📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁毀像派

駁毀像派 第 1 章 第 15/21 段

希臘文原文.171 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1950–1:2120(全章共 2986 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1950
μάρτυρες ἀξιόληπτοι οἱ τεθεαμένοι καὶ τῶν προπεμπουσῶν θείων δυνάμεων αἱ φωναὶ ὡς καὶ πάλιν αὐτὸν ἐλεύσεσθαι καθ' ὃν τρόπον τεθέανται
那些親眼目睹之人乃是可信的見證人,護送〔祂〕的天上神能之聲也如此見證:祂必要照著他們所見的方式再來。
Trustworthy witnesses are those who beheld it, and the voices of the escorting divine powers, saying that he will come again in the same manner as they beheld him depart.
1:1951
καὶ ἐμφραττέσθω πᾶν στόμα κατὰ τῆς θείας ἐνσωματώσεως λαλοῦν ἄδικα
願一切妄言抵擋神聖成身〔道成肉身〕之口都被堵住。
And let every mouth that speaks unjustly against the divine embodiment be stopped.
1:1952
εἰ γὰρ ταῦτα οὐκ ἦν, τὸ σῶμα τεθνηκὸς οὐκ ἐγήγερται καὶ τὸ βλάσφημον ἐπὶ τὰς κεφαλὰς τῶν ἀπειθούντων·
因為若這些事並非如此,則那已死的身體便未曾復活,而這褻瀆之言便將歸於那些不信之人的頭上:
For if these things were not so, the dead body has not been raised, and the blasphemy falls upon the heads of the disbelievers:
1:1953
ἡ ἀνάστασις καὶ φαντασία τὰ ὀφθέντα καὶ πλάσματα·
即〔他們宣稱〕復活乃是幻象,所見之事皆屬虛構。
that the resurrection was also an illusion, and the things that were seen were fabrications.
1:1954
καὶ τηνάλλως ταῦτα γέγραπται καὶ πεπίστευται, ὡς ἐξεῖναι αὐτοῖς κατὰ τὸν οἰκεῖον διδάσκαλον Ἀπολινάριον μὴ δύο φύσεις, μίαν προσκυνητὴν καὶ μίαν ἀπροσκύνητον, ὁμολογεῖν, μίαν δὲ φύσιν, ἐκ τῆς συγχυτικῆς καὶ ἀθέου ὁρμωμένους παραφροσύνης
而這些事竟被如此徒然地寫下並被相信,以致他們竟可依照自己的老師阿波里納留,不承認〔基督有〕兩性——一性可敬拜、一性不可敬拜——卻承認一性,這正是出於那混淆且無神的狂亂思想。
And these things have been written and believed in vain, so that it would be permitted to them, following their own teacher Apollinarius, not to confess two natures — one to be worshiped and one not to be worshiped — but one nature, proceeding from their confounding and godless madness.
1:1955
ἡμεῖς δέ, ὅπως ἂν τὰ τῆς σωματώδους καὶ δουλικῆς μορφῆς ἐκλάβοιεν οἱ ἀνόσιοι, τὸ σῶμα εἶναι τοῦ Χριστοῦ, καὶ διὰ τὸν προσειληφότα προσκυνητὸν καὶ ἅγιον καὶ ζωοποιὸν εἶναι, θεωθὲν ὅλον καὶ παντὸς ἁγιασμοῦ χορηγὸν δοξάζομεν κατὰ τὸ εὐαγγελικὸν καὶ πατρικὸν κήρυγμα
然而我們,不論那不敬虔者如何曲解那「有形體、僕人形像」之言,皆按福音與教父的宣講,尊崇這身體乃基督之身體,並因那取了它的祂之故,這身體乃是可敬拜的、聖潔的、賜生命的,全然被神化,且是一切成聖之恩的施予者。
But we, however the unholy ones may interpret the corporeal and servile form, glorify the body as being that of Christ, and, on account of him who assumed it, as venerable and holy and life-giving, wholly deified and the bestower of all sanctification, according to the evangelical and patristic proclamation.
1:1956
αὐτός τε γὰρ ὁ διδάσκαλος τοιαῦτα ἐν ἑτέροις λόγοις διαλαμβάνων σαφέστερον γράφει·
因為這位教師本人在其他講詞中論及此事時,寫得更為清楚:
For the teacher himself, treating such matters in other discourses, writes more clearly:
1:1957
Ὥστε καὶ τὸ ἀνθρώπινον τῷ θείῳ καὶ τὸ θεῖον τῷ ἀνθρωπίνῳ κατονομάζεσθαι·
「以致人性之事以神性之名稱之,神性之事也以人性之名稱之;」
'So that the human is named by the divine, and the divine by the human;'
1:1958
διὸ καὶ ὁ ἐσταυρωμένος κύριος τῆς δόξης ὑπὸ τοῦ Παύλου προσαγορεύεται καὶ προσκυνούμενος ὑπὸ πάσης κτίσεως τῶν τε ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων Ἰησοῦς ὀνομάζεται
「因此那被釘十字架者,也被保羅稱為『榮耀的主』;而祂被一切受造之物——無論天上的、地上的,或地底下的——所敬拜,並被稱為耶穌。」
'therefore also the crucified one is addressed by Paul as the Lord of glory, and, being worshiped by every creature — both heavenly, earthly, and under the earth — he is named Jesus.'
1:1959
ἔτι μὴν καὶ ὁ τῆς ἀθανασίας ἐπώνυμος ἀποφαίνεται·
此外,那位以「不朽」為名者也宣告道:
Moreover, he who is named after immortality also declares:
1:1960
Εἴ τις τὴν τοῦ κυρίου ἡμῶν σάρκα ἄνωθεν λέγει καὶ μὴ ἐκ τῆς ἁγίας Μαρίας τῆς παρθένου, ἢ τραπεῖσαν τὴν θεότητα εἰς σάρκα ἢ συγχυθεῖσαν, ἢ παθητὴν τὴν τοῦ κυρίου θεότητα, ἢ ἀπροσκύνητον τὴν τοῦ κυρίου ἡμῶν σάρκα ὡς ἀνθρώπου καὶ μὴ προσκυνητὴν ὡς κυρίου καὶ θεοῦ σάρκα, τοῦτον ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ τοῦ θεοῦ ἐκκλησία
「若有人說,我們主的肉身是從上頭而來,而非出於聖母馬利亞童貞女;或說神性轉變為肉身,或與肉身相混淆;或說主的神性是可受苦的;或說我們主的肉身不可敬拜——彷彿那僅是人的肉身,而非可敬拜的、主與神的肉身——此人必被神聖大公教會所絕罰。」
'If anyone says that the flesh of our Lord is from above, and not from the holy Mary the Virgin; or that the Godhead was turned into flesh, or confused with it; or that the Godhead of the Lord is passible; or that the flesh of our Lord is unworthy of worship — regarding it as merely a man's, and not worthy of worship as the flesh of the Lord and God — this one the holy and catholic Church of God anathematizes.'
1:1961
πλείστων δὲ λόγων πρὸς τοῦτο εἰρημένων τῷ ἱερῷ Ἐπιφανίῳ, τῷ τῆς Κυπρίων ἐκκλησίας προεδρεύσαντι, οἷς κατὰ αἱρέσεων ἐχρήσατο, τῶν πολλῶν ἀφέμενοι ὀλίγοις ἀρκεσθησόμεθα
關於此事,聖厄丕法紐(居普勒斯教會的主教)已說過極多的話,是他用以駁斥異端的;我們捨棄其多數,僅取其少數以為滿足。
Since very many words have been spoken on this by the holy Epiphanius, who presided over the church of the Cypriots, which he employed against heresies, setting aside the many we shall content ourselves with a few.
1:1962
οὗτος γὰρ ἐν τῷ ἐπιγεγραμμένῳ αὐτοῦ λόγῳ περὶ τοῦ ἁγίου πνεύματος ὅπως δεῖ θεὸν ὁμολογεῖσθαι σὺν πατρὶ καὶ υἱῷ φράζει τοιαῦτα·
因為他在其題為《論聖靈當與聖父及聖子一同被承認為神》的論文中,如此陳述:
For he, in his treatise entitled 'On the Holy Spirit, how it must be confessed as God together with the Father and the Son,' states the following:
1:1963
Καὶ βασιλεὺς ἐν ναῷ καθέζεται καὶ οἱ προσκυνοῦντες τὸν βασιλέα ἀπὸ μήκοθεν προσκυνοῦσιν ἐν τῷ ναῷ τῷ ἰδίῳ καὶ οὐδεὶς μεμηνὼς λέγει τῷ βασιλεῖ·
王坐於殿中,向王行敬禮的人在他自己的殿中從遠處行敬禮,沒有一個瘋狂的人對王說:
And a king sits in a temple, and those who venerate the king venerate from afar in his own temple, and no one out of his mind says to the king:
1:1964
Ἔξελθε ἐκ τοῦ ναοῦ σου, ἵνα σε προσκυνήσω. οὐδεὶς γὰρ τολμᾷ λέγειν τῷ μονογενεῖ·
『從你的殿中出來,好讓我向你敬禮。』因為沒有人敢對獨生子說:
'Come out of your temple, that I may venerate you.' For no one dares to say to the Only-begotten:
1:1965
Ἄφες τὸ σῶμα, ἵνα σε προσκυνήσω, ἀλλὰ προσκυνεῖ τὸν μονογενῆ ἄκτιστον σὺν ναῷ τῷ ἁγίῳ ὃν ἔλαβεν ἐλθὼν ὁ λόγος, καὶ οὐδεὶς λέγει·
『撇下這身體,好讓我向你敬禮。』反倒是人向那非受造的獨生子,連同祂降臨時所取的聖殿一起敬禮;也沒有人說:
'Leave aside the body, that I may venerate you,' but rather he venerates the uncreated Only-begotten together with the holy temple which the Word took when he came, and no one says:
1:1966
Ἀνάστα ἐκ τοῦ θρόνου σου, ἵνα σε προσκυνήσω δίχα τοῦ θρόνου, ἀλλὰ προσκυνεῖ τὸν βασιλέα σὺν τῷ θρόνῳ, καὶ προσκυνεῖται Χριστὸς σὺν τῷ σώματι τῷ ταφέντι καὶ ἐγηγερμένῳ
『從你的寶座上起來,好讓我不連寶座而向你敬禮。』反倒是人連寶座一起向王敬禮;基督也是連同那被埋葬又復活的身體一起受敬禮的。
'Rise up from your throne, that I may venerate you apart from the throne,' but rather he venerates the king together with the throne, and Christ is venerated together with the body that was buried and raised.
1:1967
ἐπισφραγιζέτω ταῦτα ὁ μέγας ἀπόστολος Φιλιππησίοις γράφων·
願偉大的使徒在致腓立比人書中所寫的,為這些話作印證:
Let the great apostle set the seal on these things, writing to the Philippians:
1:1968
Τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ' ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος·
你們當有這樣的心思,這也是基督耶穌的心思:祂本有神的形像,卻不以與神同等為強奪之事,反倒虛己,取了奴僕的形像,成為人的樣式,被見形狀如同人;
Let this be your disposition, which was also in Christ Jesus, who, existing in the form of God, did not consider it a thing to be seized to be equal with God, but emptied himself, taking the form of a servant, being made in the likeness of men and found in fashion as a man;
1:1969
ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ
祂自己謙卑,順服以至於死,且死在十字架上。
he humbled himself, becoming obedient unto death, even death of the cross.
1:1970
διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός
因此神將祂升為至高,又賜給祂那超乎萬名之上的名,叫一切在天上的、地上的和地底下的,因耶穌的名無不屈膝,無不口稱耶穌基督為主,使榮耀歸與父神。
Therefore God also highly exalted him and granted him the name that is above every name, that at the name of Jesus every knee should bow, of those in heaven and on earth and under the earth, and every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father.
1:1971
οἷς προσκείσθω καὶ ταῦτα·
在此之上,還當加上以下這些話:
To these let the following also be added:
1:1972
Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα, φησίν, κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ
他說:『我們的國度是在天上,我們也從那裡熱切等候一位救主,就是主耶穌基督;祂要改變我們這卑賤的身體,使它變得與祂榮耀的身體相似。』
'For our citizenship exists in heaven,' he says, 'from which also we eagerly await a savior, the Lord Jesus Christ, who will transform the body of our humiliation so that it may become conformed to the body of his glory.'
1:1973
ἡλίκον δ' ἂν εἴη ἐκεῖνο τὸ σῶμα καὶ ὅπως δόξης ἔλαχεν καὶ ἀξιώματος, ὁ μέγας Ἰωάννης ὁ Χρυσόστομος φραζέτω·
至於那身體究竟何等偉大,又是如何獲得了榮耀與尊嚴,就讓偉大的金口若望來說明:
But how great that body might be, and how it obtained glory and dignity, let the great John Chrysostom declare:
1:1974
ἐκείνῳ τῷ καθημένῳ ἐν δεξιᾷ τοῦ θεοῦ σύμμορφον [ αὐ] τοῦτο τὸ σῶμα γίνεται·
這身體與那坐在神右邊的祂形狀相似;
This body becomes conformed to him who sits at the right hand of God;
1:1975
ἐκείνῳ τῷ προσκυνουμένῳ ὑπ' ἀγγέλων, ἐκείνῳ ᾧ παραστήκουσιν αἱ ἀσώματοι δυνάμεις, ἐκείνῳ τῷ ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, ἐκείνῳ σύμμορφον γίνεται
與那受眾天使敬禮的祂,與那有無形能力侍立在旁的祂,與那超乎一切執政、掌權、有能者之上的祂——與祂形狀相似。
to him who is venerated by the angels, to him beside whom the incorporeal powers stand, to him who is above every rule and authority and power — to him it becomes conformed.
1:1976
πέρας ἐπικείσθω ἡ ἱερὰ πέμπτη σύνοδος μιᾷ προσκυνήσει τὸν θεὸν λόγον μετὰ τῆς σαρκὸς προσκυνεῖσθαι καθορίζουσα, ὡς ἐν τοῖς ἐπάνω προγέγραπται
就讓神聖的第五次大公會議作個結論,該會議規定神聖道與肉身當以同一敬禮受敬禮,如前文所述。
Let an end be set by the holy Fifth Council, which determines that God the Word is to be venerated together with the flesh in one veneration, as has been written above.
1:1977
τούτοις προστεθῆναι ἀναγκαῖον ὡς οἱ πάλαι μὲν τῇ ἀπάτῃ τοῦ πονηροῦ δράκοντος δελεαζόμενοι ἄνθρωποι σωματώδεις τινὰς καὶ ὑλικὰς μορφὰς ἐν τῇ ἑαυτῶν ἀνετύπουν πίστει, τοῖς κτίσμασιν ὡς θεοῖς προσανέχοντες καὶ τὸν μόνον φύσει καὶ ἀληθινὸν θεὸν ἀγνοήσαντες·
必須在這些之上再加上這一點:往昔的人被那惡龍的詭詐所誘惑,在自己的信仰中塑造出某些屬身體、屬物質的形象,依附受造物如同依附神明,並且不認識那本性上唯一而真實的神;
It is necessary to add to these that men of old, being enticed by the deceit of the evil dragon, fashioned certain bodily and material forms in their own faith, clinging to creatures as gods and being ignorant of the only true God by nature;
1:1978
σωτῆρος Χριστοῦ τοῖς ἐπὶ γῆς, τῆς αἰχμαλωσίας τοῦ πικροῦ τυράννου ἀπηλλάγμεθα
因著救主基督向地上世人,我們已從那殘酷暴君的擄掠中得釋放;
through Christ the Savior to those on earth, we have been released from the captivity of the bitter tyrant.
1:1979
καὶ οὐκέτι σκιὰ γοῦν κτίσεως ἐν τῇ καθ' ἡμᾶς ὁπωσοῦν ἀνατυποῦται πίστει·
如今在我們的信仰中,甚至連受造物的影子也不再以任何方式被塑造出來;
and no longer is even a shadow of creation in any way formed in our faith;
1:1980
ἐνελάμφθημεν γὰρ παρὰ τῆς αὐτοῦ χάριτος καὶ μεμυήμεθα ὃ δεῖ προσκυνεῖν
因為我們已蒙祂的恩典光照,並且已被引入奧祕,得知何者當受敬禮;
for we have been illumined by his grace and have been initiated into what must be venerated.
1:1981
διὸ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν ἡμῶν καὶ προσκύνησιν θεῷ ζῶντι καὶ ἀληθινῷ προσφέρομεν, ἤγουν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, τῇ μιᾷ θεότητι καὶ ἐξουσίᾳ καὶ βασιλείᾳ καὶ κυριότητι, τριάδα μὲν σέβοντες τῷ τρισὶν δοξάζεσθαι ὑποστάσεσιν, μονάδα δὲ προσκυνοῦντες τῷ τῇ οὐσίᾳ ἑνιζομένην γνωρίζεσθαι·
因此,我們將在靈與真理中的敬拜,以及敬禮,獻給那又活又真的神,就是聖父、聖子與聖靈,同一神性、權柄、國度與主權;我們既崇奉三位格所彰顯榮耀的三一,又敬禮那本質為一而被認知的獨一;
Therefore we offer our worship in spirit and truth, and our veneration, to the living and true God, that is, to the Father and the Son and the Holy Spirit, the one Godhead and authority and kingdom and lordship, revering a Trinity glorified in three hypostases, and venerating a unity known to be united in essence;
1:1982
καὶ τὴν ἐλπίδα οὐ σώματι, οὐ κτίσματι, ἀλλ' ἐν θεῷ τῶν ὅλων ἀνατιθέμεθα
我們將盼望,不寄託於身體,不寄託於受造物,而是寄託於萬有之神。
and we place our hope not in a body, not in a creature, but in the God of all.
1:1983
καὶ ταῦτα μὲν ὧδε λελέχθω·
以上這些話,就說到這裡為止。
Let these things, then, be said thus far.
1:1984
ἐπὶ δὲ τὰ ἑπόμενα πρόϊμεν, ἐν οἷς ἔκκειται τοῦ θεηγόρου Γρηγορίου ἐκ τῶν ἐπῶν αὐτοῦ ῥῆσις ἔχουσα τόνδε τὸν τρόπον·
現在讓我們進到下文,其中列出神言者額我略(貴格利)詩篇中的一段話,其文如下:
Let us proceed to what follows, in which is set forth a saying of Gregory the Theologian, from his poems, having the following form:
1:1985
Ὕβρις πίστιν ἔχειν ἐν χρώμασιν, μὴ ἐν καρδίᾳ·
將信仰置於顏色之中,而非置於心中,乃是一種褻瀆;
It is an outrage to have faith in colors, not in the heart;
1:1986
ἡ μὲν γὰρ ἐν χρώμασιν εὐχερῶς ἐκπλύνεται, ἡ δὲ ἐν τῷ βάθει τοῦ νοός, ἐκείνη μοι προσφιλής
因為在顏色中的信仰,很容易被沖洗掉;唯有在心智深處的信仰,才是我所珍愛的。
for the faith that is in colors is easily washed away, but that which is in the depth of the mind — that is dear to me.
1:1987
ταῦτα ἐκθέμενοι πόσης οὐκ ἂν εἶεν ἀβελτηρίας ἐπίμεστοι; ὁ γὰρ ἐπὶ τῷ ἐλέγχῳ τοῦ πέλας μὴ σωφρονιζόμενος τῆς βληχώδους ἀλογιστίας ἀνοητότερος κριθήσεται
他們提出這些話,豈不是充滿了何等的愚昧嗎?因為那不因鄰人的駁斥而清醒過來的人,將被判定比咩叫的無理性動物更加愚蠢。
Having set forth these words, of how much folly would they not be full? For he who is not brought to his senses by the refutation of his neighbor will be judged more senseless than bleating irrationality.
1:1988
ὅπερ καὶ οὗτοι νῦν ὑπομένοντες σαφῶς καταδείκνυνται·
而這些人如今正親身經歷此事,清楚地證明了這一點;
which is exactly what these men, now undergoing it, clearly demonstrate;
1:1989
τῆς γὰρ τοιαύτης χρήσεως καὶ πάλαι ἀναπτυχθείσης καὶ τὴν δέουσαν ἐξάπλωσιν καὶ ἑρμηνείαν τῆς διανοίας εὐσύνοπτον παρὰ τῶν πρὶν τοῦ ὀρθοῦ λόγου προεστηκότων εἰληφυίας, τῆς τε ἀμαθίας καὶ δυσσεβείας τῶν κακῶς καὶ ἀνοήτως χρησαμένων ἐληλεγμένης, οὐ καταδύονται οἱ ἄθλιοι ὑπ' ἀνοίας καὶ ἀναιδείας πάλιν ἐν τοῖς ἑαυτῶν συνείρειν λόγοις·
儘管這種用語早已被闡明,並且已從先前主持正道之教義者那裡,獲得了應有的詳盡闡述與清晰的意義解說,儘管那些錯誤而愚蠢地使用它的人的無知與不虔敬也已被駁斥,這些可悲的人卻仍出於愚昧與無恥,再度將它編織進自己的言論之中;
For although such a usage was long ago unfolded, and received its due exposition and a clear interpretation of its meaning from those who formerly presided over right doctrine, and although the ignorance and impiety of those who used it badly and foolishly has been refuted, the wretched men, out of folly and shamelessness, do not shrink from stringing it together again in their own arguments;
1:1990
ἐξ ὧν στηλιτεύονται οἷ δυσβουλίας καὶ ἀπαιδευσίας καθίκοντο, κατὰ τῶν ἱερῶν ἀπεικασμάτων τοὺς τοιούτους λόγους προάγοντες
他們正是藉此暴露自己陷入了愚昧的計謀與缺乏教養,竟拿這樣的言論來對付神聖的像。
by which they are exposed as having fallen into ill counsel and lack of education, bringing forward such arguments against the sacred images.
1:1991
οὐ γὰρ ἐκείνων χάριν τῷ πατρὶ ταῦτα εἴρηται, τῆς δὲ μὴ ἐν καρδίᾳ καθιδρυμένης ἀλλὰ στόματι μόνῳ ὁμολογουμένης πρὸς θεὸν πίστεως
因為這些話並非那位教父為了它們的緣故而說的,乃是論及那並非立基於心中、而僅以口向神承認的信仰。
For these words were not spoken by the Father for their sake, but concerning the faith which is not established in the heart but confessed to God by mouth alone.
1:1992
τοῦτο δὲ σαφέστερον δείκνυται εἴ τις ἐμμελέστερον ἐπιστήσειεν κἂν τῷ πρώτῳ τῶν ἐπῶν λόγῳ·
若有人更仔細地留意,哪怕只留意詩篇中的第一篇論述,這一點便顯得更加清楚;
This is shown more clearly if one attends more carefully even to the first of the poetic discourses;
1:1993
Τοῖς δ' ἄλλοις κεν ἔοιμι γέλως ἐμὰ κήδεα βάζων, ὧν πίστις κραδίην ἄκρην ἐχάραξεν ἐλαφρή, οὐδὲ διὰ σπλάγχνων ἦλθ' ἵμερος ὀξὺς ἄνακτος, ζῶσιν δὲ ἐνθάδε μοῦνον ἐφημέρια φρονέοντες
至於其餘的人,當我訴說我的憂思時,我恐怕只會成為他們的笑柄——他們的信仰不過輕輕劃過心的表層,對那主宰熾熱的渴慕未曾進入他們的肺腑,他們在世上活著,所思所想僅止於朝夕之事。
But to the rest I might well be a laughingstock in telling my cares — men whose faith has but lightly grazed the surface of the heart, into whose inward parts the keen longing for the Master has not come, and who live here thinking only of the things of a day.
1:1994
δῆλον δὲ ἐπειδή, καθ' οὓς χρόνους ὁ λαμπτὴρ οὗτος τῆς ἐκκλησίας διηύγαζεν, ἡ τῶν Ἀρειομανιτῶν ἐπεκράτει λύσσα, πᾶσαν σχεδὸν τὴν ὑπὸ Ῥωμαίοις ἐπινεμομένη ἀρχήν, ἐν οἷς ἡ εὐχέρεια πολλή, βεβαίως περὶ τὴν πίστιν οὐκ ἐρηρεισμένοις·
這是顯而易見的:因為在這教會的明燈光照之時,阿里烏狂徒的瘋狂正猖獗蔓延,幾乎席捲了整個羅馬人所統治的版圖,在那些人當中變節之風極盛,他們在信仰上並未穩固紮根;
And it is clear, since, in the times when this lamp of the church was shining forth, the madness of the Arian-maniacs was prevailing, spreading over almost the whole realm ruled by the Romans, among those in whom there was great fickleness, not being firmly grounded in the faith;
1:1995
τὸ δ' αὐτὸ ἐναργέστερον καὶ ἐν ἑτέροις λόγοις διδασκαλικῶς διαλεγόμενος ποιεῖ·
他在其他論述中,以教導性的口吻論述,同樣的事更清楚地呈現出來;
He does the same thing more clearly also in other discourses, discoursing in a didactic manner;
1:1996
δεῖ γὰρ ἐκ τῶν ὁμολογουμένων τὰ δοκοῦντα ἀμφίβολα λύεσθαι
因為凡看似含糊之事,都當由眾所公認之事來加以解決。
for what seems ambiguous must be resolved from what is agreed upon.
1:1997
ἐν μὲν γὰρ τῷ εἰς τὰ ἐγκαίνια λόγῳ φησίν·
在論獻堂節的講詞中,他說:
For in the discourse on the Dedication, he says:
1:1998
Χθὲς πίστιν εἶχες τὴν τῶν καιρῶν, σήμερον τὴν τοῦ θεοῦ γνώρισον
昨日你持守的是時勢的信仰,今日當認識神的信仰。
Yesterday you held the faith of the times; today come to know the faith of God.
1:1999
ἐν δὲ τῷ εἰς τὸ βάπτισμα, αὐτῇ λέξει κέχρηται καὶ διανοίᾳ λέγων·
而在論洗禮的講詞中,他用同樣的措辭與含意說道:
And in the discourse on Baptism, he uses the same wording and sense, saying:
1:2000
Δεῖ δὲ μὴ σοφισθῆναι τὸν καθαρμὸν ἀλλ' ἐνσημανθῆναι, λαμπρυνθῆναι τελείως ἀλλὰ μὴ χρωσθῆναι, μὴ δὲ ἐπικάλυψιν τῶν ἁμαρτιῶν ἀλλ' ἀπαλλαγὴν ἔχειν τὸ χάρισμα
淨化不應被巧辯所惑,而應被印記於心;當使之完全光明,而非僅僅著色;這恩賜當是罪的除去,而非罪的遮蓋。
The purification must not be sophistically contrived but sealed upon the soul, made perfectly bright but not merely tinted, and the grace must be not a covering-over of sins but a deliverance from them.
1:2001
Φύλασσέ μοι τὰ γεγραμμένα, ἐν καιροῖς τρεπτοῖς ἄτρεπτος μένων περὶ ἀτρέπτου πράγματος
為我持守所寫下的,在變動的時勢中,就那不變之事保持不變。
Keep for me what is written, remaining unchangeable amid changeable times concerning an unchangeable matter.
1:2002
ὡς οὖν ἐνταῦθα ἀπὸ τοῦ τρεπτοῦ τῶν καιρῶν τοὺς ἀστηρίκτους καὶ ἀπαγεῖς πρὸς εὐσέβειαν, εὐπαρακόμιστον δὲ τὴν γνώμην ἐφ' οἷς ἡ τῶν καιρῶν βραβεύει ῥοπὴ κεκτημένους καταιδεῖ, οὕτω καὶ ἐν τοῖς προκειμένοις ῥητοῖς ἀπὸ τοῦ ἀλλοιωτοῦ τῶν χρωμάτων αὖθις κατονειδίζει, τὸ τῆς ὕβρεως αἶσχος ἐπιγράφων αὐτοῖς
正如在此他因時勢的變動而斥責那些不穩定、對虔敬冷淡的人——這些人所懷的心志,是隨時勢的傾向而輕易被帶動——同樣地,在我們眼前這段話中,他再度藉著顏色的易變性而加以譴責,把褻瀆的羞恥烙印在他們身上;
Just as here, then, he shames those who are unstable and ill-inclined toward piety because of the changeableness of the times, and who possess a disposition easily carried along by whatever the shifting of the times decides — so also in the sayings before us, he reproaches again by means of the alterability of colors, inscribing upon them the shame of outrage.
1:2003
τί οὖν φησιν ἐπίμωμον καὶ ἐφύβριστον καὶ τοῦ κράτους τῆς καθ' ἡμᾶς εὐσεβείας ἀλλότριον; ὥσπερ τὰ χρώματα εὐαπόβλητά γε ὄντα καὶ εὐαλλοίωτα ῥᾳδίως ἐκπλύνεται καὶ ἐκκρούεται, οὕτω καὶ ὑμᾶς εὐχερῶς πρὸς τοὺς καιροὺς περὶ τὴν πίστιν μετασχηματίζεσθαι καὶ οἷον μεταχρώννυσθαι καὶ περιτρέπεσθαι, προσῆκον ἐγκαθιδρύσθαι καὶ βεβηκέναι ὡς ἀσφαλέστατα καὶ κατὰ τὰ ἀποστολικῶς εἰρημένα ἐγγεγραμμένην ἔχειν οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ' ἐν πλαξὶν καρδίαις σαρκίναις
那麼,他所說當受譴責、當受斥辱、且與我們虔敬的力量格格不入的,究竟是什麼呢?就是:正如顏色因易脫落、易變色,而輕易被沖去、被抹除,你們也照樣輕易地隨時勢而在信仰上改變形態,彷彿被重新著色、被翻轉一般——反之,理當堅立不移、站穩如磐石,並且照使徒所言,不是用墨、而是用永生神的靈刻寫,不是刻在石版上,而是刻在肉心的版上。
What then does he say is blameworthy and outrageous and alien to the strength of our piety? That, just as colors, being easily removed and easily altered, are readily washed off and rubbed away, so also you are easily transformed with regard to the faith according to the times, and, as it were, re-colored and turned about — whereas it is fitting to be firmly established and to stand as securely as possible, and, according to what is apostolically said, to have the faith inscribed not with ink but with the Spirit of the living God, not on tablets of stone but on tablets of fleshly hearts.
1:2004
καρδίᾳ μὲν γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν
因為人心裡相信,就得著義;口裡承認,就得著救恩。
For with the heart one believes unto righteousness, and with the mouth one confesses unto salvation.
1:2005
χρωμάτων, οἵων αὐτοὶ ᾔδεσαν, ὁ λόγος τῷ πατρί; ἐπιφέρει γάρ·
那教父所論的顏色,難道是他們所認為的那種顏色嗎?因為他接著說:
Was the Father's discourse about colors such as they themselves understood? For he goes on to say:
1:2006
Βένθος ἐμοὶ φίλον (ὅπερ αὐτοὶ ἔφασαν·
『深邃之處為我所愛』(這正是他們自己所說的:
'The depth is dear to me' (which is what they themselves said:
1:2007
ἡ ἐν βάθει τοῦ νοός, ἐκείνη μοι προσφιλής) πρὸς ἀντιδιαστολὴν ἐκείνης τῆς οἷον ἐξ ἐπιπολῆς κεχρωσμένης καὶ ταχέως διαρρεούσης, λεγόμενον, καθάπερ τὰ χρώματα τοῦ ὑποκειμένου μόνον περιχρῴζει τὴν ἐπιφάνειαν·
即『在心智深處者,方為我所珍愛』),此語乃是為了與那彷彿僅在表層著色、迅速流失的信仰相對照而說的,正如顏色僅僅塗染底層物的表面一般;
'that which is in the depth of the mind, that is dear to me') is said in contrast to that faith which is, as it were, colored only on the surface and quickly flows away, just as colors merely tint the surface of the substrate;
1:2008
ἀνόητον οὖν ἐκεῖνα καὶ ἀνάξιον περὶ τῆς θεολογικῆς οἴεσθαι ῥήσεως
因此,如此揣度一句神學性的言論,實在是愚蠢而不相稱的。
It is therefore senseless and unworthy to think that concerning a theological utterance.
1:2009
οὗτοι δὲ ἤτοι ταῖς ἁπλαῖς τῶν λόγων ἐπιβολαῖς τῷ προφανεῖ καταπιστεύοντες τῆς αἰσθήσεως καὶ ψιλῇ τῇ προφορᾷ τοῦ λόγου παριστάμενοι διαμαρτάνουσιν περὶ τὰ ἐκ τῆς διανοίας δηλούμενα, ἢ τὰ εὖ καὶ ὀρθῶς εἰρημένα παραχαράσσοντες ( ἐπεὶ τοῦτο αὐτῶν τοῦ τρόπου τὸ ἰδιαίτατον) πρὸς τὸ οἰκεῖον περιέλκουσιν βούλημα
而這些人,或是僅憑言辭表面給感官帶來的印象、只依附於言辭赤裸的字面發音,就在其所要表達的思想含意上出了差錯;或是(因為這正是他們作風中最特有之處)竄改那些說得妥當而正確的話語,把它們硬拉扯到自己私己的意圖上去。
But these men, either trusting in the plain surface-impressions of the words according to what is apparent to sense-perception, and standing by the bare utterance of the word, go wrong concerning what is signified by the intent, or, counterfeiting what has been well and rightly said (since this is the most peculiar trait of their manner), they drag it round to their own private purpose.
1:2010
ὡς γὰρ τὰ παρὰ τοῦ ἱεροῦ Γρηγορίου τοῦ Νυσαέως ἐν τῷ εἰς τὸν μέγαν Βασίλειον ἐπιταφίῳ κατὰ Ἀρειανῶν εἰρημένα, κτίσμα τὸν συμφυᾶ υἱὸν τοῦ θεοῦ καὶ πατρὸς βλασφημούντων κατὰ τῆς ἐκκλησίας, ὡς ἀθέως καὶ πονηρῶς ἔδοξαν εἰδωλολατρίας χάριν παρήγαγον, οὕτω κἀνταῦθα ἑαυτοῖς ὁμοιούμενοι τὰ περὶ πί στεως τῷ πατρὶ λεγόμενα ἐπὶ χρώματα καὶ ὕλας μετήγαγον·
正如聖尼撒的額我略在為大巴西略所作的悼詞中駁斥阿里烏派時所說的話——那些人褻瀆教會,說與神及父同性的聖子乃是受造之物——他們竟不虔不義地以偶像崇拜的指控為由,將這些話援引來攻擊教會;同樣地,在此處,這些人也使自己與那些人相似,把那位教父論及信仰所說的話,轉移套用到顏色與物質之上;
For just as the words spoken by the holy Gregory of Nyssa in his funeral oration for the great Basil against the Arians, who blasphemed against the church, calling the Son, of one nature with God and Father, a creature — these words they impiously and wickedly thought fit to bring forward for the sake of idol-worship, so also here, making themselves like them, they have transferred to colors and matter what was said by the Father concerning faith;
1:2011
καὶ ἅπερ ἐκεῖνος ἐν παραδείγματος τρόπῳ παρέλαβεν, οὗτοι εἰς πίστεως λόγον κακῶς παρανοοῦντες ἐκδέχονται
那位以比喻方式所援引的話,這些人卻惡意曲解,將之當作論信仰之言而加以理解。
and what that one adduced by way of an example, these men, badly misunderstanding, take up as applying to the matter of the faith.
1:2012
εἰ δὲ δὴ περὶ χρωμάτων εἰρῆσθαι ταῦτα τὶς δοίη, τῇ ἀνοίᾳ τούτων συγκαθιστάμενος, τίς ὤφθη ποτὲ Χριστιανῶν πίστιν εἰς χρώματα θέμενος ἢ τὴν ἐλπίδα εἰς ὕλην τὴν φαινομένην κτησάμενος; οὐχ' ὕβρις οὖν Χριστιανοῖς ἐντεῦθεν προσφύεται, ἡ παράνοια δὲ τῶν κατηγορούντων καὶ τὸ ἀβέλτερον περιφανῶς διαδείκνυται
然而,即使有人姑且承認這些話確實是論及顏色而說——依從了他們的愚昧——試問,有哪一個基督徒曾被看見把信仰置於顏色之中,或把盼望寄託於可見的物質之上呢?因此,褻瀆之罪並不會由此附著於基督徒身上,反倒是控告者的錯亂與愚蠢由此昭然若揭。
But even if one were to grant that these words were said concerning colors, siding with their folly, who among Christians was ever seen to have placed his faith in colors, or to have acquired his hope in visible matter? Therefore no outrage attaches to Christians from this, but rather the derangement of the accusers and their stupidity are manifestly displayed.
1:2013
καὶ ὅσον μὲν εἰς λόγον ἧκεν τῆς πίστεως, ταῦτα·
關於信仰這方面的論述,就到此為止;
And as far as concerns the matter of the faith, let this suffice;
1:2014
ὃ δὲ περὶ τοῦ θεοσόφου πατρὸς τῶν ἱερῶν εἰκονισμάτων χάριν λέγειν πάρεστιν, ἐκ τῶν ἰδίων αὐτοῦ δογμάτων λαβόντες τὰς ἀφορμὰς διαλεξόμεθα
至於那論及神聖智慧的教父、關乎神聖聖像之事,仍待陳述者,我們將取材於他自己的教義,作為立論的根據,加以論述。
but what remains to be said concerning the God-wise Father for the sake of the sacred images, we shall discuss, taking our starting points from his own doctrines.
1:2015
νόμος αὐτοῖς ἐκ τῆς τοῦ ἀπεριγράφου φωνῆς ἀναιρεῖν τὸν Χριστὸν εἰκονίζεσθαι·
對他們而言,這是一條規則:從『不可被限定』一詞出發,否認基督可被繪成聖像;
It is a law for them, derived from the term 'uncircumscribed,' to deny that Christ can be depicted in an image;
1:2016
ὥστε ἐκ τοῦ περιγραπτοῦ πάντως εἰκονισθήσεται
因此,基督必然是依那可被限定者而被繪成聖像的。
so that assuredly he will be depicted according to what is circumscribable.
1:2017
εἰ οὖν ὁ διδάσκαλος οὗτος πανταχοῦ περιγραπτὸν τὸν Χριστὸν κηρύσσει τῷ σώματι, ὡς ἤδη καὶ παρεθέμεθα, οἶδεν ἄρα αὐτὸν καὶ εἰκονιζόμενον, καὶ μάτην ἐκ τῶν λόγων αὐτοῦ τοῖς εὐσεβοῦσιν ἐπηρεάζειν οἱ τάλανες οἴονται
既然這位教師到處宣告基督在身體上是可被限定的,正如我們已經引述過的,那麼他也就承認基督是可以被繪成聖像的;而這些可悲之人妄圖藉他的話語誣衊虔敬之人,實屬徒然。
If, then, this teacher everywhere proclaims Christ to be circumscribed in body, as we have already cited, he therefore also knows him to be depicted in images, and it is in vain that the wretched men think to slander the pious by means of his words.
1:2018
ἐλέγξει τοὺς ἄφρονας ἡ παρ' αὐτοῦ εἰς τὸν μέγαν Βασίλειον ἀνατεθεῖσα εἰκών, ἔτι καὶ τὰ κατὰ Πολέμωνα συγγεγραμμένα, ὡς προδέδεικται
那獻給大巴西略的聖像,將駁斥這些愚妄之人;此外還有關於波勒蒙所寫的內容,如前文已經指出的。
The image dedicated by him to the great Basil will refute the foolish, as well as what was written concerning Polemon, as has already been shown.
1:2019
ἐντεῦθεν ἐπ' ἄλλην ματαιοπονίαν μεταρυθμίζονται φάσκοντες·
由此他們又轉向另一項徒勞之舉,聲稱道:
From here they shift over to another vain labor, saying:
1:2020
Ἰωάννης δὲ ὁ Χρυσόστομος ἐν τῷ εἰς Ῥωμανὸν τὸν μάρτυρα·
金口若望在論殉道者羅曼努斯的講詞中:
'John Chrysostom, in his homily on Romanus the Martyr:'
1:2021
Μὴ γὰρ τοίχοις ὁ Χριστὸς περιγράφεται; μὴ γὰρ ὀφθαλμοῖς ὁ ἡμέτερος δεσπότης ὁρᾶται; ὁ ἐμὸς δεσπότης, μᾶλλον δὲ ὁ τῶν ὅλων δεσπότης Χριστός, οὐρανὸν οἰκεῖ καὶ κόσμον ἡνιοχεῖ·
『難道基督是被牆壁所限定的嗎?難道我們的主宰是用肉眼可見的嗎?我的主宰——更確切地說,萬有的主宰基督——居於天上,掌馭宇宙;』
'Is Christ, then, circumscribed by walls? Is our Master seen with eyes? My Master, or rather the Master of all, Christ, dwells in heaven and steers the cosmos;'
1:2022
καὶ θυσία τούτῳ ψυχὴ πρὸς αὐτὸν ἀνανεύουσα, καὶ μία τούτῳ τροφή, τῶν πιστευόντων ἡ σωτηρία
『獻給祂的祭,乃是仰望祂的靈魂;祂唯一的食糧,就是信者的救恩。』
'and the sacrifice to him is a soul that looks up toward him, and his one food is the salvation of those who believe.'
1:2023
ἴδωμεν δὲ ὅ,τι αὐτοῖς ἀπόνασθαι καὶ ἐνθένδε συμβήσεται
讓我們看看,他們從此處究竟能得到什麼益處。
But let us see what benefit will accrue to them even from this.
1:2024
τὸ τοῦ ἀπεριγράπτου πρόσρημα, πρόβλημα τῆς αἱρέσεως τῆς αὐτῶν, πανταχοῦ περιφέρουσιν·
『不可限定』這個名稱,作為他們異端的論據壁壘,他們到處搬弄不休;
The term 'uncircumscribed,' the bulwark of their heresy, they carry about everywhere;
1:2025
ὅπερ ἐνταῦθα ἐκ πολλῆς περιχαρείας περιπτυξάμενοι καὶ ὥσπερ ἥδιστον θήραμα τὴν λέξιν περιχαίνοντες, περὶ δὲ τὸ σημαινόμενον τῆς φωνῆς ἀπονυστάξαντες, κεναῖς ἐλπίσιν φυσηθέντες ᾤχοντο
此處他們懷著極大的欣喜擁抱這個詞,張口垂涎其詞彙彷彿它是最可口的獵物,卻對這詞語所指涉的意涵昏昏欲睡、渾然不察,於是懷著虛空的盼望、心高氣傲地離去了。
which here, embracing with great delight, and gaping open-mouthed at the word as though it were the most delightful prey, but having dozed off regarding what the term signifies, they went off puffed up with empty hopes.
1:2026
ἑαυτοῖς δὲ μᾶλλον ἢ ἑτέροις μαχόμενοι ἁλίσκονται, ὥσπερ οἰκείοις ὅπλοις βαλλόμενοι καὶ τοῖς ἐξευρημένοις καταβαλλόμενοι μηχανήμασιν·
其實他們是與自己交戰,而非與旁人交戰,就這樣被捕獲——彷彿被自己的武器擊中,被自己發明的器械所擊倒;
but they are caught fighting against themselves rather than against others, as though struck down by their own weapons and cast down by the very devices they had invented;
1:2027
λέληθεν γὰρ αὐτούς, σοφούς τε ἄγαν οἰομένους εἶναι καὶ ἀμαθίαν τῶν διδασκάλων καταγράφοντας, ὡς οὐ τὸ γράφεσθαι ἤτοι τὸ εἰκονίζεσθαι ἡ περιγραφὴ δηλοῖ·
因為他們渾然不覺——這些自以為過分聰明、並指控教父們無知的人——『限定』並不等於『被書寫』,亦即並不等於『被繪成聖像』;
For it has escaped their notice — men who think themselves exceedingly wise and who charge the teachers with ignorance — that 'circumscription' does not signify 'being written,' that is, 'being depicted in an image';
1:2028
οἷς γὰρ ἀλλήλοις ταῦτα διαφέρουσιν, καὶ ἐνταῦθα μὲν εἴρηται, πλατύτερον δὲ ἐν ἑτέροις διείληπται
這些概念彼此有何不同之處,此處已有所說明,而在別處則有更詳盡的論述。
For in what respects these differ from one another has been stated here, and has been treated more extensively elsewhere.
1:2029
σαφὲς δ' ἂν τοῦτο κἀκ τῶν προκεχειρισμένων τῷ μάρτυρι πρὸς τὸν διώκοντα γένοιτο λόγων·
這一點,從那位殉道者先前對迫害他之人所說的話中,也可清楚看出:
This would also become clear from the words previously put forward by the martyr to his persecutor:
1:2030
Ὁ ἐμὸς Χριστός, φησίν, ὃν σὺ διώκεις, ὦ τύραννε, ἐν τοίχοις οὐ περιγράφεται οὐδὲ κρατεῖται ἢ περιέχεται τοίχοις ἵνα σοι καὶ καταληπτὸς γένηται, κἂν πλείονα λυττᾷς, τὸν πέλεκυν ᾑμαγμένον ἐπιφερόμενος
『我的基督,』他說,『暴君啊,就是你所迫害的那位,並不被牆壁所限定,也不被牆壁所拘禁或圍限,好叫他能被你所掌握——即使你更加狂怒,揮舞著你那染血的斧頭。』
'My Christ,' he says, 'whom you persecute, O tyrant, is not circumscribed by walls, nor is he held or contained by walls, so that he might become comprehensible to you, even if you rage all the more, wielding your bloodied axe.'
1:2031
πῶς καὶ τίνι τρόπῳ; ὅτι οὐδὲ πάρεστιν ἐπὶ γῆς νῦν σωματικῶς
如何?以何種方式?因為他現在也不再肉身地臨在地上。
How, and in what manner? Because he is not even present on earth now bodily.
1:2032
καὶ τοῦτο ἐκδηλότερον ἔτι δείκνυσιν τά τε προηγούμενα τῆς χρήσεως καὶ τὰ ἑπόμενα
而這一點在此段引文之前與之後的文字,顯示得更加清楚。
And this is shown yet more clearly by both what precedes the citation and what follows it.
1:2033
τίνα ταῦτα; ἐν οἷς μὲν γὰρ λέγεται πρὸς τὸν τύραννον·
那些是什麼呢?因為在對那暴君所說的話裡,說道:
What are these? For in the part addressed to the tyrant it says:
1:2034
Αἰδέσθητι τοῦ σταυρωθέντος τοὺς ὅρους
『要敬畏那被釘十架者的界限。』
"Respect the boundaries of him who was crucified."
1:2035
τοῦ σταυρωθέντος οὐ τῆς ἐκκλησίας οἱ τοῖχοι, ἀλλὰ τῆς οἰκουμένης τὰ πέρατα
那被釘十架者的界限,並非教會的牆壁,而是普世大地的邊界。
The boundaries of him who was crucified are not the walls of the church, but the ends of the inhabited world.
1:2036
ἐκ δὴ τούτων μανθανέτωσαν τί ποτέ ἐστιν περιγραφή, ὅτι οὐδὲν ὅρου ἀπέοικεν, εἴ γε πολλάκις ὑπογραφαὶ ἀντὶ ὅρων ἐν οἷς χρὴ παραλαμβάνονται καὶ ὅροι ὑπογραφικοὶ προσαγορεύονται·
由此,讓他們認識到「界定」(περιγραφή)究竟是什麼——它與「界限」絕不相遠,因為往往在該用「界限」之處,卻以「銘刻」代替之,而「界限」本身也被稱為「銘刻性的」。
From these, then, let them learn what circumscription actually is—that it is not at all remote from a boundary, since often "inscriptions" are taken in place of "boundaries" where it is necessary to do so, and boundaries themselves are called "inscriptive."
1:2037
οὕτω γὰρ ποικίλως τὸ τῆς γραφῆς ὄνομα συντιθέμενον μεταλαμβάνεται
因為「書寫」一詞經如此多樣的組合,便被賦予不同的含義。
For in this way the word "writing," being compounded variously, is taken with different senses.
1:2038
καὶ γινωσκέτωσαν ὅτι τὸ λεγόμενον μὴ περιγράφεσθαι τοίχοις τὸν Χριστόν, οὐχὶ τὸ μὴ εἰκονίζεσθαι αὐτὸν τοίχοις ἐπαγγέλλεται ( οὐδὲ γὰρ εἰκόνος μνήμην ὅλως ὧδε ὁ λόγος αἰνίττεται), ἀλλ' αὐτὸν τὸν σταυρωθέντα Χριστόν, τοίχοις μὴ περιορίζεσθαι ἤτοι μὴ περιγράφεσθαι·
他們應當知道,所謂「基督不被牆壁所界定」,並非在宣告祂不被牆壁繪成聖像(因為這段話絲毫沒有暗示要提及聖像),而是指那被釘十架的基督本身,不被牆壁所限制,亦即不被界定。
And let them know that the statement that Christ is "not circumscribed by walls" does not proclaim that he is not depicted in images by walls (for the passage does not hint at any mention of an image here at all), but that Christ himself, the one who was crucified, is not confined by walls, that is, not circumscribed.
1:2039
ταυτὸν γὰρ σημαίνει ἀμφότερα
因為兩者所指的是同一件事。
For both expressions signify the same thing.
1:2040
ὡς γὰρ ἐν τοῖς ἐπάνω εἴρηται μὴ εἶναι ὅρους τοῦ σταυρωθέντος τῆς ἐκκλησίας τοὺς τοίχους, οὕτως ἐνταῦθα μὴ εἶναι περιγραφὴν καὶ ὅρον τοὺς τοίχους, περιγράφοντας καὶ περιορίζοντας τὸν Χριστόν
正如上文所說,教會的牆壁並非那被釘十架者的界限,同樣在此,牆壁也不是界定與界限,將基督界定、限制起來。
For just as it was said above that the walls of the church are not the boundaries of him who was crucified, so here it is said that the walls are not a circumscription and boundary that circumscribes and confines Christ.
1:2041
τὰ δὲ ἑπόμενα, ὁποῖα; ὅτι Οὐδὲ ὀφθαλμοῖς ὁρᾶται οὐδὲ λίθον καὶ ξύλον οἰκεῖ, πιπράσκων ἀντὶ βοῶν καὶ προβάτων τὴν πρόνοιαν
而其後所接的又是什麼呢?就是:「祂既不被眼目所見,也不居於石頭木頭之中,用祂的護理去換取牛羊。」
And what follows, of what sort is it? That "he is not even seen with eyes, nor does he dwell in stone and wood, selling providence in place of oxen and sheep."
1:2042
μὴ γὰρ βωμὸς αὐτοῦ τοῖς συναλλάγμασιν μεσιτεύει; αὕτη τῶν σῶν δαιμόνων ἡ λίχνη προσαίτησις
「難道祂的祭壇會為交易作中介嗎?那正是你們那些魔鬼貪婪的乞討。」
"Does an altar of his, then, mediate transactions? This is the greedy begging of your demons."
1:2043
ἆρ' οὖν τὸ εἰρῆσθαι μὴ ὁρᾶσθαι Χριστὸν ὀφθαλμοῖς ἀνθρωπίνοις, ἢ λίθον καὶ ξύλον μὴ οἰκεῖν, εἰκόνος Χριστοῦ μνήμην ἡμῖν ἐμποιεῖ; ἢ οὐχὶ προδήλως τὸν Χριστὸν αὐτὸν μήτε ὁρώμενον σωματικῶς μήτε λίθον καὶ ξύλον οἰκεῖν παρίστησιν; τὸ δ' οὖν μὴ πιπράσκειν ἀντὶ βοῶν καὶ προβάτων τὴν πρόνοιαν, μὴ δὲ βωμὸν αὐτοῦ τοῖς συναλλάγμασιν μεσιτεύειν πρὸς εἰκόνας ἁρμόσασθαι, τῆς τῶν ἀνοσίων ἂν εἴη ἀναισθησίας καὶ κτηνωδίας·
那麼,所謂基督不被人的肉眼所見,或不居於石頭木頭之中,是否使我們想起基督的聖像呢?這豈不明明白白地表明基督自身既不被肉身看見,也不居於石頭木頭之中嗎?至於「不用護理去換取牛羊」、「祂的祭壇不為交易作中介」,若將這些話套用到聖像上,那便是不虔者的麻木不仁與獸性愚昧了;
Does, then, the statement that Christ is not seen with human eyes, or that he does not dwell in stone and wood, produce in us any remembrance of an image of Christ? Or does it not plainly present that Christ himself is neither seen bodily nor dwells in stone and wood? As for not selling providence in place of oxen and sheep, and his altar not mediating transactions—to apply these to images would be the insensibility and brutish folly of the impious;
1:2044
παρὰ γὰρ τοῖς ἐχέφροσιν καὶ τὰ τῆς ψυχῆς ὑγιαίνουσιν αἰσθητήρια οὔτε νοηθείη οὔτε λεχθείη ἄν ποτε
因為在心智健全、靈魂健康的人當中,這種事絕不會被想到,也絕不會被說出口。
for among the sensible, whose faculties of soul are healthy, this could never be conceived, nor ever be said.
1:2045
εἰ οὖν τὰ εἰρημένα τὸν Χριστὸν αὐτόν, οὐ τὴν εἰκόνα τοῦ Χριστοῦ μηνύει, πῶς οὐχὶ καὶ τὸ ἐν τοίχοις μὴ περιγράφεσθαι εἰρημένον, αὐτὸν τὸν Χριστὸν ἡμῖν, οὐ τὴν Χριστοῦ εἰκόνα πληροφορήσει νοεῖν; δεῖ γὰρ ἐκ τῶν συντεταγμένων πολλῶν καὶ φανερῶν ὄντων καὶ τὸ ἓν καὶ δοκοῦν ἀμφίβολον δοκιμάζεσθαι
既然上述所言指的是基督本身,而非基督的聖像,那麼那句「不被牆壁所界定」,豈不同樣要使我們充分明白,是指基督本身,而非基督的聖像嗎?因為必須從眾多明顯而彼此連貫的話語中,去判斷那看似含糊的一句。
If, then, the things said signify Christ himself and not the image of Christ, how will not the statement that he is "not circumscribed by walls" likewise fully persuade us to understand it of Christ himself, not the image of Christ? For from the many things that are joined together and are evident, even the one that seems ambiguous must be judged.
1:2046
ποῖος οὖν αὐτοῖς ἐνταῦθα τρόπος ἀπάτης λελείψεται καὶ δολιότητος, ματαίαις καὶ πονηραῖς ἐπινοίαις κατὰ τῆς ἀληθείας ὁπλίσασθαι; ὃ δὲ μάλιστα διδάξαι καὶ πεῖσαι τοὺς ἀπειθεῖς ἐχρῆν, ἡ ὁρμὴ τοῦ διώκοντος
那麼,在這裡,他們還剩下什麼欺詐與詭詐的手段,可以用虛妄邪惡的詭計來武裝自己以對抗真理呢?而最能教導並說服那些不信之人的,正是那迫害者的行動本身。
What manner of deceit and guile, then, is left to them here, to arm themselves with vain and wicked contrivances against the truth? And what most ought to teach and persuade the disobedient is the very impulse of the persecutor.
1:2047
ὁ γὰρ διώκων ἐνταῦθα τὸν μάρτυρα τύραννος, τίνος ἐκόλαζεν ἕνεκεν; ἆρα εἰκόνων; ἢ αὐτοῦ Χριστοῦ χάριν; τί οὖν ἀποφανοῦνται πρὸς τὸ ἑξῆς ἐπαγόμενον·
因為此處迫害殉道者的那暴君,究竟是為了什麼緣故施加刑罰的呢?難道是為了聖像?還是為了基督自身的緣故?那麼對於接下來所引的話,他們又要如何解釋呢?
For the tyrant who here persecuted the martyr—for the sake of what was he inflicting punishment? Was it for images? Or for the sake of Christ himself? What, then, will they declare concerning what is added next?
1:2048
ὁ ἐμὸς δεσπότης, φησίν, μᾶλλον δὲ ὁ τῶν ὅλων δεσπότης, οὐρανὸν οἰκεῖ; μήποτε ἆρα καὶ εἰκόνα Χριστοῦ οὐρανὸν οἰκεῖν δώσουσιν, ἵνα καὶ ἐξ οὐρανῶν τὴν εἰκόνα Χριστοῦ καταγαγεῖν σπουδάσωσιν; καὶ πῶς οὐ φανερὸν ἐντεῦθεν ὅτι τὸ ἐν τοίχοις μὴ περιγράφεσθαι τὸ ἐν τοίχοις μὴ οἰκεῖν τὸν Χριστὸν λέγεται μὴ δὲ σωματικῶς ἐν αὐτοῖς περιείργεσθαι καὶ ὁρίζεσθαι ἅπερ ὁ τῆς περιγραφῆς λόγος παρίστησιν; ἀνάλογον γὰρ καὶ ὅμοιον ἐνταῦθα τῷ οἰκεῖν τὸ περιγράφεσθαι
「我的主,」他說,「更確切地說,是萬有的主,居住在天上。」難道他們也會因此承認基督的聖像居住在天上,以致他們要急切地把基督的聖像從天上帶下來嗎?由此豈不清楚可見,「不被牆壁所界定」所說的,正是「不居於牆壁之中」,即不肉身地被牆壁所拘限、界定——而這正是「界定」一詞所要表達的意思嗎?因為在此,「被界定」與「居住」二者是類比而相似的。
"My master," he says, "or rather the master of all, dwells in heaven." Will they, then, ever grant that an image of Christ also dwells in heaven, so that they might be eager also to bring the image of Christ down from the heavens? And how is it not evident from this that "not being circumscribed by walls" means "not dwelling in walls"—that is, that Christ is not confined and bounded bodily within them, which is precisely what the notion of circumscription presents? For here "being circumscribed" is analogous and similar to "dwelling."
1:2049
ἐπεὶ οὖν ἡ τοπικὴ περιγραφὴ σαφῶς ἡμῖν ὧδε ἀναφαίνεται ( οὐ γὰρ γραφῆς καὶ εἰκόνος λόγος), πόθεν πρὸς τὰ κακῶς αὐτοῖς ὑπονενοημένα οὕτως ἀπαντησόμεθα; τί οὖν φημι; εἰ οὐ λίθον οὐδὲ ξύλον, ἃ τοὺς τοίχους συνίστησιν, ὁ Χριστὸς οἰκεῖἵνα ἐξ ὧν καὶ αὐτοὶ συνομολογοῦσιν ληψώμεθα, δῆλον δὲ δήπου ὡς τὸ οἰκεῖν που, σώματος, οὐκ εἰκόνος λέγεται εἶναιοὐδὲ πάρεστιν ἐν αὐτοῖς, ἄρα διατοῦτο οὐδὲ ἐν τοίχοις περιγραφήσεται
既然如此,此處空間上的界定對我們顯然是明白的(因為這裡談的並非繪畫與聖像),那麼我們該如何回應他們錯誤的臆測呢?我要說什麼呢?倘若基督既不居於構成牆壁的石頭,也不居於木頭之中——為了從他們自己也承認的前提出發推論,而且顯然「居於某處」所指的乃是身體,並非聖像——祂也不臨在其中,是否便因此說祂在牆壁之中也不會被界定呢?
Since, then, local circumscription is here clearly shown to us (for there is no mention here of depiction and image), how then shall we answer their ill-conceived suspicions? What, then, do I say? If Christ dwells neither in the stone nor the wood that make up the walls—so that we may take our argument from what they themselves also agree on, and it is surely clear that "to dwell somewhere" is said of a body, not of an image—nor is he present in them, does it therefore follow that he will not be circumscribed in walls either?
1:2050
πῶς γὰρ ἐν ᾧ τόπῳ τίς μὴ πάρεστιν περιγραφήσεται; εἰ δὲ ἐν τούτοις οὐκ οἰκεῖ, κατ' οὐρανοὺς πάντως οἰκεῖ, κατ' οὐρανοὺς δηλαδὴ καὶ περιγραφήσεται, δῆλον δὲ σωματικῶς, ἐπεὶ καὶ οὐρανὸς τοῦ παντὸς περιγραφὴ καὶ ὅρος ἐστίν τε καὶ λέγεται
因為某人若在某處根本不曾臨在,又怎能在該處被界定呢?倘若祂不居於此,那祂便必然完全居於諸天之中,顯然也會依諸天而被界定,且顯然是肉身地被界定,因為諸天本身既是、也被稱為整個宇宙的界定與界限。
For how could someone be circumscribed in a place in which he is not even present? But if he does not dwell in these, he surely dwells altogether in the heavens; and manifestly he will be circumscribed according to the heavens—clearly bodily, since heaven both is and is called the circumscription and boundary of the whole universe.
1:2051
ὅλως δὲ τὸ ἐν τῷδε μὲν εἶναι τῷ τόπῳ καὶ ἐν τῷδε οἰκεῖν, ἐν τῷδε δὲ μὴ δὲ εἶναι μὴ δὲ οἰκεῖν, οὐδὲν ἕτερον ἢ περιγραφῆς ἡμῖν πάντῃ τε καὶ πάντως ἔννοιαν ὑποτίθεται
總而言之,處於此地並居於此地,卻不在彼地、不居於彼地,這無非是在各方面、以各種方式向我們提示出「界定」的概念。
And in general, to be in this place and to dwell in this one, but not to be nor dwell in that one, suggests to us nothing other than, in every way and altogether, the very notion of circumscription.
1:2052
εἰ δὲ σεσωματωμένος καὶ νῦν ὁ Χριστός ἐστιν, καθὰ οἱ ἀληθινοὶ προσκυνηταὶ αὐτοῦ πιστεύομεν, ἴδιον δὲ σώματος τὸ τόπῳ περιγράφεσθαι, περιγραπτὸς ὁ Χριστὸς ἄρα, κἂν οἱ φιλαπερίγραπτοι μὴ πείθωνται, καὶ περιπείρονται ῥᾳδίως ἐξ ἀπιστίας καὶ ἀμαθίας ἐξ ὧν διαδιδράσκειν ᾤοντο
倘若基督如今仍是有形身體的,正如我們這些真心敬拜祂的人所信的那樣,而身體固有的特性正是被地點所界定,那麼基督便是可被界定的了;縱使那些愛慕「不可界定」之說的人不肯信服,他們也將因不信與無知,輕易地被自己企圖逃避的那些論證所刺穿。
But if Christ is even now embodied, as we his true worshippers believe, and it is proper to a body to be circumscribed by place, then Christ is circumscribable—even if the lovers of the uncircumscribable are not persuaded, and they are easily impaled, through unbelief and ignorance, on the very things from which they thought to escape.
1:2053
ὃ δὲ πλέον αὐτοὺς παρεκρούσατο ἡ τῶν τοίχων ὀνομασία ἐστίν·
而最使他們誤入歧途的,正是「牆壁」這一名稱。
And what deceived them most is the term "walls."
1:2054
ἀναισθητότεροι καὶ τῶν λίθων ἀκινητότεροι, σκληρὰν καὶ ἀτεράμονα τὴν καρδίαν πρὸς τὴν σύνεσιν τῶν ἀληθῶν θέμενοι καὶ μηδὲν πλέον τῶν λεγομένων ἢ ἀκουομένων καὶ τοῖς αἰσθητοῖς προσπιπτόντων ὄμμασιν ἐννοεῖν δυνάμενοι
他們比石頭更麻木、比石頭更不動,將心硬如鐵石、頑固不化,對真理的領悟毫無所感,除了所說所聽以及落入感官眼目之物以外,別無任何理解能力。
More insensate than stones, and more unmoving than they, having made their heart hard and unyielding toward the understanding of true things, and able to conceive nothing beyond what is said or heard and what falls upon their perceptible eyes.
1:2055
οἱ γὰρ τοῖχοι οὐκ εἰκονογραφίας χάριν παρελήφθησαν, ἀλλὰ τοῦ ἐμπεριέχειν καὶ ἐμπερικλείειν ἅπερ ἐν τοίχοις περιέχεσθαι πέφυκεν καὶ ἐντὸς καθορίζεσθαι
因為牆壁的採用,並非為了繪製聖像,而是為了容納並圍住那些本應被包含在牆壁之內、並在其中受到界定的事物。
For the walls were not adduced for the sake of icon-painting, but for the sake of containing and enclosing what naturally belongs within walls and is bounded therein.
1:2056
καὶ οὐ συνῆκαν οἱ δείλαιοι ὅτι τὰ εἰρημένα ἅπαντα πρὸς ἀντιδιαστολὴν τῶν παρ' Ἕλλησιν μυσαρῶν σεβασμάτων προενήνεκται
而這些可憐的人,並未領會上述種種話語,全都是為了與希臘人(異教徒)那些可憎的崇拜對象作對比而提出的。
And the wretches did not understand that all these statements were brought forward in contradistinction to the abominable objects of veneration among the Greeks.
1:2057
Ἕλληνες γὰρ τὰ ἑαυτῶν ξόανα τοίχοις καὶ ἀδύτοις καὶ σκοτεινοῖς τόποις ἐγκατακλείοντες ( ἐπεὶ τῷ ὄντι σκότους εἰσὶν ἄξια) αὐτοῦ μόνον τοὺς ἐνῳκισμένους περιγράφεσθαι νομίζουσιν ἀνοηταίνοντες, ξύλα γε ὄντας καὶ λίθους καὶ ὁποίας ἂν εἶεν ὕλης
因為希臘人把自己的雕像關閉在牆壁、內殿與陰暗之處(既然它們本就確實配得黑暗),便愚昧地以為只有他們所安置於其中的那些對象,才在那裡被界定——殊不知那些不過是木頭、石頭,或不論什麼材質而已。
For the Greeks, shutting up their carved images in walls and inner shrines and dark places (since indeed they are truly worthy of darkness), foolishly suppose that only those images that have been housed there are circumscribed there—though they are but wood and stone, or whatever material they may be.
1:2058
ὁ δὲ Χριστὸς καὶ θεὸς ἡμῶν, ὡς ἀληθῶς εἰπεῖν, σωματικῶς νῦν ἐπὶ γῆς οὐκ ἐνδημῶν (ὡς θεὸς γὰρ πανταχοῦ καὶ ὑπὲρ τὸ πᾶν ἐστιν) οὐδὲ τοίχοις καὶ δόμοις τισὶν περιειργόμενος πιστεύεται·
而我們的基督與神,說實話,如今並非肉身地寄居於地上(因為身為神,祂無所不在,且超乎萬有之上),我們也不相信祂是被任何牆壁與屋宇所拘限的;
But Christ, our God—to speak truly—not now dwelling bodily upon earth (for as God he is everywhere and above the whole universe), is not believed to be confined by any walls or dwellings;
1:2059
εἰς οὐρανοὺς γὰρ μετὰ τοῦ προσλήμματος ἀνιών, συμπάρεδρον τῷ θρόνῳ τῷ πατρικῷ τὴν ἀπαρχὴν τοῦ καθ' ἡμᾶς φυράματος ἀπειργάσατο·
因為祂帶著所取的人性升上諸天,使我們這團麵團的初熟果子,與聖父的寶座同坐;
for ascending into the heavens together with the assumed nature, he made the firstfruits of our lump to sit together with the paternal throne;
1:2060
καὶ θώκοις ἐγκαθίδρυται τοῖς ἐκ δεξιῶν τοῦ θεοῦ καὶ πατρός, ᾧ οἶδεν αὐτὸς θεϊκῷ τρόπῳ
並在神與父的右邊寶座上安坐,以祂自己以神聖的方式所知曉的樣式。
and he is enthroned on the seats at the right hand of God the Father, in the manner which he himself knows in a divine way.
1:2061
οὐκοῦν περιγραπτὸν ἐκ παντὸς τὸ Χριστοῦ σῶμα καὶ οὐκ ἐκείνοις μᾶλλον ἢ τῷ ἐκκλησιαστικῷ φρονήματι συνηχήσει τε καὶ συλλήψεται τὰ εἰρημένα·
因此,基督的身體從各方面而言都是可被界定的,而上述種種所言,將與教會的信念相呼應、相契合,而非與他們相合;
Therefore the body of Christ is in every way circumscribable, and what has been said will resound and accord not with their opinion, but rather with the mind of the Church;
1:2062
εἰ δὲ ταῦτα οὕτως ἔχει, καὶ γράφεται δήπου καὶ εἰκονίζεται
倘若如此,那麼祂當然也是可以被描繪、被繪成聖像的。
and if this is so, then he is surely also depicted in writing and represented in images.
1:2063
οἱ δὲ περὶ τὴν λέξιν τῆς γραφῆς σκοτισθέντες καὶ ταυτὸν εἶναι οἰόμενοι γραφήν τε καὶ περιγραφὴν εὐκαίρως τοὺς ἐλέγχους τῆς ἀμαθίας ἐκ περιτροπῆς ὑποδέχονται
而那些在「書寫」一詞的含義上陷入昏昧、以為「書寫」與「界定」是同一件事的人,恰好因此領受了對其無知的駁斥,反倒自食其果。
But those who have been darkened concerning the meaning of the word "writing," and suppose "writing" and "circumscription" to be the same thing, fittingly receive in return the refutations of their own ignorance.
1:2064
πάντα γὰρ πρὸς τὸ οἰκεῖον βούλημα θηρεύειν ἀβούλως καὶ σφαλερῶς διαγωνίζονται ἵνα ὅτῳ δὴ τρόπῳ τὴν Χριστοῦ μνήμην ἀφέλοιντο·
因為他們不假思索、危如累卵地竭力將一切事物硬套向自己的意圖,好用任何方式抹去對基督的記憶;
For they contend, thoughtlessly and precariously, to hunt everything toward their own purpose, so that by whatever means they might remove the remembrance of Christ;
1:2065
βαρὺς γάρ ἐστιν αὐτοῖς καὶ ἐν εἰκόνι βλεπόμενος καὶ εἰς μνήμην ἐρχόμενος
因為對他們而言,無論是在聖像中被看見,還是被人記念,基督都是令他們難以承受的。
for he is burdensome to them both when seen in an image and when he comes into remembrance.
1:2066
τοῖς προηγουμένοις τὰ ἑπόμενα καὶ παρ' αὐτοῖς ἐκτεθέντα, τοιαῦτα·
接續在前文之後、也由他們所引述的內容,如下:
What follows what has preceded, as set forth also by them, is as follows:
1:2067
Καὶ πάλιν ὁ αὐτός, φασίν, ἐν τῷ λόγῳ αὐτοῦ τῷ εἰς τὸν Ἀβραὰμ φάσκει·
他們說:「同一位作者又在他論亞伯拉罕的講辭中說道:」
"And again the same author," they say, "states in his discourse on Abraham:"
1:2068
Οἱ δὲ τρεῖς ἄγγελοι ὅτι ἦλθον πρὸς τὸν Ἀβραὰμ καὶ ταῦτα ἐποίησαν, ὑπὸ Ἑλλήνων ἀκόντων μαρτυροῦνται
『那三位天使曾到亞伯拉罕那裡並行了這些事,這一點連希臘人也不情願地作了見證。』
"That the three angels came to Abraham and did these things is testified even by the unwilling Greeks."
1:2069
οἱ γὰρ τὴν τῶν Παλαιστινῶν οἰκοῦντες γῆν καὶ εἰκόνας γράφοντες τῶν σεβασμάτων αὐτῶν τρεῖς γράφουσιν ἀγγέλους καὶ τὸν Ἀβραὰμ μετ' αὐτῶν καὶ τὴν Σάρραν καὶ μόσχον καὶ ἄλευρον·
『因為居住在巴勒斯坦地的人,在描繪他們所崇拜之物的聖像時,繪出三位天使,並將亞伯拉罕與撒拉、一頭牛犢、以及麵粉一同繪入其中;』
"For those who inhabit the land of the Palestinians, when painting images of their objects of veneration, paint three angels, and Abraham with them, and Sarah, and a calf, and flour;"
1:2070
καὶ πάντα ὅσα λέγει ἡ γραφὴ διὰ μέλανος, λέγουσιν ἐκεῖνοι δι' ἀγαλμάτων
『凡聖經用墨水所記述的一切,他們都用雕像來表達。』
"and all that Scripture says by means of ink, they say by means of statues."
1:2071
ταῦτα δὲ εἴρηται ἵνα οὐ τοῖς πιστοῖς δι' Ἑλληνικῶν γένηται ἡ πίστις·
『這話之所以說出,並非要使信徒藉由希臘人(異教)之事而生出信心;』
"And this is said, not that faith should come to the faithful through Hellenic means;"
1:2072
ἡμεῖς γὰρ παρὰ τῶν ἔξωθεν οὐ δεχόμεθα τὰς ἀποδείξεις. ὢ βυθὸς ἀνοίας
『因為我們並不接受出於外邦之人的證據。』——啊,何等愚昧無知之深淵!
"for we do not accept proofs from those outside." O depth of folly!
1:2073
ὅπως τὸ ἀνελεύθερον καὶ ἀνεπιστάτητον τῆς γνώμης τῶν νεογνῶν εἰς πίστιν ἀπογυμνοῦται
由此可見,這些初信之人的見識何等卑陋、不受節制,在信仰上竟毫無遮掩地暴露出來!
See how the servile and unsupervised character of the judgment of these newly-born ones is laid bare with regard to the faith!
1:2074
ἄξιον γὰρ ὧδε εἰπεῖν ὅτι οὔτε ἃ λέγουσιν οἴδασιν οὔτε περὶ τίνων διαβεβαιοῦνται
在此值得指出,他們既不知道自己所說的是什麼,也不知道自己所斷言的究竟是什麼。
For it is worth saying here that they know neither what they say, nor about what they so confidently assert.
1:2075
ποίαν γὰρ ταῦτα τοῖς λόγοις αὐτῶν συνηγορίαν ἔχει, ὁπότε οὐδὲ τῷ σκοπῷ τοῦ συγγραφέως παρακολουθῆσαι αὐτοῖς ἐξεγένετο; οὐδὲ γὰρ περὶ ἀγαλμάτων τινῶν ἐβούλετο διαλέγεσθαι, πότερον φευκτὰ ἢ οὐ φευκτά, ἀλλὰ τὰ κατὰ τὸν Ἀβραὰμ διεξιὼν ἀπάγει καὶ πρὸς Ἕλληνας τὸν λόγον, ἐπαγαγέσθαι πειρώμενος πρὸς τὴν τῶν πραγμάτων ἀλήθειαν καὶ αὐτούς, ὡς εἰ μὴ τοῖς παρὰ τοῦ πνεύματος γεγραμμένοις προσέχοιεν, τοῖς γοῦν φαινομένοις πεισθεῖεν
因為這些話對他們的論點究竟有何助益呢?既然他們連那位作者的本意都未能跟上;他本無意討論某些雕像究竟該摒棄還是不該摒棄,而是在敘述亞伯拉罕的事蹟時,把論述也引向了希臘人,試圖使他們也被引導歸向事情的真相——好叫他們縱使不肯留意聖靈所寫下的話語,至少也能被眼見的事實所說服。
For what support does this give to their arguments, when they were not even able to follow the author's own purpose? For he did not intend to discuss certain statues, whether they are to be shunned or not shunned; rather, in recounting the matters concerning Abraham, he draws his argument also toward the Greeks, attempting to lead them too toward the truth of the matter—so that, even if they would not attend to what was written by the Spirit, they might at least be persuaded by what is visible.
1:2076
καὶ γὰρ τὰ Σοδόμων εἰς προῦπτον ἔκειτο·
因為所多瑪的事,是明明擺在眾人眼前的。
For indeed the fate of Sodom lay open to view.
1:2077
τοιαῦτα γὰρ μικρὸν πρόσθεν ἔλεγεν·
因為他在稍前不久,曾這樣說過:
For such things he had said a little before:
1:2078
Εἰ δέ τις Ἑλλήνων ἀπιστεῖ ἢ τοῖς δι' Ἀβραὰμ εἰρημένοις ὅτι τρεῖς ἦλθον πρὸς αὐτὸν καὶ ὑπεδέχθησαν ἢ τοῖς διὰ τὸν Λὼτ καὶ τὰ Σόδομα, βλεπέτω ὀφθαλμοῖς ἃ λέγει τὰ ῥήματα·
『倘若有希臘人不相信亞伯拉罕的事——即三位曾到他那裡並蒙他接待——或不信羅得與所多瑪的事,就讓他親眼看看這些話語所說的:』
"But if any of the Greeks disbelieves either what is said concerning Abraham, that three came to him and were received, or what is said concerning Lot and Sodom, let him see with his eyes what the words say:"
1:2079
Σόδομα γὰρ ἔτι καὶ νῦν κατέστραπται, δείκνυσιν δὲ τὸν Λὼτ ζῶντα
『所多瑪至今仍是傾覆的,而它也顯明羅得仍然活著。』
"For Sodom lies overthrown even to this day, and it shows Lot living."
1:2080
ταῦτα προθέμενος ἐπάγει εὐθύς·
說了這些之後,他隨即接著說:
Having set these forth, he adds immediately:
1:2081
Οἱ δὲ τρεῖς ἄγγελοι ὅτι ἦλθον πρὸς τὸν Ἀβραὰμ καὶ τἄλλα ὅσα κατὰ τὴν ἀρίστην ἐκείνην ὑποδεξίαν πέπρακται καὶ ἡ προκειμένη περιέχει χρῆσις
『那三位天使曾到亞伯拉罕那裡,以及在那極美的接待中所行的其餘一切事,這篇引文也都涵括在內。』
"That the three angels came to Abraham, and all the other things done in that excellent reception, are also contained in the citation before us."
1:2082
ἐν ᾧ τοίνυν τῶν ῥημάτων ἀμφισβητοῖεν Ἕλληνες, τοῖς γοῦν παρὰ τῶν οἰκείων καὶ γένει καὶ θρησκείᾳ προσηκόντων ἐξευρημένοις τὰ κατὰ τὸν Ἀβραὰμ εἰρημένα δεχέσθωσαν
『因此,無論希臘人對這些話語有何質疑,至少讓他們接受由那些在血統與宗教上與他們同族的人所創作呈現出來的、關於亞伯拉罕的種種事蹟。』
"In whatever, then, the Greeks might dispute concerning the words, let them at least accept the things said concerning Abraham, on the basis of what has been devised by those who belong to them both in kin and in religion."
1:2083
τὸν Ἀβραὰμ καὶ Ἕλληνας δέχεσθαι δίκαιον παρ' Ἑλλήνων δι' ἀγαλμάτων δεικνύμενα
『希臘人理當接受亞伯拉罕的事蹟,因為那正是希臘人自己藉由雕像所展示出來的。』
"It is right that the Greeks accept the account of Abraham, on the basis of what is shown by the Greeks themselves through statues."
1:2084
ποία οὖν τοῖς ἀσεβέσιν πρόφασις τὰ κατὰ τὴν ἐκκλησίαν κακίζειν; ἢ ποῖος μῶμος αὐτῇ προσπλεκήσεται παρὰ τὸ πειρᾶσθαι δι' ἀγαλμάτων τὰ κατὰ τὸν Ἀβραὰμ δεικνύειν τοὺς Ἕλληνας; ἢ οὐχὶ δὴ μᾶλλον μέμψεως οὗτοι καὶ κατηγορίας ἄξιοι; εἰ γὰρ Ἕλληνες τὰ θεῖα ἁρπάσαντες καὶ ἡμέτερα, σπουδὴν περὶ τὴν ἀλήθειαν ἔθεντο, πόσον ἔδει τοὺς πιστοὺς σπουδαιότερον περὶ ταῦτα διανίστασθαι; οὐδὲ γὰρ ἐπειδὴ Ἕλληνες τἀληθῆ γράφουσιν, ἡμᾶς χρὴ παραγράφεσθαι τὴν ἀλήθειαν πρὸς τὴν τῶν πραγμάτων ἀποβλέποντας φύσιν
那麼,不敬者究竟有什麼藉口來責難教會的作為呢?又有什麼過失能加諸於教會,只因希臘人企圖藉由雕像來展示亞伯拉罕的事蹟呢?這些人豈不更應當受到責備與控訴嗎?因為倘若希臘人竊取了那本屬神聖、也本屬我們的事物,尚且對真理表現出熱忱,那麼信徒豈不更應當為此奮起,加倍熱切嗎?並非因為希臘人記述了真實的事,我們就該漠視真理,反倒該正視事物本身的本質。
What pretext, then, do the impious have to revile the affairs of the Church? Or what blame will be attached to her because the Greeks attempt to display the matters concerning Abraham through statues? Or are not these very ones rather worthy of censure and accusation? For if the Greeks, having seized upon things divine that are also ours, showed zeal for the truth, how much more zealously ought the faithful to have risen up concerning these matters? For it is not because the Greeks write down what is true that we ought to disown the truth, but rather we ought to look to the nature of the facts themselves.
1:2085
διατοῦτο γὰρ καὶ Ἰουδαῖοι κατάκριτοι, ὅτι ἃ πάλαι αὐτοῖς προσῆκεν νῦν ἡμέτερα γέγονεν
『正因如此,猶太人才受了定罪,因為從前屬於他們的,如今已成了屬於我們的;』
"For this is also why the Jews are condemned: because what once belonged to them has now become ours;"
1:2086
τὸν γὰρ πλοῦτον τὸν ἐκείνων ληϊσάμενοι σφετεριζόμεθα, ὅτι τὸν ἐλθόντα εἰς τὰ ἴδια οἱ ἴδιοι οὐ παρέλαβον·
『因為我們掠奪並據為己有了他們的財富,因為那位來到自己地方的,自己的人卻不接待他;』
"for we have plundered and appropriated to ourselves their wealth, because his own people did not receive him who came to his own;"
1:2087
ὥστε τὰ παρ' ἀπίστοις στηλογραφούμενα εὐγνωμόνως πιστοῖς προσίεσθαι δίκαιον, ἐπεὶ καὶ τοῖς γεγραμμένοις οἰκεῖα καὶ ὁμόλογα
『因此,信徒理當懷著感恩之心,接受不信者刻在碑石上的記述,因為這些記述與經上所記的內容也是相符相合的。』
"so that it is right for the faithful gratefully to accept what has been inscribed on monuments among unbelievers, since it is also proper to, and in agreement with, what has been written."
1:2088
ἔτι τοῖς εἰρημένοις προστίθησιν ὁ διδάσκαλος·
這位教師在上述之外,又補充說道:
The teacher further adds, in addition to what has been said:
1:2089
ταῦτα δὲ εἴρηται ἵνα οὐ τοῖς πιστοῖς δι' Ἑλληνικῶν γένηται ἡ πίστις·
『這話之所以說出,並非要使信徒藉由希臘人(異教)之事而生出信心;』
"And this is said, not that faith should come to the faithful through Hellenic means;"
1:2090
ἡμεῖς γὰρ παρὰ τῶν ἔξωθεν οὐ δεχόμεθα τὰς ἀποδείξεις
『因為我們並不接受出於外邦之人的證據。』
"for we do not accept proofs from those outside."
1:2091
ἡμῖν γὰρ ὡς ἀληθῶς οὐδεὶς λόγος παρὰ τῶν ἔξωθεν τὰς πίστεις δέχεσθαι τῶν κατὰ τὸν Ἀβραὰμ πρὸς τὴν τῶν ἀγγέλων φιλοφρόνως πεπραγμένην δεξίωσιν, οὐδὲ ἄλλου ὅτου χάριν, τοῖς ἱεροῖς ἤδη ἐντεθραμμένοις λόγοις τε καὶ παιδεύμασιν
因為對我們這些已經在神聖的話語與教導中受培育的人而言,實在沒有任何理由要從外邦人那裡接受關於亞伯拉罕以親切之情接待天使一事的證明,也不為其他任何緣故。
For truly, for us who have already been nurtured in the sacred words and teachings, there is indeed no reason at all to accept from outsiders proofs concerning the friendly reception that Abraham gave the angels, nor for any other purpose whatsoever.
1:2092
καὶ γὰρ ὁ κύριος, φησίν, τῶν δαιμονίων βοώντων·
他說:『因為主聽見鬼魔喊叫說:』
"For indeed," he says, "when the demons cried out, the Lord..."
1:2093
Σὺ εἶ ὁ Χριστός, ἐπετίμα καὶ οὐκ εἴα λαλῆσαι, ἀπαξιῶν παρὰ δαιμόνων μαρτυρεῖσθαι
『「祢是基督!」祂卻斥責牠們,不許牠們說話,不屑於被鬼魔所見證。』
"'You are the Christ,' he rebuked them and did not allow them to speak, disdaining to be testified to by demons."
1:2094
ἀλλ' οὐ παρὰ τοῦτο καὶ ἡμεῖς Χριστὸν ὁμολογεῖν παραιτησόμεθα
『但我們並不因此就拒絕承認基督;』
"But not on account of this shall we also refuse to confess Christ;"
1:2095
οὐδὲ Παῦλον δυσφημήσομεν ἐπειδὴ ἀκούομεν εὐφημοῦσαν αὐτὸν τὴν Πυθόληπτον
『我們也不會因為聽見那被彼陀靈附身的女子稱讚保羅,就毀謗保羅。』
"nor shall we speak ill of Paul because we hear the Python-possessed woman speaking well of him."
1:2096
μὴ δὲ γὰρ τοῖς προσώποις προσεκτέον, ἀλλὰ ταῖς ἀληθείαις αὐταῖς ἐπικριτέον τὰ πράγματα·
『因為不該只看重人的身分,而應當依照事情本身的真相來判斷事物;』
"For one must not pay attention to persons, but must judge the matters by the very truths themselves;"
1:2097
καίτοι παρὰ τῶν ἐναντίων πρὸς πίστιν ἡ ἀλήθεια τὸ ἐπαγωγὸν μᾶλλον καὶ πιθανὸν κέκτηται
『況且真理若出自對立者之口,反而更具說服力與可信度,更能引人歸信。』
"and indeed, truth, coming from opponents, possesses all the more persuasive and convincing power for belief."
1:2098
ἤδη δὲ ἔγωγε καί τινος ἐπυθόμην λέγοντος θεολόγων ἑτέρωθεν·
而我自己,也曾聽某位神學家在別處這樣說過:
And I myself have already heard, from elsewhere, one of the theologians saying:
1:2099
Πάλιν Βαλαὰμ προφητεύει καὶ Σαμουὴλ ἕλκεται, εἰ δοκεῖ, δι' ἐγγαστριμύθου, καὶ δαίμονες ὁμολογοῦσιν τὸν Ἰησοῦν ἄκοντες καὶ διὰ τῶν ἐναντίων, ἵνα καὶ πιστευθῇ μᾶλλον ἡ ἀλήθεια·
『再者,巴蘭也曾說預言,撒母耳也曾被招魂者(若你願意這樣說)所召喚出來,鬼魔也不情願地、藉由對立之口承認耶穌,好叫真理因此更能被人相信;』
"Again, Balaam prophesies, and Samuel is conjured up, if you will, through a medium, and demons confess Jesus unwillingly, even through their opposites, so that the truth might be believed all the more;"
1:2100
καὶ ἀποστόλων τοῦ μεγαλόφρονος, ὡς ἤδη ἀνέχεταί τινων κηρυσσόντων τὸ εὐαγγέλιον, καὶ τούτων ἀπίστων καὶ οὐ μικρὸν αὐτῷ ἐπισωρευόντων ἐντεῦθεν τὸν κίνδυνον, ἵνα ὅτῳ τρόπῳ, προφάσει τε καὶ ἀληθείᾳ, Χριστὸς καταγγέλληται
『再看那心胸廣大的使徒:他尚且容忍某些人傳講福音,即便這些人並不真心相信,且由此為他招來不小的危險,只求無論以何種方式——不論是藉著虛偽的動機,還是出於真誠——基督總能被傳揚出去。』
"and consider also the great-souled apostle: how he already tolerates some who preach the gospel, even though they are unbelieving, and though this heaps up upon him no small danger—so that by whatever means, whether by pretext or in truth, Christ may be proclaimed."
1:2101
ἐοίκασιν δέ μοι παραπλήσιόν τι πεπονθέναι τῶν Ἰουδαίων·
他們在我看來,似乎與猶太人所遭遇的頗為相似;
They seem to me to have suffered something similar to what the Jews suffered;
1:2102
ὥσπερ γὰρ ἐκεῖνοι τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ' ὑπετάγησαν, οὕτω καὶ οὗτοι τῷ ἰδίῳ σκοπῷ πανταχοῦ ἑπόμενοι, τῷ σκοπῷ τοῦ δι δασκάλου οὐκ ἠκολούθησαν
正如那些人尋求確立自己的義,卻不服在神的義之下,這些人也是如此,處處追隨自己的意圖,卻不遵從這位教師的意圖。
For just as those men, seeking to establish their own righteousness, did not submit to the righteousness of God, so also these men, following their own purpose in everything, did not follow the purpose of the teacher.
1:2103
πρὸς γὰρ τὸ λέγον ῥητὸν μόνον ὅτι ἡμεῖς ἐκ τῶν ἔξωθεν πίστιν οὐ δεχόμεθα βουκολούμενοι καὶ τῇ ἐννοίᾳ τοῦ συγγεγραφότος οὐ προσχόντες, πρὸς τὴν ἰδίαν φαυλότητα τὸν νοῦν ᾐχμαλώτευσαν καὶ κατὰ τῶν ἱερῶν συμβόλων τῆς θείας οἰκονομίας οὐδὲν προσῆκον κακῶς ἐξειλήφασιν
因為他們被那句話——「我們不接受來自外邦的信仰」——的字面所迷惑,卻不留意撰寫者的原意,便將心思擄掠於自己的卑劣之中,對神聖救世計畫的聖潔表記,妄加曲解,實屬不當。
For being beguiled by the mere wording that says, 'we do not accept faith from outside sources,' and not attending to the intention of the one who wrote it, they took their mind captive to their own depravity, and have wickedly construed something wholly inappropriate against the sacred symbols of the divine economy.
1:2104
καίτοι εἰ καὶ πρὸς εἰκόνας ὁ λόγος ἀπέβλεπεν, ἀκούσαντας τὸ μηδὲν παρὰ τῶν ἔξωθεν ἡμᾶς δέχεσθαι ἀπολήγειν ἐχρῆν τῆς ἀλόγου ὁρμῆς καὶ μὴ προσάγειν ἐπ' αἰσχύνῃ καὶ κατακρίσει αὐτῶν εἰς μαρτύριον
然而,即便這話確實是針對聖像而言,他們一聽見「我們不接受任何外邦之物」,就該停止那非理性的衝動,不該援引此語作為證詞,來使自己蒙羞、自取定罪。
And yet, even if the statement had indeed referred to icons, upon hearing that we accept nothing from outside sources, they ought to have desisted from their irrational impulse and not brought it forward as testimony to their own shame and condemnation.
1:2105
καὶ οὕτως ἂν τὸ κλέος ἡ ἐκκλησία ἠνέγκατο·
如此一來,教會便能贏得榮耀;
And thus the Church would have won the glory;
1:2106
ἡμῖν γὰρ οὐ παρὰ τῶν ἔξωθεν τὰ ἡμέτερα ἀλλὰ παρὰ τῶν ἡμετέρων πιστῶν καὶ θεοσεβῶν ζήλῳ θερμῷ πρὸς τὴν εὐσέβειαν ἠγμένων τὸ ἐξ ἀρχῆς παραδίδοται
因為我們的傳統,並非傳自外邦人,而是自古以來,由我們自己那些懷著熱切熱忱、歸向虔敬的信實敬神之人所傳授下來的。
For what is ours has been handed down to us from the beginning, not from outsiders, but from our own faithful and God-fearing people, who were moved by ardent zeal toward piety.
1:2107
μάτην λοιπὸν ἐπ' ἐκείνοις αὐχοῦσιν τοῖς λόγοις·
所以,他們誇口於那些話語,實屬徒然;
In vain, then, do they boast in those words;
1:2108
ἃ γὰρ οὐδὲ παρὰ μεμηνότων ἤκουσται πρὸς ἱερὰ ἀπεικάσματα μεθαρμοζόμενα, πρὸς κατηγορίαν, οὐ σύστασιν ἑαυτῶν προηγάγοντο
因為那些話,就連瘋子也未曾說過,一旦被強加套用於聖像之上,只會招致對他們自己的指控,而非為自己辯護。
For things that have never been heard even from madmen, when twisted to apply to sacred images, they have brought forward to their own accusation, not their vindication.
1:2109
ἔτι φασὶν ὅτι Εἶθ' οὕτως καὶ ἐν ἑτέρῳ λόγῳ τῷ εἰς τὸν δεσμοφύλακα ἐπιγραφομένῳ λέγει·
他們又說:「同樣,在另一篇題為《致獄卒》的講論中,他也說:」
They further say: 'Thus also, in another discourse entitled To the Jailer, he says:'
1:2110
Εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου, πολλῷ μᾶλλον ἡμεῖς διὰ τῶν γραφῶν τῆς τῶν ἁγίων ἀπολαύομεν παρουσίας, οὐχὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχοντες ἀλλὰ τῶν ψυχῶν·
『若有人為亡故的子女、朋友或親屬立起一幅無生命的畫像,便以為那離世者在場,並藉著那無生命的畫像想像他,那我們豈不更當如此?我們藉著文字,享受聖徒的同在,我們所擁有的並非他們身體的畫像,而是他們靈魂的畫像;』
'For if someone, having set up a lifeless image of a child, a friend, or a relative, thinks that the departed one is present, and through that lifeless image imagines him, how much more do we, through the writings, enjoy the presence of the saints, possessing not the images of their bodies but of their souls;'
1:2111
καὶ ἀπορία οὐ μικρὰ τοῖς ἐντυγχάνουσιν ὡς τὸ εἰκὸς περιχυθήσεται·
讀者遇此,勢必生出不小的困惑;
And no small perplexity will, as is likely, be poured out upon those who read this;
1:2112
πότερον, ὅπως εἰς ἄκρον ἠλιθιότητος καὶ ἀναισθησίας οἱ κεχρημένοι παραλόγως ἵκοντο, θαυμάσεταί τις, ἢ καταπλαγείη ὅσον τῶν πρὶν ἀσεβῶν ὑπερηκόντισαν εἰς παράνοιαν
人不知該驚訝於那些如此荒謬引用此語的人,竟達到愚昧與麻木的極點,抑或該詫異於他們在悖謬上竟遠遠超越了以往一切不敬虔之人。
whether one should marvel at how those who absurdly employ this argument have arrived at the extreme of folly and insensibility, or be astonished at how far they have outstripped the impious of former times in derangement.
1:2113
ἀφ' ὧν γὰρ ἔδει καταδύεσθαι καὶ αἰσχύνεσθαι, ἀπὸ τούτων οἵ γε παρρησιάζονται καὶ τὴν ὀφρῦν κατὰ τῆς εὐαγοῦς ἡμῶν δόξης οὐκ εὐαγῶς ἀνασπῶσιν
因為,本該使他們深感羞愧、無地自容之事,他們竟以此放膽直言,不虔敬地揚眉,攻擊我們純正的教義。
For from the very things by which they ought to hang their heads and be ashamed, from these very things they speak with boldness and impiously raise their brow against our holy doctrine.
1:2114
ὅπως γὰρ ἐπὶ κατηγορίᾳ, οὐ συνηγορίᾳ αὐτοῖς συμπεπόρισται, οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν οἱ δείλαιοι, ἐπειδὴ ἐν σκότει τῆς ἀπιστίας ὁμοῦ καὶ ἀμαθίας διαπορεύονται, οὐδ' αὐτῶν ὧν προάγουσιν λόγων ἐν περινοίᾳ γενέσθαι ἰσχύσαντες
這些可憐人不知道,也不明白,這些話語是為了要控告他們,而非替他們辯護;因為他們同時行走在不信與無知的黑暗之中,甚至連自己所提出的話語,也無力用心思去理解。
For the wretches did not know, nor did they understand, that this had been provided to them for accusation, not for advocacy, since they walk together in the darkness of both unbelief and ignorance, unable even to attain understanding of the very words they themselves put forward.
1:2115
οἶμαι γὰρ οὐδὲ τοὺς πάθει μανίας ἑαλωκότας διαμφισβητεῖν ὡς τὰ τῶν εἰκόνων ἀναθήματα τῶν εἰκονιζομένων προσώπων εἰς μνήμην καὶ φαντασίαν τοὺς ὁρῶντας ἐνάγουσιν·
因為我想,就連被瘋狂之疾所困的人,也不會否認:供奉的聖像確能引導觀看者,對所繪之人產生記憶與想像;
For I do not think that even those seized by the affliction of madness would dispute that votive images lead their beholders into memory and imagination of the persons depicted;
1:2116
καὶ συλλήψεταί γε, εὖ οἶδα, μᾶλλον ταῦτα τοῖς ἤδη τὰ τῶν ἁγίων πρεσβεύουσιν
我深知,這一點對那些早已尊崇聖徒之事者,將更有助益。
and I know well that this will assist all the more those who already champion the cause of the saints.
1:2117
τί γὰρ τὸ ἐμποδὼν στήσεται ἐκ τῆς αὐτῆς τῷ λογογράφῳ ὑποθέσεως ἀφορμηθέντας καὶ τῷ αὐτῷ τοῦ λόγου σχήματι χρησαμένους φάναι ὅτι δὴ τὰς τῶν ἁγίων ἀνατιθέντες εἰκόνας αὐτοὺς ἐκείνους διὰ τούτων κατοπτριζόμεθα, καὶ ἀναθεωροῦμεν αὐτῶν τὴν γενναιότητα καὶ τοὺς ἄθλους καὶ τὴν πρὸς θεὸν ἀγάπην τε καὶ οἰκείωσιν; ἐξ ὧν δὴ καὶ ὠφέλειαν καρποῦσθαι πάρεστιν, εἰς μίμησίν τε τῆς πρὸς θεὸν αὐτῶν διαθέσεως καὶ τῶν ὑπὲρ τῆς εὐσεβείας ἀγώνων διανίστασθαι
既然如此,還有什麼能阻擋我們,從與這位作者相同的前提出發,運用同樣的論述形式,說:我們設立聖徒的畫像,正是藉此如鏡般照見他們本人,觀想他們的高尚、他們的爭戰,以及他們對神的愛與親近?由此我們也能收穫益處,被激勵去效法他們對神的心志,並奮力投身於敬虔的爭戰。
For what obstacle, then, will stand in the way of our starting from the same premise as this writer, and, using the same form of argument, saying that indeed, by setting up the images of the saints, we behold, as in a mirror, those very persons through them, and contemplate their nobility, their contests, and their love and kinship toward God? From this, too, we may reap benefit, and be roused to imitate their disposition toward God and their struggles on behalf of piety.
1:2118
καὶ ταῦτα μὲν τῆς τῶν ἀγνωμόνων εἰκαιοβουλίας καὶ παρανοίας
以上便是那些忘恩負義者的輕率意圖與悖謬之論。
So much, then, for the reckless will and derangement of these senseless men.
1:2119
ὁ δ' οὖν τούτους τοὺς λόγους πρῶτος ἐρανισάμενος, καίτοι θερμὸς τυγχάνων τῆς ἀποστασίας προστάτης, ὁ Μαμωνᾶς φημι Κωσταντῖνος, ἐπὶ πλεῖστον βακχείας καὶ ἐμπληξίας κατολισθήσας καὶ τὴν ἀχλὺν τῆς ἀθεΐας περικεχυμένος, ὅμως μικρὸν γοῦν τῆς ἀβουλίας ἐπῃσθημένος ἤδη ἠπείγετο τῶν ἐν τῇ κοπροφόρῳ κοιτίδι συντεθέντων τῆς βλασφημίας τινὰς χρήσεις ὑποσπάσαι
至於那最先搜羅這些論據的人——雖然他正是背道的熱心倡導者,我是說馬摩那斯,亦即君士坦丁——雖已深陷極度的癲狂昏亂之中,被無神論的迷霧所籠罩,卻終究對自己的失策略有所覺察,已急著要從那堆積於污穢巢穴中所編纂的褻瀆文字裡,抽去若干引文。
Now the one who first gathered together these arguments — although he was in fact a fervent champion of apostasy, Mamonas, I mean Constantine — having slipped into the utmost bacchic frenzy and derangement, and being enveloped in the mist of atheism, nevertheless, having at last perceived a little of his folly, was already hastening to withdraw certain citations from among the blasphemies composed in his dung-laden lair.
1:2120
τάχα δ' ἂν καὶ πρὸ τῶν ἄλλων ταύτην ὑφείλετο οἷα δὴ τὸ ἠλίθιον αὐτῶν ἐμφανέστερον θριαμβεύουσαν·
也許他會優先撤去這一條,勝過其他各條,因為它更明顯地張揚了他們的愚蠢;
And perhaps he would have removed this citation before all the others, since it more evidently paraded their folly;
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。