📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁毀像派

駁毀像派 第 1 章 第 2/21 段

希臘文原文.132 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:116–1:247(全章共 2986 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:116
εἰ δὲ παρὰ Χριστιανῶν καὶ ἐπ' ὀνόματι Χριστοῦ καὶ τῶν ἁγίων ἡ ποίησις καὶ προσκύνησις, ἐφ' οἷς ὡς ἀρχετύποις ἀναφέρεται, καὶ διατοῦτο εἰδώλων μύσους καὶ τῆς ὁπωσοῦν τοῦ τοιούτου ὀνόματος μνήμης πάμπαν καθαρεύουσιν, πῶς ἄχρηστος; πῶς δὲ μᾶλλον οὐκ εὔχρηστος αὐτῶν ἡ κτῆσις καὶ ἡ προσκύνησις περισπούδαστος; εἰ δὲ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ
但若這聖像的製作與敬禮乃出自基督徒之手,並奉基督與聖徒之名而行——祂們正是這聖像所歸依的原型——並且正因如此,這些聖像完全不沾染偶像之污穢,也絲毫無涉那『偶像』之名的任何記念,那又怎能說是無用呢?擁有它們豈不更是有益,而敬禮它們豈不更是值得殷勤追求的事嗎?倘若我們的福音真有被遮蔽之處,那也是向那滅亡的人遮蔽了;在他們裡面,這世代的神弄瞎了不信之人的心眼,叫基督榮耀福音的光——基督本是神的像——不能照亮他們。
But if the making and veneration of images is by Christians and in the name of Christ and the saints, to whom as archetypes it is referred, and if for this reason they are entirely free from the defilement of idols and from any remembrance whatsoever of such a name, how are they useless? And how is the possession of them not rather useful, and their veneration a thing to be zealously sought? But if our gospel is veiled, it is veiled among those who are perishing, in whom the god of this age has blinded the thoughts of the unbelieving, so that the illumination of the gospel of the glory of Christ, who is the image of God, should not shine upon them.
1:117
διὸ μετὰ τῶν ἀπολλυμένων καὶ τῶν ἀπίστων καὶ οὗτοι τετάχθωσαν, οἷς τὰ καθ' ἡμᾶς ἅγια φευκτὰ καὶ ἀπόπτυστα·
因此,這些人也應當與那些滅亡的、不信的人同列,因為在他們眼中,我們的聖物竟是當被逃避、被唾棄之物。
Wherefore let these men also be numbered together with those who are perishing and the unbelievers, to whom our holy things are objects to be shunned and spat upon.
1:118
εἰ δὲ ταῦτα οὕτως ἔχει, τίνες οἱ κατακρίνοντες καὶ τί ἡ κατάκρισις, ἴδωμεν
既然情形如此,讓我們來看看:究竟是誰在定罪,而這定罪又是什麼。
But if this is so, let us see who are the ones condemning, and what the condemnation is.
1:119
οἱ μὲν οὖν κατακρίνοντες, εἰδώλων ἱερεῖς καὶ προσκυνηταὶ καὶ θεραπευταὶ πεφώρανται·
至於那些定罪的人,他們已被揭露正是偶像的祭司、敬拜者與奉事者。
As for those who condemn, they have been exposed as priests, worshipers, and servants of idols.
1:120
αὐτοὶ γὰρ ἑαυτοῖς φανερὰν εἰδωλολατρίαν ἐπέγραψαν καὶ ὡμολόγησαν, ἣν δὴ καὶ ἐκήρυσσον ἐκ παντὸς τῷ ὑπὸ χεῖρα λαῷ ἕκαστος διδάσκοντες προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα, τὴν παρὰ Χριστιανοῖς τῷ πάντων γενεσιουργῷ θεῷ καὶ δεσπότῃ προσφερομένην λατρείαν ἠγνοηκότες παντάπασιν, ταῖς τῶν κατακρίτων ψήφοις τὰς ἑαυτῶν ὑπάγοντες κεφαλάς
因為他們自己已在自身之上刻下並承認了昭然的偶像崇拜之罪;他們竟以此教訓自己治下的百姓,各人皆教導人向受造之物、而非那創造者行敬禮(προσκύνησις),卻全然不識基督徒向那萬有的創造之主與主宰所獻上的敬拜(λατρεία);如此一來,正是他們自己把自己的頭顱交付在那被定罪者的判決之下。
For they have inscribed and confessed against themselves manifest idolatry, which indeed they also proclaimed by every means to the people under their charge, each one teaching them to offer veneration (proskynesis) to the creature rather than the Creator, having altogether failed to recognize the worship (latreia) offered by Christians to God, the maker of all things, and Master; thus subjecting their own heads to the votes of the condemned.
1:121
καθαίρεσιν δὲ δαιμονικῶν ὀχυρωμάτων καὶ ἔλεγξιν διαβολικῆς μεθοδείας καὶ πλάνης, ὡς μικρὸν ὕστερον λέξεσιν αὐταῖς παρατεθήσεται
至於『摧毀魔鬼的堅固營壘』、『駁斥魔鬼的詭計與迷惑』一事——這將在稍後以他們自己的原話呈現出來——
But as for the destruction of demonic strongholds and the refutation of diabolical scheming and error — as will shortly be set forth in their very own words —
1:122
ἀλλ' οὗτοί γε οἱ ἐντεῦθεν αὐτοκατάκριτοι καὶ θεσμοῖς κανονικοῖς καὶ πολιτικοῖς νόμοις ὑπόδικοι ἐγνωσμένοι, κριταὶ ἄδικοι προκάθηνται καὶ παράνομοι
然而這些人,既因此而自我定罪,又被公認為依教規與國法均應受追究者,卻仍端坐作那不義、悖法的審判官。
But these men, being thereby self-condemned and known to be liable to prosecution under both canonical statutes and civil laws, sit in judgment as unjust and lawless judges.
1:123
καὶ ὁρᾶται λοιπὸν καὶ εἰδωλολατρούντων σύνοδος, καὶ οἱ ἱερεῖς τῆς αἰσχύνης, τῶν ἱερῶν ἀνόμως καταφρυάττονται
於是,這便顯然成了一場拜偶像者的會議,而那羞恥的祭司們,正肆無忌憚、違法悖理地對聖物咆哮發威。
And so, henceforth, it is seen to be a synod of idolaters, and the priests of shame lawlessly rage in fury against holy things.
1:124
οἰκεῖον γὰρ τοῖς εἰδωλομανοῦσιν καὶ Ἑλληνίζουσιν τοῖς παρὰ Χριστιανῶν τιμωμένοις πολεμίως διακεῖσθαι καὶ ἀντιφέρεσθαι·
因為對那些癡迷於偶像、行異教之事的人而言,本就理當對基督徒所尊崇之物懷有敵意,並與之對抗。
For it is fitting for those who are mad after idols and who play the Greek to be hostilely disposed toward, and to set themselves against, the things honored by Christians.
1:125
τῶν μὲν ἰδίων αἰτιαμάτων καὶ ὡς εἰς αὐτὸ τὸ μέγιστον καὶ καιριώτατον, τὴν ἀμώμητον ἡμῶν πίστιν, ἀπεσφάλησαν ἐκλελησμένοι, ὧν δὲ οὐ θέμις ἐφάπτεσθαι, κατατολμῶσιν
他們忘卻了自身的過失——他們正是在那最重大、最切要之事上,亦即在我們無瑕的信仰上,跌了大跤——卻仍膽敢染指那些他們本無權觸碰之物。
Having forgotten their own faults, and how they have gone astray precisely in the greatest and most vital matter — our unblemished faith — they dare to lay hold of things which it is not lawful for them to touch.
1:126
καὶ δέον τοῖς ἐπὶ τηλικούτῳ κατολισθήσασιν παραπτώματι τοῖς ἐπὶ μείζοσι θρόνοις κατὰ τὴν ἱερωσύνην ὑγιῶς καὶ ἀμέμπτως ἐμπρέπουσιν ἀναφέρειν ἐξαγορεύειν τε ὀρθῶς τὰ πεπλημμελημένα, δεσμούς τε κανονικοὺς δέχεσθαι καὶ ἐπιτιμίοις τοῖς ἀνήκουσιν ὑποπίπτειν καὶ θεραπείας ἠξιῶσθαι τῆς ἁρμοζούσης, παύεσθαί τε λοιπὸν τοῦ βούλεσθαι ἱερᾶσθαι θεῷ καὶ οὐδῶν ἱερῶν εἴργεσθαι καὶ μεταμέλεσθαι ἐπὶ τοῖς ἀνοσίως πεπραγμένοις, δάκρυσι δὲ καὶ ὀδυρμοῖς καὶ συντριμμῷ καρδίας ἐξιλεοῦσθαι θεόν, οἱ δὲ τοὐναντίον ἅπαν δρῶσιν, ἑαυτοῖς ὡς ᾤοντο κακῶς καὶ τὴν κρίσιν καὶ τὴν συγγνώμην ἐπιτρέποντες καί, ὃ χείριστόν τε καὶ δυσφορώτατον, ἐφ' οἷς αὐτοὶ τὰ βαρύτατα ἐξήμαρτον, τοὺς ἀνευθύνους καταδικάζουσιν, Χριστιανούς γε ὄντας καὶ τῆς τριάδος προσκυνητάς, καὶ ὀρθοδοξίᾳ καὶ εὐσεβείᾳ τετειχισμένους καὶ μὴ δ' ὅσον ἐπὶ ψιλοῦ ὀνόματος τῷ μύσει τῆς εἰδωλολατρίας ἑαλωκότας
本應是這些跌入如此重大過犯的人,向那些在祭司職分上健全無瑕、位居更高寶座者呈報己過,正確地認罪自白,接受教規的約束,服從應有的懲戒,並蒙受適當的治療,從此不再願意作神的祭司,被摒除於聖所門檻之外,為自己不虔之所行懊悔,以眼淚、哀慟與破碎的心去平息神的忿怒——然而他們所行的卻恰恰相反:他們竟自以為是地把裁決與赦免的權柄都攬歸自己,而更惡劣、更令人難以容忍的是,正是在他們自己犯下最深重罪愆之事上,他們竟去定那些無辜者的罪——這些人本是基督徒,是三一神的敬拜者,以正統信仰與虔敬為城牆所護衛,甚至連『偶像崇拜』這名號的邊都沾不上,遑論陷入其污穢之中。
And whereas it was necessary for those who had thus stumbled into so great a transgression to report themselves to those who occupy greater thrones in the priesthood, soundly and blamelessly distinguished, and rightly to confess their faults, and to accept the canonical bonds, and to submit to the fitting penalties, and to be deemed worthy of the appropriate remedy, and thenceforth to cease from wishing to serve as priests of God, and to be excluded from the sacred thresholds, and to repent of what they had impiously done, and to propitiate God with tears and lamentations and contrition of heart — they do exactly the opposite of all this, entrusting to themselves, as they wrongly supposed, both the judgment and the pardon; and, what is worst and most intolerable, for the very sins which they themselves most gravely committed, they condemn those who are guiltless — men who are Christians and worshipers of the Trinity, fortified by orthodoxy and piety, and who have not even been caught, not even in the mere name, in the pollution of idolatry.
1:127
τούτων δὲ τί ἂν γένοιτο ἀλογώτερον ἢ ἀθεώτερον; οὗτοι δὴ οὖν οἱ τῶν ἱερῶν χορῶν καὶ παντὸς ἱερατικοῦ καὶ Χριστιανικοῦ λόγου μακράν, τὴν κατὰ τῶν ἁγίων φέρουσι ψῆφον, ἡγεμόνα καὶ διδάσκαλον τῆς ἀσεβείας ἔχοντες τὸν ἐπ' ἀσεβείᾳ βεβοημένον μετὰ τῆς ἐνδοθείσης αὐτῷ παροράσει θεοῦ ἐξουσίας
還有什麼能比這更悖理、更悖神呢?這些人,與神聖的詩班以及一切司祭與基督徒的言論相去甚遠,竟舉手投票定聖者的罪,以那惡名昭彰、以不虔著稱者為其不虔之首領與教師,並倚仗神以寬容所賜予他的權柄。
What could be more irrational or more godless than these things? These men, then, who are far removed from the sacred choirs and from every priestly and Christian discourse, bear the vote of condemnation against the saints, having as their leader and teacher in impiety the man notorious for impiety, together with the authority granted to him through God's forbearance.
1:128
τοῦτο τοίνυν τὸ ἄθεον ἐργαστήριον ἀκέφαλον ταῖς ἀληθείαις καὶ ἄχρηστον καὶ ἀπαράδοτον, ἵνα τοῖς αὐτοῖς ἐκείνων λόγοις χρησώμεθα, δικαίως ἂν καλοῖτο, ἐπεὶ καὶ ὁ τῆς βασιλευούσης θρόνος ἀρχιερέως ἔρημος τὸ τηνικάδε ἐτύγχανεν
因此,這無神的作坊,若借用他們自己的話來說,真可謂『無頭』、『無用』又『未經傳授』——這樣稱呼實在恰如其分,因為當時京城的寶座正巧空無大祭司在位。
This godless workshop, then, might justly be called — to use their very own words — headless in truth, and useless, and untransmitted, since indeed the throne of the imperial city happened at that time to be bereft of a high priest.
1:129
καὶ γὰρ ἐπὶ τέλει τῶν παρ' αὐτοῖς σκευωρηθέντων ἀναγορεύει καὶ προχειρίζεται ὁ Μαμωνᾶς τὸν ὁμώνυμον Κωνσταντῖνον, τὸν δύστηνον ὄντως καὶ τρισάθλιον, ἀθέσμως καὶ ἀνιέρως ἐπ' ὀλέθρῳ τῆς ψυχῆς καὶ τοῦ σώματος, τῆς βασιλίδος ἐπίσκοπον·
原來,在他們一番密謀策劃的終了,瑪門竟擁立並委任了與己同名之人君士坦丁——那實在可悲、三倍不幸之人——非法且褻聖地,使他成為京城的主教,招致他靈魂與肉身的敗亡。
For indeed, at the end of their machinations, Mammon proclaims and appoints his namesake Constantine — truly wretched and thrice-miserable — unlawfully and unholily, to the ruin of both soul and body, as bishop of the imperial city.
1:130
ὅθεν καὶ τοῦ τῶν Ῥωμαίων ἱερομύστου πλείστας ὅσας ὕβρεις κατέχεεν, πολλάκις παρ' αὐτοῦ ἐπὶ τῇ κακοδοξίᾳ ἐληλεγμένος
因此,他也對羅馬人的大祭司傾瀉出無數的辱罵,因為他屢屢被那位大祭司就其謬妄之說所駁斥。
Whence he also poured forth very many insults upon the high priest of the Romans, having often been refuted by him on account of his false doctrine.
1:131
λείπεται δὴ εἰπεῖν τίς καὶ ὁποία ἡ κατάκρισις·
接下來要說的是:這定罪究竟是誰所下、又是何種性質的定罪。
It remains, then, to say who and of what sort the condemnation is.
1:132
οὐ γὰρ ἁπλῶς τοῦτο ὁρίζεται, ἀλλὰ καὶ λόγῳ καὶ πράξει περαίνεται·
因為這定罪並非僅止於空言宣告,而是在言辭與行動上都付諸實現。
For this is not simply decreed in word, but is also carried out in deed.
1:133
λόγῳ μέν, εἰδώλων προσηγορίᾳ περιυβρίσθαι τὰ ἅγια, Χριστιανοὺς δὲ εἰδωλολατρίαν καταδεδικάσθαι, ἔργῳ δέ, τῷ χερσὶν ἀνόμοις διορωρύχθαι τὰ ἀνάκτορα καὶ πάντας τοὺς ἱεροὺς δόμους σθένει παντί, τοὺς εὐσεβείᾳ δὲ καὶ εὐλαβείᾳ ἐμπρέποντας Χριστιανῶν ἐλαυνομένους πάσχειν τὰ ἀνήκεστα καὶ ἀνύποιστα
就言辭而言:聖物竟被冠以『偶像』之名,遭受極大侮辱,基督徒也被判定犯了拜偶像之罪;就行動而言:那些殿宇被不法之手強行破壞挖掘,一切聖所都盡遭其肆力摧殘,而那些以虔敬與敬畏著稱的基督徒,遭受迫害,忍受著無法挽回、難以承受的苦難。
In word: the holy things have been outrageously insulted with the appellation of idols, and Christians have been condemned for idolatry; in deed: the sanctuaries have been broken into by lawless hands, and all the sacred houses ransacked with all their might, while those Christians distinguished for piety and reverence, being persecuted, suffer things irremediable and unbearable.
1:134
ὅτου δὲ δὴ χάριν, δικαίως ἂν μάλα ἔροιτό τις, ἐκ πάντων τῶν κατὰ τὴν ἐκκλησίαν ἱερῶν, τούτων δὴ μόνων ἡ ποίησις καὶ προσκύνησις κατακέκριται καὶ ἐκβάλλεται; εἰ μὲν οὖν ἕτερόν τι παρὰ τὸ καθ' ἡμᾶς κήρυγμα ὑπετίθεντο, ἔδει καὶ οὕτω κοινῇ ψήφῳ καὶ σκέψει τῶν ἐν τοῖς προὔχουσιν ἀρχιερατικοῖς θρόνοις ἐνιδρυμένων τὰ περὶ αὐτῶν πραγματεύεσθαι·
有人或許會極為正當地質問:究竟是為了什麼緣故,在教會中一切聖物之中,唯獨這聖像的製作與敬禮遭到定罪與棄絕?倘若這聖像所倡導的是與我們的教導相異之事,那麼即便如此,處理此事本也應當經由居於顯要大祭司寶座者的共同表決與商議。
For what reason, then, one might very justly ask, is it that, out of all the sacred things throughout the Church, the making and veneration of these alone has been condemned and cast out? Now if they had proposed something different from our proclamation, then it would have been necessary even so for the matter concerning them to be handled by the common vote and deliberation of those established upon the preeminent high-priestly thrones.
1:135
εἰ δὲ τὴν αὐτὴν ἡμῖν τῷ εὐαγγελίῳ ἐμφανίζει ὑφήγησιν καὶ τρανέστερόν πως καὶ ἐμφανέστερον τῷ κατ' ὀφθαλμοὺς ἦχθαι, πρόδηλον ὡς διὰ μιᾶς ταύτης ὑποθέσεως τὸ πᾶν τῆς σωτηρίου τοῦ θεοῦ λόγου σαρκώσεως ὡς δυσμενεῖς καθαιρήσειν ἐπειράθησαν·
然而,若這聖像所顯明的教導,與我們福音所示者無異,甚至更加清晰、更加顯明地呈現在人眼前,那麼顯而易見,他們正是企圖藉這單一的議題,以敵對之姿,推翻神聖道那救贖性成為肉身的全部真理。
But if it displays the same teaching as our gospel, having been brought somehow even more clearly and more manifestly before the eyes, it is quite evident that, through this single matter, they attempted, as hostile enemies, to overthrow the whole reality of the saving incarnation of God the Word.
1:136
βαρὺς γὰρ ἦν αὐτοῖς ὁ Χριστός, καὶ ἐν εἰκόνι βλεπόμενος
因為基督即使只在聖像中被看見,對他們而言也是難以忍受的。
For Christ was burdensome to them, even when seen in an icon.
1:137
ἀλλὰ μὴν τούτων γε χάριν καὶ οὕτω διαληπτέον, καὶ ἔτι τὰ τῆς ἀτοπίας τῶν παρανόμων ἐμφανέστερον δεδείχθω
然而,正是為此,我們也必須如此加以理解;且讓這些悖法之人的荒謬之處,更加清楚地被揭示出來。
But indeed, for the sake of these matters, it must be understood also in this way, and let the absurdity of these lawless men be shown still more clearly.
1:138
πᾶν τὸ γινόμενον καὶ ὑφιστάμενον, λόγον ἔχει, καθ' ὃν γίνεται καὶ ὑφίσταται, καὶ οὐδὲν τῶν γινομένων λόγου χηρεῦον ὑπάρξειεν·
凡生成、存在之物,皆有其所依循以生成、存在的道理;而凡生成之物,皆不可能全然沒有道理而存在。
Everything that comes into being and subsists has a rational principle according to which it comes into being and subsists, and nothing of the things that come into being could exist devoid of a rational principle.
1:139
καὶ τὸ στερέωμα τὴν ποίησιν ἀναγγέλλειν τῶν χειρῶν αὐτοῦ·
而穹蒼也傳揚祂手所做的工;
and the firmament proclaims the work of his hands;
1:140
ὁ ἥλιος ἐργάτης ἡμέρας καὶ τῆς νυκτὸς ὑπὲρ γῆν τε καὶ ὑπὸ γῆν γινόμενος, ὥσπέρ τις διαιτητὴς ἔντεχνος, βραβεύων ἑκατέρᾳ τὸ εὔτακτον, ἀναλογίᾳ καὶ ἰσομοιρίᾳ ἀλλήλαις κατὰ τὰς διαδοχὰς ἀντιπαραχωρεῖν τὰ χρονικὰ διαστήματα, ὡρῶν τε καὶ καιρῶν τροπὰς ἐπαμείβων καὶ διευθετίζων ὡς ἄριστα·
太陽——白日的工作者,時而運行於地上,時而運行於地下——彷彿一位精於技藝的仲裁者,為晝夜二者判定其井然有序,使它們依循比例與均等,輪流交替,彼此讓渡其時間的間隔,更迭四時季候的轉換,並將一切安排得盡善盡美;
The sun, the worker of the day, moving both above the earth and beneath the earth, like some skillful arbiter, adjudicating good order to each, so that by proportion and equal measure they yield their temporal intervals to one another in succession, exchanging the turnings of the seasons and times, and arranging all things most excellently;
1:141
ἥ τε γῆ τοῦ βλαστάνειν ἕνεκεν καὶ φύειν καρπούς τε καιρίους καὶ πᾶν εὔχρηστον πρὸς χρῆσιν τῶν δεομένων ἐπιτηδείαν·
大地是為了發芽、生長應時的果實,以及一切適合有需要者使用之有益之物而存在的;
The earth, too, was made suited for sprouting and producing seasonable fruits and everything useful for the use of those who need it;
1:142
καὶ τῶν ἄλλων ἁπάντων αἱ παραγωγαὶ καὶ γενέσεις κατά τινα αἰτίαν χρησίμην καὶ εὔλογον παρὰ τοῦ γενεσιουργοῦ τῶν ὅλων προΐασιν
而其餘萬物的產生與生成,也都是依照萬有的創造者所定的某種有益且合理的緣由而出自於祂的;
and the productions and origins of all the other things proceed from the Maker of the universe according to some useful and reasonable cause;
1:143
ἤδη δὲ καὶ ἐπὶ τῶν ἐκ τέχνης ἀποτελουμένων τὸ αὐτὸ κατιδεῖν ἔνεστιν·
而在由技藝所完成之物上,也可以看到同樣的道理;
indeed, the same thing can also be observed in things brought to completion by art;
1:144
καὶ γὰρ τὸ σκάφος, τοῦ πλεῖν ἕνεκεν καὶ ἐμπορεύεσθαι παρὰ τοῦ τέκτονος κατεσκεύασται, ἥ τε κλίνη καὶ ὁ θρόνος καὶ τὸ βάθρον πρὸς ἀνάκλισιν καὶ καθέδραν τοῖς χρωμένοις ἐξείργασται·
因為船隻是木匠為了航行與貿易之故而建造的,床、寶座與凳子則是為了使用者的斜倚與就坐而製作的;
for the ship is constructed by the shipwright for the sake of sailing and trading, and the bed and the throne and the stool are fashioned for reclining and sitting, for the use of those who use them;
1:145
καὶ ἐφ' ἑκάστου τῶν ἄλλων ὡσαύτως
其餘各物亦復如是。
and likewise in the case of each of the other things.
1:146
οὐκοῦν καὶ ἡ τοῦ Χριστοῦ εἰκὼν λόγον ἕξει, καθ' ὃν γίνεταί τε καὶ χρηματίζει·
那麼,基督的像也當有其存在與被稱為像的道理;
Therefore the icon of Christ too will have a rationale, according to which it comes into being and is so designated;
1:147
τοῦτο δὲ τί ἂν εἴη ἄλλο ἢ ἡ πρὸς τὸ ἀρχέτυπον ἐξομοίωσις, καὶ τοῦ ἐνηνθρωπηκότος ἡ δήλωσις καὶ ἡ τοῦ ἐπιγεγραμμένου ὀνόματος μνήμη; οὐ γὰρ ἑτέρου τινὸς λόγον ἡμῖν εἰσηγήσεται, ἐπείπερ ἡ Χριστοῦ εἰκὼν οὐκ ἂν ἄλλου λεχθείη εἰκών, κἂν μυριάκις ψευδώνυμον αὐτὴν καλεῖν τολμῶσιν χριστομαχοῦντες οἱ ἄθλιοι
而這道理豈不正是:與原型的相似、對成為人者的彰顯,以及對所題寫之名的紀念?因為它不會向我們引介任何別的道理,既然基督的像不可能被稱為別人的像,縱使那些與基督為敵的可悲之人千萬次膽敢稱之為「假名」的東西。
and what else could this be than the assimilation to the archetype, the manifestation of him who became man, and the remembrance of the name inscribed upon it? For it will introduce to us the notion of nothing else, since the icon of Christ could not be called the icon of anyone else, even if the wretched Christ-fighters dare a thousand times to call it falsely-named.
1:148
εἰ δὲ ἐν τούτοις αὐτῆς ὁ λόγος, τίς οὕτως αὐθάδης καὶ τολμητίας, ὃς τὸ ἄχρη στον ἀπορρίψειεν καὶ κατακρῖναι τολμήσοι; ποῖον λόγον οὐχ' ἕξει κολάσεως ἢ πῶς Χριστιανὸς νομισθήσεται, καθαιρῶν οἷς λόγος ἡ τοῦ θεοῦ λόγου ὁρᾶται ἐνανθρώπησις; ῥητέον δὲ καὶ αὖθις·
若其道理即在於此,誰竟如此自負、膽大,敢將這無用之物棄置並定罪呢?他豈不當受懲罰,又豈能被視為基督徒——竟拆毀那藉以可見理解神言成為人這一奧秘的東西?此外還須說:
But if its rationale consists in these things, who is so self-willed and audacious as to cast it away as useless and dare to condemn it? What ground for punishment will he not have, or how will he be reckoned a Christian—he who destroys the very things by which the incarnation of God the Word is seen to be rational? But this too must be said again:
1:149
πᾶν γινόμενον ἢ αἱρετὸν ἢ φευκτόν ἐστιν ἢ τούτων ἐν μέσῳ ἐξ ἀποφάσεως τῶν ἄκρων συνιστάμενον
凡受造之物,或屬當取者,或屬當避者,或介乎二者之間,由對兩極的否定所構成。
everything that comes to be is either to-be-chosen or to-be-avoided, or in between the two, constituted by the negation of both extremes;
1:150
ἀλλὰ μὴν ἡ Χριστοῦ εἰκὼν παρὰ Χριστιανοῖς οὐ φευκτή πῶς γάρ, ἣ τὴν μνήμην ἡμῖν εἰσάγει Χριστοῦ καὶ ἀμέσως τὸ εἶδος τοῦ κυριακοῦ ἐμφανίζει σώματος; , οὔτε μὴν μέσον·
然而基督的像在基督徒中並非當避之物——豈能是呢?它為我們引入對基督的紀念,並直接彰顯主的身體之形——它也不是介乎其間者;
but indeed the icon of Christ is not, among Christians, to-be-avoided—for how could it be, seeing that it brings us the remembrance of Christ and directly manifests the form of the Lord's body?—nor indeed is it something in between;
1:151
οὐδὲ γὰρ ἄλλό τι τῶν ἐν ἐκκλησίᾳ ἱερῶν·
因為教會中其他任何聖物也都不是(介乎其間者);
for neither is any other of the sacred things in the church something in between;
1:152
πάντα γὰρ τίμια καὶ σεβάσμια·
因為一切皆是可敬、可尊崇的;
for all are honorable and venerable;
1:153
τὸ αἱρετὸν ἄρα καὶ σεπτὸν ἡ ταύτης ἀπενέγκοιτο ποίησις καὶ προσκύνησις
故此,其製作與敬禮應歸屬當取、當敬之列。
therefore the making and veneration of it belongs to the to-be-chosen and the venerable.
1:154
ἀλλὰ καὶ τῶν πρός τι ἡ εἰκών ἐστιν, καὶ τοῦτο πᾶσιν ἂν οἶμαι διωμολογῆσθαι, οἷς τὸ ἐν διανοίαις ἀκέραιον διασῴζεται, ἐπεὶ καὶ σχέσις αὐτῇ πρὸς ὃ λέγεται πρόσεστιν, καὶ δι' ἑαυτῆς ἐμφανίζει τὸ ἀρχέτυπον καὶ τὴν γνῶσιν αὐτοῦ παρέχεται
再者,像也屬於「相對之物」的範疇,我想凡心智健全者皆會同意此點,因為像本身帶有對其所稱謂者的關係,並藉自身彰顯原型,提供對原型的認識;
Moreover, the icon also belongs to the category of relatives, and this, I think, would be agreed by all in whom soundness of mind is preserved intact, since a relation to that of which it is said to be the icon belongs to it, and through itself it manifests the archetype and provides knowledge of it;
1:155
δηλώσει καὶ ὁ κατ' αὐτὴν ὁρισμός·
對它所下的定義也將表明此點;
the definition given of it will also make this clear;
1:156
καὶ γὰρ ἀφομοίωσις πρὸς τὸ πρωτότυπον εἶδος εἶναι πέφυκεν, καὶ ταυτὸν ἐκείνῳ, παρὰ τὸ τῆς οὐσίας διάφορον·
因為像本性上就是對原型形貌的相似,並與之為同一者,惟本質有別;
for indeed it is by nature an assimilation to the prototypal form, and the same as that, save for the difference of substance;
1:157
ἐξ οὗ καὶ τοῦ ὀνόματος μεταλήψεται
由此它也分享了(原型的)名稱;
from which it will also partake of the name;
1:158
πρὸς δέ γε καὶ ἀντιστρέφει ταῦτα πρὸς ἄλληλα κατὰ τὸν λόγον τῶν πρός τι καὶ τὴν ἑαυτοῖς σχέσιν·
此外,這些(詞語)依相對之物的道理及彼此的關係而互相轉換;
and further, these terms are convertible with one another according to the rationale of relatives and their mutual relation;
1:159
σχοίη δ' ἄν τινα καὶ μέθεξιν ὡς παρ' αἰτίου αἰτιατόν
它也具有某種分享,猶如結果之於原因;
and it would also have a certain participation, as an effect from a cause.
1:160
εἰ δὲ καὶ ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν εἰκόνος ταῦτα ἡμῖν γνωρίζεται, πῶς ὁ ταύτην προπηλακίζων αἰσχρῶς, Χριστιανὸς ὑποληφθήσεται ἢ ὀνομασθήσεται; οὕτως οὖν συνήχθω καὶ ὁμολογείσθω πάντοθεν ὡς οὐκ ἄχρηστος τῶν ἱερῶν τούτων μορφωμάτων ἡ ποίησις καὶ προσκύνησις, δικαία δὲ μᾶλλον καὶ εὔχρηστος ἄγαν καὶ τοῦ κατακεκρῖσθαι μακράν
若這些道理也可見於我們救主的像上,那麼那可恥地侮辱此像的人,豈能被視為或稱為基督徒?如此,就當從各方面得出結論並承認:這些聖形之製作與敬禮並非無益,反倒是公正而極為有益的,遠非該受定罪之事。
And if these things are also known to us in the case of the icon of our Savior, how will he who shamefully insults it be supposed or named a Christian? Thus, then, let it be concluded and confessed on every side that the making and veneration of these sacred forms is not useless, but rather just and exceedingly beneficial, and far from being condemned.
1:161
εἰ γοῦν ἄχρηστος ἦν ( λελέχθω γὰρ καὶ τοῦτο), τίς ἡ τοσαύτη περὶ τὸ ἄχρηστον μανία καὶ ὁ κατὰ Χριστιανῶν διωγμός; καὶ τίνος χάριν ὁ τοσοῦτος τῶν ἀνοσίων καὶ ἀνιέρων σκυλμὸς καὶ ἡ συνέλευσις; τίς ὁ τηλικοῦτος ὃν κατεβάλοντο οἱ διώκοντες κάματος, ἄλλα τε ὅσα κατὰ τὴν Ῥωμαίων ἀρχὴν πάνδεινα καὶ ἀνήκεστα τηνικαῦτα ἐπράττετο; ἀλλὰ καὶ πρόδηλον ὡς τοῦ χρησίμου καὶ προσήκοντος ἕνεκεν·
若它果真是無益的(讓這話也說出來),那麼對這無益之物竟有如此的瘋狂與對基督徒的迫害,所為何來?如此多不敬與不聖之人的辛勞與聚集,又是為了什麼?迫害者所耗費的勞苦竟如此之大,以及當時在羅馬帝國境內所行的種種可怕而無可挽回之事,又是為了什麼?然而顯然這都是為了有用而合宜之事的緣故;
If then it were useless (for let this too be said), what is the reason for such great madness over the useless thing, and the persecution against Christians? And for whose sake was there so much toil and gathering together of the unholy and impious? What was the magnitude of the labor that the persecutors expended, and the other utterly dire and irremediable things that were then done throughout the empire of the Romans? But it is also evident that it was for the sake of what is useful and fitting;
1:162
ὅπερ Χριστιανοῖς μὲν οἰκεῖον καὶ ἔννομον, τοῖς δὲ τῆς Χριστιανῶν θεοσεβείας ξένοις πολέμιον καὶ ἀλλότριον·
這對基督徒而言乃是本有而合法之事,但對那些與基督徒敬神之道無涉的異己者而言,卻是敵對而陌生之事;
which is proper and lawful to Christians, but hostile and alien to those who are strangers to the piety of Christians;
1:163
βαρὺς γὰρ ἦν αὐτοῖς ὁ Χριστός, καὶ ἐν εἰκόνι βλεπόμενος
因為對他們而言,基督是沉重難忍的,即使只是在像中被看見。
for Christ was burdensome to them, even when seen in an icon.
1:164
πλὴν καὶ οὕτως τῆς δυσφημίας ἔχονται καὶ οὐ μεθιᾶσιν, ἀλλ' ἀπερίγραπτον τὸ σῶμα Χριστοῦ καὶ ἄγραπτον οἱ τῆς δοκήσεως ὑπασπισταὶ φασίν·
然而縱使如此,他們仍持守誹謗而不肯放手,反倒是那些幻影論的護衛者宣稱基督的身體是不可被描繪、不可被書寫的;
Yet even so they cling to their slander and do not let go, but the shield-bearers of Docetism assert that the body of Christ is uncircumscribable and cannot be depicted;
1:165
τούτων δὲ τὸ φασματῶδες πανταχοῦ στηλιτεύεται, καθὰ καὶ οὐ πολλῷ ὕστερον ἱκανῶς διαδειχθήσεται
而這些說法的幻影本質到處都受到譴責,正如不久之後將充分予以揭示。
but the phantom-like character of these teachings is everywhere exposed to reproach, as will also be sufficiently demonstrated not much later.
1:166
τῆς κατὰ Χριστιανῶν δὲ συκοφαντίας οὐχ' ὑφιέντες οἱ φιλαπεχθήμονες ἐφ' ἑτέραν ἀθεωτέραν τῆς βλασφημίας ὁδὸν μετοίχονται, ὡς θεοῖς προσεληλυθέναι ταῖς εἰκόσιν αὐτοὺς ἀποφαινόμενοι
而那些惹是生非之人,對基督徒的誣衊猶不罷休,轉而走上另一條更為無神的褻瀆之路,宣稱基督徒已把像當作神明來親近;
And not relenting from their calumny against Christians, the quarrelsome men move on to another, more godless path of blasphemy, declaring that Christians have approached the icons as gods;
1:167
ἐπὶ τὰς κεφαλὰς δὲ αὐτῶν τὸ δύσφημον τρέποιτο·
願這誹謗轉歸到他們自己頭上;
but let the slander be turned back upon their own heads;
1:168
ποῦ γὰρ Χριστιανὸν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν καὶ λατρεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ μεμυημένον ἐπὶ τῷ μύσει τούτῳ ἁλόντα τεθέανται, μικρὸν ἢ μέγαν ἢ ὁποιασοῦν τύχης καὶ ἡλικίας καὶ ἀξιώματος τυγχάνοντα, πᾶσαν εἰδωλικὴν πλάνην καὶ μυσαρότητα καταπτύοντα, ἢ παρ' ὁτουοῦν ἠκηκόεσαν, ἐξ οὗ τοῦ κατὰ Χριστιανῶν διωγμοῦ οἱ πάλαι χριστομάχοι κατῆρξαν, καίτοι πολλὰ διερευνησάμενοι καὶ ἀνιχνεύσαντες; ἀλλ' οὐκ ἂν εἰπεῖν ἔχοιεν, ἐν προσποιήσει δὲ Χριστιανισμοῦ τὰ Χριστιανῶν ἤλαυνον καὶ ἐλαύνουσιν
因為他們何曾見過一個受教要「在靈裡與真理中」敬禮、向那又活又真的神獻上敬拜的基督徒——不論其地位、年齡、身分之大小——竟陷於此種污穢,唾棄一切偶像的迷惑與污穢之中?或者,自從往昔那些與基督為敵者發起迫害基督徒以來,他們曾從任何人那裡聽聞過這樣的事嗎?儘管他們百般探查追蹤,也決不能舉出這樣的事;他們不過是假借基督徒之名,過去驅逐、如今仍在驅逐基督徒之物罷了。
for where have they ever seen a Christian—initiated to venerate and worship the living and true God in spirit and truth—caught fallen into this defilement, whether small or great, or of whatever fortune, age, and rank he happened to be, spitting upon all idolatrous error and abomination? Or have they heard of such a case from anyone at all, from the time when the ancient Christ-fighters began the persecution against Christians, though they searched and tracked down much? But they would not be able to say such a thing; rather, under the pretense of Christianity, they were driving out—and are driving out—the possessions of Christians.
1:169
εἰ γοῦν, ὅπερ οὐδὲ λέγειν ἀκίνδυνον, ἑωράκεσαν τῶν ἀγροικοτέρων τινὰς ἢ ἀμαθεστέρων, τῆς τοῦ καθ' ἡμᾶς μυστηρίου τελειότητος ὁπωσοῦν παρενεχθέντας καὶ δι' ἁπλότητα τρόπων παραλόγως ἐνταῦθά τι πράσσοντας, ἐχρῆν νέμειν τὸ προσῆκον τοῖς ἱεροῖς γέρας καὶ σεμνῶς περιέπειν τὰ ἅγια, τῷ διδασκα λικῷ δὲ καὶ ποιμαντικῷ χρωμένους τρόπῳ ἰθύνειν καὶ ποδηγεῖν τοὺς ἀφελεῖς καὶ ἀμαθαίνοντας, ἀσφαλῶς ἰέναι τῆς θεοσεβείας τὴν τρίβον, οὐ μὴν εἰς τοσοῦτον μανίας κατὰ τοῦ εὐαγγελικοῦ ἐξοιστρηθῆναι κηρύγματος
若他們——說這話本身也並非全然無險——見過某些較為粗野或無知之人,在我們奧秘的圓滿之外有所偏差,因性情單純而在此不合理地行了某些事,他們本該給予聖物應有的尊榮,莊嚴地對待聖物,並以教導與牧養之道引導、扶持那些單純無知者,使他們穩妥地行走敬神之路,而絕不至於對福音的宣講如此瘋狂地肆意攻擊。
If then—which it is not even safe to say—they had seen some of the more rustic or more ignorant Christians somehow deviating from the perfection of our mystery, and, on account of simplicity of manner, irrationally doing something out of place, they ought to have rendered the due honor to sacred things and treated the holy objects with reverence, and, employing a didactic and pastoral manner, to guide and lead by the hand the simple and unlearned, so that they might walk securely the path of piety—yet not to have been driven to such a frenzy of madness against the evangelical proclamation.
1:170
οὐδὲ γάρ, εἴ τις ἀθέσμως εἰς τὸ θεῖον ἐξυβρίσειε θυσιαστήριον ἢ τῶν ἁγίων ἕτερον, διὰ τὸν ὑβρικότα καθαιρεθήσεται τὸ θυσιαστήριον καὶ τὰ ἅγια
因為即便有人不法地侮辱了神聖的祭壇或其他聖物,祭壇與聖物也不會因那侮辱者之故而被拆毀;
For neither, if someone should lawlessly commit outrage against the divine altar or another of the holy things, will the altar and the holy things be destroyed on account of the one who committed the outrage;
1:171
ἐπειδὴ τὸ δεύτερον οὐ πέπρακται, οὐδὲ τὸ πρότερον ἄρα
既然後者未曾發生,那麼前者也不當發生。
since the latter does not happen, then neither should the former.
1:172
σοφίζονται δ' οὖν τὴν ἀσέβειαν τῇ μεταθέσει τοῦ ὀνόματος ἐπὶ τὸ πάναισχρόν τε καὶ ἀκαλλές, ἵνα κλέψωσι τοὺς ἁπλουστέρους τὴν γνώμην καὶ πείσωσιν, ὡς δῆθεν εἰδωλικὴν παραιτουμένους προσκύνησιν, τῆς περὶ τὰ ἅγια τιμῆς ἀλογήσωσιν καὶ τῆς ἀτιμίας ἀνθέξωνται, τὰ ἐπηγγελμένα δὲ οἱ δυσσεβεῖς ἐν τῷ βίῳ καταθύμια ἐπιτελέσωσιν καὶ τὴν ἐκκλησίαν Χριστοῦ ἐκπορθήσωσιν
於是他們就用改換名稱的詭辯來包裝其不敬,將之轉為最可恥、最醜陋之名,好藉此欺騙心思單純之人並說服他們,彷彿是在拒斥偶像式的敬禮,實則使他們輕忽對聖物應有的尊崇,反倒執守於這種羞辱之中,好讓這些不敬之人得以在今生遂其所願、稱心如意,並得以摧毀基督的教會。
They therefore dress up their impiety with a sophistical transposition of its name onto what is most shameful and unlovely, in order to deceive the judgment of the more simple-minded and persuade them, as though they were merely declining idolatrous veneration, to disregard the honor due to holy things and to cling instead to dishonor, so that the impious might accomplish in this life the things they promised to their heart's content, and might sack the church of Christ.
1:173
οἱ δὲ τὴν τοῦ θεοῦ λόγου ἠθετηκότες συγκατάβασιν, ἐξ ἧς τὸ λελυτρῶσθαι εἰδώλων ἡμῖν περιγέγονεν, πῶς εἰδωλικῆς μανίας ἐκτὸς καταστήσονται, οὓς ἡ φιλόχρυσος κατεβόσκετο νόσος καὶ τὸ χοϊκὸν αὐτῶν κατακεκράτηκε φρόνημα; εἶτα μετὰ τὴν ἄχρηστον τῶν ἱερῶν ποίησιν καὶ κατάκρισιν
而那些拒絕神言之謙抑俯就——正是藉此我們才得以脫離偶像的救贖——的人,他們自己既被那愛金之病所吞噬、被其屬地之念所轄制,又怎能自外於偶像的瘋狂呢?——其後,在(宣稱)聖物之製作為無用並予以定罪之後——
But those who have rejected the condescension of God the Word, from which our redemption from idols has come about—how will they set themselves outside idolatrous madness, they whom the gold-loving disease has been consuming, and whose earthy mindset has overpowered them? Then, after the useless making and condemnation of the sacred things—
1:174
τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν, φασίν, προτιμήσαντες·
——他們自稱,是因為更看重「在靈裡與真理中」的敬拜——
—having preferred, they say, the worship in spirit and truth—
1:175
ἥτις σύνοδος κυρώσασα καὶ βεβαιώσασα τῶν ἁγίων πατέρων τὰ θεόκλυτα δόγματα καὶ ταῖς ἁγίαις οἰκουμενικαῖς ἓξ συνόδοις ἐπακολουθήσασα εὐαγεστάτους κανόνας ἐξέθετο
這會議既批准並確認了聖教父們蒙神默示的教義,並追隨六次神聖大公會議,制定了極為虔敬的教規。
this synod, having ratified and confirmed the God-inspired doctrines of the holy fathers and having followed the six holy ecumenical synods, set forth most pious canons.
1:176
εἰ, ὡς κατακομψεύονται, ταῖς ἁγίαις οἰκουμενικαῖς ἓξ συνόδοις ἐπηκολούθησαν οἱ παλαιοὶ τὴν ἀσέβειαν καὶ νέοι τούτων διδάσκαλοι, κυροῦντες τῶν πατέρων τὰ δόγματα, ὧν στέργειν καὶ τοὺς θείους θεσμοὺς ὤφελον, πῶς ἐνταῦθα τὸ ἀκόλουθον οὐκ ἐφύλαξαν, ἀλλ' ἀπεναντίας ἦλθον παντάπασιν, ἀκυροῦντες αὐτῶν τὰ δογματιζόμενα καὶ κανονιζόμενα; εἴπερ γὰρ συνοδικῆς ἀκολουθίας μετῆν αὐτοῖς ὁπωσοῦν λόγος, ὥσπερ οἱ τῆς οἰκουμενικῆς ἕκτης συνόδου ἱεροὶ πατέρες μετὰ πάσης ἐμμελοῦς διασκέψεως κανόνας ἐξέθεντο εὐσεβείας πεπληρωμένους καὶ εὐθύτητος, ἐν οἷς τὴν μὲν χάριν προτετιμήκασιν, τοὺς παλαιοὺς δὲ τύπους καὶ τὰς σκιάς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα, οὐ κατέκριναν, οὐκ ἠτίμωσαν, ἀσπασίως δὲ μᾶλλον ὡς τίμια καθὰ προσῆκεν προσεδέξαντο, τὸ δὲ εἶδος τοῦ πανσέπτου καὶ ὑπερτίμου τοῦ Χριστοῦ σώματος κατὰ τὸν χαρακτῆρα τὸν ἀνθρώπινον ἀναστηλοῦσθαι εὐαγῶς καθωρίσαντο, οὕτω δὴ καὶ αὐτοὺς ἐχρῆν τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προτετιμηκότας προσκύνησιν, καὶ αὐτῷ δὴ τούτῳ τῷ ἱερῷ τοῦ Χριστοῦ ἀπεικονίσματι τὴν πρέπουσαν καὶ ἐποφειλομένην νεῖμαι τιμὴν καὶ προσκύνησιν, μὴ μὴν οὕτως ἀπηνῶς καὶ δριμέως ὥσπέρ τινος δυσμενοῦς ἐξουθενῆσαι καὶ κατακρῖναι, ἵνα ὡς ἀληθῶς καὶ ἡ ἀκολουθία καὶ τάξις, ἣν ἐν ἐπαγγελίαις ἐποιοῦντο, ἄμεμπτος διεσῴζετο·
若如他們所巧言矯飾的那樣,這些倡導不敬之道的古人及其新近的門徒,是藉著確認教父的教義而追隨了六次神聖大公會議——而他們理當同樣珍視教父的神聖規定——那麼何以在此他們竟不守此一貫之道,反倒完全走向相反的方向,廢棄了教父所定的教義與教規呢?因為,若他們果真在任何意義上與這些會議有一貫之處,那麼——正如第六次大公會議的聖教父們經過一切審慎周詳的商議,制定了充滿虔敬與正直的教規,其中他們雖然更看重恩典,卻既未定罪、也未輕視古時的預表與影像,視之為真理的象徵與先兆,反倒欣然接納,如同理當如此地尊崇它們;並且他們虔誠地規定,基督那至聖至尊之身體的形貌應依人的形像予以豎立描繪——同樣地,他們既然更看重「在靈裡與真理中」的敬禮,也理當向基督這神聖的像本身,給予應有且理當歸屬的尊崇與敬禮,而不該如此嚴酷苛刻地,彷彿對待仇敵一般加以輕蔑與定罪,好使他們在誓約中所承諾的那一貫之道與秩序,得以真正無可指摘地保全下來;
If, as they elaborately pretend, the ancients who taught impiety, and their new disciples, followed the six holy ecumenical synods by ratifying the doctrines of the fathers—doctrines whose divine institutions they ought likewise to have cherished—then how is it that here they did not preserve consistency, but on the contrary went entirely the opposite way, invalidating what had been dogmatized and made canon by them? For if indeed synodal consistency pertained to them in any way, then—just as the holy fathers of the sixth ecumenical synod, after every careful deliberation, set forth canons filled with piety and rectitude, in which, while they preferred grace, they neither condemned nor dishonored the old types and shadows, as symbols and prefigurations of the truth, but rather welcomed them gladly as honorable, as was fitting, and piously determined that the form of the all-venerable and most-honored body of Christ should be depicted according to the human character—so likewise it was necessary also for them, having preferred veneration in spirit and truth, to render to this very sacred image of Christ the fitting and due honor and veneration, and not thus harshly and bitterly to despise and condemn it as though it were something hostile, so that in truth both the consistency and the order which they professed in their pledges might be preserved blameless.
1:177
καὶ οὐδὲν ἂν οὕτω προσπταῖον τὴν οἰκονομίαν τοῦ θεοῦ λόγου ἐλωβήσατο, καθάπερ οὐδὲ τὰ πάλαι τῆς χάριτος σύμβολα τὴν χάριν τιμώμενα ἐλυμήνατο·
如此,就不會有任何冒犯之事像這樣損害神言的救世經綸,正如往昔恩典的象徵縱然受到尊崇,也未曾損及恩典本身;
and nothing would thus have offensively marred the economy of God the Word, just as the ancient symbols of grace, though honored, did not injure grace itself;
1:178
ᾔδεισαν γὰρ καὶ μάλα ἐπιστημόνως οἱ σοφοὶ πατέρες τὸν τῆς προτιμήσεως τρόπον, καὶ ὅπως ἔδει μεταχειρίζεσθαι·
因為那些智慧的教父們,極為專精地深知偏重的方式,也深知該如何處理這些事;
for the wise fathers knew, and very expertly, the manner of preference, and how it was necessary to handle these matters;
1:179
περὶ ὃν οἱ ἀνόητοι φανερῶς ὡς πανταχοῦ ἀποσφάλλονται
而那些愚昧之人,在這方面卻顯然處處失足;
in regard to which the senseless ones evidently go astray on every side.
1:180
καὶ γὰρ διάφορον τοῦτόν τις ἐπιὼν καταλήψεται·
因為凡細察此事者,將會發現其中有種種差別;
For indeed anyone who examines this closely will discover it to be of a diverse kind;
1:181
πάντως αἱρεῖται καὶ τὸ κακὸν ἀποπέμπεται, ὡς ἐπί τε φρονήσεως καὶ ἀφροσύνης, ὑγείας καὶ νόσου, καὶ κάλλους καὶ αἴσχους θεωρεῖται·
在某些情況下,善完全被選取,惡則被摒棄,如在明智與愚昧、健康與疾病、美與醜之上所見的那樣;
in one case the good is altogether chosen and the evil rejected, as is seen in the case of prudence and folly, health and disease, and beauty and ugliness;
1:182
εἰ δὲ ἐφ' ὧν οὐκ ἐναντίωσις ἀλλ' ὁμοίωσις δείκνυται, καὶ τὸ ἕτερον ἧττον ὑπάρχει, ὡς ἐπὶ τῶν προκειμένων ὁρᾶν ἔνεστιν ( εἰ γάρ τις μὴ οὕτω ταῦτα ἔχειν οἰήσεται, σαφῶς ἐκ τοῦ ἐναντίου παραφθέγγεται πνεύματος, ὡς οὐδὲν ἔνθα μνήμη Χριστοῦ ὑπεναντίον), οὐ πάντως ἐπειδὴ τὸ προῦχον ἐνταῦθα προτετίμηται, τὸ ὑφειμένον κατακριθήσεται ἢ ἀναιρεθήσεται, μᾶλλον μὲν οὖν καὶ συνεισαχθήσεται καὶ περιποιηθήσεται·
但若在某些事上所顯明的不是對立,而是相似,只是其中一方程度較低——正如在眼前這件事上可見的那樣(若有人以為並非如此,他顯然是出於相反的靈而妄言,因為凡有基督紀念之處,並無任何相對立之物)——則並非因這裡優越者受到偏重,那較低者便要被定罪或除去;相反,它反倒會一同被納入並得以保全;
but if, in cases where not opposition but similarity is shown, and the one merely exists to a lesser degree than the other—as may be seen in the matters before us (for if anyone should suppose these not to be so, he clearly speaks from a spirit contrary to the truth, since nothing is opposed where there is remembrance of Christ)—then it is not at all the case that, because the superior thing is here preferred, the lesser thing will be condemned or done away with; rather, indeed, it will also be included together with it and preserved;
1:183
ἐπεὶ πόθεν τὸ ὑπεραναβεβηκὸς ἐν τούτοις τὴν προτίμησιν σχοίη καὶ τὸ πρεσβεῖον, μὴ συνεπινοουμένου καὶ σῳζομένου καὶ τοῦ ἐλάττονος καὶ ὃ τὰ δεύτερα φέρεται, ἐν οἷς μάλιστα καὶ κυριώτερον ἡ προτίμησις ὁραθήσεται; δῆλον δέ·
因為若不將那較次者一併思及並保全——那承受次位的較次者——那優越者又從何處在其中獲得偏重與居首之位呢?正是在較次者之中,這偏重才最能、也最恰當地顯明出來。這是顯而易見的:
since whence would the thing that surpasses obtain in these matters its preference and precedence, if the lesser thing—the one that bears second place—were not also thought of together with it and preserved, the very thing in which the preference will be most especially and properly seen? And this is clear:
1:184
καὶ γὰρ οἱ τῶν νοητῶν διακόσμων ταξίαρχοι, οἷον ὁ θεῖος Μιχαὴλ καὶ Γαβριὴλ φέρε εἰπεῖν, ἐπειδὴ τῶν ὑποβεβηκότων ἁγίων ἀγγέλων ἐν ἀξιώματι προτετίμηνται, οὐ διατοῦτο οἱ λοιποὶ θεῖοι ἄγγελοι ἠτιμωμένοι τε καὶ κατάκριτοι·
因為那些理智界秩序的統領,譬如姑且以聖彌額爾與加百列為例,既然在品位上優於次於他們的聖天使,其餘的神聖天使卻不因此就被輕視、被定罪;
for indeed the commanders of the intelligible orders—such as, for example, the divine Michael and Gabriel—since they have been preferred in rank over the lesser holy angels, the remaining divine angels are not, on this account, dishonored and condemned;
1:185
οὐ μὴν οὐδὲ ἡνίκα ὁ τοῦ ἀποστολικοῦ κορυφαῖος χοροῦ, Πέτρος φημὶ ὁ θεσπέσιος, τὸ ἔξοχον ἐνταῦθα ἀποκεκλήρωται, ἤδη οἱ λειπόμενοι τοῦ σωτῆρος μαθηταὶ ἐξουθενημένοι καὶ ἀπωσμένοι·
同樣地,當使徒團的領袖——我是說神聖的彼得——在此被分得那卓越之位時,救主其餘的門徒也不因此就被輕視、被摒棄;
nor indeed, when the foremost of the apostolic choir—I mean the divinely-inspired Peter—has been allotted the pre-eminence here, are the remaining disciples of the Savior thereby despised and rejected;
1:186
ἀλλὰ μὴν οὐδὲ εἰ ὁ τὴν βασίλειον διέπων ἀρχήν, ἐπεὶ τὸ ὑπερφερὲς ἐν ἅπασιν κέκτηται, ταύτῃ δὴ οἱ τῆς ὑπατικῆς ἀξίας μεμοιραμένοι, ἔκπτωτοι καὶ ἄτιμοι
又如,若那執掌王權者,因在萬事上擁有超卓之位,那些領受執政官尊位者,也不因此就成了失位、蒙羞之人;
nor indeed, if he who administers the royal authority possesses supremacy in all things, are those who have been allotted consular rank, for this reason, cast down and dishonored;
1:187
ὅπου γε ὁρῶμεν τὰ ἀνθρώπινα ἔσθ' ὅτε τῶν θείων προτιμώμενα, τοῦτο τῆς θείας ἔργον προνοίας, τρόποις οἷς οἶδεν ἀπορρήτοις κυβερνώσης καὶ διεξαγούσης τὰ ἡμέτερα καὶ πολλὴν τὴν κηδεμονίαν περὶ ἡμᾶς ἐνδεικνυμένης
既然我們也看到,人間之事有時被置於神聖之事之上受到偏重,這正是神聖天意之作為,祂以自己所知的、莫測的方式治理、安排我們的事務,並向我們顯示極大的眷顧;
seeing that we observe human things sometimes preferred to divine things—this is the work of divine providence, which by ways it knows to be ineffable governs and administers our affairs, and displays great care for us.
1:188
καὶ εἴ τις ἐνίσταιτο, παρὰ τῆς εὐαγγελικῆς ἐμπεδούσθω διδασκαλίας, ἣ τῷ προσφέροντι τὸ δῶρον ἐπὶ τὸ θυσιαστήριον παρακελεύεται, εἴ που μνησθείη τὸν ἀδελφὸν ἔχειν τι κατ' αὐτοῦ, ἀφεῖναι τὸ δῶρον αὐτοῦ, καὶ ἀπελθόντα πρῶτον καταλλαγῆναι καὶ τηνικαῦτα προσφέρειν·
若有人對此提出異議,讓這由福音的教訓來加以確立,那教訓吩咐獻祭物於祭壇者,若想起弟兄對他有所不滿,就當把祭物留在那裡,先去與弟兄和好,然後再來獻上;
And if anyone should object, let this be confirmed from the evangelical teaching, which commands the one offering a gift at the altar, if he remembers that his brother has something against him, to leave his gift there, and go first and be reconciled, and then to offer it;
1:189
ἀλλ' οὐκ εἰ ταῦτα προτιμητέα, διατοῦτο τὰ θεῖα περιοπτέα ἢ κατακριτέα
然而並非因這些事應受優先,神聖之事便理當被輕忽或定罪。
but it does not follow that, because these things are to be preferred, the divine things are therefore to be disregarded or condemned.
1:190
Εἰ δὲ ἔδει παρθενίαν προτιμηθῆναι, ἔδει καὶ γέννησιν τιμηθῆναι, ὁ μέγας ἐπιφωνείτω Γρηγόριος
「若當偏重童貞,也當尊重生育」——讓偉大的額我略如此呼喊。
"But if virginity had to be preferred, childbearing also had to be honored"—let the great Gregory proclaim this.
1:191
οὕτω καὶ ἡ τῶν πραγμάτων ἀκολουθία καὶ ὁ τῆς ἀληθείας λόγος ἔχοι ἂν τὸ ἀδιάπτωτον, ἐν οἷς καὶ περὶ ἕτερα καὶ διάφορα ἡ προτίμησις·
事物的一貫性與真理的道理,正是如此才能保持不可動搖,即在涉及其他、不同之事時的偏重亦然;
Thus also the consistency of the matters and the principle of truth would keep to what is infallible, in cases where the preference concerns other and different things;
1:192
ἐνταῦθα δὲ οὐχ' οὕτως, ἀλλὰ περὶ ἓν καὶ τὸ αὐτὸ ἡ τιμή, κἂν διαφόρως προσάγοιτο·
但在此卻並非如此,這裡的尊崇乃是關乎同一件事,縱然以不同方式呈現;
but here it is not so; rather, the honor concerns one and the same thing, even though it is applied in different ways;
1:193
καὶ γὰρ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει
因為像的尊崇乃是傳遞到原型之上的。
for indeed the honor given to the icon passes over to the prototype.
1:194
ἔδει ταῦτα δυσωπῆσαι τῶν χριστομάχων τὴν ἀπαιδευσίαν καὶ μοχθηρίαν
這些道理本該使那些與基督為敵者的無知與邪惡感到羞愧。
These things ought to have shamed the ignorance and depravity of the Christ-fighters;
1:195
εἰ μὲν γὰρ πρὸς ἄλλου τινὸς εἶδος ταῦτα ἐτετύπωτο τὰ ὁμοιώματα, ἢ ἑτέρου του μνήμην εἰσῆγεν, ἔσχεν ἂν τὸ εὐπρόσωπον ὁ λόγος αὐτοῖς·
因為若這些相似之像所摹刻的是某個別人的形貌,或引入的是對別人的紀念,他們的論辯或許還算有幾分道理;
for if these likenesses had been formed after the appearance of someone else, or had introduced the remembrance of someone else, their argument would have had a plausible face;
1:196
εἰ δὲ αὐτὸν ἡμῖν τὸν σωτῆρα Χριστὸν χαρακτηρίζειδηλοῖ ἐπιγεγραμμένον καὶ τοὔνομα, ᾧ καὶ ἡ ἐν λατρείᾳ προσκύνησις σὺν τῷ πατρὶ προσάγεται καὶ τῷ πνεύματι ( καὶ οὐδεὶς τούτοις ἀντερεῖ, κἂν μανίας εἰς ἄκρον καὶ βακχείας ἐξεκυλίσθη·
但若它所刻畫、所彰顯給我們的正是救主基督本人,其名亦題寫於其上——而向祂,連同聖父與聖神,也獻上那屬於敬拜的敬禮(對此無人會反駁,即便他已墮入極端的瘋狂與癲狂)——
but if it depicts and reveals to us the Savior Christ himself, with his very name inscribed—he to whom the veneration that belongs to worship is also offered together with the Father and the Spirit (and no one will speak against this, even if he has rolled headlong into the extremity of madness and Bacchic frenzy)—
1:197
οὐ γὰρ ἑτέρου εἰκὼν ἡ Χριστοῦ εἰκὼν νοηθήσεται, ὡς οὐκ ἐνὸν τὴν ἐπί τινος κηροῦ σφραγῖδα ἑτέροις χαράγμασιν ἐναρμόσασθαι·
因為基督的像不會被理解為別人的像,正如某一蠟印不可能與別的刻紋相符一樣;
for the icon of Christ will not be understood as the icon of anyone else, just as the seal-impression made in a piece of wax cannot be fitted to different engravings;
1:198
ἢ δεδόσθω παρ' αὐτοῖς ὁ ἐνανθρωπήσας ἕτερος καὶ τὸ πᾶν λέλυται), τί δὴ οὖν λυπεῖ, τοῦ θείου προτετιμημένου σεβάσματος, μὴ καὶ ταῦτα τὸ ἐοικὸς αὐτοῖς καὶ ἀναλογοῦν σέβας ὡς οἰκεῖα Χριστοῦ ἀποφέρεσθαι, ἀλλὰ μὴ τὸ ἄχρηστον παρὰ τῶν ἀσεβῶν καὶ κατάκριτον, εἴ γε δεῖ κατὰ τὴν θεολόγον φωνὴν καὶ ταῦτα τιμηθῆναι κἀκεῖνα προτιμηθῆναι; ἀλλὰ κἂν αὐτοὶ σιγῶσι τὸ ἀπόρρητον, οἱ λίθοι κεκράξονται, ὅτι καὶ ἡ ἀτιμία τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον ( ὅπέρ ἐστιν αὐτοῖς περισπούδαστον) διαβαίνει, καθὰ παρ' ἡμῖν ἡ τιμή
或讓他們承認:成為人的另有其人,如此整個論證便瓦解了——那麼,既然神聖的敬拜已受優先,這聖像也獲得與此相稱、相應、屬於基督之物的敬禮,這又有什麼妨害呢?何以竟要如那些不敬之人所主張的,將其視為無用而定罪?若依那位神學家的話,這些既當受尊崇,那些又當受優先,豈非理當如此?然而,縱使他們自己對此隱情緘默不語,石頭也要呼喊出來:像所受之辱,也同樣傳遞到原型之上(這正是他們所極力關切之事),如同尊榮之於我們一般。
or let it be granted by them that a different one became man, and the whole matter is dissolved—what harm then is there, when the divine object of veneration has been preferred, that these things too should receive the fitting and corresponding reverence proper to Christ, and not rather be treated as useless and condemned by the impious—if indeed, according to the theologian's word, both these must be honored and those preferred? But even if they themselves keep silent about the unspeakable truth, the stones will cry out that the dishonor of the icon also passes over to the prototype (which is precisely what they are most concerned about), just as among us the honor does.
1:199
εἶτα ποῦ οἱ φιλοσκώμμονες καὶ συκοφάνται τῆς ἀληθείας ὁμοτίμους τὰς εἰρημένας προσκυνήσεις προσφέρειν Χριστιανοὺς κατειλήφασιν, ἵνα τὴν μὲν προτιμήσωσιν, τὴν δὲ κατακρίνωσιν; εἰ δ' οὖν τοῦ προτετιμῆσθαι χάριν τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν ἐκείνη κατακέκριται, ἐξῆν πάντως αὐτοῖς καὶ πᾶν ἱερὸν καθαιρήσειν καὶ διολλύναι, ἵνα πλείονος τῆς προτιμήσεως καὶ δόξης ἔτυχεν·
那麼,這些好嘲弄、誣衊真理之人,究竟在何處曾見基督徒把上述兩種敬禮視為同等尊榮而獻上,以致要偏重其一、定罪其二呢?若說正因偏重「在靈裡與真理中的敬拜」,那(敬禮聖像)便遭定罪,那麼他們大可拆毀、摧滅一切聖物,如此便可使那偏重與榮耀更加彰顯;
Then where have these mockers and slanderers of the truth ever caught Christians offering the aforementioned acts of veneration as equal in honor, so that they might prefer the one and condemn the other? If, then, it is for the sake of preferring the worship in spirit and truth that the other has been condemned, it was surely open to them also to destroy and utterly demolish every sacred place, so that the preference and glory might be all the greater;
1:200
ὃ γὰρ ἐφ' ἑνὶ καθαιρεθέντι δόξαν ἀποφέρεται, ταύτην ἐπὶ τῇ τῶν πλειόνων ἀναιρέσει μείζονα δήπου ἀποίσεται
因為摧毀一物所帶來的榮耀,摧毀更多之物必然帶來更大的榮耀。
for the glory obtained by the destruction of one thing will surely be obtained to a greater degree by the destruction of many.
1:201
προτιμήσωσιν, διατοῦτο προτιμήσεις καὶ κατακρίσεις ἐπετεχνάσαντο, οὐδὲ τοῦ περὶ τὸ θεῖον σεβάσματος φροντίδα τιθέμενοι, ἀλλ' ἵνα ὥσπερ ἐκ τοῦ ἐναντίου ἐμπνεόμενοι πνεύματος τὴν παροῦσαν εὐημερίαν καὶ δόξαν μετὰ τῆς τῶν ἀγόντων κακοδαιμονίας τιμήσωσιν καὶ τὸν κτηνώδη βίον καὶ ἀσχήμονα καὶ παράνομον θεραπεύσωσιν, τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου προσκεχηνότες, δεδουλωμένοις κόσμῳ καὶ κοσμοκράτορι, τοῖς παροῦσι μόνοις προστετηκόσι καὶ γήϊνον καὶ χαμαίζηλον ἐξ ἀλογίας καὶ ἀπιστίας κεκτημένοις τὸ φρόνημα, μηδεμίαν ἐλπίδα πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι τοῖς ἀξίοις δόξαν κεκτημένοις, εὐημέρησιν ἐπαγγελλόμενοι καὶ χρόνους ἐπιμετροῦντες ὧν οὐκ ἦσαν κύριοι, ὅτι καθ' ὅσον προσκόψεις εἰς τὰ θεῖα, κατὰ τοσοῦτον εὐημερήσεις·
……好使他們得以偏重(那敬拜);為此他們設計出種種偏重與定罪,全然不顧對神聖之事的敬畏,反倒彷彿受相反之靈的鼓動,一面尊崇眼前的安逸與榮耀,一面卻與那引導他們之人同陷厄運,且以此侍奉那獸性、無恥、悖法的生活;他們只顧盼望這世代的掌權者,甘為世界與世界掌權者的奴僕,唯獨戀慕眼前之物,因無理性與不信而懷有屬地、卑下的心思,對那將要向配得者顯明的榮耀毫無盼望;他們應許安逸,擅自分派本不屬他們掌管的時日,宣稱:你越冒犯神聖之事,就越發亨通;
...so that they might give it preference; for this reason they contrived preferences and condemnations, taking no thought at all for reverence toward the divine, but so that, as though inspired by the opposite spirit, they might honor present prosperity and glory together with the ill fortune of those who led them, and might minister to a beastly, unseemly, and lawless life, gaping after the rulers of this age, enslaved to the world and the ruler of the world, clinging only to present things, and possessing, out of irrationality and unbelief, an earthly and grovelling mindset, having no hope toward the glory that is to be revealed to those who are worthy—promising prosperity and allotting periods of time of which they were not lords, saying: the more you offend against the divine, the more you will prosper;
1:202
καθ' ὅσον καθέλοις, τοσοῦτον εὖ βιώσοις
你毀壞得越多,就越發活得美好。
the more you destroy, the better you will live.
1:203
ὧν τοῖς προμεμαντευμένοις πτερούμενοι οἱ ἄνομοι, ἐπὶ τοσοῦτον ἀπιστίας καὶ ἀθεΐας ἐξώκειλαν, κατὰ Χριστοῦ τε καὶ τῆς Χριστοῦ κληρονομίας ἀπομανέντες·
那些不法之人被這些先前所預言的話語所鼓動,以致陷入如此程度的不信與無神,瘋狂地悖逆基督與基督的產業;
Being emboldened by these things prophesied beforehand, the lawless ran aground on such a degree of unbelief and atheism, raging madly against Christ and the inheritance of Christ;
1:204
ταύτῃ τοι τῇ θείᾳ δόξῃ μεμαχημένοι καὶ τῶν ἁγίων πολέμιοι καὶ πάσης τῆς ἐκκλησίας κατέστησαν
正是如此,他們與這神聖的榮耀交戰,成了聖徒與全教會的仇敵。
and thus, having warred against this divine glory, they became enemies both of the saints and of the whole church.
1:205
ὧν ἡ δόξα ἀπέσβη, ὀνείροις ἐν ἴσῳ ἀποπτᾶσα, καὶ τὰ δραματουργούμενα παραδεδειγμάτι σται·
他們的榮耀已經熄滅,如夢一般消逝無蹤,他們所導演的種種也已成了鑑戒。
Their glory has been extinguished, having flown away just like dreams, and their staged deeds have been held up as an example of shame;
1:206
θεία γὰρ δίκη ἐπιλαβοῦσα τὴν κακίαν τῶν μοχθηρῶν ἐθριάμβευσεν
因為神聖的公義已然介入,戰勝了那些邪惡之人的惡行。
for divine justice, having taken hold of it, triumphed over the wickedness of the depraved.
1:207
ἆρα οὐδενὶ τῶν πρὶν βεβασιλευκότων τῆς περὶ τὸ θεῖον λατρείας ἐμέλησε πώποτε, καίτοι πολλῶν ὀρθοδόξων γε ὄντων καὶ τῶν τῆς εὐσεβείας δογμάτων ἀντεχομένων, εἴπερ, ὡς ἔφασκον οὗτοι, εἰδωλολατρία τὸ πραττόμενον ἐξ ἀρχῆς ἦν; καὶ γὰρ ὁ διδάσκαλος αὐτῶν ἀπεφαίνετο δι' ὧν τε παρρησίᾳ ἐδημηγόρει θεομαχῶν, δι' ὧν τε ἔγραφεν πολλοῖς πολλάκις ματαιοπονῶν, ὡς ἐκ παλαιοῦ καὶ τῶν ἄνωθεν χρόνων εἰδωλολατρίᾳ Χριστιανοὶ προσέσχον
難道歷來在位的君王當中,竟從無一人曾關心對神聖之事的敬拜嗎?儘管其中不乏正統信仰、恪守虔敬教義之人——若如這些人所言,此舉自始便是偶像敬拜的話?因為他們自己的教師,無論是在公然與神為敵的演說中,還是在他屢屢徒勞無功寫給眾人的著作中,都曾宣稱:基督徒自古以來、自最早的時代起,便一直依附於偶像敬拜。
Did, then, none of those who had previously reigned ever care about the worship due to the divine, although many of them were indeed orthodox and held fast to the doctrines of piety—if indeed, as these men asserted, what was being done was idolatry from the beginning? For indeed their own teacher declared, both through what he proclaimed publicly in his fight against God, and through what he wrote, often laboring in vain for many, that from ancient times and from the earliest ages Christians had adhered to idolatry.
1:208
ἀλλὰ καὶ ἐν συνόδοις ἱεραῖς ἐκεῖνοι διέπρεψαν καὶ τοῖς προγεγενημένοις ἔστερξαν καὶ αὐτοί γε ἐπῳκοδόμησανκαὶ δηλοῦσιν οἱ παρ' αὐτῶν ἀνασταθέντες θεῖοι ναοὶ καὶ τὰ ἱερὰ κειμήλια·
然而,那些(先前的君王)卻在聖會議中卓然有成,並贊同前人所行之事,甚至自己也加以增建——由他們所建立的神聖聖殿與聖物寶藏,正足以為證;
But indeed those former rulers excelled also in holy synods, and gave their assent to what had been done before, and they themselves also built further upon it—and the divine temples raised up by them, and the sacred treasures, bear witness to this;
1:209
οὐ μήν, καίτοι αἱρέσεις ἀτοπωτάτας ἐλαύνοντες, διωγμοῖς τηλικούτοις ἀνθρώποις ἐπέθεντο πώποτε
誠然,儘管他們曾推行極為荒謬的異端,他們卻從未對世人施加如此重大的迫害。
yet indeed, even though they promoted the most absurd heresies, they never inflicted such great persecutions upon men.
1:210
ἤδη δὲ οὐκ ὀλίγοι καὶ τῶν τὸ ἱερατικὸν ἀξίωμα κατακληρωσαμένων ταῦτα καλλιεργήσαντες ἐγνωρίσθησαν·
而事實上,就連不少受任聖職者,也曾被人知道善於培育這些(聖像的敬奉)。
and indeed not a few of those who had been allotted the priestly dignity were also known to have cultivated these things well.
1:211
οἱ δὲ τῆς θείας κατεπαιρόμενοι δόξης καὶ τοῖς τοῦ πονηροῦ ὑποσυρέντες δελεάσμασιν, κιβδήλοις δὲ καὶ ἀλλοτρίοις τῆς εὐσεβείας δόγμασιν προσεσχηκότες καὶ αὐθαίρετοι πρὸς τὴν δυσσέβειαν ὡρμημένοι, χεῖρα μαργῶσαν κατὰ τῶν εὐσεβούντων ἐπανετείναντο καὶ τὰ κάκιστα καὶ παγχάλεπα ἔδρασαν
然而那些自高自大、悖逆神聖榮耀者,被那惡者的誘餌所拖累,附從了虛偽而異於敬虔之道的教義,並自願奔赴不敬虔之途,向敬虔者伸出了狂暴之手,行了最惡毒、最殘酷之事。
But those who exalted themselves against the divine glory, and were dragged down by the baits of the evil one, and who attended to counterfeit doctrines foreign to piety, and rushed of their own accord into impiety, stretched out a raging hand against the pious and did the most evil and utterly grievous deeds.
1:212
οὐδὲ γὰρ βασιλέων εὐσεβούντων παρ' ἑαυτοῖς δόξας κινεῖν τε καὶ ἀνελίττειν τὰς εὖ καθεστηκυίας μάλιστα, αἱρέσεων δὲ πονηρῶν παρεμφυεισῶν τῇ ἐκκλησίᾳ χεῖρα ὀρέγειν, καὶ ταῖς σπουδαῖς χρωμένους τῷ τῆς ὀρθοδοξίας λόγῳ συναίρεσθαι, ψήφῳ δὲ καὶ ἐπικρίσει τῶν πεπιστευμένων τῆς ἐκκλησίας τοὺς οἴακας ἕπεσθαι καὶ τὰ δοκιμασθέντα ἐκθύμως ἐπιτελεῖν καὶ ἐξανύειν ὡς ἄριστα·
因為敬虔的君王之責,並非親自搖動、拆解那已然妥善確立的信理;而是當邪惡的異端滋生於教會之中時,伸出援手,運用其熱忱,與正統教義的道理協力配合;卻要依循那些受託於教會者的表決與裁斷而順從其舵,並竭盡熱忱地將已被審定認可之事,盡善盡美地完成、達致。
For it is not the part of pious emperors to disturb and unravel opinions well established among themselves; rather, when evil heresies have grown up within the church, it is their part to extend a helping hand, and, employing their zeal, to cooperate with the doctrine of orthodoxy, but to follow the helm by the vote and judgment of those entrusted with the church, and to carry out and accomplish most excellently, with all eagerness, what has been approved.
1:213
οἷς γὰρ ἡ ἐκκλησία τοῦ θεοῦ ἄνωθεν ἐπιτέτραπται, οὐκ ἀσυμφανές
因為神的教會究竟被託付於何人,這自上而言乃是不言自明、並非隱晦之事。
For to whom the church of God has been entrusted from above is not unmanifest.
1:214
ἐμβοάτω Παῦλος μεγαλόφωνόν τι καὶ ἔκπυστον, ὡς ἀπόστολοί τε εἶεν, προφῆται αὖ καὶ μὴν καὶ διδάσκαλοι
讓保羅高聲宣揚一句響亮而著稱之言:既有使徒,也有先知,又有教師。
Let Paul cry out something loud and renowned, namely that there are apostles, and again also prophets and teachers.
1:215
καὶ ταῦτα μὲν ὧδέ πῃ ἐχέτω·
以上諸事,姑且如此而論。
And let these things stand thus, in some such way.
1:216
ἡμεῖς δέ, οἷς τὸ διάφορον τῆς προσκυνήσεως ἔγνωσται, ἐπεὶ διδακτοὶ θεοῦ ἐσμὲν καὶ θεὸν ἔγνωμεν τὴν πάντων ποιητικὴν καὶ συνεκτικὴν αἰτίαν, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι γνωριζόμενόν τε καὶ προσκυνούμενον, αὐτῷ μόνῳ πιστεύομεν καὶ λατρεύομεν καὶ τὴν πάντων ἐπέκεινα καὶ ἐξῃρημένην δόξαν προσφέρομεν καὶ προσκύνησιν, τὴν ἐν πνεύματι λογικὴν καὶ ἀληθινὴν λατρείαν
但我們既已明白「敬拜」與「敬禮」之分別,因我們乃蒙神親自教導,且已認識神——那作萬有之創造與維繫之因者,於聖父、聖子、聖神中得以彰顯並受敬拜——唯獨向祂,我們懷信而獻上敬拜,並獻上那超乎萬有、卓然超絕的榮耀與敬禮,即那在靈裡合乎理性的、真實的敬拜。
But we, who know the distinction of veneration, since we are taught by God and have known God as the creative and sustaining cause of all things, known and worshipped in Father, Son, and Holy Spirit — to Him alone do we believe and offer worship, and we offer the glory that transcends and is set apart from all things, and that veneration, namely the rational and true worship in spirit.
1:217
καὶ ἡμεῖς ἐσμὲν οἱ ἀληθινοὶ προσκυνηταὶ οἱ τῇ χάριτι αὐτοῦ καὶ φιλανθρωπίᾳ τὴν εἰς αὐτὸν γνῶσιν πεπλουτηκότες, ἐπειδὴ πνεῦμα ὁ θεὸς καὶ πάσης ἀσωματίας καὶ ἀϋλίας ἐστὶν ὑπερέκεινα καὶ τῶν ὄντων πάντων ἐξῃρημένως ὑπεραναβέβηκεν·
而我們正是那真實的敬禮者,因祂的恩典與慈愛,在認識祂之事上已然富足;因為神是靈,超乎一切無形無質之上,卓然超越了萬有。
And we are the true venerators, who by His grace and love for mankind have grown rich in the knowledge of Him, since God is spirit, and is beyond all incorporeality and immateriality, and has transcendently risen high above all things that exist;
1:218
καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν δεῖ, φησὶν ἡ ἀλήθεια Χριστός·
「敬禮祂的人,必須在靈裡、在真理中敬禮祂」——那身為真理的基督如此說;
"And those who venerate Him must venerate Him in spirit and in truth," says Christ, who is the Truth;
1:219
τοιούτους γὰρ ζητεῖ καὶ ὁ πατὴρ τοὺς προσκυνοῦντας αὐτόν
因為父也尋找這樣敬禮祂的人。
for such the Father also seeks, those who venerate Him.
1:220
παραπετάσματος ἐπιβάλλοντες, οὐδαμῶς τὴν διάνοιαν κτίσμασιν ἢ χρώμασιν τεθολωμένην ἔχοντες ἀλλὰ πάσης κτιστῆς ἐμφάσεως ἀμιγῆ καὶ καθαρὰν κεκτημένοι, ὁσίας χεῖρας ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ ἐπαίροντες τὰς ὀφειλομένας εὐχαριστίας ἀποδίδομεν
我們彷彿張起一層帷幕,使我們的心智絲毫不為受造之物或色彩所矇蔽,而是保有它不雜、純淨、不染一切受造之表象;並在祂主權所及的每一處,舉起聖潔的雙手,獻上理當獻上的感謝。
drawing, as it were, a veil over such things, having our understanding in no way clouded by created things or colors, but possessing it unmixed and pure of every created appearance, and lifting up holy hands in every place of His dominion, we render the thanksgivings that are due.
1:221
οὐ γὰρ τόπῳ τινὶ τὴν λατρείαν ἡμῶν περιγράφομεν καθάπερ πάλαι Ἰουδαίοις νενομοθέτητο·
因為我們並不像昔日律法為猶太人所規定的那樣,把我們的敬拜限定於某一處所;
For we do not circumscribe our worship to any particular place, as was once legislated for the Jews;
1:222
οὐκ ἐν ὁλοκαυτώμασιν κριῶν καὶ ταύρων ἢ προσχύσεσιν αἵματος, ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως καὶ καθαρᾷ καρδίᾳ, ὃ δὴ λέγεται, θύομεν τῷ θεῷ θυσίαν αἰνέσεως
並非藉公羊、公牛的燔祭,或灑血之禮;而是憑破碎的心靈、謙卑的靈與潔淨的心——正如經上所言——我們向神獻上讚美的祭。
not in whole burnt-offerings of rams and bulls, or effusions of blood, but in a contrite soul and a spirit of humility and a pure heart do we, as it is said, sacrifice to God a sacrifice of praise.
1:223
πνευματικὴ οὖν ἡμῶν ἡ λατρεία, καθ' ἣν καὶ Παῦλος ὁ θεῖος ἐλάτρευεν ἐν τῷ ἑαυτοῦ πνεύματι, ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ τοῦ θεοῦ, παριστάνειν καὶ ἄλλους παρακαλῶν τὰ σώματα, θυσίαν εὐάρεστον, τὴν λογικὴν λατρείαν
因此,我們的敬拜乃是屬靈的敬拜;神聖的保羅正是照此在他自己的靈裡,於神子的福音中敬拜,並勸勉他人也將身體獻上,作為蒙悅納的祭,即合乎理性的敬拜。
Our worship, then, is spiritual, according to which the divine Paul also worshipped in his own spirit, in the gospel of the Son of God, exhorting others also to present their bodies as an acceptable sacrifice, namely the rational worship.
1:224
ἐπειδὴ δὲ ὁ εἷς τῆς ὑπεραρχίου καὶ ὑπερθέου τριάδος, ὁ τοῦ θεοῦ καὶ πατρὸς υἱός, ὁ κύριος καὶ θεὸς ἡμῶν, ἀρρήτῳ φιλανθρωπίᾳ καὶ εὐδοκίᾳ τοῦ πατρός, συνεργοῦντος τοῦ παναγίου καὶ ζωαρχικοῦ πνεύματος, τὴν ἡμετέραν ὑπέδυ πτωχείαν καὶ ἄνθρωπος κατὰ πάντα τέλειος πλὴν ἁμαρτίας καθ' ἡμᾶς κεχρημάτικεν, καὶ κυρίως καὶ ἀληθῶς, οὐ δοκήσει καὶ φαντασίᾳ ὡς δοκεῖ τοῖς ἀδοκήτοις, ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφηοὗ δὴ χάριν καὶ περιγέγραπται καὶ γράφεται σωματικῶς κατὰ τὸ ἀνθρώπινον, ὥσπερ τυγχάνει ἀπερίγραπτος κατὰ τὴν θεότητα, κατ' οὐδένα τρόπον συγχύσεως ἢ διαιρέσεως ἐπὶ τῶν συνδραμουσῶν φύσεων ἐν τῇ μιᾷ ὑποστάσει κατὰ τοὺς ἀνοήτους ἐπινοουμένης·
既然那超越元首、超越神性之三一中的一位——即神與父之子,我們的主、我們的神——因著父那不可言喻的慈愛與美意,並在全聖、賦予生命之根源的聖靈同工之下,屈就我們的貧乏,按我們的樣式成為凡事完全、惟獨無罪的人;且是真正地、確實地——並非如那些荒謬臆想之人所以為的那樣,僅是幻影與虛象——顯現於地上,與世人同居共處。正因此故,祂按人性而言,既被描繪,也可被身體性地繪畫,正如祂按神性而言乃是不可被描繪的一樣;這在那匯合於同一位格中的二性之間,絲毫不含混淆或割裂之意——正如那些愚昧之人所妄自臆度的那樣。
But since the One of the trans-supreme and trans-divine Trinity, the Son of God and the Father, our Lord and God, by the ineffable love for mankind and good pleasure of the Father, the all-holy and life-originating Spirit co-working, put on our poverty, and became man in every respect perfect except for sin, according to us, and properly and truly — not in seeming and fancy, as it seems to those who fancy so foolishly — was seen on earth and lived among men; for this reason He is also both circumscribed and depicted bodily according to His humanity, just as He is uncircumscribed according to His divinity, in no way of confusion or division being conceived concerning the natures that concurred in the one hypostasis, as the senseless suppose.
1:225
οὐδὲ γὰρ σαρκούμενος ἢ πάσχων ὑπὲρ ἡμῶν σώματι τούτων τι πέπονθεν·
因為即便在成為肉身,或為我們在身體上受苦之時,祂也未曾因此而受這些之苦。
For not even in becoming flesh, or in suffering in the body on our behalf, did He suffer any of these things.
1:226
ταύτῃ τε πεπιστεύκαμεν ὀρθῶς καὶ ταύτην τὴν ὁμολογίαν ὡς σωτηρίας ἡμῖν αἴτιον περιέπομεν, τούτου γε χάριν καὶ τοῖς σεπτοῖς καὶ ἱεροῖς τῆς θείας οἰκονομίας συμβόλοις τὴν πρέπουσαν, καθάπερ καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὴν ἐκκλησίαν ἱεροῖς, τὴν τιμὴν καὶ τὸ σέβας ἐκνέμομεν κατὰ τὴν ἀρχῆθεν κεκρατηκυῖαν παράδοσιν
我們正是如此正確地相信,並珍守此信仰告白,視之為我們救恩之因由;也正因如此,我們對那神聖救贖計劃中可敬而神聖的表記——一如對教會中其他聖物一般——按照自古以來所持守之傳統,獻上應有的尊崇與敬重。
In this way we have believed rightly, and we cherish this confession as the cause of our salvation; for this reason, then, we also render the due honor and reverence to the venerable and sacred symbols of the divine economy, just as to the other sacred things throughout the church, according to the tradition that has prevailed from the beginning.
1:227
καὶ οὐδεὶς ὁ κωλύσων λόγος, ὅτι μηδὲν ὑπεναντίον τῆς εὐσεβοῦς ἡμῶν ἔχει δόξης
也沒有任何理由能加以阻止,因為此事絲毫不與我們敬虔的信念相違背。
And there is no argument to prevent this, since it contains nothing contrary to our pious belief.
1:228
καὶ γὰρ ἐπὶ τιμῇ τοῦ ἐνηνθρωπηκότος υἱοῦ καὶ θεοῦ ἡ προσκύνησις αὕτη γνωρίζεται·
因為這敬禮,正是為要尊崇那成為人的子、神子而行的。
For indeed this veneration is recognized as being for the honor of the Son and God who became man;
1:229
ἡ δὲ εἰς τὸν υἱὸν τιμή, ἐμφανὲς ὅτι καὶ εἰς τὸν πατέρα καὶ εἰς τὸ ἅγιον ἀνάγεται πνεῦμα·
而歸於子的尊榮,顯然也同樣歸於父,並歸於聖靈;
and the honor given to the Son is clearly referred also to the Father and to the Holy Spirit;
1:230
ὁ γὰρ τιμῶν τὸν υἱόν, φησίν, τιμᾷ τὸν πατέρα·
因為經上說:「尊敬子的,就是尊敬父」;
for "he who honors the Son," it says, "honors the Father";
1:231
οἷς καὶ τὸ πνεῦμα ἀχωρίστως συντιμηθήσεται
而聖靈也必與祂們不可分割地一同受尊崇。
with whom the Spirit also will be inseparably co-honored.
1:232
ἡ οὖν ἐπὶ τῇ εἰκόνι Χριστοῦ παρ' ἡμῶν γινομένη προσκύνησις οὕτως ἔχει, καὶ λόγος αὐτῇ τῷ μὲν προφανεῖ τῆς ἐντεύξεως, τοῖς αἰσθητοῖς αἰσθητῶς εὐθὺς καὶ ἐκ πρώτης θέας ἐπιβάλλειν τοὺς θεωμένους, τῷ κεκρυμμένῳ δὲ τῆς νοήσεως οὐ μέχρι τούτων τὸν νοῦν ἵστασθαι·
故此,我們向基督聖像所獻之敬禮乃是如此;其道理在於:就其明顯可見的一面而言,觀者一望即知,以感官直接感知那可感知之物;然而就其隱而未顯的理解層面而言,心智並不止步於此。
Such, then, is the veneration that is offered by us to the icon of Christ; and its rationale is this: as to the manifest aspect of the encounter, those who behold it apply themselves at once and from the first sight, in a sensory manner, to what is perceived by the senses; but as to the hidden aspect of understanding, the mind does not stop there.
1:233
νοερῶς γὰρ ἐπὶ τὰ πρωτότυπα ποδηγεῖ καὶ πρὸς τὰ ὑψηλότερα προάγει, τὴν κτίσιν ὑπεραναβαίνειν καὶ τῶν οὐρανῶν ὑπεράλλεσθαι καὶ μετὰ τῶν μακαρίων δυνάμεων γίνεσθαι καὶ συνομίλους τοῖς ἀσωμάτοις καθίστασθαι καὶ συνδοξολογεῖν τὸν ἐπὶ πάντων θεὸν καὶ δεσπότην καὶ ὑπὲρ τῶν ἐκεῖθεν ἡμῖν δηλουμένων εὐεργεσιῶν τὰς εὐχαριστίας προσάγειν·
因為它以理智引導心靈趨向原型,並使其邁向更高之境——超越受造之物,躍升諸天之上,與蒙福的諸能者同在,與無形之靈為侶交談,並與之同聲頌讚那統轄萬有的神與主宰,且為那由彼處向我們所彰顯的恩澤獻上感謝。
For it guides the mind intellectually toward the prototypes and leads it forward toward higher things, namely to rise above creation and leap beyond the heavens and to be among the blessed powers and become companions in converse with the incorporeal beings, and to join in glorifying God and Master over all, and to offer up thanksgivings for the benefits made known to us from thence.
1:234
καί, ὡς ἄν τις σαφέστερον εἴποι, οἱονεὶ προπύλαια τῶν νοητῶν τυγχάνει καὶ τὰς πύλας ἡμῖν ἀναπετάννυσιν τὰς οὐρανίας καὶ πρὸς τὰ ἄδυτα τῶν ὑπερκοσμίων παραπέμπει
更明白地說,它彷彿是通往知性領域的門廊,為我們敞開天上的門戶,並引領我們進到那超世界之奧秘至聖之所。
And, to speak more plainly, it serves as, so to say, the outer gateway of the intelligible realm, and opens wide for us the heavenly gates, and sends us onward to the innermost sanctuaries of the things beyond the world.
1:235
τοιαύτη γὰρ τῶν συμβόλων ἡ φύσις, διαμέσου τούτων ἐπὶ τὰ ὧν εἰσιν σύμβολα τοὺς μεμυσταγωγημένους ἀνάγειν·
因為表記的本質正是如此:藉著它們本身,引領那些已受奧秘啟迪之人,上達那些為其所表記之事物。
For such is the nature of symbols, to lead up, by means of themselves, those who have been initiated into the mysteries, to the things of which they are symbols;
1:236
ἐντεῦθεν καὶ ἑρμηνευτικὰ τοῦ εὐαγγελίου ὑπάρχουσιν, ἢ αὐτόθεν εὐαγγέλιον, καὶ διασαφητικὰ καὶ ἐπεξηγητικὰ τῶν ἐν αὐτῷ λόγων
因此,它們也是福音的詮釋,甚或本身即是福音,且對其中之言辭具有闡明與解說之效。
hence they are also interpretive of the gospel, or are, in themselves, gospel, and clarifying and explanatory of the words contained in it.
1:237
ἀναγωγικὴ οὖν μᾶλλον ἡ τούτων θεωρία καὶ χειραγωγικὴ ἐπὶ τὴν ὑπερτάτην προσκύνησιν·
因此,對此等事物之默觀,乃具引升之效,猶如以手引領人趨向那至高的敬禮;
The contemplation of these, then, is rather anagogic, and leads by the hand toward the supreme veneration;
1:238
ὡς γὰρ ἀπὸ τῶν εἰκόνων ἐπὶ τὰ πρωτότυπα ἡ τιμὴ ἄνεισιν, οὕτως ἀπ' αὐτῶν κατὰ τὴν νοερὰν δύναμιν ἐπὶ τὴν ἁπλῆν καὶ ἐνθεεστέραν καὶ ἄϋλον μέτεισιν ἡ προσκύνησις
正如尊榮由聖像上達於原型,敬禮也照樣憑藉理智之能,由聖像轉向那單純、更具神性、且非物質之境。
For as the honor ascends from the icons to the prototypes, so from them, according to the intellectual faculty, the veneration passes over to that which is simple and more divinely inspired and immaterial.
1:239
ἐπειδὴ γὰρ ἐπὶ τὰ οὕτως ὑψηλὰ καὶ ὑπερφυῆ πολλάκις νοῦς ἰλιγγιᾷ καὶ ὀκλάζει ὁ ἀνθρώπινος, τοῖς ταπεινοῖς συγκαθελκόμενος, οὐδὲν ἀποδεῖ καὶ διὰ τῶν ἱεροτυπιῶν τούτων, οἷα οἰκείων καὶ συμφυῶν συμβόλων, ἐπὶ τὴν ἀτύπωτον ἐκείνην καὶ ἀπόρρητον ἀναγόντων χειραγωγεῖσθαι θεωρίαν, κατόπιν τιθεὶς τὰ ὑλικὰ πάντα καὶ φαινόμενα
因為人的心智,在如此崇高超凡之境前,常感眩暈而力有不逮,隨卑下之事一同下墜;故無妨藉此等聖像形制——作為切合而與人性相親之表記——引領其被牽手扶引,趨向那無形無象、不可言喻之默觀,同時將一切物質與可見之事棄置身後。
For since the human mind often grows dizzy and falters before things so lofty and transcendent, being dragged down together with lowly things, there is nothing to prevent it from being led by the hand, through these sacred forms — as fitting and connatural symbols — which lead up to that unshaped and ineffable contemplation, the mind setting behind it all material and visible things.
1:240
τὸν νοῦν τοῖς φαινομένοις προσιόντες, ἄπαγε, οὐ πίστιν καὶ λατρείαν προσφέρομεν·
至於我們以心智趨近那可見之物——絕非如此!——我們並非向其獻上信仰與敬拜;
In approaching the mind to the things that appear — far be it — we do not offer faith and worship to them;
1:241
ἀλλ' ἐντεῦθεν ἐπὶ τὴν ἄβατον καὶ ὑπερκειμένην θεωρίαν νοερῶς σὺν εὐλαβείᾳ καὶ εὐσεβείᾳ ἀνατιθέμεθα, ὁποῖόν τι καὶ ἐπὶ τῶν ἐντεύξεων ἡμῖν ὁρᾶται·
而是由此出發,懷著敬畏與虔誠,將自己在理智上獻於那不可企及、超越一切之默觀——這正如我們在祈禱懇求之中所見的情形一般;
but from thence we dedicate ourselves intellectually, with reverence and piety, to the inaccessible and transcendent contemplation — the very thing which is also seen among us in our supplications;
1:242
καὶ γὰρ ἐλθεῖν τῶν ἡμετέρων λόγων ἐπήκοον τὸν θεὸν ἐπικαλούμεθα, καὶ μεσίταις τοῖς ἁγίοις συγχρώμεθα, δι' ὧν ἐπίκουρον ἡμῖν γίνεσθαι ἱκετεύομεν
因為我們呼求神,求祂前來垂聽我們的言語,並倚靠眾聖徒作中保,藉著他們懇求神成為我們的幫助者。
For indeed we call upon God to come and be attentive to our words, and we make use of the saints as mediators, through whom we entreat Him to become our helper.
1:243
καὶ ὧδε μὲν τῶν προσκυνήσεων δεδείχθω τὸ διάφορον
至此,敬禮之分別已然顯明。
And here, then, let the distinction between the two kinds of veneration have been shown.
1:244
πλὴν καίτοι τοσούτοις ἐλέγχοις οἱ τῆς ὀρθῆς δόξης ἀντίπαλοι περιστοιχιζόμενοι, οὐδ' οὕτω χαλινὸν ἐπιθεῖναι τῷ στόματι καὶ πεδῆσαι τὴν βλάσφημον γλῶσσαν ἐθέλουσιν, κατὰ τῶν ἱερῶν ἡμῶν δογμάτων ἐπιμαινόμενοι
然而,那些與正確信仰為敵者,儘管被如此眾多的駁斥層層圍困,仍不肯就此為口設轡、束縛其褻瀆之舌,反倒對我們神聖的教義變本加厲、瘋狂發作。
Yet nevertheless, though the adversaries of the right belief are hemmed in by so many refutations, not even so are they willing to put a bridle upon their mouth and fetter their blasphemous tongue, raging madly against our sacred doctrines.
1:245
ἐπὶ δὲ τοῖς εἰρημένοις παρ' αὐτῶν παλινδρομῶμεν·
讓我們再回到他們所說的話上。
Let us now return again to the things said by them.
1:246
ἥτις σύνοδος κυρώσασα καὶ βεβαιώσασα τῶν ἁγίων πατέρων τὰ θεόκλυτα δόγματα καὶ ταῖς ἁγίαις οἰκουμενικαῖς ἓξ συνόδοις ἐπακολουθήσασα εὐαγεστάτους κανόνας ἐξέθετο
「此乃那批准並確認諸聖教父蒙神默示之教義、且緊隨六次大公聖會議之後、頒布至為虔敬之教規的會議」——
"This is the synod which, having ratified and confirmed the god-inspired doctrines of the holy fathers, and having followed the six holy ecumenical synods, set forth most pious canons" —
1:247
ἐπὶ τούτοις ἐγκαλλωπίζονται καὶ σεμνύνονται, ἐφ' οἷς αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι ἔδει·
他們竟因此自誇自炫,殊不知這些正是他們理當羞愧、掩面遮藏之事;
on these things they preen and pride themselves, on which they ought rather to be ashamed and hide their faces;
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。