὴν ἀμελῆ καταφρόνησιν καὶ τὸν μάταιον τῆς οἰήσεως αὐτῶν τῦφον
這樣的靈魂,遲早會因疏忽輕忽以及自負虛妄的驕氣,而被奪去他們原先所配得的恩賜。
Such souls are, at some time or other, stripped even of the gift of which they were counted worthy, on account of careless disdain and the vain conceit of their self-opinion.
1:4397
Ψυχὴ γὰρ ἡ ἀληθῶς φιλόθεος καὶ φιλόχριστος κἂν μυρίας δικαιοσύνας ποιήσῃ, ὡς οὐδὲν ἐργασαμένη οὕτως ἐν ἑαυτῇ ἐστι διὰ τὸν πρὸς κύριον πόθον τὸν ἀκόρεστον·
因為那真正愛神、愛基督的靈魂,即便行了無數的義行,仍自覺一無所成,因為它對主懷有永不滿足的渴慕。
For the soul that truly loves God and loves Christ, even if it performs countless acts of righteousness, regards itself as one who has accomplished nothing, because of its insatiable longing for the Lord.
1:4398
κἂν νηστείαις καὶ ἀγρυπνίαις τὸ σῶμα καταδαπανήσῃ, ὡς μηδέπω ἀρξαμένη ποιεῖν περὶ τὰς ἀρετὰς διάκειται·
即便牠以禁食與儆醒耗盡己身,牠仍自覺彷彿尚未開始行諸美德。
Even if it wears out the body with fastings and vigils, it is disposed as one who has not yet even begun to practice the virtues.
1:4399
κἂν χαρισμάτων πνεύματος διαφόρων ἢ ἀποκαλύψεων καὶ μυστηρίων οὐρανίων τυχεῖν καταξιωθῇ, ὡς μηδὲν ἀκμὴν κεκτημένη ἐν ἑαυτῇ ἐστι διὰ τὴν ἄμετρον καὶ ἀκόρεστον πρὸς κύριον.. ἀγάπην
即便牠蒙算為配得,得著聖靈各樣不同的恩賜,或啟示與屬天的奧秘,牠仍自覺尚未擁有甚麼,因為牠對主懷有無可衡量、永不滿足的愛。
Even if it be counted worthy to obtain various gifts of the Spirit, or revelations and heavenly mysteries, it regards itself as possessing nothing yet, because of its immeasurable and insatiable love toward the Lord.
1:4400
ἀλλὰ πᾶσαν ἡμέραν ἔκπεινος καὶ ἔκδιψος διὰ πίστεως καὶ ἀγάπης ἐν προσκαρτερήσει εὐχῆς εἰς τὰ τῆς χάριτος γίνεται μυστήρια καὶ εἰς πᾶσαν κατάστασιν ἀρετῆς ἀκορέστως ἔχει, ἔρωτι πνεύματος οὐρανίου τετρωμένη, καὶ πόθον ἔμπυρον διὰ τῆς χάριτος ἀεὶ ἐν ἑαυτῇ ἀνακινεῖ πρὸς τὸν οὐράνιον νυμφίον, ἐπιθυμοῦσα καταξιωθῆναι τελείως τῆς πρὸς αὐτὸν μυστικῆς, ἀρρήτου ἐν ἁγιασμῷ πνεύματος κοινωνίας ἀποκεκαλυμμένη ψυχὴ πρόσωπον πρὸς πρόσωπον τῷ ἐπουρανίῳ νυμφίῳ ἐν φωτὶ πνευματικῷ καὶ ἀνεκλαλήτῳ ἐν πληροφορίᾳ πάσῃ ἀνακιρναμένη καὶ συμμορφουμένη τῷ θανάτῳ αὐτοῦ ἐν ἐπιθυμίᾳ πολλῇ καὶ τὸν ὑπὲρ Χριστοῦ θάνατον προσδοκῶσα πάντοτε καὶ τῆς ἁμαρτίας καὶ τῆς σκοτίας τῶν παθῶν τελείαν λύτρωσιν ὑπὸ τοῦ πνεύματος δέξασθαι ἐν πληροφορίᾳ πιστεύουσα, ἵνα καθαρθεῖσα διὰ τῆς χάριτος τοῦ πνεύματος καὶ ἁγιασθεῖσα καθαρὸν σκεῦος εἰς ὑποδοχὴν τοῦ οὐρανίου μύρου καὶ μονὴν τοῦ ἀληθινοῦ βασιλέως Χριστοῦ γενέσθαι καταξιωθείη
然而每日牠都因信與愛而飢渴,藉著恆切的禱告來到恩典的奧秘之中,對於每一種美德的境界都永不滿足,因對那屬天聖靈的愛而受傷;牠又藉著恩典,不斷在自己裡面激起對那屬天新郎熾熱的渴慕,切願被算為完全配得與祂那奧秘、不可言喻、在聖靈的成聖中所有的交通──這靈魂被揭去帕子,在屬靈、不可言喻的光中與那屬天新郎面對面,在完全的確信中與祂調和為一,並在極大的渴慕中效法祂的死,且時常盼望為基督而死,並以充分的確信相信自己必從聖靈領受從罪與情慾的黑暗中得著完全的救贖──好使牠藉著聖靈的恩典得潔淨、成聖,配得成為承受那屬天膏油的潔淨器皿,並成為那真君王基督的居所。
But every day, hungering and thirsting through faith and love, in perseverance of prayer it arrives at the mysteries of grace, and remains insatiable for every degree of virtue, wounded with the love of the heavenly Spirit; and it continually stirs up within itself, through grace, a fervent longing for the heavenly Bridegroom, desiring to be counted fully worthy of the mystical, ineffable communion with Him in the sanctification of the Spirit—the soul, unveiled, standing face to face with the heavenly Bridegroom in a spiritual and unspeakable light, being mingled with Him in all full assurance, and being conformed to His death with great longing, and always awaiting death for Christ's sake, believing with full assurance that it will receive from the Spirit complete redemption from sin and from the darkness of the passions—so that, being cleansed through the grace of the Spirit and sanctified, it may be counted worthy to become a pure vessel for the reception of the heavenly ointment and a dwelling-place of the true King, Christ.
1:4401
καὶ τῆς αἰωνίου βασιλείας.. οἰκητήριον καθαρὸν τοῦ πνεύματος τοῦ ἁγίου ἐνταῦθα γενομένη
並且在今生已成為聖靈潔淨的居所,得以承受那永遠的國度。
and, having here become a pure dwelling-place of the Holy Spirit, an heir of the eternal kingdom.
1:4402
εἰς ταῦτα δὲ τὰ μέτρα ἐλθεῖν ψυχὴν οὔτε ὑφ' ἓν οὔτε ἀδοκιμάστως ἔσται, ἀλλὰ διὰ πολλῶν πόνων καὶ ἀγώνων καὶ χρόνων καὶ σπουδῆς μετὰ δοκιμασίας καὶ πειρασμῶν ποικίλων τὴν πνευματικὴν αὔξησιν καὶ προκοπὴν λαμβάνει ἕως τοῦ τελείου τῆς ἀπαθείας μέτρου, ἐν πᾶσιν δὲ εὑρεθεῖσα ἀνδρεία καὶ πάντα πειρασμὸν ὑπὸ τῆς κακίας ἐπαγόμενον ὑπομένουσα προθύμως καὶ γενναίως τότε τῶν μεγάλων τιμῶν καὶ χαρισμάτων πνευματικῶν καὶ πλούτου οὐρανίου ἡ ψυχὴ καταξιοῦται, καὶ οὕτω τῆς οὐρανίου βασιλείας κληρονόμος καθίσταται ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας
然而,一個靈魂要達到這樣的程度,既不是一蹴而就,也不是未經考驗便能達到的;乃是要經歷許多勞苦、爭戰、歲月與殷勤,加上試驗與各樣的試探,才能得著屬靈的增長與長進,直到達到那完全無情慾的境界;並在凡事上顯出勇敢,甘心樂意、勇敢地忍受邪惡所加的一切試探,這樣,這靈魂便配得極大的尊榮、屬靈的恩賜與屬天的豐富,如此便在我們的主耶穌基督裡成為屬天國度的後嗣,願榮耀歸給祂,直到永永遠遠。
But for a soul to arrive at these measures will happen neither all at once nor without testing; rather, through many labors, contests, long periods of time, and diligence, together with trial and various temptations, it receives spiritual growth and progress, until it reaches the perfect measure of dispassion; and being found courageous in all things, and enduring readily and nobly every temptation brought on by wickedness, the soul is then counted worthy of great honors, spiritual gifts, and heavenly riches, and thus becomes an heir of the heavenly kingdom in Christ Jesus our Lord, to whom be the glory forever.
1:4403
Πᾶσα ἡ φαινομένη τῆς ἐκκλησίας τοῦ θεοῦ οἰκονομία γέγονε διὰ τὴν ζῶσαν καὶ νοερὰν οὐσίαν τῆς ψυχῆς τῆς λογικῆς τῆς κατ' εἰκόνα θεοῦ ποιηθείσης, ἥτις ἐστὶν ἡ ζῶσα καὶ ἀληθινὴ θεοῦ ἐκκλησία
神教會一切可見的制度安排,都是為了那按神形像所造、有生命且有理性的靈魂實質而存在的,而這靈魂正是那有生命、真實的神的教會。
The entire visible dispensation of the Church of God has come to be for the sake of the living and intelligent substance of the rational soul, made according to the image of God, which is the living and true Church of God.
1:4404
καὶ διὰ τοῦτο τοῖς ὁμοίοις ὀνόμασιν ἐτιμήθη τὰ ἄλογα καὶ ἄψυχα καὶ σωματικὰ τῶν λογικῶν καὶ ζώντων καὶ ἐπουρανίων, ἵνα διὰ τῆς σκιᾶς ὁδεύσασα ἡ νηπία ψυχὴ ἐπὶ τὴν ἀλήθειαν καταντήσῃ
正因如此,那些無理性、無生命、屬肉體的事物,便被賦予與那些有理性、有生命、屬天事物相似的名稱,好使那尚幼稚的靈魂,能藉著這影兒為途徑,最終抵達真理。
And for this reason the irrational, lifeless, and bodily things have been honored with names similar to those of the rational, living, and heavenly things, so that the immature soul, journeying through the shadow, might arrive at the truth.
1:4405
ἐκκλησία γὰρ Χριστοῦ καὶ ναὸς θεοῦ καὶ θυσιαστήριον ἀληθινὸν καὶ θυσία ζῶσα ὁ τοῦ θεοῦ ἄνθρωπος τυγχάνει, δι' οὗ καὶ τὰ σωματικὰ ἁγια.. ζόμενα τὴν ἐπίκλησιν τῶν οὐρανίων ἔλαχεν
因為神的人,本身就是基督的教會、神的殿、真實的祭壇,以及那活祭;也是藉著他,那些成聖的有形之物才得以蒙受屬天實體之名的稱謂。
For the man of God is himself the Church of Christ, the temple of God, the true altar, and the living sacrifice, through whom also the bodily things that are sanctified have obtained the invocation of the heavenly realities.
1:4406
ὥσπερ γὰρ ἡ τοῦ νόμου λατρεία καὶ διαγωγὴ σκιὰ ἦν τῆς νῦν ἐκκλησίας τοῦ Χριστοῦ, οὕτως ἡ νῦν ὁρωμένη ἐκκλησία σκιά ἐστι τοῦ ἔνδον ἀνθρώπου τοῦ λογικοῦ καὶ ἀληθινοῦ
正如律法下的敬拜與生活方式,是如今基督教會的影兒;照樣,如今所見的教會,也是那內在、有理性、真實之人的影兒。
For just as the worship and manner of life under the Law was a shadow of the present Church of Christ, so also the Church now seen is a shadow of the inner, rational, and true man.
1:4407
ἐκκλησίας παρέρχεται ἐν τῇ συντελείᾳ καὶ μένει ἡ λογικὴ καὶ νοερὰ οὐσία τοῦ ἔσω ἀνθρώπου, εἰς ἣν πᾶσα ἡ οἰκονομία καὶ ἡ διακονία τῶν μυστηρίων τῶν ἐπουρανίων τῆς τοῦ θεοῦ ἐκκλησίας ἐν δυνάμει πνεύματος ἁγίου ἐπιτελεσθῆναι ὀφείλει, ἵνα ἀληθῶς ναὸς ἅγιος θεοῦ καὶ ἐκκλησία Χριστοῦ διὰ τῆς ζώσης τοῦ πνεύματος ἐνεργείας καταρτισθεῖσα ζωῆς αἰωνίου κληρονόμος γένηται
……教會的可見形式在末世終將過去,唯有那內在之人有理性、有靈性的實質長存;而神教會屬天奧秘的一切安排與服事,都當藉聖靈的大能,成就在這實質之上,好使它藉著聖靈活潑的運行,被真正塑造成神聖潔的殿、基督的教會,並成為永生的後嗣。
...of the Church passes away at the consummation, and there remains the rational and intelligent substance of the inner man, unto which all the dispensation and ministry of the heavenly mysteries of the Church of God, in the power of the Holy Spirit, ought to be accomplished, so that, being truly fashioned as a holy temple of God and a Church of Christ through the living working of the Spirit, it may become an heir of eternal life.
1:4408
διὰ ταύτην τὴν αἰτίαν πολλοὶ τῶν νηπιαζόντων τῇ γνώσει τῆς ἀληθείας ἀντίκεινται ἡμῖν, ὡς ἐξαλλάσσουσιν ἀλλοτρίως τῶν οἰκείων γραφῶν διὰ τὴν τῶν ὀνομάτων ὁμοιότητα καὶ δικαιώματα καὶ λατρείας οἵτινες εἰς τὴν πρόσκαιρον οἰκονομίαν ἐμπληροφορούμενοι καὶ δικαιώμασι σαρκὸς μόνον πεποιθότες τῆς κατὰ τὸν λογικὸν ἔσω ἄνθρωπον ἐρεύνης καὶ ἀνακαινισμοῦ ψυχῆς ἀμελήσαντες καὶ καινῆς κτίσεως νοὸς ἐπίγνωσιν μὴ λαβόντες δι' ἄγνοιαν ἡμᾶς διαβάλλουσιν
正因如此,許多在真理知識上仍是嬰孩的人與我們為敵,以為我們因名稱的相似,就悖離了本屬我們的經卷、律例與敬拜;這些人只在今世短暫的制度上得著確信,只倚靠肉體的律例,忽略了按內在、理性之人去查考、更新靈魂之事,也未曾得著那心思更新為新造之人的知識,就因無知而毀謗我們。
For this reason many who are still infants in the knowledge of the truth oppose us, supposing that we depart strangely from the Scriptures proper to us, and from the ordinances and the services, because of the similarity of the names; these, being fully persuaded only with regard to the temporal dispensation, and trusting only in the ordinances of the flesh, having neglected the searching out and renewal of the soul according to the inner, rational man, and not having received the knowledge of the new creation of the mind, slander us out of their ignorance.
1:4409
ἡ γὰρ φιλαλήθης ψυχὴ τὴν ῥίζαν αὐτὴν τῶν πραγμάτων ἐρευνᾷ, οὐκ ἐπιπολαίως τὸν Χριστιανισμὸν εἶναι νομίζουσα οὐδὲ τύποις ἐξωτέροις δικαιωμάτων καὶ λατρειῶν ἐναπομένουσα, ἀλλ' ἐν δυνάμει πνεύματος ἁγίου κατὰ τὸν ἔσω ἄνθρωπον τὴν πληροφορίαν λαβεῖν πιστῶς ἐκδέχεται·
因為那愛慕真理的靈魂,會查考事物的根源,並不以為基督信仰只是膚淺的表面之事,也不滿足於停留在律例與敬拜的外在形式上,反倒憑信心等候藉著聖靈的大能,按著內在的人領受完全的確信。
For the soul that loves the truth searches out the very root of things, not supposing Christianity to consist merely in superficial observance, nor remaining content with the outward forms of ordinances and services, but faithfully awaits to receive, by the power of the Holy Spirit, full assurance according to the inner man.
1:4410
ὅπερ ἐστὶν ὁ ἀληθινὸς Χριστιανισμός
這才是真正的基督信仰。
which is true Christianity.
1:4411
καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος, ἵνα ἐκ τοῦ βαπτίσματος καὶ τοῦ θυσιαστηρίου καὶ τῆς εὐχαριστίας τοῦ ἄρτου καὶ πάσης τῆς μυστικῆς λατρείας τῆς ἐν τῇ ἐκκλησίᾳ αἱ πισταὶ καρδίαι ἐνεργηθῶσιν ὑπὸ τοῦ ἁγίου πνεύματος ἐν πάσῃ δυνάμει καὶ ἀρεταῖς καρπῶν ἐπουρανίων, καὶ οὕτως ἀνακαινισθεῖσαι καὶ ἀναπλασθεῖσαι τῇ δυνάμει τῆς χάριτος ζῶσαι ζωὴν ἀληθινὴν κατὰ τὸ ἐπουράνιον φρόνημα ἀναδειχθῶσι, τὸ ὑλικὸν καὶ ἐπίγειον.. ἀποδυσάμεναι φρόνημα διὰ τῆς τοῦ πνεύματος δυνάμεως
「看哪,我常與你們同在,直到世界的末了」,好叫信實的心藉著洗禮、祭壇、餅的感恩祭,以及教會中一切奧秘的敬拜,被聖靈以一切能力和屬天果子的美德所運行;如此得以藉恩典的能力更新、重塑,按屬天的心思活出真實的生命,得以顯明——藉聖靈的能力脫去屬物質、屬地上的心思。
"And behold, I am with you all the days, even to the end of the age," so that from baptism, and the altar, and the eucharist of the bread, and all the mystical worship that is in the church, faithful hearts may be worked upon by the Holy Spirit in all power and in the virtues of heavenly fruits; and thus, renewed and refashioned by the power of grace, living a true life according to the heavenly mind, they may be shown forth — having stripped off the material and earthly mind through the power of the Spirit.
1:4412
εἰ γὰρ ἐν τῇ κιβωτῷ τῇ κατὰ τὸν νόμον ἐπεσκίαζε, μᾶλλον δὲ συνῆν τὸ πνεῦμα, πόσῳ μᾶλλον ἐν τῷ θυσιαστηρίῳ καὶ τῇ ἐκκλησίᾳ καὶ πάσῃ τῇ μυσταγωγίᾳ τοῦ ἁγίου βαπτίσματος
因為若那按律法所造的約櫃尚且蒙靈籠罩——或不如說,靈與之同在——那麼在祭壇、教會,以及聖洗一切奧秘的引導中,豈不更是如此嗎?
For if the Spirit overshadowed the ark that was according to the Law — or rather, was present with it — how much more in the altar and the church and all the mystagogy of holy baptism?
1:4413
ἀλλ' ὥσπερ ἐκεῖ ἁμαρτανόντων τῶν Ἰσραηλιτῶν οὐκ ἐνήργει τὸ πνεῦμα καίπερ συνὸν τῇ κιβωτῷ τοῦ θεοῦἰδοὺ γὰρ κατὰ καιροὺς διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ καὶ αὐτὴ ἡ κιβωτὸς τοῖς ἔθνεσι παρεδόθη τοῖς ἀναξίοις αὐτῆς μηδὲν βοηθήσασα διὰ τὰ πολλὰ αὐτῶν παραπτώματα, καίπερ τὴν ἰδίαν ἐνέργειαν καὶ σημανσίαν τὸ πνεῦμα ἐδείκνυεν, ὅτι συνῆν τῇ κιβωτῷ τοῦ θεοῦ διὰ τὸ γεγενημένον τότε θεόσημον παρὰ τοῖς ἔθνεσιν, οὕτω καὶ νῦν συνὸν τὸ πνεῦμα τῇ τοῦ θεοῦ ἁγίᾳ ἐκκλησίᾳ καὶ τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ πάσῃ τῇ φαινομένῃ οἰκονομίᾳ τοῖς ἀξίοις μὲν καὶ πιστοῖς ἐνεργεῖ ἐν διαφόροις χαρίσμασιν, ἀπὸ δὲ.. τῶν ἀναξίων πόρρωθεν ὑπάρχει
但正如當時以色列人犯罪之時,靈雖與神的約櫃同在,卻不作工——看哪,有時因百姓的罪,約櫃竟被交到不配得它的外邦人手中,因他們許多的過犯而毫無幫助;然而靈仍顯出自己的運行與記號,證明祂與神的約櫃同在,因那時在外邦人中所行的神蹟;照樣,如今靈也與神聖潔的教會、聖祭壇,以及一切可見的施恩安排同在,在那些配得、信實的人身上,以各樣恩賜運行;但對那不配的人,卻遠遠隔絕。
But just as there, when the Israelites were sinning, the Spirit did not work, although it was present with the ark of God — for behold, at certain times, because of the sins of the people, the ark itself was even handed over to the nations unworthy of it, helping them not at all because of their many transgressions, although the Spirit showed its own working and sign, that it was present with the ark of God, because of the sign of God then wrought among the nations — so also now, the Spirit, being present with the holy church of God and the holy altar and all the visible dispensation, works in various gifts for those who are worthy and faithful, but remains far off from the unworthy.
1:4414
ἐνέργεια γὰρ ζῶσα πνεύματος ἁγίου ἐν ζώσαις καρδίαις παρὰ θεοῦ ζητεῖται, ὅτι πάντα τὰ φαινόμενα καὶ πᾶσα οἰκονομία παρέρχεται, ζῶσαι δὲ καρδίαι ἐν πνεύματι διαμένουσι
因為神所尋求的,是聖靈在活潑之心中活潑的運行;因一切可見之物與一切施恩的安排都要過去,惟有活潑的心在靈裡長存。
For the living working of the Holy Spirit in living hearts is what is sought by God, because all visible things and every dispensation pass away, but living hearts remain in the Spirit.
1:4415
δι' ὃ καὶ ὁ σωτὴρ παραγέγονε, δι' ὃ καὶ πᾶσα ἡ τῆς εἰκόνος τῆς ἐκκλησίας διατύπωσις, ἵνα νοεραὶ οὐσίαι ψυχῶν πιστῶν διὰ τῆς ἐνεργείας τῆς χάριτος ἀνακτισθεῖσαι καὶ ἀνακαινισθεῖσαι καὶ μεταβολὴν δεξάμεναι ζωὴν αἰώνιον κληρονομῆσαι δυνηθῶσιν
為此救主降臨,為此才有教會這幅圖像的一切描繪,使信徒靈魂那理性的本質藉恩典的運行得以重造、更新,經歷轉變,得以承受永生。
For this reason the Savior has come, and for this reason there is all the figuration of the image of the church, so that the intellectual essences of faithful souls, having been recreated and renewed through the working of grace, and having undergone transformation, may be able to inherit eternal life.
1:4416
Ὅτι δὲ τὰ φαινόμενα τύπος καὶ σκιά εἰσι τῶν κρυφίων καὶ ὁ ὁρώμενος τοῦ ναοῦ τῆς καρδίας καὶ ὁ ἱερεὺς τοῦ ἀληθινοῦ ἱερέως τῆς Χριστοῦ χάριτος καὶ πᾶσα ἡ λοιπὴ τῆς φαινομένης οἰκονομίας ἀκολουθία τῶν λογικῶν ( κατὰ τὸν ἔσω ἄνθρωπον) καὶ κρυφίων πραγμάτων, τὴν καταφαινομένην τῆς ἐκκλησίας οἰκονομίαν καὶ διοίκησιν ἐνεργουμένην εἰς ψυχὴν ὑπὸ τῆς χάριτος
那可見之物乃是隱藏之事的預表與影兒——可見的聖殿是心靈聖殿的影兒,祭司是基督恩典中真祭司的影兒,這可見施恩安排其餘一切的次序,也都是那理性的(按內在的人而言)、隱藏之事的影兒——由此可見,教會顯明的安排與治理,乃是藉恩典運行在靈魂之中。
That the visible things are a type and shadow of the hidden realities — the visible temple a shadow of the temple of the heart, and the priest a shadow of the true priest of the grace of Christ, and all the remaining sequence of the visible dispensation a shadow of the rational (according to the inner man) and hidden things — shows that the manifest dispensation and governance of the church is wrought into the soul by grace.
1:4417
ἐὰν μὴ πρῶτον αἱ ἀναγνώσεις καὶ αἱ ψαλμωδίαι καὶ ἡ σύναξις τοῦ λαοῦ καὶ πᾶσα τοῦ ἐκκλησιαστικοῦ θεσμοῦ ἡ ἀκολουθία ἐπιτελεσθῇ, αὐτὸ τὸ θεῖον μυστήριον τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ ὁ ἱερεὺς οὐκ ἐπιτελεῖ καὶ ἡ μυστικὴ κοινωνία τῶν πιστῶν οὐ γίνεται, καὶ ἐὰν πᾶς ὁ ἐκκλησιαστικὸς κανὼν ἐπιτελεσθῇ, μὴ προσκομισθῇ δὲ ὕστερον ἡ μυστικὴ τῆς προσφορᾶς εὐχαριστία ὑπὸ τοῦ ἱερέως καὶ ἡ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ μὴ γένηται, οὐκ ἐπετελέσθη τὸ μυστήριον οὐδὲ ἐτελειώθη ὁ ἐκκλησιαστικὸς θεσμός, ἀλλ' ἐλλειπής ἐστιν ἡ λατρεία τοῦ θείου μυστηρίου ἐπὶ τοῦ θυσιαστηρίου παρὰ τοῦ ἱερέως μὴ τελεσθέντος καὶ ὥσπερ πάλιν λιτῶς καὶ γυμνῶς τὸ μυστήριον τῆς προσκομιδῆς οὐ προσφέρεται, ἐὰν μὴ προκαταρτισθῇ πᾶς ὁ ἐκκλησιαστικὸς κανών καὶ ταῦτα γὰρ ἀτελῆ ἐστι καὶ ἀργὰ χωρὶς τῆς τελειώσεως τοῦ μυστηρίου.. κἀκεῖνο οὐ τελειοῦται, ἐὰν μὴ ταῦτα προκαταρτισθῇ
若不先完成誦讀、詩篇歌唱、百姓的聚集,以及教會禮儀的整個次序,祭司便不能舉行基督身體與寶血這神聖的奧秘,信徒奧秘的領受也不會發生;反之,若整個教會的規程都已完成,但其後祭司卻未獻上奉獻的奧秘感恩祭、基督身體的領受也未曾發生,那麼奧秘就未曾成就,教會的規程也未曾完全,反倒祭壇上神聖奧秘的敬事,因祭司未曾行禮而有所欠缺。同樣,若不先預備妥當整個教會的規程,奉獻的奧秘也不會單獨、赤裸地被獻上;因為這些事若沒有奧秘的成全,也是不完全、徒然的——而那奧秘若不先預備這些事,也不能成全。
If the readings and the psalmody and the assembly of the people and the whole sequence of the ecclesiastical order are not first accomplished, the priest does not perform the divine mystery itself of the body and blood of Christ, and the mystical communion of the faithful does not take place; and if the whole ecclesiastical canon is accomplished, but afterward the mystical eucharist of the offering is not brought forward by the priest and the communion of the body of Christ does not take place, the mystery has not been accomplished, nor has the ecclesiastical order been completed, but the worship of the divine mystery upon the altar is deficient, since it was not performed by the priest. And likewise again, the mystery of the oblation is not offered plainly and bare, unless the whole ecclesiastical canon is first prepared; for these things too are incomplete and idle without the completion of the mystery — and that mystery is not completed, unless these things are first prepared.
1:4418
ὥσπερ τις κόσμος καὶ δόξα τοῦ μυστηρίου, οὕτω καὶ ὁ Χριστιανός·
正如那奧秘也有其某種裝飾與榮耀,基督徒也是如此:
Just as there is a certain adornment and glory belonging to the mystery, so also is the Christian:
1:4419
ἐὰν ἔχῃ νηστείαν, ἀγρυπνίαν, ψαλμωδίαν, πᾶσαν ἄσκησιν καὶ πᾶσαν ἀρετήν, ἡ δὲ μυστικὴ τοῦ πνεύματος ἐνέργεια ἐν τῷ θυσιαστηρίῳ τῆς καρδίας ὑπὸ τῆς χάριτος ἐν πάσῃ αἰσθήσει καὶ ἀναπαύσει πνευματικῇ οὐκ ἐπιτελεῖται, ἐλλειπής ἐστι πᾶσα ἡ ἀκολουθία τῆς ἀσκήσεως, καὶ σχεδὸν ἀργά εἰσι μὴ ἔχοντα τὴν κεφαλήν, τὴν τοῦ πνεύματος ἀγαλλίασιν ἐν καρδίᾳ μυστικῶς ὑπὸ τῆς χάριτος ἐνεργουμένην
若他有禁食、儆醒、詩篇歌唱、一切苦修與一切美德,但靈藉恩典在心靈祭壇上、在一切屬靈的感覺與安息中奧秘的運行卻未成就,那麼整個苦修的次序便有所欠缺,幾乎是徒然的,因為缺少了頭——就是靈藉恩典奧秘地在心中運行的那份喜樂。
if he has fasting, vigil, psalmody, all asceticism and every virtue, but the mystical working of the Spirit in the altar of the heart, by grace, in all spiritual sense and rest, is not accomplished, the whole sequence of asceticism is deficient, and it is almost idle, not having the head — the exultation of the Spirit, mystically wrought by grace in the heart.
1:4420
ὥσπερ πάλιν ἡ τοῦ πνεύματος ἀγάπη τὸ οὐράνιον μυστήριον τὸ τὴν ψυχὴν μεθύσκον ἐν τῇ ἀγαλλιάσει τῆς χάριτος οὐκ ἐνεργεῖται ἁπλῶς εἰς ἀσώτους καὶ ἀσελγεῖς ἀδιαφόρως, εἰ μὴ εἰς καρδίαν πιστὴν καὶ εὐλαβῆ καὶ πολιτείαν καὶ ἄσκησιν ἀκριβῆ ἔχουσαν
又如,靈的愛——那使靈魂在恩典的喜樂中陶醉的屬天奧秘——並不隨意不加分辨地運行在放蕩淫亂之人身上,惟獨運行在那有信實、敬虔之心,並有嚴謹操守與苦修的人身上。
Just as, again, the love of the Spirit — that heavenly mystery which intoxicates the soul in the exultation of grace — does not simply work indiscriminately in the dissolute and licentious, but only in a heart that is faithful and reverent and has an exact conduct and asceticism.
1:4421
ταῦτα γὰρ κόσμος καὶ ἀνάπαυσίς εἰσι τῆς τοῦ πνεύματος ἐνεργείας
因為這些正是靈之運行的裝飾與安息。
For these things are the adornment and rest of the working of the Spirit.
1:4422
Ὅσῳ γὰρ ἐν ἀκριβεῖ ἀσκήσει καὶ πολλῇ ταπεινώσει καὶ πραότητι καὶ πολιτείᾳ ἐναρέτῳ εὑρίσκεται ἡ ψυχή, τοσοῦτον ἐπαναπαύεται εἰς αὐτὴν ἡ τοῦ πνεύματος χάρις ἐν πάσῃ δυνάμει καὶ ἐνεργείᾳ
因為靈魂越是活在嚴謹的苦修、極大的謙卑、溫柔與有德的操守之中,靈的恩典就越以一切能力與運行安歇在她身上。
For to the degree that the soul is found in exact asceticism and much humility and meekness and virtuous conduct, to that degree the grace of the Spirit rests upon it in all power and working.
1:4423
ἡ δὲ ἔχουσα μὲν τὴν πολιτείαν ψυχή, τὴν δὲ ἐνέργειαν τοῦ πνεύματος ἐν πάσῃ πληροφορίᾳ ἐν ἑαυτῇ μηδέπω αἴσθηται, λείπεται τοῦ ἁγιασμοῦ τῆς καρδίας
但那雖有操守、卻尚未在自己裡面以完全的確信感受到靈之運行的靈魂,仍缺乏心靈的成聖。
But the soul that has the conduct, yet does not yet perceive within itself the working of the Spirit in full assurance, is still lacking the sanctification of the heart.
1:4424
διὸ ζητείτω, πενθείτω, κλαιέτω πρὸς τὸν κύριον, ἵνα τὸν ἁγιασμὸν τοῦ πνεύματος ἐν τῇ ἐναρέτῳ πολιτείᾳ ἔχῃ ὥσπερ κόσμον ὡραῖον, καὶ τὴν ἐνέργειαν τῆς χάριτος ἐν νῷ θεωρίαις ἀρρήτοις, ἵνα τέλειον τὸ μυστήριον τοῦ Χριστιανισμοῦ ἐν ἑαυτῇ κτήσηται κατὰ.. τὴν προειρημένην τῆς ἐκκλησίας παραβολήν
所以,讓她尋求、哀慟、在主面前哭泣,使她在有德的操守中擁有靈的成聖,如同一件美麗的裝飾,並在心思中藉不可言喻的觀想擁有恩典的運行,好叫她能在自己裡面獲得基督信仰完全的奧秘,正如前述教會的比喻所說。
Therefore let it seek, let it mourn, let it weep before the Lord, so that it may have the sanctification of the Spirit in its virtuous conduct as a beautiful adornment, and the working of grace in the mind with ineffable contemplations, so that it may acquire in itself the perfect mystery of Christianity, according to the aforementioned parable of the church.
1:4425
ἀλλ' ὥσπερ ἐν τῇ ἐκκλησίᾳ οἱ σωματικῶς ἁμαρτάνοντες ὑπὸ τοῦ ἱερέως ἀφορίζονται καὶ ἐπιστρέψαντες πάλιν τῆς κοινωνίας ἀξιοῦνται, οἱ δὲ μὴ ἁμαρτάνοντες καὶ ἀνεπίληπτοι προκόπτουσι καὶ εἰς ἱερωσύνην ἔρχονται καὶ μετατίθενται ἀπὸ τόπου τινὸς ἐξωτέρου ἐπὶ τὸ θυσιαστήριον, ἵνα ὦσι λειτουργοὶ θεοῦ καὶ πάρεδροι οὕτω εἰς τὴν προκειμένην ὑπόθεσιν οἱ Χριστιανοὶ ὑπὸ χάριτος ἐνεργούμενοι καὶ ἀναπαυόμενοι τῇ παρακλήσει τοῦ πνεύματος ἐν τῇ ἐπουρανίῳ εὐφροσύνῃ τῆς μυστικῆς τοῦ πνεύματος κοινωνίας, περὶ ἧς ὁ ἀπόστολος εἴρηκεν·
但正如在教會中,那身體上犯罪的人被祭司逐出交通,悔改後又重新被算為配得領受聖餐;而那不犯罪、無可指摘的人則不斷長進,得升為祭司,從某個外圍之處被調到祭壇前,使他們成為神的執事與侍立者——照樣,就我們目前所論的而言,基督徒被恩典所運行,並在靈奧秘交通那屬天的喜樂中,因靈的安慰而得安息;論到這事,使徒曾說:
But just as in the church those who sin bodily are excommunicated by the priest, and upon turning back are again deemed worthy of communion, while those who do not sin and are blameless advance and come to the priesthood, and are transferred from some outer place to the altar, that they may be ministers of God and assessors — so too, with regard to the matter before us, Christians, being worked upon by grace and resting in the consolation of the Spirit in the heavenly gladness of the mystical communion of the Spirit, concerning which the apostle has said:
1:4426
ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ.. ἁγίου πνεύματος καὶ τὰ ἑξῆς
「願我們主耶穌基督的恩惠、神的慈愛、聖靈的感動」——等等。
"The grace of our Lord Jesus Christ, and the love of God the Father, and the communion of the Holy Spirit," and so forth.
1:4427
πρόσεχε ἀκριβῶς τοῖς λεγομένοις, καὶ εὑρήσεις τὴν ἁγίαν καὶ προσκυνητὴν τριάδα ἐνοικοῦσαν ἐν τῷ κεκαθαρμένῳ ἀνθρώπῳ διὰ τῆς ἄνωθεν βοηθείας καὶ τῆς ἀρίστης αὐτοῦ πολιτείας, ἐνοικοῦσαν δέ φημι οὐ καθ' ὃ ἐστίνἀχώρητος γὰρ ὑπάρχει πάσῃ τῇ κτίσει, ἀλλὰ κατὰ τὸ χωρητικὸν καὶ δεκτικὸν τοῦ εὐαρεστοῦντος αὐτῷ ἀνθρώπου
你要仔細留意所說的話,就必發現那聖潔、當受敬拜的三位一體,藉著從上而來的幫助以及他自己極美的操守,住在那已被潔淨的人裡面;我說「住在」,並非按照祂本身的樣式(因為祂是一切受造物所不能容納的),而是按照那蒙祂喜悅之人的容納力與領受力而言。
Attend exactly to what is said, and you will find the holy and worshipful Trinity dwelling in the man who has been purified, through the help from above and his own excellent conduct — dwelling, I say, not according to what it is (for it is incapable of being contained by all creation), but according to the capacity and receptivity of the man who is pleasing to it.
1:4428
πάλιν ἐπιστρέψασα ἡ ψυχὴ ὀρθοποδήσῃ πρὸς τὴν εὐαρέστησιν τοῦ πνεύματος ἐν πάσῃ ταπεινώσει καὶ ἐξομολογήσει μετανοοῦσα, καὶ τότε πάλιν τῆς ἐπισκοπῆς καταξιοῦται τῆς χάριτος τοῦ πνεύματος καὶ τὴν οὐράνιον εὐφροσύνην μειζόνως.. ἀπολαμβάνει
若靈魂再次回轉,以一切謙卑與認罪悔改,端正地行在使靈喜悅的道路上,那時她便再次配得靈之恩典的眷顧,並更豐盛地領受那屬天的喜樂。
If the soul, having turned back again, walks uprightly toward the good pleasure of the Spirit, repenting in all humility and confession, then it is again deemed worthy of the visitation of the grace of the Spirit, and receives the heavenly gladness all the more abundantly.
1:4429
εἰ δὲ οὐ παραπικραίνει τὴν χάριν καὶ τὸ πνεῦμα οὐ λυπεῖ διὰ τῆς κακοτρόπου καὶ χυδαίας ἀναστροφῆς, ἀλλὰ πᾶσιν εὐαρέστως τοῖς δεσποτικοῖς προστάγμασιν ἐξακολουθεῖ καὶ ἀπὸ αὐτεξουσίου γνώμης ἐν πάσῃ σεμνότητι καὶ ἀγῶνι τελείῳ πρὸς τοὺς πονηροὺς λογισμοὺς ἀντιτάσσεται, καὶ τῷ κυρίῳ ὅλῃ προαιρέσει πάντοτε προσκολλᾶται καὶ ἀναπαύει τὴν χάριν, καὶ λοιπὸν ἡ τοιαύτη ψυχὴ δικαίως καὶ ἀκολούθως προκοπῶν καὶ θαυμασίων καὶ δωρημάτων ἐπουρανίων καταξιοῦται καὶ μεταθέσεως καὶ ἀξιώματος πνευματικοῦ ἀπὸ μυστηρίων θείων εἰς μυστήρια ἐπουράνια καὶ ἀπὸ δόξης εἰς δόξαν καὶ ἀπὸ ἀναπαύσεως εἰς ἀναπαύσεις ἐναργεστέρας καὶ τελειοτέρας μετατίθεσθαι καταξιοῦται, εἰς τὸ εἶναι αὐτῆς τὸν νοῦν ἐν μεγάλοις μέτροις καὶ παρρησίᾳ πολλῇ καὶ πλούτῳ ἐνδόξῳ χάριτος, καὶ οὕτως εἰς τέλεια μέτρα Χριστιανισμοῦ φθάσασα καὶ διὰ τοῦ αὐτεξουσίου ἀγῶνος καὶ διὰ τῆς ἄνωθεν βοηθείας εἰς τελείους ἐργάτας καὶ εἰς ἀμώμους Χριστοῦ λειτουργοὺς καὶ παρέδρους ἐν τῇ βασιλείᾳ καταλεγήσεται, διὰ τὴν εὐσυνειδησίαν καὶ πολλὴν σπουδήν, ἣν εἰς τὸ ἀγαθὸν ἐνεδείξατο κληρονομοῦσα τὸν κύριον εἰς τοὺς αἰῶνας τῶν αἰώνων
但若她不惹恩典的怒氣,不因惡劣、鄙俗的行為使靈憂傷,反而樂意順從一切主人的命令,並憑自由的心志,以一切莊重與完全的爭戰抵擋邪惡的思念,並常以全心的意願緊緊依附於主,使恩典得安息——這樣的靈魂便理所當然地配得長進、奇事,以及屬天的恩賜,也配得屬靈品位與地位的遷升,從神聖的奧秘遷到屬天的奧秘,從榮耀到榮耀,從安息遷到更為顯明、更為完全的安息,使她的心思進入極大的量度、極大的坦然無懼,以及恩典那榮耀的豐富;如此達到基督信仰完全的量度,藉著自由意志的爭戰以及從上而來的幫助,被列入那些完全的工人、基督無瑕的執事,以及國度中的侍立者之中,因著她在良善上所顯出的好良心與極大的殷勤,直到永永遠遠承受主。
But if it does not embitter grace, and does not grieve the Spirit through evil ways and base conduct, but agreeably follows all the Master's commands, and of its own free choice, in all gravity and perfect struggle, sets itself against evil thoughts, and always clings to the Lord with its whole purpose and gives grace rest, then such a soul is justly and consequently deemed worthy of advances and marvels and heavenly gifts, and of transposition and spiritual rank — being deemed worthy to be transposed from divine mysteries to heavenly mysteries, and from glory to glory, and from rest to still clearer and more perfect rests — so that its mind comes to be in great measures and much boldness and the glorious wealth of grace; and thus, having reached the perfect measures of Christianity both through the struggle of its free will and through the help from above, it will be enrolled among the perfect workers and the blameless ministers of Christ and assessors in the kingdom, on account of the good conscience and much zeal that it showed toward the good, inheriting the Lord unto the ages of ages.
1:4430
Τὸ πῦρ τὸ οὐράνιον τὸ τῆς θεότητος, ὅπερ δέχονται οἱ Χριστιανοὶ ἐντὸς αὐτῶν ἐν τῇ καρδίᾳ νῦν ἐν τῷ αἰῶνι τούτῳ, τοῦτο αὐτὸ τὸ ἐντὸς τῆς καρδίας αὐτῶν διακονοῦν, ὅταν λυθῇ τὸ σῶμα ἐξώτερον γίνεται καὶ πάλιν συμπήσσει.. τὰ μέλη καὶ ποιεῖ ἀνάστασιν τῶν λελυμένων μελῶν
那屬神性的天火,基督徒如今在這世代裡在自己心中所領受的,這同一團在他們心內服事的火,當身體解體之時,便轉為外顯,重新聚合肢體,使已解散的肢體復活。
The heavenly fire of the Godhead, which Christians receive within themselves in the heart now in this age — this very fire, ministering within their heart, when the body is dissolved, becomes outward again, and reassembles the members, and works the resurrection of the dissolved members.
1:4431
ὥσπερ δὲ τὸ ἐν Ἱεροσολύμοις πῦρ τὸ διακονοῦν ἐν τῷ θυσιαστηρίῳ, κατὰ τὸν καιρὸν τοῦ αἰχμαλωτισμοῦ ἦν χωσθὲν ἐν λάκκῳ καὶ αὐτὸ ἐκεῖνο ἐν τῷ γενέσθαι εἰρήνην καὶ ἐπανελθεῖν τοὺς αἰχμαλωτισθέντας ὥσπερ ἀνεκαινίσθη καὶ συνήθως διηκόνει, οὕτω καὶ νῦν τὸ πιαινόμενον σῶμα, ὅπερ μετὰ τὸ λυθῆναι αὐτὸ γίνεται βόρβορος, ἐργάζεται καὶ τὸ οὐράνιον πῦρ καὶ ἀνακαινίζει καὶ ἀνιστᾷ τὰ πεφθαρμένα σώματα
又如當年在耶路撒冷祭壇上服事的火,在被擄之時被埋藏在坑中,及至太平來到、被擄之人歸回,那同一團火便彷彿重新被點燃,照舊服事;照樣,如今這被養肥、解體之後化為污泥的身體,那屬天的火也照樣在其中作工,使已朽壞的身體得以更新、復活。
And just as the fire in Jerusalem that ministered at the altar, at the time of the captivity, was hidden away in a pit, and that very fire, when peace came and the captives returned, was as it were renewed and ministered as before — so also now, the body that is being fattened, which after it is dissolved becomes mire, is likewise worked upon by the heavenly fire, and it renews and raises up the corrupted bodies.
1:4432
τὸ γὰρ νῦν ἐσώτερον ἐν τῇ καρδίᾳ ἐνοικοῦν πῦρ τότε ἐξώτερον γίνεται.. καὶ ποιεῖ ἀνάστασιν τῶν σωμάτων
因為如今內住於心中的那火,到那時便轉為外顯,使身體得以復活。
For the fire that now dwells inwardly in the heart then becomes outward, and works the resurrection of bodies.
1:4433
καὶ γὰρ ἐπὶ τοῦ Ναβουχοδονόσορ τὸ πῦρ τὸ ὂν ἐν τῇ καμίνῳ οὐκ ἦν θεϊκόν, ἀλλ' ἦν κτίσμα, οἱ δὲ τρεῖς παῖδες διὰ τὴν δικαιοσύνην αὐτῶν ἐν τῷ φαινομένῳ πυρὶ ὄντες ἐν ταῖς καρδίαις αὐτῶν εἶχον τὸ θεϊκὸν καὶ ἐπουράνιον πῦρ ἐντὸς τῶν λογισμῶν διακονοῦν καὶ ἐνεργοῦν ἐν αὐτοῖς καὶ αὐτὸ ἐκεῖνο ἐφάνη ἐξώτερον αὐτῶν·
就如在尼布甲尼撒的時代,那在火爐中的火並非屬神的火,而是受造之物;那三個少年人卻因他們的義,雖身處那可見的火中,心裡卻擁有那屬神、屬天的火,在他們的思念中服事、運行;而正是那同一團火向他們顯現於外:
For indeed, in the time of Nebuchadnezzar, the fire that was in the furnace was not divine, but was a creature; but the three youths, on account of their righteousness, though in the visible fire, had in their hearts the divine and heavenly fire ministering and working within their thoughts, and that very fire appeared outside of them:
1:4434
ἀνὰ μέσον γὰρ αὐτῶν ἔστη καὶ ἐπέσχε τὸ φαινόμενον πῦρ τοῦ μὴ καίειν καὶ βλάπτειν τοὺς δικαίους
因為它站立在他們中間,攔阻那可見的火,使其不能焚燒、傷害那些義人。
For it stood in their midst and restrained the visible fire from burning and harming the righteous.
1:4435
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Ἰσραὴλ ἐπειδὴ ὁ νοῦς αὐτῶν καὶ ὁ λογισμὸς ἐν προθέσει εἶχε τὸ μακρυνθῆναι ἀπὸ θεοῦ ζῶντος καὶ εἰς εἰδωλολατρείαν τραπῆναι ἠναγκάσθη Ἀαρὼν εἰπεῖν αὐτοῖς ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ κόσμια, καὶ λοιπὸν ὁ χρυσὸς καὶ τὰ σκεύη, ἅπερ ἐνέβαλον εἰς τὸ πῦρ, εἴδωλον ἐγένετο
同樣,就以色列而論,因他們的心思意念早有意離棄那位活神,轉向拜偶像,亞倫便被迫叫他們拿出金器與裝飾品;於是那金子與器皿,被他們投入火中,就變成了一個偶像。
Likewise also in the case of Israel: since their mind and reasoning had, by intention, set out to be removed far from the living God and turned to idolatry, Aaron was compelled to tell them to bring the golden vessels and ornaments; and so the gold and the vessels, which they cast into the fire, became an idol.
1:4436
ἴδε θαυμαστὸν πρᾶγμα, ὅπως ἐμιμήσατο τὸ πῦρ τὴν προαίρεσιν αὐτῶν
看哪,何等奇妙之事,那火竟仿效了他們的心意。
Behold a marvelous thing, how the fire imitated their intention.
1:4437
ἐπειδὴ γὰρ κατὰ πρόθεσιν ἐν τῷ κρυπτῷ ἐν τοῖς λογισμοῖς αὐτῶν, ἐβουλεύσαντο τὴν εἰδωλολατρίαν καὶ τὸ πῦρ ὁμοίως ἐμβληθέντα τὰ σκεύη εἴδωλον εἰργάσατο,.. καὶ λοιπὸν φαινομένως εἰδωλολάτρησαν
因為既然他們早已在隱密的思念中定意要拜偶像,那火便照樣使投入其中的器皿變成偶像,於是他們也就在外顯之中成了拜偶像的人。
For since, by intention, in secret, in their thoughts, they had resolved on idolatry, the fire likewise made an idol of the vessels that were cast into it, and so they became idolaters outwardly as well.
1:4438
εἰκόνα ἐπουράνιον εἰς τὴν ἀνθρωπότητα
……一個屬天的形像,賜給人性。
...a heavenly image for mankind.
1:4439
Καὶ ὥσπερ ἐμόρφωσε τὸ πῦρ τὰ σκεύη τὰ χρυσᾶ καὶ ἐγένοντο εἴδωλον, οὕτω καὶ ὁ κύριος, ὥσπερ μιμεῖται τῶν πιστῶν καὶ ἀγαθῶν ψυχῶν τὰς προαιρέσεις, καὶ κατὰ τὸ θέλημα αὐτῶν μορφοῖ εἰκόνα καινὴν εἰς τὴν ψυχήν, καὶ ἐν τῇ ἀναστάσει ἐξωτέρᾳ αὐτοῖς ἐμφαίνεται καὶ δοξάζει τὰ σώματα αὐτῶν καὶ ἔξωθεν καὶ ἔσωθεν
又如那火塑造了金器皿,使之變成偶像;照樣,主也仿效那忠信、良善之靈魂的心志,照他們的旨意在靈魂中塑造一個新的形像,並在復活之時向他們顯於外,使他們的身體無論在外或在內都得著榮耀。
And just as the fire formed the golden vessels and they became an idol, so also the Lord, inasmuch as he imitates the intentions of faithful and good souls, forms according to their will a new image in the soul, and at the resurrection he appears to them outwardly and glorifies their bodies both outwardly and inwardly.
1:4440
ἀλλ' ὃν τρόπον τὰ σώματα πεφθαρμένα εἰσὶ τέως ἐν τῷ καιρῷ τούτῳ καὶ νεκρὰ καὶ λελυμένα, οὕτως εἰσὶ καὶ οἱ λογισμοὶ ὑπὸ τοῦ σατανᾶ πεφθαρμένοι καὶ νεκροὶ ἀπὸ τῆς ζωῆς καὶ κεχωρισμένοι, μᾶλλον δὲ συγκεχωσμένοι εἰς βόρβορον καὶ γῆνἀπώλετο γὰρ ἡ ψυχήκαὶ ὥσπερ οἱ Ἰσραηλῖται ἔβαλον τὰ χρυσᾶ σκεύη εἰς τὸ πῦρ καὶ ἐγένετο εἴδωλον, οὕτω νῦν τὰ χρυσᾶ σκεύη, τοὺς λογισμοὺς τοὺς καθαροὺς καὶ καλοὺς ἐπέδωκε τῇ κακίᾳ ὁ ἄνθρωπος καὶ κατεχώσθησαν εἰς τὸν βόρβορον τῆς ἁμαρτίας
但正如身體如今在這時代裡朽壞、死亡、解散一般,人的思念也照樣被撒但所敗壞、與生命隔絕、死去,或者更確切地說,被埋葬在污泥與塵土之中——因為靈魂已經滅亡;又如以色列人把金器皿投入火中,就變成了偶像,照樣,如今人也把那些金器皿——即純潔美好的思念——交給了邪惡,於是它們就被埋葬在罪的污泥之中。
But just as bodies are for now, in this present time, corrupted and dead and dissolved, so too are the thoughts corrupted by Satan and dead, separated from life — or rather, buried together in mire and earth, for the soul has perished; and just as the Israelites cast the golden vessels into the fire and it became an idol, so now man has handed over the golden vessels — the pure and good thoughts — to wickedness, and they have been buried in the mire of sin.
1:4441
καὶ ὡς ἐν εἰδωλείῳ ἀνάκειται ἡ ψυχὴ οὖσα ἐν τῷ σκότει τῆς ἁμαρτίας
靈魂便如同陳列在偶像廟中一般,處於罪的黑暗之中。
And the soul lies there as in an idol's shrine, being in the darkness of sin.
1:4442
Καὶ πῶς τις αὐτοὺς ἐξεύρῃ καὶ διακρίνῃ καὶ ἐκβάλῃ ἐκ τοῦ ἰδίου οἴκου; ὧδε λοιπὸν θεϊκοῦ φωτὸς χρείαν ἔχει ἡ ψυχὴ καὶ πνεύματος ἁγίου τοῦ κοσμοῦντος τὸν ἐσκοτισμένον οἶκον τοῦ φωτεινοῦ τῆς δικαιοσύνης ἡλίου τοῦ φωτίζοντος καὶ ἀνατέλλοντος εἰς τὴν καρδίαν·
那麼人要如何找出它們、加以分辨、並將它們逐出自己的家呢?在此,靈魂便需要屬神的光,需要那裝飾黑暗之家的聖靈,需要那公義的太陽發光照耀、升起於心中:
And how shall one find them out and distinguish them and cast them out of one's own house? Here, then, the soul has need of divine light and of the Holy Spirit, which adorns the darkened house, of the shining sun of righteousness that illumines and rises into the heart:
1:4443
ὅπλου χρείαν ἔχει τοῦ νικῶντος τὸν.. πόλεμον
她需要一件能戰勝這場爭戰的兵器。
It has need of a weapon that conquers the war.
1:4444
καὶ γὰρ ἐκείνη ἡ χήρα ἡ ἀπολέσασα τὴν δραχμὴν πρῶτον ἧψε τὸν λύχνον, εἶτα ἐκόσμησε τὸν οἶκον, καὶ οὕτω κοσμηθέντος τοῦ οἴκου καὶ τοῦ λύχνου ἀναφθέντος ηὑρέθη ἡ δραχμὴ ἐν τῇ κόπρῳ καὶ ἐν τῇ ἀκαθαρσίᾳ καὶ τῇ γῇ κεχωσμένη
因為那失落銀錢的婦人,先點上燈,然後才收拾整理屋子;如此,屋子收拾好了,燈也點著了,那銀錢便在糞土、污穢與塵土中被尋見,原來它是被埋在其中的。
For indeed that woman who lost the drachma first lit the lamp, then set the house in order; and so, the house having been set in order and the lamp having been lit, the drachma was found buried in dung and filth and dirt.
1:4445
καὶ νῦν ἡ ψυχὴ οὐ δύναται ἀφ' ἑαυτῆς εὑρεῖν τοὺς λογισμοὺς αὐτῆς τοὺς ἰδίους καὶ διαχωρίσαι, ἀλλ' ὅταν ἀναφθῇ ὁ λύχνος ὁ θεϊκός, ἅπτει εἰς τὸν ἐσκοτισμένον οἶκον καὶ τότε βλέπει τοὺς λογισμοὺς αὐτῆς, πῶς εἰσιν εἰς τὴν ἀκαθαρσίαν καὶ τὸν βόρβορον τῆς ἁμαρτίας κεχωσμένοι
如今靈魂靠自己無法找出並分辨自己的思念,惟有當那屬神的燈點著之時,光才照入那黑暗的屋子,靈魂這才看見自己的思念,原來它們是被埋在污穢與罪的污泥之中的。
And now the soul cannot of itself find its own thoughts and distinguish them, but when the divine lamp is lit, it kindles within the darkened house, and then the soul sees its thoughts, how they lie buried in the uncleanness and mire of sin.
1:4446
ἀνατέλλει ὁ ἥλιος καὶ τότε ὁρᾷ ἡ ψυχὴ τὴν ἀπώλειαν αὐτῆς καὶ ἄρχεται ἀνακαλεῖσθαι τοὺς ἐν τῇ κόπρῳ καὶ ῥυπαρίᾳ ἀναμεμιγμένους λογισμούς
太陽升起,靈魂這才看見自己的滅亡,便開始呼喚那些混雜在糞土與污穢中的思念,將它們召回。
The sun rises, and then the soul sees its own destruction and begins to call back the thoughts that are mingled in the dung and filth.
1:4447
ἀπώλεσε γὰρ τὴν εἰκόνα αὐτῆς ἡ ψυχὴ παραβᾶσα τὴν ἐντολήν
因為靈魂因違背誡命而失去了自己的形像。
For the soul lost its image by transgressing the commandment.
1:4448
Ὥσπερ ἵνα τις ᾖ βασιλεὺς καὶ ἔχῃ ὕπαρξιν καὶ διακόνους ὑφ' ἑαυτὸν τοὺς ὑπηρετοῦντας αὐτῷ, συμβῇ δὲ τοῦτον ὑπὸ ἐχθρῶν παραληφθῆναι καὶ αἰχμαλωτισθῆναιτούτου δὲ παραληφθέντος καὶ ἐξορισθέντος ἀνάγκη ὅτι καὶ οἱ διάκονοι αὐτοῦ καὶ οἱ ὑπηρέται ὀπίσω ἀκολουθοῦσιν αὐτῷ, οὕτω καὶ ὁ Ἀδὰμ ἐκτίσθη καθαρὸς ὑπὸ τοῦ θεοῦ εἰς διακονίαν αὐτοῦ καὶ ταῦτα τὰ κτίσματα εἰς ὑπηρεσίαν αὐτῷ ἐδόθηκύριος γὰρ καὶ βασιλεὺς κατεστάθη πάντων τῶν κτισμάτων, ἀλλ' ἐξ οὗ ὁ λόγος ὁ πονηρὸς προσῆλθεν αὐτῷ καὶ προσωμίλησεν, αὐτὸς πρότερον διὰ τῆς ἔξωθεν ἀκοῆς ὑπεδέξατο αὐτόν, εἶτα διῆλθεν αὐτοῦ διὰ τῆς καρδίας καὶ κατέσχεν αὐτοῦ πᾶσαν τὴν ὑπόστασιν, καὶ οὕτω λοιπὸν αὐτοῦ παραληφθέντος συνελήφθη καὶ ἡ διακονοῦσα καὶ ὑπηρετου.. μένη αὐτῷ κτίσις
又如一位君王擁有財產,並有臣僕在其下侍奉他,若這君王被仇敵擄去,一旦他被擄、被放逐,他的臣僕與侍從也必然跟隨他而去;照樣,亞當受造之初原是潔淨的,是神為要他服事而造,這些受造之物也是被賜給他作服事之用的——因為他被立為一切受造物的主與王。但自從那邪惡的話語臨近他、與他交談之後,他先是藉外在的聽聞接納了它,接著它便穿透他的心,佔據了他整個本體;於是,當他被擄之時,那服事他、聽命於他的受造之物也就一同被擄去了。
Just as if someone were a king, and had wealth and servants under himself who ministered to him, and it happened that he was seized by enemies and taken captive — and once he was seized and exiled, it is necessary that his servants and attendants follow after him — so also Adam was created pure by God for his service, and these created things were given to him for his service; for he was appointed lord and king of all creation. But from the moment the evil word approached him and conversed with him, he first received it through outward hearing, then it passed through his heart and took possession of his whole being; and so, once he was seized, the creation that ministered and was subject to him was seized along with him.
1:4449
δι' αὐτοῦ γὰρ ἐπὶ πᾶσαν ψυχὴν ἐβασίλευσεν ὁ θάνατος καὶ πᾶσαν εἰκόνα τοῦ Ἀδὰμ ἠφάνισεν ἐκ τῆς ἐκείνου παρακοῆς, ὥστε τραπῆναι τοὺς ἀνθρώπους καὶ ἐλθεῖν εἰς προσκύνησιν δαιμόνων
因為藉著他,死便在每一個靈魂上作王,並因他的悖逆使亞當整個的形像都消滅殆盡,以致人轉離正道,落入拜鬼魔的地步。
For through him death reigned over every soul, and it obliterated the whole image of Adam through that man's disobedience, so that men were turned away and came to the worship of demons.
1:4450
ἰδοὺ γὰρ οἱ καρποὶ τῆς γῆς οἱ ὑπὸ τοῦ θεοῦ καλῶς κτισθέντες·
看哪,地上的果實原是神美好所造:
For behold, the fruits of the earth, which were well created by God:
1:4451
προσέφερον τοῖς δαίμοσιν ἄρτον καὶ οἶνον καὶ ἔλαιον καὶ ζῷα ἐν τοῖς βωμοῖς αὐτῶν, οὐ μὴν ἀλλὰ καὶ.. υἱοὺς αὐτῶν καὶ θυγατέρας ἔθυσαν τοῖς δαιμονίοις
人竟將餅、酒、油以及牲畜,獻在祭壇上給鬼魔;不僅如此,甚至將自己的兒女獻祭給鬼魔。
they offered bread and wine and oil and animals to the demons upon their altars; and not only that, but they also sacrificed their sons and daughters to the demons.
1:4452
νῦν οὖν αὐτὸς ὁ πλάσας τὸ σῶμα καὶ τὴν ψυχὴν αὐτὸς ἔρχεται καὶ διαλύει πᾶσαν τὴν ἀναστροφὴν τοῦ πονηροῦ καὶ τὰ ἔργα αὐτοῦ τὰ ἐπιτελούμενα ἐν τοῖς λογισμοῖς καὶ ἀνακαινίζει καὶ μορφοῖ εἰκόνα ἐπουράνιον καὶ ποιεῖ καινὴν ψυχήν, ἵνα γένηται πάλιν.. βασιλεὺς Ἀδὰμ τοῦ θανάτου καὶ κύριος τῶν κτισμάτων
如今,那位塑造了身體與靈魂的主親自來到,拆毀那惡者一切的行徑,以及他在人思念中所行的種種作為,並更新、塑造一個屬天的形像,造出一個新的靈魂,使亞當得以再次成為勝過死亡的王,以及受造之物的主。
Now, therefore, he himself who fashioned the body and the soul comes himself and dissolves all the conduct of the evil one and his works that are carried out in the thoughts, and he renews and forms a heavenly image, and makes a new soul, so that Adam may again become king over death and lord of creation.
1:4453
ὡς εἰς τὴν σκιὰν τοῦ νόμου Μωϋσῆς σωτὴρ ἐκαλεῖτο τοῦ Ἰσραὴλ καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς Αἰγύπτου, οὕτω νῦν ὁ ἀληθινὸς λυτρωτὴς Χριστὸς εἰς τὰ κρύφια διέρχεται τῆς ψυχῆς καὶ ἐκβάλλει ἐκ τῆς σκοτεινῆς Αἰγύπτου καὶ τοῦ βαρυτάτου ζυγοῦ καὶ τῆς πικρᾶς δουλείας
正如在律法的影兒之下,摩西被稱為以色列的拯救者,帶領他們出埃及;照樣,如今那真正的救贖主基督,深入靈魂隱密之處,帶領她出離那黑暗的埃及、那極重的軛,以及那痛苦的奴役。
As, in the shadow of the Law, Moses was called the savior of Israel and led them out of Egypt, so now the true redeemer, Christ, passes into the hidden places of the soul and leads it out of the dark Egypt and the heaviest yoke and the bitter slavery.
1:4454
ἐξελθεῖν ἐκ τοῦ κόσμου καὶ πτωχεῦσαι πάντων τῶν φαινομένων καὶ μὴ ἔχειν μέριμναν γηΐνην, ἀλλὰ νυκτὸς καὶ ἡμέρας στήκειν εἰς τὴν θύραν καὶ ἀπεκδέχεσθαι, πότε ὁ κύριος ἀνοίξας τὰς συγκεκλεισμένας καρδίας ἐπιχέει ἡμῖν τὴν δωρεὰν τοῦ πνεύματος
這就是要出離這世界,捨棄一切可見之物而變得貧窮,不再有屬地的掛慮,反倒晝夜站立在門前,殷切等候主何時打開我們緊閉的心,將靈的恩賜傾倒在我們身上。
This is to go out of the world and to become poor of all visible things and to have no earthly care, but night and day to stand at the door and to wait eagerly for when the Lord, opening our closed hearts, will pour out upon us the gift of the Spirit.
1:4455
εἶπεν οὖν ἀφιέναι χρυσόν, ἄργυρον καὶ συγγένειαν, πωλῆσαι τὰ ὑπάρχοντα καὶ διαδοῦναι πτωχοῖς καὶ θησαυρίζειν αὐτὰ εἰς τοὺς οὐρανούς, ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου
因此祂說要撇下金銀與親屬,變賣所有的分給窮人,將財寶積存在天上;因為你的財寶在哪裡,你的心也在哪裡。
He therefore said to leave behind gold, silver, and kindred, to sell one's possessions and give to the poor, and to store them up in the heavens; for where your treasure is, there your heart will be also.
1:4456
εἶδεν ὁ κύριος, ὅτι ἔνδον ὁ σατανᾶς ἐν τούτῳ κατισχύει τοῦ λογισμοῦ, ἐν τῷ καταφέρειν αὐτὸν εἰς τὴν φροντίδα τῶν ὑλικῶν καὶ γηΐνων πραγμάτων
主看見在這事上,撒但如何在人裡面勝過他的思念,將他拖拽到對物質與地上事物的憂慮之中。
The Lord saw that within, in this matter, Satan prevails over the reasoning, by dragging it down into concern for material and earthly things.
1:4457
διὰ τοῦτο ὁ θεὸς προνοούμενος τῆς ψυχῆς σου εἶπεν ἀποτάξασθαι, ἵνα καὶ ἄκων ἐπιζητήσῃς τὸν οὐρανὸν καὶ ἔχῃς τὴν καρδίαν σου πρὸς τὸν θεόν
因此,神為你的靈魂著想,吩咐你要棄絕一切,好叫你即使心不甘情不願,也會去尋求天上的事,使你的心朝向神。
Because of this, God, providing for your soul, told you to renounce all, so that even against your will you would seek after heaven and have your heart set toward God.
1:4458
ἐὰν γὰρ καὶ θελήσῃς πάλιν ἐπιστραφῆναι εἰς τὰ κτήματά σου, οὐδὲν εὑρίσκῃ τῶν φαινομένων κεκτημένος
因為即使你想要再回到你的產業上去,你也會發現自己已不再擁有任何可見之物。
For even if you should wish to turn back again to your possessions, you will find yourself possessing nothing of what is visible.
1:4459
καὶθέλεις οὐ θέλειςὅπου ταῦτα ἐθησαύρισας καὶ ἀπέθου, ἀναγκάζῃ βλέπειν, ἤγουν πρὸς τὸν οὐρανόν·
於是無論你願意與否,你都被迫仰望你所積存、安放這些財寶之處——也就是仰望天上:
And whether you wish it or not, you are compelled to look toward where you have stored and laid up these things — that is, toward heaven:
1:4460
ὅπου γὰρ ὁ θησαυρός, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου
因為你的財寶在哪裡,你的心也必在哪裡。
For where the treasure is, there your heart will be also.
1:4461
Καὶ γὰρ ἐν τῷ νόμῳ ἐκέλευσεν ὁ θεὸς τῷ Μωϋσῇ, ἵνα ποιήσῃ ὄφιν χαλκοῦν καὶ τοῦτον ὑψώσῃ καὶ προσπήξῃ εἰς τὸ ἀκρότατον τοῦ ξύλου, καὶ ὅσοι ὑπὸ τῶν ὄφεων ἐπλήσσοντο, προσέχοντες τῷ ὄφει τῷ χαλκῷ, ἰάσεως ἐτύγχανον
又如在律法中,神曾吩咐摩西造一條銅蛇,將它高舉,釘在木杆的頂端;凡被蛇咬傷的人,只要仰望那銅蛇,就必得醫治。
For indeed, in the Law, God commanded Moses to make a bronze serpent, and to lift it up and fasten it to the top of a pole; and as many as were struck by the serpents, by looking at the bronze serpent, obtained healing.
1:4462
καὶ ἐνταῦθα δὲ τοῦτο οἰκονομικῶς γίνεται
在此,這事也是照著上主的美意安排而發生的。
And here too this takes place providentially, as part of the divine dispensation.
1:4463
οἱ κατεχόμενοι γὰρ εἰς τὰς γηΐνας μερίμνας καὶ εἰς τὰς εἰδωλολατρείας καὶ εἰς τὰς ἡδονὰς τοῦ σατανᾶ καὶ εἰς πᾶσαν ἀσέβειαν διὰ τοιούτου τρόπου μερικῶς πως ἀνανεύουσιν ἐπὶ τὰ ἄνω καὶ ἀνακύψαντες ἀπὸ τῶν κάτω προσέχουσιν ἐπὶ τὰ ὑψηλὰ καὶ πάλιν ἀπ' ἐκείνων προκόψωσιν εἰς τὸ ὑψηλότατον, καὶ οὕτω κατὰ μικρὸν προκόπτοντες εἰς τὸ ὑψηλότατον καὶ ἀνώτερον μέρος ἐπιγινώσκουσιν, ὅτι ἐστι θεὸς ὕψιστος παρὰ.. πᾶσαν τὴν κτίσιν
因為那些被困於地上的掛慮、拜偶像、撒但的快樂,以及一切不敬虔之中的人,藉著這樣的方式,多少能稍稍抬頭仰望上面的事,從下面的事中抬起頭來,留意那高處的事,又從那裡進一步邁向至高之處;如此漸漸地、一點一點地進到那至高、至上之境,便認識到在一切受造之上,有一位至高的神。
For those who are held fast in earthly cares and idolatries and the pleasures of Satan and every impiety, by such a manner, in some measure, lift up their heads toward the things above, and having raised themselves up from below, they attend to the things on high, and from those in turn advance to the highest, and thus, advancing little by little to the highest and uppermost part, they come to recognize that there is a Most High God above all creation.
1:4464
οὕτω καὶ σὲ ἐκέλευσε πτωχὸν γενέσθαι καὶ πάντα πωλήσαντα διαδοῦναι πτωχοῖς, ἵνα λοιπὸν κἂν θελήσῃς κάτω ἕρψαι ἐπὶ τῆς γῆς μὴ δυνηθῇς
照樣,祂也吩咐你要變得貧窮,變賣一切分給窮人,好叫你從此以後,即使想要爬回地上,也再無能力那樣做。
So also he commanded you to become poor, and, having sold everything, to give to the poor, so that from then on, even if you should wish to crawl back down upon the earth, you would not be able to.
1:4465
ἐρευνᾶς γὰρ εἰς τὴν καρδίαν σου καὶ ἄρχῃ μετὰ τῶν λογισμῶν σου διαλέγεσθαι·
因為你會探察自己的內心,開始與自己的思念對話:
For you search into your heart and begin to converse with your own thoughts:
1:4466
ἐπὶ τῆς γῆς οὐδὲν ἔχομεν, ἄγωμεν πρὸς τὸν οὐρανόν, ὅπου ἔχομεν τὸν θησαυρόν, ὅπου ἐπραγματευσάμεθα. ἄρχεται ὁ νοῦς σου ἀνανεύειν πρὸς τὸ ὕψος καὶ ἐπιζητεῖν τὰ ἀνώτερα καὶ προκόπτειν ἐν τούτῳ
「我們在地上一無所有,讓我們前往天上,那裡有我們的財寶,那裡是我們經營交易之處。」你的心思便開始向上仰望,尋求那更高的事,並在此不斷長進。
"We have nothing on earth; let us go up to heaven, where we have our treasure, where we have done our business." Your mind begins to lift itself up toward the height, and to seek after the things above, and to advance in this.
1:4467
ὅτι ὁ νεκρὸς ὄφις ὁ προσπεπηγμένος εἰς τὸ ἀκρότατον τοῦ ξύλου ἰᾶτο τοὺς πεπληγμένους; ὁ νεκρὸς ὄφις τοὺς ζῶντας ἐνίκα, ὥστε τύπος ἐστὶ τοῦ σώματος τοῦ κυρίου
那被釘在木杆頂端的死蛇,竟能醫治被咬傷的人,豈不是奇事嗎?那死蛇竟勝過那些活蛇,因此牠正是主的身體的預表。
Is it not a wonder that the dead serpent fastened to the top of the pole healed those who had been struck? The dead serpent conquered the living serpents, so that it is a type of the body of the Lord.
1:4468
τὸ σῶμα γάρ, ὃ ἔλαβεν ἐκ τῆς θεοτόκου Μαρίας, ἀνήνεγκεν αὐτὸ ἐπὶ τοῦ σταυροῦ καὶ προσέπηξε καὶ ἐκρέμασεν ἐπὶ τοῦ ξύλου, καὶ τὸν ἐν τῇ καρδίᾳ ὄντα ὄφιν ζῶντα καὶ ἕρποντα νεκρὸν σῶμα ἐνίκησε καὶ ἀπέκτεινενὧδε θαῦμα μέγιστον, πῶς ὁ νεκρὸς ὄφις τὸν ζῶντα ἀπέκτεινεν, ἀλλ' ὃν τρόπον ἐκεῖ ὁ Μωϋσῆς ἐποίησε τὸν ὄφιν τὸν χαλκοῦνκαὶ ἀπ' ἀρχῆς κτίσεως οὐκ ἐγένετο ὄφις χαλκοῦς, ἀλλ' αὐτὸς ὁ Μωϋσῆς καινὸν ἔργον ὁμοίωμα τοῦ ζῶντος ὄφεως ἐποίησενοὕτω καὶ ὁ κύριος καινὸν σῶμα ἐκ τῆς ἀειπαρθένου καὶ θεοτόκου Μαρίας ἐποίησε καὶ τοῦτο ἐνεδύσατο, ἀλλ' οὐκ ἤνεγκε τὸ σῶμα ἐξ οὐρανοῦ·
因為祂從那童貞女、神之母瑪利亞所取的身體,被祂帶上十字架,釘上、懸掛在木頭上;而那存在於心中、活著蠕行的蛇,就被那死的身體所勝過、殺死。在此有一件極大的奇事:那死了的蛇竟殺死了那活著的蛇。這正如摩西在那時造了那銅蛇一樣——從創世之初從未有過銅蛇,是摩西親自造了一件新作,作為那活蛇的形像;照樣,主也從那永為童貞女、神之母瑪利亞造了一個新的身體,並穿上了它,但祂並非把身體從天上帶下來:
For the body which he took from Mary the Theotokos, he bore up upon the cross and fastened and hung upon the wood; and the living, creeping serpent that was in the heart, the dead body conquered and put to death. Here is the greatest wonder: how the dead serpent put to death the living one. But in the manner that Moses there made the bronze serpent — and from the beginning of creation no bronze serpent had ever existed, but Moses himself made a new work, a likeness of the living serpent — so also the Lord made a new body out of the ever-virgin Mary, the Theotokos, and put this on; but he did not bring the body down from heaven:
1:4469
τὸ δὲ πνεῦμα οὐράνιον ἦν, ἀλλὰ ἄνθρωπον καινὸν ἐν τῷ Ἀδὰμ εἰσελθὼν εἰργάσατο καὶ τοῦτον συνεκέρασε τῇ θεότητι καὶ ἐνεδύσατο τὴν ἀν.. θρωπίνην σάρκα καὶ ἐμόρφωσεν ἐν τῇ μήτρᾳ
而那靈卻是屬天的;祂進入亞當之中,造出一個新人,將這新人與神性調和相融,穿上了人的肉身,並在母腹中將其塑造成形。
But the Spirit was heavenly; rather, entering into Adam, he wrought a new man, and mingled this together with the Godhead, and put on human flesh and formed it in the womb.
1:4470
ὥσπερ οὖν ὁ ὄφις ὁ χαλκοῦς ἕως τοῦ Μωϋσέως οὐκ ἐκελεύσθη ὑπὸ τοῦ κυρίου γενέσθαι ἐν τῷ κόσμῳ, οὕτως οὐδὲ καινὸν σῶμα καὶ ἀναμάρτητον ἕως τοῦ κυρίου ἐφάνη ἐν τῷ κόσμῳ
正如那銅蛇直到摩西之時,才蒙主吩咐在世上造成;照樣,那新的、無罪的身體,直到主降臨之時,才在世上顯現。
Just as, then, the bronze serpent was not commanded by the Lord to come into being in the world until the time of Moses, so also no new and sinless body appeared in the world until the Lord.
1:4471
παραβάντος γὰρ τὴν ἐντολὴν τοῦ πρώτου Ἀδὰμ ἐβασίλευσεν ὁ θάνατος ἐπὶ ὅλα τὰ τέκνα αὐτοῦ
因為當那第一個亞當違背誡命之後,死便在他所有的兒女身上作王。
For when the first Adam transgressed the commandment, death reigned over all his children.
1:4472
ἐνίκησεν οὖν νεκρὸν σῶμα τὸν ζῶντα ὄφιν
因此,一具死的身體便勝過了那活著的蛇。
Therefore a dead body conquered the living serpent.
1:4473
Καὶ τοῦτο τὸ θαυμάσιον Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία
而這奇事,對猶太人是絆腳石,對外邦人卻是愚拙。
And this marvel is to the Jews a stumbling block, and to the Gentiles foolishness.
1:4474
τί δὲ λέγει ὁ ἀπόστολος; ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν, ἡμῖν δὲ τοῖς σῳζομένοις θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν
使徒是怎麼說的呢?「我們卻是傳釘十字架的基督,在猶太人為絆腳石,在外邦人為愚拙,但在我們這蒙召、得救的人,卻為神的能力,神的智慧。」
But what does the apostle say? "We preach Christ Jesus, and him crucified, to the Jews a stumbling block, and to the Gentiles foolishness, but to us who are being saved, the power of God and the wisdom of God."
1:4475
ἔρχεται πρὸς τὸν θάνατον καὶ διαλέγεται αὐτῷ ὁ κύριος καὶ προστάσσει τοῦ ἐκβαλεῖν ἐκ τοῦ ᾅδου καὶ τοῦ θανάτου τὰς ψυχὰς καὶ ἀποδοῦναι
主來到死亡面前,與它對話,並吩咐它把眾靈魂從陰間、從死亡中領出來,交還給祂。
The Lord comes to Death and converses with him, and commands him to bring the souls out of Hades and out of death, and to give them back.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。