📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論詩篇的標題

論詩篇的標題 第 1 章 第 8/9 段

希臘文原文.192 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1210–1:1401(全章共 1423 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1210
ὁ γὰρ ἐν τῷ σπηλαίῳ ζόφος ἐπικρύπτων τὴν ὄψιν παρῃρεῖτο τῶν γινομένων τὸν ἔλεγχον·
因為洞中的幽暗遮蔽了視線,使人無從察知所發生的事。
for the gloom in the cave, hiding the sight, took away all possibility of exposing what was done.
1:1211
δυνάμενος τοίνυν. μιᾷ πληγῇ κατὰ τῶν μεταφρένων διὰ τῆς καρδίας ὅλον διελάσαι τὸ ξίφος, τοῦ μὲν σώματος Σαοὺλ οὔτε ἥψατο οὔτε ἐμέλλησεν
他雖然能夠一擊便從背後將整把劍刺穿心臟,卻既未觸碰掃羅的身體,也無此意圖。
Although he was able, with a single blow to the back, to drive the whole sword clean through the heart, he neither touched Saul's body nor intended to.
1:1212
ἀποτέμνει δὲ τῷ ξίφει λαθὼν ἐκεῖνον τὸ τῆς δι πλοΐδος πτερύγιον, ὡς ἂν μαρτυρήσειε μετὰ ταῦτα τῆς εἰς τὸν Σαοὺλ φιλανθρωπίας ἡ χλανὶς <διὰ> τῆς τοῦ πτερυγίου τομῆς τῆς κατὰ τοῦ σώματος αὐτοῦ πληγῆς τὴν ἐξουσίαν δεικνύουσα
他反倒趁掃羅不察,用劍割下他外袍的衣角,好叫這件外袍日後見證他對掃羅所懷的仁愛——藉著這被割下的衣角,顯明他原本有能力對掃羅的身體下手擊打。
Rather, unnoticed by him, he cut off with the sword the edge of his double cloak, so that afterward the cloak might testify to his kindness toward Saul, showing, through the cutting of that edge, the power he had had for a blow against his body.
1:1213
προέρχεται οὖν ὁ Σαοὺλ ἐκ τοῦ σπηλαίου γινώσκων τῶν γεγονότων οὐδὲν καὶ περικεκομμένον περιβα λὼν ἑαυτῷ τὸ χλανίδιον
掃羅於是從洞中出來,對所發生的事一無所知,仍披著那已被割去一角的外袍。
Saul then comes out from the cave, knowing nothing of what had happened, wearing his little cloak now with its edge cut away.
1:1214
τοῦτο δὲ οὐδὲν ἕτερον ἦν ἢ τρόπαιον κατὰ τῶν πολεμίων ἀναίμακτον
而這無非是一場不流血而勝過仇敵的戰利品。
But this was nothing other than a bloodless trophy over enemies.
1:1215
καὶ ἐμβοήσας τῷ Σαοὺλ μεγάλῃ τῇ φωνῇ τὴν καινὴν ταύτην καὶ θαυμαστὴν ἀριστείαν ἐκδιηγεῖται, ἣν λύθρος αἵματος οὐκ ἐμίανεν, ᾗ καὶ ὁ ἀριστεὺς ἐνίκησεν καὶ ὁ ἡττηθεὶς περισῴζεται
他向掃羅大聲呼喊,述說這新奇又奇妙的英勇事蹟——這事蹟未曾被血污所玷染,藉此,得勝者既已得勝,而戰敗者也得以保全性命。
And crying out to Saul with a great voice, he recounts this new and wondrous feat of valor, which no gore of blood stained, whereby the victor triumphed and the vanquished was preserved alive.
1:1216
ἀπωλείᾳ τῶν ἀντιτεταγμένων πιστεύειν τὴν ἑαυτοῦ σωτηρίαν, ἀλλὰ καὶ περιόντων τῶν ἐπιβουλευόν των ὡς οὐδενὸς λυποῦντος τὸ ἀσφαλὲς ἔχειν
將自己的安全寄託於仇敵的滅亡,但也在圖謀加害者仍然存留之時,仍如同無人使他憂慮一般,持守著這份安穩。
to trust one's own safety in the destruction of one's adversaries, but also, while those who plot against him remain alive, to have security as though troubled by no one.
1:1217
μᾶλλον δὲ τοῦτο διὰ τῆς ἱστορίας παιδεύει ὁ λόγος, ὅτι ὁ κατ' ἀρετὴν προέχων οὐ κατὰ τῶν ὁμοφύλων, ἀλλὰ κατὰ τῶν παθῶν ἀνδρίζεται
不如說,這段論述藉著這段歷史教導我們:那在德行上超群的人,並非在同胞面前逞其英勇,而是在克制情慾上顯出他的丈夫氣概。
Rather, the account teaches us this through the history: that the man who excels in virtue proves his manhood not against his kinsmen, but against the passions.
1:1218
οἷα γὰρ μετὰ ταῦτα πρὸς τὸν νικητὴν ἀποφθέγγεται ὑπ' αἰσχύνης τῶν τετολμημένων καταδυόμενος καὶ θρήνῳ καὶ δάκρυσι τὴν ἐνδιάθετον αὐτοῦ τῆς κακίας ἀποστροφὴν ἐνδεικνύμενος, ἔξεστιν ἐξ αὐτῆς τῆς ἱστορίας μαθεῖν
至於他後來如何在羞愧中因所敢行之事而深感沉淪,向那得勝者說出怎樣的話,並藉著哀慟與眼淚顯明他內心對邪惡的厭棄,這都可以從這段歷史本身得知。
For what he says afterward to the victor, sinking with shame at the deeds he had dared, and revealing through lament and tears his inward aversion to wickedness, one may learn from the history itself.
1:1219
Ἡ μὲν οὖν ὑπόθεσις τῆς ἕκτης καὶ πεντηκοστῆς ψαλμῳ δίας, ὅσον ἐκ τῶν ὑπὸ τῆς ἱστορίας δηλουμένων, ἐστὶν αὕτη
那麼,第五十六篇詩篇的主旨,就歷史所顯明的範圍而言,便是如此。
The subject-matter, then, of the fifty-sixth psalm, so far as it is disclosed by the historical narrative, is this.
1:1220
αὐτὰ δὲ τῆς ἐπιγραφῆς τὰ ῥήματα, δι' ὧν ἡ κατὰ τὸ σπήλαιον συντυχία δηλοῦται, τοῦτον ἔχει τὸν τρόπον·
至於標題本身的文字——那藉以表明洞穴中所發生之事的字句——則是如此:
But the very words of the heading, through which the encounter at the cave is signified, are as follows:
1:1221
ὡς δ' ἂν ἐφαρμοσθείη τοῖς ἐπιγεγραμμένοις τὰ τῆς ψαλμῳ δίας νοήματα, καιρὸς ἂν εἴη δι' ὀλίγων καὶ τὴν ἐν τούτοις θεωρίαν κατανοῆσαι προδιεξελθόντας τὰ θεόπνευστα ῥήματα
至於詩篇的意念如何與標題所載相互契合,現在正是時候:讓我們先陳列出這些受神默示的話語,再簡略地探究其中所蘊含的默觀。
But as to how the thoughts of the psalm may be fitted to what is inscribed in the title, it would now be timely, having first set out the God-inspired words, to grasp in a few words the contemplation contained in them as well.
1:1222
Ἐλέησόν με, ὁ θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία
『神啊,求你憐憫我,求你憐憫我,因為我的靈魂投靠你;我要在你翅膀的蔭下盼望,直到罪孽過去。』
"Have mercy on me, O God, have mercy on me, for my soul trusts in you, and in the shadow of your wings will I hope, until the iniquity pass away."
1:1223
τῆς εἰς τὸν θεὸν πεποιθήσεως ὁ ψαλμῳδὸς καὶ τῆς βεβαίας εἰς αὐτὸν ἐλπίδος τὸν θεῖον ἔλεον ἀντιδοθῆναι παρακαλεῖ, Ἕως οὗ, φησίν, ἡ ἀνομία παρέλθῃ
詩人懇求:因著他對神的信靠、以及對神堅定不移的盼望,願神的憐憫作為回報而賜下——他說:『直到罪孽過去為止。』
The psalmist entreats that the divine mercy be granted in return for his trust in God and his firm hope in him: "until," he says, "the iniquity pass away."
1:1224
ὡς δ' ἂν. φανερώτερον ἡμῖν τὸ νόημα γένοιτο, οὑτωσὶ τὸν λόγον διαληψόμεθα·
為使這意念對我們更為明晰,我們將如此剖析這段話:
But so that the meaning may become clearer to us, we will analyze the discourse in this way:
1:1225
ἄστατός ἐστι καὶ παροδικὴ τῆς ἁμαρτίας ἡ φύσις, οὔτε κατὰ τὸ πρῶτον συνυποστᾶσα τῇ κτίσει παρὰ τοῦ τὸ πᾶν ὑποστησαμένου καὶ οὐσιώσαντος οὔτε πρὸς τὸ διηνεκὲς τοῖς οὖσι συνδιαμένουσα
罪的本性是不穩定、過渡性的:它既沒有在起初與受造界一同由那使萬有存在並賦予本質者所立定,也不會與存在之物一同永久長存。
The nature of sin is unstable and transitory: it neither subsisted together with creation from the first, at the hand of him who gave subsistence and substance to the universe, nor does it continue to abide perpetually alongside the things that exist.
1:1226
τὰ μὲν γὰρ ἐκ τοῦ ὄντος ὄντα καὶ ἐν τῷ εἶναι διὰ παντὸς διαμένει·
因為那些出於『存有』而存在的事物,也就永遠常存於存在之中;
For the things that have their being from Being also remain forever in being;
1:1227
εἰ δέ τι ἔξω τοῦ ὄντος ἐστίν, οὗ ἡ οὐσία οὐκ ἐν τῷ εἶναι, ἀλλ' ἐν τῷ ἀγαθὸν μὴ εἶναι τὴν ὑπόστασιν ἔχει, τοῦτό ἐστιν ὁ ἐπιδωμάτιος χόρτος, ἄρριζός τις καὶ ἄσπαρτος καὶ ἀνήροτος, κἂν πρὸς τὸ παρὸν διοχλήσῃ τῇ ἀνυποστάτῳ βλάστῃ, τοῖς μέντοι καθήκουσι χρόνοις, ἐν τῇ τοῦ παντὸς πρὸς τὸ ἀγαθὸν ἀποκαταστάσει, παρέρχεταί τε καὶ ἀφανίζεται, ὡς μηδὲν ἴχνος τοῦ νῦν ἐπιπολάζοντος ἡμῖν κακοῦ ἐν τῇ κατ' ἐλπίδα προκειμένῃ ζωῇ ὑπολείπεσθαι
但若有某物存在於『存有』之外,其本質不在於『是』,而是以『不是善』為其實存根基,那就是屋頂上的草——無根、未經播種、未經耕犁——這草雖然目前以其無實體的滋長困擾著我們,然而到了所定的時候,在萬有復歸於善的時候,它必要過去、消逝,以致如今氾濫在我們身上的這惡,在那盼望中所定的生命裡,將不留下絲毫痕跡。
but if there is something outside Being, whose essence lies not in being but has its subsistence in the not-being of the Good, this is the grass upon the housetop — rootless, unsown, unplowed — which, even though for the present it troubles us with its insubstantial growth, will nonetheless, in the appointed times, at the restoration of the universe to the Good, pass away and vanish, so that no trace of the evil now prevailing over us will be left remaining in the life set before us in hope.
1:1228
Ἔτι γὰρ ὀλίγον, φησίν, καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὑρεθῇ
經上說:『還有片刻,惡人就不復存在了;你尋找他的地方,也必尋不著。』
"For yet a little while," he says, "and the sinner shall not exist; and you shall seek his place, and it shall not be found."
1:1229
Φιλοσοφεῖ τοίνυν ἐν προοιμίοις τῆς ψαλμῳδίας ὁ λόγος ἐν ὑψηλοῖς δόγμασι φυσιολογῶν τὴν κακίαν
這段論述於是在詩篇的開端進行哲理思辨,以崇高的教義來闡明惡的本性。
The discourse, then, philosophizes at the outset of the psalm, expounding the nature of evil by means of lofty doctrines.
1:1230
διδάσκει γὰρ ὅτι μέχρις ἐκείνου τῆς τοῦ ἐλέους συμμαχίας δεόμεθα, ἕως ἂν παρέλθῃ τὸν βίον ἡμῶν ἡ κακῶς τῷ βίῳ ἐπιδημήσασα ἀνομία
因為這教導我們:我們需要憐憫的助力,直到那不法之惡——那惡意寄居於我們生命中的罪愆——從我們的生命中過去為止。
For it teaches that we need the alliance of mercy up to that point — until the iniquity that has taken up evil residence in our life passes away from our life.
1:1231
τὴν δὲ τοιαύτην ἡμῖν συμμαχίαν χαρίζεται τὸ πεποιθέναι τῇ δυνάμει τοῦ συμμαχοῦντος καὶ τῇ σκιᾷ τῶν πτερύγων τοῦ θεοῦ καθοπλίζεσθαι
而這樣的助力之所以賜給我們,乃是由於我們信靠那與我們並肩作戰者的能力,並以神翅膀的蔭庇為我們的武裝。
And such an alliance is granted to us by trusting in the power of him who fights alongside us, and by being armed with the shadow of God's wings.
1:1232
σκιὰν δὲ θείων πτερύγων ἀντὶ περιβολῆς ἡμῖν γινομένην τὰς ἀρετάς τις νοῶν οὐχ ἁμαρτήσεται
若有人領悟:德行乃是為我們而有的神聖翅膀之蔭,作為遮蔽我們的衣袍,這樣的理解並不會有錯。
And one who understands the virtues as constituting for us the shadow of the divine wings, serving in place of a garment, will not go astray.
1:1233
αὐτὸ μὲν γὰρ τὸ θεῖον ὅ τί ποτε τῇ φύσει ἐστίν, ἀνέφικτον μένει τῇ ἀνθρωπίνῃ φύσει καὶ ἄληπτον, ἄνω που κατὰ τὸ ἄφραστον τοῦ λογισμοῦ τῶν ἀνθρώπων ὑπερπετόμενον
因為神聖本身,無論其本性究竟為何,對人性而言始終是不可企及、不可把握的,它以言語難以形容的方式高翔於某處,超越人類的推理之上。
For the divine itself, whatever it is in its nature, remains unattainable and incomprehensible to human nature, soaring aloft somewhere, ineffably, above the reasoning of mankind.
1:1234
χαρακτὴρ δέ τις τῆς ἀφράστου φύσεως διὰ. τῆς τῶν ἀρετῶν σκιαγραφίας τοῖς πρὸς αὐτὴν ὁρῶσιν ἐγγίνε, ὡς πᾶσαν σοφίαν καὶ φρόνησιν καὶ ἐπιστήμην καὶ πᾶσαν ἔφοδον τῆς καταληπτικῆς ἐπινοίας οὐκ αὐτὰς εἶναι τὰς θείας πτέρυγας, ἀλλὰ τὴν τῶν θείων πτερύγων σκιάν
然而,那不可言喻之本性的某種印記,藉著德行的輪廓描繪,會在仰望它的人心中形成——以致一切智慧、明辨、知識,以及一切理解性思維的進路,本身都不是那神聖的翅膀,而只是神聖翅膀的蔭影。
But a certain impress of that ineffable nature comes to be, through the outline-sketch of the virtues, in those who look toward it — so that all wisdom, prudence, and knowledge, and every approach of comprehending thought, are not themselves the divine wings, but the shadow of the divine wings.
1:1235
μεγάλη δὲ αὕτη ἡμῖν ἐστιν ἡ εὐεργεσία κἂν σκιὰ ᾖ
然而,即便只是蔭影,這對我們而言仍是極大的恩惠。
But great is this benefaction for us, even if it is only a shadow.
1:1236
Κεκράξο μαι γάρ, φησίν, πρὸς τὸν θεὸν τὸν ὕψιστον, τὸν θεὸν τὸν εὐεργετήσαντά με, διὰ τῆς σκιᾶς ταύτης, ἣν ἐξ ὕψους ἀπέ στειλεν τῷ κάτω βίῳ
他說:『因為我要向至高的神呼求,就是那位曾施恩於我的神』——藉著這蔭影,就是祂從高處差遣到下界生命中的蔭影。
"For I will cry," he says, "to God Most High, to God who has done good to me" — through this shadow which he sent from on high to the life below.
1:1237
ἔσωσεν γάρ με διὰ τοῦ ἐπισκιάσαντος ἐν τῇ νεφέλῃ πνεύματος, καὶ τοὺς ἐν ταῖς προτέραις ψαλμῳ δίαις καταπατήσαντας νῦν εἰς τὴν τῶν ὀνειδιζομένων ἀντιπερι ήγαγεν τάξιν
因為祂藉著那在雲中庇蔭的靈拯救了我;而那些在先前詩篇中曾踐踏他的人,如今祂已使他們反轉,落入被責備者的行列。
For he saved me through the Spirit who overshadowed me in the cloud; and those who, in the earlier psalms, had trampled him underfoot, he has now turned around into the rank of the reproached.
1:1238
Ἐξαπέστειλεν γὰρ ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων
『神差遣了祂的憐憫和真理,救我的靈魂脫離少壯獅子的圍困。』
"For God sent forth his mercy and his truth, and delivered my soul from the midst of young lions."
1:1239
ἤτοι σκύμνοι λεόντων, οἳ τῷ φοβερῷ χάσματι καὶ ταῖς τῶν ὀνύχων ἀκμαῖς κατεσπάρασσον
也就是少壯獅子,牠們以可怕張開的大口和銳利的爪尖將人撕裂。
That is to say, young lions, who tore at him with their fearsome, gaping jaws and the sharp points of their claws.
1:1240
ἀλλ' ἦλθον οἱ σύμμαχοι, ὁ ἔλεός τε καὶ ἡ ἀλήθεια, ἡ καλὴ συζυγία
但那兩位盟友——憐憫與真理,這美好的一對——來到了。
But the allies came, mercy and truth, the good pairing.
1:1241
οὔτε γὰρ ἄκριτος ὁ ἔλεος οὔτε ἀνελεὴς ἡ ἀλήθεια
因為憐憫並非不加審斷,真理也並非毫無憐憫。
For mercy is not without discernment, nor is truth without mercy.
1:1242
καὶ διὰ τούτων ἐλευθεροῦμαι τῆς μετὰ τῶν σκύμνων τούτων διαγωγῆς
藉著這二者,我便從與這些少壯獅子同居的處境中得了釋放。
And through these I am freed from living together with these young lions.
1:1243
τὰ δὲ θηρία ταῦτα, φησίν, υἱοὶ ἀνθρώπων εἰσίν, ὧν οἱ ὀδόντες ὅπλα καὶ βέλη καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα
他說,這些野獸乃是世人的兒女,他們的牙齒是武器與箭矢,他們的舌頭是銳利的刀劍。
"But these beasts," he says, "are sons of men, whose teeth are weapons and arrows, and their tongue a sharp sword."
1:1244
οὐκ οἶδεν ἡ τῆς φύσεως ἡμῶν κατασκευὴ τὰ αἰσθητὰ βέλη ταῦτα τοῖς ἀνθρωπίνοις στόμασιν ἀντὶ ὀδόντων ἐγκείμενα, ἀλλ' ὅταν τις ὁμοιωθῇ πρὸς τὸ πάθος καὶ μεταμορφωθῇ πρὸς τὴν ἐπικρατοῦσαν κακίαν, ἀπολέσας τὴν κατὰ φύσιν μορφὴν θηρίον γίνεται
我們本性的構造,本不知道有這種可感知的箭矢安置於人的口中以代替牙齒;但每當有人與情慾同化、被那盛行的惡所變形,失去了本性所具的形貌,他便成了一頭野獸。
The constitution of our nature knows nothing of these sensible arrows set in human mouths in place of teeth; but whenever a person becomes conformed to passion and is transformed into the prevailing evil, having lost his natural form, he becomes a beast.
1:1245
διὰ τοῦτο λεόντων μνησθεὶς τοὺς υἱοὺς τῶν ἀνθρώπων τὰ θηρία ὠνόμασεν, ὧν ὀδόντες καὶ γλῶσσα τὰ τοῦ πολέμου ὄργανα
因此,他提到獅子之後,便將世人的兒女稱為野獸,他們的牙齒與舌頭就是戰爭的器具。
Therefore, having mentioned lions, he named the sons of men "beasts," whose teeth and tongue are the instruments of war.
1:1246
Ὁ οὖν τοσοῦτον ὑπεραρθεὶς τῶν ἐναντίων, ὡς ὑπὸ τὴν σκιὰν τῶν θείων πτερύγων αὐλίζεσθαι καὶ ἀπὸ τῆς γῆς εἰς τὴν ἐπουράνιον λῆξιν ἀναληφθῆναι (Ἐξαπέστειλεν γάρ, φησίν, ἐξ οὐρανοῦ, καὶ ἔσωσέν με), οὐκέτι πρὸς τὰ περίγεια βλέπει, ἀλλὰ τὴν ἐν τοῖς ἐπουρανίοις δόξαν περιεργάζεται, Ὑψώθητι, λέγων, ἐπὶ τοὺς οὐρανούς, ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου
那位如此遠遠超越其敵人,以致得以棲身於神聖翅膀的蔭下、又從地上被提到那屬天的產業之中的人——因為他說:『祂從天上差遣,拯救了我』——便不再仰望地上的事,反倒專注於天上的榮耀,說:『神啊,願你被高舉在諸天之上,願你的榮耀彰顯於全地之上。』
He, then, who has been raised so far above his opponents as to lodge under the shadow of the divine wings and to be taken up from earth into the heavenly portion — "for he sent," he says, "from heaven, and saved me" — no longer looks toward earthly things, but is occupied with the glory in the heavens, saying, "Be exalted above the heavens, O God, and your glory over all the earth."
1:1247
καὶ διηγούμενος τὰς τῶν ἐχθρῶν προσβολὰς ἐκείνους φησὶν αὐτοῖς τοῖς ἑαυτῶν κακοῖς περιστρέφεσθαι τοῖς βόθροις ἐγκαταπίπτοντας
他在敘述仇敵的攻擊時說:他們反倒被自己的邪惡所反噬,落入了自己所挖的陷坑之中。
And, recounting the assaults of his enemies, he says that they are turned back upon their own evils, falling into the very pits they had dug.
1:1248
φησὶ γὰρ ὅτι Παγίδα ἡτοίμασαν τοῖς ποσί μου καὶ κατέκαμψαν τὴν ψυχήν μου
因他說:『他們為我的腳設下網羅,壓服了我的靈魂。』
For he says, "They prepared a snare for my feet, and bowed down my soul."
1:1249
ὤρυξαν πρὸ προσώπου μου βόθρον, καὶ ἐνέπεσον εἰς αὐτόν
『他們在我面前挖了陷坑,自己卻掉了進去。』
"They dug a pit before my face, and fell into it."
1:1250
αὐτὸς δὲ ἐν ἑτοίμῳ εἶναί φησιν τοῦ τὴν θείαν δόξαν δι' εὐφημίας ὑμνεῖν
而他自己則說,他已預備好,要藉頌讚來歌詠神的榮耀。
But he himself says that he is in readiness to hymn the divine glory through praise.
1:1251
ὡς μακάριος τῆς τοσαύτης μεγαλο φυΐας ἐκεῖνος, οὗ ἡ καρδία πρὸς εὐφημίαν τῆς θείας δόξης ἡτοίμασται, χωροῦσα ἐν ἑαυτῇ τὸ ἀχώρητον·
這人何等有福,具有如此宏偉的心志——他的心已預備好要頌揚神的榮耀,在自身之內容納那不可容納者!
How blessed is he of such greatness of soul, whose heart is prepared for the praise of the divine glory, containing within itself the uncontainable!
1:1252
εὐτρεπής τε εἶναι λέγων καὶ ἕτοιμος, καὶ οὐκ ἀναβάλλεται τὴν ᾠδήν, ἀλλὰ προσκαλεῖται τὰ ζῶντα ἑαυτοῦ ὄργανα ὀνομαστὶ πρὸς τὴν τῆς ὑμνῳδίας ὑπηρεσίαν καλῶν, Ἐξεγέρθητι, λέγων, ψαλτήριον καὶ κιθάρα
他說自己已然齊備、預備妥當,並不延遲這歌頌,反倒點名召喚自己那些有生命的樂器,呼喚它們前來效力於頌歌的事奉,說:『琴瑟啊,甦醒吧!』
Saying that he is prepared and ready, he does not delay the song, but summons his own living instruments by name, calling them to the service of hymn-singing, saying, "Awake, psaltery and harp."
1:1253
ὅπερ τοῦ διπλοῦ ἀνθρώπου τοῦ φαινομένου τε καὶ κεκρυμμένου τὴν ἐναρμόνιον συνῳδίαν πρὸς τὴν θείαν δοξολογίαν ἐνδείκνυται καὶ ὑπακούει τῷ καλοῦντι τὰ ὄργανα
這正表明了那雙重的人——顯明的與隱藏的——為了神聖的頌榮而有的和諧合奏,而那些樂器也都順服那呼喚它們的人。
This signifies the harmonious concord — unto the divine doxology — of the twofold man, the visible and the hidden, and the instruments obey the one who calls them.
1:1254
ὁ δὲ καιρὸς τῆς τοιαύτης μουσικῆς ὄρθρος ἐστίν
而這樣的音樂所定的時刻,乃是清晨。
And the time of such music is the dawn.
1:1255
οὐδενὶ γὰρ τῶν μὴ ἀποθεμένων τὰ ἔργα τοῦ σκότους ἡ δόξα τοῦ θεοῦ διεγείρεται
因為神的榮耀,不會為那尚未除去黑暗之工的人而被喚醒。
For the glory of God is not roused for anyone who has not put away the works of darkness.
1:1256
Ἐξεγερθήσομαι οὖν ἐν τῷ ὄρθρῳ, φησὶ πρὸς τὸν καλοῦντα τὸ ψαλτήριόν τε καὶ ἡ κιθάρα
琴與瑟便向那呼喚它們的人說:『那麼,我要在清晨甦醒。』
"I will awake, then, at the dawn," say the psaltery and the harp to the one who calls them.
1:1257
καὶ οὕτως ἐπαγγέλλεται πληρώσειν τῷ θεῷ τὴν εὐχαριστίαν, ἣν ἐξομολόγησιν λέγει, ἐν λαοῖς πληρουμένην καὶ ἔθνεσι
他如此應許要向神獻上感恩——他稱之為『稱謝』——這感恩要在萬民與萬國中得以完成。
And thus he promises to render to God the thanksgiving — which he calls "confession" — fulfilled among peoples and nations.
1:1258
μερίζεται γὰρ πρὸς τὰ δύο ταῦτα ὀνόματα κατὰ. τὸ ἴσον ἡ χάρις τῆς πίστεως, πρός τε τοὺς λαοὺς καὶ τὰ ἔθνη
因為信心的恩典,均等地分予這兩個名稱——就是萬民與萬國。
For the grace of faith is divided equally between these two names, both toward the peoples and toward the nations.
1:1259
οὐ γὰρ Ἰουδαίων ὁ θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν
因為神不僅僅是猶太人的神,也是外邦人的神。
For God is not the God of Jews only, but also of Gentiles.
1:1260
ἐπείπερ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως, διὰ τοῦτο καθάπερ διπλοῦ τινος ῥεύματος τῆς θείας εὐλογίας ἐπ' ἄμφω χυθείσης, πῇ μὲν ἐπὶ τοὺς λαούς, πῇ δὲ πρὸς τὰ ἔθνη διαιρεθείσης, ὑπὲρ ἀμφοτέρων ἡ προφητεία τῷ θεῷ προσάγει τὴν εὐχαριστίαν, ὅτι τῆς ἁμαρτίας εἰς ἄπειρον αὐξηθείσης ὑπερέχει ἐν τῷ ἰδίῳ μεγέθει ὁ τοῦ θεοῦ ἔλεος καὶ αὐτοῦ τοῦ οὐρανίου ὕψους ὑπεράνω γενόμενος
既然神只有一位,祂要本於信稱受割禮的人為義,也要藉著信稱未受割禮的人為義;因此,彷彿神聖的祝福如同雙重的江河,傾注於兩者之上,一方流向萬民,另一方分流向萬國,這預言便代表兩者向神獻上感恩:因為儘管罪惡增長至無窮無盡,神的憐憫卻以其自身的浩大超越了罪惡,甚至升越諸天的高處之上。
Since God is one, who will justify the circumcision by faith and the uncircumcision through faith, for this reason — as though a twofold stream of divine blessing had been poured out upon both, divided in one part toward the peoples and in another toward the nations — the prophecy offers thanksgiving to God on behalf of both, because, although sin has increased without limit, the mercy of God surpasses it in its own greatness, and rises even above the very height of the heavens.
1:1261
Μέγα γάρ, φησίν, ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου
因為經上說:「你的憐憫廣大,高過諸天。」
For, he says, 'great is your mercy above the heavens.'
1:1262
τὰ δὲ ῥήματα τῆς ὑπὲρ τούτων δοξολογίας οἶμαι τὰς τελευταίας εἶναι τῆς ψαλμῳδίας φωνάς, ἐν οἷς φησιν Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου
而我認為,論及這些事的頌讚之言,乃是這篇詩篇末尾的話語,其中說:「神啊,願你被高舉,過於諸天;願你的榮耀,高過全地。」
And the words of the doxology concerning these things I think are the final utterances of the psalm, in which he says, 'Be exalted, O God, above the heavens, and your glory above all the earth.'
1:1263
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ Τούτου δὲ τοῦ ὕψους τῆς ψαλμῳδίας ἡ ὑπερκειμένη διαδοχὴ τοσοῦτον ἐπὶ τὸ μεγαλειότερον διαφέρει, ὅσον. ἐξ αὐτῶν ἔστι τῶν γεγραμμένων μαθεῖν
第十五章 然而,高於此詩篇之高度的後續篇章,在宏偉上超越它的程度,乃是可以從所寫的文字本身得知的。
CHAPTER 15. But the sequence that lies above this height of the psalm surpasses it in magnificence by as much as one may learn from the very words that are written.
1:1264
ὥσπερ ἐν τοῖς δρομεῦσιν ὁ τὸν νικητὴν τῶν ἄλλων παραδραμὼν μείζονα τοῦ προτέρου τὴν δόξαν ἤρατο κρείττων ἐπιδειχθεὶς τοῦ προτρέχοντος, οὕτως ἔοικεν ἡ ἑβδόμη τε καὶ πεντηκοστὴ ψαλμῳδία, μεγάλης ἐπιδειχθείσης κατ' ἔννοιαν τῆς προδιη νυσμένης, νικᾶν αὐτὴν τῇ μεγαλοφυΐα τοῖς ἰδίοις νοήμασιν·
正如在賽跑者中,那超越了戰勝眾人者的人,顯出自己比先前的優勝者更強,便贏得比前者更大的榮耀;照樣,第五十七篇詩篇,雖然在此之前所誦過的那篇在意義上已顯得偉大,這篇卻似乎以其自身思想的宏大天賦勝過了它;
Just as among runners, the one who outstrips the victor over the others wins for himself a greater glory than the former, having shown himself superior to the one who ran before him, so it seems that the fifty-seventh psalm, though the one gone through before it has shown itself great in its meaning, surpasses it in the grandeur of its own thoughts by its native genius;
1:1265
ὡς γὰρ ἐκείνη κατὰ τῶν ἄλλων εἶχε τὰ νικητήρια, οὕτως αὕτη τῆς ὑπερεχούσης τῶν ἄλλων τὸ πλέον ἔχει·
因為正如那一篇曾勝過眾篇而奪得勝利之獎,照樣,這一篇也勝過那勝過眾篇者,更有過之。
For as that former psalm held the prize of victory over the others, so this one has the advantage over the psalm that surpassed the others.
1:1266
καὶ ταύτῃ γὰρ μαρτυρεῖ τὴν νίκην ἡ Εἰς τὸ τέλος ἐπιγραφή
而「歸於終」這標題,也為這一篇作了得勝的見證。
And indeed the inscription 'Unto the end' bears witness to victory for this psalm as well.
1:1267
ἀλλ' ἔοικε μὴ τοσοῦτον τὴν τῶν ἀντιπάλων ἧτταν, ἀλλὰ τὸν ἐν τοῖς ἀγαθοῖς πλεονασμὸν ἐπὶ ταύτης τῆς νίκης ὁ λόγος διαμαρτύρεσθαι
然而,對於這次勝利,經文所見證的,似乎不在於敵手的落敗,而更在於美善之事的增多。
But it seems that in this victory the text testifies not so much to the defeat of the adversaries as to the abundance of good things.
1:1268
ἔχει δὲ τῆς ἐπιγραφῆς οὕτως ἡ λέξις·
此標題的文字如下:
Now the wording of the inscription runs as follows:
1:1269
ποσάκις ὁ τῆς μακροθυμίας ἀγωνιστὴς ἐπὶ τῷ στεφάνῳ τῆς νίκης ταύτης ὑπ' αὐτοῦ τοῦ ἀγωνοθέτου ἀνακηρύσσεται; καὶ αὐτοῦ τάχα τοῦ πνεύματος τοῦ ἁγίου θαυμαστικῶς τὴν φωνὴν ταύτην πολλάκις ἀναλαμβάνοντος, ὡς κρείττονα οὖσαν τῆς τῶν ἀνθρώπων δυνάμεως καὶ τῶν τῆς φύσεως ὅρων ὑπερεκπίπτουσαν
那忍耐的競賽者,為著這勝利的冠冕,被賽事的裁判親自宣告多少次呢!也許正是聖靈自己,懷著驚歎一再地發出這話,因這乃是超乎人的能力、超越自然界限之事。
How many times is the contender of long-suffering proclaimed victor by the very judge of the contest for this crown of victory! — the Holy Spirit itself, perhaps, taking up this utterance again and again with wonder, as being beyond human power and surpassing the bounds of nature.
1:1270
μόνης γὰρ τῆς ἀσωμάτου τε καὶ ἀΰλου φύσεως τὸ τοιοῦτον ἦν εἰπεῖν, ἧς οὐδὲν πάθος τῶν ἀνθρωπίνων προσάπτεται
因為唯獨那無形無質的本性才能說出這樣的話,那本性是絲毫不沾染人的情慾的。
For it belonged to the incorporeal and immaterial nature alone to say such a thing, a nature to which none of the human passions attaches.
1:1271
ἄνθρωπος δέ τις ὢν καὶ θυμὸν συνουσιωμένον ἔχων τῇ φύσει, πάσχων τε κακῶς παρὰ τοῦ μηδεμίαν μὲν εἰληφότος εἰς τὸ κακὸν ἀφορμήν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν ἠξιωμένου, ὑπέρ τε τῆς κοινῆς ἀρχῆς καὶ ὑπὲρ τῶν εἰς αὐτὸν ἐκεῖνον γεγενημένων, οὗτος μετανάστης ὑπ' αὐτοῦ τοῦ τῆς εὐποιΐας τετυχηκότος καὶ φυγὰς γίνεται τῆς οἰκείας ἑστίας ἐπὶ θανάτῳ παρὰ τοῦ εὖ πεπονθότος συνελαυνόμενος
然而,身為一個人,天性中原就與怒氣同存,並且遭受那本無任何作惡由頭、反倒在公共治權之事及在對他個人的恩待之事上,都蒙受了許多重大美善之人的惡待——這人竟被那蒙受其恩惠者所驅逐,成了流亡者,又被那受過善待的人追殺至死,逃離了自己的家室。
But being a man, and having anger bound up with his nature, and suffering evil at the hands of one who had received no occasion for evil, but had been deemed worthy of many great goods — both concerning the common rule and concerning what had been done for him personally — this man became an exile, driven out by the very one who had received his benefaction, and became a fugitive from his own hearth, being pursued unto death by the one who had been well treated.
1:1272
ἄλλοτε ἄλλον ὑπὸ ἀμηχανίας ἐπιὼν τόπον. ἐρήμοις ἐναυλιζόμενος, ἀκρωρείαις προσφεύγων, ἀλλοφύλων ἱκέτης γινόμενος, [ἐν] ἐνδείᾳ τῶν ἀναγκαίων κακοπαθῶν, ὕπαιθρος τὰ πολλὰ διακαρτερῶν πολλάκις παρ' αὐτοῦ τὸν μέχρι θανάτου κίνδυνον ὑποστάς, νῦν μὲν αὐτοχειρὶ διὰ τῆς λόγχης πρὸς τὸν κατ' αὐτοῦ φόνον ὁρμήσαντος, πάλιν δὲ τὸν οἶκον, ἐν ᾧ διῆγεν, διὰ τῶν δορυφόρων διαλαβόντος, ὡς ἂν μὴ φύγοι τὸν θάνατον, εἶτα πανταχοῦ πολυπραγμονοῦν τος ἐν οἷς ηὐλίζετο καὶ οἷ κατέφευγεν καὶ παρὰ τίνας ᾔει καὶ πρὸς οὓς μετανίστατο·
在無計可施之下,時而奔往這處,時而奔往那處——寄居曠野,逃往山巔峭壁,向外邦人求庇,因缺乏必需之物而受苦,大半時候餐風露宿,忍受艱難;又屢次從那同一人手中面臨致死的危險:時而那人親手持槍衝來要殺他,時而那人又派衛兵圍住他所居之屋,好使他無法逃脫死亡;此後,那人又處處查訪他寄居何處、逃往何方、投奔何人、遷往誰家;
going now to one place, now to another out of desperate helplessness — lodging in deserts, fleeing to mountain heights, becoming a suppliant of foreigners, suffering hardship for want of necessities, for the most part enduring under the open sky, having often undergone from that same man mortal danger — at one time when he rushed with his own hand, by the spear, to murder him, and again when he had the house in which he was staying surrounded by his guards, so that he might not escape death — and then, everywhere, that man inquiring busily where he was lodging, and whither he fled, and to whom he went, and to whom he was removing;
1:1273
θεοῦ τις ἄντικρύς ἐστιν ἡ φωνὴ τὴν φθορὰν ἐπὶ τοῦ ἀνθρώπου κωλύουσα
「不要毀壞」這聲音,直截了當就是神的聲音,禁止那人被毀滅。
The voice [in the title, 'Do not destroy'] is directly the voice of God, forbidding the destruction of the man.
1:1274
πρὸς τοῦτο γὰρ οἶμαι τὴν τοῦ ἁγίου πνεύματος οἰκονομίαν ὁρᾶν, ὥστε τὰ προλαβόντα τῶν ἁγίων ἀνδρῶν. κατορθώματα εἰς ὁδηγίαν προκεῖσθαι τῷ μετὰ ταῦτα βίῳ, πρὸς τὸ ἴσον τε καὶ ὅμοιον ἀγαθὸν προαγούσης ἡμᾶς τῆς μιμήσεως
因為我想,在此可見聖靈的安排:使聖徒們先前的美善作為,成為此後生命的引導,藉著效法,引領我們達到同等、相似的美善。
For in this, I think, we see the dispensation of the Holy Spirit: that the prior achievements of the holy men should be set forth as guidance for the life that comes after, imitation leading us on toward an equal and like good.
1:1275
πάρεστι δὲ τὸ μέγεθος τοῦ διὰ προκοπῆς ἐπὶ τὸν βαθμὸν τῆς ψαλμῳδίας ταύτης ἀναβεβηκότος καὶ δι' αὐτῶν κατιδεῖν τῶν τῆς ψαλμῳδίας ῥημάτων ὅσον τοῦ παρῳχηκότος μεγέθους ὑπερανέστηκεν
並且,透過這詩篇本身的話語,便可看出那藉著長進而躍升至此詩篇境界之人的偉大,以及他超越先前那篇之偉大的程度。
And it is possible to perceive, through the very words of this psalm, the greatness of the one who has advanced by progress to the level of this psalm, and how far he has risen above the greatness of what had gone before.
1:1276
ἔλεον εἰς συμμαχίαν ἐφέλκεται, ἀλλ' ἄνω γενόμενος, ὥσπερ ἔκ τινος ὑψηλῆς σκοπιᾶς, τοῖς κάτω κατὰ τὰ κοῖλα τῆς τοῦ βίου τῶν ἀνθρώπων ὑπωρείας διάγουσιν ἐλεγκτικῶς ἐμβοᾷ ταῦτα λέγων·
他仍引憐憫為助;然而,他既已升至高處,彷彿站在某座高聳的瞭望台上,便向那些居於人生山麓窪地之下的人,發出責備的呼喊,說:
He draws mercy in as his ally; yet, having risen aloft, as though from some high watchtower, he cries out reprovingly to those below who dwell in the hollows of the foothills of human life, saying as follows:
1:1277
Ὦ ἄνθρωποι, τί λαλεῖτε καὶ πράσσετε; ἆρα δικαιοσύνη ἐστὶ τὸ λαλούμενον; ἆρα δι' εὐθύτητος τὴν κρίσιν προσάγετε; καὶ μὴν ὁρῶ ὅτι ἐν γῇ μὲν ὑμῶν εἰσιν αἱ καρδίαι, καὶ πᾶν ἐγκάρδιον κίνημα ἔργον ἐστὶ καὶ οὐχὶ νόημα
「世人哪,你們說的、做的是什麼?所說的是公義嗎?你們是憑正直施行審判嗎?我實在看見,你們的心在地上,凡心中的每一動念,都已成為行為,而非僅止於意念。」
'O men, what do you speak and do? Is what is spoken righteousness? Do you render judgment through uprightness? And indeed I see that your hearts are on the earth, and every movement of the heart is a deed and not merely a thought.'
1:1278
εὐθὺς γὰρ ὁμοῦ τῷ συστῆναι τὸ κακὸν ἐν τῇ διανοίᾳ συμπλέκεται τὸ ἔργον διὰ τῶν χειρῶν τοῖς νοήμασιν
因為惡念一旦在心思中成形,藉著雙手所行之事,便立刻與那意念交織在一起。
For as soon as evil takes shape in the mind, the deed, wrought through the hands, is at once intertwined with the thoughts.
1:1279
ταῦτα σαφηνείας χάριν μικρόν τι παραφράσας τῆς ψαλμικῆς λέξεως ἐξεθέμην τὰ ῥήματα ἔχοντα οὕτως·
以上這些話,是我為求清晰,略加意譯詩篇文字而陳述的;其原文如下:
These things, for the sake of clarity, I have set forth having paraphrased a little from the wording of the psalm, which has the words as follows:
1:1280
Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνετε, υἱοὶ τῶν ἀνθρώπων
「你們若真是說公義的話,就當按正直施行審判,世人哪。」
'If indeed you truly speak righteousness, judge uprightly, O sons of men.'
1:1281
καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ, ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν
「你們竟在心中於地上行不法之事,你們的手編織不義。」
'For indeed in your heart you work iniquities on the earth; your hands weave together injustice.'
1:1282
εἶτα ἐπάγει σχετλιάζων ὑπὲρ τῶν τῆς σωτηρίας ἐκπεπτω κότων τὰς μετὰ ταῦτα φωνὰς Ἀπηλλοτριώθησαν, λέγων, οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, καὶ ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν
接著,他為那些從救恩墮落之人而悲歎,又加上以下的話:「罪人,」他說,「自出母胎便已疏遠,自出母腹便已迷失。」
Then, lamenting over those who have fallen away from salvation, he adds the words that follow: 'The sinners,' he says, 'have been estranged from the womb, and have gone astray from the belly.'
1:1283
Γνοίης δ' ἂν τὸ λεγόμενον ἐξετάσας τίς ἡ πρώτη τῆς ἀνθρωπίνης συστάσεως μήτρα, καὶ τίς γαστὴρ ἡ κυοφορήσασα τὸ ἀνθρώπινον
你若查考人類本原最初的母胎是什麼、孕育人類的母腹是什麼,便能明白這話的意思。
You might understand what is said by examining what was the first womb of the human constitution, and what belly it was that bore mankind in the womb.
1:1284
οἶμαι γὰρ μὴ ἄλλην εἶναί τινα παρὰ τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ ἀγαθότητα, ἀφ' ἧς ἐπλάσθημέν τε καὶ ἐγεννήθημεν
因為我認為,那母腹不是別的,正是神的慈愛與良善,我們就是從其中被塑造、被生出的。
For I think there is none other than the loving-kindness and goodness of God, from which we were both formed and begotten.
1:1285
εἶπεν γὰρ Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν
因為那位「分別」塑造各人心的神曾說:「我們要照著我們的形像、按著我們的樣式造人。」
For he said, 'Let us make man according to our image and likeness' — he who formed their hearts each one individually.
1:1286
καὶ πάλιν φησὶν Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν
他又說:「我養育兒女,使他們成長,他們竟悖逆我。」
And again he says, 'I have begotten and exalted sons, but they have rejected me.'
1:1287
καὶ μυρίας ἔστι τοιαύτας φωνὰς ἐκ τῆς ἁγίας γραφῆς ἀναλέξασθαι, δι' ὧν ἐπιγινώσκεται τίς ἡ πλάσασα ἡμᾶς γαστὴρ καὶ τίς ἡ μήτρα ἡ εἰς φῶς προαγαγοῦσα διὰ γεννήσεως
從聖經中還可蒐羅出無數這樣的話語,藉此便可認出是何等的母腹塑造了我們,又是何等的母胎藉著生產將我們帶入光中。
And it is possible to gather countless such utterances from the holy Scripture, through which it is recognized what belly formed us, and what womb it was that brought us forth into the light through begetting.
1:1288
πρὸς ταῦτα οὖν βλέπων ὁ σχετλιάζων ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἀφεστηκότων ὀδύρεται·
他既注目於這些事,便為那些墮落者的滅亡而發出悲歎。
Looking, then, to these things, he who laments over the destruction of those who have fallen away utters his grief.
1:1289
θρῆνος γὰρ ἄντικρύς ἐστιν ἡ φωνὴ δι' ἧς τοὺς ἁμαρτωλοὺς ὀλοφύρεται
因為他藉以哀悼罪人的這話語,直截了當就是一首哀歌。
For the utterance by which he bewails the sinners is outright a lament.
1:1290
Πῶς ἠλλοτριώθησαν, λέγων, οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας; πῶς ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν τὸ ψεῦδος πρὸ τῆς ἀληθείας τιμήσαντες, ὧν ὁ θυμὸς πρὸς τὸν πατέρα τοῦ ψεύδους τὸν πρῶτον ὄφιν ἔχει τὴν ὁμοιότητα; Ὡσεὶ ἀσπίδος, φησίν, κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων, φαρμακοῦται φαρμακευο μένη παρὰ σοφοῦ
「罪人怎麼」,他說,「自出母胎便已疏遠?怎麼自出母腹便已迷失?」因他們尊崇謊言過於真理,他們的暴怒與那謊言之父——最初的蛇——如出一轍。「他們好像塞耳的聾虺,」他說,「不聽弄蛇者的聲音,任憑智者施展法術也不聽從。」
'How,' he says, 'have the sinners been estranged from the womb? How have they gone astray from the belly?' — having honored the lie above the truth, [these] whose fury bears a likeness to the father of the lie, the first serpent. 'Like the deaf asp,' he says, 'that stops her ears, which will not listen to the voice of charmers, though skillfully charmed by a wise charmer.'
1:1291
ταύτην γὰρ ἐνεῖδον τοῦ θηρίου τὴν φύσιν οἱ περὶ ταῦτα σοφοί·
因為那些精通此道的智者,曾察知這獸的本性:
For the wise men versed in these matters have observed this nature of the beast:
1:1292
ὅτι θυμῷ διαπιμπραμένη ἀποκρατεῖ τὸ πνεῦμα τῇ φάρυγγι καὶ οὐ προΐεται ἀσκοῦ δίκην τῇ τοῦ. πνεύματος ἐναπολήψει περιοιδαίνουσα, ὡς πάντα ἐπ' αὐτῆς ἀργὰ μένειν καὶ ἄπρακτα, ὅσα θηρίων θέλγητρα διά τινος φυσικῆς ἀντιπαθείας παρὰ τῶν τὰ τοιαῦτα σοφῶν ἐξηυρέθη
牠一旦被暴怒燒著,便將氣息扼在喉中不放出,因氣息被閉鎖而膨脹如皮袋一般;以致那些精於此術之人,藉著某種自然的相剋之性為制伏野獸所發明的一切法術,對牠都全然無用、失效。
that, inflamed with fury, it holds its breath back in its throat and does not release it, swelling up like a wineskin from the retention of its breath, so that all the charms devised by those skilled in such things — through some natural antipathy — for beasts, remain idle and ineffective upon it.
1:1293
νοεῖν δὲ δίδωσι διὰ τούτων ὅτι ἀνήκοος μένει τῶν ἐν κακίᾳ κεκρατημένων ἡ καρδία, τῆς παρὰ τῶν διδασκάλων ἐπαγο μένης αὐτοῖς θεραπείας
他藉此讓我們明白:那些被惡所轄制之人的心,對教師們所施予他們的醫治,始終充耳不聞。
And through these things he gives us to understand that the heart of those held fast in evil remains deaf to the healing brought to them by their teachers.
1:1294
καὶ πᾶσα δὲ ἡ τῆς ψαλμῳδίας ἀκο λουθία διὰ θρήνου προῆκται τῷ τῇ ἀπωλείᾳ τῶν δειλαίων ἐπιστενάζοντι
而這詩篇的整個次序,實在都是由那為悲慘者的滅亡而歎息之人,藉著哀歌所推展出來的。
And indeed the whole sequence of the psalm is carried forward through lamentation, by him who groans over the destruction of the wretched.
1:1295
προαναφωνεῖ γὰρ κατ' αὐτῶν τὸ ἐσόμενον λέγων Ὁ θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν
因為他預先向他們宣告將要發生的事,說:「神必打斷他們口中的牙齒。」
For he proclaims beforehand against them what is to come, saying, 'God will break their teeth in their mouth.'
1:1296
ποίους ὀδόντας, ἢ δηλαδὴ τοὺς τοῦ καρποῦ τῆς παρακοῆς βρωτῆρας, τοὺς τῶν ἡδονῶν τῆς γαστρὸς ὑπηρέτας (οὓς ὅπλα καὶ βέλη διὰ τῆς προλαβούσης ψαλμῳδίας ὠνόμα σεν), δι' ὧν ὁ τῆς ἀληθείας λόγος κατασπαράσσεται; Καὶ τὰς μύλας τῶν λεόντων, φησί, συνέθλασεν ὁ κύριος
什麼牙齒呢?顯然就是那些吞食悖逆之果的牙齒,是腹中逸樂的僕役(他在前一篇詩篇中稱之為「武器與箭矢」),藉著它們,真理之道被撕裂。「主也打碎了獅子的槽牙,」他說。
What teeth? Evidently those that devour the fruit of disobedience, the servants of the pleasures of the belly (which he named 'weapons and arrows' in the preceding psalm), through which the word of truth is torn to pieces. 'And the jaw-teeth of the lions,' he says, 'the Lord has broken.'
1:1297
γνοίης δ' ἂν τίνας ὠνόμασε λέοντας, εἰ μάθοις τῶν θηρίων τούτων τὰ ἰδιώματα
你若曉得這些野獸的特性,便能明白他所稱的獅子究竟指誰。
You would understand whom he called lions, if you were to learn the peculiar traits of these beasts.
1:1298
λέγουσι γὰρ εἶναι τοὺς λέοντας ἐνδιαστρόφους τὸ ὄμμα, ὧν σαρκοβόρος ἡ φύσις καὶ τῷ αἵματι φίλη
據說獅子的眼目是斜視的,牠們的本性嗜食血肉,親近於血。
For they say that lions are askew in the eye, whose nature is carnivorous and given to blood.
1:1299
οἶδας δὲ πάντως τὸ αἴνιγμα τῆς τῶν ὀμμάτων διαστροφῆς τῶν μὴ πρὸς τὸ εὐθὺ βλεπόντων, καὶ τῆς ἀηδίας τοῦ ἄσθματος τῶν εἰς βλασφημίαν κεχρημένων τῷ στόματι καὶ διὰ τοῦτο συγγενῶς ἐχόντων πρὸς τὴν τῆς ἁμαρτίας δυσωδίαν
而你自然明白這謎題:那些眼目斜視、不正視正道之人的隱義;以及那些以口褻瀆之人喘息之氣的難聞,他們因此與罪惡的惡臭有親緣關係。
And you surely know the riddle of the distortion of the eyes of those who do not look toward what is straight, and the offensiveness of the panting breath of those who have employed their mouth for blasphemy, and who therefore have a kinship with the foul stench of sin.
1:1300
καὶ ὅσα νοεῖται διὰ τοῦ ἄσθματος, ὅτι σὰρξ καὶ αἷμα, ὅπερ μάλιστα τρέφει τῶν λεόντων τὴν φύσιν, ταῦτα εἰς τὴν τοῦ θεοῦ βασιλείαν ἀπόβλητα
而藉著這喘息之氣所理解的一切——就是血肉,那最能滋養獅子本性之物——這些都是被摒棄於神的國之外的。
And whatever is understood through that panting breath — that flesh and blood, which above all nourishes the nature of lions, are things cast out from the kingdom of God.
1:1301
ἐν γὰρ τῷ καιρῷ τῆς τῶν ἀξίων τιμῆς, Οὗτοι, φησίν, ἐξουδενωθήσονται, τῇ ἀστάτῳ φύσει τῶν ὑλικῶν πραγμάτων οἷς προσῳκειώθησαν κατὰ τὸν βίον συγκαταρρέοντες
因為在配得之人受尊榮的時候,「這些人,」他說,「必歸於無有」,與他們今生所依附之物質事物那不穩定的本性一同崩潰消逝。
For in the time when the worthy are honored, 'these,' he says, 'shall be brought to nothing,' collapsing together with the unstable nature of the material things to which they had attached themselves during their life.
1:1302
Ἐξουδενωθήσονται γάρ, φησίν, ὡς. ὕδωρ διαπορευόμενον
「他們必歸於無有,」他說,「如同流逝的水一般。」
'For they shall be brought to nothing,' he says, 'like water passing away.'
1:1303
ἀνθρωπίνης εὐθύνων ζωῆς, οὐ παύεται κατ' αὐτῶν τοξαζόμενος, ἕως ἂν αὐτῶν ἐκνευρώσῃ τὴν δύναμιν
那引導人生的神,不斷向他們發箭,直到解除他們力量的弦弓為止。
He who guides human life does not cease shooting his arrows against them, until he has unstrung their strength.
1:1304
Ἐντενεῖ γάρ, φησίν, τὸ τόξον αὐτοῦ, ἕως οὗ ἀσθενήσωσι καὶ γένωνται κηρὸς τηκόμενος πρὸς πᾶν εἶδος τοῦ κατὰ τὴν ἁμαρτίαν χαρακτῆρος εὐκόλως μορφούμενος·
「他必張他的弓,」他說,「直到他們軟弱無力」,成了融化的蠟,輕易被塑成罪惡各種形相的模樣;
'For he will bend his bow,' he says, 'until they grow faint,' and become like melting wax, easily molded into every form of the character that belongs to sin;
1:1305
καὶ τούτοις ἔτι προστίθησι τὰς ὀδυρτικὰς ἐκείνας κατὰ τῶν δειλαίων φωνάς, Ἔπεσεν πῦρ, λέγων, καὶ οὐκ εἶδον τὸν ἥλιον
他又進一步為那些悲慘之人加上這哀傷的話:「火降下,」他說,「他們就不見日光。」
And to these he further adds those lamenting words concerning the wretched: 'Fire fell,' he says, 'and they did not see the sun.'
1:1306
σαφηνίζει δὲ τοῦ ῥητοῦ τούτου τὴν ἔννοιαν ἕτερος τῶν ἑρμηνέων, τὴν παρὰ καιρὸν γενομένην ἀπὸ τῆς μήτρας ὀλίσθησιν τοῦ ἀμβλώματος ἑρμηνεύσας τούτοις τοῖς ῥήμασιν·
另一位譯者以下列文字闡明此語之意,將那不合時宜、從母胎滑落的流產胎兒譯述如下:
Another of the interpreters clarifies the sense of this saying, having rendered the untimely slipping of the miscarriage from the womb with these words:
1:1307
Ἔκτρωμα, φησίν, γυναι κὸς οὐχ ὁραματισθήσεται ἥλιον
「婦人的墮胎,」他說,「必不得見日光。」
'A woman's miscarried child,' he says, 'shall not behold the sun.'
1:1308
ἐπεὶ τοίνυν παρὰ τὴν ἀρχὴν τῆς ψαλμῳδίας φησὶν ὅτι Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας καὶ ἀπὸ γαστρὸς ἐπλανήθησαν, ὅπερ ταὐτόν ἐστι τῷ ἠμβλώθησαν, αἴτιον δὲ τοῦ τοιούτου πάθους αὐτῶν λέγει τὴν πρὸς τὸν ὄφιν τε καὶ τὴν ἀσπίδα ὁμοίωσιν, διὰ τοῦτο καὶ νῦν τὸν ἴσον ἐπαναλαβὼν λόγον φησὶ ὅτι ἀτελεῖς ἐν τῷ λόγῳ τῆς φύσεως καὶ ἀμβλωθρίδιοι διὰ κακίας γενόμενοι ἐξωλίσθησάν τε καὶ ἔπεσον αὐτοὶ ἀπὸ τῆς νοηθεί σης ἡμῖν ἐκείνης μήτρας, πῦρ καθ' ἑαυτῶν γενόμενοι διὰ τῆς ὑλικῆς προαιρέσεως·
既然他在詩篇開頭說「罪人自出母胎便已疏遠,自出母腹便已迷失」——這與「他們被墮胎」是同一回事——並指明他們遭此不幸的原因在於他們與蛇及虺的相似,因此他如今重提同一陳述,說他們在天性的計數上成了未成形之物,又因惡而如同墮胎,便從我們所理解的那母胎滑脫墜落,藉著屬物質的抉擇,自身變成了燒滅自己的火;
Since, then, at the beginning of the psalm he says that 'the sinners have been estranged from the womb, and have gone astray from the belly' — which is the same as 'they were miscarried' — and states as the cause of this misfortune of theirs their likeness to the serpent and the asp, for this reason he now, taking up again the same statement, says that, having become imperfect in the reckoning of nature, and miscarried through wickedness, they slipped out and fell from that womb which we have understood, having become fire against themselves through their material choice;
1:1309
οὗ χάριν οὐκ ἀνέβλεψαν πρὸς τὸν ἥλιον
為此緣故,他們未曾仰望日光。
for which reason they did not look up toward the sun.
1:1310
ἐνδείκνυται δὲ διὰ τοῦ ἡλίου τὸ ἀληθινὸν φῶς, πρὸς ὃ ἡ ἀτελεσφόρητος τῶν Ἰουδαίων γονὴ οὐκ ἀνέβλεψεν
他藉著太陽指明那真光,猶太人那未得成全的後裔,未曾仰望這真光。
By the sun he indicates the true light, toward which the offspring of the Jews, brought to no completion, did not look up.
1:1311
καὶ ὁ ἐφεξῆς λόγος ἁρμόζει κατὰ τὸ ἀκόλουθον τῷ προάγοντι
而其後的話語,依循次序,與前文相合。
And the discourse that follows fits in due sequence with what precedes.
1:1312
ὃ γὰρ ἐκεῖ κωφὴν ἀσπίδα ὠνόμασεν, τοῦτο νῦν μεταβαλὼν ἀσύνετον ἄκανθαν λέγει·
因為他先前所稱的「聾虺」,如今換了個說法,稱之為「無知的荊棘」;
For what he there called 'the deaf asp,' this he now, having changed the figure, calls 'a senseless thorn';
1:1313
ἐκ γὰρ τοῦ ἀκοῦσαι τὸ συνιέναι γίνεται·
因為明悟乃是由聽聞而生;
for understanding arises out of hearing;
1:1314
ὁ δὲ τὴν ἀκοὴν οὐ δεξάμενος συναποβάλλει πάντως μετὰ τῆς ἀκοῆς καὶ τὴν σύνεσιν
那不肯接受聽聞之人,便連同聽聞一併棄絕了明悟。
and he who has not received hearing altogether casts away, along with hearing, understanding as well.
1:1315
οὕτω καὶ ἐνταῦθα, οἷον ἐν γένει τινὶ τὸ τῆς ἀκάνθης ὄνομα προεκθέμενος ἐπάγει τὸ χαλεπώτερον ἐν ταῖς ἀκάνθαις εἶδος, τὴν ῥάμνον εἰπών, ἧς ὀξεῖαι μὲν αἱ ἀκμαί, συνεχεῖς δὲ αἱ προβολαί, βλαπτικαὶ δὲ τῶν προσεγγιζόντων καὶ ἰώδεις αἱ ἀμυχαί
此處也是如此:他先提出「荊棘」一名作為某種類屬,接著又補上荊棘中更兇險的一種,稱之為「鼠李」——其刺尖銳,叢生密佈,凡靠近之人皆被其抓傷,傷口且帶毒。
So also here, having first set forth the name 'thorn' as a kind of genus, he adds the harsher species among thorns, naming the buckthorn, whose points are sharp, whose projecting spikes are continuous, and whose scratches are harmful and poisonous to those who draw near.
1:1316
πλὴν ἀλλὰ κἂν ἄκανθα ἦτε, φησίν, κἂν ἐν ἀκάνθαις ἡ ῥάμνος, ὡς ἔτι οἴεσθε ζῆν·
然而,他說,縱使你們是荊棘,縱使鼠李也列於荊棘之中,你們仍自以為活著;
Nevertheless, even if you were a thorn, he says, and even if the buckthorn is among thorns, [it is] as you still suppose yourselves to be alive;
1:1317
οὐ γὰρ ἀληθῶς ζῇ ὁ τὴν ἀληθῆ μὴ ἔχων ζωήν
因為那沒有真實生命的人,並非真正活著。
for he does not truly live who does not possess true life.
1:1318
καὶ ὥσπερ τῶν ἁμαρτωλῶν ἡ ζωὴ οὐκ ἀληθῶς ἐστιν ὃ λέγεται, ἀλλ' ὀνομάζεται μόνον (τὸ γὰρ τῆς ἀληθινῆς ζωῆς διεζευγμένον, ζωὴ οὐκ ἔστιν)·
正如罪人的生命,並非真如其名所稱的那樣,只是徒有其名而已(因為那與真生命隔絕之物,便不是生命);
And just as the life of sinners is not truly what it is called, but is only so named (for that which is severed from true life is not life);
1:1319
οὕτως καὶ ἐπὶ τοῦ θεοῦ ἡ ὀργή, κἂν τοῖς ἁμαρτωλοῖς τοῦτο καὶ φαίνηται καὶ παρ' αὐτῶν ὀνομάζηται, οὐδὲν μᾶλλόν ἐστιν ὀργή, ἀλλ' ὡς ὀργὴ τοῖς οὕτω τὴν κατὰ τὸ δίκαιον τοῦ θεοῦ ἀντιδιδομένην ἀμοιβὴν ὀνομάζουσι
照樣,在神那裡,「忿怒」——縱使在罪人看來確實如此,他們也如此稱呼——也並非真是忿怒,而是他們如此稱呼那按神公義而施加之報應罷了。
so also in the case of God, wrath — even though it both appears so to sinners and is so named by them — is no more truly wrath, but rather it is the way they name the recompense given back according to God's justice as 'wrath.'
1:1320
τοῦτο οὖν ἐστιν τὸ Ὡσεὶ ζῶντας
這便是「彷彿活著」一語的含意。
This, then, is the meaning of 'as though living.'
1:1321
καὶ Ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς, οὐκ ἐν ἀληθινῇ ζωῇ ὄντας, οὔτε ἀληθῶς ἐκεῖνος ἐν ὀργῇ θεωρούμε νος
又「彷彿在忿怒中吞滅你們」,因你們並不在真生命之中,而祂也並非真被視為處於忿怒之中。
And '[so] as though in wrath he will swallow you up,' since you are not in true life, nor is he truly to be regarded as being in wrath.
1:1322
Εὐφρανθήσεται δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν, οὐχ ὡς ἐπιχαίρων τοῖς ἀπολλυμένοις, ἀλλ' ὡς ἐκ παραλλήλου τὰ ἑαυτοῦ πρὸς τὰ ἐκείνων ἀντιτιθεὶς τότε μακαρίσει ἑαυτὸν τῆς εὐβουλίας, ὅτι μὴ ἐν ἐκείνοις ἐγένετο, ἐν οἷς ὁρᾷ τῶν ἁμαρτωλῶν τὴν ἐκδίκησιν
「義人見復仇之事,就必歡喜」——並非幸災樂禍於那滅亡之人,而是將自己的境況與他們相比並列,因而稱自己因良善的抉擇為有福,因為他並未身陷於那使他目睹罪人遭報應之境地。
'The righteous shall rejoice when he sees vengeance' — not as one gloating over those who perish, but as one who, setting his own affairs side by side in comparison with theirs, will then count himself blessed for his good counsel, because he was not among those in whose case he beholds the vengeance upon sinners.
1:1323
τὴν γὰρ τῶν ἰδίων χει ρῶν καθαρότητα τῇ πρὸς τὸ λύθρον τῶν ἁμαρτωλῶν ἀντ εξετάσει μᾶλλον κατόψεται
因為他將藉著與罪人的血污對照,更清楚地看出自己雙手的潔淨。
For he will perceive the purity of his own hands the more clearly by comparing it against the gore of sinners.
1:1324
Τὰς χεῖρας αὐτοῦ, φησίν, νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ
「他必用罪人的血,」他說,「洗淨自己的手。」
'He shall wash his hands,' he says, 'in the blood of the sinner.'
1:1325
οἴδαμεν δὲ ὅτι οὐκ ἄλλου τινὸς χάριν νιπτόμεθα ἢ ἵνα τῷ ὕδατι τὸν ῥύπον. ἀποκλυσώμεθα·
然而我們知道,我們洗滌並無別的緣故,只是要用水洗去污穢;
But we know that we wash for no other reason than that we may cleanse away filth with water;
1:1326
ὁ δὲ τοῦ αἵματος μολυσμὸς οὐκ ἀποκαθαίρει. τὸν προϋπάρχοντα ῥύπον, ἀλλ' αὐτὸς γίνεται ῥύπος
但血的沾染卻不能潔淨原先的污穢,反倒自身成了污穢。
yet the defilement of blood does not cleanse away the pre-existing filth, but itself becomes filth.
1:1327
οὐκοῦν ὥσπερ τὸ λευκὸν χρῶμα τῇ ἀντιπαραθέσει τοῦ αἵματος ἐκδηλότερον γίνεται, οὕτως καὶ ἡ τῶν χειρῶν τοῦ δικαίου καθαρότης διὰ τῆς τοῦ ἐναντίου συγκρίσεως λαμπροτέρα καθίσταται
所以,正如白色因與血並列對照而更加顯明,照樣,義人雙手的潔淨,也藉著與其對立面的比較而變得更加燦然。
Therefore, just as the color white becomes more manifest by being set beside blood, so also the purity of the hands of the righteous is rendered more brilliant through comparison with its opposite.
1:1328
τὸ γὰρ νῦν ἀπιστούμενον ὅτι τίς ἐστι τοῖς διὰ τῶν τῆς ἀρετῆς πόνων ἑκουσίως κακοπαθήσασι μετουσία τοῦ κρείττονος τότε διὰ τῆς πείρας φανερωθήσεται·
因為如今尚被人懷疑之事——即那些為著德行的勞苦而甘願受苦之人,究竟得享何等更美之分——到那時,將藉著親身經歷而得以顯明;
For what is now disbelieved — namely, what participation in the better good belongs to those who have willingly suffered hardship through the labors of virtue — will then be made manifest through experience;
1:1329
ὁ γὰρ ταῦτα βλέπων ἐρεῖ ὅτι ἦν, ὡς ἔοικεν, τῷ δικαίῳ καρπὸς ἀποκείμενος ἐν τῇ δικαίᾳ τοῦ θεοῦ κρίσει
因為看見這一切的人,將會說:看來,確實有一份果實,為義人存留在神公義的審判之中。
for he who beholds these things will say that there was, it seems, a fruit laid up for the righteous in the just judgment of God.
1:1330
ὁρᾷς οἵας ἐπιβέβη κεν ἀκρωρείας ὁ λόγος; ὅσον ὑπεραίρει τῶν προδιηνυσμένων τοῖς ψαλμοῖς τὸ μέγεθος; ΚΕΦΑΛΑΙΟΝ Ις ʹ
你看這篇論述已攀升到何等的高峰?它在宏偉上超越先前所誦諸篇的程度,何其之大?第十六章
Do you see to what mountain heights the discourse has climbed? How greatly it surpasses in magnitude the psalms gone through before? CHAPTER 16.
1:1331
Ἀλλ' οὐδὲ οὗτος ὅρος τῆς εἰς τὸ ὕψος ἀναβάσεως τοῖς δι' ἀρετῆς προκόπτουσι γίνεται
但這也不是那些藉由德行不斷精進之人向高處攀升的止境。
But not even this becomes the limit of the ascent to the height for those who advance through virtue.
1:1332
ὁ γὰρ μετὰ τοῦτον τῇ ἀκολουθίᾳ τῆς τάξεως ὢν ὑπὲρ τοῦτον καὶ τῇ μεγαλοφυΐᾳ τῆς θεωρίας εὑρίσκεται
因為次序上排在他之後的那一位,在默觀的宏偉上也被發現超越了他。
For the one who comes after him in the sequence of order is found to surpass him also in the grandeur of contemplation.
1:1333
πάλιν δὲ ἡ ἐπιγραφὴ ἀνακηρύσσει τὸν στεφανίτην·
標題又再次宣告了那戴冠的勝利者;
Again the title proclaims the crown-bearer;
1:1334
πάλιν ἡ ἐπ' αὐτῷ στήλη τὸ ὑπὲρ ἄνθρωπον εἶναι τὴν τοιαύτην νίκην μαρτύρεται
那刻在其上的銘記,又再次見證了這樣的勝利乃是超乎人力之上的。
again the inscription set over it bears witness that such a victory is beyond what is human.
1:1335
Εἰς τὸ τέλος γάρ, φησί, μὴ διαφθείρῃς
因為經上說:「歸於終局,不可毀壞。」
For "unto the end," it says, "destroy not."
1:1336
εἴρηται πολλάκις ὅτι νίκη ἐστὶ τοῦ τέλους τὸ σημαινόμενον, καὶ οὐδὲν χρὴ πάλιν ἐφερμηνεύειν τῷ λόγῳ τὸ ἐγνωσμένον
我們已多次說過,「終局」所指的乃是勝利,此處不必再就已知之事重加詮解。
It has often been said that what is signified by "the end" is victory, and there is no need to interpret again in this discourse what is already known.
1:1337
τὸ δὲ Μὴ διαφθείρῃς, ἡ φιλάνθρωπος αὕτη φωνὴ καὶ πᾶσαν μακροθυμίας ὑπερβολὴν παριοῦσα, μείζονος ἐπιβέβηκεν ἐν τῷ τόπῳ τούτῳ τῆς διανοίας
但「不可毀壞」這句充滿仁愛的話,超越了一切忍耐寬容的極限,在此處已提升至更為崇高的意涵。
But "destroy not" — this humane utterance, surpassing every excess of long-suffering, has here ascended to a loftier plane of meaning.
1:1338
τίς γὰρ οὐκ οἶδεν ὅτι πρόχειρος μὲν εἰς εὐποιΐαν ἐστὶ καὶ τῶν ἐπιτυχόντων ἕκαστος ἐπὶ τῶν μηδεμίαν προενδειξαμένων κακίαν·
誰不知道,即使是尋常之人,也都樂於善待那些從未先顯露出任何惡意的人呢?
For who does not know that any ordinary person is ready to do good even to those who have shown no prior wickedness?
1:1339
πολλάκις δὲ καὶ μικρᾶς. τινος λύπης προγεγενημένης, ὁ μὲν μεγαλοψυχότερος ἤνεγκε τὴν ἐπὶ τοῖς μικροῖς ἀηδίαν καὶ ἐν τῷ καιρῷ τῆς εὐποιΐας οὐκ ἀπετράπη τοῦ ποιῆσαι καλῶς τὸν ἐπὶ μετρίοις λυπήσαντα·
然而,也常有這樣的情形:先前已有些微的傷害發生,那心胸較為寬大的人,仍能忍受這小小的不快,在行善之時,並不因那曾以小事使他不悅的人而止步不去善待他。
But often, too, when some small grief has occurred beforehand, the more magnanimous person bears the displeasure caused by small things, and at the time for doing good is not turned away from acting kindly toward the one who had grieved him in some slight matter.
1:1340
ὁ δὲ μικροφυὴς τὴν διάνοιαν, κἂν βραχύ τι τὸ παροξύνον τύχῃ, πᾶσαν ἐπαφίησιν αὐτῷ τὴν ἀμυντικὴν δύναμιν καιροῦ τινος εἰς κακοποιΐαν λαβόμενος
但那心胸狹小之人,即便所遇的挑釁極其輕微,也會對對方傾盡一切報復之力,趁機加以傷害。
But the one who is petty in mind, even if the provocation that occurs is slight, unleashes upon him the whole force of his retaliation, seizing the occasion for doing harm.
1:1341
οὐκοῦν οὐκ ἴσον τὸ θαῦμα, κἂν ὅμοιον τὸ εὐεργέτημα τύχῃ, ἐπί τε τοῦ μηδὲν προπεπονθότος κακῶς καὶ ἐπὶ τοῦ δι' εὐποιΐας ἀμειψαμένου τὸν προλυπήσαντα
因此,即便所行的善事看似相同,對一個從未先受過惡待之人所行的善,與對一個曾使自己受苦、卻仍以善報之的人所行的善,二者所引發的驚歎並不相等。
Therefore the marvel is not equal, even if the benefaction happens to be alike, in the case of one who has suffered no prior wrong and in the case of one who has repaid with good the one who had grieved him before.
1:1342
πάντως δὲ οὐκ ἀγνοεῖς, ὁ φιλομαθής, τὸ μέρος τῆς ἱστορίας, τὸ ὑπὸ τῆς ἐπιγραφῆς σημαινόμενον·
好學之人啊,你必定不會不知道標題所指涉的那部分史事。
But surely you are not unaware, O lover of learning, of that part of the history which is signified by the title.
1:1343
τοῦ δὲ κατὰ θείαν συμμαχίαν τῆς βολῆς ἑαυτὸν ὑπεκστήσαντος τῷ τοίχῳ διὰ βάθους ἐμπήγνυται ἡ τῆς αἰχμῆς προσβολή
而他藉著神的助佑,使自己躲開了那一擲,於是槍尖深深地刺入了牆中。
But he, by divine assistance, having stepped himself aside from the cast, the thrust of the spear-point is driven deep into the wall.
1:1344
ἐξέδραμεν δὲ τῶν βασιλείων, ἐν τῷ ἰδίῳ οἴκῳ ἐγένετο μετα βληθήσεσθαι τοῦ βασιλέως τὸν θυμὸν διὰ μετανοίας ἐλπίσας
他從王宮中奔逃出來,回到了自己的家中,盼望王的怒氣能藉著悔改而轉變。
He ran out from the palace, and came to be in his own house, hoping that the king's wrath would be changed through repentance.
1:1345
καὶ μεταναστὰς ἄλλοτε ἄλλον ἐπήρχετο τόπον ὑπὸ ἀμηχανίας τοῖς ἀήθεσιν ἀνθρώποις ἐπιπλανώμενος
他不斷遷徙,時而往這裡,時而往那裡,因走投無路而在陌生人中間漂泊流離。
And moving from place to place, he went now here, now there, wandering among strangers out of sheer helplessness.
1:1346
οὐ γὰρ τότε ἐρρέθη, ὅτε ταῦτα ἐγένετο,. ἀλλὰ προφέρει ὁ λόγος εἰς τὴν τοῦ θαύματος ἐπίτασιν, ὅτι ταῦτα εἶπεν ὁ ἐκεῖνα παθών
因為這話並非在那些事發生之時就已說出;經文乃是為要加深那奇妙之感,特意指出:說出這些話的,正是曾親身遭受那些事的人。
For it was not spoken at the time when these things happened; rather, the text brings forward — for the intensifying of the wonder — the fact that it was he who suffered those things who spoke these words.
1:1347
δῆλον γὰρ ἂν εἴη τοῖς φιλοπονωτέροις, ὅτι προφητεία τῆς κατὰ τὸν κύριον οἰκονομίας ἐστὶν ἡ ἱστορία
對於較為勤勉用心的人而言,這段史事顯然是預言了關乎主的救贖經綸。
For it would be clear to the more diligent [students] that this history is a prophecy of the dispensation concerning the Lord.
1:1348
δαίμονες ἦσαν ἐν Σαοὺλ τῷ τυράννῳ·
在暴君掃羅裡面,有鬼魔存在;
There were demons in Saul the tyrant;
1:1349
τούτους ἀπελαύνει ὁ εἰς βασιλείαν χρισθεὶς τῷ τῆς κιθάρας ὀργάνῳ κατ' αὐτῶν ἐνεργήσας τὴν πτόησιν·
那受膏將要為王的人,藉著豎琴這樂器對牠們施加震懾,將牠們驅逐。
these the one anointed to kingship drives away, working terror against them by means of the instrument of the harp.
1:1350
μετὰ ταῦτα ὁ ἐπιβουλευθεὶς παρὰ τοῦ Σαοὺλ ζητεῖται ἐπὶ τῆς κλίνης, καὶ ὁ μὲν οὐχ εὑρίσκεται, κενοτάφια δὲ ἀντ' ἐκείνου ἡ κλίνη ἔχει καὶ ἧπαρ αἰγῶν
此後,那被掃羅設計謀害之人在床榻上被搜尋,卻遍尋不著;床上代替他的,乃是空墓的偶像與山羊的肝。
After this, the one plotted against by Saul is sought upon the bed, and he is not found; instead of him, the bed holds cenotaphs and the liver of goats.
1:1351
φανερὰ δὲ πάντως ἐστὶν ἡ διὰ τῶν αἰνιγμάτων τῆς ἱστορίας ἀκολουθία πρὸς τί βλέπει·
這段藉由這些隱謎所呈現的史事次序,其所指向的意旨,顯然是清楚可見的;
But it is surely evident toward what end the sequence of the history, conveyed through these riddles, is looking.
1:1352
καὶ ὅτι ἡ κιθάρα τὸ ἀνθρώπινόν ἐστιν ὄργανον, ἡ δὲ ἐκ ταύτης. ᾠδὴ ὁ διὰ τοῦ σαρκωθέντος φανερωθεὶς ἡμῖν λόγος, οὗ ἔργον ἐστὶν ἀφανίσαι τὴν ἐκ δαιμόνων παραφοράν, ἵνα μηκέτι ὦσιν οἱ θεοὶ τῶν ἐθνῶν τὰ δαιμόνια
豎琴乃是象徵屬人的器官,而由其所發出的歌乃是藉道成肉身而向我們顯明的道,其工作正是要消除鬼魔所造成的迷亂錯亂,使萬邦的諸神不再是鬼魔。
And that the harp is the human instrument, while the song that comes from it is the Word made manifest to us through him who became flesh — whose work it is to make vanish the derangement caused by demons, so that the gods of the nations may no longer be demons.
1:1353
ἀλλ' ὁ βασιλεὺς ἐκεῖνος ὁ ἐν ἑαυτῷ τοὺς δαίμονας ἔχων, ὅταν ὑποχωρήσῃ τὰ πνεύματα τῇ ᾠδῇ τοῦ τὸ ὄργανον ἐπὶ τούτῳ ἁρμοσαμένου πατάσσει αὐτὸν τῷ δόρατι (τὸ δὲ δόρυ ξύλον ἐστὶ σιδήρῳ καθωπλισμένον), ἀλλὰ δέχεται ἀντ' ἐκείνου ὁ τοῖχος τὸ δόρυ
但那心中懷有鬼魔的王,當那調撥樂器以行此事之人所唱的歌,使諸靈退去之時,便用槍刺向他(那槍乃是以鐵裝配的木杆);然而代替他承受那槍的,卻是牆壁。
But that king who has the demons within himself, when the spirits withdraw at the song of him who tuned the instrument for this purpose, strikes him with the spear (and the spear is wood armed with iron); but instead of him, the wall receives the spear.
1:1354
τοῖχον δὲ νοοῦμεν τὴν γηΐνην οἰκοδομήν, δι' ἧς τὸ σῶμα καταμανθάνομεν, περὶ ὃ τὸ ξύλον βλέπομεν τοῦ σταυροῦ καὶ τὸν σίδηρον·
我們所理解的「牆」,乃是那由塵土所造的構造,我們藉此認識身體;環繞著它,我們看見十字架的木頭與鐵釘。
By "the wall" we understand the earthen structure through which we come to know the body, around which we see the wood of the cross and the iron [nails].
1:1355
ἡ γὰρ θεότης ἐν τῷ σταυρῷ τε καὶ τοῖς ἥλοις οὐ γίνεται
因為神性並不存在於十字架與鐵釘之中。
For the divinity does not consist in the cross and the nails.
1:1356
οἴδαμεν γὰρ ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλὰ πατὴρ ἐγένετο τοῦ θανάτου ὁ τῆς κακίας βασιλεὺς ὁ ἑαυτὸν τῆς ζωῆς στερήσας
因為我們知道,神並未造出死亡,乃是那自己剝奪了自身生命的邪惡之王,成了死亡之父。
For we know that God did not make death, but that the king of wickedness, who deprived himself of life, became the father of death.
1:1357
φθόνῳ γὰρ διαβόλου ὁ θάνατος εἰσῆλθεν·
因為死亡乃是藉著魔鬼的嫉妒而進入的;
For through the envy of the devil death entered [the world];
1:1358
Ἐβασίλευσε δὲ ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ ἕως τοῦ νόμου, ὃν βούλεται μηκέτι βασιλεύειν ἐν ἡμῖν ὁ ἀπόστολος ἐν τῷ θνητῷ ἡμῶν σώματι
死亡自亞當直到律法都作了王;使徒卻願這死亡不再在我們必死的身體中作王。
and death reigned from Adam until the Law — a reign that the apostle wills should no longer hold sway in us, in our mortal body.
1:1359
ὁ οὖν ὑπὲρ πάντων τοῦ θανάτου γευσάμενος ἐν τῷ οἴκῳ τῆς ὑπὸ τοῦ νοηθέντος ἡμῖν Σαοὺλ γενομένης γίνεται, ὄνομα δὲ αὐτῇ Μελχόλ
那為眾人嘗了死味的那一位,於是來到了那由我們所詮解的掃羅所生之女的家中;她的名字是米甲。
He, then, who tasted death on behalf of all comes to be in the house of her who was born of the Saul we have understood [allegorically]; and her name is Michal.
1:1360
τοῦ δὲ ὀνόματος τούτου τὸ σημαινόμενον βασιλείας ἐστὶν διὰ τὸ μέχρι τότε βασιλεύειν τὴν ἁμαρτίαν τῆς φύσεως
這名字所表示的意涵與王權有關,因為直到那時,罪一直在我們的本性中作王。
And what is signified by this name pertains to kingship, because up until then sin held reign over [our] nature.
1:1361
ἐνταῦθα δὲ γενόμενος αὐτὸς μὲν διὰ θυρίδος ἐξέρχεται
然而,他到了那裡之後,卻親自從窗戶出去;
But having come to be there, he himself goes out through the window;
1:1362
σημαί. νει δὲ ἡ θυρὶς τὴν ἐπὶ τὸ φῶς πάλιν ἐπάνοδον τοῦ ἑαυτὸν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις δείξαντος
而那窗戶所表示的,正是他重新回到光中——他曾向那些坐在黑暗與死蔭之中的人顯現自己。
and the window signifies the return again to the light of him who showed himself to those sitting in darkness and in the shadow of death.
1:1363
τὰ δὲ κενοτάφια αὐτοῦ ἐπὶ τῆς κλίνης ὁρᾶται
而他的空墓偶像則被看見留在床上。
And his cenotaphs are seen upon the bed.
1:1364
φησὶ γὰρ καὶ ὁ ἄγγελος τοῖς ἐν τῷ μνήματι ζητοῦσι τὸν κύριον·
因為天使也曾對那些在墳墓中尋找主的人說:
For the angel, too, says to those seeking the Lord in the tomb:
1:1365
Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἠγέρθη
「你們為何在死人中尋找那活著的人呢?他不在這裡,他已經復活了。」
"Why do you seek the living among the dead? He is not here; he has risen."
1:1366
τὸν τάφον, ἐν ᾧ ἐτάφη, εἶδον οἱ ζητοῦντες τὸν κύριον κενὸν τοῦ ζητουμένου σώματος
那些尋找主的人看見他曾被安葬的墳墓,那被尋找的身體已不在其中;
Those who sought the Lord saw the tomb in which he had been buried empty of the body that was sought;
1:1367
μόνα δὲ ἦν ἐν αὐτῷ τὰ ἐντάφια
墓中只留有裹屍的布。
only the burial-linens were in it.
1:1368
Τοῦ δὲ τρωθέντος τοίχου, ὃν ἀντὶ τοῦ σώματος ἐνοήσαμεν, αἷμα μὴ ἔχοντος, ὡς ἂν μὴ παραλειφθείη τὸ καιριώτατον τῶν εἰς τὸ μυστήριον νοουμένων, δι' οὗ ἐλυτρώθημεν, τὸ αἷμα λέγω, τοῦτο ἐν τοῖς κενοταφίοις εὑρίσκεται·
但既然那被刺傷的牆——我們曾以之理解為身體的替代——並無血,為要使那奧秘之中最切要的意涵,就是我們藉以蒙贖的血,不致被遺漏,這血便在空墓之中被尋見;
But since the wounded wall — which we understood in place of the body — has no blood, so that the most vital element of what is understood [to pertain] to the mystery, through which we were ransomed (I mean the blood), might not be omitted, this [blood] is found in the cenotaphs;
1:1369
μόνον γὰρ ἐν τοῖς σπλάγχνοις τὸ ἧπαρ αἵματός ἐστι πηγή τε καὶ ἐργαστή ριον, οὗ χωρὶς ἀδύνατόν ἐστι συστῆναι τὴν φύσιν τοῦ αἵματος
因為在諸內臟之中,唯獨肝乃是血的泉源與製造之處,若無此臟,血之本性便無從構成。
for among the inward parts, the liver alone is the source and workshop of blood, without which it is impossible for the nature of blood to be constituted.
1:1370
τὸ αἷμα, ἐν δὲ τοῖς κενοταφίοις τὸ ἧπαρ, οὐδὲ τὸ αἷμα λείπει τῷ γενομένῳ τῇ φύσει τῶν ἀνθρώπων ἀποτροπιασμῷ τοῦ θανάτου·
那血——既然肝已在空墓之中——這血,對於那為人類本性所成就的除死之事,也並未缺失;
The blood — since the liver is in the cenotaphs — the blood, too, is not lacking to the turning-away of death that came about for human nature;
1:1371
τὸ δὲ γένος τοῦ ζῴου τούτου, οὗ τὸ ἧπαρ ἐλήφθη, ταῖς ἱλεωτικαῖς ὑπὲρ τῶν ἁμαρτιῶν θυσίαις ἀποτεταγμένον ἐστίν
而那被取肝之獸的種類,正是被指定用於為罪所獻的贖罪祭之獸。
and the kind of animal whose liver was taken is one appointed for the propitiatory sacrifices offered for sins.
1:1372
οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐκ τοῦ αὐτοῦ γένους καὶ εἰς τὸ πάσχα παραλαμβάνε·
不僅如此,同一種類的獸也被用於逾越節;
And not only this, but from the same kind [of animal] it is also taken for the Passover;
1:1373
καὶ ἀποπεμπτικὸν τῆς τοῦ λαοῦ ἁμαρτίας τὸ ζῷον τοῦτό φησι δεῖν ὁ Μωυσῆς ποιεῖσθαι, ὅτε εἰς διπλῆν ἐνέρ γειαν [τὸ ζῷον τοῦτο] μερίζεται
摩西又說,此獸必須被用來擔負百姓的罪、將之遣走,那時牠被分作雙重的作用,
and Moses says that this animal must be made to bear away the sin of the people, when it is divided into a twofold function,
1:1374
καὶ δύο προτεθέντων χιμάρων ἐκ διακληρώσεως, τὸ μὲν ἀνατίθεται τῷ θεῷ, τὸ δὲ τῇ. ἁμαρτίᾳ ἐκπέμπεται ἐπὶ τὴν ἔρημον
藉抽籤選出兩隻公山羊,一隻歸與神,另一隻則背負著罪被送往曠野。
and when two he-goats are set forth by the casting of lots, the one is dedicated to God, while the other is sent away into the wilderness bearing the sin.
1:1375
διὰ πάντα οὖν ταῦτα καὶ τὰ τοιαῦτα τούτου τοῦ ζῴου τὸ ἧπαρ εἰς τὴν τοῦ αἵματος ἔνδειξιν παρελήφθη, δι' οὗ τῶν ἐπιθανατίως νενοσηκότων ὁ ἀποτροπιασμὸς τοῦ θανάτου ἐγένετο διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ κυρίου ἡμῶν, ἣν σημαίνει τὸ κενοτάφιον
因此,正因這一切事,以及與此相類的種種,這獸的肝便被取來作為血的表徵;藉著我們主從死裡復活——那正是空墓所預表的——那病入死地之人所需的除死之事便得以成就。
On account of all these things, then, and things of this kind, the liver of this animal was taken up as an indication of the blood, through which the warding-off of death came about for those who were sick unto death, through the resurrection of our Lord from the dead — which the cenotaph signifies.
1:1376
Ἀλλὰ καιρὸς ἂν εἴη καὶ τὸν ἐν τῇ ψαλμῳδίᾳ νοῦν διὰ βρα χέων ἐπιδραμεῖν ἔχοντα οὕτως·
但此刻也該簡要地略述詩篇本身所蘊含的意涵了,其大意如下:
But it would now be time to run briefly also through the sense contained in the psalm itself, which is as follows:
1:1377
μερίζει τὸν λόγον ἡ προφη τεία
這預言將全篇話語分為兩部分:
The prophecy divides the discourse [into two parts]:
1:1378
ὁ μὲν γὰρ ὑπὲρ ἡμῶν πρὸς τὸν θεὸν γίνεται ἐκ τοῦ κοινοῦ τῆς φύσεως προσαγόμενος·
其一是為我們的緣故,向神所發,乃是出於我們本性中共通的部分而發出;
for the one part is on our behalf, addressed to God, being brought forward out of what is common to [our] nature;
1:1379
ὁ δὲ πρὸς ἡμᾶς ἐκ τοῦ ὑπὲρ ἡμῶν ἀναδεξαμένου τὸ πάθος
另一部分則是向我們所說,乃是出於那位為我們的緣故承擔了苦難之人。
while the other is addressed to us, from him who took up the suffering on our behalf.
1:1380
τὰ μὲν οὖν ὑπὲρ ἡμῶν ἐστὶ ταῦτα·
那為我們的緣故所說的話,便是以下這些:
The words that are on our behalf, then, are these:
1:1381
Ἐξελοῦ με, λέγων, ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με καὶ ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων, οἳ ἐθήρευσαν τὴν ψυχήν μου, καὶ ἐπέθεντο ἰσχυρῶς οὐδὲν παρ' ἡμῶν προπεπονθότες κακόν
「神啊,求你救我脫離我的仇敵,」他說,「求你救贖我脫離那些起來攻擊我的人,脫離那些行不法之事的人,脫離那些流人血的人;他們獵取我的靈魂,猛烈地攻擊我,雖然他們並未先受過我們任何的惡待。」
"Deliver me," he says, "from my enemies, O God, and ransom me from those who rise up against me, and from those who work iniquity, and from men of blood, who hunted my soul and set upon me violently, though they had suffered no prior wrong from us."
1:1382
οὐ γὰρ ἥμαρτόν τι κατ' ἐκείνων, οὐδέ ἐστιν ἀνομία τις παρ' ἡμῶν ἐπὶ βλάβῃ τῶν ἐχθρῶν ἐνεργηθεῖσα, ἐφ' ᾗ καὶ παροξύνονται
因為我並未在任何事上得罪他們,我們也並未行過任何不法之事以傷害這些仇敵,以致激起他們的怒氣。
For I have not sinned against them in anything, nor has any lawlessness been wrought by us to the harm of the enemies, on account of which they might be provoked.
1:1383
ἄνευ ἀνομίας ἦν ἡμῖν ὁ πρῶτος δρόμος
我們最初的行徑並無不法。
Our first course was without lawlessness.
1:1384
ἀλλ' ἰδοὺ τὰ πάντα, φησίν, οἷά ἐστι
「但看哪,」他說,「這一切事究竟是何等模樣。」
"But behold," he says, "all these things, of what sort they are."
1:1385
ἴδε καὶ πρόσχες τοῦ ἐπισκέψασθαι
求你察看,留心眷顧,
See, and give heed, to visit [me],
1:1386
καὶ μὴ ἀναβάλῃ διὰ φιλανθρωπίας τὴν κατὰ τῶν πεπλημμεληκότων ἐκδίκησιν
也不要因仁慈而延緩對那些犯罪之人的懲罰。
and do not, out of benevolence, delay the vengeance against those who have transgressed.
1:1387
Μὴ οἰκτειρήσῃς γάρ, φησίν, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν
「因為你不要憐憫,」他說,「一切行不法之事的人。」
"For do not pity," he says, "all those who work lawlessness."
1:1388
εἶτα μετάγει τὸν λόγον ἐπὶ τὸ ὑπερκείμενον πρόσω πον καί φησιν ὡς ἐκ προσώπου τοῦ τῆς εὐχῆς ἐπακούσαντος ὅτι οὗτοι οἱ ἐχθροὶ εἰς τὴν ἑσπέραν ἑαυτῶν ἐπιστρέψουσιν
接著,他將話語轉向那更高的位格,彷彿以那垂聽禱告者的身分說話,說這些仇敵將要轉回歸於自己的黃昏,
Then he transfers the discourse to the higher person, and speaks as though from the person of him who heard the prayer, saying that these enemies will turn back to their own evening,
1:1389
ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ ὅτι εἰς τὸ ἐξώτερον σκότος συνελασθή σονται
這無非是說,他們將被驅趕聚集到那外面的黑暗之中。
which is nothing other than that they will be driven together into the outer darkness.
1:1390
ἡ γὰρ ἑσπέρα σκότους γίνεται ἀρχή τε καὶ μήτηρ
因為黃昏正是黑暗的起頭與母親。
For evening becomes both the beginning and the mother of darkness.
1:1391
οἷς γὰρ οὐκ ἔστι σωτηρίας ἐφόδιον,. ἐξ ἀνάγκης ἡ ἐκ τοῦ λιμοῦ τῶν ἀγαθῶν ἐπακολουθήσει ταλαιπωρία
因為對那些沒有救恩之糧的人而言,必然會隨之而來的,是那因良善之物飢荒而生的悲慘。
For to those who have no provision for salvation, there will necessarily follow the misery that comes from a famine of good things.
1:1392
οὕτως ἐλίμωξεν ἐν τῷ ᾅδῃ ὁ πλούσιος, τῆς θείας δρόσου ἔρημος ὤν·
那富人便是如此在陰間受飢餓之苦,因他缺乏神聖的甘露;
Thus the rich man was famished in Hades, being destitute of the divine dew;
1:1393
καὶ διὰ τὸ ἀπαράσκευον τοῦ τοιούτου ἀγαθοῦ εἶναι τῇ φλογὶ κατεφλέγετο
又因他未曾預備這樣的美物,便被那火焰所焚燒。
and because he was unprepared with such a good, he was consumed by the flame.
1:1394
ἀλλὰ καὶ Κυκλώσουσι πόλιν, φησίν
「他們必圍繞城邑,」他又說。
But also, "they will encircle the city," he says.
1:1395
ὅπερ τοιοῦτόν μοί τινα νοῦν ὑποσημαίνειν δοκεῖ·
這在我看來,似乎暗示著這樣一層意思:
which seems to me to suggest some such sense as this:
1:1396
ἐπειδὴ πᾶν τὸ ἀχρεῖόν τε καὶ ἀπόβλητον ὡς πρὸς τὴν τῶν ζώντων χρῆσιν ἔξω ῥίπτεται τῆς πόλεως εἴτε τι νεκρὸν καὶ διεφθορὸς εἴτε δυσώδης τις κόπρος, περὶ ἃ ὑπὸ τῆς τοῦ λιμοῦ ἀνάγκης οἱ κύνες ἐξευρίσκονται τῷ ῥύπῳ τῷ ἐκ τῆς πόλεως ἐκβαλλομένῳ ἐμβιοτεύοντες, διὰ τούτου τῶν ἐν ἀρετῇ καὶ κακίᾳ ζώντων τὴν διαφορὰν διδάσκων ὁ λόγος ἐν τῷ τῆς πόλεως διασημαίνει αἰνίγματι·
既然凡對活人已無用而當丟棄之物——無論是某具腐爛的死屍,或是某些惡臭的糞穢——皆被拋棄於城外;而狗因飢餓所迫,便在城外覓食,靠著從城中拋出的污穢維生;經文正是藉此教導那活在德行中之人與活在惡行中之人的分別,並以城邑這隱謎彰顯其意。
Since everything useless and to be cast away, as regards the use of the living, is thrown outside the city — whether some dead and decayed thing, or some foul-smelling dung — around which, under the compulsion of hunger, dogs are found living off the filth cast out from the city, through this the discourse, teaching the difference between those who live in virtue and those who live in vice, signifies [its meaning] in the riddle of the city.
1:1397
πόλιν λέγων τὴν ὑπὸ τῆς ἀρετῆς συνῳκισμένην εὐπρεπῆ τε καὶ εὐδιάθετον πολιτείαν·
所謂「城邑」,指的正是那由德行所建立、莊重而井然有序的邦國生活;
By "city" he means the seemly and well-ordered commonwealth that has been founded by virtue;
1:1398
τὰ δὲ ἔξω τῆς πόλεως τὴν ἐκ τοῦ ἐναντίου παραθεωρουμένην κακίαν δηλοῖ, ἐν ᾗ πᾶσα ἡ τοῦ ἀστειοτέρου βίου ἀποβολή, ἥ τις ἐστὶν δυσώδης ἁμαρτία, ἔκ τε τῆς σήψεως τῶν σωμάτων καὶ ἐκ τῆς ῥυπαρᾶς κόπρου συνισταμένη εὑρίσκεται
而「城外之物」則指與此相反、被觀察到的惡行,其中充滿了那較為高尚之生活所拋棄的一切——也就是那惡臭之罪——由身體的腐敗與污穢的糞穢共同構成。
while "the things outside the city" denote the vice observed as its opposite, in which is found every castoff of the more refined life — that is, foul-smelling sin — composed both of the corruption of bodies and of filthy dung.
1:1399
οὐκοῦν τῆς μὲν πόλεως οἰκήτωρ ἐστὶν τὸ μέγα καὶ τίμιον χρῆμα, ὁ ὄντως ἄνθρωπος καὶ τὸν ἐξ ἀρχῆς ἐπιβληθέντα χαρακτῆρα τῇ φύσει διὰ τοῦ βίου μεμορφωμένον ἔχων
因此,城邑的居民乃是那尊貴而寶貴之物——真正的人,他藉著自己的生活,使自身的形貌符合了那從起初便銘印於本性之上的形像。
Therefore, the inhabitant of the city is the great and precious thing — the truly human being, who through his life has conformed his form to the character impressed upon [his] nature from the beginning.
1:1400
ὁ δὲ περὶ τὰ ἔξω τῆς πόλεως ἀνα στρεφόμενος κύων ἐστὶν καὶ οὐκ ἄνθρωπος, ὥστε φανερὸν εἶναι παντὶ πῶς χρὴ διακρίνειν τοὺς κύνας ἀπὸ τῶν κατὰ φύσιν ἀνθρώπων, οὐκ ἐκ τοῦ σχήματος λέγω τῆς τοῦ σώματος διαπλάσεως, ἀλλ' ἐκ τῆς κατὰ τὸν βίον διαφορᾶς
但那生活於城外之物中的,乃是狗而非人;因此人人皆可清楚看出,當如何從那本性上為人者中分辨出狗來——我所指的並非身體形貌的外在樣式,而是生活方式上的差異。
But the one who dwells among the things outside the city is a dog and not a man, so that it is evident to everyone how one must distinguish dogs from those who are human by nature — not, I mean, by the outward form of bodily shape, but by the difference in [manner of] life.
1:1401
ὁ γὰρ τῆς ἐναρέτου πόλεως ἔνοικος ἀληθῶς ἐστιν ἄνθρωπος·
因為那有德之城的居民,才真正是人;
For the inhabitant of the virtuous city is truly a man;
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。