📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁毀像派

駁毀像派 第 1 章 第 1/21 段

希臘文原文.115 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:115(全章共 2986 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
Ελεγχος καὶ ἀνατροπὴ τοῦ ἀθέσμου καὶ ἀορίστου καὶ ὄντως ψευδωνύμου ὅρου τοῦ ἐκτεθέντος παρὰ τῶν ἀποστατησάντων τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ ἀλλοτρίῳ προσθεμένων φρονήματι ἐπ' ἀναιρέσει τῆς τοῦ θεοῦ λόγου σωτηρίου οἰκονομίασ Ὅροις τῆς εὐσεβείας εὐπειθῶς εἴκειν καὶ ἀκλινῶς ἕπεσθαι, θεσμοῖς γε μὴν τοῖς εὖ τεθειμένοις ἄνωθεν φρουρεῖσθαί τε καὶ τειχίζεσθαι, ἔνθεσμον καὶ σωτήριον·
駁斥並推翻那背離律法、漫無界限、實為虛有其名的教令——此教令乃由那些背棄大公使徒教會、附從異己思想、意圖廢除天主聖言救贖之聖工者所頒布。順服敬虔之諸定則而不悖離,並蒙昔日良善制定之律法所守護、所護衛,此乃合法而有益於得救之事;
Refutation and overthrow of the unlawful, unbounded, and truly falsely-named decree set forth by those who apostatized from the catholic and apostolic church and adhered to an alien mindset, for the destruction of the saving dispensation of the Word of God: To yield obediently to the decrees of piety and to follow them unswervingly, and indeed to be guarded and walled about by the ordinances well established from of old, is lawful and salutary;
1:2
καὶ τοῦτ' ἂν εἴη τῶν ὀρεκτῶν τὸ περισπούδαστον ἤδη καὶ τιμιώτατον, τοῖς γε ἀληθῶς ὑγιᾶ τὴν φρένα καὶ τὸν νοῦν κεκτημένοις ἄρτιον·
而此事於一切可欲之事中,實已是最當熱切追求、最為尊貴者,至少對那些真正心智健全、悟性完備者而言確是如此;
And this would indeed already be, of the things desirable, the most eagerly sought and most honored, at least for those who truly possess a sound mind and a perfect intellect;
1:3
καὶ γὰρ ἐντεῦθεν τὸ εἰρηναῖον τῇ ζωῇ περιγίνεται καὶ βίος ὀρθός τε καὶ ἡ ἐν δόγμασιν εὐθύτης κρατύνεται καὶ τὰ ἐκ τῆς θείας ῥοπῆς εὐμενίζεται
因為由此而來,生命得享平安,端正之生活與教義之正直得以鞏固,且出於神聖恩眷之諸事亦蒙悅納。
For indeed from this peace accrues to life, and an upright life, and rightness in doctrines is strengthened, and the things that come from divine favor are rendered propitious.
1:4
τοῖς γοῦν πειρωμένοις παρακινεῖν ὅρια αἰώνια, ἃ παρὰ τῶν πατέρων καλῶς καὶ ἐννόμως τέθειται, καὶ τοῖς εὖ καθεστῶσι λυμαίνεσθαι πράγμασι συμβήσεται, οἷα ὑπερόρια θέουσιν, ἐνδιάστροφον μὲν κεκτῆσθαι τὸ φρόνημα, παρὰ πάντα δὲ τὸν βίον τὸ φιλοτάραχον νοσεῖν καὶ ἐπίσαλον·
至於那些企圖挪移教父們良善合法所立之永恆界石、意圖損害既已妥善確立之事者,既然他們越出界限奔馳,其結果必是:心思悖謬顛倒,且終生罹患好亂與不安之疾;
To those, then, who attempt to move the eternal boundaries which have been well and lawfully set by the fathers, and to injure matters well established, it will befall — inasmuch as they run beyond the boundaries — to possess a perverted mind, and throughout their whole life to be sick with love of turmoil and instability;
1:5
πρός τε γὰρ ἑαυτοὺς καὶ τοὺς πέλας πολὺ τὸ στασιῶδες ἀποτίκτουσι, τό τε σεσοβημένον καὶ ἀνατετραμμένον ἐπί τε τῷ οἴκῳ καὶ τῇ ζωῇ πάσῃ καὶ τοῖς ἐγγὺς καὶ τοῖς πόρρωθεν συνδιαφέροντες ἐπιστρέφουσι
因為對己對人,他們皆滋生諸多紛爭;且將家中與全部生活中所擾亂顛覆之事相互牽連,又轉而波及近者與遠者。
for toward both themselves and their neighbors they beget much seditiousness, and, sharing what is agitated and overturned both in their household and in their whole life, they turn it also upon those near and those far off.
1:6
τολμῶσι δ' οὖν εὐθὺς τῆς θείας δόξης κατεξανίστασθαι, καὶ τῶν ὀρθῶς βιοῦν ᾑρημένων κατεπαίρεσθαι, καὶ κατασοβαρεύεσθαι τῶν ἐπιεικεστέρων, κἀκεῖνοι μάλιστα, οἵπερ εἶεν τῶν ἐπ' ἐξουσίαις τινὲς καὶ ταῖς μείζοσιν ἀρχαῖς καθιδρυμένοι καὶ ἀξιώμασι, καὶ δρῶσι κατὰ τῆς ἑαυτῶν κεφαλῆς τὰ ἀπηχῆ καὶ ἀνόσια·
於是他們竟敢立即起而抵擋神聖之榮耀,又抬舉自己以抗衡那些選擇正直生活者,並對較為明理之人態度傲慢——尤其是那些位居權柄、居於更高職位與尊榮之人——他們竟對自己的元首行悖逆不敬之事;
They dare, then, straightaway to rise up against divine glory, and to exalt themselves against those who have chosen to live rightly, and to behave arrogantly toward the more reasonable — and those especially who are among those established in positions of authority and in the greater offices and dignities — and they do against their own head things discordant and unholy;
1:7
ὧν μέγα μὲν καὶ βαρὺ τὸ τῆς ἐγχειρήσεως ἔγκλημα, μεῖζον δὲ καὶ δυσαχθέστερον ἐν καιρῷ τῆς θείας ἐπισκοπῆς τῶν κακῶς δρωμένων τὸ ἀνταπόδομα, εἴ γε οὐχ' ὑπὲρ τῶν καθ' ἑαυτοὺς μόνον, ἀλλὰ καὶ ὧν ὡς ἐπηρεάζοντες ἀδικεῖν ἐπιχειροῦσι, τὴν δίκην ὑφέξουσιν, ὡς ἠναγκασμένων ἰέναι καὶ ἀκουσίως πρὸς τὴν ἀσέβειαν
此舉之罪責既重且大,然於神聖鑒察之時,因惡行所得之報應將更為深重難堪,因為他們所受之審判,不僅為己身之罪,更要為那些被他們以強暴手段意圖加害之人負責——因這些人乃是被迫、甚至違背己意而被逼向不敬虔之地步。
of which the charge of the undertaking is great and grave, but greater and more grievous still will be, in the time of divine visitation, the recompense for the things wickedly done, if indeed they shall undergo justice not only for their own sins but also for those whom, by doing them violence, they attempt to wrong — since these were compelled to go, even unwillingly, toward impiety.
1:8
τοιοῦτον οὖν τι κἀν τοῖς καθ' ἡμᾶς χρόνοις συνενεχθὲν ἔγνωμεν
如此之事,我們知道即便在我們自己的時代也曾發生過。
Such a thing, then, we know to have occurred even in our own times.
1:9
ἦν γὰρ καὶ πρόσθεν καιρός, καθ' ὃν οἱ τῆς εὐθυτάτης ἡμῶν πίστεως ὅροι εὐαγῶς ἐφυλάσσοντο·
蓋昔日確曾有一時期,我等至為端正之信仰諸定則,曾蒙虔敬地守護;
For there was formerly a time in which the definitions of our most upright faith were piously guarded;
1:10
ὅτε βαθεῖα εἰρήνη τὴν ἐκκλησίαν Χριστοῦ διελάμβανε, καὶ τὸ εἰρηναῖον ἐπλούτει καὶ ἀστασίαστον, τό τε ἀταρακτότατον κεκτημένη καὶ τὸ γαλήνιον·
彼時深沉的和平籠罩基督之教會,教會在和平與無派系紛爭中興盛,擁有極致的安寧與平靜;
when a deep peace held the church of Christ, and it flourished in peace and freedom from faction, possessing utter tranquility and calm;
1:11
ὅτε τὸν οἰκεῖον κόσμον αὐχοῦσα διέπρεπε καὶ τῷ φωτὶ κυρίου κατηρτίζετό τε καὶ ἐπορεύετο·
彼時教會以自身之莊嚴為誇耀而卓然出眾,且藉主之光而得成全、依此而行;
when, boasting of its own adornment, it was distinguished, and was being perfected and walking by the light of the Lord;
1:12
ὅτε τὸ εὐαγγελικὸν καὶ ἀποστολικὸν ἐπανθοῦν ἐπαρρησιάζετο κήρυγμα καὶ τὰ τῆς σωτηρίου Χριστοῦ οἰκονομίας διὰ τῶν ἱεροτυπιῶν ἐπέλαμπε σύμβολα, οὗ τά τε πάθη καὶ θαύματα καὶ ἡ τοῦ σωτηρίου προεδείκνυτο δύναμις·
彼時福音與使徒之宣講興盛,得以坦然宣揚,而基督救贖聖工之諸象徵藉聖像而發光,藉此預先彰顯其苦難、神蹟,以及救主之大能;
when the evangelical and apostolic preaching, flourishing, was proclaimed boldly, and the symbols of the saving dispensation of Christ shone forth through the sacred images, by which His sufferings and miracles and the power of the Savior were displayed beforehand;
1:13
ὅτε ἡ χάρις προετιμᾶτο καὶ ἡ ἀλήθεια καὶ τὰ τῆς χάριτος ἐνεφανίζετο σαφῶς καὶ ἐκηρύσσετο·
彼時恩典與真理受到至高之尊崇,恩典之諸事亦得以明白彰顯並宣揚;
when grace and truth were honored above all, and the things of grace were clearly manifested and proclaimed;
1:14
ὅτε οἱ θεῖοι ναοὶ καὶ τὰ ἐν τοῖς ναοῖς ἱερά τε καὶ τίμια εὐκόσμως μάλα περιεστολίζοντο·
彼時諸神聖之殿宇,以及殿宇之內諸聖物與珍寶,皆得極為得體之裝飾;
when the divine temples, and the sacred and precious things within the temples, were most fittingly adorned;
1:15
ὅτε θεῖος φόβος ταῖς ψυχαῖς τῶν εὐσεβούντων ἐνίδρυτο καὶ ἡ περὶ τὰ θεῖα αἰδὼς καὶ εὐλάβεια·
彼時敬虔者之靈魂中,立定了對神之敬畏,以及對神聖之事的恭敬與戒慎;
when divine fear was established in the souls of the pious, and reverence and awe concerning divine things;
1:16
ὅτε τὸ τῆς ἀγάπης δῶρον πανταχοῦ διαφοιτῶν περιηγγέλλετο·
彼時仁愛之恩賜傳遍四方,廣為宣揚;
when the gift of love, spreading everywhere, was proclaimed abroad;
1:17
ὅτε τὰ τῆς ἱερωσύνης δίκαια κομῶντα συνδιεφυλάσσετο καὶ οἱ ἱερεῖς κυρίου δικαιοσύνην ἐνδεδύκεσαν, ὥσπερ στολὴν ἁγίαν περιχλαινιζόμενοι τὴν εὐσέβειαν, ἀμφιεννύμενοι δὲ κρῖμα ἶσα διπλοΐδι, καὶ ἡ εὐλογία κυρίου πᾶσιν ἐπέπρεπεν, εἰ δεῖ τι καὶ τῶν Ἰὼβ φθέγξασθαι ῥημάτων·
彼時祭司職分之諸權益興盛而共同得以維護,主的祭司們身披公義,如披聖袍般以敬虔裹身,又如披雙層外袍般以公正自蔽,且主之祝福臨及眾人——若容我借約伯之言以言之;
when the rights of the priesthood, flourishing, were jointly preserved, and the priests of the Lord had put on righteousness, wrapping themselves in piety as in a holy robe, and clothing themselves with judgment as with a double cloak, and the blessing of the Lord became all, if one must utter something of the words of Job;
1:18
ὅτε καὶ βασιλεῖς μέγα ἐφρόνουν ἐπ' εὐσεβείᾳ μᾶλλον ἢ τῷ διαδήματι καὶ χρυσῷ καὶ λίθοις τοῖς Ἰνδικοῖς λαμπρὸν ἀπαστράπτουσιν, εὐθύτητι δὲ δογμάτων ἢ τῷ ἁλουργῷ ἐκαλλωπίζοντο χρώματι καὶ ὅσον τρόπαια στήσωσι
彼時甚至君王亦以敬虔為大榮,而非以冠冕、黃金與燦爛耀眼之印度寶石為榮,且以教義之端正、而非以紫袍之色澤與所立戰勝紀念碑之多寡自飾——
when even emperors took great pride in piety rather than in the diadem and in gold and in Indian gems flashing brilliantly, and were adorned by uprightness of doctrines rather than by the purple color and by however many trophies they might set up—
1:19
διά τοι τοῦτο κατὰ τοῦ θείου φόβου ἀπηναισχύντησαν καὶ ἦραν κατὰ τῶν ἁγίων κεφαλὴν καὶ ἀπεναντίας τῆς ἱερᾶς ἡμῶν ὁμολογίας ᾔεσαν
正因如此,其後繼者竟無恥地違逆對神之敬畏,抬頭抗拒聖徒,並與我們神聖之信仰告白背道而馳
for this very reason those who followed behaved shamelessly against divine fear and lifted up their head against the saints and went in opposition to our sacred confession
1:20
θυσιαστήριον μέγα κεκράξεται·
那大祭壇必要呼喊;
the great altar shall cry out;
1:21
ὃ καὶ ζῶν κακῶς καθαιρῶν ἐβεβήλου, καὶ ἀναιρούμενος ἐνδίκως τῷ λύθρῳ τῶν ἐναγῶν αἱμάτων πλέον ἔχρανέ τε καὶ κατεμόλυνεν, ἄξια ὄντως τὰ ἐπίχειρα τῆς εἰς Χριστὸν ὕβρεως δεξάμενος ὁ ἀλιτήριος, ἔνθα τῶν προμάντεων ἡ σκηνὴ καὶ ἡ παιδιὰ καὶ ἡ πλάνη θριαμβεύεται
他生前惡意將其拆毀而加以褻瀆,及至他遭正義誅殺之時,更以其可咒詛之血污穢玷染此壇——此可惡之人,因其對基督之侮辱,實在得了相稱的報應,就在那假先知之帳幕、嬉戲與迷惑得以凱旋誇耀之處。
which altar, being wickedly torn down while he still lived, he profaned, and, being justly slain, he defiled and polluted it the more with the gore of accursed blood — the accursed one having received truly fitting wages for his insolence against Christ, there where the tent of the false prophets, and the mockery, and the delusion are paraded in triumph.
1:22
πῶς οὖν οὗτος τὰ τῆς οἰκείας ἀσεβείας ἀποπληροῦν ἐτεχνάζετο; πρῶτα μὲν ἀπόπειραν ποιεῖται τῶν ἀπὸ τῆς ἐκκλησίας, εἰ οἷόν τε ἠρέμα καὶ ἡσυχῇ τὰ κατὰ νοῦν αὐτῷ προχωρήσειν·
那麼此人如何設法遂行其自身不敬虔之圖謀呢?他起初先試探教會中人,看是否能悄然平靜地依其心意行事;
How then did this man contrive to fulfill the designs of his own impiety? First he made trial of those belonging to the church, to see whether it were possible that the things according to his mind should proceed quietly and calmly;
1:23
ὡς δ' οὖν ἄπρακτα καὶ ἀνήνυτα αὐτῷ ἐγεγόνει τὰ ἐγχειρήματα, ἐφ' ἑτέραν τραπόμενος ἔρχεται καί, ὡς ἂν μηδὲν πονηρίας καὶ κακουργίας τῶν προκαταρξάντων ἐλλείποι τῆς ἀσεβείας, ζηλοῖ κἀνταῦθα τὸν χριστομάχον ἐκεῖνον, τὸν πάλαι συγχωρήσει θεοῦ τοῦ φύλου τοῦ Ῥωμαϊκοῦ κακῶς ἄρξαντα, τὸν Κωνσταντῖνον φημὶ τὸν δυσσεβέστατον
然而當其種種嘗試均徒勞無功之後,他便轉而另闢途徑,且為使先前那些人邪惡奸詐之不敬虔絲毫不致遜色,他在此亦效法那位攻擊基督者——就是昔日蒙神容許而惡治羅馬民族的君士坦丁,那位極不敬虔之人。
But when his attempts had proved fruitless and unsuccessful, he turned to another course and came to it, and, so that nothing of the wickedness and villainy of impiety of those who had gone before might be lacking, he here too emulates that Christ-fighter, who long ago, by God's permission, ruled the Roman people badly — I mean Constantine the most impious.
1:24
ὃς δὴ καθάπερ ἐκ πατρῴου κλήρου κατάγουσαν τὴν παρανομίαν ταύτην διαδεξάμενος, ἱκανῶς ἐπεκράτυνεν·
此人彷彿承繼自父祖傳下之世襲產業般,接受了這種違法行徑,並將之大力鞏固;
who indeed, having inherited this lawlessness as though descending from a paternal inheritance, strengthened it considerably;
1:25
ἀθροίζει λοιπὸν καὶ οὗτος, ὥσπερ ἐκεῖνος, ἅπαν τὸ ἐν ἱερωσύνῃ τελοῦν, καὶ παντοίαις αὐτοὺς ἐπιχειρήσεσι μεθοδεύων πείθειν ἐμηχανᾶτο πρὸς τὸ οἰκεῖον ἑλεῖν βούλημα
於是此人便如那位一般,聚集一切執行祭司職分之人,並以各種手段圖謀對付他們,設法說服他們歸順於自己的意志。
He, then, like that one, gathers together all who exercise the priesthood, and, plotting against them with attempts of every kind, he contrived to persuade them to be won over to his own will.
1:26
ἀλλ' ὅσον μὲν ἐν αὐτοῖς προῦχον καὶ ἔκκριτον, ἐρηρεισμένον καὶ πάγιον περὶ τὸν ὑγιᾶ καὶ ὀρθὸν λόγον τὸ φρόνημα ἐκέκτητο, τοῦ θεομισοῦς αὐτοῦ θελήματος ἀντικαθιστάμενον ὤφθη·
然而其中凡屬傑出優異、於健全正確教義上心志堅定不移者,皆顯然起而抗拒其為神所憎惡之意志;
But as many as among them were preeminent and select, possessing a mind firmly fixed and steadfast concerning the sound and right doctrine, were seen setting themselves in opposition to his god-hated will;
1:27
διὸ αἰκίαις τε καὶ φρουραῖς χαλεπαῖς πρότερον ἐπελθὼν καὶ μηκίστων λιμῶν καὶ ἀσιτιῶν τηκεδόσι πιέζων καὶ δι' ἀτιμίας ἁπάσης περιαγαγών, μεταταῦτα ὑπερορίαις μακραῖς ὁμοῦ καὶ πικραῖς κατεδίκασεν·
因此,他先以酷刑與嚴酷囚禁攻擊他們,又以極長之飢荒與絕食之消耗折磨他們,並使其歷盡種種羞辱,其後更判處他們長期而痛苦之流放;
Wherefore, having first assailed them with tortures and grievous imprisonments, and pressing them with the wastings of the longest famines and privations of food, and having led them about through every dishonor, thereafter he condemned them to long and bitter exiles;
1:28
ὅσον δὲ ἀγροικικώτερον καὶ ἁπλούστερον ἢ καὶ εὐηθέστερον ἐπάγεται, οὓς μὲν χρήμασιν ὑποφθείρων, οὓς δὲ ὑποσχέσεσι δελεάζων, οὓς δέ, παρρησίαν τὴν εἰς τὰ βασίλεια ἐπαγγελλόμενος, ὑπο κλέπτων, ἔστι δὲ οὓς καὶ ἀπειλαῖς ἐκδειματῶν καὶ ἑτέραις τισὶν ἐπινοίαις μετερχόμενος, εἰς τὸ ἴδιον σαγηνεύει θέλημα
至於那些較為粗鄙單純、抑或更為愚昧無知而被他爭取過去之人——有的他以金錢腐化,有的他以許諾誘惑,有的他則以允准其自由出入宮廷為餌加以竊奪,另有些人他更以威嚇恐怖之,又施行其他種種詭計,終將他們一一收入自己的意志羅網之中。
But as many as he brought over who were more rustic and simple, or indeed more simple-minded — some he corrupted with money, others he enticed with promises, others he stole away by promising them free access to the palace, and there are some whom he also terrified with threats, and, proceeding with certain other devices, he netted them into his own will.
1:29
τούτους λοιπὸν τοῦ κοινοῦ τῆς ἐκκλησίας ἀπορραγέντας σώματος, οἷάπερ μέλη διερρυηκότα καὶ ἐφθαρμένα, καὶ ἰδίᾳ συνάγειν ἐπιχειρήσαντας λαβών, συγκροτεῖ, ὡς ἐδόκει, ἀπ' αὐτῶν σύνοδον·
於是他將這些如同脫落腐爛之肢體、從教會共同身體中被扯離、且企圖自行單獨聚集之人收攏,從中組成了一個看似會議之集會;
Taking these, then, who had been torn away from the common body of the church, like members fallen off and corrupted, and who had attempted to gather separately on their own, he assembled from them what seemed to be a synod;
1:30
καὶ σύνεδρος ἤδη καὶ πρόεδρος, μᾶλλον δὲ πρόδρομος τῆς τοῦ προσδοκωμένου πονηροῦ ἐπιστασίας γίνεται, προοδοποιῶν τὰ τῆς ἐνδημίας αὐτῷ καὶ τρόπον τινὰ τὸν ἀγῶνα τὸν κατὰ τῶν ἁγίων ἐνστησόμενον ἀναμερισάμενος·
而他如今則成了那所期待之惡者掌權的一員與主席,更確切地說,是其先鋒,為其降臨預備道路,並在某種意義上預先分派了那將要向聖徒展開的爭戰;
and he becomes now a member and president, or rather a forerunner, of the sway of the expected evil one, preparing the way for his residence, and in a certain manner apportioning in advance the contest that was to be waged against the saints;
1:31
καὶ τὸ πολὺ τῶν πόνων προαφαιρούμενος, τοσοῦτον εὔνους αὐτῷ ὤφθη, ἵνα, ἐν ᾧ μέλλει φανεροῦσθαι ὁ ἄνομος, πρὸς μόνον τὸν καταλύοντα αὐτοῦ τὸ κράτος ἕξει τὴν μάχην, τῶν δὲ εἰς μνήμην τῆς ἐν σαρκὶ πολιτεύσεως αὐτοῦ ἀναστηλωμένων ἐκ ποδῶν γεγενημένων, μὴ πλείω περὶ αὐτὰ ἐνασχολούμενος κάμνοι, σχοίη δὲ ῥᾷον κατὰ τῶν εὐσεβούντων τηνικάδε τὸ ἀγώνισμα·
他預先除去大部分的勞苦,顯出對那惡者何等的善意,以致當那不法之人將要顯現之時,他所要爭戰的唯獨是那毀滅其權勢者一人;而那些為紀念基督在肉身中之生活所立之聖像既已被移除清空,他便不必再為此耗費心力操勞,屆時便能更輕易地向敬虔者展開爭戰;
And taking away in advance the greater part of the labors, he was shown to be so well-disposed toward him, that, at the time when the lawless one is about to be revealed, he the lawless one would have his battle against him alone who overthrows his power, and, the images set up as monuments in memory of Christ's life in the flesh having been removed out of the way, he the lawless one would not toil, being occupied any longer about them, but would have the contest against the pious more easily at that time;
1:32
καὶ πάλιν ὁρᾶται ἐν τῷ ναῷ κυρίου τὸ βδέλυγμα καὶ ἀνοίγεται στόμα λαλοῦν μεγάλα κατὰ τῆς δόξης κυρίου καὶ κατὰ τῆς θείας οἰκονομίας μεγαλορημονοῦν καὶ ἀλαζονευόμενον
於是那可憎之物再次現於主的殿中,且有口張開,說大話抵擋主的榮耀,誇大其詞,妄自尊大地抗拒神聖之聖工。
And again the abomination is seen in the temple of the Lord, and a mouth is opened speaking great things against the glory of the Lord, and boasting great words and vaunting itself against the divine dispensation.
1:33
ταύτην οὖν τί κλητέον, ἢ οὐχ' ἁπλῶς σύνοδον; ἀλλὰ βαρβαροσύνοδον δικαίως ἄν τις καλέσειε διὰ τὸ τοῦ ἠθροικότος βάρβαρόν τε καὶ ἔκφυλον φρόνημα, ἢ πονηρὸν συνέδριον καὶ τοῦ Καϊαφαϊκοῦ ἐκείνου ἐφάμιλλον, ἐπεὶ καὶ οὗτοι παρανόμως κενὰ κατὰ τοῦ Χριστοῦ ἐμελέτησαν καὶ ὥσπερ τὸ Ἰουδαϊκὸν σύνταγμα κατὰ τῆς Χριστοῦ ἐνσωματώσεως ἐφρυάξαντο καὶ πλεῖστα κενολογήσαντες ἐματαιοπόνησαν
那麼此會究竟當如何稱呼——豈非根本不能稱之為會議?毋寧說,因其召集者野蠻墮落之心思,人或可公正地稱之為「蠻族會議」,或稱之為與昔日該亞法之議會相匹敵的「邪惡議會」,因為這些人同樣違法地圖謀虛妄之事以抗衡基督,又如猶太人之集會般,狂怒抗拒基督之道成肉身,且喋喋不休發空言之後,終究徒勞無功。
What then must this be called — or should it not simply be called a synod? Rather, one might justly call it a barbarian-synod, on account of the barbarous and degenerate mind of him who assembled it, or an evil council, rival to that Caiaphas-council of old, since these men too lawlessly plotted vain things against Christ, and, like the Jewish assembly, raged against Christ's incarnation, and, having babbled very many empty words, they labored in vain.
1:34
ὡς γὰρ οὐκ ἂν λεχθείη σύνοδος ἱερατική, φανερόν·
因為此會斷不能稱為祭司之會議,此事顯然可見;
For that it could not be called a priestly synod is manifest;
1:35
πρῶτον μὲν γὰρ πῶς συστήσαιεν σύνοδον οἵ γε τὰς συνθήκας, ἃς ἐν τῷ θείῳ θυσιαστηρίῳ κατενώπιον θεοῦ καὶ ἀγγέλων καὶ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος δεδωκότες, παρασπονδήσαντες ἠθετήκασι, τά τε χειρόγραφα, ἐν οἷς τοὺς τύπους τοῦ σταυροῦ καὶ τὰ οἰκεῖα ὀνόματα προὔθηκαν, κατεπάτησαν; ἐξ ὧν κατὰ συλλόγους ἱεροὺς συνιέναι οὐκ ἐξὸν αὐτοῖς·
首先,他們既已違背誓約,廢棄了自己曾在神聖祭壇前、於神與眾天使並教會全體會眾面前所立下之盟約,又踐踏了自己曾於其上簽下十字聖號與本人姓名之文書,這樣的人又如何能組成一個會議?依此,他們是無權參與神聖集會的;
For first, how could they, who indeed have set at naught, through violation of their covenants, the agreements which they gave before the divine altar in the presence of God and angels and the whole fullness of the church, constitute a synod, and have trampled underfoot the written documents in which they set forth the signs of the cross and their own names? From which it is not permitted them to assemble in sacred gatherings;
1:36
ἔπειτα δ' ὅτι παρὰ πάντα θεσμὸν καὶ κανόνα ἐκκλησιαστικὸν ἤθροισται·
其次,因為此會之召集,違背了一切教規與教會法典;
and next, because it has been assembled contrary to every ordinance and ecclesiastical canon;
1:37
καθάπερ γὰρ τὸ παρὰ τοῦ δυσσεβοῦς Κωνσταντίνου παραλόγως καὶ ἀνοσίως συλλεγὲν παράνομον σύστημα, οὕτω καὶ τοῦτο ψευδῶς καὶ ἀτάκτως κεκλήκασι σύνοδον
因為正如那不敬虔之君士坦丁不合理且不聖潔地召集之非法集會曾被謬稱為會議,他們同樣虛妄而無序地將此會稱為會議
for just as the unlawful system gathered unreasonably and unholily by the impious Constantine was falsely called a synod, so too have they falsely and disorderly called this one a synod
1:38
τῶν ἄλλων, οἷς τὰ προέδρια ἐν τοῖς ἱερεῦσιν ἀφώρισται, ἠμοιρήκασιν·
他們缺乏了另外那些依例當居祭司首位者之參與;
they have been deprived of the others, to whom the presidencies among the priests have been allotted;
1:39
ὧν ἄνευ, δόγματος ἐκκλησιαστικοῦ κινουμένου, συστῆναι, κατά γε τὸν ἄνωθεν παραδεδομένον τῇ ἐκκλησίᾳ θεῖον τύπον, ἱερατικὴν σύνοδον, οὐ θεμιτόν
若無此等人參與,凡涉及教會教義之事,依照自古傳予教會之神聖規範,祭司會議便不得合法成立;
without whom, when an ecclesiastical doctrine is at issue, it is not lawful, according at least to the divine pattern handed down to the church from of old, for a priestly synod to be constituted;
1:40
διὸ ἄστατόν τε ἐφ' ἑαυτοῦ καὶ ἀνίδρυτον δείκνυται, καί τις ἐνταῦθα συνεὶς λίαν ἐμφρόνως ἂν ἀποφθέγξαιτο ὅπερ παρά τινι τῶν πάλαι σοφῶν ἐλέγετο περί γέ τινος στρατοπέδου εὖ μάλα στρατιᾶς πολυπληθείᾳ κομῶντος, ταξιάρχου δὲ συνετοῦ καὶ εἰδήμονος τὰ τακτικὰ καὶ πολέμια τοῦ κοσμοῦντος καὶ εὖ διατάττοντος ἀπολειπομένου·
因此,此會自顯其本身之不穩與無據,明白此理者,或可極為明智地在此引述古代某位智者論及某軍營之言——該軍營雖士卒眾多、盛大可觀,卻缺乏一位精通戰術與兵法、善於統御調度之明智統帥——
wherefore it shows itself unstable and unfounded in itself, and one who understands this might very sensibly pronounce here what was said by one of the wise men of old concerning a certain army camp, luxuriant indeed in the great multitude of its host, but lacking a commander wise and skilled in tactics and warfare to marshal and well arrange it —
1:41
Ἡλίκον θηρίον κεφαλὴν οὐκ ἔχει, ἐπεὶ καὶ οὗτοι, πολυανθρωπίᾳ πλήθοντες καὶ οὐ πάνυ τι εὐαρίθμητον τυγχάνοντες σύστημα, τοῦ τε ἡγεμονοῦντος τῆς καθ' ἡμᾶς ἱερολογίας καὶ ἐπιστημονικωτάτου πνεύματος κανόνος τε πάμπαν καὶ λόγου τοῦ ἰθύνοντος ἀπεστέρηνται
『何等龐大的野獸竟無頭顱』——因為這些人雖然人數眾多、聚成一個難以計數之團體,卻完全被剝奪了引領並最為精深之我等神聖教理之靈,且全然缺乏法典與引導之理性。
What a great beast has no head — since these men too, though abounding in a great multitude of men and forming a body not at all easy to number, have been utterly deprived of the leading and most scientific spirit of our sacred discourse, and altogether of the canon and of the reason that guides.
1:42
καὶ τί γε ἄλλο ἢ αὐτὴν τὴν κεφαλὴν τῆς ἐκκλησίας Χριστὸν ἠθετήκασι; καὶ ὅλης αὐτοῦ τῆς οἰκονομίας πειρῶνται ἀνατρέπειν, ὡς οἷοί τέ εἰσι, τὸ μυστήριον
而他們所行者,豈非正是廢棄基督本身——教會之元首?他們竟竭盡所能,企圖顛覆其整個聖工之奧秘。
And what else have they done but set at naught Christ himself, the head of the church? And they attempt, insofar as they are able, to overturn the mystery of his whole dispensation.
1:43
τοιγάρτοι εἰς τοῦτο ἀκοσμίας καὶ ἀταξίας ἠγμένοι, τό τε ἐπιεικὲς ἀπημφιεσμένοι καὶ ἥμερον, θηρῶν δίκην καὶ λύκων ἀγρίων (τῷ γὰρ ἔξωθεν καὶ φαινομένῳ κῳδίῳ τὸν ἐντὸς καὶ κεκρυμμένον συγκαλύπτουσι θῆρα) τῇ Χριστοῦ ἐκκλησίᾳ βαρέως ἐπεισπεσόντες καὶ κατὰ τῶν ἱερῶν ἡμῶν δογμάτων ἐπιλυττήσαντες, ὅλῳ τῷ στόματι τὰ λογικὰ πρόβατα, τὸν λαὸν κυρίου, κατεσθίειν κατὰ τὸ εἰρημένον διὰ φωνῆς ἁγίου προφήτου ἵενται
因此,他們既已淪至如此混亂失序之境地,又已脫去溫和與柔順,仿若野獸與凶殘之狼(因為他們以外表可見的羊毛遮掩內裡潛藏之野獸),猛烈撲向基督之教會,並如瘋狗般狂吠抗拒我等神聖教義,急欲以整張口吞噬那有理性的羊群——即主的子民——正如聖先知之口所言;
Wherefore, having been brought to this state of disorder and disarray, and having stripped off gentleness and mildness, in the manner of wild beasts and savage wolves (for by the outward and visible fleece they conceal the inner and hidden beast), having violently fallen upon the church of Christ and raged like mad dogs against our sacred doctrines, they hasten with their whole mouth to devour the rational sheep, the people of the Lord, according to what was spoken through the voice of the holy prophet;
1:44
ἐντεῦθεν ἡ παλαιὰ τῷ χρόνῳ καὶ τὴν κακίαν νεάζουσα κακοδοξία, ὡς ἐξ ἀδύτων τῶν μυχῶν τῆς ἀπιστίας ὑπερκύψασα καὶ τῶν τῆς πλάνης φωλεῶν ἐξερπύσασα, τοὺς ἄρτι τῆς εὐσεβείας ἀποπεφοιτηκότας καὶ πρὸς αὐτὴν ἀθλίως μεταθεμένους, ὥσπερ τῆς ἀληθοῦς ἀπημαύρωσεν ὁμολογίας, οὕτω δὴ καὶ τῶν ἐπειλημμένων τῶν τῆς ἱερωσύνης οἰάκων, τῆς κοινωνίας ἀπετείχισε, τὴν σύμπνοιαν ἀπείρξασα καὶ συναίνεσιν·
由此,這古老而其邪惡卻常新之異端,彷彿自不信之至深隱處窺出、又自謬誤之巢穴中爬出,正如它使那些如今已離棄敬虔、悲慘地轉投於它之人的真實信仰告白為之昏暗,同樣也將他們與那些執掌祭司職分舵柄者之交通隔絕開來,阻斷了彼此的同心與合意;
Hence the heresy, old in time yet ever renewing its wickedness, as though peering forth from the innermost recesses of unbelief and creeping out of the lairs of error, just as it darkened the true confession of those who have now departed from piety and have wretchedly transferred themselves to it, so also has walled them off from communion with those who have laid hold of the helms of the priesthood, having debarred their concord and agreement;
1:45
μὴ δὲ γὰρ ἐνὸν αὐτοὺς τῷ ψεύδει συνάρασθαι, ἐπειδὴ ἔνθα τὸ ἐμπαθὲς καὶ δοῦλον τῆς σαρκὸς πρυτανεύει φρόνημα, ὁ τῆς ἐλευθερίας καὶ εἰρήνης σύνδεσμος ὁ συνεστηκὼς ἐκ τοῦ πνεύματος οὐδ' ὅλως κατακρατύνεσθαι πέφυκενὑπὸ γὰρ πολλῆς αὐθαδείας καὶ ἀνοσιουργίας κεκρατημένος ὁ συναθροίσας κακῶς, πᾶσαν κανονικὴν καὶ ἔνθεσμον καταπατῶν παράδοσιν, ἢ μὴ δὲ συνιεὶς ὅτι θεσμὸς κανόνων ἦν πώποτε, ἔδοξε τῶν προὔχειν κατὰ τὴν ἱερωσύνην λαχόντων δίχα τὴν ἰδίαν βεβαιοῦν εἰκαιοφροσύνην, ὅμως δ' οὖν παρανόμως καὶ ἀθέσμως συνειλεγμένοι, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ πολλὰ τοῦ εὐαγγελικοῦ κηρύγματος καταφλυαρήσαντες ἐμελέτησαν, καὶ δόγμα πονηρόν, καλῶς πάλαι κατακριθὲν καὶ σιγηθὲν ἀποφάσει τῶν προηγησαμένων θείων ἀνδρῶν, πάλιν ἀναζωπυροῦντες καινίζουσι καὶ τολμῶσιν, ὡς ᾤοντο, ὅρον ἐκτίθεσθαι πάντῃ ἀόριστον·
因為他們斷無可能與虛謊聯合,蓋凡放縱情慾、為肉體所奴役之心思當道之處,那由聖靈所構成之自由與和平的紐帶,依其本性根本無從得以確立;因為那惡意召集他們之人,既被極大之狂妄與不聖潔之行為所轄制,踐踏了一切合乎教規與律法之傳統——或毋寧說,根本不明白教規之律例曾經存在——竟意圖撇開那些依例居於祭司職分首位者,逕自確立自己輕率之妄斷;然而,儘管如此非法且無章法地聚集,他們仍喋喋不休地大放愚妄之言,抗衡主及其基督,即抗衡福音之宣講,並圖謀策劃,重新煽動並翻新一項早已被前輩神聖之士明智定罪並使之緘默之邪惡教義,妄自——如他們所自以為——提出一項全然漫無邊際之教令;
for it is not possible for them to be joined together with falsehood, since where the passionate mind, enslaved to the flesh, holds sway, the bond of freedom and peace, which is constituted from the Spirit, is by nature altogether unable to be made to prevail; for he who wickedly assembled them, being mastered by great arrogance and unholy conduct, trampling upon every canonical and lawful tradition — or rather not even understanding that there had ever been an ordinance of canons — thought fit to establish his own rash presumption apart from those who had been allotted preeminence in the priesthood; nevertheless, having been gathered together unlawfully and without ordinance, they, babbling much foolish talk against the Lord and against his Christ, that is, against the evangelical proclamation, contrived it, and, rekindling and renewing an evil doctrine, well condemned and silenced long ago by the judgment of the divine men who went before, they dare, as they supposed, to set forth a definition that is in every way unbounded;
1:46
ὁρίζονται μὲν γὰρ παντελῶς οὐδέν, ἐπ' ἀναιρέσει δὲ τῶν εὖ καὶ καλῶς τεθειμένων ὅρων καὶ ἀληθῶν δογμάτων καὶ τοῦ εὐσεβοῦς τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας φρονήματος, ματαίως ἄγαν καὶ ἀθεεὶ παρατάττονται
因為他們實際上一無所定,卻為要廢除那些良善正確確立之諸定則、真實教義,以及大公使徒教會之敬虔思想,而過度虛妄且不敬神地排兵佈陣。
for they define absolutely nothing, but for the destruction of the well and rightly established definitions and true doctrines and the pious mind of the catholic and apostolic church, they array themselves all too vainly and godlessly.
1:47
οὐδὲ γὰρ ἀπὸ στόματος κυρίου, ἀλλ' ἐκ τῆς ἰδίας κοιλίας ἀποφθέγγονται καὶ λαλοῦσι διεστραμμένα, οὐδαμοῦ τῷ ἐκκλησιαστικῷ κανόνι καὶ τύπῳ κατακολουθήσαντες, τοῦ φόβου δὲ κυρίου καταφρονήσαντες καὶ τῆς ἐντολῆς ἀλογήσαντες, ἣ καὶ τῷ ἕνα τῶν ἐλαχίστων σκανδαλίζοντι οὐ μικρὸν τὸν κίνδυνον ἐπικρεμάννυσιν, ἤπουγε πλῆθος ἄπειρον καὶ ἀριθμοῦ κρεῖττον καὶ πολιτείαν ὅλην καὶ ἔθνος ὁλόκληρον ἱερόν τε καὶ ἅγιον, ὃ διεσπάραξάν τε καὶ ἐλυμήναντο, τῷ αἵματι Χριστοῦ τῷ ἀμώμῳ καὶ ἀχράντῳ κτηθέν τε καὶ ὑποστὰν ἱδρῶσί τε καὶ πόνοις πολλοῖς τῶν μετὰ Χριστὸν καὶ τῶν τὰ ἐκείνων διαδεξαμένων ἀοιδίμων ἀνδρῶν
因為他們所發之言,並非出於主的口,乃是出於自己的肚腹,且說悖謬之言,絲毫不遵循教會之法典與規範,反倒藐視對主之敬畏,無視那條誡命——此誡命連對於使至微小者中之一人跌倒者,都懸以不小之危險——那麼,對於他們所撕裂殘害的、多至無數難以計數之群眾、整個政體,以及一整個神聖聖潔之民族——這民族乃是藉基督無瑕無玷之血、藉基督之後諸位可頌之士及其繼承者之汗水與諸多勞苦所獲得並建立的——他們豈不更當自陷於危險之中?
For they utter, not from the mouth of the Lord, but from their own belly, and they speak perverse things, having in no way followed the ecclesiastical canon and pattern, but having despised the fear of the Lord and disregarded the commandment which hangs no small danger even over one who scandalizes a single one of the least — how much more, then, have they endangered themselves concerning a multitude beyond number and greater than count, and a whole polity, and an entire people, sacred and holy, which they tore apart and ravaged — a people acquired and constituted by the blameless and undefiled blood of Christ, through the sweat and many labors of the celebrated men after Christ and of those who succeeded to their labors.
1:48
ἐν τούτῳ γοῦν τῷ δοκοῦντι ὅρῳ εὐθὺς μὲν καὶ ἐκ προοιμίων τὴν ἀσέβειαν οὐ παρρησιάζονται, κατασχηματίζονται δὲ τὴν εὐσέβειαν καὶ καταχρωννύουσί πως τοὺς ἑαυτῶν λόγους, ἐπειδὴ τοῦτο φίλον καὶ σύνηθες τοῖς αἱρετίζουσιν
在這所謂的教令之中,他們從一開篇便未曾直言不諱地宣告其不敬虔,反倒偽裝敬虔之外表,且以某種方式粉飾自己的言辭,因為此乃異端者所樂為、所慣行之事;
In this so-called definition, then, straightaway even from its opening they do not openly declare their impiety, but they feign the outward form of piety and somehow color over their own words, since this is dear and customary to heretics;
1:49
οὕτω γὰρ καὶ παρὰ Ἀρειανοῖς καὶ Εὐνομιανοῖς καὶ ἄλλοις αἱρεσιώταις γινόμενον ἔγνωμεν·
因為我們也曾知道,此事同樣發生於亞流派、恩諾米烏派,以及其他異端之中;
for thus also we have known this to happen among the Arians and Eunomians and other heretics;
1:50
κοινωνοῦντες τῇ ἐκείνων κακοδοξίᾳ, καὶ αὐτοὶ ἐπ' ἀλλοτρίοις καλοῖς ἐγκαλλωπίζονται
他們既與這些人的謬妄教義相通,便也以非屬己有之美善裝飾自己;
sharing in their false doctrine, they too adorn themselves with goods that are not their own;
1:51
τὸ γὰρ φυσικὸν τῆς ἀληθείας κάλλος οὐκ ἔχοντες, ὀθνείαις τισὶ καὶ ξέναις σοφιζόμενοι χρῶνται μορφαῖς, τὸ αἶσχος τῆς οἰκείας ἀμορφίας ἐκ τῶν ἔξωθεν ἀποκρύπτειν ἐκμηχανώμενοι, τῷ χαλκῷ τὸ δέλεαρ περιάπτοντες ἢ τῷ δηλητηρίῳ τὸ μέλι περιχρίοντες, ἵνα ἡνίκα μέλλουσι τὰ τῆς οἰκείας πικρίας ἀπερεύγεσθαι δυσώδη καὶ βδελυρὰ ῥήματα, τοὺς ἁπλουστέρους δι' αὐτῶν ἐξαπατήσωσι καὶ πρὸς τὴν ἀσέβειαν τὴν ἴσην ἐπαγάγωνται
因為他們既不具真理之天然美善,便狡詐地借用某些外來陌生之形貌,設法從外表上遮掩自身醜陋無形之恥,如將餌繫在銅鉤之上,又如將毒藥塗上蜂蜜,好使他們在即將吐出自身苦毒中那惡臭可憎之言辭時,能藉此迷惑較為單純之人,將其引入同樣之不敬虔。
for, not having the natural beauty of truth, they cunningly make use of certain foreign and alien forms, contriving to conceal from outward view the shame of their own formlessness, fastening the bait onto the bronze hook, or smearing honey over the poison, so that, when they are about to belch forth the foul-smelling and abominable words of their own bitterness, they may through these deceive the more simple and lead them into the same impiety.
1:52
μετὰ γὰρ δὴ ταῦτα, ὥσπερ οἱ ἐκ κραιπάλης ἀνενεγκόντες, εἰς ἑαυτοὺς ἐπανέρχονται καὶ ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέφουσι·
因為在此之後,他們便如從醉酒放蕩中甦醒過來之人,回轉歸於自己,又轉回自己所吐之物;
For after these things, like those who have recovered from drunken debauch, they return to themselves and turn back to their own vomit;
1:53
καὶ τὸ προσωπεῖον ἀποδυσάμενοι, τὰ τῆς γνώμης παραγυμνοῦσι κυήματα
並且,脫去面具,暴露出其真實心思之產物。
and, stripping off the mask, they lay bare the offspring of their true mind.
1:54
ἡμεῖς δὲ τὴν πολλὴν φλυαρίαν παρέντες, ἐπὶ τὰ καιριώτερα τῆς βλασφημίας καί τινος ἀνασκευῆς δεόμενα καὶ δὴ τῷ λόγῳ τρεψώμεθα
但讓我等擱置這大量空談,如今確實將論述轉向那褻瀆言論中更為關鍵、需要加以駁斥之處。
But let us, having set aside the great mass of idle talk, now indeed turn our discourse to the more crucial points of the blasphemy, the ones requiring some refutation.
1:55
καὶ ἔδει μέν, ὡς σαθροῖς καὶ ἑώλοις, μὴ δὲ τὴν ἀρχὴν ἐπιβάλλειν τοῖς τοιούτοις ληρήμασιν, εὐθὺς δὲ παραγράφεσθαι καὶ ἀποκρούεσθαι
誠然,既然這些皆屬腐朽陳腐之物,本應根本不必著手處理如此無稽之談,而應立即駁回、拒斥之;
And indeed it were fitting, since they are rotten and stale, not even to set about such nonsense at all from the outset, but straightway to dismiss and repel it;
1:56
ἀλλ' ἐπειδὴ παρά τισι τοῖς οὐ παγίαν καὶ βεβηκυῖαν πρὸς εὐσέβειαν τὴν διάληψιν ἔχουσιν, ἔδοξαν λόγου τί ἄξιον φέρεσθαι, ταύτῃ τοι εὖ νενομίκαμεν, εἴπερ αὐτοῖς πρὸς ὠφελείας τινὸς γένοιτο, τῶν ἐπ' ἐκείνοις ἐλέγχων ἐφάπτεσθαι
然而,因為在某些對敬虔之事並無堅定穩固信念之人當中,這些言論被視為似乎頗值一提,正因此故,我們認為若此舉能對他們有所裨益,實在應當著手駁斥那些論點。
but since among certain persons who do not hold a firm and steadfast conviction regarding piety, they were thought to carry something worthy of consideration, for this reason indeed we have deemed it well — if it should prove to be of some benefit to them — to take up the refutations against those points.
1:57
ἄγουσι τοιγαροῦν εἰς μέσους τὸν Λέοντα ἐκεῖνον, τὸν ἀποστάτην καὶ παροράσει θεοῦ Χριστιανῶν ποτε ἄρξαντα, τὸν ἐκ τῶν Ἰσαύρων τῶν δυσωνύμων ὁρμώμενον καὶ οὐδὲν ἧττον θηριώδη τὴν γνώμην ἢ τὴν προσηγορίαν, ἔτι μὴν καὶ τὸν ἐκείνου υἱὸν Κωνσταντῖνον, τὸν τρόπον ἀγριώτερόν τε καὶ θηριωδέστερον·
他們於是引出那位背教者利奧,此人曾因神之容忍而一度統治基督徒,出身於惡名昭彰的伊蘇里亞人,其心思之殘暴不亞於其名號;此外還有他的兒子君士坦丁,性情更為兇殘野蠻;
They bring forward, then, into their midst that Leo, the apostate, who once ruled over the Christians by God's forbearance, Leo who came from the ill-named Isaurians and was no less bestial in his mind than in his appellation, and moreover also that man's son Constantine, more savage and more bestial still in character;
1:58
ὃς δὴ τὴν πατρῴαν δυσσέβειαν καὶ δυσμένειαν οἷόν τινα κλῆρον ἄνωθεν καταγόμενον διαδεξάμενος, καὶ οὐ μᾶλλον τῆς ἀξίας ἢ τῆς ἀσεβείας κληρονόμος ὀφθείς, ἐπηύξησέ τε καὶ εἰς ἄκρον ἐκράτυνε
此人確實承繼了其父之不敬虔與惡意,彷彿是自上傳下之世襲產業,且顯明自己與其說是尊位之繼承者,不如說是不敬虔之繼承者,他不僅增添了這不敬虔,更將之鞏固至極致;
who indeed, having inherited his father's impiety and malice as a kind of inheritance descending from above, and having shown himself an heir not so much of the dignity as of the impiety, both increased it and strengthened it to the utmost;
1:59
τούτῳ οὖν μετὰ τῆς ἡδίστης καὶ φίλης ἱππείας παρατεταγμένῳ ἐξήρτυτο κατὰ τῆς Χριστοῦ δόξης ὁ πόλεμος, καὶ πλείονα κάκιστά τε καὶ χείριστα κατὰ Χριστιανῶν ἀπομανεὶς κατεπράξατο
於是為此人——與其至為心愛的騎兵一同列陣——備妥了抗衡基督榮耀之戰爭,且此人狂怒發作,對基督徒犯下極多最為邪惡兇殘之罪行。
For him, then, drawn up in battle array together with his most delightful and beloved cavalry, the war against the glory of Christ was equipped, and, raging madly, he perpetrated very many most wicked and most evil deeds against Christians.
1:60
περὶ μὲν οὖν τούτων εἰκαιομυθοῦντες γράφουσι τοιαῦτα ὅτι Οὗτοι τὴν εὐσέβειαν τῆς ὀρθοδόξου πίστεως ἀσφάλειαν βίου ἡγησάμενοι, τὴν τιμὴν τοῦ δι' ὃν τὸ βασιλεύειν ἔλαβον ἐζήτησαν·
至於論及這些人,他們妄言杜撰,寫下如此之言辭:『這些人既以正統信仰之敬虔為其生命之保障,便尋求那位——他們由之獲得王權者——之尊榮;』
Concerning these men, then, telling idle tales, they write such things as this: These men, having regarded the piety of the orthodox faith as the security of their life, sought the honor of him through whom they received their reign;
1:61
καὶ πολυάνθρωπον πνευματικῶν πατέρων καὶ θεοφιλῶν ἐπισκόπων ἀθροίσαντες σύνοδον
『並召集了眾多屬靈教父與蒙神眷愛之主教所組成的會議……』
and having assembled a numerous synod of spiritual fathers and God-beloved bishops...
1:62
οἱ τῶν ἀληθῶν καθάπαξ ἀποπεπτωκότες, καὶ τῷ ψεύδει τὸν νοῦν καὶ τὴν γλῶσσαν ὑποθέμενοι, ἐκ τῶν φανερῶς ἐψευσμένων ὑπαρχόντων τὸν λόγον τῆς προκειμένης αὐτοῖς ματαιότητος ἐξυφαίνειν κατάρχονται, ἵνα ὧν ἡ ἀρχὴ ἀδόκιμος, ὃ δὴ λέγεται, καὶ τὸ πᾶν εἴη ἀπόβλητον
他們既已徹底背離真理,且將心思與口舌屈服於虛謊,便開始從那些顯而易見已屬虛假之事物,編織出擺在他們面前那虛妄之敘述——如俗語所云,凡起頭已屬不當者,其全體亦當被棄絕。
They, having utterly fallen away from the truth, and having submitted mind and tongue to falsehood, begin to weave the account of the vanity set before them out of things that are already manifestly false, so that — of things whose beginning is disqualified, as the saying goes — the whole too may be rejected.
1:63
τοῖς γὰρ ἐν μνήμῃ τῶν πολλῶν εἰσέτι καὶ νῦν κειμένοις καὶ παρὰ πᾶσι τὸ ὁμόλογον διασῴζουσι καὶ ἐπὶ στόματος κατ' οἴκους καὶ ἀγορὰς ᾀδομένοις ἢ ἀγνοοῦντες ἢ ἀναισχυντοῦντες αὐθαδῶς ἀντιφέρονται·
因為對那些至今仍存於眾人記憶之中、在眾人之間保持一致公認、且掛在人人口邊、於家中與市集中反覆傳誦之事,他們竟起而反對,或出於無知,或出於厚顏無恥;
for against the things that lie even now still in the memory of the many, and that preserve agreement among all, and that are on everyone's lips, being repeated in houses and marketplaces, they set themselves in opposition, either out of ignorance or with shameless impudence;
1:64
οὐδὲ γὰρ ἔτι τοῦ Λέοντος κατὰ τὸν τῇδε περιόντος βίον τὸ ἀνόσιον ἐκεῖνο ἤθροιστο συνέδριον·
因為那不聖潔的會議,甚至不是在利奧尚在世度日之時所召集的;
for that unholy council was not even assembled while Leo was yet living out his life here;
1:65
ἐκεῖνος γὰρ τῆς καινοτομίας ταύτης κατάρξας καὶ τοὺς θεμελίους τῆς ἀποστασίας προκαταβαλόμενος καὶ τὰ βάθρα τῆς ἀσεβείας πηξάμενος πρῶτος καθυβρίζει τὰ ἅγια, καὶ τὸν ἐπιθέντα χεῖρας αὐτῷ καὶ χρίσαντα ἱεράρχην τὸν ἱερώτατόν τε καὶ ὁσιώτατον, τοῦ θρόνου τοῦ ἱερατικοῦ μετὰ πολλῆς καθεῖλε τῆς ἀδοξίας καὶ ὕβρεως, οὔτε θεὸν δεδοικὼς οὔτε τὴν χρίσασαν χεῖρα αἰδεσθεὶς ὁ ἐξάγιστος·
因為此人首倡此新奇之舉,預先奠定了背教之根基,並確立了不敬虔之基礎,首先褻瀆聖物,且以極大之羞辱與侮慢,將那位曾為他按手、膏立他的至聖至聖之教長,自祭司寶座上廢黜——此可咒詛之人,既不畏懼神,亦不敬重那膏立他的手;
for that man, having initiated this innovation and having laid down beforehand the foundations of apostasy and having fixed the footings of impiety, was the first to outrage the holy things, and cast down from the priestly throne, with much dishonor and insolence, the most sacred and most holy hierarch who had laid hands upon him and anointed him — he, the accursed one, neither fearing God nor showing reverence for the hand that had anointed him;
1:66
ἕτερον δὲ τῷ μιαρῷ θελήματι αὐτοῦ καὶ δόγματι ἀντενθρονίζει ἑπόμενον, καί τινας ἐπιβιοὺς χρόνους, πικρῶς τὴν ζωὴν ἀπορρήγνυσιν
他又另立一人,順從其可憎之意志與教義,登上寶座取而代之;此人又活了些時日,其後便殘酷地了斷了自己的性命;
and he enthroned in his place another who followed his abominable will and doctrine, and, having lived on for some further time, he brutally severed his own life;
1:67
ἀνίστησι δὲ δυσσεβέστερόν τε καὶ ἀθεώτερον τὴν θεομάχον οἰκοδομίαν ὁ τὴν ἐξουσίαν παροράσει θεοῦ μετὰ τῆς ἀπιστίας εὐθὺς μετ' ἐκεῖνον κληρωσάμενος, τὸν πύργον τῆς κακίας δομούμενος καὶ συνεργοὺς ἐπὶ τούτῳ τοὺς ἱερεῖς τῆς αἰσχύνης συνεπαγόμενος·
然而,那位因神之容忍、連同其不信,緊接於此人之後獲得權柄者,更加不敬虔、更加不敬神地建立起這座抗衡神的建築,築起邪惡之高塔,並為此招來羞恥之祭司作其同謀;
But he who, by God's forbearance, together with his unbelief, obtained the authority immediately after that man, raised up the God-warring structure still more impiously and more godlessly, building up the tower of wickedness and bringing along for this purpose the priests of shame as his collaborators;
1:68
καὶ γὰρ οὖν τὰ τοῦ ἀθέου βουλήματος συνιστᾶν ἐπιχειρῶν, χρόνοις τισὶν ὕστερον τούτους δὴ τοὺς ὑπὸ χεῖρα ἐπισκόπους συλλέγει καὶ τὸ πονηρὸν ἐκεῖνο καὶ ἔκθεσμον συγκροτεῖ ἐργαστήριον·
因為,他確實企圖確立其不敬神之意志所圖謀之事,過了一段時日,便將這些歸屬其管轄之主教聚集起來,召開了那邪惡違法之作坊式集會;
for, indeed, attempting to establish the designs of his godless will, some time later he gathered together these bishops under his hand and assembled that evil and lawless workshop;
1:69
κατὰ τῆς σωτηρίου Χριστοῦ ἐπιφανείας ἐλάλησάν τε καὶ ἐμελέτησαν·
他們發言並圖謀抗衡基督救贖之顯現;
they spoke and contrived against the saving manifestation of Christ;
1:70
ἀθέως γὰρ ἐδογμάτισαν εἰδώλοις τὴν δι' αὐτῆς ἐξ εἰδώλων λελυτρωμένην τοῦ θεοῦ ἐκκλησίαν προσκεκυνηκέναι, καὶ τοῦτο αὐτοῖς τῆς βλασφημίας τὸ προοίμιον·
因為他們不敬神地宣稱:那藉此〔基督之聖工〕從偶像中被贖出之神的教會,竟向偶像行了敬禮——此即為他們褻瀆言論之序曲;
for they godlessly decreed that the church of God, redeemed from idols through it — that is, through Christ's dispensation — had rendered veneration to idols, and this was for them the prelude of their blasphemy;
1:71
ὅπερ μετ' ἐγκωμίων οἱ νεόλεκτοι τούτων φοιτη ταὶ ὡς ἄσμενοι ὑπεδέξαντο·
這一點,他們那些新入門的門徒竟欣然地報以讚美而接受了。
which their newly-enrolled disciples gladly received with praises.
1:72
τοῦτο δὴ καὶ σύνοδον καλεῖν τετολμήκασιν
這樣的東西,他們竟敢稱之為大公會議。
this indeed they have dared to call a synod.
1:73
σύνοδον δὲ ὁποίαν κλητέον ἀκουέτωσαν·
但這究竟該稱作怎樣的一個會議,讓他們聽聽吧:
But let them hear what sort of synod it ought to be called:
1:74
τὴν μαινάδα, τὴν σοβάδα, τὴν αὐθάδη, τὴν πάντολμον, τὴν νεωτεροποιόν, τὴν καινοτόμον, τὴν ὑβρίστριαν, τὴν τῆς βλασφημίας μητέρα, τὴν ἀποστατικὴν φάλαγγα, τὸν μανικὸν ὅμιλον, τὸ Καϊαφαϊκὸν συνέδριον, τὸ λῃστρικὸν σύστρεμμα, τὸν λόχον τὸν ψυχοφθόρον, τὸ θήρατρον τῶν λογικῶν ζῴων, τὸ Σατανικὸν ἔνεδρον, τοῦ πονηροῦ τὸ ὅπλον, τὸ τῆς εὐσεβείας πολέμιον, τὸ ἄνομον βουλευτήριον, τῶν λοιμῶν τὴν καθέδραν, τὸ Φαρισαϊκὸν σύστημα, τὸ Ἰουδαϊκὸν σύνταγμα, τὸν ἀγυρτικὸν σύλλογον, τὸ ὀχλαγωγὸν ἄθροισμα, τὸ ταραχοποιὸν ἄγυρμα, τὸν ἐσμὸν τῶν κακῶν καὶ τῆς Χριστιανῶν θεοσεβείας ἀντίπαλον, τὸ πάσης παρανομίας ἐπίμεστον καὶ πάσης κακίας καταγώγιον
那狂亂的女子、那放蕩不羈的、那剛愎自用的、那肆無忌憚的、那好標新立異的、那喜創新奇的、那蠻橫無禮的、那褻瀆之母、那背教的行伍、那瘋狂的群黨、那該亞法式的公會、那強盜的幫夥、那戕害靈魂的隊伍、那捕捉理性活物的羅網、那撒但的埋伏、那惡者的兵器、那與虔敬為敵者、那不法的議事廳、那瘟疫之人的座位、那法利賽人的黨派、那猶太人的集團、那江湖騙子的聚會、那煽動群眾的烏合、那製造紛擾的雜眾、那罪惡的蜂群、基督徒虔敬之敵、那充滿一切不法、盛滿一切邪惡的巢穴。
the maenad, the disorderly hussy, the self-willed, the all-daring, the innovator, the novelty-monger, the outrageous woman, the mother of blasphemy, the apostate battle-line, the mad mob, the Caiaphas-like council, the robber-band, the soul-destroying company, the trap for rational creatures, the Satanic ambush, the weapon of the evil one, the enemy of piety, the lawless council-chamber, the seat of the pestilent, the Pharisaic faction, the Judaic assembly, the charlatans' gathering, the mob-inciting throng, the disorder-making rabble, the swarm of evils and adversary of Christian piety, that which is crammed full of every transgression and the lodging-place of every wickedness.
1:75
τίς ἂν λόγος ἐφίκοιτο; τίς ἱκανὸς ἀπαριθμήσασθαι ὅσα καὶ οἷα κατὰ τῆς εὐαγοῦς ἡμῶν θρησκείας ἐνεανιεύσαντο καὶ ὁπόσην καινοτομίαν κατὰ τῆς ἐκκλησίας ἐπενόησαν, οἷα κατὰ τῶν ἁγίων ἐτόλμησαν, πυρὶ παραδιδόντες τὰ ἱερὰ κειμήλια, τοὺς θείους ναοὺς καὶ αὐτὰ δὴ τὰ θυσιαστήρια διορύσσοντες καὶ πάντα τὸν ἐν αὐτοῖς ἱερὸν διάκοσμον καὶ τὴν πυκάζουσαν ἔνθεν εὐπρέπειαν ἀκόσμως λίαν ἐξαφανίζοντες; τί τἄλλα λέγειν; τὴν εἰργασμένην αὐτοῖς παροινίαν εἰς τὴν Χριστοῦ οἰκονομίαν, δόξαν ἑαυτῶν ἥγηνται, ὥσπερ ἀδοξίαν τὴν ἐπ' αὐτῇ τιμὴν καὶ τὸ κλέος·
有什麼言語能夠道盡?誰能夠數算他們對我們純潔的信仰所肆意妄為的種種、他們對教會所謀劃的何等革新,以及他們對聖者所敢行之事:把神聖的聖物付之一炬,挖掘神聖的殿宇乃至祭壇本身,極其失序地將其中一切神聖的裝飾與由此煥發的莊嚴盡數毀滅?其餘還用多說嗎?他們對基督救贖工程所施加的醉狂暴行,他們竟以為是自己的榮耀,正如他們把因此而來的尊榮與美譽視為恥辱一般。
What speech could attain to it? Who is capable of enumerating how many and what sort of outrages they perpetrated against our holy religion, and how great an innovation they devised against the Church, what things they dared against the saints, handing over the sacred treasures to fire, digging through the divine temples and the very altars themselves, and utterly and disorderly obliterating all the sacred adornment in them and the comeliness that adorned them therefrom? Why speak of the rest? The drunken outrage they wrought against the economy of Christ they have deemed to be their glory, just as they have deemed the honor and renown attaching to it to be dishonor.
1:76
καὶ ὅσα κατὰ τῶν ἱερῶν κανόνων καὶ θεσμῶν ἐνεωτέρισαν καὶ ἁπαξαπλῶς πᾶσαν τὴν ἄνωθεν καὶ πάλαι κατὰ τὴν ἐκκλησίαν ἐνθέως κεκρατηκυῖαν παράδοσιν καὶ πάντα τὰ ἔθη καὶ νόμους, καθ' οὓς τὸ ἐξ ἀρχῆς Χριστιανοὶ ἐμπολιτεύονται, κατεπάτησάν τε καὶ κατεστρέψαντο
還有他們對神聖的教規與制度所作的種種革新,以及他們如何一舉踐踏並推翻了自古以來、長久以神聖之力盛行於教會中的傳統,並一切基督徒自始所依循以立身行事的習俗與律法。
And how many things they innovated against the sacred canons and institutions, and, in a word, they trampled underfoot and overturned altogether the tradition that from of old and long ago has prevailed divinely throughout the Church, and all the customs and laws according to which Christians have from the beginning conducted their common life.
1:77
ἴδωμεν λοιπὸν καὶ οἷα ἐν τοῖς ἑξῆς ἐπιφέρουσιν·
那麼讓我們接著看看,他們在下文中又提出了什麼樣的說法。
Let us now see also what sort of things they bring forward in what follows.
1:78
τὴν ἀκέφαλον καὶ ἀπαράδοτον, μᾶλλον δὲ εἰπεῖν, ἄχρηστον ποίησιν καὶ προσκύνησιν τῶν εἰ κόνων κατέκριναν, τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν προτιμήσαντες·
他們判定了聖像的製作與敬禮——那無頭無緒、未經傳授、更確切地說是無用的——為有罪,寧可選擇那在心靈和真理中的敬拜。
They condemned the headless and untransmitted — or rather, to put it plainly, useless — making and veneration of icons, having preferred the worship in spirit and in truth.
1:79
ἔξεστιν συνιδεῖν ἐνταῦθα τοῖς συνιοῦσιν τοῦ δόλου τὸ κεκρυμμένον καὶ τοῦ τρόπου τὸ ἀγεννὲς καὶ ἀλλόκοτον
在此,凡有識見者皆可看出其中所隱藏的詭詐,以及其手法之卑劣與怪異。
Here it is possible for those who understand to perceive the hidden guile and the ignoble and strange character of their manner.
1:80
κατ' εἰκόνων γὰρ τὸν λόγον ἐπικεχειρηκότες ποιεῖσθαι, ἁπλῶς καὶ ἀδιορίστως προΐασιν·
因為他們既已著手要對聖像立論,卻只是籠統地、毫不加以界定地徑自而行。
For having undertaken to make their argument against icons, they proceed simply and without any specification.
1:81
ὁποίων γάρ τοι καὶ τίνων εἰκόνες χρηματίζουσιν καὶ τίνας εἰκονίζουσιν καὶ ὧν τὴν μνήμην ὑπαγορεύουσιν, οὐδαμῶς ὅλως προστιθέασιν, ἐν μετεώρῳ δὲ τὸν λόγον καταλελοίπασιν, οὐκ ἂν σιγήσαντες, εἰ μὴ κακουργεῖν ἐβούλοντο περὶ τὸ ὄνομα, ἵνα μὴ δόξωσιν, ἐπεὶ πρὸς Χριστιανούς γε τὸν λόγον ἀπέτεινον, εὐθὺς καὶ ἐκ πρώτης βαλβίδος ὁρμώμενοι τὴν ἀσέβειαν ἐκκαλύπτειν θρασύτερον, ἐφ' ὕβρει τῶν ἁγίων τὴν γλῶσσαν ἐπαφιέντες τὴν πονηράν, μὴ δὲ φαίνοιντο τῇ Χριστοῦ σαρκώσει ἀνέδην ἀπομαχόμενοι καὶ τὸ πρὸς τὸ ἀρχέτυπον μῖσος δημοσιεύοντες καὶ τῆς Χριστιανῶν θρησκείας ἀλλότριοι καθιστάμενοι
因為究竟是何種、何人的聖像,他們刻畫的是誰,又是誰的紀念他們所要求存留,他們絲毫都沒有加以說明,反而把論述懸而未決地擱置著——他們本不會如此沉默,若非他們有意在『名稱』上耍弄詭計:因為他們的論述其實是針對基督徒而發,他們不願一開始、從起跑線上,就過於放肆地揭露自己的不虔,任憑那邪惡的舌頭肆意侮辱聖者,也不願顯得自己是在肆無忌憚地攻擊基督的道成肉身,公然宣示對原型的憎恨,並使自己成為與基督徒信仰格格不入的異類。
For as to what sort and whose icons they mean, and whom they depict, and whose memory they enjoin, they add nothing at all, but have left the matter hanging in mid-air — and they would not have kept silent, had they not wished to work mischief concerning the name, so that — since indeed it was against Christians that they directed their argument — they might not seem, right from the very first starting-post, to be too boldly unveiling their impiety, letting loose their wicked tongue in outrage against the saints, and might not appear to be fighting without restraint against the incarnation of Christ, and publicly proclaiming their hatred toward the archetype, and rendering themselves alien to the Christian religion.
1:82
ἐχρῆν γὰρ αὐτούς, ἐπειδὴ τῶν πρός τι τὸ ὄνομα, ὃ μοναχῶς οὔποτε νοηθήσεται ὅταν γε κυρίως μάλιστα λέγοιτο (συνεπινοούμενον γὰρ ἔχει καὶ πρὸς ὃ τὴν ἀναφορὰν κέκτηται), φράσαι σαφῶς καὶ οὗτινος ἡ εἰκὼν εἴη καὶ τὸ ὁμοίωμα, ὡς εὐδιάγνωστον εἶναι καὶ τὸ ἀπ' αὐτῶν δηλούμενον, καθὰ δὴ καὶ διὰ τῆς ἐντετυπωμένης ἐν τῷ ἐπιδοθέντι νομίσματι τῷ Χριστῷ εἰκόνος, ὃ Καῖσαρ διὰ τῆς πεύσεως ἐγνωρίζετο
因為既然『像』屬於關係性名詞之一——這類名詞絕不可能單獨被理解,尤其是在正確使用時(因為它必然一併涵蘊著它所指向、與之相關的那個對象)——他們理當清楚說明這聖像與相似像究竟是屬於何人的,好讓其所表明的對象容易辨識,正如那呈給基督之錢幣上所鑄刻的像,凱撒便是藉著那番詢問而被辨認出來的一樣。
For it was necessary for them, since 'image' belongs among the relative terms — which can never be understood in isolation, especially when spoken properly (for it carries with it, as co-conceived, that to which it bears reference) — to state clearly of whom the icon and the likeness might be, so that what is indicated by them might be readily recognizable, just as, indeed, through the image stamped upon the coin presented to Christ, Caesar was made known by the question that was asked.
1:83
ἀλλὰ τέχνασμα τοῦτο τῆς πανουργίας καὶ διαβολικῆς εὕρημα μεθοδείας, ἵνα μὴ τὸν ἀκροατὴν ἐξ ἀρχῆς θορυβήσωσιν, ἐμφανίζοντες ὡς πρὸς Χριστὸν αὐτῶν ὁ πόλεμος, ἀλλ' ἐπὶ τὸ μεῖζον ἐκ τῶν ἀφανῶν τῆς δυσσεβείας ἐφελκύσωνται βάραθρον·
然而這其實是他們狡詐的伎倆,是魔鬼式陰謀的發明,為要不從一開始就使聽者驚駭,讓人看出他們的戰爭乃是針對基督,卻反倒要從隱而不顯之處,把人引入更深的不虔之淵。
But this is a device of their cunning and an invention of diabolical scheming, so that they might not from the outset alarm the hearer by revealing that their war is against Christ, but rather might draw him, from unseen beginnings, into the greater pit of impiety.
1:84
οὐ πολλῷ δὲ ὕστερον τὸν ὑποικου ροῦντα ταῖς ψυχαῖς δόλον ἀπογυμνώσουσιν, ὁπηνίκα τὴν τοῦ ἀπεριγράπτου φωνὴν προχειρίζωνται·
然而不消多久,他們便會揭露那潛伏在人心中、意圖坑害靈魂的詭計,就在他們搬出『不可描繪』一詞之時。
But not much later they will lay bare the guile that lurks hidden for souls, when they bring forward the term 'uncircumscribable'.
1:85
ὅθεν τὸ μὴ εἰκονίζεσθαι Χριστὸν κατασκευάζουσι, τοῖς τῆς δοκήσεως φάσμασιν θερμῶς προσανέχοντες
因此他們便著手主張基督不可被繪成聖像,熱切地依附於幻影說(幽靈基督論)的種種幻象。
Whence they seek to establish that Christ is not to be depicted in an icon, clinging fervently to the phantoms of Docetism.
1:86
ἀκέφαλον καὶ ἀπαράδοτόν φασιν·
他們說:『無頭而未經傳授。』
'Headless,' they say, 'and untransmitted.'
1:87
ἀκέφαλον καὶ ἀνύπαρκτον μεταθέμενοι ψεῦδος, εἰκότως κεφαλῆς καὶ νοῦ τοῦ καθήκοντος ἀπεστέρηνται, τὴν κεφαλὴν τῆς ἐκκλησίας καὶ πάντων Χριστὸν ἠθετηκότες καὶ οὐκέτι σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους κατὰ τὸ ἀποστολικῶς εἰρημένον χρηματίζοντες·
他們既以『無頭』這個虛妄不實之詞取而代之,理所當然地也就被剝奪了頭與應有的心智,因為他們棄絕了基督——教會和萬有的頭——因而也不再能按使徒所言,被稱為基督的身體、各按其職為肢體了。
Having exchanged 'headless' for a non-existent lie, they have fittingly been deprived of a head and of the mind proper to it, having rejected Christ, the head of the Church and of all things, and no longer being called, according to what was apostolically said, the body of Christ and members in part.
1:88
εἰκῇ δὲ φυσιούμενοι ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν, οὐ κρατοῦσι τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ·
他們因自己肉體的心思而虛妄自大,不持守那頭;正是從那頭,全身藉著關節與筋絡得著供應、彼此聯結,就以神所賜的增長而生長。
Vainly puffed up by the mind of their flesh, they do not hold fast the head, from whom the whole body, being supplied and knit together through joints and ligaments, grows with the growth of God.
1:89
οὐδὲ ἀπέθανον σὺν τῷ Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, ἀλλ' ὡς ζῶντες ἐν κόσμῳ δογματίζουσιν·
他們也沒有與基督同死,脫離世上的原質,反倒彷彿仍活在世界中一般制定教條。
Nor have they died with Christ to the elemental principles of the world, but they lay down decrees as though still living in the world.
1:90
ἦ γὰρ ἂν Χριστιανοῖς συμφθεγγόμενοι διωμολόγουν εὐθὺς ὡς κεφαλὴν καὶ ἀρχέτυπον ἡ τῶν ἱερῶν τουτωνὶ ποίησις, εἰ χρὴ τοῖς τἀληθῆ ἐξιστοροῦσι πείθεσθαι, τὸν Ἐμμανουὴλ αὐτὸν κέκτηται
因為若他們與基督徒同聲相應,他們理當立即承認:這些聖像的製作,若當信從那些如實記述真相者所言,其頭與原型正是以馬內利本身。
For indeed, if speaking in accord with Christians, they would immediately have acknowledged that, as head and archetype, this making of the sacred images has, if one must trust those who narrate the truth, Emmanuel himself.
1:91
καὶ μαρτυρεῖ τὰ θαυμαστὰ ἐκεῖνα καὶ ἀχειρότευκτα, ἃ τὸ φρικτὸν εἶδος τῆς γραφῆς τῆς ἀγράφου φέρει·
而那些奇妙、非人手所造的聖像也為此作證,它們呈現出那非人工描繪之像那令人敬畏的形貌。
And those marvelous, not-hand-made images bear witness to this, which display the awesome form of that depiction not wrought by human hand.
1:92
ὧν τινὰ εἰς δεῦρο καὶ νῦν περισῴζεται, εἰς θρίαμβον μὲν τῶν ἀσεβούντων τῆς ἀπιστίας, κλέος δὲ τῶν ὀρθοδοξούντων καὶ καύχημα·
其中有些直至今日仍被保存下來,成為對不虔者之不信的一種凱旋見證,也是正信者的榮耀與誇耀。
Some of which are preserved even to this day, unto the triumph over the unbelief of the impious, but as the glory and boast of the orthodox.
1:93
καὶ πλεῖστα καὶ μέγιστα παρ' αὐτῶν τελούμενα ᾄδεται θαύματα
而且藉著它們所成就的極多、極大的神蹟,也被人傳頌歌詠。
And very many and very great miracles wrought by them are celebrated in song.
1:94
περὶ μὲν δὴ τούτων τοῦ ἑνὸς λέγεται ὡς αὐτὸς ὁ σωτὴρ λαβὼν ὀθόνην λαμπράν, τὸ ὑπέρλαμπρον καὶ ὑπέρκαλον ἐναπομαξάμενος εἶδος, ἐκπέμπει τῷ πίστει αἰτήσαντι τῶν Ἐδεσηνῶν ἡγεμόνι
關於其中之一,據說救主親自取了一塊光潔的細麻布,將自己那超乎尋常光輝、超乎尋常美麗的形貌印在其上,並將之送給那憑信求索的埃德薩統治者。
Concerning one of these it is said that the Savior himself, taking a bright linen cloth, having impressed upon it his surpassingly radiant and surpassingly beautiful form, sent it to the ruler of the Edessenes, who had asked for it in faith.
1:95
ἐξ ἐκείνου δ' οὖν καὶ μέχρι καὶ σήμερον, ἀποστολικῇ παραδόσει καὶ εἰσηγήσει, γνώσεώς τε καὶ μνήμης ἕνεκεν ὧν ὑπὲρ ἡμῶν ἔδρασέν τε καὶ πέπονθε Χριστός, καθὰ δὴ καὶ τὰ ἐν ταῖς ἱεραῖς τῶν εὐαγγελίων δέλτοις ἀνιστόρηται, καὶ ταῦτα τυπούμενα, καὶ ταύτῃ δὴ προσκυνητὰ καὶ σεβάσμια, κεφαλήν τε Χριστὸν καὶ ἀρχέτυπον κεκτημένα, καὶ αὐτοῦ εἰκόνες προσαγορεύονται ἤδη καὶ ἀπεικάσματα, ὥσπερ καὶ αἱ λοιπαὶ ὧν εἰσιν εἰκόνες καὶ λέγονται
而從那時起,直到今日,依照使徒的傳統與教導,為要認識並記念基督為我們所行、所受的一切——正如聖福音書的神聖典冊中所記載的——這些事也照樣被描繪成像,因此堪受敬禮與尊崇,並以基督為其頭與原型,如今也被稱為祂的聖像和肖像,正如其餘的聖像,也是照著它們所屬之人而被稱呼一樣。
From that time, then, even until today, by apostolic tradition and instruction, for the sake of the knowledge and remembrance of what Christ did and suffered for us — just as is also recorded in the sacred pages of the Gospels — these things too, being depicted, and thus being objects of veneration and reverence, having Christ as their head and archetype, are already called his icons and likenesses, just as also all the rest, of whom they are icons, are so called.
1:96
ἀπαράδοτον δὲ αὐτῶν τερατολογοῦσι τὴν ποίησιν·
然而他們卻編造荒誕之說,聲稱這些聖像的製作是『未經傳授』的。
Yet they spin monstrous fables that the making of these is 'untransmitted.'
1:97
καὶ θαυμαστόν γε οὐδὲν εἰ τῆς φιλανθρώπου καὶ σωτηρίου τοῦ θεοῦ λόγου συγκαταβάσεως ἐκλελησμένοι, καὶ τῆς ἐντεῦθεν ἡμῖν γεγενημένης μεγίστης καὶ ἀξιαγάστου εὐεργεσίας ἀμνημονήσαντες, καὶ πρὸς ὕβριν τοῦ εὐεργέτου τραπόμενοι, κατὰ τῆς οὕτω λαμπρᾶς καὶ δεδημοσιευμένης ἀληθείας ἄντικρυς ἀπαναισχυντοῦσιν
若他們竟忘卻了神聖道那充滿愛人與救贖之恩的降卑,忘記了由此而生、極其偉大且令人讚嘆的恩惠,轉而侮辱這位施恩者,公然厚顏無恥地悖逆這如此昭彰、眾所周知的真理,那也毫不足為奇。
And it is no wonder at all if, having forgotten the loving and saving condescension of God the Word, and having failed to remember the greatest and most admirable benefaction that arose for us therefrom, and having turned to insult the benefactor, they shamelessly set themselves directly against a truth so radiant and so publicly attested.
1:98
τί γὰρ τηλαυγέστερον ἢ ἐμφανέστερον τῶν κατ' ὀφθαλμοὺς πάντων προκειμένων καὶ κοινὴν ἀπόδειξιν κεκτημένων τὴν αἴσθησιν, τὸ ἀσφαλὲς ἐγγυωμένην καὶ παριστάνουσαν, ἧς οὐδὲν πιστότερον ἢ ἀσφαλέστερον; ἅμα γὰρ τῇ προσβολῇ καὶ τὴν γνῶσιν ἡμῖν τοῦ ὑποκειμένου παρέσχετο·
還有什麼比那擺在眾人眼前、以感官知覺為共同憑證的事物更加昭然、更加顯明呢?這感官知覺保證並呈現出確實性,再沒有比它更可信、更確實的了。因為僅僅是與之接觸,便已將關於其對象的知識賜予我們了。
For what is more far-shining or more evident than the things set before the eyes of all, possessing sense-perception as their common proof, which guarantees and presents certainty — than which nothing is more trustworthy or more certain? For together with the mere encounter it has furnished us knowledge of the object itself.
1:99
μόνον γὰρ οὐχὶ καὶ φωνὴν ἀφιᾶσι προσμαρτυροῦσαν τῇ ἀρχαιότητι, ἐξ ἧς τὸ αἰδέσιμον καὶ τίμιον φέρονται
它們幾乎就要發出聲音,親自為自身的古老作證,而它們的可敬與尊貴,正是由此而來。
For they all but even utter a voice bearing additional witness to their antiquity, from which they derive their venerableness and honor.
1:100
πῶς οὖν αὐτῶν ἀπαράδοτος ἡ ποίησις; τὸ γὰρ μὴ παραδοθὲν οὐδὲ ὑπάρξειεν ἄν ποτε·
那麼牠們的製作又怎會是『未經傳授』的呢?因為凡未經傳授之物,根本就不可能存在。
How then is their making 'untransmitted'? For that which has not been transmitted could never even exist.
1:101
ὃ δὲ οὐχ' ὑπῆρξεν, πῶς κατακέκριται; πῶς δὲ κατακέκριται μὴ κρατούμενον; πῶς δὲ οὐ παραδέδοται ἅπερ κατὰ πᾶσαν πόλιν καὶ χώραν καὶ νῆσον καὶ ἐσχατιὰν διαπρέπει καὶ πανταχοῦ ἔνθα τὸ εὐαγγέλιον Χριστοῦ κηρύσσεται καὶ τὸ ὄνομα; τοὺς χριστομάχους δὲ οὐδὲ ἡ διδάσκαλος ὄψις οὐδὲ τοῦ χρόνου τὸ μήκιστον, ᾧ πάντα κρατύνεται βεβαιούμενα, οὐδὲ τῶν ἀναστηλούντων πιστῶν ὁ θερμὸς περὶ τὴν εὐσέβειαν πέπεικε ζῆλος
但那從未存在之物,又怎能被判罪?那未被人所持守之物,又怎能被判罪?那在每一座城、每一片土地、每一座海島、每一處邊陲,以及每一處基督福音與祂的名被傳揚之地都興盛不衰之物,又怎能說是未經傳授?然而,無論是那足以教導人的親眼所見,還是那使一切得以鞏固確立的最漫長的時間,抑或是那些重新豎立聖像之信徒對虔敬所懷的熱切熱忱,都未能說服這些與基督為敵的人。
But that which did not exist, how has it been condemned? And how has that which is not held been condemned? And how has that not been transmitted which flourishes throughout every city and land and island and remotest region, and everywhere that the Gospel of Christ and his name are proclaimed? But neither the teaching evidence of sight, nor the vast length of time — by which all things are confirmed and made firm — nor the fervent zeal for piety of the faithful who re-erect the images has persuaded these fighters against Christ.
1:102
πρὸς δέ, τὸ ταῦτα πάντα ἀπαυθαδιάζεσθαι, πῶς οὐχὶ μανία σαφὴς καὶ παραπληξίας τῆς ἀνωτάτω γνώρισμα; οἵδε γὰρ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, οὐκ ἀκούειν ἐθέλοντες οὐδὲ γινώσκειν ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν, ἀπαγγέλλοντες τὰς δυναστείας κυρίου καὶ τὰ θαυμάσια, ἃ ἐποίησεν μεθ' ἡμῶν, καὶ τοῖς νοεροῖς ὀφθαλμοῖς εἴδομεν καὶ ἡμεῖς καὶ ἑωράκαμεν καὶ πεπιστεύκαμεν
再者,他們竟對這一切如此剛愎自用,這豈不正是明顯的瘋狂、最極端錯亂的標誌嗎?因為這些人閉上了眼睛,充耳不聞,不願聽聞、也不願知道我們所聽見、所知道、並我們列祖曾向我們述說的事——他們述說主的大能作為,以及祂在我們中間所行的奇事;而我們也用心靈的眼睛看見了,我們已經目睹,也已經相信了。
Furthermore, that they should act so arrogantly in all this — how is this not manifest madness and a token of the utmost derangement? For these men have shut their eyes and heard heavily with their ears, unwilling to hear or to know what we have heard and known, and what our fathers have recounted to us, declaring the mighty deeds of the Lord and the wonders which he wrought among us; and with the eyes of the mind we too have seen, and we have beheld, and we have believed.
1:103
ταῦτα καὶ οἱ πάλαι τῆς ἀσεβείας ταύτης προστάται καὶ τῆς ἀποστασίας διδάσκαλοι, ἐφ' οἷς μέγα οἱ νῦν ἐκείνων ἀναφανέντες φοιτηταὶ φρονοῦσιν, μαρτυρείτωσαν, οἱ τῆς Ἀρειανικῆς λέγω μανίας καὶ τῆς Μανιχαϊκῆς λύσσης ἔξαρχοι καὶ εἴ τις ἕτερος τοῦ μιαροῦ ἐκείνου θιάσου ἔλαχεν, καὶ πειθέτωσαν αὐτοὺς ὡς καὶ ὑπῆρχε τὰ ἅγια καὶ προσεκυνεῖτο παρὰ Χριστιανῶν ἄνωθεν·
就讓這些事,連那些昔日這種不虔之風的首倡者與背道的教師——我是指亞流狂妄的首腦與摩尼教瘋狂的魁首,以及一切曾隸屬於那污穢黨派的人——也來作見證吧;且讓這些現今出現、以彼輩為師而深自誇耀的門徒們,藉此被說服:這些聖物自古以來便存在,並蒙基督徒所敬禮。
Let these things be testified even by the ancient champions of this impiety and teachers of apostasy, on whom those who have now appeared as their disciples pride themselves greatly — I mean the leaders of the Arian madness and the Manichaean frenzy, and whoever else has had a share in that abominable band — and let them convince these men that the holy images existed and were venerated by Christians from of old.
1:104
καὶ ταύτῃ πρὸς καθαίρεσιν αὐτῶν, ἅτε δὴ τῆς οἰκονομίας τοῦ Χριστοῦ δυσμενέστατοι, συγγράφοντες διηγωνίζοντο·
而正因如此,這些人身為基督救贖工程最兇惡的仇敵,才在著述中竭力圖謀毀滅這些聖像。
And in this way, being the bitterest enemies of the economy of Christ, they strove in their writings toward the destruction of these images.
1:105
ἐχθρῶν αἱ μαρτυρίαι, βεβαιοῦσαι τὴν παρ' ἡμῖν ἀλήθειαν μηδαμῶς τὸ ἀμφίβολον ἐπιδέχεσθαι
仇敵的見證,正足以確證我們所持守的真理絕無可疑之處。
The testimonies of enemies confirm that the truth held among us admits of doubt in no way whatsoever.
1:106
πρὸς οὖν τὰς τοιαύτας εἰκαίας καὶ ψυχρὰς δόξας μὴ δὲ τὴν ἀρχὴν ἀντιφέρεσθαι ἔδει ( τῆς ἴσης γὰρ ἐκείνοις παρανοίας καὶ ἀφροσύνης ἄξιον), ὡς λυσσώντων δὲ καὶ βακχευόντων ἀσήμους καὶ ἀνάρθρους οἰομένους φωνὰς ἀποτρέπεσθαι
面對這樣輕率而冷淡的見解,其實一開始就根本不該與之爭辯(因為那無異於陷入與他們同等的癲狂與愚昧),而應把這些聲音當作瘋狂發作、酒神狂亂之人那些含混不清、語無倫次的呼喊,轉身避開才是。
Now against such rash and frigid opinions it was not even fitting to contend at all in the first place (for that would be worthy of the same derangement and folly as theirs), but rather one ought to turn away, considering them the inarticulate and meaningless cries of men raving mad and possessed with Bacchic frenzy.
1:107
ὅμως εἰς ἔλεγχον τῆς τοσαύτης ἀναισχυντίας καὶ ἀτοπίας, ἐπεὶ τετολμήκασιν οἱ τάλανες καὶ ὅρῳ βεβαιοῦν τὴν ἀσέβειαν, οὐκ ἀποκνητέον ἡμῖν τὸν λόγον·
然而,為要駁斥如此的無恥與荒謬——既然這些可悲之人竟敢以一道教令來確立其不虔——我們就不可對這番論述有所退縮。
Nevertheless, for the refutation of such shamelessness and absurdity, since these wretched men have even dared to confirm their impiety by a formal decree, we must not shrink back from our discourse.
1:108
διὸ παλινοστεῖν ἐπὶ τὰ προκείμενα, εὔλογον
因此,回到眼前所論之事,是合乎情理的。
Therefore it is reasonable to return to the matters set before us.
1:109
πῶς γὰρ τῶν ἱερῶν τὸ ἄχρηστον καταψηφίζονται καὶ τίνα τρόπον; εἰ μὲν γὰρ ὑπὸ Ἑλλήνων ἢ βαρβάρων ποιούμενα κατελαμβάνετο ἐπὶ τιμῇ καὶ προσκυνήσει τῶν παρ' αὐτοῖς ὀνομαζομένων καὶ σεβομένων θεῶν, εἶχεν ἄν πως αὐτῶν ὁ λόγος τὸ εὔοδον
因為他們究竟是如何投票判定這些聖物為無用的呢?又是以何種方式?如果這是指希臘人或蠻族為尊崇、敬拜他們自己所稱呼、所崇奉的諸神而製作的像,那麼他們的論點或許還能有幾分立足之地。
For how do they vote to condemn the sacred images as useless, and in what manner? For if images made by Greeks or barbarians were understood to be made in honor and veneration of the gods named and worshiped among them, their argument would somehow have had a fair passage.
1:110
ἀλλὰ τίς οἴσει τὸ ἄτοπον, ὃ καὶ ἐπὶ νοῦν βαλέσθαι, μήτιγε καὶ ἀποφαίνεσθαι, φρικτὸν καὶ βλασφημίας τῆς ἁπασῶν ἐσχάτης; ποῦ γὰρ θήσομεν τὰς θεοπνεύστους ἀληθευούσας γραφάς; οὐ γὰρ ἐνὸν ψευδηγορεῖν τὴν ἀλήθειαν, τοῦ μὲν πάντων ἡμῶν σωτῆρος Χριστοῦ πρὸς τὸν τῶν ὅλων θεὸν καὶ πατέρα λέγοντος·
但這荒謬之事,誰能承受得住?連在心中設想一下都令人不寒而慄,更遑論公然宣稱了,那簡直是一切褻瀆之中最極端的了!因為那樣的話,我們又該把神所默示、道出真理的經文置於何地呢?真理是不可能說謊的,而我們眾人的救主基督正是對萬有之神與父如此說道:
But who will bear the absurdity — which it is dreadful even to conceive in the mind, let alone to declare, being the utmost of all blasphemies? For where shall we place the God-inspired, truth-telling Scriptures? For it is not possible for the truth to speak falsely, when Christ, the Savior of us all, says to the God and Father of all things:
1:111
Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, τοῖς δὲ ἁγίοις μαθηταῖς ἐπηγγελκότος πύλας Ἅιδου μὴ κατισχύσειν τὴν ἐκκλησίαν, αἳ δὴ τῶν αἱρετιζόντων ἢ Ἑλληνιζόντων αἱ θανατηφόροι εἰσὶ γλωσσαλγίαι καὶ ἀνοσιουργίαι ( ἀκατάσειστος γὰρ καὶ ἀπερίτρεπτος ταῖς τῶν ἐναντίων προσβολαῖς διαφυλάσσεται), τοῦ θείου δὲ ἀποστόλου γράφοντος ὅτι Οὕτως ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν δέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν καθαρίσῃ τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι καὶ ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος·
『我已將你的名顯明給世人』;並且祂曾應許聖門徒們,陰間的門不能勝過教會——而那些門,正是異端者與行希臘化(異教化)之事者那致死的饒舌與不聖潔的行徑(因為教會在敵對者的攻擊下,仍被保守得堅定不移、不可傾覆);而神聖的使徒又寫道:『基督愛教會,為教會捨己,要用水藉著道把教會洗淨,成為聖潔,可以獻給自己,作個榮耀的教會,毫無玷汙、皺紋等類的病,乃是聖潔沒有瑕疵的。』
'I have manifested your name to men,' and having promised to his holy disciples that the gates of Hades would not prevail against the Church — these gates being indeed the death-dealing babblings and unholy deeds of heretics and those who play the Greek (for she is preserved unshaken and unoverturned against the assaults of her adversaries) — while the divine Apostle writes that 'thus Christ loved the Church and gave himself for her, that he might cleanse her by the washing of water with the word, and might present the Church to himself in glory, not having spot or wrinkle or any such thing, but that she might be holy and blameless.'
1:112
τῶν δὲ μακαρίων προφητῶν τοῦ μὲν προαγορεύοντος τῆς Χριστιανῶν θεοσοφίας τὴν θεόγραφον μύησιν, δι' ὧν φησιν ὅτι δώσω νόμους μου εἰς διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς·
而在蒙福的眾先知中,有一位預先宣告了基督徒神聖智慧那由神親自書寫的啟蒙奧秘,他這樣說道:『我要將我的律法放在他們的悟性裡,寫在他們的心上;』
And of the blessed prophets, one foretelling the God-inscribed initiation of the Christians' divine wisdom, in the words where he says: 'I will give my laws into their understanding, and I will inscribe them upon their hearts;'
1:113
καὶ ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν, καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ λέγων·
『我要作他們的神,他們要作我的子民;他們各人不再教導自己的同胞、各人不再教導自己的鄰舍說:』
'and I will be to them a God, and they shall be to me a people, and they shall no longer teach, each one his fellow-citizen and each one his neighbor, saying:'
1:114
Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι, τοῦ δὲ ὅτι ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία, καὶ ἄλλα μυρία διαρρήδην ὡσαύτως προαποφαινομένων ἔχοντα·
『你們要認識耶和華,因為他們從最小的到至大的,都必認識我;因我要寬恕他們的不義,也不再記念他們的罪。』又有一位先知宣告說:『我必從地上除滅偶像的名,使人不再題起。』此外還有無數其他同樣被明白預先宣告之事。
'Know the Lord, for all of them shall know me, from the least of them to the greatest of them, for I will be merciful to their iniquities, and I will remember their sins no more'; and another prophet foretelling that 'I will utterly destroy the names of the idols from the land, and there shall no longer be any remembrance of them,' and containing countless other things likewise expressly foretold;
1:115
ὧν ἁπάντων τὴν ἐναντίαν οἱ ἐχθροὶ τῆς πίστεως τῆς καθ' ἡμᾶς ἐρχόμενοι, κατήγοροι τῶν τοῦ πνεύματος λογίων καθίστανται καὶ τοῦ ψεύδους συνήγοροι
而我們信仰的仇敵,卻與這一切背道而馳,儼然自居為聖靈聖言的控訴者,並淪為謊言的辯護人。
Coming out against all these things, the enemies of our faith set themselves up as accusers of the oracles of the Spirit and as advocates of falsehood.
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。