📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 奧秘教導

奧秘教導 第 1 章 第 9/13 段

希臘文原文.298 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1689–1:1986(全章共 3063 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1689
Ἀδιάλειπτος γάρ ἐστι προσευχή, τὸ τὸν νοῦν ἔχειν ἐν εὐλαβείᾳ πολλῇ καὶ πόθῳ προσκείμενον τῷ Θεῷ, καὶ τῆς ἐλπίδος αὐτοῦ ἀεὶ ἀποκρέμασθαι, καὶ εἰς αὐτὸν θαρρεῖν ἐν πᾶσι, τοῖς τε ἔργοις καὶ τοῖς συμβαίνουσιν
因為不住的禱告,就是叫心思帶著極深的虔敬和渴慕緊貼於神,常仰望祂的盼望,並在一切的工作和臨到的事上倚靠祂。
For unceasing prayer is to have the mind cleaving to God with much reverence and longing, ever hanging upon hope in Him, and trusting in Him in all things, both in works and in things that befall.
1:1690
Οὕτως διακείμενος ὁ Ἀπόστολος ἔλεγε·
使徒既有這樣的存心,便說:
So disposed, the Apostle said:
1:1691
Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ·
「誰能使我們與基督的愛隔絕呢?
"Who shall separate us from the love of Christ?
1:1692
θλίψις, ἢ στενοχωρία; καὶ τὰ ἑξῆς
難道是患難麼?是困苦麼?」等等。
shall tribulation, or distress?" and so forth.
1:1693
Πέπεισμαι γάρ, ὅτι οὔ τε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι
「因為我深信無論是死、是生、是天使……」
"For I am persuaded that neither death, nor life, nor angels..."
1:1694
Ἐν παντὶ θλιβόμενοι, καὶ οὐ στενοχωρούμενοι·
「我們四面受敵,卻不被困住;
"In everything afflicted, yet not distressed;
1:1695
ἀπορούμενοι, καὶ οὐκ ἐξαπορούμενοι·
心裡作難,卻不至絕望;
perplexed, but not despairing;
1:1696
διωκόμενοι, ἀλλ οὐ καταλιμπανόμενοι·
遭逼迫,卻不被丟棄;
persecuted, but not forsaken;
1:1697
καταβαλλόμενοι, ἀλλ οὐκ ἀπολλύμενοι
打倒了,卻不至死亡。」
cast down, but not destroyed."
1:1698
Πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν
「身上常帶著主耶穌的死,使耶穌的生也顯明在我們這必死的肉身上。」
"Always bearing about in the body the dying of the Lord Jesus, that the life also of Jesus might be manifested in our mortal flesh."
1:1699
Οὕτως οὖν ὁ Ἀπόστολος διακείμενος, ἀδιαλείπτως προσηύχετο·
使徒既有這樣的存心,便不住地禱告;
So disposed, then, the Apostle prayed unceasingly;
1:1700
ἐν πᾶσι γὰρ τοῖς ἔργοις, ὡς εἴρηται, καὶ τοῖς συμβαίνουσιν αὐτῷ τῆς ἐλπίδος τοῦ Θεοῦ ἀπεκρέματο
因為如前所說,他在一切的工作和臨到他的事上,都仰望神的盼望。
for in all his works, as has been said, and in the things that befell him, he hung upon hope in God.
1:1701
Καὶ διὰ τοῦτο ἔλεγεν ὁ Ἀπόστολος·
因此使徒說:
And for this reason the Apostle said:
1:1702
Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ
「所以我更喜歡誇我的軟弱,好叫基督的能力覆庇我。」
"Most gladly therefore will I glory in my weaknesses, that the power of Christ may rest upon me."
1:1703
ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι
「我甚麼時候軟弱,甚麼時候就剛強了。」
"When I am weak, then am I strong."
1:1704
Ἀλλ οὐαὶ ἡμῖν τοῖς ἀθλίοις, ὅτι κατελίπομεν ( __ > τὴν ὁδὸν τῶν ἁγίων Πατέρων, καὶ διὰ τοῦτο ἔρημοί ἐσμεν παντὸς ἔργου πνευματικοῦ
但我們這些可憐的人有禍了,因為我們離棄了眾聖父的道路,故此被剝奪了一切屬靈的工作。
But woe to us wretched ones, for we have forsaken the way of the holy Fathers, and for this reason we are bereft of every spiritual work.
1:1705
Ἐπειδὴ οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν ἡμῶν
因為我們眼中不存敬畏神的心。
Since there is no fear of God before our eyes.
1:1706
Ἐπειδὴ πάντων τῶν κακῶν γεγόναμεν καταγώγιον, καὶ διὰ τοῦτο ὡς ψιλοῦ νοήματος κατεφρονήσαμεν τῆς φοβερᾶς τοῦ Θεοῦ κολάσεως
因為我們成了一切邪惡的住處,故此將神那可畏的刑罰看作一個空泛的念頭而輕忽了。
Since we have become a lodging-place of all evils, and for this reason we have despised the dreadful punishment of God as a mere notion.
1:1707
Ἐπεὶ τίς οὐ κατανύγεται ἀκούων τοῦ μὲν Μωϋσέως ἐκ προσώπου Θεοῦ περὶ τῶν ἁμαρτωλῶν λέγοντος, ὅτι Πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου·
誰聽見摩西代表神論到罪人所說的話,能不痛心呢?就是『因我怒中起的火已經燒起;
For who is not pricked to the heart, hearing Moses speaking from the person of God concerning sinners, that 'A fire is kindled out of My wrath;
1:1708
καυθήσεται ἕως ᾅδου κατωτάτου
直燒到極深的陰間。』
it shall burn unto the lowest hades."
1:1709
Καταφάγεται γῆν, καὶ τὰ γεννήματα αὐτῆς·
「要燒盡地和地的出產;
"It shall devour the earth and its produce;
1:1710
Συνάξω εἰς αὐτοὺς κακά, καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς; Καὶ πάλιν·
我要將禍患堆在他們身上,把我的箭向他們射盡。』又說:
I will gather evils upon them, and will spend My arrows upon them.' And again:
1:1711
Παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου·
『我要磨我閃亮的刀,我手必執掌審判;
'I will sharpen My sword like lightning, and My hand shall lay hold on judgement;
1:1712
καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσί με ἀνταποδώσω
我要報復我的敵人,報應那恨我的人。』
and I will render vengeance to My enemies, and will requite those who hate Me.'
1:1713
τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογί, ᾗ ἐξεκαύσατε
『誰能向你們宣告有火燒著?誰能向你們宣告那永遠的處所?你們去行在自己火的光中,並你們所點的火焰裡罷。』
'Who shall declare to you that a fire burns? Who shall declare to you the eternal place? Walk in the light of your fire, and in the flame which you have kindled.'
1:1714
Ἐξελεύσονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων, τῶν παραβεβηκότων ἐν ἐμοί
『他們必出去觀看那些違背我之人的屍首。
'They shall go forth, and shall look upon the corpses of the men who have transgressed against Me.
1:1715
Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται·
因為他們的蟲是不死的,他們的火是不滅的;
For their worm shall not die, and their fire shall not be quenched;
1:1716
καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί
凡有血氣的都必憎惡他們。』
and they shall be a sight to all flesh.'
1:1717
Τοῦ δὲ Ἱερεμίου λέγοντος·
又有耶利米說:
And Jeremiah saying:
1:1718
Ἀκούσατε λαὸς μωρὸς καὶ ἀκάρδιος·
『愚昧無知的百姓啊,你們聽罷;
'Hear now this, O foolish and senseless people;
1:1719
ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν·
他們有眼不看,
they have eyes, and see not;
1:1720
ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν
有耳不聽。』
they have ears, and hear not.'
1:1721
Ἐμὲ οὐ φοβηθήσεσθε, λέγει Κύριος; ἢ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν ποιήσαντα ὅριον ψάμμον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται; Καὶ πάλιν·
『耶和華說,你們難道不懼怕我麼?難道不在我面前戰兢麼?我以沙為海的界限,作為永遠的定例,使它不能越過。』又說:
'Will you not fear Me? says the Lord; or will you not be in awe before My face? — who placed the sand as a bound for the sea, an everlasting ordinance, and it shall not pass it.' And again:
1:1722
Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε
『你自己的背道必懲治你,你的邪惡必責備你。
'Your own apostasy shall chasten you, and your wickedness shall reprove you.
1:1723
Καὶ γνῶθι, καὶ ἴδε, ὅτι πικρόν σοί ἐστι τὸ καταλιπεῖν σε ἐμέ, λέγει Κύριος
耶和華說,你要知道並看明,你離棄我乃是又惡又苦的事。』
And know and see that it is a bitter thing for you to have forsaken Me, says the Lord.'
1:1724
Ἐγὼ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν·
『我栽了你是上等的葡萄樹,全然是真種;
'I planted a fruitful vine, wholly true;
1:1725
πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; Καὶ πάλιν·
你怎麼向我變為外邦葡萄樹的壞枝子,發出苦果呢?』又說:
how have you turned into bitterness, you strange vine?' And again:
1:1726
Οὐκ ἐκάθισα μετὰ συνεδρίου παιζόντων·
『我沒有坐在嬉笑人的會中;
'I sat not with the assembly of those who make merry;
1:1727
ἀλλ ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου
我因你手的緣故獨自靜坐戰兢。
but I was in awe before the face of Your hand.
1:1728
Καταμόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην
我獨自靜坐,因我滿懷苦楚。』
I sat alone, because I was filled with bitterness.'
1:1729
Τίς δὲ οὐ φρίσσει τοῦ Ἰεζεκιὴλ ἀκούων λέγοντος·
誰聽見以西結所說的話能不戰慄呢?
And who does not shudder, hearing Ezekiel saying:
1:1730
Ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σέ, καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ σοί·
『我必將我的忿怒傾倒在你身上,向你發盡我的怒氣;
'I will pour out My wrath upon you, and will accomplish My anger upon you;
1:1731
καὶ κρινῶ σε ἐν ταῖς ὁδοῖς σου, καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου·
我必按你所行的審判你,將你一切可憎的事報應在你身上;
and I will judge you according to your ways, and will lay upon you all your abominations;
1:1732
καὶ οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδ οὐ μὴ ἐλεήσω·
我眼必不顧惜,也不可憐你;
and My eye shall not spare, neither will I have mercy;
1:1733
καὶ τότε ἐπιγνώσῃ, ὅτι ἐγὼ Κύριος
那時你就知道我是耶和華。』
and then you shall know that I am the Lord.'
1:1734
Καὶ Παλαιὸς ἡμερῶν ἐκάθησεν
『有一位亙古常在者坐下了。
'And the Ancient of Days did sit.
1:1735
Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών·
祂的衣服潔白如雪,
His garment was white as snow;
1:1736
καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν
頭髮如純淨的羊毛。
and the hair of His head as pure wool.
1:1737
Καὶ ὁ θρόνος αὐτοῦ φλὸξ πυρός·
祂的寶座乃火焰,
And His throne was a flame of fire;
1:1738
οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον
其輪乃烈火。
His wheels were burning fire.
1:1739
Ποταμὸς πυρὸς ( __ > εἷλκεν, ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ
從祂面前有火河發出流泄。
A river of fire flowed forth, issuing from before Him.
1:1740
Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ
事奉祂的有千千,在祂面前侍立的有萬萬。
Thousand thousands ministered to Him, and ten thousand times ten thousand stood before Him.
1:1741
Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν [τὰ πεπραγμένα ἑκάστου δῆλον ὅτι]
審判就坐下,案卷都展開了〔顯然就是各人所行的事〕。』
The judgement was set, and the books were opened [namely, the deeds of each one].'
1:1742
Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν·
『我在夜間的異象中觀看,見有一位像人子的,駕著天雲而來;
'I beheld in a vision of the night, and lo, with the clouds of heaven there was one coming as a Son of man;
1:1743
καὶ ἕως τοῦ Παλαιοῦ ἡμερῶν ἔφθασεν·
祂來到亙古常在者面前,
and He came even to the Ancient of Days;
1:1744
καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ·
被領到祂跟前;
and He was brought before Him;
1:1745
καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία
得了權柄、尊榮和國度。
and to Him was given the dominion and the honour and the kingdom.
1:1746
Καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσι·
凡各方、各國、各族的人都要事奉祂;
And all peoples, tribes, and tongues shall serve Him;
1:1747
καὶ ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος·
祂的權柄是永遠的權柄,
and His dominion is an everlasting dominion;
1:1748
καὶ ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος
祂的國是永遠的國。』
and His kingdom is an everlasting kingdom.'
1:1749
Ἅπαξ ἐλάλησεν ὁ Θεός, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος·
『神說了一次、兩次,我都聽見:就是能力屬乎神。主啊,慈愛也是屬乎你;
'God has spoken once, these two things have I heard: that power belongs to God, and to You, O Lord, belongs mercy;
1:1750
ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ
因為你照著各人所行的報應他。』
for You shall render to each according to his works.'
1:1751
Καὶ πάλιν τοῦ Ἐκκλησιαστοῦ λέγοντος·
又有傳道者說:
And again, Ecclesiastes saying:
1:1752
Τέλος λόγου, τὸ πᾶν ἄκουε·
『這些事都已聽見了,總意就是:
'The end of the matter, hear the whole;
1:1753
τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος·
敬畏神,謹守祂的誡命,這是人所當盡的本分;
fear God, and keep His commandments, for this is the whole of man;
1:1754
ὅτι σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς ἐν κρίσει ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθόν, καὶ ἐὰν πονηρόν
因為人所作的事,連一切隱藏的事,無論是善是惡,神都必審問。』
for God shall bring every work into judgement, with every secret thing, whether good or evil.'
1:1755
Τίς δὲ τὰ ὅμοια ἀκούων τοῦ Ἀποστόλου λέγοντος οὐ τρέμει·
誰從使徒聽見這類的話,能不戰兢呢?
And who, hearing the like things from the Apostle, does not tremble?
1:1756
Τίς οὖν οὐ θρηνήσει τὴν ἀπιστίαν ἡμῶν, ( __ > καὶ τὴν τύφλωσιν τῆς ψυχῆς ἡμῶν, ὅτι τούτων πάντων ἀκούοντες οὐ μετανοοῦμεν, καὶ πικρῶς κλαίομεν ἐπὶ τῇ τοσαύτῃ ἡμῶν ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ; ἣν προθεωρῶν Ἱερεμίας ἔλεγεν·
誰能不為我們的不信、並我們魂的瞎眼而哀哭呢?因我們聽見這一切,竟不悔改,也不為自己這樣大的疏忽懶惰痛哭——耶利米預先看見這事便說:
Who then will not lament our unbelief, and the blindness of our soul, that hearing all these things we do not repent, and weep bitterly over our so great negligence and slothfulness — which Jeremiah foreseeing said:
1:1757
Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς
『懶惰行耶和華工的,必受咒詛。』
'Cursed is he who does the works of the Lord negligently.'
1:1758
Εἰ γὰρ εἴχομεν φροντίδα περὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, ἐτρέμομεν ἂν τὸν λόγον τοῦ Κυρίου, καὶ ἐσπεύδομεν κατορθῶσαι τὰς ἐντολὰς αὐτοῦ, δι ὧν καὶ ἐσωζόμεθα
我們若顧念自己魂的拯救,就必為主的話戰兢,並竭力成全祂的誡命,藉此得救。
For if we had care for the salvation of our souls, we would tremble at the word of the Lord, and would hasten to fulfil His commandments, by which we should be saved.
1:1759
Ἀλλ ἡμεῖς ἀκούοντες τοῦ Κυρίου λέγοντος·
但我們聽見主說:
But we, hearing the Lord saying:
1:1760
Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, τῆς εἰσαγούσης εἰς τὴν ζωήν, προετιμήσαμεν τὴν πλατεῖαν καὶ εὐρύχωρον, τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν
『你們要進窄門,那門是引到生命的』,我們卻偏愛那寬闊大路,就是引到滅亡的。
'Enter in by the narrow gate, which leads to life,' have preferred the broad and spacious way, which leads to destruction.
1:1761
Ὑπάγετε ἀπ ἐμοῦ, οἱ κατηράμενοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ
『你們這被咒詛的人,離開我,進入那為魔鬼和牠的使者所預備的永火裡去罷。』
'Depart from Me, you cursed, into the eternal fire, prepared for the devil and his angels.'
1:1762
Καὶ ταῦτα ἀκούομεν, οὐχ ὡς κακῶς πράξαντες, ἀλλ ὡς τῶν καλῶν ἀμελήσαντες, καὶ τὸν πλησίον μὴ ἀγαπήσαντες
我們聽見這些話,並非因我們作了惡,乃因我們忽略了善,又沒有愛鄰舍。
And these things we hear, not as having done evil, but as having neglected good, and as not having loved our neighbour.
1:1763
ὑποίσομεν τὴν ἡμέραν ἐκείνην, οὕτως ἀμελῶς διακείμενοι; Πλὴν τὸ οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ φονεύσεις, καὶ τὰ ἑξῆς, τοῖς ἀρχαίοις ἐρρήθη διὰ Μωϋσέως·
我們既如此疏懶,怎能擔當那日子呢?因為『不可姦淫、不可偷盜、不可殺人』等等,乃是從前藉摩西吩咐古人的;
How shall we endure that day, being so negligently disposed? For the 'You shall not commit adultery, you shall not steal, you shall not kill,' and so forth, were said to the ancients through Moses;
1:1764
ὁ δὲ Κύριος, εἰδὼς ὅτι οὐκ ἀρκεῖ τῷ Χριστιανῷ ἡ τούτων μόνον τήρησις πρὸς τελείωσιν, ἔλεγεν·
但主知道單守這些,不足叫基督徒得以完全,便說:
but the Lord, knowing that the keeping of these alone does not suffice for the Christian unto perfection, said:
1:1765
Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
『我實在告訴你們,你們的義若不勝於文士和法利賽人的義,斷不能進天國。』
'Truly I say to you, that unless your righteousness exceed that of the Scribes and Pharisees, you shall in no wise enter into the kingdom of heaven.'
1:1766
καὶ ἑαυτὸν τύπον μέχρι θανάτου, καὶ τοὺς αὑτοῦ μαθητὰς ἡμῖν παρέσχεν, ὡς πολλάκις εἴρηται
並且如屢次所說的,祂將自己以至於死,又將祂的門徒,都賜給我們作榜樣。
and He gave us Himself as a pattern unto death, and His disciples, as has often been said.
1:1767
Ποίαν οὖν ἀπολογίαν ἕξομεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοιοῦτον ὑπόδειγμα ἔχοντες, καὶ οὕτως ἀμελοῦντες; Ἡμᾶς θρηνῶν Ἱερεμίας τοὺς τοσαύτης χάριτος ἀξιωθέντας, καὶ οὕτως ἀμελῶς διακειμένους, μᾶλλον δὲ πάσης κακίας πεπληρωμένους, ἔλεγε·
我們既有這樣的榜樣,卻仍這樣疏懶,到那日還有甚麼可分訴的呢?耶利米為我們這些蒙了如此大恩、卻又如此疏懶、甚至滿了一切邪惡的人哀哭說:
What defence then shall we have in that day, having such an example, and yet being so negligent? Jeremiah, lamenting us who have been deemed worthy of so great grace, and yet are so negligently disposed — or rather, are filled with all wickedness — said:
1:1768
Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός; Περὶ ἡμᾶς ἐγὼ ἀκούω καὶ τοῦ Μωϋσέως λέγοντος·
『但願我的頭為水,我的眼為淚的泉源,我好為這百姓晝夜哭泣。』論到我們,我聽見摩西也說:
'Who will give water to my head, and to my eyes a fountain of tears, that I may weep for this people day and night?' Concerning us I hear Moses also saying:
1:1769
καὶ ἔφαγεν Ἰακώβ, καὶ ἐνεπλήσθη·
『雅各吃了便飽足,
'And Jacob ate, and was filled;
1:1770
καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος·
那蒙愛的就踢跳,
and the beloved kicked;
1:1771
ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε Θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ
他肥胖了、粗壯了、寬肥了,便離棄造他的神,遠離救他的神。』
he grew fat, he grew thick, he became broad, and forsook God who made him, and departed from God his Saviour.'
1:1772
Καὶ τοῦ Μιχαίου θρηνοῦντος καὶ λέγοντος·
又有彌迦哀哭說:
And Micah lamenting and saying:
1:1773
Οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει
『我的魂哪,我有禍了,因為地上虔誠的人滅盡了,世間沒有正直的人。
'Woe is me, my soul, for the godly man has perished from the earth, and there is none upright among men.
1:1774
Ἕκαστος τὸν πλησίον αὐτοῦ θλίβουσιν ἐκθλιβῇ·
各人苦害鄰舍,極力欺壓;
Each oppresses his neighbour with oppression;
1:1775
ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσι
他們的手豫備行惡。』
they make ready their hands for evil.'
1:1776
Καὶ τοῦ Ψαλμῳδοῦ ὁμοίως περὶ ἡμῶν λέγοντος·
又有詩人照樣論到我們說:
And the Psalmist likewise saying concerning us:
1:1777
Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος·
『耶和華啊,求你幫助,因虔誠人斷絕了,
'Save me, O Lord, for the godly man fails;
1:1778
ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων, καὶ τὰ λοιπά
世人中間的忠信人沒有了』等等。
for the faithful have diminished from among the sons of men,' and the rest.
1:1779
Προφητικῶς καὶ ὁ Ἀπόστολος θρηνῶν ἡμᾶς ἔλεγεν·
使徒也是預言性地為我們哀哭說:
Prophetically the Apostle also, lamenting us, said:
1:1780
οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός
『沒有行善的,連一個也沒有。
'There is none that does good, no, not so much as one.
1:1781
Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν·
他們的喉嚨是敞開的墳墓;
Their throat is an open sepulchre;
1:1782
ταῖς γλώσσαις ἀυτῶν ἐδολιοῦσαν
他們用舌頭弄詭詐。
with their tongues they have used deceit.
1:1783
Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν·
嘴唇裡有虺蛇的毒氣;
The poison of asps is under their lips;
1:1784
ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας ( __ > γέμει
滿口是咒罵苦毒。
whose mouth is full of cursing and bitterness.
1:1785
Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν·
所經過的路便行殘害暴虐的事,平安的路他們未曾知道;
Destruction and misery are in their ways, and the way of peace they have not known;
1:1786
οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν
他們眼中不怕神。』
there is no fear of God before their eyes.'
1:1787
Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί·
『你該知道,末後的日子必有危險的時候來到;
'But know this, that in the last days perilous times shall come;
1:1788
ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, καὶ τὰ ἑξῆς
因為那時人要專顧自己、貪愛錢財、自誇、狂傲、謗讟、違背父母、忘恩負義、心不聖潔、無親情、不解怨、好說讒言、不能自約、性情兇暴、不愛良善、賣主賣友、任意妄為』等等。
for men shall be lovers of self, lovers of money, boasters, proud, blasphemers, disobedient to parents, unthankful, unholy, without natural affection, implacable, slanderers, incontinent, fierce, despisers of good, traitors, headstrong,' and so forth.
1:1789
Τίς γὰρ ἐξ ἡμῶν, εἰπέ μοι, τῶν προειρημένων κακῶν ἐστιν ἀμέτοχος; Οὐχὶ ἐπὶ ἡμῶν ἐπληρώθη ἡ προφητεία; Οὐ πάντες ἐσμὲν γαστρίμαργοι; Οὐ πάντες φιλήδονοι; Οὐ πάντες ὑλομανεῖς καὶ φιλόϋλοι; Οὐ πάντες θυμώδεις; Οὐ πάντες μηνιασταί; Οὐ πάντες μνησίκακοι; Οὐ πάντες προδόται πάσης ἀρετῆς; Οὐ πάντες λοίδοροι; Οὐ πάντες ὑπερήφανοι; Οὐ πάντες κενόδοξοι; Οὐ πάντες ὑποκριταί; Οὐ πάντες δόλιοι; Οὐ πάντες φθονεροί; Οὐ πάντες ἀνυπότακτοι; Οὐ πάντες ἀκηδιασταί; Οὐ πάντες περίακτοι; Οὐ πάντες ῥᾴθυμοι; Οὐ πάντες ἀμελεῖς τῶν τοῦ Σωτῆρος ἐντολῶν; Οὐ πάντες πάσης κακίας ἀνάμεστοι; Οὐχὶ γεγόναμεν ἀντὶ ναοῦ Θεοῦ ναὸς εἰδώλων; Οὐχὶ ἀντὶ Πνεύματος ἁγίου, πνευμάτων πονηρῶν ἐσμεν καταγώγια; Οὐχὶ πεπλασμένως τὸν Θεὸν Πατέρα ἐπικαλούμεθα; Οὐχὶ ἀντὶ υἱῶν ( __ > Θεοῦ, υἱοὶ γεέννης γεγόναμεν; Οὐχὶ χείρονες τῶν Ἰουδαίων, οἱ νῦν τὸ μέγα Χριστοῦ ὄνομα περιφερόμενοι, γεγόναμεν; Καὶ μηδεὶς ἀγανακτείτω τὴν ἀλήθειαν ἀκούων, ἐπεὶ κἀκεῖνοι παράνομοι ὄντες ἔλεγον·
請告訴我,我們中間誰能脫離前面所說的這些惡呢?這預言豈不是在我們身上應驗了麼?我們豈不都是貪食的?豈不都是貪愛享樂的?豈不都是沉溺於物質、貪愛物質的?豈不都是暴躁的?豈不都是含怒的?豈不都是記仇的?豈不都是背棄一切德行的?豈不都是辱罵人的?豈不都是驕傲的?豈不都是好虛榮的?豈不都是假冒為善的?豈不都是詭詐的?豈不都是嫉妒的?豈不都是不順服的?豈不都是灰心喪志的?豈不都是反覆無常的?豈不都是懶惰的?豈不都是忽略救主誡命的?豈不都是滿了一切邪惡的?我們豈不是不作神的殿,反作了偶像的殿麼?豈不是不作聖靈的殿,反作了邪靈的住處麼?我們豈不是假意稱神為父麼?我們豈不是不作神的兒子,反作了地獄之子麼?我們這如今頂著基督大名的人,豈不是比猶太人還壞麼?也不要有人因聽見真話就動怒,因為他們那無法無天的人也曾說:
For who among us, tell me, is free from the aforesaid evils? Has not the prophecy been fulfilled in us? Are we not all gluttons? Are we not all lovers of pleasure? Are we not all luxuriant in matter and lovers of matter? Are we not all wrathful? Are we not all given to grudges? Are we not all remembering wrongs? Are we not all betrayers of every virtue? Are we not all revilers? Are we not all proud? Are we not all vainglorious? Are we not all hypocrites? Are we not all deceitful? Are we not all envious? Are we not all insubordinate? Are we not all given to despondency? Are we not all unstable? Are we not all slothful? Are we not all negligent of the Saviour's commandments? Are we not all replete with every wickedness? Have we not become, instead of a temple of God, a temple of idols? Are we not, instead of the Holy Spirit, lodging-places of evil spirits? Do we not feignedly call upon God as Father? Have we not become, instead of sons of God, sons of Gehenna? Have we who now bear about the great name of Christ not become worse than the Jews? And let no one be indignant at hearing the truth, since they too, being lawless, said:
1:1790
Ἡμεῖς ἕνα Πατέρα ἔχομεν, τὸν Θεόν·
『我們只有一位父,就是神;』
'We have one Father, even God;'
1:1791
ἀλλ ἤκουον παρὰ τοῦ Σωτῆρος, ὅτι·
但他們從救主聽見說:
but they heard from the Saviour, that:
1:1792
Ὑμεῖς ἐκ τοῦ Πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ Πατρὸς ὑμῶν θέλετε ποιεῖν
『你們是出於你們的父魔鬼,你們父的私慾你們偏要行。』
'You are of your father the devil, and the lusts of your father you will do.'
1:1793
Πῶς οὖν καὶ ἡμεῖς παραβάται ὄντες τῶν ἐντολῶν αὐτοῦ, τὰ ὅμοια παρ αὐτοῦ οὐκ ἀκούομεν; Ἐπεὶ καὶ ὁ Ἀπόστολος τοὺς Πνεύματι ἀγομένους εἶπεν εἶναι υἱοὺς Θεοῦ·
我們既是違背祂誡命的人,怎能不也從祂聽見這類的話呢?因為使徒也說,凡被靈引導的,就是神的兒子:
How then shall we also, being transgressors of His commandments, not hear the like things from Him? Since the Apostle also said that those who are led by the Spirit are sons of God:
1:1794
Ὅσοι γάρ, φησί, Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ
他說:『凡被神的靈引導的,都是神的兒子。』
'For as many,' he says, 'as are led by the Spirit of God, these are the sons of God.'
1:1795
Πῶς οὖν καὶ ἡμεῖς, ἐκ τοῦ θανάτου ἀγόμενοι, υἱοὶ Θεοῦ ἀκούειν δυνάμεθα; Τὸ γὰρ φρόνημα τῆς σαρκός, θάνατος
我們既被死亡引導,怎能聽見自己被稱為神的兒子呢?因為體貼肉體就是死。
How then can we also, being led by death, hear ourselves called sons of God? For the mind of the flesh is death.
1:1796
Οἱ δὲ Πνεύματι ἀγόμενοι, ἐκ τῶν καρπῶν τοῦ Πνεύματος δῆλοί εἰσιν
但凡被靈引導的,從聖靈的果子上就顯明出來。
But those who are led by the Spirit are manifest from the fruits of the Spirit.
1:1797
Εἴδωμεν οὖν τοὺς καρποὺς τοῦ Πνεύματος·
我們就來看看聖靈的果子;
Let us see, then, the fruits of the Spirit;
1:1798
ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, φησίν, ἐστὶν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραΰτης, ἐγκράτεια
經上說:『聖靈所結的果子,就是仁愛、喜樂、和平、恆忍、恩慈、良善、信實、溫柔、節制。』
'for the fruit of the Spirit,' it says, 'is love, joy, peace, long-suffering, kindness, goodness, faith, meekness, self-control.'
1:1799
Ἆρα ἔχομεν ταῦτα ἐν ἑαυτοῖς; Ἀλλ εἴθε μὴ πάντα τὰ ἐναντία
我們裡面豈有這些麼?但願我們所有的不全是這些相反的事!
Do we, then, have these in ourselves? Would that we did not have all the contrary things!
1:1800
Πῶς οὖν υἱοὶ Θεοῦ ἀκούειν δυνάμεθα, καὶ οὐχὶ μᾶλλον ἐκ τοῦ ἐναντίου; Τὸ γὰρ ἔκ τινος γεγεννημένον, ὅμοιον τοῦ γεγεννηκότος ἐστί
我們怎能聽見自己被稱為神的兒子,反倒不該稱為相反的呢?因為從甚麼而生的,就像那生他的。
How then can we hear ourselves called sons of God, and not rather the contrary? For that which is born of anything is like the one that begot it.
1:1801
Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν
從靈生的,就是靈。
That which is born of the Spirit is spirit.
1:1802
Ἡμεῖς δὲ γεγόναμεν σάρκες ἐπιθυμοῦντες κατὰ τοῦ Πνεύματος, καὶ διὰ τοῦτο δικαίως ἀκούομεν παρ αὐτοῦ·
我們卻成了屬肉體的,放縱情慾與聖靈相爭,因此理當聽見祂說:
But we have become flesh, lusting against the Spirit, and for this reason we justly hear from Him:
1:1803
Οὐ μὴ ἐγκαταμείνῃ τὸ ( __ > Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας
「我的靈不永遠住在這些人裡面,因為他們是屬肉體的。」
"My Spirit shall not abide in these men, because they are flesh."
1:1804
Πῶς οὖν δυνάμεθα ἀκούειν Χριστιανοί, τί ποτε τοῦ Χριστοῦ ἐν ἑαυτοῖς ἔχοντες; (λδ')
那麼,我們裡面既毫無基督,怎能被稱為基督徒呢?(三十四)
How then can we be called Christians, having anything of Christ within ourselves? (34)
1:1805
Ἔχω τὴν πίστιν, καὶ ἀρκεῖ μοι ἡ πίστις ἡ εἰς αὐτὸν πρὸς σωτηρίαν
「我有信心,我對祂的信心已足以使我得救。」
"I have faith, and the faith I have in Him suffices me for salvation."
1:1806
Ἀλλ ἀντιφθέγγεται αὐτῷ ὁ Ἰάκωβος, λέγων ὅτι·
但雅各反駁他說:
But James contradicts him, saying:
1:1807
Καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι
「就是鬼魔也信,卻是戰驚。」
"Even the demons believe, and tremble."
1:1808
Ἡ πίστις χωρὶς τῶν ἔργων, νεκρά ἐστιν καθ ἑαυτήν·
「信心若沒有行為,本身就是死的,」
"Faith without works is dead in itself,"
1:1809
ὡς καὶ τὰ ἔργα δίχα πίστεως
正如行為若沒有信心,也是死的。
just as works also are dead apart from faith.
1:1810
Πῶς δὲ καὶ πιστεύομεν εἰς αὐτόν, ἢ περὶ τῶν μελλόντων αὐτῷ πιστεύομεν, οἱ περὶ τῶν προσκαίρων καὶ παρόντων αὐτῷ μὴ πιστεύοντες, καὶ διὰ τοῦτο τοῖς ὑλικοῖς συμφυρόμενοι, καὶ τῇ σαρκὶ ζῶντες, καὶ κατὰ τοῦ Πνεύματος στρατευόμενοι; Οἱ δὲ τῷ Χριστῷ ἐν ἀληθείᾳ πιστεύσαντες καὶ ὅλον αὐτὸν ἐν ἑαυτοῖς διὰ τῶν ἐντολῶν εἰσοικίσαντες, οὕτως ἔλεγον·
我們既不信祂所說關於今世短暫之事,因此糾纏於物質、隨從肉體而活、與聖靈爭戰,又怎能信祂、信祂所說將來之事呢?惟有那些真實信入基督、藉著遵行誡命使祂全然安居在自己裡面的人,才這樣說:
And how do we believe in Him, or believe Him concerning things to come, when we do not believe Him concerning present and temporal things, and for this reason are entangled with material things, living according to the flesh and warring against the Spirit? But those who have truly believed in Christ and have settled Him wholly within themselves through the commandments spoke thus:
1:1811
Ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός
「現在活著的不再是我,乃是基督在我裡面活著;
"I live, yet no longer I, but Christ lives in me;
1:1812
Ὃ δὲ νῦν ζῶ ἐν σαρκί, τῇ πίστει ζῶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ
並且我如今在肉身活著,是因信神的兒子而活,祂是愛我、為我捨己的。」
and the life which I now live in the flesh, I live by faith in the Son of God, who loved me and gave Himself for me."
1:1813
Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν, ἐπειδὴ ἤκουον αὐτοῦ λέγοντος·
「被人辱罵,我們就祝福;被人逼迫,我們就忍受;被人毀謗,我們就善勸。」這是因為他們聽見祂說:
"Being reviled, we bless; being persecuted, we endure; being slandered, we entreat"—because they heard Him saying:
1:1814
Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν·
「要愛你們的仇敵,
"Love your enemies;
1:1815
καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς·
善待恨你們的人,
do good to those who hate you;
1:1816
εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς·
為咒詛你們的人祝福,
bless those who curse you;
1:1817
προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καὶ τὰ ἑξῆς·
為凌辱你們的人禱告」,等等;
pray for those who mistreat you," and so forth;
1:1818
καὶ ἐκ τῶν λόγων καὶ τῶν ἔργων ὁ ἐνεργῶν ἐν αὐτοῖς Χριστὸς ἐφανεροῦτο·
藉著他們的言語和行為,那在他們裡面運行的基督就顯明了;
and by their words and works Christ, who was working in them, was made manifest;
1:1819
ἡμεῖς δέ, ἐπειδὴ ( __ > πάσαις ταῖς ἐντολαῖς αὐτοῦ ἀντιπράττομεν, διὰ τοῦτο πάσης ἀκαθαρσίας ἐνεπλήσθημεν
我們卻違背祂一切的誡命,因此被各樣的污穢充滿。
but we, since we act contrary to all His commandments, for this reason have been filled with all uncleanness.
1:1820
Καὶ διὰ τοῦτο γεγόναμεν ἀντὶ ναοῦ Θεοῦ οἶκος ἐμπορίου, καὶ ἀντὶ οἴκου προσευχῆς σπήλαιον λῃστῶν, ἀντὶ ἔθνους ἁγίου ἔθνος ἁμαρτωλὸν, καὶ ἀντὶ λαοῦ Θεοῦ λαὸς πλήρης ἁμαρτιῶν, ἀντὶ σπέρματος ἁγίου σπέρμα πονηρόν, καὶ ἀντὶ υἱῶν Θεοῦ υἱοὶ ἄνομοι, ἐπειδὴ ἐγκατελίπομεν τὰς ἐντολὰς τοῦ Κυρίου, καὶ δουλεύομεν τοῖς πονηροῖς πνεύμασι διὰ τῶν ἀκαθάρτων παθῶν, καὶ παρωργίσαμεν τὸν ἅγιον τοῦ Ἰσραήλ
因此我們成了:不再是神的殿,乃是買賣之家;不再是禱告之所,乃是賊窩;不再是聖潔的國民,乃是有罪的國民;不再是神的子民,乃是滿了罪孽的民;不再是聖潔的種類,乃是邪惡的種類;不再是神的兒女,乃是不法的子孫;因為我們離棄了主的誡命,藉著污穢的情慾服事邪靈,惹動了以色列的聖者發怒。
And for this reason we have become, instead of a temple of God, a house of merchandise; instead of a house of prayer, a den of robbers; instead of a holy nation, a sinful nation; and instead of a people of God, a people full of sins; instead of a holy seed, an evil seed; and instead of sons of God, lawless sons—because we have forsaken the commandments of the Lord and serve the evil spirits through the unclean passions, and have provoked the Holy One of Israel.
1:1821
Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην·
「你們為甚麼還要受擊打、仍然悖逆呢?滿頭疼痛,全心發昏。
"Why should you be stricken any more, adding iniquity? Every head is in pain, and every heart in sorrow;
1:1822
ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία·
從腳掌到頭頂,沒有一處完全的,
from the feet to the head there is no soundness in it—
1:1823
οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα·
盡是傷口、青腫、與新打的傷痕,
neither wound, nor bruise, nor festering sore;
1:1824
οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους
都沒有收口,沒有纏裹,也沒有用膏滋潤。」
there is no salve to apply, nor oil, nor bandages."
1:1825
Εἶτα τί τὸ ἐπὶ τούτοις; Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλις πολιορκουμένη
接著如何呢?「錫安的女子被剩下,好像葡萄園的草棚,瓜田的茅屋,被圍困的城邑。」
Then what follows upon this? "The daughter of Zion shall be left as a booth in a vineyard, as a watchman's hut in a garden of cucumbers, as a besieged city."
1:1826
Ταύτην ἡμῶν τῆς ψυχῆς τὴν ἐρήμωσιν καὶ ὁ Ἀπόστολος δηλῶν, ἔλεγε·
我們魂的這種荒涼,使徒也曾指明,說:
This desolation of our soul the Apostle too declared, saying:
1:1827
Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα·
「他們既然不喜歡將神存在認識中,神就任憑他們存著被棄絕的心思,行那些不合宜的事,
"And just as they did not approve of having God in their knowledge, God gave them over to a reprobate mind, to do the things that are not fitting:
1:1828
πεπληρωμένους πάσῃ ἀδικίᾳ, κακίᾳ, πονηρίᾳ, πλεονεξίᾳ·
裝滿了各樣的不義、邪惡、惡毒、貪婪,
being filled with all unrighteousness, evil, malice, covetousness;
1:1829
μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας·
滿了嫉妒、兇殺、爭競、詭詐、惡意,
full of envy, murder, strife, deceit, malignity;
1:1830
καταλάλους, θεοστυγεῖς, ( __ > ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας·
又是背後說人的、怨恨神的、侮辱人的、狂傲的、自誇的、製造惡事的、違背父母的、無知的、背約的、無親情的、不解怨的、不憐憫人的;
slanderers, haters of God, insolent, arrogant, boastful, inventors of evil things, disobedient to parents, senseless, faithless, without natural affection, implacable, unmerciful;
1:1831
οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι
他們雖知道神公義的判決,就是行這些事的人是該死的,然而他們不但自己去行,還喜歡別人去行。」
who, knowing the righteous decree of God—that those who practice such things are worthy of death—not only do them, but also approve of those who practice them."
1:1832
Καὶ τί τὸ ἐπὶ τούτοις; Ἀποκαλύπτεται, φησίν, ὀργὴ Θεοῦ ἀπ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων, καὶ τὰ ἑξῆς
接著如何呢?他說:「神的忿怒從天上顯明在人一切的不敬虔、不義上」,等等。
And what follows upon this? "The wrath of God," he says, "is revealed from heaven against all ungodliness and unrighteousness of men," and so forth.
1:1833
Ταύτην τῆς ψυχῆς ἐρήμωσιν καὶ ὁ Κύριος μηνύων, ἔλεγεν·
魂的這種荒涼,主也曾顯明,說:
This desolation of the soul the Lord too indicated, saying:
1:1834
Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν·
「耶路撒冷啊,耶路撒冷啊,你殺害申言者,又用石頭打死那奉差遣到你這裡來的人。
"Jerusalem, Jerusalem, you who kill the prophets and stone those sent to her!
1:1835
ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὡς ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος
我多次願意聚集你的兒女,好像母雞把小雞聚集在翅膀底下,只是你們不願意。看哪,你們的家要成為荒場留給你們。」
How often I wanted to gather your children together, as a hen gathers her chicks under her wings, and you would not! Behold, your house is left to you desolate."
1:1836
Ὁ δὲ Ἡσαΐας πάλιν, ὁρῶν ἡμᾶς τοὺς δῆθεν μοναχοὺς τὰς σωματικὰς λειτουργίας ἐπιτελοῦντας μόνον, καταφρονοῦντας δὲ τῶν πνευματικῶν, καὶ διὰ τοῦτο τετυφωμένους, ἔλεγεν·
以賽亞又看見我們這些自命為修道士的人,只盡身體上的事奉,卻輕看屬靈的事奉,因而自高自大,便說:
And Isaiah again, seeing us who are supposedly monks performing only the bodily services while despising the spiritual ones and therefore being puffed up, said:
1:1837
Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων·
「所多瑪的官長啊,你們要聽耶和華的話;
"Hear the word of the Lord, you rulers of Sodom;
1:1838
προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας
蛾摩拉的百姓啊,你們要側耳聽神的訓誨。
give ear to the law of God, you people of Gomorrah.
1:1839
Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; Πλήρης εἰμὶ τῶν ὁλοκαυτωμάτων κριῶν·
你們所獻許多的祭物與我何益呢?公綿羊的燔祭,我已經夠了;
What to Me is the multitude of your sacrifices? I am full of the whole burnt offerings of rams;
1:1840
καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι
羊羔的脂油和公牛、公山羊的血,我都不喜悅。
and the fat of lambs, and the blood of bulls and goats I do not desire.
1:1841
Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε
誰向你們討這些,要你們踐踏我的院宇呢?你們不要再踐踏了。
For who has required these things at your hands? You shall no more tread My court.
1:1842
Ἐὰν φέρητε σεμίδαλιν, μάταιον·
你們若獻上細麵,也是枉然;
If you bring fine flour, it is vain;
1:1843
θυμίαμα, βδέλυγμά μοί ἐστι
燒香於我是可憎的。
incense is an abomination to Me.
1:1844
Τὰς νουμηνίας ( __ > ὑμῶν καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι
你們的月朔、安息日和大會的日子,我都不能容忍。
Your new moons and Sabbaths, and the great day, I cannot bear.
1:1845
Νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν, μισεῖ ἡ ψυχή μου
你們的禁食、停工和節期,我心裡恨惡。
Your fasts and idleness and your feasts My soul hates.
1:1846
Ἐγενήθετέ μοι εἰς πλησμονήν·
它們都成了我的重擔,我擔當得不耐煩了。
You have become a surfeit to Me;
1:1847
Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ ὑμῶν
你們向我舉手禱告,我必遮眼不看你們;
when you stretch out your hands to Me, I will turn My eyes away from you.
1:1848
Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν
你們雖多多禱告,我也不聽,」
And though you multiply your supplication, I will not hearken to you,"
1:1849
ἐπειδὴ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί
因為凡恨他弟兄的,就是殺人的。
because he who hates his brother is a murderer.
1:1850
Ὁ λαὸς οὗτος, τοῖς χείλεσί με τιμᾷ·
「這百姓用嘴唇尊敬我,
"This people honors Me with their lips,
1:1851
ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ ἐμοῦ, μάτην δὲ σέβονταί με, καὶ τὰ ἑξῆς
心卻遠離我;他們敬拜我也是枉然」,等等。
but their heart is far from Me; and in vain do they worship Me," and so forth.
1:1852
Καὶ ἅπερ δὲ ὁ Κύριος ἡμῶν ἔλεγε ταλανίζων τοὺς Φαρισαίους, περὶ ἡμῶν ἐγὼ ἀκούω, τῶν νῦν ὑποκριτῶν, τῶν τοσαύτης χάριτος ἀξιωθέντων, καὶ χείρω ἐκείνων διακειμένων
我們的主向法利賽人宣告禍患所說的話,我聽見也是針對我們說的——我們這些今時的偽善者,蒙了這麼大的恩典,光景卻比他們更壞。
And the things which our Lord said in pronouncing woe upon the Pharisees, I hear them spoken concerning us—the hypocrites of this present time, who have been counted worthy of so great a grace and yet are in a worse condition than they.
1:1853
Ἢ οὐχὶ καὶ ἡμεῖς δεσμοῦμεν φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτίθεμεν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ ἡμῶν οὐ θέλομεν κινῆσαι αὐτά;Ἢ οὐχὶ καὶ ἡμεῖς πάντα τὰ ἔργα ἡμῶν ποιοῦμεν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις;Ἢ οὐχὶ καὶ ἡμεῖς φιλοῦμεν τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων Ῥαββί, Ῥαββί·
我們豈不也把難挑難擔的重擔捆起來,擱在人的肩上,自己卻一個指頭也不肯動嗎?我們豈不也將一切所行的,故意叫人看見嗎?我們豈不也喜愛筵席上的首座,會堂裡的高位,又喜愛人稱呼我們「拉比、拉比」嗎?
Do not we too bind heavy and unbearable burdens and lay them on men's shoulders, while we ourselves will not move them with our finger? Do not we too do all our works to be seen by men? Do not we too love the chief place at feasts and the chief seats in the synagogues, and to be called by men, "Rabbi, Rabbi"?
1:1854
καὶ τοὺς ταῦτα ἡμῖν μὴ σφόδρα ἀπονέμοντας ἕως θανάτου πολεμοῦμεν;Ἢ οὐχὶ καὶ ἡμεῖς ἤραμεν τὴν κλεῖδα τῆς γνώσεως, καὶ κλείομεν ( __ > τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων, μηδὲ αὐτοὶ εἰσερχόμενοι, μηδὲ αὐτοὺς ποιοῦντες εἰσελθεῖν;Ἢ οὐχὶ καὶ ἡμεῖς περιάγομεν τὴν θάλασσαν καὶ τὴν ξερὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιοῦμεν αὐτὸν υἱὸν γεέννης διπλότερον ἡμῶν;Ἢ οὐχὶ καὶ ἡμεῖς ἐσμεν ὁδηγοὶ τυφλοί, τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες;Ἢ οὐχὶ καὶ ἡμεῖς καθαρίζομεν τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, τὸ δὲ ἔσωθεν ἡμῶν γέμει ἁρπαγῆς καὶ πλεονεξίας, μᾶλλον δὲ ἀκρασίας;Ἢ οὐχὶ καὶ ἡμεῖς ἀποδεκατοῦμεν τὸ πήγανον καὶ τὸ ἡδύοσμον, καὶ πᾶν λάχανον·
我們豈不也與那些不肯極力把這些尊榮歸給我們的人爭戰到死嗎?我們豈不也奪了知識的鑰匙,在人面前把諸天的國關了,自己不進去,正要進去的人也不容他們進去嗎?我們豈不也走遍洋海陸地,去使一個人入教,及至成了,就使他作地獄之子,比我們還加倍嗎?我們豈不也是瞎眼領路的,濾出蚊蟲,吞下駱駝嗎?我們豈不也洗淨杯盤的外面,裡面卻盛滿了勒索和貪婪,或更說是放縱嗎?我們豈不也獻上芸香、薄荷並各樣菜蔬的十分之一嗎?
and do we not war even unto death against those who do not render these things to us very readily? Do not we too take away the key of knowledge and shut up the kingdom of heaven before men, neither entering ourselves nor allowing those who would enter to go in? Do not we too compass sea and dry land to make one proselyte, and when he is made we make him twofold more a son of hell than ourselves? Are not we too blind guides, straining out the gnat and swallowing the camel? Do not we too cleanse the outside of the cup and the dish, while inside we are full of robbery and covetousness, or rather of incontinence? Do not we too tithe the rue and the mint and every herb?
1:1855
ἠλλοιώθη τὸ ἀργύριον τὸ ἀγαθόν
「精美的銀子變質了;
"The good silver has been changed;
1:1856
οἱ ὑπὲρ γάλα λευκανθέντες, ὑπὲρ μέλαν ἐζοφώθησαν
那些比奶更白的,竟比墨更黑了。
those who were whiter than milk have become darker than blackness.
1:1857
Οἱ τιθηνούμενοι ἐπὶ κόκκων, περιεβαλόμεθα κοπρίας·
我們從前在朱紅褓中長大的,如今躺臥糞堆;
We who were nursed upon scarlet have wrapped ourselves in dung-heaps;
1:1858
( __ > καὶ ἐμεγαλύνθη ἡ ἀνομία ἡμῶν, ὑπὲρ ἀνομιῶν Σοδόμων
我們的罪孽竟大過所多瑪的罪孽。」
and our iniquity has grown greater than the iniquities of Sodom."
1:1859
Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου, Κύριε, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου·
「但求你不要全然撇棄我們,主啊,為你名的緣故,求你不要廢棄你的約;
"But do not give us up utterly, for Your name's sake, O Lord, and do not annul Your covenant;
1:1860
καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ ἡμῶν, διὰ τοὺς οἰκτιρμούς σου, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ διὰ [ τὰ] σπλάγχνα τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ διὰ τὸ ἔλεος τοῦ ἁγίου σου Πνεύματος
求你為你慈憐的緣故,不要使你的憐憫離開我們,我們在諸天之上的父啊;也為你獨生子的慈愛,並你聖靈的憐憫的緣故。
and do not remove Your mercy from us, for Your compassions' sake, O our Father who are in the heavens, and for the sake of the tender mercies of Your only-begotten Son, and for the sake of the mercy of Your Holy Spirit.
1:1861
Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων, ἀλλὰ ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα
求你不要記念我們先前的罪孽,願你的慈憐速速臨到我們,因為我們落到極卑微的地步。
Do not remember against us our former iniquities, but let Your tender mercies speedily come to meet us, for we have become exceedingly poor.
1:1862
Βοήθησον ἡμῖν ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν
拯救我們的神啊,求你幫助我們。
Help us, O God our Savior.
1:1863
Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, μνησθεὶς τῆς ἀπαρχῆς ἡμῶν ἣν ἐξ ἡμῶν διὰ φιλανθρωπίαν λαβὼν ὁ μονογενής σου Υἱὸς ὑπὲρ ἡμῶν ἔχει ἐν οὐρανοῖς, ἵνα ἡμῖν βεβαίαν τὴν ἐλπίδα τῆς σωτηρίας χαρίσηται·
主啊,為你名的榮耀,求你拯救我們;主啊,為你名的緣故,求你赦免我們的罪,記念我們本性的初熟果子,就是你的獨生子因著愛人之心從我們中間取去、為我們存留在諸天之上的,使祂能賜給我們得救的確實盼望;
For the glory of Your name, O Lord, deliver us, and be merciful toward our sins for Your name's sake, O Lord, remembering the first-fruits of our nature which, taking it from us out of love for mankind, Your only-begotten Son has on our behalf in the heavens, that He might grant us the firm hope of salvation;
1:1864
καὶ μὴ διὰ τὴν ( __ > ἀπόγνωσιν χείρους γενώμεθα, διὰ τὸ τίμιον αὐτοῦ αἷμα, ὃ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ἐξέχεεν·
求你使我們不因絕望而變得更壞——為著祂寶血的緣故,就是祂為世人的生命所傾倒的;
and that we may not, through despair, become worse—for the sake of His precious blood, which He poured out for the life of the world;
1:1865
διὰ τοὺς ἁγίους αὐτοῦ Ἀποστόλους καὶ Μάρτυρας, οἳ ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ τὸ ἴδιον αἷμα ἐξέχεον·
為著祂聖徒使徒和殉道者的緣故,就是那些為祂名傾倒自己血的人;
for the sake of His holy Apostles and Martyrs, who poured out their own blood for His name's sake;
1:1866
διὰ τοὺς ἁγίους Προφήτας καὶ Πατέρας καὶ Πατριάρχας, οἵτινες ἠγωνίσαντο εὐαρεστῆσαι τῷ ἁγίῳ σου ὀνόματι
為著聖申言者、列祖和先祖的緣故,就是那些竭力討你聖名喜悅的人。
for the sake of the holy Prophets and Fathers and Patriarchs, who strove to be well-pleasing to Your holy name.
1:1867
Μὴ παρίδῃς τὴν δέησιν ἡμῶν, Κύριε, μηδὲ ἐγκαταλίπῃς ἡμᾶς εἰς τέλος
主啊,求你不要藐視我們的祈求,也不要全然撇棄我們。
Do not despise our supplication, O Lord, neither forsake us utterly.
1:1868
Οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν πεποιθότες ἐσμέν, ἀλλ ἐπὶ ἐλέει τῷ σῷ, δι οὗ τὸ γένος ἡμῶν περιποιῇ
因為我們所倚靠的,不是我們的義行,乃是你的憐憫,藉此你保全我們的族類。
For it is not in our righteous deeds that we have put our trust, but in Your mercy, through which You preserve our race.
1:1869
Ἱκετεύομεν καὶ παρακαλοῦμεν τὴν σὴν ἀγαθότητα, ἵνα μὴ γένηται εἰς κρῖμα ἡμῖν τὸ οἰκονομηθὲν ἡμῖν ὑπὸ μονογενοῦς σου Υἱοῦ πρὸς σωτηρίαν μυστήριον·
我們懇求並祈求你的良善,使你獨生子為我們得救所安排的奧祕,不至於成為我們的審判;
We beseech and entreat Your goodness, that the mystery dispensed to us for salvation by Your only-begotten Son may not become unto us a judgment;
1:1870
καὶ μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου
求你不要從你面前丟棄我們。
and do not cast us away from Your presence.
1:1871
Μὴ βδελύξῃ ἡμῶν τὴν ἀναξιότητα, ἀλλ ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου παράγαγε τὰ ἁμαρτήματα ἡμῶν, ἵνα ἀκατακρίτως προσελθόντες κατενώπιον τῆς ἁγίας σου δόξης ἀξιωθῶμεν τῆς σκέπης τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ μὴ ὡς δοῦλοι πονηροὶ ταῖς ἁμαρτίαις ἀποδόκιμοι γενώμεθα
求你不要厭惡我們的卑賤,乃要照你豐盛的憐憫憐恤我們,照你慈憐的眾多塗抹我們的罪過,使我們得以坦然無懼地來到你聖潔的榮耀面前,配得你獨生子的蔭庇,不至於像惡僕那樣因罪而被棄絕。
Do not abhor our unworthiness, but have mercy on us according to Your great mercy, and according to the multitude of Your compassions blot out our sins, that approaching uncondemned before Your holy glory we may be counted worthy of the protection of Your only-begotten Son, and may not, like wicked servants, become reprobate through our sins.
1:1872
σὺ γὰρ εἶ ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι, καὶ τὴν παρά σου πάντες ἐπιζητοῦμεν βοήθειαν
因為你是那在萬有中運行萬事的,我們眾人都向你尋求幫助。
For You are He who works all things in all, and from You we all seek help.
1:1873
Ἐπίβλεψον οὖν ἐκ τοῦ οὐρανοῦ, Κύριε, καὶ ἴδε ἐκ τοῦ οἴκου τῆς ἁγίας δόξης σου
主啊,求你從天上垂顧,從你聖潔榮耀的居所觀看。
Look down therefore from heaven, O Lord, and behold from the house of Your holy glory.
1:1874
Ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; Ποῦ ἐστι τὸ ( __ > πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἠνέσχες τῆς πτώσεως ἡμῶν; Σὺ γὰρ ἡμῶν εἶ Πατήρ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς·
你的熱心和你的大能在哪裡呢?你慈憐和憐恤的眾多在哪裡呢,竟容忍了我們的墮落?因為你是我們的父,亞伯拉罕雖然不認識我們,以色列也不承認我們;
Where is Your zeal and Your might? Where is the multitude of Your mercy and of Your compassions, that You have borne with our fall? For You are our Father, since Abraham did not know us, and Israel did not acknowledge us;
1:1875
ἀλλὰ σύ, Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ὅτι ἀπ ἀρχῆς τὸ ὄνομά σου τὸ ἅγιον ἐφ ἡμᾶς ἐστι, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ ἁγίου σου Πνεύματος
惟有你,主啊,是我們的父;求你拯救我們,因為自古以來你的聖名就在我們身上,並你獨生子和你聖靈的名。
but You, O Lord, are our Father; deliver us, for from the beginning Your holy name is upon us, and the name of Your only-begotten Son, and of Your Holy Spirit.
1:1876
ἡμᾶς τῇ ῥάβδῳ τῶν κριμάτων σου
(求你以)你審判的杖(管教)我們。
[chastise] us with the rod of Your judgments.
1:1877
Τί ἐσκλήρυνας ἡμῶν τὰς καρδίας, τοῦ μὴ φοβεῖσθαί σε; Ἐγκατέλειψας ἡμᾶς τῇ αὐτονομίᾳ τῆς πλάνης; Ἐπίστρεψον, Κύριε, τοὺς δούλους σου διὰ τὴν ἁγίαν σου Ἐκκλησίαν, διὰ πάντας τοὺς ἀπ αἰῶνος ἁγίους σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου
你為何使我們的心剛硬,不敬畏你呢?你豈把我們撇給迷惑的任意妄為了麼?主啊,求你為你聖潔的教會,為你自古以來一切的聖徒,使你的僕人回轉,叫我們得以承受你聖山的一小分。
Why have You hardened our hearts that we should not fear You? Have You abandoned us to the self-rule of error? Turn, O Lord, Your servants for the sake of Your holy Church, for the sake of all Your saints from of old, that we may inherit a little of Your holy mountain.
1:1878
Οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου·
我們的敵人踐踏了你的聖所;
Our adversaries have trodden down Your sanctuary;
1:1879
ἐγενόμεθα ὡς τὸ ἀπ ἀρχῆς ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ ἡμᾶς
我們成了好像起初你未曾治理我們、你的名也未曾稱在我們身上的時候。
we have become as we were at the beginning, when You did not rule over us, nor was Your name called upon us.
1:1880
Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου τοῦ πυρός·
你若裂天而降,諸山必因你面前震動,如蠟被火熔化;
If You open the heaven, trembling from before You shall seize the mountains, and they shall melt like wax before the face of the fire;
1:1881
καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους·
火也必燒滅敵人;
and fire shall consume the adversaries;
1:1882
καὶ φοβερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις
你的名要使敵人懼怕。
and Your name shall be terrible to the adversaries.
1:1883
Ὅταν ποιεῖς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη
你行可畏的事時,諸山必因你面前震動。
When You do glorious things, trembling from before You shall seize the mountains.
1:1884
Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεόν, πλὴν σοῦ
從古以來,人未曾聽見,我們的眼也未曾看見,在你以外有別的神。
From of old we have not heard, neither have our eyes seen a God besides You.
1:1885
Καὶ τὰ ἔργα σου,ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον·
你也必為等候你憐憫的人行你的作為;
And Your works, which You will do for those who wait for mercy;
1:1886
συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται
因為憐憫必迎見那行義的人,他們必記念你的道路。
for [mercy] shall meet those who do righteousness, and they shall remember Your ways.
1:1887
Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν
看哪,你曾發怒,我們仍犯罪。
Behold, You were angry, and we sinned.
1:1888
Μᾶλλον δέ, ἡμεῖς ἡμάρτομεν, καὶ σὺ ὠργίσθης
或更該說,我們犯罪,你就發怒;
Or rather, we sinned, and You were angry;
1:1889
ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν·
我們一切的義都像污穢的衣服;
all our righteousness is as a menstruous rag;
1:1890
καὶ ἐρρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς, καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου, καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου
我們因罪孽都像葉子漸漸枯乾,便如風把我們吹去,也沒有人呼求你的名,記念奮力抓住你。
and we have fallen away like leaves because of our iniquities, and so the wind will carry us off, and there is none who calls upon Your name and remembers to take hold of You.
1:1891
Καὶ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν
你掩面不顧我們,又因我們的罪將我們交付了。
And You turned Your face away from us, and gave us over because of our sins.
1:1892
Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν εἶ σύ·
現在,主啊,你是我們的父;
And now, O Lord, You are our Father;
1:1893
ἡμεῖς δὲ πηλός, ἔργον τῶν χειρῶν σου πάντες
我們是泥,你是窯匠;我們都是你手的工作。
but we are clay, the work of Your hands, all of us.
1:1894
Μὴ ὀργισθῇς ἡμᾶς σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν
求你不要大發震怒,也不要時時記念我們的罪孽。
Do not be exceedingly angry with us, nor remember our sins in the day of recompense.
1:1895
Καὶ νῦν ἐπίβλεψον ὅτι λαός σου πάντες ἡμεῖς·
現在求你垂顧,因我們都是你的百姓;
And now look, for we are all Your people;
1:1896
πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος Σιών·
你聖所的城邑錫安,已成為曠野;
the city of Your holy place, Zion, has become a wilderness;
1:1897
ὡς ἔρημος ἐγενήθη Ἱερουσαλήμ
耶路撒冷已成為荒涼。
Jerusalem has become a desolation.
1:1898
Εἰς κατάραν ὁ οἶκος τοῦ ἁγίου ἡμῶν, καὶ ἡ δόξα ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἔνδοξα συνέπεσε
我們聖殿成了咒詛之地,我們列祖所稱頌的榮耀已被火焚燒,我們一切華美的物都已毀壞。
The house of our holy one has become a curse, and the glory which our fathers blessed has been burned with fire, and all our glorious things have fallen together.
1:1899
Καὶ ἐπὶ πᾶσι τούτοις ἠνέσχου, Κύριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς ἕως σφόδρα
在這一切的事上,主啊,你都容忍了,靜默不言,使我們受了極大的卑微。
And in all these things You have borne with us, O Lord, and have kept silent, and have humbled us exceedingly.
1:1900
Συνέβη μὲν ταῦτα τυπικῶς τῷ παλαιῷ σου λαῷ, νῦν δὲ εἰς ἡμᾶς ἀληθινῶς πεπλήρωται·
這些事預表性地臨到了你古時的子民,如今卻在我們身上真實地應驗了;
These things befell Your ancient people figuratively, but now they have been truly fulfilled in us;
1:1901
καὶ ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν δαίμοσι, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν
我們竟成了鄰舍眾鬼魔的羞辱,成了四圍之人的嗤笑和譏誚。
and we have become a reproach to our neighbors the demons, a mockery and a derision to those round about us.
1:1902
Ἀλλ ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ ἅγιον·
但求你從天上垂顧觀看,為你聖名的緣故拯救我們;
But look down from heaven, and behold, and save us for Your holy name's sake;
1:1903
καὶ γνώρισον ἡμῖν τὰς μεθοδείας τῶν ὑπεναντίων ἡμῶν·
求你叫我們知道敵人的詭計;
and make known to us the schemes of our adversaries;
1:1904
καὶ ῥῦσαι ἡμᾶς ἐκ τῶν μηχανημάτων αὐτῶν, καὶ μὴ ἀποστήσῃς ἀφ ἡμῶν τὴν σὴν βοήθειαν, ὅτι ἡμεῖς οὐχ ἱκανοί ἐσμεν πρὸς τὸ νικᾷν τὰ ἀντιπίπτοντα·
求你救我們脫離他們的詭謀,不要將你的幫助從我們收回,因為我們不足以勝過那攻擊我們的;
and deliver us from their devices, and do not withdraw Your help from us, for we are not sufficient to overcome the things that assail us;
1:1905
σὺ δὲ δυνατὸς εἶ εἰς τὸ σώζειν ἐκ πάντων τῶν ἐναντίων
惟有你大有能力,能救我們脫離一切的仇敵。
but You are mighty to save from all adversaries.
1:1906
Σῶσον ἡμᾶς, Κύριε, ἐκ τῶν δυσχερῶν τοῦ κόσμου ( __ > τούτου, κατὰ τὴν χρηστότητά σου, ἵνα ἐν καθαρᾷ συνειδήσει τὸ πέλαγος τοῦ βίου διαπεράσαντες, ἄμεμπτοι καὶ ἀκέραιοι τῷ φοβερῷ βήματί σου παραστάντες, ἀξιωθῶμεν τῆς αἰωνίου ζωῆς
主啊,求你照你的恩慈,救我們脫離這世界的艱難,使我們以清潔的良心渡過今生的海洋,無可指責、純全無瑕地站在你可畏的審判台前,配得永遠的生命。」
Save us, O Lord, from the hardships of this world, according to Your kindness, that having crossed the sea of this life with a pure conscience, blameless and undefiled, and standing before Your fearful judgment-seat, we may be counted worthy of eternal life."
1:1907
Ταῦτα πάντα ἀκούσας ὁ Ἀδελφὸς καὶ σφόδρα κατανυγείς, μετὰ δακρύων εἶπε τῷ Γέροντι ὡς·
那弟兄聽見這一切話,心中極其扎痛,含淚對長老說:
Hearing all these things, the Brother was deeply pierced to the heart, and with tears said to the Elder:
1:1908
ἐξ ὧν θεωρῶ, Πάτερ, οὐχ ὑπολείπεταί μοι ἐλπὶς σωτηρίας
「父啊,從我所看見的,我已毫無得救的盼望了。
"From the things I behold, Father, no hope of salvation is left to me.
1:1909
Αἱ γὰρ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου·
因為我的罪孽高過我的頭;
For my iniquities have risen above my head;
1:1910
ἀλλὰ παρακαλῶ εἰπεῖν μοι τί ὤφειλον ποιῆσαι
但我求你告訴我,我該作甚麼。」
but I beseech you, tell me what I ought to do."
1:1911
Καὶ ὁ Γέρων ἀποκριθεὶς εἶπε·
長老回答說:
And the Elder answered and said:
1:1912
Τὸ σωθῆναι, παρὰ μὲν ἀνθρώποις ἀδύνατον·
「在人這是不能的,
"To be saved is, with men, impossible;
1:1913
παρὰ δὲ τῷ Θεῷ, πάντα δυνατά, ὡς αὐτὸς ἔφη ὁ Κύριος
在神凡事都能,正如主自己所說的。
but with God all things are possible, as the Lord Himself said.
1:1914
Προφθάσομεν οὖν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, προσκυνήσωμεν καὶ προσπέσωμεν, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν·
我們要在祂面前以認罪相迎,要俯伏敬拜,在造我們的耶和華面前哭泣,因為祂是我們的神;
Let us therefore come before His presence with confession, let us worship and fall down, and let us weep before the Lord who made us, for He is our God;
1:1915
καὶ ἀκούωμεν αὐτοῦ λέγοντος διὰ τῆς Ἡσαΐου φωνῆς, ὅτι ὅταν ἀποστραφῇς καὶ στενάξῃς, τότε σωθήσῃ
我們也要聽祂藉以賽亞的口所說的:「你們得救在乎歸回安息,得力在乎平靜安穩。」
and let us hear Him saying through the voice of Isaiah, that 'when you return and groan, then you shall be saved.'
1:1916
Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τὸ μὴ εἰσακούσασθαι; Ἀλλὰ τὰ ἁμαρτήματα ἡμῶν διιστῶσιν ἀναμέσον ἡμῶν καὶ τοῦ Θεοῦ·
「耶和華的膀臂並非縮短,不能拯救;耳朵並非發沉,不能聽見;但你們的罪孽使你們與神隔絕;
'Is the hand of the Lord not strong to save? Or is His ear too heavy to hear? But your sins separate between you and God;
1:1917
καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ ἐλεῆσαι
因你們的罪惡使祂掩面不聽你們,不憐憫你們。」
and because of your sins He has turned His face away, not to have mercy.'
1:1918
Λούσασθε, καθαροὶ γίνεσθε·
「你們要洗濯、自潔,
'Wash yourselves, make yourselves clean;
1:1919
ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μοῦ·
從我眼前除掉你們魂中的惡行,
remove the evils from your souls before My eyes;
1:1920
παύσασθε τῶν πονηριῶν ὑμῶν·
止住作惡,
cease from your wicked deeds;
1:1921
μάθητε καλὸν ποιεῖν, ἐκζητήσατε ( __ > κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν
學習行善,尋求公平,解救受欺壓的,給孤兒伸冤,為寡婦辨屈。
learn to do good, seek justice, deliver the one being wronged, give judgment for the orphan and plead for the widow.
1:1922
καὶ δεῦτε, καὶ διελεγχθῶμεν, λέγει Κύριος·
耶和華說:你們來,我們彼此辯論。
And come, let us reason together, says the Lord;
1:1923
καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ·
你們的罪雖像硃紅,必變成雪白;
and though your sins be as scarlet, I will make them white as snow;
1:1924
ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ
雖紅如丹顏,必白如羊毛。」
and though they be as crimson, I will make them white as wool.'
1:1925
Καί, Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε
又說:「你們若甘心聽從,必吃地上的美物。」
And, 'If you are willing and listen to Me, you shall eat the good things of the land.'
1:1926
Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα
「這是耶和華親口說的。」
'For the mouth of the Lord has spoken these things.'
1:1927
Ἐπιστράφετε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν·
「你們要全心歸向我,
'Return to Me with all your heart,
1:1928
[ καὶ] ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ [ ἐν] κοπετῷ·
禁食、哭泣、悲哀,
with fasting and with weeping and with mourning;
1:1929
διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ οὐ τὰ ἱμάτια ὑμῶν
你們要撕裂心腸,不撕裂衣服。」
rend your hearts and not your garments.'
1:1930
Ἐλεήμων γὰρ καὶ οἰκτίρμων ἐστὶ Κύριος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις
「因為耶和華有恩典、有憐憫,後悔不降所說的災。」
'For the Lord is merciful and compassionate, and relents over evils.'
1:1931
Υἱὲ ἀνθρώπου, εἰπὸν τῷ οἴκῳ Ἰσραήλ·
「人子啊,你要對以色列家說:
'Son of man, say to the house of Israel:
1:1932
Οὕτως ἐλαλήσατε λέγοντες Αἱ πλάναι ἡμῶν, καὶ αἱ ἀνομίαι ἡμῶν ἐφ ἡμῖν εἰσι·
你們曾這樣說:我們的過犯罪惡在我們身上;
Thus you have spoken, saying: Our transgressions and our iniquities are upon us;
1:1933
καὶ πῶς ζησόμεθα; Εἰπὸν αὐτοῖς Ζῶ ἐγώ, λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς, ὥστε ἐπιστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῇν αὐτόν·
我們怎能存活呢?你要對他們說:主說,我指著我的永生起誓,我斷不喜悅惡人死亡,惟喜悅惡人轉離他所行的道而存活;
and how shall we live? Say to them: As I live, says the Lord, I do not desire the death of the ungodly, but rather that he should turn from his way and live;
1:1934
ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν·
你們要回頭,離開所行的惡道;
turn, oh turn, from your way;
1:1935
καὶ ἵνα τί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;Ἡ δὲ τρίτη τῶν Βασιλειῶν, τὴν ὑπερβολὴν τῆς τοῦ Θεοῦ χρηστότητα φανεροῦσα, οὕτω λέγει
以色列家啊,你們何必死亡呢?」列王紀上又顯明神超絕的恩慈,這樣說:
and why will you die, O house of Israel?' And the Third Book of Kingdoms, manifesting the surpassing greatness of God's kindness, speaks thus:
1:1936
Ἐν τῷ ἀκοῦσαι Ἀχαὰβ ὄντα αὐτὸν ἐν τῷ ἀμπελῶνι τοῦ Ναβουθαί, ὃν ἐκληρονόμησεν ἐν τῷ ἀποκτεῖναι αὐτὸν διὰ τῆς Ἰεζάβελ, τοὺς λόγους Ἠλιοῦ λέγοντος·
當亞哈在拿伯的葡萄園中(他藉著耶洗別殺了拿伯而承受了那園),聽見以利亞的話說:
When Ahab heard, while he was in the vineyard of Naboth which he had inherited by killing him through Jezebel, the words of Elijah saying:
1:1937
Τάδε λέγει Κύριος ἐφόνευσας καὶ ἐκληρονόμησας·
「耶和華如此說:你殺了人,又得他的產業麼?
'Thus says the Lord: You have murdered and also taken possession;
1:1938
καὶ ἐν τῷ τόπῳ, ἐν ᾧ ἔλειξαν οἱ κύνες τὸ αἷμα Ναβουθαί, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου·
狗在何處舔拿伯的血,也必在何處舔你的血;
and in the place where the dogs licked the blood of Naboth, there shall the dogs lick your blood;
1:1939
καὶ τὴν Ἰεζάβελ κύνες καταφάγονται ἐν τῷ προτειχίσματι τοῦ Ἰσραήλ
至於耶洗別,狗必在以色列的外牆邊吃她。」
and the dogs shall devour Jezebel by the wall of Israel.'
1:1940
Καὶ ἐν τῷ ἀκοῦσαι Ἀχαὰβ τοὺς λόγους τούτους, διέρρηξε τὰ ( __ > ἱμάτια αὐτοῦ, καὶ ἔθετο σάκκον ἐπὶ τὴν σάρκα αὐτοῦ, καὶ ἐνήστευσε, καὶ ἐκοιμήθη ἐν τῷ σάκκῳ
亞哈聽見這些話,就撕裂衣服,貼身穿上麻布,禁食,並且睡臥在麻布上。
And when Ahab heard these words, he tore his garments, and put sackcloth upon his flesh, and fasted, and lay in the sackcloth.
1:1941
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἠλιοῦ, λέγων·
耶和華的話臨到以利亞說:
And the word of the Lord came to Elijah, saying:
1:1942
Ἰδὲ ὅτι ἐνετράπη Ἀχαὰβ ἀπὸ προσώπου μου
「你看亞哈怎樣在我面前自卑。
'See how Ahab has humbled himself before My face.
1:1943
Οὐκ ἐπάξω κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ
因他在我面前自卑,他還在世的日子,我不降這禍。」
I will not bring the evil in his days.'
1:1944
Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα
「我向你陳明我的罪,不隱瞞我的惡。
'I made known my iniquity, and I did not cover my sin.
1:1945
Εἶπα ἐξαγορεύσω κατ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου
我說,我要向耶和華承認我的過犯,你就赦免我心中的不敬虔。」
I said, I will confess against myself my iniquity to the Lord—and You forgave the ungodliness of my heart.'
1:1946
Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ·
「為此,凡虔誠人都當趁你可尋找的時候向你禱告;
'For this every devout one shall pray to You in an acceptable time;
1:1947
καὶ ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν
大水泛溢的時候,必不臨到他。」
and in a flood of many waters they shall not come near to him.'
1:1948
Ἐν δὲ τῷ Εὐαγγελίῳ ὁ Κύριος Μετανοεῖτε, φησίν, ἤγγισε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν
在福音書中,主說:「你們要悔改,因為諸天的國已經臨近了。」
And in the Gospel the Lord says, 'Repent, for the kingdom of the heavens has drawn near.'
1:1949
Τοῦ δὲ Πέτρου πυθομένου ποσάκις τῆς ἡμέρας, ἐὰν ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ·
彼得問說:「我的弟兄一天得罪我,我當饒恕他幾次呢?
And when Peter inquired, 'How many times a day, if my brother sins against me, shall I forgive him?
1:1950
ἕως ἑπτάκις; ἀποκρίνεται αὐτῷ ὁ φύσει ἀγαθὸς καὶ ἀνείκαστος ἐν χρηστότητι·
到七次麼?」那位本性良善、恩慈無可比擬的,回答他說:
Up to seven times?' He who is good by nature and incomparable in kindness answered him:
1:1951
οὐ λέγω σοι [ ἕως] ἑπτάκις ἀλλ ἕως ἑβδομηκοντάκις ἑπτά
「我不是對你說到七次,乃是到七十個七次。」
'I do not say to you up to seven times, but up to seventy times seven.'
1:1952
Τί ταύτης τῆς ἀγαθότητος ἰσόρροπον; Τί ταύτης τῆς φιλανθρωπίας ἐφάμιλλον; (μα')
甚麼能與這良善相比?甚麼能與這愛人之心匹敵呢?(四十一)
What is equal to this goodness? What can rival this love for mankind? (41)
1:1953
καὶ ἵνα τί ἀπολλύμεθα, ἀδελφοί; Καθαρίσωμεν χεῖρας, οἱ ἁμαρτωλοί·
弟兄們,我們為何要滅亡呢?我們這些罪人,要潔淨我們的手;
And why do we perish, brethren? Let us cleanse our hands, we sinners;
1:1954
ἁγνίσωμεν τὰς καρδίας ἡμῶν, οἱ δίψυχοι·
我們這些心懷二意的,要清潔我們的心;
let us purify our hearts, we double-minded;
1:1955
ταλαιπωρήσωμεν ( __ > καὶ πενθήσωμεν, καὶ κλαύσωμεν διὰ τὰς ἁμαρτίας ἡμῶν
我們要為自己的罪痛苦、悲哀、哭泣。
let us be afflicted and mourn and weep for our sins.
1:1956
Παυσώμεθα τῶν πονηριῶν ἡμῶν·
我們要止住自己的惡行;
Let us cease from our wicked deeds;
1:1957
πιστεύσωμεν ταῖς εὐσπλαγχνίαις τοῦ Κυρίου·
要相信主的慈憐;
let us believe in the tender mercies of the Lord;
1:1958
φοβηθῶμεν τὰς ἀπειλὰς αὐτοῦ, φυλάξωμεν τὰς ἐντολὰς αὐτοῦ·
要懼怕祂的威嚇,要遵守祂的誡命;
let us fear His threats, let us keep His commandments;
1:1959
ἀγαπήσω μεν ἀλλήλους ἐξ ὅλης καρδίας
要全心彼此相愛。
let us love one another from the whole heart.
1:1960
Εἴπωμεν ἀδελφοὶ ἡμῶν καὶ τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτοῦ
我們要對那恨我們、厭惡我們的人說:「你們是我們的弟兄」,使主的名得榮耀,並在祂的喜樂中得以顯現。
Let us say, even to those who hate us and abhor us, 'You are our brethren,' that the name of the Lord may be glorified and may be seen in His gladness.
1:1961
Ἀντιστῶμεν τοῖς λογισμοῖς ἡμῶν, τὸν Θεὸν εἰς συμμαχίαν ἐπικαλούμενοι·
我們要抵擋自己的(惡)念頭,呼求神作我們的盟友;
Let us resist our [evil] thoughts, calling upon God as our ally;
1:1962
καὶ φυγαδεύωμεν ἐξ ἡμῶν τὰ πονηρὰ καὶ ἀκάθαρτα πνεύματα
並要把邪惡污穢的靈從我們中間趕逐出去。
and let us put the evil and unclean spirits to flight from us.
1:1963
Ὑποτάξωμεν τὴν σάρκα τῷ πνεύματι, ὑπωπιάζοντες καὶ δουλαγωγοῦντες δι ἁπάσης κακοπαθείας·
我們要叫肉體服從靈,藉著各樣的苦行攻克己身,叫身為奴;
Let us subject the flesh to the spirit, buffeting it and bringing it into bondage through every hardship;
1:1964
ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος
(潔淨自己)脫離一切肉體和靈的污穢。
[cleansing ourselves] from all defilement of flesh and spirit.
1:1965
Μὴ φθονήσωμεν ἀλλήλοις, μηδὲ φθονούμενοι ἀγριωθῶμεν·
我們不要彼此嫉妒,也不要因被嫉妒而變得兇暴;
Let us not envy one another, nor, being envied, become embittered;
1:1966
συμπαθήσωμεν δὲ μᾶλλον ἀλλήλοις, καὶ διὰ ταπεινοφροσύνης ἀλλήλους ἰασώμεθα
倒要彼此同情,藉著謙卑彼此醫治。
but let us rather have compassion on one another, and through humility heal one another.
1:1967
Μὴ καταλαλῶμεν ἀλλήλων, μηδὲ σκώψωμεν ἀλλήλους, ὅτι ἐσμὲν ἀλλήλων μέλη
我們不要彼此毀謗,也不要彼此譏誚,因為我們是彼此互作肢體的。
Let us not speak against one another, nor mock one another, for we are members of one another.
1:1968
Ἀποβάλλωμεν ἀφ ἡμῶν τὴν ἀμέλειαν καὶ τὴν ῥᾳθυμίαν·
我們要除掉懈怠和懶散;
Let us cast off from us negligence and slothfulness;
1:1969
καὶ στῶμεν ἀνδρείως κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀγωνιζόμενοι·
要剛強站立,與那邪惡的諸靈爭戰;
and let us stand manfully, contending against the spirits of wickedness;
1:1970
καὶ ἔχομεν παράκλητον Ἰησοῦν Χριστὸν δίκαιον πρὸς τὸν Πατέρα·
我們有一位辯護者,就是那義者耶穌基督,在父那裡;
and we have an Advocate, Jesus Christ the righteous, with the Father;
1:1971
καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν·
祂為我們的罪作了平息的祭物;
and He Himself is the propitiation for our sins;
1:1972
καὶ δεηθῶμεν αὐτοῦ ἐν καθαρᾷ καρδίᾳ, ἐξ ὅλης ψυχῆς ἡμῶν, καὶ ἀφίησιν ἡμῖν τὰς ἁμαρτίας ἡμῶν
我們要全魂以清潔的心懇求祂,祂就赦免我們的罪。
and let us beseech Him with a pure heart, out of our whole soul, and He forgives us our sins.
1:1973
Ὅτι ἐγγὺς Κύριος ( __ > πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ
因為凡真誠呼求主的人,主便與他們相近。
For the Lord is near to all who call upon Him in truth.
1:1974
Θῦσον τῷ Θεῷ θυσίαν αἰνήσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου
「你們要以感謝為祭獻與神,又要向至高者還你的願。
'Offer to God a sacrifice of praise, and pay your vows to the Most High.
1:1975
Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου·
並要在患難的日子求告我;
And call upon Me in the day of your affliction;
1:1976
καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με
我必搭救你,你也要榮耀我。」
and I will deliver you, and you shall glorify Me.'
1:1977
Λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα
「要鬆開兇惡的繩,解下強暴契約的扣,使受欺壓的得自由,折斷一切不義的軛。
'Loose every bond of unrighteousness, undo the knots of forced contracts, send away the broken in release, and tear up every unjust bond.
1:1978
Ἐὰν ἴδῃς γυμνόν, περίβαλε·
見赤身的給他衣服遮體;
If you see one naked, clothe him;
1:1979
καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐ παρόψει
顧恤自己的骨肉而不掩藏。
and from those of your own seed you shall not turn away.
1:1980
Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ
這樣,你的光就必發現如早晨的光,你所得的醫治要速速發明。
Then your light shall break forth early, and your healings shall speedily spring up.
1:1981
Καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου·
你的公義必在你前面行;
And your righteousness shall go before you;
1:1982
καὶ δόξα Κυρίου περιστελεῖ σε
耶和華的榮耀必作你的後盾。」
and the glory of the Lord shall be your rear guard.'
1:1983
Καὶ τί τὸ ἐπὶ τούτοις; Τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου·
接著如何呢?「那時你呼求,神必應允你;
And what follows upon this? 'Then you shall cry out, and God will hearken to you;
1:1984
Τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία
你的光必在黑暗中發現,你的幽暗必變如正午。
then your light shall rise in the darkness, and your darkness shall be as noonday.
1:1985
Καὶ ἔσται Θεὸς μετὰ σοῦ διαπαντός·
神必時常引導你;
And God shall be with you continually;
1:1986
καὶ ἐμπλησθήσῃ καθὰ ἐπιθυμεῖ ἡ ψυχή σου
你的心所願的必得滿足。」
and you shall be filled according as your soul desires.'
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。